Catena In Epistulam I Ad Corinthios
- 5.121
Φωρίου. Ἀπόδειξίς ἐστι τοῦ εἰρημένου τὸ ἐπαγόμενον· πόθεν γὰρ δῆλον, Φησί; “ὅτι τὸν ἄρτον ὃν κλῶμεν κοινωνία τοῦ σώμα- “τος τοῦ Χριστοῦ ἐστίν.” τοῦτ’ ἔστιν εἰς κοινωνίαν ἡμᾶς τοῦ σώματος συνάγει τοῦ Χριστοῦ. πόθεν δῆλον; ὅτι ἓν σῶμα ἐσμὲν καὶ καλούμεθα, πάντες Χριστῷ συναπτόμενοι ὡς τοῦ κοινοῦ σώματος κεφαλῇ. εἰ οὖν μὴ τῷ σώματι αὐτοῦ καὶ τῷ αἵματι εἰς κοινωνίαν συνηγόμεθα, τίνι ἂν ἑτέρῳ ἓν σῶμα ἦμεν καὶ ἐκαλούμεθα;
- 5.122
Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; τί οὖν φημι; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τι ἐστιν; ἀλλ’ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῶ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
- 5.123
Θεοδωρίτου. Ἀποβλέψατε δὲ καὶ εἰς τὸν Ἰσραὴλ, καὶ ὡς τῶν ἱερείων μεταλαμβάνοντες, αὐτῷ κοινωνοῦσι τῷ θυσιαστηρίῳ· ἐπειδὴ ἐκ τοῦ ἑνὸς ἱερείου τὰ μὲν ἐκεῖ προσφέρουσιν, τὰ δὲ αὐτοὶ ἐσθίουσιν. κατὰ σάρκα δὲ τὸν Ἰσραὴλ ἐκάλεσεν, τῇ ἀπιστίᾳ προσμείναντα· ὡς τῶν πεπιστευκότων πνευματικοῦ Ἰσραὴλ χργματιζόντων. “τί οὑν, φημί; ὅτι εἴδωλον τί ἐστιν; ἢ ὅτι εἱδω- “ λόθυτόν τι ἔστιν; ἀλλ’ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, “καὶ οὐ Θεῷ.” ἀλλὰ μηδείς με οἰέσθω λέγειν ὡς ἰσχύν τινα τῶν εἰδωλοθύτων ἐχόντων, καὶ φύσει μιᾶναι τὸν μεταλαμβάνοντα δυναμένων. οὐ γὰρ τοῦτο λέγω· ἀλλ’ ὅτι οἱ τῇ δεισιδαιμονίᾳ δουλεύοντες τοῖς δαιμονίοις τὰς θυσίας προσφέρουσιν· “οὐ θέλω δὲ “ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γένεσθαι.” εἶτα πλείονα ἐντίθησι Φόβον. “οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμο- “νίων.” καὶ γὰρ ἐκεῖνοι τῶν σπονδῶν ἀπεγεύοντο. εἰτα λοιπὸν ὡς ἐπὶ ἀποδεδειγμένοις, “οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ “τραπέζης δαιμονίων.” πῶς οἷόν τε ὑμᾶς καὶ τῷ Κυρίῳ κοινωνεῖν διὰ τοῦ τιμίου αὐτοῦ σώματός τε καὶ αἵματος, καὶ πάλιν τοῖς δαίμοσι διὰ τῆς εἰδωλοθύτου τροφῆς;
- 5.124
Θεοδωρου. Παραζηλοῦν λέγεται τὸ ἀπό τινων δύο, ποτὲ τοῦτον θαυμάζειν, ποτὲ δὲ ἐκεῖνον· ἐπὶ τὸ εἰς εὔνοιαν ἀμφοτέρους ἀγαγεῖν ἑαυτοῦ. τοῦτο δὲ παρὰ μὲν ἐλάττονος εἰς μείζονας οὐκ ἄν ποτε γένοιτο. πότε γὰρ ἃν παροξυνθείη ὁ ὑπερέχων ἐπὶ τῇ παρὰ τοῦ ἐλάττονος εἰς ἕτερον γινομένῃ τιμῇ. γίνεται δὲ παρὰ τῶν καθότι δήποτε ὑπερεχόντων. οἱ γὰρ ἐλάττονες καὶ ἐφίενται τῆς παρὰ τῶν μειζόνων τιμῆς, καὶ ἀποτυγχάνοντες δάκνονται.
- 5.125
Σευηριανοῦ. Ἐπειδὴ γέγραπται ὁ Θεὸς λέγων διὰ αὐτοῖς “παρεζήλωσάν u με ἐπ’ οὐ θεοῖς x, παρώργισάν με ἐν “εἰδώλοις αὐτῶν.” οἱ δὲ Κορίνθιοι εἰδωλόθυτα ἤσθιον· διὰ τοῦτο φησὶν, “ἣ παραζηλοῦμεν τὸν Κύριον;” ἀντὶ τοῦ παροξύνομεν αὐτόν. “μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;” ἔδειξεν διὰ τούτου, ὅτι οὐ θέλει ὁ Κύριος εἰδωλόθυτα ἡμᾶς ἐσθίειν. μὴ τοίνυν, φησὶ, θέλε, ἃ μὴ θέλει ὁ Κύριος, ὡς ἰσχυρότερος αὐτοῦ καὶ συνετώτερος. Θεοδωρίτου. Τὸ “παραζηλοῦμεν.” ἀντὶ τοῦ παρακνίζομεν τέθεικεν.
- 5.126
Ἰωάλλου. Μὴ γὰρ τοῦτο, φησὶν, λέγω, ὡς ἐχόντων τινὰ τῶν εἰδώλων ἣ τῶν θυομένων αὐτοῖς, καὶ διὰ τοῦτο δυναμένων ἣ βλάψαι ἣ ὠφελῆσαι. οὐχὶ φησίν. ἐπειδὴ γὰρ ἐσπουδαιολογήσατο περὶ τῶν εἰδώλων, ἐφοβήθη μὴ νομίζωσιν ἔχειν τινὰ ἰσχὺν αὐτά· ὅτι φησὶ τὰ θύματα οὐ Θεῷ ἀλλὰ δαίμοσι θύεται. μὴ τοίνυν τρέχετε ἐπὶ τὰ μισητὰ Θεῷ· καὶ γὰρ εἰ βασιλικῆς μετεῖχες τραπέζης, σὺ δὲ ταύτην ἀφεὶς, ἐπὶ τὰς τῶν καταδίκων ἔτρεχες, εὑ ἐποίεις. οὐκ ἐπειδὴ ἔβλαπτεν ἣ ὠφέλει ἐκείνη, ἀλλ’ ὅτι ἐνύβριζες τὴν βασιλικὴν τράπεζαν· εἰ γὰρ οἱ τῆς μυστικῆς μετέχοντες τραπέζης, κοινωνοῦσι Θεῷ, οἱ δαιμόνων μετέχοντες τραπέζης, δῆλον ὅτι δαίμοσι κοινωνοῦσιν.
- 5.127
Φωτίου. Οὐχ ὅτι ἐστὶ τὰ εἴδωλα, διὰ τοῦτο κωλύω τῶν εἰδωλοθύτων γεύεσθαι. προείρηται γὰρ ὅτι τῶν μὴ ὄντων ἐστὶν καὶ ἀνυπάρκτων κατ’ οὐσίαν, καὶ οὔτε βλάβην οὔτε ὠφέλειαν ἔχουσιν ἰσχὺν προξενῆσαί τινι. ἀλλὰ διὰ τοῦτο κωλύω, ὅτι διὰ τῶν εἰδώλων τοῖς δαίμοσι προσάγεται καὶ θυσία. πῶς οὖν οὐκ αὐτόθεν βδελυκτὸν καὶ φευκτὸν τὸ μεταλαμβάνειν δαιμονικῆς θυσίας καὶ δι’ αὐτῆς αὐτοῖς ἐκείνοις ἔρχεσθαι εἰς κοινωνίαν; εἶτα καὶ διὰ τῆς παραθέσεως τῆς κυριακῆς τραπέζης καὶ τοῦ κυριακοῦ ποτηρίου μᾶλλον ἐλέγχει τὸ ἄτοπον τῶν γευομένων, ἅ ἐστιν εἰδωλόθυτα· καὶ ὅρα τὸ σοΦόν· καταρχὰς μὲν ἠρέμα πῶς ἥπτετο τῶν ἐλέγχων, προιὼν δὲ ὡς ἐνταῦθα, λίαν πικρῶς ἐπεμβαίνει.
- 5.128
Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πά μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου ἕκαστος. πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλῆ ῥὼ μὰ ἀύτης.
- 5.129
Φεοδωρίτου. “Πάντα μοι ἔξεστιν;” κατ’ ἐρώτησιν εἰτα κατὰ ἀπόκρισιν, “ἀλλ’ οὐ πάντα συμΦέρει.” “πάντα μοι ἔξεστι;” καὶ τοῦτο ὁμοίως· “ἀλλ’ οὐ πάντα οἰκοδομεῖ.” ἔξεστί σοι δι’ ἣν λέγεις γνῶσιν ποιεῖν ἅπαντα. ἀλλ’ οὔτε σοὶ συμφέρει τὸ βλάπτειν ἑτέρους, οὔτε ἐκείνους οἰκοδομεῖ τὸ παρὰ σοῦ γιγνόμενον. ἀλλὰ τέλειος εἶ’, ἀλλὰ προσήκει σε y καὶ τῶν ἀσθενεστέρων ἐπιμελεῖσθαι· τοῦτο γὰρ ἐπήγαγεν· “μη- “δεὶς τὸ ἑαυτοῦ ζητείτω· ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου ἕκαστος.” ἐπειδὴ δὲ παντελῶς τὴν τῶν εἰδωλοθύτων μετάληψιν ἀπηγόρευσεν, πλήρεις δὲ ἦσαν αἱ πόλεις κατ’ ἐκεῖνο τοῦ καιροῦ τῶν τοιούτων κρεῶν, καὶ εἰκὸς ἦν τοὺς μὲν τὸν ἀποστολικὸν ἀγωνιῶν- τὰς νόμον, μηδαμῶς ὠνεῖσθαι· τοὺς δὲ διὰ γαστριμαργίαν τοῦ νόμου καταφρονεῖν· ἀναγκαίως περὶ τούτου νομοθετεῖ τὰ προσήκοντα.
- 5.130
Ἰωάννου. Ἐὰν γὰρ ἀγνοῶν, φησὶ, φάγῃς καὶ μὴ εἰδῇς, ὑπόκεισαι τιμωρίᾳ. τῆς γὰρ ἀγνοίας λοιπὸν τὸ πρᾶγμα, οὐ τῆς λαιμαργίας z. καὶ οὐ ταύτης μόνον αὐτὸν ἀπαλάττει τῆς ἀγώνιας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων. οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τοῦτ’ ἔστιν ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε μὴ τοιοῦτον, ἀλλ’ ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς· μὴ δὲ τοῦ μανθάνειν ὅτι ποτέ ἐστι τὸ προκείμενον αὐτὸν παρέχειν τὰς ἀφορμάς· ὥστε ἐστι καὶ φορὰ, ἀλλ’ ἀπὸ τῆς διανοίας ποιοῦντα ἀκάθαρτον. διὰ τοῦτο φησὶ, “μηδὲν ἀνακρίνοντες.” τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ οἱ καρποὶ, καὶ τὰ a εἰ ’δε αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον. ἀλλ’ ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ τῆς παρακοῆς.
- 5.131
Οἰκουμενίου. Μὴ γὰρ τοῦτο, φησὶν, μόνον ζητεῖ, εἰ σὺ ἐσθίεις συνειδήσει, ἀλλ’ εἰ καὶ τὸν ἀδελφόν σου ὠφελεῖ τὸ γινόμενον.
- 5.132
Φωτίου. Ἀντιπίπτειν δοκοῦν λέγει λύει. ἐπειδὴ γὰρ σφοδρότητος τῶν εἰδωλοθύτων κατέδραμεν, καὶ τοὺς ἐσθίοντας ἐπετίμησεν, ἵνα μή τις εἴπῃ τι οὖν; ἀποσχέσθαι ἄρα δεῖ ἡμᾶς καὶ τῶν ἐν ἀγορᾷ κρεῶν προκειμένων; ἣ ἀνάγκην σχοίημεν ἃν περιιέναι τὰς ἀγορὰς, καὶ ἐπερωτᾶν καὶ ἀνακρίνειν μὴ ποτὲ εἰδωλόθυτον εἴη; εἰς τοιαῦτα ἡμῶν συγκλείσομεν καὶ συνελάσομεν τὸν βίον; ἵνα οὖν μὴ τοιαῦτα τινὲς ἀντιτείνειν ἔχοιεν, προφθάσας αὐτὸς δίδωσι τὰς λύσεις, καὶ φησὶ, μήτε τὰ ἐν ἀγορᾷ ἀνάγκην εἶναι παραιτεῖσθαι, μήτε ἀνακρίνειν καὶ ἐπερωτᾶν ἄρα εἰδωλόθυτόν ἐστιν ἢ οὓ, ἀλλ’ ἐκείνων ἀπέχεσθαι μόνων περὶ ὧν τις φθάσας ἐμήνυσεν εἰδωλόθυτα εἰναι.
- 5.133
Τοῦ Αὐτοῦ.“ Πᾶν’ τὸ ἐν μακέλλῳ,” Φησὶν, “ἐσθίετε” διστάζοντες κατὰ συνείδησιν μηδὲ ἀνακρίνοντες καὶ ἐπερωτῶντες δι’ αὐτὴν, ἵνα ταύτην ἀμφίβολον οὖσαν θεραπεύσητε· οὐ γὰρ ἐβούλετο δύσκολον αὐτοῖς τὴν μετάληψιν παρασκευάσαι τῆς τροφῆς, ἵνα μὴ ἐκ τούτου ὀλιγωρήσαντες, τὸ πᾶν τῆς ἀκριβείας, ὡς ἀδυνάτου τῆς ἐντολῆς οὔσης, εἰς τὸ φυλαχθῆναι παραλύσωσιν.
- 5.134
Τοῦ Αὐτοῦ.“Μηδὲν διὰ τὴν συνείδησιν ἀνακρίνοντες.” τοῦτ' ἐστι μηδὲν ἕνεκεν αὐτῆς ἐπερωτῶντες καὶ ἀνακρίνοντες· δεῖ γὰρ αὐτὴν καθαρὰν καὶ ἀδίστακτον ἐσθίοντας ἔχειν, καὶ μὴ δεῖσθαι πληροφορίας ἄλλης τῆς ἀπὸ τῆς ἀνακρίσεως.
- 5.135
Τοῦ Αὐτοῦ.Ἐπειδὴ ἀνωτέρω ὅτε τὰ ἐν μακέλλῳ πωλούμενα οὐκ ἐκώλυεν ἐσθίειν, ἐπήγαγεν, “τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλή- “ρωμα αὐτῆς,” τοῦτ’ ἐστι τὰ ἐν αὐτῇ πάντα. ταῦτα γάρ εἰσι τὰ πληροῦντα αὐτὴν καρποὶ, καὶ ζῷα καὶ τὰ ὅμοια· εἶτα προιὼν λέγει, ἐὰν δέ τις ὑμῖν εἴπῃ, τι οὑν; νῦν οὐκ ἔστιν ἡ γῆ τοῦ Κυρίου καὶ τὰ ἐν αὐτὴ; ἀλλ’ ὅτε μὲν οὐκ ἐκώλυες ἐσθίειν, τοῦ Κυρίου ἦν, νῦν δὲ οὐκ ἔστιν; ἵνα οὖν μὴ ἐξῇ λέγειν τοῦτό τινι, πάλιν τίθησι τὸ αὐτὸ, καὶ φησὶ, τοῦ Κυρίου μὲν ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, ὅπερ καὶ πρόσθεν εἶπον, ἀλλὰ διὰ τὸν μηνύσαντα καὶ τὴν συνείδησιν αὐτοῦ, οὐ δεῖ γεύσασθαι ἐκείνων τῶν εἰδωλοθύτων· εἰ γὰρ “τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,” αὐτὸς οὐδενὸς ποιήσει ὑμᾶς ἔχειν ἐνδεῶς. κἂν ταύτης δι’ αὐτὸν ἀπόσχησθε τῆς εἰδωλοθύτου θοίνης. ἢ ἐπεὶ τοῦ Κυρίου ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, πολλῷ μᾶλλον καὶ ὁ ἄνθρωπος ὁ ἐν αὐτῇ. διὰ γοῦν τοῦτον τὸν μηνύσανα, ὅς ἐστι τοῦ Κυρίου, καὶ τοὺς ἄλλους, ἴσως τοὺς μηνύοντος ἀκούοντας, ἵνα μὴ βλαβῶσι, μὴ ἐσθίετε· “τοῦ γὰρ Κυρίου ἡ γῆ “καὶ τὰ ἐν αὐτῇ·” οὐ γὰρ ὅτε μὲν ἔδει φαγεῖν, τοῦτο ἔδει ἐννοεῖν, ὅτε δὲ μὴ ἐσθίειν, τοῦτο παρορᾶν· ἀλλ’ ἀεὶ ὡσαύτως ἔχοντας, καὶ τότε εὐχαρίστως ἐσθίειν· ὡς τοῦ Κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν, ταῦτα καὶ νῦν εἰκότως μὴ ἐσθίειν, ὡς φυλαττόμενος σκανδαλίζειν τοὺς τοῦ Κυρίου δούλους καὶ ὁμοδούλους ἡμῶν.
- 5.136
Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. ἐὰν δέ τις ὑμῖν εἴπῃ; τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε, δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνα τί γὰρ ἡ ἐλευθερία μοῦ κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ δὲ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
- 5.137
Θεοδωρίτου. Οὐκ ἐκέλευσεν καλούμενον ἀπελθεῖν, οὔτε ἐκώλυσεν· τῆ δὲ τῶν καλουμένων ἐξουσιᾷ τὸ πρακτέον ἐπέτρεψεν· οὐδὲ γὰρ οἷόν τε ἦν τοὺς ἀπίστους ἀγρεύεσθαι τῆς ἐπιμιξίας κωλυομένης. “ἐὰν δέ τις ὑμῖν εἴπῃ· τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ “ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. τοῦτο τέθεικεν καὶ ἐπὶ τοῦ μὴ ἐσθίειν, διδάσκων ὡς καὶ μεταλαμβάνοντας εἰδέναι δεῖ ὡς τοῦ Κυρίου πᾶσα ἡ γῆ, καὶ ὅτι τῆς τῶν εἰδώλων ἀσθενείας, σὺ μὲν καταφρονεῖς· ἐκεῖνος δὲ, τῇ πλάνῃ δεδουλόμενος, βλάβην ἐντεῦθεν καρποῦται, εἰδωλοθύτων σε κρεῶν μεταλαμβάνειν ἡγούμενος. τοῦτο γὰρ διδάσκει τὰ ἑξῆς, “ἵνα τί “γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;” ἐλευθερίαν καλεῖ τὴν χάριν τῆς πίστεως. τοῦτο γὰρ καὶ ἐν τοῖς μετὰ ταῦτα διδάσκει.
- 5.138
Ἰωαννου. Ὅρα τὴν συμμετρίαν. οὐ γὰρ ἐπέταξε καὶ ἐνομοθέτησεν ἀπιέναι, ἀλλ’ οὐκ ἐκώλυσεν· ἀπελθόντας δὲ πάλιν ἀπαλάσσει πάσης ὑποψίας. τί δή ποτε; ἵνα μὴ δόξη φόβου τινὸς εἰναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. ὁ μὲν γὰρ περιεργαζόμενος, ὡς δεδοικὼς τοῦτο ποιεῖ. ὁ δὲ μετὰ τὸ ἀκοῦσαι ἀπεχόμενος, ὡς καταφρονῶν καὶ μισῶν καὶ ἀποστρεφόμενος ἀπέχεται· διόπερ ὁ Παῦλος ἀμφότερα κατασκεύασαι βουλόμενος, φησὶ, “πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. εἰ δέ τις ὑμῖν εἴπῃ τοῦτο “εἰδωλόθυτόν ἐστι· μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα καὶ τὴν συνεί- “δησιν.” τοῦτ’ ἐστιν ἵνα μὴ βλαβῇ. οὐκ οὖν δεῖ περιεργάζεσθαι; οὐ φησί. οὐδὲ γὰρ τὴν σὴν εἶπον συνείδησιν καὶ τὸν μηνύσαντα. καὶ πάλιν· “συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, “ἀλλὰ τὴν τοῦ ἑτέρου. εἰ ἐγὼ χάριτι μετέχω· τί βλασφημοῦμαι “ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;” ἐγὼ μὲν φησὶν εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὕτω μὲ ὑψηλὸν πεποίηκεν καὶ Ἰουδαϊκῆς ταπεινότητος ἀνώτερον, ὡς μηδαμόθεν βλάπτεσθαι. ὡς δὲ Ἕλληνες οὐκ εἰδότες μου τὴν ΦιλοσοΦίαν τἀναντία ὑποπτεύουσιν· ἐροῦσι γὰρ ὅτι Χριστιανοὶ τῶν ἡμετέρων ἐφίενται, καὶ ὑποκριταί τινές εἰσι, διαβάλλοντες μὲν δαίμονας καὶ ἀποστρεφόμενοι, ἐπὶ δὲ τὰς τραπέζας αὐτῶν τρέχοντες. οὗ τί γένοιτ’ ἃν ἀναισθητότερον; πόσης οὖν ἀνοίας ἃν εἴη, ὑπὲρ ὣν οὕτως εὐεργετήθην ὡς καὶ εὐχαριστεῖν, ὑπὲρ τούτων βλασφημίας αἴτιον γίνεσθαι;
- 5.139
Φωτίου. Εἰ σὺ, φησὶ, ἐκ χάριτος γέγονας τέλειος, εἰδέναι μηδὲν εἶναι τὰ εἴδωλα, καὶ κατηρτισμένην ἔχεις ψύχην εἰς τὸ μηδὲν παραβλάπτεσθαι, κἂν μετασχεῖν βουληθῇς τῶν εἰδωλοθύτων, τί βλασφημεῖσθαι σαυτὸν παρασκευάζεις καὶ διὰ σοῦ τὴν πίστιν καὶ τὸν Θεόν; καὶ τότε ἐπ’ ἐκείνῳ ὑπὲρ οὗ μᾶλλον ὠφέλεις εὐχαριστεῖν τελειωθεὶς τὴν διάνοιαν; αὐτὸς δὲ ἐφ’ ἑαυτοῦ τὸν λόγον ἐσχημάτισεν, μετριώτερον τὸν ἔλεγχον ποιῶν· εἶτα ἐπάγει, “εἴτε ἐσθίετε καὶ ἑξῆς, ὅτε τῶν ἐλέγχων ἔπαυσεν, τότε τὸν εἰς ἑαυτὸν λύσας μετασχηματισμὸν, ἐξ εὐθείας αὐτοῖς παραινεῖ λέγων, “εἴτε ἐσθίστε” καὶ ἑξῆς.
- 5.140
Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ· καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
- 5.141
Θεοδωρίτου. Καλῶς ἅπαντα περιέλαβεν καὶ τὸ καθίσαι τὸ βαδίζειν καὶ τὸ διαλέγεσθαι, καὶ τὸ ἐλεεῖν καὶ τὸ παιδεύειν· ὥστε πάντων ἕνα ἡγεῖσθαι σκοπὸν, τὴν τοῦ Θεοῦ δόξαν. οὕτω καὶ ὁ Κύριος παρηγγύησεν, “λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν “ἀνθρώπων, ἵνα γνόντες τὰ καλὰ ἔργα ὑμῶν, δοξάζωσι τὸν Πα- “τέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.” οὕτω κἀνταῦθα ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῆ Ἐκκλησίᾳ τοῦ Θεοῦ. ἐξ ὑμῶν πρόφασις σκανδάλου μηδεμία γινέσθω, μήτε τοῖς ἀπιστοῦσι, μήτε τοῖς ἤδη πιστεύσασιν. “καθὼς ἐγὼ πάντα “πᾶσιν ἀρέσκω.” ἀλλὰ τοῦτο κολάκων ἴδιον· ἀλλὰ τὸ ἑξῆς λεγόμενον, οὐ τῶν τοιούτων, “μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, “ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν.” οἱ δὲ κόλακες οὐ τὸ ἀλλότριον συμφέρον, ἀλλὰ τὸ οἰκεῖον ζητοῦσιν· μᾶλλον δὲ οὐδὲ τὸ οἰκεῖον· ἑαυτοὺς γὰρ πρὸ τῶν ἄλλων λυμαίνονται· ὁ δὲ θεῖος Ἀπόστολος τὸ μὲν οἰκεῖον οὐκ ἐζήτει· τὴν δὲ τῶν ἄλλων ἐπραγματεύετο σωτηρίαν· δι’ ἐκείνων αὔξων τὸν ἀνώλεθρον πλοῦτον. “μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ·” ταύτας μου τὰς οἰκονομίας ζηλώσατε· καὶ γὰρ ἐγὼ τὸν δεσπότην μεμίμημαι· ὃς ἑτέρως μὲν Ἰουδαίοις, ἑτέρως δὲ τοῖς Ἀποστόλοις ὡμίλει· καὶ ἄλλα μὲν τοῖς τελείοις, ἀλλὰ δὲ τοῖς ἀτελέσι προσέφερεν.
- 5.142
Ἰωάννου. Οὕτω, Φησὶ, πάντα πράττετε· ἵνα δοξάζεσθαι Θεὸν ἀφορμὰς παρέχητε· ὡς ταγὲ νῦν γινόμενα καὶ ἀδοξίαν τῇ πίστει προστρίβεται, καθὼς εἴρηται, “ἀπρόσκοποι γίνεσθε·” τοῦτ’ ἔστι μηδεμίαν μηδενὶ ψόγου παρέχοντες ἀφορμήν· ἔσται δὲ τοῦτο, ἐὰν μήτε Ἕλληνα μήτε Ἰουδαῖον σκανδαλίσωμεν, μήτε μὴν τοὺς ἀδελφούς· οὗτοι γὰρ ἡ Ἐκκλησία τοῦ Θεοῦ. ὅρα δὲ τὸ μεῖζον ἔσχατον εἶπεν. καὶ γὰρ καὶ τοὺς ἄλλους ἐφέλκεσθαι προσήκει πρὸς τὴν πίστιν, οὐ μὴν καὶ τοὺς ἀδελφοὺς διώκειν. σημαίνει δὲ ἐκ τούτων πάντας σκανδαλιζόμενος, ἐκ τοῦ ἐσθίειν αὐτοὺς εἰδωλόθυτα. εἶτα ἐπειδὴ δυσχερὲς ἐπέταξεν, ὑπευθύνους γὰρ αὐτοὺς ἐποίησεν, καὶ τῆς Ἰουδαίων καὶ Ἐλλήνων βλάβης, ἑαυτὸν εἰς παράδειγμα τέθεικεν· εὐπαράδεκτον ταύτῃ κατασκευάζων τὸν λόγον. ὡς εἰ εἰπεν, “εἰς πάντα πᾶσιν ἀρέσκω.” ὅπερ καὶ ἄνω ἔλεγεν, “τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινας “σώσω.” “μὴ ζητῶν τὸ ἐμαυτοῦ συμΦέρον.” ὥς ὁτ’ ἃν ἔλεγεν, “εὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χρίστου ὑπὲρ τῶν ἀδελφῶν καὶ “τῶν συγγενῶν μου.” τοῦτο γὰρ μίμησις Χριστοῦ, τὸ μὴ ἑαυτοῦ, ἀλλὰ τῶν πλησίων κήδεσθαι c.
- 5.143
Φωτίου. Τὸ τῶν πολλῶν, φησὶ, συμφέρον, ἤπερ τὸ ἐπειδὴ ἔνιοι ζητοῦσι μὲν τὸ τῶν πολλῶν, ἀλλ’ οἱ μὲν ἵνα κερδήσωσιν αὐτῶν τὴν εὔνοιαν, ἐπὶ τῷ σφίσιν λυσιτελοῦν· οἱ δὲ ἵνα παρ’ αὐτῶν ἐπαινεθῶσιν· οἱ δὲ ἵνα ἄλλου τινὸς ἐπιτύχωσι τοιούτου. αὐτὸς τὸ τῶν πολλῶν φησὶ συμφέρον ἤπερ τὸ ἐμαυτοῦ. δείκνυσιν ἐφ’ ὅτῳ αὐτοὺς ἐσπούδασεν ἀρέσκειν, καὶ φησὶν, ὅτι ἐπὶ τὸ ἐκείνοῖς συμφέρον, καὶ οὐχ ἁπλῶς συμφέρον ἀλλ’ ἔτι σαφέστερον ἵνα σωθῶσί, φησι.
- 6.1
Περὶ σχίσματος ἀνδρῶν καὶ γυναικῶν ἐν εὐχαῖς καὶ προφητείαις.
- 6.2
Ἐπαινῶ δὲ ὑμᾶς ἀδελφοὶ, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε. θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.
- 6.3
Θεοδωρίτου. Οὕτω συμπεράνας τὴν περὶ τῶν κατηγορίαν, ἕτερα πάλιν ἁμαρτήματα διορθοῦται. καὶ γὰρ εἰώθεσαν αἱ Κορινθίων γυναῖκες οὐδὲ κατὰ τὸν τῆς προσευχῆς καιρὸν καλύπτειν τὰς κεφαλάς. ἔνιαι δὲ ἐπ’ εὐγλωττίᾳ σεμνυνόμεναι, καὶ διδάσκειν ἐπεχείρουν ἐν ἐκκλησίᾳ· τοῦτο τοίνυν ἐνταῦθα διορθοῦται. “ἐπαινῶ δὲ ὑμᾶς ἀδελφοὶ, ὅτι πάντα μου μέμνησθε, “καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, κατέχετε.” οὐ δὲ οὗτος ὁ ἔπαινος ἀληθὴς, καταμέμφεται γὰρ μᾶλλον αὐτοῖς, ὡς τοὺς τεθέντας οὐ φυλάξασιν ὀροὺς.
- 6.4
Σευηριανοῦ. Προτρεπόμενος μᾶλλον ἢ ἀποδεχόμενος ἵνα ἑξῆς τὴν παραίνεσιν βεβαιώσῃ ἐν αὐτοῖς. “θέλω δὲ ὑμᾶς “εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι. κεφαλὴ “δὲ γυναικὸς ὁ ἀνὴρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.” Ἰωάλλου. Ἐνταῦθα ἐΦ᾿ ἕτερον πρόεισι λοιπόν. τί δὲ ἦν; αἱ μὲν γυναῖκες ἀνακεκαλυμμέναι καὶ γυμνὴ τῇ κεφαλῇ καὶ ηὔχοντο καὶ προεφήτευον· καὶ γὰρ προεφήτευον τότε γυναῖκες· οἱ δὲ ἄνδρες καὶ ἐκώμων, ἅτε ἐν φιλοσοφίᾳ διατρίψαντες, καὶ περιεβάλλοντο τὰς κεφαλὰς εὐχόμενοι καὶ προφητεύοντες. ὅπερ ἑκάτερον Ἑλληνικοῦ νόμου ἦν. ἐπεὶ ὑπὲρ τούτων ἤδη παρῄνεσε παρών· καὶ οἱ μὲν ἤκουσαν, οἱ δὲ ἠπίθησαν. διὰ τοῦτο διὰ τῆς ἐπιστολῆς πάλιν ὥσπερ σοφὸς ἰατρὸς ἐπαντλεῖ τῷ λόγῳ διορθοῦται τὸ ἁμάρτημα· ὅτι γὰρ παρῄνεσεν ἤδη παρὼν, δῆλον ἐξ ὣν προοιμιάζεται· τίνος γὰρ ἕνεκεν οὐδὲν εἰπὼν περὶ τούτου οὐδαμοῦ τῆς ἐπιστολῆς ἔμπροσθεν, ἀλλ’ ἀπὸ ἐγκλημάτων ἑτέρων ἐκβὰς, εὐθέως Φησὶν “ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε, “καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις οὕτω κατέχετε;” ὁρᾷς ὅτι οἱ μὲν ἤκουσαν, οὓς ἐπαινεῖ· οἱ δὲ παρήκουσαν, οὓς διορθοῦται διὰ τῶν ἑξῆς, λέγων, “εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, “ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν.”
- 6.5
Ἄρχεται οὖν τοῦ ἐγκλήματος, καὶ λέγει, “θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. ἀρ’ οὖν καὶ τοῦ Ἕλληνος; οὐδαμῶς· εἰ γὰρ σῶμα ἐσμὲν Χριστοῦ καὶ μέλη ἐκ μέρους, καὶ ταύτῃ ἐκεῖνος ἡμῶν ἡ κεφαλὴ, τῶν οὐκ ὄντων ἐν τῷ σώματι, οὐ δὲ ὡς μέρη τελειούντων, οὐκ ἃν εἴη κεφαλή. ὥστε ὁτ’ ἃν εἴπῃ παντὸς u δεῖ προσυπακούειν. “κεφαλὴ δὲ γυναικὸς, ὁ ἀνήρ. κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.” ἐνταῦθα ἐπιπηδῶσιν οἱ αἱρετικοὶ, ἐλάττωσίν τινα ἐκ τῶν εἰρημένων ἐπινοοῦντες τῷ Υἱῷ. ἀλλ’ ἑαυτοῖς περιπίπτουσιν. εἰ γὰρ “κεφαλὴ “γυναικὸς ὁ ἀνὴρ,” ὁμοούσιος δὲ ἡ κεφαλὴ τῷ σώματι, “κεφαλὴ “δὲ τοῦ Χριστοῦ ὁ Θεὸς,” ὁμοούσιος ὁ Υἱὸς τῷ Πατέρι· ἀλλ’ οὗτος, οὐχ ἑτεροούσιον ἐνταῦθα ἀποδεῖξαι βουλόμεθα, ἀλλ’ ὅτι ἄρχεται φησίν· τί οὑν πρὸς τοῦτο εἴποιμεν ἄν; ὅτι μάλιστα μὲν ὅταν τι ταπεινὸν λέγηται μετὰ τῆς σαρκὸς ὄντος αὐτοῦ· οὐκ εὐτέλεια τῆς θεότητός ἐστι τὸ λεγόμενον, τῆς οἰκονομίας δεχομένης τὸ λεχθέν. πλὴν ἀλλ’ εἰπὲ, πῶς τοῦτο βούλει κατασκεύασαι ἐκ τούτου νῦν, ὅτι ὥσπερ ἀνὴρ ἄρχει τῆς γυναικός, φησιν, οὕτως καὶ ὁ Θεὸς τοῦ Χριστοῦ; οὐκ οὖν ὥσπερ ὁ Χριστὸς τοῦ ἀνθρώπου, οὕτως καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ; παντὸς γὰρ ἀνδρὸς φησὶν ἡ κεφαλὴ ὁ Χριστός ἐστιν.
- 6.6
Καὶ τίς e ἂν ταῦτα καταδέξεται πότε; εἰ γὰρ ὅσον τὸ ὑπερέχον τοῦ Υἱοῦ πρὸς ἡμᾶς, τοσοῦτον τοῦ Πατέρος πρὸς τὸν Υἱὸν, ἐννόησον εἰς ὅσην αὐτὸν ἄξεις τὴν εὐτέλειαν. ὥστε οὐ πάντα ὁμοίως ἐξεταστέον ἐφ’ ἡμῶν καὶ τοῦ Θεοῦ, κἂν ὁμοίως λέγηται· ἀλλ’ ἀπονεμητέον τῷ Θεῷ τὴν ἰδιάζουσαν ὑπεροχήν· καὶ τοσαύτην ὅσην Θεῷ. εἰ γὰρ μὴ τοῦτο συγχωρήσῃς, πολλὰ ἕψεται τὰ ἄτοπα. σκόπει δέ· “κεφαλὴ τοῦ Χριστοῦ ὁ Θεός·” οὗτος δὲ τοῦ ἀνδρὸς, κἀκεῖνος τῆς γυναικός· οὐκ οὖν εἰ ἐπὶ πάντων ὁμοίως ἐκλάβομεν τὴν κεφαλὴν, τοσοῦτον ἔσται ὁ Υἱὸς ἀφεστηκὼς τοῦ Πατέρος, ὅσον ἡμεῖς αὐτοῦ· ἀλλὰ καὶ ἡ γυνὴ τοσοῦτον ἡμῶν d Sic. e τῆς Cod. ἀποστήσεται, ὅσον ἡμεῖς τοῦ Θεοῦ Λόγου. καὶ ὅπέρ ἐστιν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τοῦτο καὶ ἡμεῖς πρὸς τὸν Υἱόν. καὶ ἡ γυνὴ πρὸς τὸν ’ν πάλιν· καὶ τίς ταῦτα ἀνέξεται; ἀλλ’ ἑτέρως ἐκλαμβάνεις ἐπὶ γυναικὸς καὶ ἀνδρὸς τὴν κεφαλὴν, καὶ οὐχ ὡς ἐπὶ τοῦ Χριστοῦ. οὐκ οὐν καὶ ἔπι τοῦ Τἰοῦ καὶ ἐπὶ τοῦ Πατέρος ἑτέρως φησὶ κατὰ τὸ αἴτιον. καὶ γὰρ εἴπερ ἀρχὴν ἐζήτει εἰπεῖν, ὡς σὺ Φὴς, καὶ ὑποταγὴν ὁ Παῦλος, οὐκ ἃν γυναῖκα παρήγαγεν εἰς μέσον. ἀλλὰ δοῦλον μᾶλλον καὶ δεσπότην. εἰ γὰρ καὶ ὑποτέτακται ἡμῖν ἡ γυνὴ, ἀλλ’ ὡς γυνὴ, ἀλλ’ ὡς ἐλευθέρα, ἀλλ’ ὡς ὁμότιμος. καὶ ὁ Υἱὸς δὲ, εἰ καὶ ὑπήκοος γέγονε τῷ Πατέρι, ἀλλ’ ὡς Υἱὸς Θεοῦ, ἀλλ’ ὡς Θεός· ὥσπερ γὰρ πλείων ἡ πειθὼ τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἣ τοῖς ἀνθρώποις πρὸς τοὺς γεγεννηκότας, οὕτως καὶ ἡ ἐλευθερία μείζων. οὐ γὰρ δήπου τὰ μὲν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα μείζονα τῶν ἀνθρώπων καὶ γνησιώτερα, τὰ δὲ τοῦ Πατέρος πρὸς τὸν Υἱὸν, ὅτι “ὑπήκουσεν καὶ “μέχρι θανάτου ἐλθεῖν καὶ θανάτου σταυροῦ.” καὶ ἐνταῦθα μέγα αὐτοῦ τὸ θαῦμα τιθέμεθα. τοῦτο θαυμάζειν δεῖ καὶ τὸν Πατέρα, ὅτι τοιοῦτον ἐγέννησεν, οὐχ ὡς δοῦλον ἐπιταττόμενον· ἀλλ’ ὡς ἐλεύθερον ὑπακούοντα καὶ σύμβουλον ὄντα. ὁ γὰρ σύμβουλος οὐ δοῦλος· σύμβουλον δὲ ὅτ’ ἃν ἀκούσης πάλιν, μὴ ὡς τοῦ Πατέρος ἐνδεῶς ἔχοντος ἄκουε, ἀλλ’ ὡς τοῦ παιδὸς ὁμοτίμως ἔχοντος πρὸς τον γεγεννηκότα·
- 6.7
Μὴ τοίνυν εἰς πάντα ἕλκε τὸ παράδειγμα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· παρ’ ἡμῖν μὲν γὰρ εἰκότως ὑποτέτακται ἡ γυνὴ τῷ ἀνδρί· ἡ γὰρ ἰσοτιμία μάχην ποιεῖ· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ διὰ τὴν ἀπάτην τὴν παρὰ τὴν ἀρχὴν συμβᾶσαν. διά τοι τοῦτο γενομένη μὲν, οὐκ εὐθέως ὑπετάγη. οὐ δὲ ὅτ’ ἃν αὐτὴν ἤγαγεν πρὸς τὸν ἄνδρα· οὔτε αὑτὴ ἤκουσέ τι τοιοῦτον παρὰ τοῦ Θεοῦ· οὔτε ὁ ἀνὴρ εἰπέν τι πρὸς αὐτὴν τοιοῦτον· ἀλλ’ ὅτι μὲν ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ, καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ ἦν, εἶπεν· ἀρχῆς δὲ οὐδαμοῦ οὐδὲ ὑποταγῆς ἐμνημόνευσεν πρὸς αὐτήν· ὅτε δὲ κακῶς ἐχρήσατο τῇ ἐξουσίᾳ, καὶ γενομένη νοητὸς, ἐπίβουλος εὑρέθη, καὶ πάντα ἀπώλεσε, τότε ἀκούει δικαίως λοιπὸν “πρὸς τὸν ἄνδρα σου “ἡ ἀποστροφή σου.” ἐπειδὴ γὰρ εἰκὸς ἦν τὴν ἁμαρτίαν ταύτην ἐκπολεμῶσαι τὸ γένος, οὐδὲ γὰρ ὤνησε εἰς εἰρήνην τὸ ἐξ αὐτοῦ γεγενῆσθαι τοῦτο συμβάντος· ἀλλ’ αὐτὸ μὲν τοῦτο καὶ τραχὖτερον ἐποίησε τὸν ἄνδρα, τὸ μηδὲ τοῦ οἰκείου φείσασθαι μέλους τὴν ἐξ αὐτοῦ γενομένην. συνιδὼν τοῦ διαβόλου τὴν κακουργίαν ὁ Θεὸς ἐπετείχισε τουτὶ τὸ ῥῆμα, καὶ τὴν ἐκ τῆς ἐπιβουλῆς μέλλουσαν ἀπέχθειαν ἔσεσθαι, διὰ τῆς ἀποφάσεως ταύτης ἀνεῖλεν. καὶ καθάπερ μεσότοιχον κατασπάσας τὴν ἐκ τῆς ἁμαρτίας μνησικακιαν Ἀλλ’ ἐπὶ τοῦ Θεοῦ καὶ τῆς ἀκηράτου οὐσίας ἐκείνης, οὐδὲν τοιοῦτον ἐστι ὑποπτεύσαι. μὴ τοίνυν κάτα πάντα δέχου τὰ παραδείγματα.
- 6.8
Ἀλλ᾿ ἐπεὶ καὶ ἀλλαχοῦ πολλὰ ἐντεῦθεν ἀπαντήσει χαλεπὰ ἁμαρτήματα· καὶ γὰρ καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς ἔλεγεν. “πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ· Χριστὸς δὲ Θεοῦ.” τί οὖν; ὁμοίως ἡμῶν τὰ πάντα καὶ ἡμεῖς τοῦ Χριστοῦ· καὶ Χριστὸς τοῦ Θεοῦ; οὐδαμῶς· ἀλλὰ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλος ἡ διαφορά. εἰ καὶ ἡ αὐτὴ χρῆσις ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ ἡμῶν εἴρηται. ἀλλαχοῦ δὲ κεφαλὴν εἰπὼν τὸν ἄνδρα τῆς γυναικὸς ἐπήγαγεν, ὥσπερ δὲ ὁ Χριστὸς κεφαλὴ καὶ Σωτῆρ’ ἐστι τῆς Ἐκκλησίας καὶ προστάτης, οὕτως καὶ ὁ ἀνὴρ ὀφείλει τῆς ἑαυτοῦ γυναικὸς εἶναι·
- 6.9
Ἄρ’ οὖν ὁμοίως ἐκληψόμεθα τὸ εἰρημένον, καὶ τοῦτο καὶ τὰ μετὰ τοῦτο ἅπαντα Ἐφεσίοις ἀπεσταλμένα περὶ τῆς ὑποθέσεως ταύτης; ἄπαγε· οὐδὲ γὰρ δυνατόν· τὰ γὰρ αὐτὰ ῥήματα λέγεται μὲν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων, οὐκ ἔχει δὲ τὴν αὐτὴν ἰσχὺν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· ἀλλ’ ἑτέρως μὲν ἐκεῖνα νοητέον, ἑτέρως δὲ ταῦτα· οὐ μὴν πάλιν πάντα ἐξηλλαγμένως· ἐπεὶ πάλιν εἰκῆ καὶ μάτην παρειλῆσθαι δόξειεν, οὐδὲν ἀπ’ αὐτῶν καρπουμένων ἡμῶν· ὥσπερ γὰρ οὐ πάντα ὁμοίως ἐκληπτέον, οὕτως οὐδὲ πάντα ἁπλῶς ἐκβλητέον.
- 6.10
Ἵνα δὲ ὃ λέγω γένηται σαφέστερον, ἐπὶ ὑποδείγματος αὐτὸ πειράζομαι ποιῆσαι φανερόν. εἴρηται κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός. ἃν μηδὲν ἀπὸ τοῦ ἀνθρωπίνου λάβω, τί μοι καὶ εἴρηται τοῦτο; πάλιν ἃν ἅπαντα λάβω, πολλὴ ἕψεται ἡ ἀλογία· καὶ γὰρ ὁμοιοπαθὴς τῷ σώματι ἡ κεφαλὴ, καὶ τοῖς αὐτοῖς ὑπεύθυνος. τί οὖν δεῖ ἀφεῖναι, καὶ τί λαβεῖν; ἀφεῖναι μὲν ταῦτα ἃ εἰπον δεῖ· λαβεῖν δὲ ἕνωσιν ἀκριβῆ. καὶ τι ἃν καὶ ἀρχὴν τὴν πρώτην· καὶ οὐ δὲ ταῦτα ἁπλῶς· ἀλλὰ καὶ ἐνταῦθα τὸ μεῖζον οἴκοθεν ἐπινοεῖν καὶ Θεῷ πρεπόντως· καὶ γὰρ ἡ ἕνωσις ἀσφαλεστέρα, καὶ ἡ ἀρχὴ κυριωτέρα. πάλιν ἤκουσας Υἵον. μὴ πάντα μὴ δὲ ἐνταῦθα λάβῃς. ἀλλ’ ὅσα Θεῷ πρέπει δεξάμενος, ὅτι ὁμοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ τῆς ἀσθενείας ὄντα τῆς ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα. εἴρηται φῶς ὁ Θεὸς πάλιν. ἆρ᾿ οὖν πάντα δεξόμεθα ὡς τὰ τοῦ φωτὸς τούτου; οὐδαμῶς· καὶ γὰρ ἐκεῖ τῷ σκότῳ τοῦτο, καὶ τόπῳ περικλείεται· καὶ ὑφ’ ἑτέρας κινεῖται δυνάμεως, καὶ ἐπισκιάζεται, ὧν οὐδὲν νοῆσαι θέμις ἐπὶ τῆς οὐσίας ἐκείνης. ἀλλ’ οὐδὲ πάντα διὰ τοῦτο ἐκβαλοῦμεν. ἀλλὰ δρεψώμεθά τί καὶ χρήσιμον ἀπὸ τοῦ παραδείγματος· τὸν φωτισμὸν τὸν ἐκ τοῦ Θεοῦ γινόμενον ἡμῖν, τὴν τοῦ σκότους ἀπαλλαγὴν ἐκ τούτου συνάγοντες.
- 6.11
Θεοδωρου. Τοῦτο βούλεται εἰπεῖν, ὅτι ἀπὸ μὲν τοῦ Χριστοῦ ἐπὶ τὸν Θεὸν χωροῦμεν, ἐξ οὕπερ ἐστίν· ἀπὸ δὲ τοῦ ἀνδρὸς ἐπὶ τὸν Χριστόν. ἐξ ἐκείνου γάρ ἐσμεν κατὰ τὴν δευτέραν ὕπαρξιν, καθ’ ἣν ἀνάστασιν ὁμοίως αὐτῷ πάντες ἐσόμεθα ἄφθαρτοι· κατὰ μετουσίαν τῆς ἐν αὐτῷ τοῦ πνεύματος χάριτος. παθητοὶ μὲν γὰρ ὄντες, κεφαλὴν ἡγούμεθα τὸν Ἀδὰμ, ἐξ οὗπερ τὸ εἶναι εἰλήφαμεν. ἀπαθεῖς δὲ γενόμενοι, κεφαλὴν ἡγούμεθα τὸν Χριστὸν, ἐξ οὗπερ ἀπαθεῖς εἶναι ἐσχήκαμεν. ὁμοίως δὲ φησὶν καὶ ἀπὸ τῆς γυναικὸς ἐπὶ τὸν ἄνδρα, ἐπειδὴ ἀπ’ ἐκείνου τὸ εἶναι εἴληφεν.
- 6.12
Σευηριανοῦ. Εἰ ἀσεβῶς, ἐκλαμβάνοι τις κατὰ τὸν τῆς λόγον. εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονομίας. οὐ γὰρ περὶ τοῦ γεγενῆσθαι νῦν ὁ λόγος. ἰδοὺ γὰρ ὁ ἀνὴρ τὴν γυναῖκα οὐκ ἐποίησεν· οὐδὲ ἡ τάξις ᾗ ἐχρήσατο Παῦλος εἰς τοῦτο βλέπει, ἀλλ’ εἰς μόνην τὴν ὑποταγήν· οὐ διὰ τὴν τῆς φύσεως ἀλλοτρίωσιν· καὶ ὅλως οὐ δὲ τοῦ μονογενοῦς ἡ θεότης λαμβάνεται νῦν, ἀλλ’ ἡ οἰκονομία ἐγγυτέρω ἔχουσα πρὸς τὸν ἄνδρα καὶ τὴν γυναῖκα κατὰ τὴν φύσιν.
- 6.13
Θεοδωρίτου. Τοῖς ἀνδράσιν ὑποτάξαι βουλόμενος τὰς καὶ διδάσκων ὡς οὐ προσήκει διδασκαλίας κατατολμᾶν, ἣν ἄνωθεν ὑπὸ τὴν τοῦ ἀνδρὸς τελεῖν ἐξουσίαν προσέταξεν ὁ Θεὸς, τούτοις τοῖς λόγοις ἐχρήσατο. οὐ γὰρ δόγματα θεῖα παραδιδοὺς, οὐδὲ θεολογίᾳ κεχρημένος, τὴν τάξιν ταύτην συνήρμοσεν. ἀλλ’ ὅτι παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός ἐστιν, δηλονότι τῶν πιστευόντων· κεφαλὴ δὲ ἡμῶν ἐστιν, οὐ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. σῶμα γὰρ αὐτοῦ προσαγορευόμεθα. τῷ δὲ σώματι ὁμοφυᾶ εἰναι προσήκει τὴν κεφαλήν. οὐκ οὖν καὶ κατὰ ταύτην αὐτοῦ κεφαλὴ ὁ Θεός. εἰ δὲ καὶ κατὰ τὴν θεότητα βούλονται τοῦτο εἰρῆσθαι οἱ ἀνόμοιοι, ἰδέτωσαν ὅτι ὥσπερ ἡμῶν ἀνθρωπείαν φύσιν ἐχόντων, πιστευόντων δὲ εἰς αὐτὸν, κατὰ τὴν ἀνθρωπότητα κεφαλὴ χρηματίζει. κατὰ ταύτην γάρ ἐστιν ἡμῖν ὁμοούσιος. οὕτως αὐτοῦ κεφαλὴ ὁ Πατὴρ χρηματίζων, τὸ ὁμοούσιον δείκνυσιν. σιν. καὶ ἔστιν ὁ αὐτὸς τῷ μὲν Πατέρι κατὰ τὴν θεότητα ὁμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀνθρωπότητα. κεφαλὴ δὲ αὐτοῦ, ὡς Πατὴρ καὶ αἴτιος ὀνομάζεται.
- 6.14
Κυτίλλου. Κεφαλὴν ἐνθάδε τὸ ἀρχέτυπον κάλλος, οὗ τὴν εἰκόνα καταπλουτούντων ὠνομασμένων ἕκαστον νοοῖτ’ ἃν εἰκότως. καὶ οὐσιώδως e τὸν τῆς εὐγενείας, εἴτ’ οὖν ἑτέρως ὁμοΦύας διακληρώσασθαι τρόπον. γέγονε μὲν γὰρ ὁ πρῶτος ἄνθρωπος, τοῦτ’ ἔστιν Ἀδὰμ, κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. οὕτως γάρ που φησὶν ὁ τῶν ὅλων δημιουργός· “ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.“ οὐκ οὖν ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός· ἀρχέτυπος μὲν ὡς Θεὸς, φύσεως δὲ νόμῳ τῆς καθ’ ἡμᾶς, καὶ ὁμοειδὴς ὅτε πέφηνεν ἄνθρωπος. καίτοι Θεὸς ὧν ὁ Λόγος, καὶ τὴν ἐκ Θεοῦ Πατέρος γέννησιν ἀπόρρητον ἔχων. γέγονε κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἀνθρώπου, τοῦτ’ ἐστιν Ἀδὰμ, ἣ γυνή· ἔκφυλος δὲ οὐδαμῶς. ὁμοφυὴς δὲ μᾶλλον καὶ ὁμοειδὴς αὐτῷ. καὶ τοῦτο αὐτὸς διωμολόγηκεν ἐναργῶς ὁ προπάτωρ Ἀδὰμ Φήσας, “τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς “σαρκός μου” καὶ τὰ ἑξῆς. εἰ δὲ εἶναι γενητὸν φασὶν καὶ τοῖς κτήμασιν ἐναρίθμιον ἡγεῖσθαι πράττειν τὸν ἐκ Θεοῦ Πατέρος Λόγον, ἔπειπέρ ἐστι κεφαλὴ παντὸς ἀνδρὸς, πῶς οὐκ ἃν νοοῖτο κάτα ’τον ἴσον τρόπον κτιστὸς καὶ πεποιημένος ὑπάρχειν καὶ αὐτὸς ὁ Πατὴρ, εἶπέρ ἐστι κεφαλὴ τοῦ Υἱοῦ σχέσιν ἔχοντος οὐσιώδη τὴν πρὸς ἡμᾶς, ἤτοι πρὸς κτίσματα; ὡς γὰρ αὐτοὶ φασὶν παντὶ τε καὶ πάντως ἡ κεφαλὴ τῷ λοιπῷ σώματι εἰς ταὐτότητα συνδεῖται νόμοις, οὐκ οὖν ὡς διὰ μέσου τοῦ Υἱοῦ, καὶ εἰς αὐτὸν ἥξει τὸν Θεὸν καὶ Πατέρα τὸ πρὸς πάντα ἄνδρα συγγενές. ἀλλ’ οὐ ταῖς ἐκείνων ἀβελτερίαις ἑψόμεθά ποθεν· ἀγέννητον δὲ εἶναι πιστεύομεν ὡς ἐξ ἀγεννήτου Πατέρος τὸν ἐξ αὐτοῦ φύντα λόγον. κεφαλὴν δὲ ὠνομάσθαι φαμεν παντὸς ἀνδρὸς, ὡς ἀρχέτυπον μὲν ὡς ἔφην. ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθρώποις ὁμόφυλα κατά γε τὸ ἀνθρώπινον, εἰς κεφαλὴν τῆς Ἐκκλησίας, ἥ τίς ἐστι τὸ σῶμα αὐτοῦ. πρωτεύει γὰρ αὐτὸς ἐν πᾶσι, κατὰ τὴν τοῦ Παύλου φωνήν.
- 6.15
Οἰκουμενίου. Πλὴν εἰ μὴ καὶ Χριστοῦ οὕτως κεφαλὴ ὁ καθάπερ ἡμῶν ὁ Χριστὸς, καθό ἐστι καὶ νοεῖται ἄνθρωπος.
- 6.16
Φωτίου. Κεφαλὴ μὲν ἡμῶν τῶν πιστῶν ἐστιν ὁ Χριστὸς, ὡς συσσώμων καὶ συμμετόχων αὐτῷ γεγενημένων, διὰ τῆς κοινωνίας τοῦ σώματος καὶ αἵματος αὐτοῦ. δι’ αὐτὸν γὰρ ἅπαντες ἓν σῶμα χρηματίσαντες, κεφαλὴν ἔχομεν αὐτόν. κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ Θεὸς καὶ Πατὴρ, ὡς γεννήτωρ καὶ προβολεὺς καὶ ὁμοούσιος αὐτοῦ. κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, ὅτι καὶ αὐτὸς γεννήτωρ καὶ προβολεὺς καὶ ὁμοούσιος ὑπάρχει αὐτῇ· ἀκόλουθος καὶ ἁρμόδιος ἡ ἀναλογία. εἰ δὲ τὸ παντὸς ἀνδρὸς καὶ ἐπὶ τῶν ἀπίστων ἐκλάβοις, κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἐγχωρεῖ. τῶν γὰρ ἄλλων ἄρχειν τὸν ἄνθρωπον ἐπιτρέψας αὐτὸν, ὑπὸ τὴν ἰδίαν μόνον εἴασεν μένειν ἐξουσίαν καὶ ἀρχήν· μὴ ἐπιστήσας αὐτὸν ἕτερον δεσπότην ἢ ἐξουσιαστήν.
- 6.17
Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεΦαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῆ ἐξυρημένη. εἰ γὰρ οὐ κατακαλύπτεται γυνὴ, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.
- 6.18
Κυτίλλου. Ὁρᾷς ὅπως τοῦ ἑκατέρῳ πρέποντος βραβευτὴν ποιεῖται καὶ ὁριστὴν τὸν τῆς φύσεως νόμον; ἀνδράσι μὲν γὰρ ἡ παρρησία πρεπωδεστάτη. γυναικί γε μὴν τὸ καλύπτεσθαι κόσμος. οὐκ οὖν ὕβρις, εἰς τὸ ἀρχέτυπον εἴη, καὶ μάλα εἰκότως, τῆς εἰκόνος τὸ ἀκαλλές; εἰ γάρ ἐστιν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ, πεποίηται γὰρ κατὰ τὰς γραφὰς οὕτως, σωζέτω Θεῷ τὴν πρέπουσαν παρρησίαν, ἀκατακάλυπτον ἔχων τὴν κεφαλὴν, καὶ οὐκ ἐπιτιμώσης αὐτῷ τῆς φύσεως εἴς γε τὸ ἐκκαλύπτεσθαι δεῖν. ἐλεύθερον γὰρ τὸ θεῖον καὶ παρὰ μώμου παντὸς, ἰδίᾳ τε δόξῃ καταπλουτοῦν καὶ τεθαυμασμένον. καὶ εἴ ἐστιν ἡ γυνὴ κἀς ὁμοίωσιν ἀνδρὸς, καὶ εἰκὼν εἰκόνος καὶ δόξης δόξα, νομοθετεῖ δὲ αὐτῇ καὶ τὸ κομᾶν ἡ φύσις. τι τὸ πρῶτον φιλονεικεῖ τὸ ὑστερίζον ἐν χάριτι; κατ’ εἰκόνα μὲν γὰρ καὶ αὕτη καὶ ὁμοίωσιν Θεοῦ. πλὴν ὡς διὰ μέσου τοῦ ἀνδρὸς, ὥστε κατά τι παραλλάττοι βραχὺ τὴν φύσιν. οὐ γράψομαι αἰδοῖ περιστέλλουσαν, ὡς ἔνι τὸ ζῶον καὶ στεφανοῦσαν τῇ κόμῃ. τὸ γάρ τοι παρρησιάζεσθαι γυναιξὶν, οὐκ ἀζήμιον. “οὐκοῦν κατακαλυπτέσθω, φησὶν, διὰ τοὺς ἀγγέλους.” δῆλον δὲ ὅτι τοὺς ταῖς ἐκκλησίαις ἐνιδρυμένους παρὰ Θεοῦ. δυσΦοροῦσι γὰρ λίαν, εἰ ἀμελοῖτο πρός τινος ὁ τοῦ πρέποντος νόμος. ὡς καὶ εἰδότες ὑπὲρ ἡμᾶς τὴν τοῦ δημιουργήσαντος βούλησιν. χρῆται γε μὴν ὁ θεσπέσιος Παῦλος εὐτεχνίᾳ πάλιν ἑτέρᾳ. ἔφη μὲν γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ πεποιῆσθαι τὸν ἄνδρα· κατόπιν δὲ τῆς αὐτοῦ τιμῆς τε καὶ δόξης οἷον ἐρρῖφθαι τὸ θῆλυ διισχυρίσατο, σαφῶς ἐπάγων τὸ ἑξῆς
- 6.19
Ἰωάννου. Οὐκ ἀεὶ κωλύει τὸν ἄνδρα κατακαλύπτεσθαι, ἀλλὰ μόνον ἐν εὐχῇ καὶ προφητείᾳ. οὐκ εἶπεν γὰρ κεκαλυμμένος τὴν κεφαλὴν, ἀλλὰ κατὰ κεφαλῆς ἔχων. ἀναιρῶν οὕτως, οὐ μόνον τῷ ἱματίῳ καλύπτεσθαι, ἀλλὰ καὶ κόμῃ. καὶ γὰρ καὶ ὁ κομῶν κατὰ κεφαλῆς ἔχει τὴν κόμην δηλαδή. ἡμᾶς γὰρ ὁ Θεὸς τοὺς ἄνδρας αὐτεξουσίους ἐποίησεν, τοῦτ’ ἔστιν ὑπ’ οὐδένα τῶν ἐν τῇ γῇ, ἀλλὰ πάντων ἄρχοντας. διὸ οὐ δεῖ ἔχειν ἐπὶ τῆς κεφαλῆς ἐξουσίαν, τοὺς οὐκ ὄντας ὑπ’ ἐξουσίαν τινὸς τῶν ἐν τῇ γῇ. τὸ γὰρ κεκαλύΦθαι τὴν κεφαλὴν, ἐξουσίαν τινα ἐπιτιθέναι ἐστὶ τῇ κεφαλῇ. ἀντὶ γὰρ ἐξουσίας ἐστὶ τὸ ἐπὶ τῆς κεφαλῆς κάλυμμα, ὅπερ εἴωθεν εἶναι ἐπὶ τῆς γυναικὸς δηλοῦν τὴν τοῦ ἀνδρὸς ἐξουσίαν, ὡς ὑποκειμένης αὐτῆς. ὁ οὖν τῇ ἐλευθέρᾳ κεφαλῇ ἐπιτιθεὶς ἐξουσίαν, εἰκότως καταισχύνει τὴν κεφαλὴν αυτου· πῶς; ὅτι τε ὁ αὐτός ἐστι τῇ ἐξυρημένῃ. καὶ ὅτι δραπέτριάν τινα τὴν κεφαλὴν ἀποδείκνυσι καὶ φυγάδα τῆς δοθείσης αὐτῇ παρὰ τοῦ Θεοῦ ἐξουσίας. πῶς ἐστιν ἓν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ, ὁπότε ἡ μὲν τῇ ἐξυρημένῃ οὔτε τὴν φυσικὴν σκέπην ἔχει, οἷον τὰς τρίχας, αὕτη δὲ ἔχει; καὶ ἐροῦμεν ὅτι ἡ ἀκατακάλυπτος, ὅσον τὸ εἰς αὐτὴν ἧκεν, ἐκ φύσεως ἀπεσείσατο τὸ κάλυμμα. τοῦτο προσθεὶς ἐδήλωσεν ὅτι οὐκ ἐν εὐχῇ ἣ προφητείᾳ μόνον αὐτὴν δεῖ κατακαλύπτεσθαι, ἀλλὰ πάντοτε. ὥσπερ γὰρ τὸ ἐξυρᾶσθαι οὐκ ἐν εὐχῇ καὶ προφητείᾳ μόνον ἀπρεπὲς, ἀλλὰ καὶ πάντοτε, οὕτω καὶ τὸ ἀκατακάλυπτον εἶναι.
- 6.20
Φωτίου. Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ, ὅσον ἐπὶ τὸ ἀκόσμως καὶ ἀνυποτάκτως ἑλέσθαι βιοῦν.
- 6.21
Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. γυνὴ δὲ δόξα ἀνδρός ἐστιν· οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς, διὰ τοὺς ἀγγέλους. πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς 12, ἀνδρὸς, ἐν Κυρίῳ. ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικὸς, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.
- 6.22
Θεοδωρίτου. Εἰκὼν Θεοῦ ὁ ἄνθρωπος, οὔτε κατὰ τὸ σῶμα, οὔτε κατὰ τὴν ψυχήν· ἀλλὰ κατὰ τὸ ἀρχικὸν μόνον. ὡς ἁπάντων τοίνυν τῶν ἐπὶ τῆς γῆς τὴν ἀρχὴν πεπιστευμένος, εἰκὼν προσηγόρευται τοῦ Θεοῦ. ἡ δὲ γυνὴ, ὡς ὑπὸ τὴν τοῦ ἀνδρὸς ἐξουσίαν τελοῦσα, τοῦ ἀνδρός ἐστι δόξα καὶ οἷον εἰκόνος εἰκών. ἄρχει μὲν γὰρ καὶ αὕτη τῶν ἄλλων, ἀλλὰ ὑποτετάχθαι τῷ ἀνδρὶ προσετάγη.
- 6.23
Κυτίλλου. “ ‘H γυνὴ” γὰρ, φησὶ, “δόξα ἀνδρός ἐστιν. οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. εἶτα περιστέλλων εὖ μάλα ἐφ’ οἷς ἦν εἰκὸς λυπεῖσθαι τὸ θῆλυ, προσετάγη καὶ φησὶ, “πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς, οὔτε ἀνὴρ χωρὶς “γυναικός.” γέγονε μὲν γὰρ ὁμολογουμένως ἐξ ἀνδρὸς ἡ γυνή. καὶ τοῦτό ἐστιν ἀληθές. εὕρηται γε μὴν εἰς ἀνδρὸς γένεσιν οὐκ ἀσυντελής. συνενεγκοῦσα δὲ ἄμφω πρὸς ἓν ἡ φύσις ἀλλήλων ἐν χρείᾳ κατεστήσατο οἰκονομικῶς συνείρουσα πρὸς ἀγάπην. Θεὸς δὲ ὅτι τῶν ὅλων ἐστὶν ὁ δημιουργὸς, προσεμπεδοῖ λέγων, “τὰ δὲ “πάντα ἐκ τοῦ Θεοῦ.” παρῆκται γὰρ εἰς τὸ εἰναι τὰ πάντα διὰ Χριστοῦ.
- 6.24
Ἰωάννου. Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ πολλὰ καὶ ἕτερα· τῷ μὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς. μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην μὲν κατακαλύπτεσθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κεφαλήν. εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους· καὶ ὁ μὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. ταῦτα μὲν γὰρ παρὰ τῶν ἀνθρώπων νενομοθέτηται, εἰ καὶ ὁ Θεὸς ὕστερον αὐτὰ ἐκύρωσεν· τὸ μὴ εἶναι σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, μηδὲ ἄνδρα ἐνδύεσθαι στολὴν γυναικείαν. ἐκεῖνα δὲ παρὰ τῆς φύσεως, τὸ κατακαλύπτεσθαι λέγω, καὶ μή. ὅτ᾿ ἃν δὲ εἴπω τὴν φύσιν, τὸν Θεὸν λέγω. ὁ γὰρ τὴν φύσιν δημιουργήσας οὗτός ἐστιν· ὅτ’ ἃν οὖν τοὺς ὅρους ἀνατρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ.
- 6.25
Σευηριανοῦ. Ἐκ τούτων φαίνεται ὅτι οὔτε κατὰ τὴν εἰκὼν Θεοῦ ἄνθρωπος, οὔτε κατὰ τὸ σῶμα. εἰ γὰρ ἦν κἀς ἕν τι τούτων, πάντως ἃν καὶ ἡ γυνὴ Θεοῦ ἐκλήθη. καὶ αὐτὴ τὸν τύπον ἔχουσα, οἷον καὶ ὁ ἀνήρ. εἰ δὲ τὴν αὐτὴν ἔχουσα ἡ γυνὴ τῷ ἀνδρὶ ψυχὴν καὶ σάρκα, εἰκὼν οὐ λέγεται, δῆλον ὅτι κατὰ τὸ ἀρχικὸν εἰκὼν Θεοῦ ὁ ἄνθρωπος. ὅτε μὲν γὰρ περὶ τῶν ἀλόγων ὁ λόγος, καὶ ἡ γυνὴ εἰκὼν Θεοῦ. ὅτε δὲ ἡ ἐξέτασις ἀνδρὸς πρὸς γυναῖκας, μόνος εἰκὼν ὁ ἀνήρ. διότι τὸ ἄρρεν καὶ θῆλυ ἐν ἀνθρώποις πάντων κρατεῖ τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν ἀέρι· γυναικὸς δὲ ὁ ἀνήρ ἀνδρὸς δὲ οὐδεὶς ἐπὶ τῆς γῆς. ὡς οὑν οὐδεὶς ἄρχει Θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὐδὲ ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. φύσιν δὲ νοοῦμεν ἡμεῖς τῶν πραγμάτων αὐτῶν τὴν ἀλήθειαν.
- 6.26
Θεοδωρου. Δείκνυσιν αὐτὸ ἄτοπον, ἀπὸ τῆς εὐσεβείας, καὶ ἀπὸ τῆς φύσεως, καὶ ἀπὸ τῆς δημιουργίας.
- 6.27
Φωτίου. Εἰς γὰρ δόξαν Θεοῦ ὑποτετάχθαι ὀφείλει ὁ ἀνὴρ τῷ Θεῷ· καὶ εἰς δόξαν ἀνδρὸς ἡ γυνὴ τῷ ἀνδρί. τί δέ ἐστιν εἰς δόξαν; εὐπιθῶς καὶ ἑκουσίως καὶ μετὰ χαρᾶς πράττειν τὰ ἀρέσκοντα Θεῷ. ὡσαύτως καὶ ἡ γυνὴ τὰ ἀρέσκοντα τῷ ἀνδρί. ὡς ὁ γε κατὰ βίαν καὶ ἄκων ποιῶν καὶ δυσφορῶν, οὐχ ὑποτάσσεται εἰς δόξαν Θεοῦ. ὡσαύτως οὐδὲ ἡ γυνὴ εἰς δόξαν ἀνδρός. ὥστε δεῖ ποθεῖν μὲν ἀκατακαλύπτως προσιέναι Θεῷ, καὶ τὴν γυναῖκα ὡσαύτως κατακαλυπτομένην. εἰς αὐτὸ δόξα Θεοῦ, τῆς ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας τὸ τιμιώτατον. δι’ αὐτὸν γὰρ μᾶλλον ἣ δι’ ἄλλο τι τῶν ἐν κόσμῳ δεδοξάσθαι, καὶ τὸ ὑπέρβαλλον τῆς χρηστότητος αὐτοῦ καὶ φιλανθρωπίας πεφανέρωται· ὡσαύτως δόξα ἀνδρὸς ἡ γυνή· τῆς γὰρ ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας αὕτη ἐστὶ τὸ τιμιώτατον, δι’ ἧς μᾶλλον ἢ δι’ ἑτέρου τινὸς ὧν ἄρχει ἔστιν αὐτῷ ἐγκαλωπίζεσθαι καὶ δοξάζεσθαι.
- 6.28
Τοῦ Αὐτοῦ. ὈΦείλει, Φησὶν, ἡ γυνὴ ἐξουσίαν ἔχειν κεφαλῆς, τοῦτ’ ἔστιν τὴν τοῦ ἀνδρὸς ἐξουσίαν καὶ κυριότητα ᾗπερ ὑπόκειται, ὀφείλει ἔχειν καὶ ἐπιδείκνυσθαι ἐπ’ αὐτῆς τῆς κεΦαλῆς. τοῦτο δὲ πῶς κατορθοῦται; διὰ τοῦ κατακαλύπτεσθαι. διὸ καὶ αὐτὸ τὸ κατακάλυμμα εἰκότως ἃν ἐξουσία κληθείη, ὡς τῆς τοῦ ἀνδρὸς ἐξουσίας κυριότητος ἐνδεικτικὸν ὑπάρχον καὶ παραστατικόν. τὸ δὲ “διὰ τοὺς ἀγγέλους” τοῦτό μοι δοκεῖ ὑποδηλοῦν. ἐπειδὴ γὰρ αἰτίαν τοῦ ὀφείλειν ὑποτετάχθαι τῷ ἀνδρὶ τὴν γυναῖκα φησὶν, ὅτι οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀνάπαλιν δὲ καὶ διὰ τοῦτο δεῖ ἔχειν αὐτὴν τὸ κατακάλυμμα, τὴν ἐπ’ αὐτῆς ἐξουσίαν τοῦ ἀνδρὸς ὁμολογοῦσαν. ἐπαγαγὼν, “διὰ τοὺς ἀγγέλους” δηλοῖ ὅτι καὶ εἰ μὴ τοὺς ἀνθρώπους αἰσχυνομένη οὐκ ἐθέλει τοῦτο ποιεῖν, ἀλλ’ οὖν αἰσχυνθήτω τοὺς ἀγγέλους, οἳ μάρτυρες καὶ ἐπόπται γεγένηνται τῆς ὑποταγῆς ἀύτης· αὐτοὶ γὰρ εἰ καὶ μὴ ἄνθρωποι ἐφορῶντες ἦσαν, οὐ τὸν ἄνδρα ἀπὸ τῆς γυναικὸς, ἀλλ’ αὐτὴν τὴν ἐκ τοῦ ἀνδρὸς τὴν ἀρχὴν τῆς γενέσεως λαβοῦσαν.
- 6.29
Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακαλυπτον τῷ Θεῷ προσεύχεσθαι; ἣ οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ· εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.
- 6.30
Θεοδωρίτου. ‘H αὕτη τιμὴν ἡγεῖται τὴν κόμην καὶ ἀτιμίαν τὴν ταύτης ἀφαίρεσιν. λογιζέσθω ὡς ἀτιμάζει τὸν τὴν κόμην δεδωκότα, μὴ μετὰ τῆς προσηκούσης αἰδοῦς καὶ τιμῆς προσιοῦσα. “εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ “ἔχομεν· οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.” ἱκανὸς οὗτος ὁ λόγος ἐντρέψαι καὶ τοὺς λίαν ἐριστικούς. ἔδειξεν γὰρ οὐκ αὐτῷ μόνῳ ταῦτα δοκοῦντα, ἀλλὰ καὶ πάσαις τοῦ Θεοῦ ἐκκλησίαις. πάλιν κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν, ἕτερον ἰατρεύει πάθος. εἰώθεσαν γὰρ ἐν ταῖς ἐκκλησίαις μετὰ τὴν μυστικὴν λειτουργίαν ἑστιᾶσθαι κοινῇ πλούσιοί τε καὶ πένητες. καὶ πολλὴ ἐντεῦθεν παραμυθία τοῖς πενομένοις ἐγίνετο. τῶν μὲν εὐπόρων οἴκοθεν τὰ ὄψα κομιζόντων, τῶν δὲ πενίᾳ συζώντων διὰ τὴν μετουσίαν τῆς πίστεως κοινωνούντων τῆς εὐωχίας. ἀλλὰ τοῦτο τοῦ χρόνου προἰόντος, οὐ δεόντως ἐγίνετο, ἀλλὰ κατεφρόνουν τῶν πενήτων οἱ εὔποροι. τοῦτο μαθὼν ὁ θεῖος Ἀπόστολος γράφει καὶ περὶ τούτου τὰ πρόσφορα.
- 6.31
Ἰωάλλου. Ὥστε Φησὶν, καὶ τῇ φύσει αὐτῇ πολεμεῖ ὁ μὴ πειθόμενος. ἐπεὶ οὖν ἔχει ἐκ φύσεως τὸ τῶν τριχῶν περιβόλαιον, ὀφείλει καὶ αὐτὴ περιβάλλεσθαι, ἵνα μὴ τοὺς φυσικοὺς ἀνατρέπῃ νόμους. ἐπειδὴ πρὸς ἐθελοσόΦους ἔγραψεν, οἳ διὰ συλλογισμῶν τὰ πάντα κατεσκεύαζον καὶ ἀνεσκεύαζον, φησὶν, οὐ καιρὸς νῦν τοῦ φιλονεικεῖν· εἰ γὰρ ἀναισχυντεῖ τις πρὸς τὰ εἰρημένα, ἡμεῖς, φησὶν, καὶ ἡ ἐκκλησία οὐκ ἔχομεν ἔθος τοιοῦτον. ποῖον ἢ ὅτι τὸ φιλονεικεῖν; ἀλλὰ πειθόμεθά φησιν, τοῖς ἐπιτάγμασι τῶν διδασκάλων μηδὲν ἀντιτείνοντες. ἢ ὅτι οὐκ ἔστιν ἔθος παρ’ ἡμῖν, ἵνα ὁ μὲν ἀνὴρ κομᾷ καὶ κεκάλυπται τὴν κεφαλὴν, ἡ δὲ γυνὴ τοὐναντίον.
- 7.1
Περὶ κοινωνίας θεοπρεποῦς, οὐ πλησμονικῆς.
- 7.2
Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ’ εἰς τὸ ἧττον συνέρχεσθε. πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν τῆ ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω· δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὕμιν.
- 7.3
Θεοδωρίτου. Εἰκότως ὑμῖν ἐπιμέμφομαι· δέον γὰρ αὔξειν τῷ χρόνῳ τὴν ἀρετήν· μειοῦτε ταύτην καὶ ἐλαττοῦτε τὸν πλοῦτον.
- 7.4
Θεοδωρου. Πρὸ γὰρ ἁπάντων ὑμῶν ἐκεῖνο αἰτιῶμαι φησίν. τὸ γὰρ “ πρῶτον,” ἀντὶ τοῦ πρὸ πάντων λέγει· ὡς καὶ ἐν τῇ πρὸς Ῥωμαίους, “πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ “Θεοῦ.”
- 7.5
Θεοδωρίτου. Σχίσματα οὐ δογματικὰ λέγει· ἀλλ’ ἐκεῖνα τὰ τῆς φιλαρχίας· ὣν καὶ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς κατηγόρησεν. σοφῶς δὲ ἄγαν τὸ σφοδρὸν τῆς κατηγορίας ἐκόλασεν· οὐ γὰρ εἶπεν ἁπλῶς πιστεύω, ἀλλὰ “καὶ μέρος τί πιστεύω·” “δεῖ γὰρ αἱρέσεις “ἐν ὑμῖν εἶναι· ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.” αἱρέσεις, τὰς φιλονεικίας λέγει, οὐ τὰς τῶν δογμάτων διαφοράς· τὸ δὲ “δεῖ,” οὐκ ἀναγκαστικὸν τοῦ πράγματος, ἀλλὰ προγνωστικόν· τοιοῦτόν ἐστι καὶ τὸ ὑπὸ Κυρίου εἰρημένον· ὅτι τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη· ὡς ἀκριβῶς γὰρ τὰ ἐσόμενα προορῶν, ὃ προεεῖδεν καὶ προείρηκεν, οὐκ αὐτὸς γενέσθαι ἠνάγκασεν. ἀλλὰ τοῦτο Φησὶν ὁ θεῖος Ἀπόστολος, οὐ λυμαίνεται· ἐλεγχομένων γὰρ τῶν πονηρίᾳ συζώντων, τῶν ἀρίστων ἀνδρῶν τὸ δόκιμον δείκνυται.
- 7.6
Ἰωάλλου. Καθάπερ ἐπὶ τῶν τρισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων, κοινῇ πάντες ἑστιῶντο καὶ κοινὰ πάντα ἐκέκτηντο, οὕπω καὶ τότε, ὅτε ταῦτα ἔγραψεν ὁ Ἀπόστολος ἐγίνετο· εἰ καὶ μὴ τελείως, ἐκ μέρους γοῦν. κοινὰς γὰρ ἐποίουν τὰς τραπέζας ἐν ἡμέραις νενομισμέναις· καὶ τῆς συνάξεως ἀπαρτισθείσης, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, ἐπικοινὴν πάντες μετήεσαν εὐωχίαν. ἀλλ’ ὕστερον καὶ τοῦτο διεφθάρη τὸ ἔθος. τὸ δὲ αἴτιον, ἐκ τοῦ διεσπάσθαι καὶ προσνέμειν ἑαυτοὺς, τοὺς μὲν τούτοις, τοὺς δὲ ἐκείνοις· ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο τὸ κάλλιστον καὶ χρησιμώτατον· πληκτικῶς εἰκότως τῷ λόγῳ κέχρηται, οὕτω λέγων, “τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ.” τοῦτο ποῖον; ὃ μέλλω λέγειν νῦν. τι ἐστι “παραγγέλλων οὐκ ἐπαινῶ;” οὐκ ἀποδέχομαι ὑμᾶς, φησὶν, ὅτι με εἰς ἀνάγκην κατεστήσατε συμβουλῆς· ὅτι ἐκδεήθητε διδασκαλίας· ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ’ εἰς τὸ ἧττον συνέρχεσθε. τοῦτ’ ἐστιν ὅτι οὐ προβαίνετε εἰς ἀρετὴν, ἀλλὰ καὶ τὸ κρατῆσαν ἔθος ἠλαττώσατε. “δεῖ γὰρ αἱρέσεις ἐν ὑμῖν εἶναι· ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.” ὅτι δὲ περὶ τῶν αἱρέσεων εἶπεν τῶν κατὰ τὰς τραπέζας, καὶ ἐκ τῶν ἑξῆς δῆλον ἐποίησεν. εἰπὼν γὰρ ὅτι ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, οὐκ ἔστη μέχρι τούτων, ἀλλὰ προϊὼν φησὶν, “ἕκαστος τὸ ἴδιον δεῖπνον προλαμ- “βάνει” καὶ τὰ ἑξῆς. εἰ δὲ σχίσματα αὐτὰ καλεῖ, μὴ θαυμάσῃς. τῇ γὰρ λέξει καθικέσθαι αὐτῶν βούλεται. εἰ γὰρ δογμάτων ἦν τὰ σχίσματα, οὐκ ἃν οὕτως αὐτοῖς διελέχθη ἡμέρως. τί δέ ἐστιν, “ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν;” ἵνα λάμψωσι μειζόνως. ὃ δὲ βούλεται εἰπεῖν τοῦτ’ ἐστιν· ὅτι τοὺς ἀπεριτρέπτους καὶ στερροὺς, οὐ μόνον οὐδὲν τοῦτο βλάπτει, ἀλλὰ καὶ λαμπροτέρους ἀποφαίνει. τὸ γὰρ “ἵνα” τοῦτο οὐ πανταχοῦ αἰτιολογίας ἐστὶν, ἀλλὰ πολλαχοῦ καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως. οὕτω καὶ ὁ Χριστὸς αὐτὸ τίθησιν, ὅτ’ ἂν λέγῃ, “εἰς κρίμα ἐγὼ “ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ “οἱ βλέποντες τυφλοὶ, γένωνται.” οὕτω καὶ αὐτὸς ὁ Παῦλος ὅτ’ ἃν περὶ τοῦ νόμου διαλεγόμενος γράφει. “νόμος δὲ παρεισῆλθεν, “ἵνα πλεονάσῃ τὸ παράπτωμα.” ἀλλ’ οὔτε ὁ νόμος διὰ τοῦτο ἐδόθη, ἵνα αὐξηθῇ τὰ ἁμαρτήματα τῶν Ἰουδαίων· τοῦτο δὲ ἐξέβη. οὔτε ὁ Χριστὸς διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένεωνται, ἀλλὰ διὰ τὸ ἐναντίον· συνέβη δὲ τοῦτο. οὕτως οὖν καὶ ἐνταῦθα νοητέον, “ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.” ἀλλὰ τῶν αἱρέσεων τούτων γενομένων τοῦτο συνέβη. ταῦτα δὲ εἴρηκε, τοὺς πένητας παραμυθούμενος, τοὺς γενναίως φέροντας τὴν τοιαύτην ὑπεροψίαν. διὸ οὐδὲ εἶπεν ἵνα οἱ δόκιμοι γένωνται, ἀλλ’ ἵνα δόκιμοι ὄντες φανεροὶ γένωνται. δηλονότι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ’ ἀνεμίγνυντο τοῖς πολλοῖς, καὶ παραμυθίας ἀπολαύοντες τῆς παρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο. νυνὶ δὲ ἡ στάσις αὕτη καὶ ἡ φιλονεικία δήλους αὐτοὺς ἐποίησεν· ὥσπερ τὸν κυβερνήτην ὁ χειμὼν δείκνυσιν. οὔτε δὴ κατηγορῶν δήλους ποιεῖ, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ· οὔτε ἐγκωμιάζων, ὥστε μὴ χαυνοτέρους. ἀλλ’ ἀεὶ μετέωρον ἀφίησι τὸν λόγον, καὶ τοῦτον κακεῖνον· ἑκάστον τῷ συνειδότι τὰ λεγόμενα ἁρμόζειν παρέχων. οὐ τοὺς πένητας δέ μοι δοκεῖ ἐνταῦθα παραμυθεῖσθαι μόνον, ἀλλὰ καὶ τοὺς τὸ ἔθος μὴ διαφθείροντας. καὶ γὰρ εἰκὸς εἶναι ἐν αὐτοῖς καὶ τοὺς διατηροῦντας αὐτό. διὸ καὶ ἔλεγεν “μέρος τι πιστεύω,” οὐ καθόλου πιστεύω.
- 7.7
Φωτίου. Οὐκ ἐπαινῶ, φησὶ, τὸ συνέρχεσθαι ὑμᾶς, καίτοι ἐπαίνου ἄξιον ἦν, ἀλλ’ αὐτοὶ αὐτὸ ψόγου καὶ κατηγορίας αἴτιον ἐποιήσατε.
- 7.8
ἅμα καὶ ἐντρέπων ὅτι ἐφ’ οἷς ἐπαινεῖσθαι αὐτῆς ἐνῆν ἀντὶ τούτου παραγγελίας, καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. δηλονότι δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι, ὅτι οὐκ ἐπὶ τῷ κρείττονι ὥσπερ ἔδει, ἀλλ’ ἐπὶ τῷ χείρονι συνέρχεσθε, ἤτοι ἐπὶ τὸ ἀτιμάζειν τοὺς ἀδελφοὺς, καὶ καταισχύνειν, καὶ τὴν ἀλαζονείαν ὑμῶν καὶ γαστριμαργίαν ἐπιδείκνυσθαι.
- 7.9
Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν· ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβανει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾶ, ὃς δὲ μεθύει. 0,2 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἣ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτω; οὐκ ἐπαίνω.
- 7.10
Θεοδωρίτου. Κυριακὸν καλεῖ δεῖπνον τὸ κυριακὸν μυστήριον. ἐκείνου γὰρ πάντες ὁμοίως μεταλαμβάνουσιν· ἱν· καὶ οἱ πενίᾳ συζῶντες, καὶ οἱ πλούτῳ κομῶντες. καὶ οἰκέται καὶ δεσπόται καὶ ἄρχοντες καὶ ἀρχόμενοι. ἔδει τοίνυν, φησὶν, καὶ τὰς κοινὰς τραπέζας εἶναι κοινὰς, καὶ τὴν δεσποτικὴν μιμεῖσθαι ἣ πᾶσιν ὁμοίως πρόκειται·
- 7.11
Θεοδωρου. Κυριακὸν αὐτὸ καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ τόπου λέγει. ὡς ἃν ἐπ’ ἐκείνης τῆς ἡμέρας ἐν τῷ τῆς συνελεύσεως τόπῳ κατὰ ταὐτὸν ἐσθίειν αὐτοὺς τοῦ νενομισμένου.
- 7.12
Ἰωάννου. Ὁρᾷς πῶς ἐντρεπτικῶς καὶ ἐν τάξει διηγήσεως ἤδη τὴν συμβουλὴν κατεσκεύασεν; τὸ μὲν γὰρ σχῆμα τῆς συνόδου φησι· ἄλλο ἀγάπης γάρ ἐστι καὶ φιλαδελφίας· εἷς γοῦν ὑμᾶς πάντας δέχεται τόπος καὶ ὁμοῦ συναγελάζεσθε. ἡ δὲ τράπεζα λοιπὸν οὐχ ὁμοία τῇ συνόδῳ. καὶ οὐκ εἶπεν συνερχομένων ἡμῶν οὐκ ἔστι κοινῇ φαγεῖν, οὐκ ἔστι μετὰ ἀλλήλων ἑστιαθῆναι, ἀλλὰ πολλῷ φοβερώτερον καθάπτεται αὐτῶν λέγων, “οὐκ ἔστι κυριακὸν “δεῖπνον Φαγεῖν.” ἐκείνῃ παραπέμπων αὐτοὺς ἐντεῦθεν ἤδη τῇ ἑσπέρᾳ, καθ’ ἣν τὰ φρικτὰ μυστήρια παρέδωκεν ὁ Χριστός. διὰ τοῦτο καὶ δεῖπνον τὸ ἄριστον ἐκάλεσεν. καὶ γὰρ ἐκεῖνο τὸ δεῖπνον κοινῇ πάντας εἶχε κατακεκλιμένους. καίτοι γε οὐ τοσοῦτον τὸ μέσον τῶν πλουτούντων καὶ τῶν πενομένων, ὅσον τοῦ διδασκάλου καὶ τῶν μαθητῶν. ἐννόησον τὸ μέσον τοῦ διδασκάλου καὶ τοῦ προδότου. ἀλλ’ ὅμως καὶ αὐτὸς μετ’ αὐτῶν κατεκλίνετο. εἶτα ἑρμηνεύει πῶς “οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν. ἕκαστος γὰρ “ἴδιον δεῖπνον προλαμβάνει,” Φησὶν, “ἐν τῷ φαγεῖν. καὶ ὃς μὲν “πεινᾷ, ὃς δὲ μεθύει.” εἶδες πῶς ἔδειξεν αὐτοὺς καταισχύνοντας ἑαυτοὺς μᾶλλον; τὸ γὰρ κυριακὸν ἰδιωτικὸν ποιοῦσιν. ὥστε πρῶτοι αὐτοὶ εἰσιν οἱ καθυβριζόμενοι, οἱ τῆς τραπέζης τὸ μέγιστον ἀφαιροῦντες ἀξίωμα. ὅτι τὸ κυριακὸν δεῖπνον, τοῦτ’ ἐστι τὸ δεσποτικὸν ὀφείλει κοινὸν εἶναι. τὰ γὰρ τοῦ δεσπότου οὐχὶ τοῦδε μὲν τοῦ οἰκέτου ἐστὶν, τοῦδε οὐκ ἔστιν, ἀλλὰ κοινὴ πάντων· τὸ οὖν κυριακὸν τοῦτο φησὶ τὸ κοινόν· νυνὶ δὲ οὐκ ἀφιεὶς αὐτὸ εἶναι κυριακὸν μὴ ἀφιεὶς εἶναι κοινόν· ἀλλὰ κατὰ σαυτὸν αὐτὸ ἑστιώμενος.
- 7.13
Θεοδωρίτου. Ἔδειξεν τῆς δεσποτικῆς τραπέζης τὰς κοινὰς τραπέζας ἐναντίας ἐκ διαμέτρου. ἐξ ἐκείνης μὲν γὰρ ἴσως μεταλαμβάνουσιν ἅπαντες. ἐνταῦθα δὲ ὃς μὲν πεινᾶ, ὃς δὲ μεθύει· διπλὴν τὴν κατηγορίαν ποιούμενος· καὶ ὅτι μόνος πίνει, καὶ ὅτι ὑπὲρ κόρον, ἐπιτιμητικῶς. “μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ “ἐσθίειν καὶ πίνειν; ἣ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε καὶ “καταισχύνετε τοὺς μὴ ἔχοντας;” εἰ τοῦ τρυφᾶν ἕνεκα παραγίνεσθε, ἐν ταῖς οἰκίαις τοῦτο δρᾶτε. ὕβρις γὰρ τοῦτο τῆς ἐκκλησίας καὶ πρόφασις παροινίων. πῶς γὰρ οὐκ ἄτοπον ἔνδον ἐν τῷ τοῦ Θεοῦ ναῷ, τοῦ δεσπότου παρόντος, ὃς κοινὴν ὑμῖν παρέθηκε τράπεζαν, ὑμᾶς μὲν τρυφᾶν, τοὺς δὲ δεομένους πεινῆν καὶ διὰ τὴν πενίαν ἐρυθριᾶν· “τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; οὐκ “ἐπαινῶ.” τῇ συνήθει πραότητι κέχρηται· πατρικῶς, οὐ δικαστικῶς ἐπιμέμφεται· εἶτα σαφέστερον τῶν ἱερῶν αὐτοὺς ἀναμιμνήσκει μυστηρίων.
- 7.14
Φωτίου. Τί ὑμῖν δοκεῖ; ἄρα παραλόγως εἶπον ὑμῖν καὶ τῆς ὑποθέσεως ταύτης, ὅτι οὐκ ἐπαινῶ; οὐχὶ καὶ ἀπ’ αὐτῆς τῆς τῶν πραγμάτων ἀκολουθίας ἐμάθετε ὅτι ἐν ἐπαινουμένῳ πράγματι τῷ κυριακῷ δείπνῳ, ψόγου ὑμεῖς ἀλλ’ οὐκ ἐπαίνου ἄξια διαπράττεσθε; ὥστε καὶ ἐγὼ δικαίως οὐκ ἐπαινῶ, καίπερ καθ’ αὐτὸ ἐπαινετοῦ μάλιστα τοῦ ἔργου τυγχάνοντος.
- 7.15
Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς Χριστὸς, ἐν τῇ νυκτὶ ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπεν, Λάβετε, φάγετε, τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
- 7.16
Ἰωάννου. ίνος ἕνεκεν ἐνταῦθα τῶν μυστηρίων μέμνηται; ὅτι σφόδρα ἀναγκαῖος εἰς τὴν παροῦσαν ὑπόθεσιν ὁ λόγος ἦν οὗτος αὐτῷ. καὶ γὰρ ὁ δεσπότης σου, φησὶν, τῆς αὐτῆς πάντας ἠξίωσε τραπέζης, καίτοι σφόδρα φρικωδεστάτης οὔσης, καὶ πολὺ τὴν πάντων ὑπερβαινούσης ἀξίαν. σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους εἶναι ἡγῇ τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς; τίνος δὲ ἕνεκεν καὶ τοῦ καιροῦ ἡμᾶς ἀναμιμνήσκει· καὶ τῆς ἑσπέρας ἐκείνης καὶ τῆς προδοσίας; οὐχ ἁπλῶς οὐδὲ ἄνευ λόγου τινὸς, ἀλλ’ ἵνα μεθ’ ὑπερβολῆς κατανύξῃ. κἂν γὰρ αὐτολίθος ᾖ τις, ἐννοήσας ἐκείνην τὴν νύκτα, πῶς ἦν μετὰ τῶν μαθητῶν ἀδημονῶν, πῶς παρεδόθη, πῶς ἐδέθη, πῶς ἀπήχθη, πῶς κατεδικάσθη, πῶς τὰ ἑξῆς ἔπαθεν ἅπαντα, κηροῦ γίνεται παντὸς ἁπαλώτερος, καὶ τῆς γῆς ἀπαλλάττεται, λάττεται, καὶ τῆς ἐνταῦθα φαντασίας ἁπάσης. διὰ τοῦτο πάντων ἐκείνων εἰς μνήμην ὑμᾶς ἄγει, ἐντρέπων καὶ λέγων, ὅτι ὁ μὲν δεσπότης σου καὶ ἑαυτὸν παρέδωκεν ὑπέρ σου· σὺ δὲ τῷ ἀδελφῷ οὐδὲ σιτίων μεταδίδως ὑπὲρ ἑαυτοῦ.
- 7.17
Θεοδωρου. τὸ “παρέλαβον ἀπὸ τοῦ Κυρίου” λέγει, ἀντὶ τοῦ παρέλαβον, ὡς αὐτοῦ τοῦ Κυρίου οὕτω ποιεῖν παραδεδωκότος· οὐ γὰρ δὴ παρῆν τούτων παρ’ ἑαυτοῦ τοῖς μαθηταῖς παραδιδομένων.
- 7.18
Οἰκουμενίου. Ἤ ὅτι ἐδιδάχθη ταῦτα ἀπὸ τοῦ Κυρίου. ἵνα ἣ τὸ “παρέλαβον” ἐδιδάχθην. Φωτίου. Εἰ ὁ Κύριος, φησὶ, κοινωνεῖν σε τοῦ οἰκείου σώματος καὶ αἵματος τὴν τράπεζαν καὶ τὸν κρατῆρα παρατίθησι, σὺ τολμᾷς τοῦτον τῆς σῆς ἀποικίζειν τραπέζης καὶ ὑπερορᾶν; εἰ ἐκεῖνος ηὐχαρίστει τὸ οἰκεῖον σῶμα μερίζων καὶ μεταδιδοὺς, σὺ οὐ πολλῷ μᾶλλον εὐχαρίστως καὶ μετὰ πλείστης χαρᾶς τῶν ἐκεῖθέν σοι δωρηθέντων κοινωνοὺς καὶ συνεστιάτορας λαμβάνεις τοὺς πένητας;
- 7.19
Ὁσάκις γὰρ ἃν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὖ ἂν ἔλθῃ. ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνει τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.
- 7.20
Θεοδωρίτου. Ὅτι μετὰ τὴν αὐτοῦ παρουσίαν, οὐκ ἔτι χρεία τῶν συμβόλων τοῦ σώματος αὐτοῦ. διὰ τοῦτο εἶπεν “ἄχρις οὗ ἂν “ἔλθη.” τοῦτο μὲν οὖν ὁ θεῖος Ἀπόστολος ἀντὶ παραδείγματος τέθεικεν, διδάσκων τοῦ παρὰ Κορινθίοις τολμωμένου τὸ ἄτοπον. ἀρξάμενος δὲ τοῦ περὶ τῶν μυστηρίων λόγου καὶ πέρι τούτου τὰ προσήκοντα παραινεῖ. “ὥστε ὃς ἃν ἐσθίῃ τὸν ἄρτον ἢ πίνει τὸ ποτήριον “τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος “τοῦ Κυρίου.” ἐνταῦθα νύττει μὲν τοὺς τὴν φιλαρχίαν νενοσηκότας, νύττει δὲ τὸν πεπορνευκότα, καὶ μετὰ τούτων, τοὺς τῶν εἰδωλοθύτων ἀδιαφόρως μετειληφότας· πρὸς δὲ τούτοις καὶ ἡμᾶς μετὰ πονηροῦ συνειδότος τῶν θείων μυστηρίων ἀπολαύειν τολμῶντας. τὸ δὲ “ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος,” τοῦτο δηλοῖ, ὅτι καθάπερ παρέδωκεν μὲν αὐτὸν ὁ Ἰούδας, παροίνησαν δὲ εἰς αὐτὸν Ἰουδαῖοι, οὕτως ἀτιμάζουσιν αὐτὸν οἱ τὸ πανάγιον αὐτοῦ σῶμα χερσὶν ἀκαθάρτοις δεχόμενοι, καὶ ἐναγῆ προσφέροντες στόματι· οὕτω φοβήσας παραινεῖ τὰ προσήκοντα.
- 7.21
Θεοδωρου. Ἕκαστος, φησὶν, ἐξεταζέτω τὴν οἰκείαν διάνοιαν, ἥντινα περὶ τῶν μυστηρίων κέκτηται τὴν ὑπόληψιν, καὶ τότε αὐτῶν μετεχέτω. τὸ γὰρ ἑαυτὸν, ἀντὶ τοῦ τὴν διάνοιαν ἑαυτοῦ λέγει. καθόλου περὶ τῆς τῶν μυστηρίων ὑπολήψεως ἐν τούτοις λέγων.
- 7.22
Θεοδωρίτου. Σὺ σαυτοῦ γίνου κριτὴς καὶ τῶν βεβιωμένων ἀκριβὴς δικαστής. ἐρεύνα τὸ συνειδὸς, καὶ τότε δέχου τὸ δῶρον.
- 7.23
Ἰωάννου. ί λέγεις, εἰπέ μοι; ἡ τοσούτων ἀγαθῶν αἰτία, καὶ ζοὴν βρύουσα τράπεζα, αὕτη κρίμα γίνεται; οὐ παρὰ τὴν αὐτῆς φύσιν, ἀλλὰ παρὰ τὴν τοῦ προσιόντος προαίρεσιν. ὥσπερ γὰρ ἡ παρουσία αὐτοῦ, ἡ τὰ ἀπόρρητα ἐκεῖνα καὶ μεγάλα κομίσασα ἀγαθὰ, τοὺς μὴ δεξαμένους αὐτὴν μᾶλλον κατέκρινεν, οὕτως καὶ τὰ μυστήρια μείζονος κολάσεως ἐφόδια γίνεται τοῖς ἀναξίως μετέχουσι. διατί δὲ κρίμα ἑαυτῷ ἐσθίει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου, Φησί; τοῦτ’ ἔστι μὴ ἐννοῶν ὡς χρὴ τὸ μέγεθος τῶν προκειμένων, μὴ λογιζόμενος τὸν ὄγκον τῆς δωρεᾶς. εἰ γὰρ μάθοις ἀκριβῶς τι ποτέ ἐστι τὸ προκείμενον, καὶ τίς ὣν τίνι ἑαυτὸν δίδωσιν, οὐδενὸς ἑτέρου δεήσῃ λόγου, ἀλλ’ ἀρκεῖ σοι τοῦτο εἰς ἅπασαν μέμψιν, εἰ μὴ σφόδρα εἴης ἀναπεπτωκώς.
- 7.24
Φωτίου. Τὸ “ἄχρις οὗ ἃν ἔλθῃ,” ἐν ὑπερβατῷ ληπτέον. ὁσάκις γὰρ ἀν’ ἐσθίητε ’τον ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, ἄχρις οὗ ἃν ἔλθῃ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, ἕως τότε τὸν θάνατον αὐτοῦ καταγγέλλετε. ἀπὸ τότε γὰρ οὔτε τῶν ἁγίων τούτων μυστηρίων μεταληψόμεθα, εἰς τελειοτέραν καὶ μυστικωτέραν πολιτείαν καὶ ἀπόλαυσιν ἀναγόμενοι.
- 7.25
Τοῦ Αὐτοῦ.“Μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου,” ἀδιαφόρου τῶν λοιπῶν μετέχων αὐτοῦ καὶ προσερχόμενος αὐτῷ.
- 7.26
Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἃν ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. ὥστε, ἀδελΦοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε· εἰ δέ τις πεινᾶ, ἐν οἰκῶ ἐσθιέτω· ἵνα μὴ εἰς κρίμα συνέρχησθε. τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι.
- 7.27
Θεοδωρίτου. Ταῦτα ὡς γεγενημένα τέθεικεν. οὐ γὰρ ἃν ἠνέσχετο τὰ μὴ γεγενημένα γράψαι, εἰδὼς τοῦ ψεύδους τὸ προφανές.
- 7.28
Ἰωάννου. “Διὰ τοῦτο,” ποῖον; διὰ τὸ ἀναξίως προσιέναι. τί ὖν εἴποι τις; οἱ γηράσκοντες οὐχ ἁμαρτάνουσιν ἐπεὶ μὴ κοιμῶνται πρόωροι; ναί· ἀλλ’ οὐχ αὕτη μόνη ἀνταπόδοσις τοῖς ἀναξίως προσιοῦσι, τὸ ἀποθνήσκειν πρὸ καιροῦ· ἀλλ’ εἰσὶ καὶ ἐκεῖ χαλεπώταται τιμωρίαι.
- 7.29
Τοῦ Αὐτοῦ.Οὐκ εἶπεν, εἰ ἑαυτοὺς ἐκολάζομεν, ἐκρίνομεν. τοῦτ’ ἔστιν εἰ κατεγινώσκομεν ἑαυτῶν μόνον ἁμαρτανοντες, καὶ τῶν ὧδε καὶ τῶν ἐκεῖ ἀπηλλάγημεν ἃν τιμωριῶν. ὁ γὰρ ἑαυτοῦ καταγινώσκων ὡς δεῖ, οὐκ ἃν εἰς τὴν αὐτὴν πολλάκις ἁμαρτίαν ἐμπέσῃ. ἐπεὶ οὖν τὸ οὕτως κοῦφον οὐ ποιοῦμεν, τοῦτ’ ἔστι τὸ καταγινώσκειν ἑαυτῶν, οὐδὲ οὕτως ἀφειδῶς ἡμῖν ὁ Θεὸς κέχρηται· ἀλλ’ ὧδέ παιδεύει, ἵνα ἐκεῖ ἐλεήσῃ. παιδευόμεθα δὲ εἰπεν, οἷον νουθετούμεθα· οὐ γὰρ εἶπεν τιμωρούμεθα, ἀλλὰ παιδευόμεθα. ὡς νουθεσίας καὶ διορθώσεως γινομένης, εἰς τὸν πρότερον ἦλθε λόγον. ὅρα δὲ οὐκ εἶπεν τοῖς πένησι μεταδίδοτε, ἀλλὰ τὸ σεμνότερον “ἀλλήλους ἐκδέχεσθε.” ὡς κοινῶν ὄντων τῶν ἐκεῖσε εἰσφερομένων ἐδεσμάτων, ὡς ὅγε τοῦτο, φησὶ, μὴ ποιῶν, ἀνάξιός ἐστι τῆς μυστικῆς μεταλήψεως.
- 7.30
Τοῦ Αὐτοῦ.Γαστριμαργίας αὐτῶν καταγινώσκει, καὶ δυσανασχέτοις κέχρηται, ἀπὸ τῆς ἐκκλησίας εἰς τοὺς ἰδίους οἴκους παραπέμπων· ἵνα μὴ, φησὶν, εἰς κόλασιν συνέρχησθε ἑαυτῶν, τὴν ἐκκλησίαν ὑβρίζοντες καὶ τοὺς πένητας περιορῶντες· διὰ γὰρ ἀγάπην συνέρχεσθε εἰς τὰ δεῖπνα. ταύτης δὲ, φησὶν, μὴ οὔσης, βέλτιον ὑμᾶς οἴκοι σιτίζεσθαι. τοῦτο δὲ Φησὶν ἐΦελκόμενος αὐτούς. ἣ περὶ τοῦ αὐτοῦ πράγματος τοῦτο φησίν· οἷον τὸ κυριακὸν δεῖπνον, καὶ ἐν ἄλλοις κεφαλαίοις διορθώσεως δεομένου· οὐ πραγμάτων ἀλλὰ τῆς αὐτοῦ παρουσίας.
- 7.31
Θεοδωρου. Τίνες οὐ προσεσχηκότες τῇ διανοίᾳ τῶν κειμένων, νομίζουσι τοῦ Ἀποστόλου πληροῦν τὸν σκοπὸν, εἰ σπανιώτατά που τῶν μυστηρίων μετέχοιεν. δέον αὐτοὺς συνιδεῖν, ὅτι εἴπερ πάντη καθαρεύοντας ἁμαρτίας βούλεται κοινωνεῖν· πρῶτον μὲν ἁμαρτίας ἀδύνατον πάντη καθαρεύειν ἄνθρωπον ὄντα. δεύτερον δὲ, εἰ καὶ τοῦτο ἦν δυνατὸν, ἀλλ’ οὐχ ἡμᾶς γε τοῦτο περὶ ἑαυτῶν ὑπειληΦότας κοινωνεῖν δίκαιον ἦν. καὶ ποῦ στήσεται τὸ “ὁσάκις ἐὰν “ἐσθίητε;” συνέχειαν γὰρ δείκνυσι τῆς κοινωνίας τὸ εἰρημένον· ᾧτ’ δὴ σύνδρομος καὶ ὁ ἐπὶ τῆς ἐκκλησίας θεσμὸς, πάντοτε ἐπιτελεῖσθαι βουλόμενος τὰ μυστήρια· τῶν οὖν μυστηρίων, τὸν μὲν τὰ μέγιστα καὶ ἄγαν ἀπηγορευμένα διαπραττόμενον, ἀπέχεσθαι ὅσιον· περὶ ὣν καὶ ὁ Ἀπόστολος ἀπεφήνατο σαφῶς, οὐκ ἐνεῖναι τῆς βασιλείας τυχεῖν τὸν διαπραττόμενον· τῷ γὰρ τοιούτῳ τότε καλὸν μετέχει αὐτῶν, ἐπειδὰν τῶν ἁμαρτημάτων δέει a τῶν νενομοθετημένων ἀπόσχηται πρότερον. τῶν δέ γε λοιπῶν ὅσα συμβαίνειν ἀνθρώποις ἀνάγκη, πολλὰ μὲν καὶ ὑπὸ τῶν καθημερινῶν συμπτωμάτων, πλεῖστα δὲ καὶ ὑπὸ τῆς ἀσθενείας τῆς φύσεως, σπουδάζειν μὲν ὅση δύναμις ἀπέχεσθαι προσῆκεν. ἐπιμέλεια γὰρ ἀρετῆς καὶ ἡ καθημερινὴ τοῦ βίου μελέτη ἐλαττοῦν τὰ b τοιαῦτα δύναται πάντως. περιπίπτοντα δὲ τοῖς τοιούτοις οὐκ ἀποστερεῖν τῶν μυστηρίων καλὸν ἑαυτοὺς, προσιέναι δὲ πλείονι τῷ φόβῳ, λογιζομένους μὲν αὐτῶν τὸ μέγεθος, ποιουμένους δὲ ἐπ’ ἐλπίσιν ἀγαθαῖς τὴν μετάληψιν· ὡς ἃν καὶ ἀφέσεως ἡμῖν ἐκεῖθεν προσγινομένης, ὅτ’ ἃν ἀπεχώμεθά γε τῶν κατὰ δύναμιν καὶ τῶν λοιπῶν μὴ καταμελοῦντες φαινοίμεθα. καὶ μὴν καὶ πνευματικῆς συνεργείας πρὸς εὐμαρεστέραν τοῦ βίου κατόρθωσιν· πάντα γὰρ ὅσα διὰ τοῦ θανάτου προσγέγονεν ἐν ὑμῖν τοῦ Χριστοῦ, ταῦτα καὶ ἀπὸ τῶν συμβόλων ἐπιτελεῖσθαι τοῦ θανάτου δίκαιον. ὥστε ἐγὼ θαρρῶν εἴποιμι ἃν, ὅτι κἂν τὰ μέγιστά τις ἡμαρτηκὼς τυγχάνει· δοκιμάσας δὲ πάσης ἀτόπου πράξεως ἀπέχεσθαι τοῦ λοιποῦ, καὶ βλέπειν εἰς ἀρετὴν ἀκολούθως τοῖς νόμοις πολιτευόμενος τοῦ Χριστοῦ, τὴν τῶν μυστηρίων ποιήσαιτο c πάνυ πεπιστευκὼς ἁπάντων λήψεσθαι τὴν συγχώρησιν, οὐδαμῶς ἀποτεύξεται τῶν πεπιστευμενων.
- 7.32
Τοῦ Αὐτοῦ. Οὐ γὰρ περὶ πάντων γράφειν οἷόν τε ἦν· ἀλλὰ περὶ τῶν ἀναγκαιοτέρων γράψας, τὰ λοιπὰ τῇ παρουσίᾳ τετήρηκεν.
- 7.33
Φωτίου. Ἐπειδὴ ἀναξίως φησὶ τῇ μεταλήψει τοῦ δεσποτικοῦ προσέρχεσθε σώματος· διὰ τοῦτο πολλοῖς συμβαίνει ὅσοι τε καὶ πάθη καὶ θάνατοι. πόθεν δέ ἐστι τὸ ἀναξίως προσέρχεσθαι; ἔκ τε τῶν ἄλλων ἁμαρτημάτων ὧν πράττετε, καὶ ἐκ τοῦ συνερχομένους ὑμᾶς εἰς τὸ κυριακὸν δεῖπνον ὑπερορᾶν τοὺς πτωχοὺς, δι᾿ οὓς ἐγεγόνει τὸ συνέρχεσθαι. διὰ γὰρ τοῦτο αὐτὸ τε τὸ κυριακὸν ἰδιωτικὸν ποιοῦντες ἐξυβρίζετε, καὶ τὴν ἐκκλησίαν ἐν ᾗ ποιῆσαι τὸ κυριακὸν δεῖπνον συνέρχεσθε, ἀτιμάζετε· γαστριμαργίας ἑαυτοῖς τράπεζαν ἐν αὐτῇ, ἀλλ’ οὐ κυριακὸν δεῖπνον, παρατιθέμενοι· καὶ τοὺς πένητας δὲ καταισχύνετε· διὰ γοῦν ταῦτα, ἀναξίους ἑαυτοὺς τοῦ σώματος καὶ τοῦ αἵματος του Κυρίου παρασκευάζετε.
- 7.34
Τοῦ Αὐτοῦ.Ὥστε ἀδελφοί μου ἀλλήλους ἐκδέχεσθε. ἵνα μὴ ἀναξίως δειχθῆτε τοῦ δεσποτικοῦ σώματος καὶ τοῦ αἵματος μετέχοντες. ἵνα μὴ ἀναξίως μετέχοντες, ἔνοχοι τοῦ σώματος αὐτοῦ τῆς ἀναιρέσεως καὶ τοῦ αἵματος τῆς ἐκχύσεως γενόμενοι, ἀπαραίτητον τὸ κρίμα ἕξοιτε· ῥα μὴ κρίματι τηλικούτῳ περιπεπτωκότες, πεπτωκότες, νόσοις καὶ πάθεσι καὶ θανάτω ἐκδαπανηθήσεσθε· ἵνα μὴ ἃν μὴ τούτοις ἀποδῶτε τὴν ἔκτισιν, εἰς ἀπέραντον κόλασιν σὺν τοῖς ἀπίστοις ἐκδοθείητε.
- 8.1
Περὶ διαφορᾶς χαρισμάτων καὶ οἰκονομίας αὐτῶν.
- 8.2
Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἃν ἤγεσθε, ἀπαγόμενοι· διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει, Ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ. διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτός ἐστι Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
- 8.3
Ἰωάννου. Τοῦτο ἅπαν τὸ χωρίον, σφόδρα ἐστιν ἀσαφές. τὴν δὲ ἀσάφειαν ἡ τῶν πραγμάτων ἴα τε καὶ ἔλλειψις ποιεῖ, τῶν τότε μὲν συμβαινόντων, νῦν δὲ οὐ γινομένων· δι’ ἃς εὐκαίρως αἰτίας ἀφηγήσομαι. τί οὖν τότε συνέβαινεν; εἰ τις ἐβαπτίσθη, γλώσσαις εὐθέως ἐλάλει· πολλοὶ δὲ καὶ προεφήτευον. τινὲς δὲ καὶ ἑτέρας πλείους δυνάμεις ἐπεδείκνυντο. ἐπειδὴ γὰρ ἀπὸ τῶν εἰδώλων προσήεσαν, οὐδὲν εἰδότες σαφῶς, οὐ δὲ ταῖς παλαιαῖς ἐντραφέντες βίβλοις, βαπτισθέντες εὐθέως πνεῦμα ἐλάμβανον. καὶ αἰσθητόν τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνου ἡ χάρις. καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν ὅτι πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ, γλώττη ἦν μὴ μεμάθηκεν. διὸ καὶ οὕτως αὐτὸ καλεῖ λέγων, “ἑκάστῳ δὲ ἡ φανέρωσις δίδοται τοῦ πνεύματος πρὸς τὸ “συμφέρον.” τὰ χαρίσματα, φανέρωσιν τοῦ πνεύματος ὀνομάζων· καὶ τοῦτο αἴτιον σχίσματος αὐτοῖς ἐγίνετο, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην τῶν εἰληφότων. οἵτε γὰρ τὰ μείζονα ἔχοντες, ἐπειρῶντο κατὰ τῶν τὰ ἐλάττονα κεκτημένων. οὗτοι δ᾿ αὖ πάλιν ἤλγουν, καὶ τοῖς τὰ μείζονα ἔχουσιν ἐφθόνουν. ἐπεὶ οὖν ἐντεῦθεν καιρίαν ἐλάμβανον πληγὴν, διαλυομένης αὐτοῖς τῆς ἀγάπης, πολλὴν σπουδὴν ποιεῖται ὥστε αὐτὸ διορθῶσαι· καὶ οὐδὲ τοῦτο μόνον αὐτοὺς ἐθορύβει, ἀλλὰ καὶ μάντεις ἦσαν αὐτόθι πολλοὶ, ἅτε Ἑλληνικώτερον τῆς πόλεως διακειμένης. διὸ καὶ ἀρχόμενος πρῶτον τὸ μέσον μαντείας καὶ προφητείας τίθησιν.
- 8.4
Διὰ τοῦτο καὶ διακρίσεις ἔλαβον πνευμάτων, ὥστε διακρίνειν καὶ εἰδέναι τις μὲν ὁ πνεύματι φθεγγόμενος καθαρῷ, τίς δὲ ὁ ἀκαθάρτῳ· ἐπειδὴ γὰρ αὐτόθεν οὐκ ἦν παρασχεῖν τῶν λεγομένων τὴν ἀπόδειξιν, προφητεία γὰρ οὐκ ἐν τῷ καιρῷ ᾧ λέγεται, ἀλλ’ ἐν τῷ καιρῷ τῆς ἐκβάσεως, παρέχεται τῆς οἰκείας ἀληθείας τὸν ἔλεγχον. καὶ οὐκ ἦν εὔκολον διαγνῶναι, τίς μὲν ὁ προφητεύων, τίς δὲ ὁ ψευδόμενος, δίδωσιν αὐτοῖς σημεῖον· ὃ λαὶ πρὸ τῆς ἐκβάσεως διεδείκνυ τοῦτον, κἀκεῖνον· καὶ ἐντεῦθεν λαβὼν ἀκολουθίαν καὶ ἀρχὴν, οὕτως καὶ εἰς τὸν περὶ τῶν χαρισμάτων ἐκβαίνει λόγον, καὶ τὴν φιλονεικίαν διορθοῦται τὴν καὶ ἐντεῦθεν ἐγγιγνομένην. τέως μέντοι τοῦ περὶ τῶν μάντεων ἄρχεται λόγου, οὕτω λέγων, “περὶ “δὲ τῶν πνευματικῶν οὐ θέλω ὑμᾶς ἀγνοεῖν,” πνευματικὰ τὰ σημεῖα καλῶν, ὅτι μάλιστα ταῦτα ἔργα τοῦ Πνεύματος μόνου, οὐδὲν ἀνθρωπίνης ἐπιφερούσης σπουδῆς, εἰς τὸ τὰ τοιαῦτα θαυματουργεῖν. καὶ μέλλων περὶ αὐτῶν διαλέγεσθαι, πρότερον, ὅπερ ἔφην, τὴν διαφορὰν τῆς μαντείας καὶ τῆς προφητείας τίθησιν οὕτω λέγων, “οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα “ὡς ἃν ἤγεσθε ἀπαγόμενοι,” ἐν τοῖς εἰδώλοις, Φησὶν, εἴποτε κατεσχέθη τις ὑπὸ πνεύματος ἀκαθάρτου καὶ ἐμαντεύετο· ὥσπερ ἀπαγόμενος, οὕτως ἕλκετο ὑπὸ τοῦ πνεύματος δεδεμένος, οὐδὲν εἰδὼς ὧν λέγει. τοῦτο γὰρ μάντεως ἴδιον· τὸ ἐξεστηκέναι· τὸ ἀνάγκην ὑπομένειν· τὸ ὠθεῖσθαι· τὸ ἕλκεσθαι ὥσπερ μαινόμενον· ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ μετὰ διανοίας νηφούσης καὶ σωφροσύνης καὶ καταστάσεως, καὶ εἰδὼς ἃ φθέγγεται ἅπαντα, ἅπερ φησίν· ὥστε καὶ πρὸ τῆς ἐκβάσεως κἀντεῦθεν γνώριζε τὸν μάντιν καὶ τὸν προφήτην, καὶ σκόπει πῶς ἀνύποπτον ποίει ’τον λόγον. αὐτοὺς μάρτυρας καλεῖ τοὺς ἐν τῇ πείρᾳ του πράγματος γενομένους·
- 8.5
Τί δέ ἐστι “πρὸς τὰ εἴδωλα τὰ ἄΦωνα;” οὗτοι οἱ μάντεις πρὸς ἐκεῖνα ἤγοντο ἑλκόμενοι· εἰ δὲ αὐτὰ ἄφωνα, πῶς ἑτέροις ἔχρα; τίνος ἕνεκεν τοῖς ξοάνοις αὐτοὺς προσῆγεν ὁ δαίμων; ὡς αἰχμαλώτους καὶ δεσμίους. ὁμοῦ δὲ καὶ τὴν πλάνην πιθανὴν ἐργαζόμενος· ἵνα γὰρ μὴ δόξῃ ὁ λίθος ἄφωνος εἶναι, ἐσπούδαζον τοῖς εἰδώλοις προσηλοῦν τοὺς ἀνθρώπους, ἵνα τὰ αὐτῶν ἐκείνοις ἐπιγράΦηται. ἀλλ’ οὐ τὰ τῶν προφητῶν τῶν ἡμετέρων τοιαῦτα, ἀλλὰ μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης. διάτοι τοῦτο καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν ἦσαν κύριοι· οὐ γὰρ ἀνάγκῃ κατείχοντο, ἀλλ’ ἐξουσίᾳ ἦσαν τετιμημένοι. διὰ τοῦτο καὶ Ἰωνᾶς ἔφυγε, καὶ Ἰεζεκιὴλ ἀνεβάλλετο, καὶ Ἱερεμίας παρητεῖτο· ὁ δὲ Θεὸς οὐ μετὰ ἀνάγκης αὐτοὺς ὤθει, ἀλλὰ συμβουλεύων, παραινῶν, ἀπειλῶν· οὐ σκοτῶν τὴν διανοίαν. καὶ αὕτη μὲν πρώτη διαφορὰ μάντεως καὶ προφήτου.
- 8.6
Δευτέρα δὲ ἑτέρα ἣν ἐφεξῆς τίθησι λέγων, “διὸ γνωρίζω ὑμῖν “ὅτι οὐδεὶς Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν.” εἶτα καὶ ἑτέραν· “καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν “Πνεύματι Ἁγίῳ.” ὅτ’ ἂν οὖν ᾔδης τινὰ μηδὲ φθεγγόμενος αὐτοῦ τὸ ὄνομα καὶ ἀναθεματίζοντα, νόησον ὅτι μάντις ἔστιν· πάλιν ὅτ᾿ ἃν ἴδῃς ἕτερον μετὰ τοῦ ὀνόματος αὐτοῦ πάντα φθεγγόμενον, νόησον ὅτι πνευματικός ἐστιν. τί οὖν; οὐδεὶς δαίμων ὀνομάζει τὸν Ἰησοῦν; οὐχὶ οἱ δαίμονες ἔλεγον “οἴδαμέν σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ;” οὐχὶ Παύλῳ ἔλεγεν “οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ ὑψίστου εἶσιν;” ἀλλ’ ἀναγκαζόμενοι· ἑκόντες δὲ καὶ μὴ μαστιγούμενοι, οὐδαμοῦ.
- 8.7
Θεοδωρου. Ἀντὶ τοῦ θέλω ὑμᾶς καὶ τῶν πνευματικῶν χαρισμάτων εἰδέναι τὴν τάξιν· ὥστε βούλομαι τι καὶ περὶ τούτων εἰπεῖν.
- 8.8
Θεοδωρίτου. Ἀσαφῶς εἴρηται διὰ πολλὴν συντομίαν. βούλεται δὲ καὶ τῆς Ἑλληνικῆς μυθολογίας τὴν διαφωνίαν ἐλέγξαι, καὶ τῆς εὐσεβείας τὴν ἀλήθειαν δεῖξαι. οἱ γὰρ δαίμονες τὴν Θεοῦ προσηγορίαν ἁρπάσαντες, καὶ ἑαυτοῖς αὐτὴν ἐπιθέντες, πολλὴν πλάνην ἐν τοῖς ἀνθρώποις εἰργάσαντο. τῆς γὰρ εὐθείας οὗτοι παρατραπέντες ὁδοῦ, καὶ τὸν ὄντως καταλιπόντες Θεὸν, πολλοῖς τὸ σέβας τὸ θεῖον προσήνεγκαν· οὐ πάντα γὰρ ἰσχύειν ἐνόμιζον ἕκαστον, ἀλλὰ τὸν μὲν σοφίας, τὸν δὲ πολεμικῆς ἐμπειρίας, τὸν δὲ ναυτικῆς ἐπιστήμης χορηγὸν ὑπελάμβανον. τοῦτο τοίνυν ὁ θεῖος Ἀπόστολος διὰ τῶν εἰρημένων δεδήλωκεν, ὅτι πρὶν δέξησθε τῆς ἀληθείας a τὸ Φῶς, ἔτι τῷ ψεύδει δουλεύοντες, δίκην ἀλόγων, τῇδε κἀκεῖσε περιήγεσθε, τῇ τῶν ἀναισθήτων εἰδώλων ἀπάτῃ δεδουλόμενοι.
- 8.9
Θεοδωρίτου.Καὶ Θεοδωρου. Πλείστη συμφωνία τε καὶ ὁμόνοια. οὐ γὰρ ἄλλα μὲν ὁ μονογενὴς Υἱὸς διδάσκει, ἀλλὰ δὲ τὸ Πανάγιον Πνεῦμα· ἀλλ’ ὥσπερ ἐν τοῖς θείοις Εὐαγγελίοις τοῦ Παναγίου Πνεύματος τὴν ἀξίαν ἐδίδαξεν ὁ δεσπότης Χριστὸς, οὕτως αὐτοῦ τὴν δεσποτείαν τὸ θεῖον ἐκήρυξε Πνεῦμα· καὶ οὐχ οἷόν τε τὸν ὑπὸ τοῦ θείου νεύματος ἐνεργούμενον, ἀλλότριον τῆς θείας φύσεως τὸν Χριστὸν ἀποφῆναι· οὐδ’ αὖ πάλιν αὐτὸν δυνατὸν εἰλικρινῶς ὁμολογῆσαι Θεὸν, μὴ ὑπ’ ἐκείνης τῆς χάριτος φωτιζόμενον.
- 8.10
Ὡριγενουσ. Πόλλαι διαφοραί εἰσι τῶν πνευμάτων· ἅστινας οὐδεὶς εἴσεται ἀκριβῶς, ἂν μὴ ἔχῃ τὸ χάρισμα τῆς διακρίσεως τοῦ πνεύματος. καὶ ἵνα μὴ προπεπτέστερον ἣ ἀποδοκιμάζομεν τὰ πνεύματα τὰ ἐν τοῖς λέγουσιν, ἢ δοκιμάζομεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ Ἐπιστολῇ, “Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύητε· “ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν. πᾶν “πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ “Θεοῦ ἐστιν· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν, οὐκ “ἔστιν ἐκ τοῦ Θεοῦ.” καὶ διδάσκει ἡμᾶς ἐπὰν ἀκούσωμέν ποτε λεγόντων, μὴ δὲ ὡς ἔτυχεν συγκατατίθεσθαι, μή τε προπετῶς ἀρνεῖσθαι τὰ λεγόμενα, ὡς οὐκ ἀπὸ θείου ὄντα πνεύματος· ἀλλ’ ἵνα ἕκαστος τῶν ἀκουόντων εἰδὼς κινδυνεύειν ἐν αὐτῷ τῷ δοκιμάζειν ἣ ἀποδοκιμάζειν, ἐπιμελῶς προσέχῃ· μήτε τῷ ψεύδει πιστεῦσαι, μήτε τῇ ἀληθείᾳ ἀπιστεῦσαι.
- 8.11
Περὶ τούτου καὶ ἑξῆς ἐπιφέρει τούτοις ὁ Ἀπόστολος· “εἰ τίς “ἐν ὑμῖν προφήτης ἣ πνευματικὸς, ἐπιγινωσκέτω ἃ γράφω, ὅτι “Θεοῦ ἐστιν· εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. οὐ μόνον οὐκ εἴ τις ἀγνοεῖ τὰ τοῦ Ἀποστόλου, οὕτος ἀγνοεῖται ὑπὸ του Θεοῦ, ἀλλ’ εἰ τις ἀγνοεῖ λέγων Πνεύματι θείῳ λέγοι ὅτι μὴ Πνεύματι θείῳ λέγει, ἀγνοεῖται ὑπὸ τοῦ Θεοῦ· ἔοικε δὲ διὰ τούτων διδάσκειν ὁ Ἀπόστολος ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐκ ἔχει ἕτερον πνεῦμα ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἴτε γὰρ ἀλλότριός ἐστι τῆς πίστεως, εἴτε οἰκεῖός ἐστι αὐτῆς, ἔχει πνεῦμα οἰκεῖον παρὰ τοῦ Θεοῦ. πῶς δὲ χρήσομεν οἱ ἀκούοντες τοῦ λόγου τοῦ θείου μανθάνειν “ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνά- “θέμα Ἰησοῦν;” ἴδωμεν τίνες δύνανται εἶναι ἀμφίβολοι τοῖς μὴ ἀκριβῶς εἰδόσι τὰ πράγματα. πότερον Πνεύματι Θεοῦ λαλοῦσιν, ἣ μὴ, ἀναθεματίζοντες τὸν Ἰησοῦν· εἴποτέ τινα Ἰουδαῖον θεάσῃ διηγούμενον τὰς θείας γραφὰς, καὶ οὐκ εὐκαταφρονήτως τοῖς πολλοῖς προφητικὰ ῥήματα, τάχα ἀμφέβαλεν, μή ποτε Πνεῦμα Θεοῦ ἐστι καὶ ἐν ἐκείνω· ἵνα οὖν μὴ περισπασθῇς ὑπὲρ τοῦ τοιούτου, πότερον Πνεῦμα Ἅγιόν ἐστιν ἐν αὐτῷ ἣ μὴ, διδάσκει ὅτι ἐπεὶ ἀνάθεμα λέγει τὸν Ἰησοῦν πᾶς Ἰουδαῖος, οὐδεὶς δὲ ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν, οὐκ ἔχει Πνεῦμα Θεοῦ ὁ λέγων τὸν νόμον καὶ τοὺς προφήτας εἰδέναι, ἀναθεματίζων δὲ ’τον Ἰησοῦν. ἐστι τις αἵρεσις ἥτις οὐ προσίεται ’τον προσίοντα, εἰ μὴ ἀναθεματίσῃ τὸν Ἰησοῦν· καὶ ἡ αἵρεσις ἐκείνη ἀξία ἐστὶ τοῦ ὀνόματος οὗ ἠγάπησεν ἔστι γὰρ ἡ αἵρεσις τῶν καλουμένων ὈΦιανῶν· οἵτινες οὐ θεμιτὰ λέγουσιν εἰς ἐγκώμιον τοῦ ὄφεως, ὃς ἐπικατάρατός ἐστιν ἀπὸ τοῦ Θεοῦ.
- 8.12
Φωτίου. Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει δὲ τούτοις τὸ “ἐκεῖνος ἐμὲ δοξάσει.” συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς, ὅτι δοξάζει Χριστὸν τὸ πνεῦμα αὐτοῦ, καὶ σοφοὺς ἀποτελοῦν τοὺς ἐν οἷς ἃν γένοιτο, καὶ αὐτὸν τοῖς ἁγίοις ἐνοικίζον δι’ ἑαυτοῦ. ἔστι γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος. δοξάζει δὲ καὶ ἑτέρως· ἐνεργεῖ γὰρ τὰ εἰς δόξαν αὐτοῦ διὰ χειρὸς ἁγίων εἰ δὲ δοξάζει τὸν Υἱὸν τὸ Πνεῦμα αὐτοῦ· πῶς ἃν εἰς αὐτὸν δυσφημήσειεν τις λαλῶν ἐν πνεύματι; ἐρεῖς γὰρ μᾶλλον ὅτι Κύριος Ἰησοῦς· οὐκοῦν οἱ τῇ κτίσει συντάττοντες τὸν διὰ τοῦ τὰ πάντα παρῆκται πρὸς γένεσιν, ἀμέτοχοι παντελῶς εἶεν ἃν τοῦ Ἁγίου Πνεύματος. οἱ δὲ ὅτι Θεὸς καὶ Κύριος ὁμολογοῦντες εὐσεβῶς, ἐξ αὐτοῦ μαρτυρηθήσονται τοῦ πράγματος, ὅτι τῆς ἐπ’ αὐτοὺς θεοπτίας τὴν γνῶσιν μεμυσταγώγηνται διὰ Πνεύματος. “τὸ γὰρ Πνεῦμα “πάντα ἐρευνᾷ καὶ βάθη τοῦ Θεοῦ.” εἰδὼς δὲ τὸ Πνεῦμα τὰ ἐν Θεῷ κεκρυμμένα, ταῖς τῶν ἁγίων αὐτὰ διαπορθμεύει ψυχαῖς, καὶ ἀπλανῆ καὶ ἀμώμητον αὐταῖς ἐνίησι γνῶσιν. καὶ τούτου μαρτὺρ αὐτὸς ὁ θεσπέσιος Παῦλος προστίθησι καὶ λέγων, “διαιρέσεις “δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακο- “νιῶν εἰσιν· καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρατοῦντες πραγμάτων καὶ τοῖς τῆς βασιλείας ἐμπρέποντες θρόνοις, διαφόροις τιμαῖς τοὺς τῶν ἰδίων ὑπασπιστῶν στεφανοῦσι γνησιωτέρους, οὕτως η ἅγια τε καὶ ὁμοούσιος τριὰς τοῖς ἐξ ὑγιοῦς καρδίας καὶ φρενὸς ὁλοτελοῦς ἀγαπῶσιν αὐτὴν, ἀμφιλαφῆ διανέμει τῶν ἄνωθεν ἀγαθῶν τὴν κτίσιν δι’ ἑνὸς τοῦ Πνεύματος, ὡς διὰ Χριστοῦ παρὰ τοῦ Πατέρος· πάντα γὰρ παρὰ τοῦ Πατέρος δι’ Υἱοῦ ἐν Πνεύματι.
← Previous · Next → — showing 601–700 of 1,057
First Thousand Years of Greek. CTS URN tlg4102.tlg012.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.