Catena In Epistulam Ad Romanos (typus Vaticanus)
- 13.48
Γενναδίου. Ἀλλὰ μὴν καὶ τοῦτο ἡμῖν φησί που, πάντως ἀνομολόγηται ὅτι Θεὸς οὐκ ἔγνω καταλείπειν τοὺς ἀγαπῶντας αὐτὸν, ἀλλὰ πάντα αὐτοῖς τὰ περὶ αὐτοῖς συμβαίνοντα γίνεται g παρασκευάζει πρὸς ἀγαθὸν, ἅτε καὶ κατὰ τὴν ἀγαθὴν αὐτῶν πρόθεσιν προσκεκλημένους f αὐτούς· ἐντεῦθεν μέντοι καὶ τὴν ἀπολογίαν τῆς ὑπὲρ τῆς Ἰουδαίων ἀποβολῆς ἤρξατο προκατασκευ- άζειν.
- 13.49
Θεοδώρου. Οὐ δεῖ θαυμάζειν, φησὶν, εἰ τοιαῦτα μὲν τότε προσδοκῶμεν ἡμῖν ἀγαθὰ περιέσεσθαι, ἐν ἀνηκέστοις δὲ ἄγαν κακοῖς κατὰ τὸ παρὸν εὑρισκόμεθα. πανυγε εἰδότας ὡς δία πάντων εὐεργετεῖν g ἔθος τῷ Θεῷ τοὺς ἀγαπῶντας αὐτόν. ἄφθονον αὐτοῖς τῶν ἀγαθῶν τὴν χορηγίαν παρεχόμενος. ὥστε καὶ ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν, μείζονας αὐτοῖς τοὺς αἰωνίους προξενεῖσθαι μισθούς. καλῶς δὲ τοῦτο οἴδαμεν, ἐπειδὴ σφόδρα ὡμολογημένον ἔφη πρᾶγμα, παντὸς οὔτινος οὖν πάνυγε συνθησομένου, ὅτι τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθῶν πρόξενος γίνεται Θεός· ὅπουγε καὶ πλημμελούντων ἀνέχεται, ἡλίουτε ἀνατολὴν καὶ ὑετῶν χορηγίαν αὐτοῖς χαριζόμενος. εἶτα καὶ ἀποδείξεων ὅπερ ἔφην πιστούμενος, “τοῖς “κατὰ πρόθεσιν κλητοῖς οὖσι·” τούτων γὰρ ᾔδη καὶ πάλαι ὁ Θεὸς τὴν περὶ αὐτῶν πρόθεσιν, οἷά τις ἔσται. ὅθεν αὐτοὺς καὶ ἐκάλεσεν ἐπὶ τῷ τῆς οἰκείας ἀξίως τιμῆσαι προαιρέσεως.
- 13.50
Φωτίου. “Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι·” τουτέστι τοῖς κατὰ γνώμην, κατὰ πρόθεσιν ἀξιωθεῖσι τῆς κλήσεως.
- 13.51
Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.
- 13.52
Γενναδίου. Προώρισε δὲ τοῦτο, φησὶ, καὶ μετέδωκε τῆς υἱοθεσίας καὶ ἄλλοις. οὐ τὸν Υἱὸν ταυτήτοι ζημιώσας· ἔχει γὰρ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ πλεονεκτεῖ τοῖς πρωτοτόκοις τῶν ἀδελφῶν.
- 13.53
Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε. καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.
- 13.54
Κυρίλλου. Εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαι τινὰς τὸ ἀπεικὸς οὐδὲν, ἐξ ἀμαθίας συνηρπασμένους, καὶ λέγοντας, εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν καὶ προαίρεσιν, οὗτοι κέκληνται, πρὸς ἡμᾶς οὐδὲν τοὺς οὔπω πεπιστευκότας· οὐ γάρ τοι κεκλήμεθα· οὔτε μὴν προωρίσμεθα. πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλε συναγεῖραι τοὺς κεκλημένους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν. εἰσῆλθον δὲ μετ’ ἐκείνους οἱ κλητοὶ κατ’ ἰδίαν πρόθεσιν· πέπλησται δὲ οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδ’ οὖν ἀφ’ αὐτοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδῶν ὁρᾶται κειμένων. ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις. οὔτε μὴν ὀνίνησι τινὰς ἐπιδιδασκόντων, εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθίαις ἐξυβρικότες τὸν κεκληκότα Θεόν. ἀλλὰ καὶ κέκληνται μὲν, καὶ εἰσπεπηδήκασι τινες εἰς τὸν γάμον. πλὴν οὐ γεγόνασιν ἐκλεκτοὶ, οὐδὲ δεδικαίωνται, οὐδὲ ἐδοξάσθησαν. διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν h τοῖς γάμοις ἠμφιέννυντο στολήν· ἄλλωστε καὶ αὐτὸν εὑρίσκομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφανδὸν εἰρηκότα, “δεῦτε πρός με πάντες οἱ κοπιῶντες “καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἰδοὺ ἤδη σύμπαντας ἐκάλει πρὸς ἑαυτόν. ἀμοιρήσειεν δ’ ἃν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος· ἐν γὰρ τῷ πάντας εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα· οὓς εἰδὼς πόρρωθεν, φησὶν, ὁποῖοί τινες ἔσονται, ἀφώρισεν εἰς τὸ τῶν μελλόντων μετασχεῖν ἀγαθῶν, τούτους καὶ ἐκάλεσεν, ὥστε διὰ τῆς ἐπ’ αὐτὸν πίστεως ἀπολαῦσαι δικαίωσιν i, ἁμαρτεῖν οὐκ ἐπιδεχομένοις τότε· ἡ δέ γε δόξα ἐν ἀφθαρσίᾳ τε καὶ ἀθανασίᾳ γεγονόσι καθάπαξ. ἅπαντα μέντοι ταῦτα ἀπέδωκε πρὸς τὸ, “οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν “πάντα συνεργεῖ εἰς ἀγαθὸν,” διδάξαι βουλόμενος, ὡς οὐ περιορῶν k αὐτοὺς ὁ Θεὸς ἐν ταῖς παρούσαις ἐξετάζεσθαι ποιεῖ συμφοραῖς. πῶς γὰρ, ὅγε ἐπὶ τοσούτων ἀγαθῶν ἀπόλαυσιν καλέσας αὐτούς. καὶ τούτου 1 νῦν, ἀλλὰ πάλαι καὶ προπάλαι, ἐξότεπερ αὐτοὺς κάτα τὴν ἀπόρρητον ἑαυτοῦ πρόγνωσιν ἠπίστατο ὁποῖοι τινες ἔσονται, καὶ πρὸ τοῦ γενέσθαι. εἰδὼς γὰρ ἄνωθεν τοιούτους ἐσομένους m αὐτοὺς, ἀνάλογα τῇ περὶ αὐτῶν διαθέσει πόρρωθεν αὐτοῖς ηὐτρέπιζεν ἀγαθά. πῶς οὖν αὐτοὺς περιιδεῖν οἷόν τε, καὶ πρὸ τοῦ γενέσθαι τῆς προαιρέσεως αὐτῶν τὰς ἀμοιβὰς εὐτρεπίσαντα, καὶ ἐπὶ τούτους αὐτοὺς καλέσαντα, ὥστε διὰ τῆς ἐπ’ αὐτὸν πίστεως τῶν προσδοκωμένων ἀγαθῶν.
- 13.55
Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Γενναδίου. Θεοῦ τοίνυν, φησὶν, ὄντος ὑπὲρ ἡμῶν, ἡμεῖς ἄλλον τινὰ τῶν πάντων φοβηθησόμεθα; καὶ τὸν ἴδιον Υἱὸν οὕτως ὑπὲρ ἡμῶν διδοὺς ἀφειδῶς, οὗτος εἰς ἡμᾶς περὶ τῶν ὑπολοίπων σμικρολογήσεται; οὐκ ἔστι πάντα δεύτερα Θεῷ τῆς ἀγάπης αὐτοῦ τῆς περὶ ἡμᾶς; εὔκαιρον τούτῳ νῦν ἐπισχεῖν· ὅτι ἐνταῦθα τοῦ Υἱοῦ παρὰ τοῦ Πνεύματος ὑπὲρ ἡμῶν παραδεδόσθαι n λέγων ὁ Παῦλος, ἐν τῇ πρὸς Ἐφεσίους, αὐτὸν παρ’ ἑαυτοῦ λέγει τὸν Υἱὸν τοῦτο πεποιηκέναι. “ὁ Χριστὸς, γάρ’ φησὶν, “ἠγάπησεν ἡμᾶς, “καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.” τί διδάσκων ἡμᾶς ἕτερον ἣ ἓν εἶναι Πνεύματι καὶ Υἱῷ τῆς ἀνθρώπου σωτηρίας τὸ βού- λημα;
- 13.56
Διοδώρου. Δείξας διὰ τῶν πράξεων ὅτι συνεργεῖ πάντα ἡμῖν εἰς ἀγαθὸν διὰ τὴν τοῦ Θεοῦ περὶ ἡμᾶς ἀγάπην, οὓς εὗρε κατὰ πρόθεσιν κλητοὺς, τὸ μέγα τεκμήριον τῆς ἀγάπης τοῦ Θεοῦ, ἐπάγει, ὃ ἐπεδείξατο ἐν τῷ τοῦ μονογενοῦς μὴ φείσασθαι· εἰ καὶ μὴ θάνατος κατεκυρίευσε τοῦ Σωτῆρος, ἐπεὶ καὶ ἐπ’ αὐτῷ Κυρίῳ τῷ θεῖναι ο τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν αὐτὴν, ἀλλ’ ὅμως σκοπητέον ὅτι Χριστὸς ἑαυτὸν τοῖς ἀνθρωπίνοις ὑπέβαλε πάθεσι· τήν τε ἰδίαν τοῦ Πατρὸς ἐκπληρῶν βούλησιν. πάντα οὖν ὑπὲρ ἡμῶν Θεοῦ οἰκονομοῦντος, τίς ἐμποδίσει; τίς οὗτος ἰσχυρὸς, ὥστε τὰς εἰς ἡμᾶς τοῦ Θεοῦ δωρεὰς διακωλύσαι. εἰκότως γὰρ ὁ τοῦ Υἱοῦ δι’ ἡμᾶς μὴ φεισάμενος, καὶ τὰ ἄλλα πάντα ὑπὲρ ἡμῶν οἰκονομήσει, καὶ τῶν ἄλλων προθήσει τὴν χάριν.
- 13.57
Κυρίλλου. τοῖς ἀγαθοεργεῖν ᾑρημένους, πάντα συνεργεῖ, Θεοῦ ὑπερασπίζοντος. ὁ γὰρ τοῦ κατὰ φύσιν ἠφειδηκὼς Υἱοῦ, ἵνα σώσῃ κινδυνεύοντας, καὶ ἀπαλλάξῃ κινδύνων, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν. τίς ὁ κατακρίνων;
- 13.58
Γενναδίου. Ἐγκαλούντων τοιγαροῦν οἱ βουλόμενοι καὶ κατηγορούντων ἡμᾶς· οὐ γὰρ ἰσχύουσιν ἡμῖν ἀμύνεσθαι τὸ παράπαν τῆς Θεοῦ ψήφου, μεθ’ ἡμῶν τε καὶ ὑπὲρ ἡμῶν τεταγμένης· βούλεται εἰπεῖν ὅτι μηδενὶ δυνατὸν ταῦτα ἡμῶν ἀφελέσθαι, ἃ προλαβὼν ἡμῖν ὁ Θεὸς ἐχαρίσατο. οὔτε οὖν ἐκλεξαμένου ἡμᾶς τοῦ Θεοῦ ἐπὶ τῇ τῶν μελλόντων ἀπολαύσει ἀνατραπῆναι ὑπό τινος τὴν ἐκλογὴν ἡμῶν δυνατόν. οὔτε παρέχοντος ἡμῖν τὰ προσδοκώμενα· καὶ πρόγε πάντων τὴν ἀληθινὴν ἐκείνην δικαίωσιν ἐν ἧ καταστησόμεθα, ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι, τότε ἔσται τις ὁ μεταβολὴν τῶν καθ’ ἡμᾶς ποιῆσαι δννάμενος; ὥστε οὐ προσῆκε δεδιέναι τοὺς διώκοντας. ἀφελέσθαι γὰρ τὰ ἀγαθὰ παρ’ ἡμῶν δύνανται οὐδαμῶς, ἅπερ ἐπὶ τοῦ μέλλοντος ἡμῖν αἰῶνος προσέσεσθαι ἐλπίζομεν. διὸ εἶπε “τὴν ἐκλογὴν καὶ τὴν δικαίωσιν.” διὰ μὲν τῆς ἐκλογῆς τὸ πρὸς τοῦτο ἐντεῦθεν ἤδη ἀφωρίσθαι. σημαίνων δὲ διὰ τῆς δικαιώσεως τὸ εἶναι αὐτῶν ἐν ἀπολαύσει. τό τε δικαίωσιν τὸ ἁμαρτίαν μὴ ἐπιδέχεσθαι καλῶν. αὕτη γὰρ ἀληθὴς δικαίωσις. ἀπὸ δὲ τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων. οἱ p γὰρ ἁμαρτάνοντες ἐν τοῖς διδομένοις μενοῦμεν ἀεί. ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν εἶναι ἔφη.
- 13.59
Ὠριγένουσ. Δοκεῖ μοι τοῦτο ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον, ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν οἷς ἐγκαλέσει. οὐδεὶς γάρ ἐστιν, οὗ ἐκεῖνος μὴ κατηγορήσῃ, καὶ ᾧ οὐκ ἐγκαλέσῃ, εἰ μὴ μόνον Ἰησοῦ, “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν· οὐδὲ εὑρέθη δόλος ἐν τῷ “στόματι αὐτοῦ·” καὶ διὰ τοῦτο λέγων, “νῦν ἔρχεται ὁ ἀρχῶν τοῦ “κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.” διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται, ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν Θεοῦ. τοῦ γὰρ Θεοῦ δικαιοῦντος, τίς κατακρίναι δύναται; κἂν ὁ κατήγορος φέρῃ εἰς μέσον τὰ ἀπηλιμμένα ἐφ’ οἷς κατεκρίθησαν, εἰ μὴ ἀπείλιπτο. ἐδικαίωσε δὲ αὐτοὺς, ὡς νεφέλην ἀπαλείψας τὰς ἀνομίας αὐτῶν, καὶ λευκάνας τοὺς πρότερον ἡμαρτηκότας ὡς χιόνα.
- 13.60
Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθείς.
- 13.61
Γενναδίου. Πρὸς τὴν ἀπόδειξιν αὖθις τῶν προειρημένων χω- ῥεῖ, καὶ φησὶ, “Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς,” καὶ τὰ ἑξῆς. οὐ γὰρ ὥς τινες ᾠήθησαν μέλλουσαν ἀντίρρησιν αὐτῷ παρά τινῶν ταύτην ἀνθυποφέρεσθαι διαλύων τοῦτο ἐπήγαγεν, ἐπεὶ μηδὲ ὑπεφύετο μηδαμόθεν ἐκ τῶν προειρημένων αὐτῷ τοιαύτη τις ἔνστασις· ὁ περ ἐπὶ τῶν ἄλλων εὕρομεν ἀντιθέσεων. τίς γὰρ ἃν τοῦτο ὑπέλαβε πρὸς τὸν Παῦλον, τὸ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοῦντος ἡμᾶς, ὁ Χριστὸς ὁ Υἱὸς οὐκ ἐάσει; οὐδὲ εἷς δήπου· οὐ τοίνυν οὐδὲ ὁ Ἀπόστολος πρὸς οὐκ ἀνθιστάμενον αὐτῷ λόγον ἔμελλεν εἰκῆ διαγωνίζεσθαι καὶ σκιομαχεῖν. πιστοῦσθαι μέντοι καὶ βεβαιοῦν πλέον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὡς προέφαμεν, ἢν αὐτῷ καὶ σφόδρα γε ἀναγκαῖον. διὰ τοῦτο τοῖς προειρημένοις ἐπήγαγε, “Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, ὃς καὶ ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ. ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. μὴ γὰρ ἐνί; τί δεῖ σε, φησὶ, τοῦ λοιποῦ; μὴ γὰρ ὑπείδεσθαι μεταβολήν. ἔχει τέλος· τὸ πρᾶγμα πρὸς πέρας ἐκβέβηκεν. οὐδὲν ἐνδεῖ πρὸς τὴν σωτηρίαν ἡμῶν. τέθνηκε Χριστὸς, μᾶλλον δὲ καὶ ἐγήγερται, καὶ τετίμηται τὰ πρῶτα παρὰ Θεῷ· καὶ τὴν χάριν αὐτὸς ἐκβιβάζει τὴν εἰς ἡμᾶς. τουτέστιν αὐτῷ τῷ πράγματι δῆλος ἐστὶν ὡς ἑαυτὸν ἡμᾶς προσκαλούμενος, καὶ ἡ ἀπαρχὴ τὸ πᾶν ἀπολήψεται· καὶ τῇ κεφαλῇ τὸ λοιπὸν ἀποδοθήσεται σῶμα. τὴν γὰρ ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ ὑψωθεὶς, ἕλξει καὶ ἡμᾶς ὡς ἑαυτὸν κατὰ τὴν οἰκείαν ὑπόσχεσιν. “ὅταν γάρ’ φησὶν, “ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν.” ἐσχημάτισε δὲ κἀνταῦθα τὸ πρᾶγμα διὰ τῆς “ἐντυγχάνει” λέξεως, πρὸς πληροφορίαν ἡμῶν. καθὰ καὶ πρὸ βραχέως ἐν τοῖς περὶ τοῦ Πνεύματος ἔφαμεν.
- 13.62
Ἀπολιναρίου. Λέλυκε, φησὶν, ἡ ἐκλογὴ τὰ ἐγκλήματα, καὶ τὴν κατάκρισιν προανῄρηκεν ἡ δικαίωσις. ὥστε οὔτε νόμος καταδικάζων, οὔτε ἄρχοντες τοῦ αἰῶνος τούτου κατέχοντες ὑφ’ ἁμαρτίαν τὸν ἄνθρωπον, καὶ διὰ τῆς ἁμαρτίας ἐπὶ δουλείαν θανάτου καθέλκοντες, ἰσχυροὶ καθ’ ἡμῶν ἔτι γενήσονται· ἀλλὰ παύσεται μὲν τὸ τοῦ νόμου φοβερὸν, χάριτι Χριστοῦ νικώμενον. ἐξασθενεῖ δὲ ἡ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου πονηρία, τῇ ἀγαθότητι τοῦ δι’ ἡμᾶς σφαγιασθέντος, καὶ ἑκουσίως ἑαυτὸν ἐκδεδωκότος εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ ἐπῆλθεν ἀνάστασις τὸν θάνατον ἀποκρύπτουσα· καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστὸν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ Πατρὶ, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον, καθὸ καὶ πρὸς ἀνθρώπους συνήφθη, τὰ διε- στῶτα συνάπτων.
- 13.63
Σευηριανοῦ. Διὰ τούτων τὴν ἄμετρον τοῦ Χριστοῦ δείκνυσιν ἀγάπην, ἣν ἔχει περὶ ἡμᾶς. οὐκ ἠρκέσθη γὰρ τῷ ἀποθανεῖν ὑπὲρ ἡμῶν. καὶ δῆλον ὅτι ταύτα ἐντυγχάνει, ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα· ᾔτει γὰρ τὸν Πατέρα λέγων, “ἵνα ὅπου ἐγώ εἰμι, “καὶ αὐτοὶ ὦσιν.” περὶ τούτου ἐντυγχάνει ὁ Σωτῆρ’, οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν Πατέρα τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων, οὔτε ὡς μὴ βουλόμενον· ἃ γὰρ βούλεται ὁ Πατὴρ, βούλεται καὶ ὁ υἱός. τὸ οὖν βούλεται ἡ πρεσβεία καὶ ἡ ἐντυχία, τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος· διδάσκων, ὡς εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ οὐσία, ἀλλ’ οὐχὶ μία ὑπόστασις. διὰ γὰρ τῆς ἐντεύξεως ἕτερος ὁ αἰτῶν, καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται. οὐκ ἄτοπον γὰρ τὸν μὲν Υἱὸν αἰτεῖν, τὸν δὲ Πατέρα χαρίζεσθαι. ὅπως ἃν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἣ οὐκ ἄτοπον ἦν εἰδότα τοῦ Πατρὸς τὴν γνώμην φθάνειν τὸν Υἱὸν τοῦ Πατρὸς τὴν δωρεὰν, καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν. οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ Υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ τοῦ Πατρὸς, ἵνα διόλου τὸ ἀκόλουθον καὶ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ἡμᾶς ὁ λόγος τὴν περὶ τοῦ Πατρὸς καὶ Υἱοῦ ἀσύγχυτον τάξιν. ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον φανεῖται ὁ λόγος εὐσυνοπτότερος,
- 14.1
Περὶ τῆς ὀφειλομένης ἀγάπης Χριστῷ.
- 14.2
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.
- 14.3
Γενναδίου. Αὐξήσας τὸ περὶ ἡμᾶς φίλτρον τοῦ Θεοῦ, καὶ τὴν ἡμετέραν λοιπὸν εὐγνωμοσύνην, ἣν περὶ τὸν τοσοῦτον ἡμᾶς εὐεργέτην ἔχειν χρεὼν, διεξέρχεται λέγων, ὡς οὐδὲν τῶν ἐν ἀν- θρώποις ὄντων δεινῶν τῆς εἰς Χριστὸν ἀγάπης προσῆκεν ἡμᾶς ἐπιστὰν.
- 14.4
Τοῦ Αὐτοῦ. Ταῦτα προείρηται τῷ προφήτῃ Δαβὶδ περὶ τῆς ὑπὲρ τοῦ νόμου τῶν Μακκαβαίων ἐνστάσεως. τί γὰρ τὸ θαυμαστὸν, φησὶν, ἐργασόμεθα, τὴν ἴσην τοῖς πρεσβυτέροις εὔνοιαν ἐπιδεικνύμενοι περὶ τὸν Θεόν; οἷς οὐκ ἴσην ἀλλὰ καὶ πολλῷ μείζοσα κεκοσμήμεθα χάριν· καὶ ἐπειδὴ τῆς οἰκείας γνώμης ἐξεῖπε τὴν πρόθεσιν, ἵνα μὴ δόξῃ κατ’ ἀλαζονείας ἕψεσθαι, ταχέως ἐπήγαγε τὸ ἑξῆς.
- 14.5
Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
- 14.6
Γενναδίου. Ἔχομεν μέντοι, φησὶ, τὸ τούτων κατὰ περιουσίαν κρατεῖν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
- 14.7
Θεοδώρου. Δεικνὺς ὅτι μηδὲ τὴν βαρύτητα δεδιέναι προσήκει τῶν ἐπαγομένων κακῶν, εἰκότως ἐπήγαγεν, “ἀλλ’ ἐν τούτοις πᾶ- “σιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” παρ’ αὐτοῦ γὰρ ἡμῖν καὶ τὸ δοκοῦν εἶναι βαρὺ τῶν θλίψεων ἐπικουφίζεται. ἀνεπαίσθητον τῇ παρ’ αὐτοῦ συνεργείᾳ τῶν λυπηρῶν ἐργαζομένου τὴν πείραν·
- 14.8
Ὠριγένουσ. Νίκᾳ μὲν ὁ μετὰ ἀμφηρίστου ἀγῶνος τοὺς ἐν τοῖς ἀγωνιζομένοις περὶ νίκης περιγινόμενος τοῦ ἀνταγωνιστοῦ. ὑπερνικᾷ δὲ ὁ μηδὲ τὴν ἀρχὴν ἐπιτρέψας στῆναι πρὸς αὐτὸν τῷ ἐναντιουμένῳ. τοιοῦτος ὁ Παῦλος καὶ οἱ τὴν ὁμοίαν αὐτῷ παρασκευὴν πρὸς τοὺς πειρασμοὺς ἀνειληφότες, τὸ θλῖβον καταπατοῦντες καὶ ἐντρυφῶντες τῷ στενοχωροῦντι, καὶ τὸ διῶκον τῇ ὑπομονῇ διώκοντες· καὶ τὸν λιμὸν διὰ τὴν οὐράνιον τροφὴν γελῶντες· καὶ τὴν γυμνότητα ἐν οὐδενὶ τιθέμενοι, δι’ ἣν ἐνδέδυνται Χριστὸν, καὶ τὸν κίνδυνον ὡς οὐ κινδυνεύοντες καταπατοῦντες, καὶ τὴν μάχαιραν, διὰ τὸν ζῶντα τοῦ Θεοῦ λόγον, οὐδὲν χαλεπὸν ἐργάσασθαι αὐτοὺς πειθόμενοι.
- 14.9
Σευηριανοῦ. Λαμπρῶς δείξας τὴν τοῦ Θεοῦ περὶ ἡμᾶς διάθεσιν, καὶ τὴν τοῦ Υἱοῦ αὐτοῦ ἀγάπην, ἀκολούθως διδάσκει, οἵους λοιπὸν εἶναι δεῖ περὶ τὸν εὐεργέτην τοὺς εὐγνώμονας. ὥστε μηδὲ τῶν πάνυ φοβερῶν δύνασθαι διαστῆσαι ἡμᾶς τοῦ Χριστοῦ.
- 14.10
Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωή.
- 14.11
Γενναδίου. Θάνατον μὲν οὖν πάντα λέγει τὰ χαλεπά· ἐπειδὴ τῶν τοιούτων πάντων τέλος ὁ θάνατος. ζωὴν δὲ πάντα τὰ τρυφηλά τε καὶ ἀγαθά· ἐπειδὴ τῶν τοιούτων πάντων τέλος πάλιν ἐστιν ἡ ζωή. Ἀγγέλους δὲ καὶ ἀρχὰς καὶ δυνάμεις, τὰς ἀοράτους οὐσίας αἳ τοῖς διαφόροις τούτοις ὀνόμασι καταλλήλως αἷς ὑπηρετοῦνται χρείαις προσαγορεύονται. Ἄγγελοι μὲν παρὰ τὸ ἐξαγγέλλειν τοῖς ἀνθρώποις τὰ ἐκ Θεοῦ. ἀρχαὶ δὲ, παρὰ τὸ ἄρχειν, ἣ πόλεων, ἢ ἐθνῶν ὅλως οἷς ἐφεστᾶσι. δυνάμεις δὲ, παρὰ τὸ δυνατὰς δεδημιουργεῖσθαι πρὸς ὑπηρεσίαν Θεοῦ. “εὐλογεῖτε,” γὰρ φησὶ, “τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι, “ποιοῦντες τὸν λόγον αὐτοῦ.” ἐνεστῶτα δὲ, σύμπαντα περιληπτικῶς τὰ παρόντα· μέλλοντα δὲ, ὁμοίως πάντα τὸν προσδοκώμενα· ὕψωμά τε καὶ βάθος, ὑπερουράνιά τε καὶ ὑποχθόνια· προσέθηκε δὲ καὶ τοῦτο, οὔτε τις κτίσις ἑτέρα, δεικνὺς τῆς περὶ Θεὸν ἀγάπης αὐτοῦ τὴν ὑπερβολήν· καὶ ὅτι ταύτης χάριν ἕτοιμός ἐστιν τοῖς τε οὖσι καὶ τοῖς οὐκ οὖσι διαμάχεσθαι. διὰ μέντοι τοῦ “οὔτε μέλλοντα,” δῆλον πεποίηκεν ἀκριβῶς, ὅτι οὐ διά τι φιλεῖ τὸν Θεὸν, οὐδὲ ἀμοιβῶν ἐλπίδι τινῶν, ἀλλ’ αὐτὸ τοῦτο στέργων τὸ φιλεῖν τὸν Θεὸν, καὶ καθ’ αὐτὸ κρίνων αὐτὸ περισπούδαστον. οὐδὲν οὖν τῶν προαπηριθμημένων, φησὶν, ἀποστήσει τῆς εἰς Θεὸν ἀγάπης ἡμᾶς, ἕνεκε τῆς ἀφάτου περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
- 14.12
Ὡριγένουσ. Ὅρα εἰ μὴ εὐλόγως τὸ μὲν “πέπεισμαι,” ὅτι οὐ δύναται ἡμᾶς χωρίσαι. τὰ δέ τινα ἔταξεν ἐπὶ τῶν μειζόνων ἣ κατὰ ἄνθρωπον πειρασμῶν. τὸ δὲ “τίς ἡμᾶς χωρίσει” ἐξευτελίζων τοὺς ἀνθρωπίνους ἐπὶ τῶν ἐλαττόνων γυμνασίων τῆς ἀνθρωπίνης ψυχῆς· καὶ ἐὰν ὑπερνικῶμεν δὲ τὰ πρότερα καὶ ἀνθρώπινα, οὐ χωρὶς συμπνοίας καὶ ἐνεργείας κρείττονος αὐτὸν περιεσόμεθα. διὸ καλῶς ὁ Παῦλος προσέθηκε τὸ “διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” πρόσχες δὲ εἰ θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται, τὸ “ἔνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν,” ἀλλ’ ὁ ἐχθρὸς Χριστοῦ καὶ ἔσχατος καταργηθησόμενος. βουλή- σεται μὲν γὰρ οὗτος χωρίσαι, φέρε εἰπεῖν Παῦλον· οὐ δυνήσεται δὲ καὶ καταργούμενος ὑπὸ τοῦ ἐν αὐτῷ Χριστοῦ. ζωὴ δὲ, οὐχὶ τῷ θανάτῳ τούτῳ ἐναντία. τὰ γὰρ ἀλλήλοις ἐναντία οὐ πέφυκεν ἓν καὶ ταὐτὸ βούλεσθαι, ἀλλὰ ἡ καθ’ ἣν ζῇ τις τῇ ἁμαρτίᾳ καὶ τοῖς εἴ δέσιν αὐτῆς καὶ τῶ ψεύδει. εἰ δὲ καὶ καθ’ ἕκαστον εἶδος ἁμαρτία ἔστι τις, φαύλῃ ζωῇ ἐπιστήσεις διὰ τὸ κρεῖττον “τὸ “ἔλεος σου ὑπὲρ ζωάς·” αὕτη γὰρ βουλήσεται μὲν χωρίσαι τὸν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. οὐ δύναται δὲ, καταργουμένη, πῆ μὲν ὑπὸ τοῦ θανάτου καθ’ ὃν ἀποθνήσκει τις τῇ ἁμαρτίᾳ· πῆ δὲ ὑπὸ τῆς ζωῆς ἣ μέν τις κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. καὶ Ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, περὶ ὧν λέλεκται τοῖς ἐξ εὐωνύμων, “ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις. τὸ δὲ οὔτε ἀρχαὶ ἐπὶ τὸ, οὐκ ἔστιν ἡμῖν “ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς” καὶ τὰ ἑξῆς ἀναφέρεται· καὶ εἰς τὸ “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ “πᾶσαν ἐξουσίαν καὶ δύναμιν.” ἐξῆς τοῦτο ἐστὶ “τὰ ἐνεστῶτα·” ταῦτα δὲ ἐπίσκεψαι εἰ δύναται ἀναφέρεσθαι ἐπὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ οὐχὶ ἔπι τινα ἐνεστῶτα ἀνθρώπινα.
- 14.13
Αλλος δ᾿ ἃν λέγοι τὰ ἐνεστῶτα ἀναφέρεσθαι ἐπὶ τὰ βλεπόμενα καὶ πρόσκαιρα. μετὰ τοῦτο εἰδῶμεν τίνα “τὰ μέλλοντα” καὶ εἴτι πρὸς τὸν μέλλοντα χρόνον παλαίσοντα τῷ Ἀποστόλῳ τῆς ἐν τῷ βίῳ τούτω παρεπιδημίας ὡς πρὸς ταῖς ἐνεστηκυίαις αὐτῷ τῆς γραφῆς τῆς Ἐπιστολῆς ἡμέραις, ἣ τὰ μετὰ τὸν ἐνεστηκότα αἰῶνα καὶ μετὰ τὴν ἔξοδον εὐθέως ἀπαιτησόμενα, ὅτε ὁ ἄρχων τοῦ κόσμου τούτου, καί τινες ὑπ᾿ αὐτῷ δυνάμεις βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ ἐπὶ τῶν προανειληφότων τὴν ἀγάπην τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ἑξῆς δὲ αὐτῷ ἐστὶ τὸ οὔτε δυνάμεις, ὅπερ ἔοικεν εἶναι εἴδους τινος τῶν ἔξω θνητοῦ σώματος λογικῶν. μήποτε δὲ ἡ τοῦ ἀνθρώπου ψυχὴ ἐπιβουλεύεται, ὑπὸ μὲν ὑψώματος, κατὰ “ἐν τοῖς ἐπουρανίοις πνευματικὰ τῆς “πονηρίας.” ὑπὸ δὲ βάθους, κατὰ τὰ καταχθόνια, ὧν οὐδέτερον τὸν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ὁπλισάμενον χωρισθῆναι αὐτῆς ἐάσει.
- 14.14
Εἰ δὲ καὶ παρὰ τὴν βλεπομένην ὅλην ταύτην κτίσιν ἐστὶν ἑτέρα κτίσις, τῇ φύσει μὲν βλεπομένη, νῦν δὲ οὐδέπω ὁρωμένη, ζητήσεις εἰ δύναται ἐπ’ ἐκείνην ἀναφέρεσθαι τὸ “οὔτε κτίσις “ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ.”
- 15.1
Περὶ ἐκπτώσεως Ἰσραὴλ τοῦ ἀποβληθέντος, καὶ κλήσεως τοῦ ἀληθοῦς τοῦ εἰσαχθέντος μετὰ ἐθνῶν.
- 15.2
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι· συμμαρτυρούσης μοι τῆς συνειδήσεως μου.
- 15.3
Κυρίλλου. Ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν Ισραήλ· καὶ δὴ καὶ πρωτότοκον αὐτὸν ἀπεκάλει. ἀλλὰ γεγόνασιν ’ς καὶ ὑβρισταὶ, καὶ τὸ ἔτι τούτων ἐπέκεινα κυριοκτόνοι· ταύτητοι διωλώλασι. γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξερριμμένοι, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος εἰς ἅπαν ὠλισθηκότες, τέθεινται κατόπιν ἐθνῶν· πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος, τῶν θείων εὐαγγελίων τέθειται λειτουργὸς, καὶ διεκήρυττε τοῖς ἔθνεσι τὸν Ἰησοῦν, ἄνωτε καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων· καὶ τοὺς ἐν σκότῳ ποτὲ καὶ τῶν δαιμονίων θεραπευτὰς κλητοὺς γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται q τῶν ἀμαθεστέρων μονονουχὶ κειμένοις καὶ ἐνάλλεσθαι τοῖς ἐκ γένους αὐτὸν καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν, καὶ φησὶν, “ἀλήθειαν λέγω ἐν Χριστῷ, “οὐ ψεύδομαι,” καὶ τὰ ἑξῆς· ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος τρόπον ἐκπεφοιτηκόσιν ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληράς τε τὰς ἐπὶ τοῦτο λοιπὸν ἀνατλῆναι δίκας, ἐπιστυγνάσειεν ἄν τις, καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον, εἴη ἃν οὐ πέρα λόγου, μᾶλλον δὲ τῆς ἀγάπης τὴν πλήρωσιν ἔχει. τό γε δὴ καὶ ὑπὲρ αὐτῶν ἀνάθεμα θέλειν εἶναι Χριστοῦ, μέτρων ἐπέκεινα τῶν ἀγάπης λοιπόν. οὐ γὰρ ἃν ἕλοιτό τις, εἴπερ ἐστὶν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ· καὶ ποιεῖσθαι μὲν παρουδὲν τὴν ἑαυτοῦ ζωήν· ἑτέροις γε μὴν τὸ χρῆμα ἐνεῖναι ἑλεῖν. τί οὖν ἄρα, φησὶ, τῆς Ἰουδαίων σωτηρίας ἀντάλλαγμα τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς r ὁ λόγος· καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης. “εὐχόμην γὰρ,” φησιν, “ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν “μου, τῶν συγγενῶν μου.” ὅμοιον γὰρ ὡς εἴπερ λέγοι. εἰ προσκεκρουκότος ἐμοῦ τῷ Χριστῷ, ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἃν αὐτὸς ἐγὼ, ὁ καὶ τοῖς ἐν πίστει δεδικαιωμένοις εἰπὼν, “οὐ γὰρ “ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον “ἐσταυρωμένον·” ὁ πᾶσι διακηρύττων, “τίς ἡμᾶς χωρίσει ἀπὸ “τῆς ἀγάπης τοῦ Χριστοῦ, θλίψις ἣ στενοχωρία, ἣ διωγμὸς, ἢ “λιμὸς, ἢ γυμνότης, ἣ κίνδυνος, ἣ μάχαιρα;” τὸ οὕτω δεινὸν ὑποστῆναι κακὸν, καὶ εἷς ὑπὲρ πάντων χωρίσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπειθίαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας. ᾤοντο γὰρ τῶν Ἰουδαίων τινὲς, οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μώσεως ἀντιφέρεσθαι νόμοις. ταύτητοι τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων· “εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν·” οὐκοῦν ἑλοίμην ἃν ἔγωγε, καὶ μάλα προθύμως φησὶν, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ. προσεπάγει δὲ ὥσπερ τῆς ἐπ’ αὐτοῖς λύπης τὴν αἰτίαν, οὐκ ἀνικάνως ἔχουσαν ἀποφαίνων εἴς γε τὸ δύνασθαι τοιαύτην αὐτῷ τὴν διάθεσιν ἐνεργάζεσθαι. ἵνα μήτι δοκοίη σκληρόν τε καὶ ἀπηχὲς εἰπεῖν τῆς ἑτέρων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δωρούμενος. πρῶτον μὲν γάρ φησιν “Ἰσραηλῖται, αὐτῶν ἡ υἱοθεσία καὶ ἡ δόξα· καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι. ἐξ αὐτῶν δὲ τὸ κατὰ σάρκα, καὶ αὐτὸς ὁ Χριστός. ἀλλ’ εἰ μέν τινες ἦσαν τούτων οὐ πάλαι διεγνωκότων τὸν φυσεῖτε καὶ ἀληθῶς ὄντα Θεὸν, εἰ μὴ νόμος αὐτοῖς ὁ διὰ Μωύσεως γέγονε βραβευτὴς, τῆς εἰς αὐτὸν οἰκειότητος, εἰ μὴ τῆς τῶν ἁγίων πατέρων ἐξέφυσαν ῥίζης, καὶ τῆς ἐκείνων εὐκλείας τέθεινται κληρονόμοι. εἰ μὴ πρῶτοι τοὺς τῆς εἰς Θεὸν λατρείας μεμελητήκασιν ἐλπίδας, μετριωτέραν ἄν τις τὴν ἐπ’ αὐτοῖς ἐποιήσαντο λύπην. ἐπειδὴ δὲ αὐτῶν οἱ πατέρες καὶ τὰ ἄλλα, μόνον δὲ οὐχὶ καὶ ἐξ οὐρίας s αὐτοῖς τῶν πραγμάτων ἰόντων εἰς ἀδόκητον ἐκπεπτώκασι τέλος, καὶ διημαρτήκασι τῆς ἐλπίδος· πῶς οὐ πάνδεινον ἀληθῶς τὸ τοῖς ἀθλίοις συμβεβηκός;
- 15.4
Γενναδίου. τονώσας οὕτω διὰ πάντων αὐτοὺς εἰς τὸ πιστεύοντας τῷ Εὐαγγελίῳ βεβαίως, πάντας ἀόκνως τοὺς ὑπὲρ τούτου πειρασμοὺς καταδέχεσθαι, βούλεται πρὸς ἔνστασιν ἀνθυποφερομένην αὐτῷ καὶ μάλα νεανικὴν ἀποκρίνεσθαι. ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσι τὸν νόμον ἐκβαλὼν, τὴν χάριν πολυτρόπως καὶ μάλιστά γε ἀπ’ αὐτοῦ τοῦ νόμου συνέστησε· καὶ ἀληθῶς υἱοὺς Θεοῦ τοὺς ταύτης ἔφησεν εἶναι, οὓς καὶ πάλαι προειδότα κεκληκέναι νῦν τὸν Θεόν· ἔγνω τὸν Ἰουδαῖον εὐθὺς τοῦτον ἀντιστησόμενον, καὶ τὴν πολυθρύλλητον αὐτοῖς ἐκείνην ἀντίθεσιν αὐτῷ προκαλούμενον. ἔφασκον γὰρ Ἰουδαίων οἱ τοῖς Ἀποστόλοις καὶ τῷ κηρύγματι πολεμοῦντες, δυοῖν ἐξ ἀνάγκης ὑπάρχειν τὸ ἕτερον· ἣ ψευδὲς τὸ εὐαγγέλιον, ἣ τὸν Θεὸν ψεύστην. εἰ μὲν γὰρ ἃ κηρύττετε, φησὶν, εἰσὶν ἀληθῆ, ψευδὴς ὁ Θεὸς, τὰς οἰκείας πρὸς τοὺς πατέρας ἡμῶν περὶ ἡμῶν ὑποσχέσεις τοῖς ἔργοις ἐξαρνησάμενος. ἐπηγγείλατο μὲν γὰρ τῷ Ἁβραὰμ, εἰς τὸ σπέρμα τὸ αὐτοῦ παραπέμψειν τὰς εὐλογίας. νυνὶ δὲ ἀνθ’ ἡμῶν, ἀκαθάρτους καὶ ἀλλοφύλους ἀνθρώπους τὰ ἔθνη προσδέδεκται. εἰ τοίνυν ἡ τῶν ἐπαγγελιῶν ἐκείνων ἔκβασίς ἐστιν ὡς φατὲ τὸ ὑμέτερον κήρυγμα, πρόδηλον ὡς ἔψευσται τοὺς πατέρας ἡμῶν ὁ Θεός. εἰ δὲ οὐχ ὅσιον περὶ Θεοῦ τοῦτο εἰπεῖν, ὑμεῖς ἄρα καὶ ὁ παρ’ ὑμῶν λόγος ψευδής. τοῦτον πρὸς τοὺς Ἄποστόλους τὸν λόγον συνεχῶς παραβαλλόμενοι, πραγμάτων οὐ μικρῶν αὐτοῖς αἴτιοι καὶ θορύβων καθίσταντο. διὰ γὰρ τῆς τοιαύτης πιθανολογίας αὐτῶν ἐξαπατῶντες τὰς καρδίας τῶν ἀκάκων, τούτους τε ἀφῃροῦντο τῆς σωτηρίας, καὶ διωγμοὺς τοῖς Ἀποστόλοις ἀφορήτους ἐπήγειρον.
- 15.5
Ταύτην τοίνυν αὐτῶν καὶ νῦν ὁ ἅγιος Παῦλος τὴν ἀντίρρησιν βούλεται διαλύσαι, καὶ δεῖξαι τόν τε τοῦ Εὐαγγελίου λόγον ἀληθῆ, καὶ τὸν Θεὸν οὐ ψευσάμενον. μέλλων δὲ τοῦτο κατασκευάζειν, εἰς αὐτοὺς ἐκείνους προτρέψαι βούλεται τὴν κατηγορίαν, καὶ τὴν ἀποβολὴν αὐτῶν, οὔτε τὸν Θεὸν ψεύστην, οὔτε τὸ Εὐαγγέλιον διελέγχειν, ἀλλὰ τὴν ἐκείνων αὐτῶν πονηρίαν τε καὶ πρὸς τὸν Θεὸν ἀπιστίαν. ἵνα οὖν τοῦτο ποιῶν μὴ δοκοίη ποιεῖν αὐτὸ φιλονεικία τινὶ καὶ μίσει τῷ πρὸς αὐτοὺς, ἀλλὰ τὸ οὕτως ἀληθείας ἔχειν τὸ πρᾶγμα, προδιορθοῦται τὸν λόγον καὶ τὸ μέλλον ἀνθυφορμεῖν ἐξ αὐτοῦ καὶ προίστασθαι τῳ ἀκροατῇ προιομενος ἄρχεται οὕτως. “ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι,” καὶ τὰ ἑξῆς. ἀνάθεμα τὸ ἀφωρισμένον ἐστὶν, εἴτε δὲ ἐπ’ ἀγαθῷ οἷον Θεῷ, εἴτε ἐπὶ κακῷ, οἷον ἀπὸ Θεοῦ. τοῦτο δὲ ἐκ τοῦ ὑποκειμένου γνωρίζεται. “ εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν “ἀδελφῶν μου, τῶν συγγενῶν μου” καὶ τὰ ἑξῆς. Διελθὼν ἐν τοῖς πρὸ τούτων τῆς ἐν Χριστῷ τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολὴν, καὶ τὴν ὑπὲρ αὐτῆς ἑαυτοῦ προθυμίαν καὶ ἔνστασιν, νῦν μέμνηται τῶν προτέρων, ὅτε καθ’ ὑπερβολὴν ἐδίωκε τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθησεν αὐτήν· περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν αὐτοῦ παραδόσεων· καί φησιν, ὅτι αὐτὸς οὗτος ἐγὼ, ὁ νῦν ἕτοιμος ὢν ὑπὲρ τοῦ Εὐαγγελίου καὶ πᾶν ὁτιοῦν ὑπομεῖναι, οὕτως ἐκ τῆς ἐναντίας γνώμης αὐτοῦ τὸ πρόσθεν πολέμιος ἦν, ὥστε αὐχεῖν τὸ ἀπηλλοτριῶσθαι Θεοῦ, καὶ κοινωνίαν εἶναί μηδετιναοῦν πρὸς αὐτόν. οὕτω δὲ, φησὶ, διεκείμην, πρὸς τὴν κατὰ σάρκα μου τῶν Ἰουδαίων συγγένειαν ἀφορῶν, καὶ νομίζων ἐπείπερ Ἰσραηλῖται τυγχάνουσιν οὗτοι, ψευδὲς εἶναι τὸ κήρυγμα ταῖς θείαις περὶ αὐτῶν ἐναντιούμενον ὑποσχέσεσι. κατὰ γοῦν μὲν τὸν νόμον καὶ προσιέμενον δίχα τούτου τοὺς ἐθνικοὺς, ἀπωθούμενον δὲ τούτους ὧν ἡ υἱοθεσία, τουτέστιν οἵπερ ἦσαν οἱ ἐκλεκτοί· καὶ οὓς ἐνδόξους διὰ τῶν περὶ αὐτοὺς ἀεὶ θαυμάτων ἐποίησεν ὁ Θεός· καὶ οἵτινες ὑπῆρχον τῶν διαθηκῶν οἱ διάδοχοι· καὶ οἷς νομοθετῆσαι Θεὸς κατηξίωσε· καὶ οἷς ἐκ πάντων τὴν αὐτῷ προσήκουσαν λατρείαν ποιεῖν ἐφανέρωσεν. οὓς περιεῖχον αἱ ὑποσχέσεις, καὶ ὧν οἱ πατέρες, οἱ πάνυ φίλοι Θεοῦ. καὶ τὸ μέγιστον πάντων, “ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα, “ὁ ὢν ἐπὶ πάντων Θεὸς, εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν.”
- 15.6
Πρότερον μὲν οὖν, οὕτω διεκείμην· νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθεὶς, καὶ γνοὺς ἀληθῶς εἶναι τοῦτο ἐκεῖνο τὸ παρὰ Θεοῦ πρὸς τοὺς πατέρας ἐπάγγελμα, κατέγνωκα μὲν ἐπὶ τοῖς πρόσθεν ἐμαυτοῦ, λύπῃ δὲ ἀφορήτῳ καὶ ὀδύνῃ συνέχομαι, διαρκῆ λογιζόμενος ὑπὲρ τινῶν τίνι διεμαχόμην. καὶ πῶς Χριστοῦ μὲν χωρίζειν καὶ ἀλλοτριοῦν ἐσπούδαζον ἐμαυτόν· προετίμων δὲ τὴν κατὰ σάρκα πρὸς τοὺς Ἰουδαίους ἠπατημένος οἰκείωσιν. ὅθεν ἐπειδὴ τὸ λεγόμενον οὐκ εὐπαράδεκτον ὃν, ἠπίστατο τῷ ἀκροατῇ, διά τε τὸ τῆς μεταβολῆς ὑπερβάλλον, καὶ ὅτι γνώμης ἦν καὶ προαιρέσεως ἀοράτου, προδιατείνεται μὴ λέγειν ψευδῆ, καὶ ἐπιμαρτύρεται τὸν Χριστὸν, ὡς πη ἑαυτοῦ καὶ τῆς αὐτοῦ συνεργείας τῶν λόγων αὐτοῦ τὸ ἀληθεύειν ἐχόντων. συμμαρτυρεῖ δέ μου, φησι, καὶ ἡ συνείδησις, διὰ τῆς πνευματικῆς χάριτος, εἰς τοῦτο φθάσαντος γνώμης. φήσας μέντοι τὸ “εὐχόμην αὐτὸς ἐγὼ ἀνά- “θεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγ- “γενῶν μου,” προσέθηκε τὸ “κατὰ σάρκα·” διὰ τοῦτο δύο γεννήσεις ἡμῶν οἶδεν ἡ θεία γραφή· μίαν μὲν τὴν θνητὴν, ἣν καὶ σαρκικὴν ὀνομάζει. δευτέραν δὲ τὴν ἐκ νεκρῶν ἀναστάσεως, τὴν ἀθάνατον, ἣν καὶ πνευματικὴν εἶναι φησίν· “οἱ οὐκ ἐξ αἱμάτων,” “γὰρ,” φησὶν, “οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀν- “δρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.” Θεὸς μὲν οὖν ἡμῶν ἐν ἑκατέρᾳ γεννήσει δημιουργός. “σὺ ἔπλασάς με,” φησὶ, “καὶ ἔθηκας ἐπ’ “ἐμὲ τὴν χεῖρά σου.” ὁμώς ἀνθρώπων μὲν υἱοὺς καλεῖ τοὺς τῆς προτέρας γεννήσεως· Θεοῦ δὲ τοὺς τῆς δευτέρας. θελήσας τοίνυν ὁ Ἀπόστολος τοῦτο ἐμφῆναι, ὅτι μὴ κοινωνοῦσιν αὐτῷ κατὰ τὴν θείαν συγγένειαν ἠπιστηκότες Χριστῷ, καὶ τῇ κατ’ αὐτὸν νῦν ἀναφανείσῃ γεννήσει, προσέθηκε τὸ “κατὰ σάρκα·” αὕτη μὲν οὖν ἡ τῆς προεκτεθείσης πίστεως ἀκριβὴς ἑρμηνεία· κωλύει δὲ οὐδὲν καὶ τὴν δοξάσαν ἑτέροις εἰπεῖν. ἔφασαν τοίνυν τὸ, “λύπη μοί ἐστι “μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ” τὸν Παῦλον εἰπεῖν, οὐ διότι ἐδίωξε τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καί ἠύχετο ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, ἀλλ’ ὑπὲρ τῆς ἀποβολῆς τῶν Ἰουδαίων τῶν συγγενῶν αὐτοῦ κατὰ σάρκα. ὑπὲρ ὧν καὶ αὐτὸ τοῦτο εὔχεσθαι τὸ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. ἐγὼ δὲ πρὸς τοῦτο, τοῦτο μὲν, οὔ φημι, ὅτι οὐ περὶ ἐνεστώσης, ἀλλὰ περὶ παρεληλυθυίας γνώμης ὁ λόγος αὐτῷ. εὐχόμην γοῦν εἶπεν, οὐκ εὔχομαι. πολὺ γὰρ τῆς τῶν χρόνων ἐναλλαγῆς τὸ ἀδιάφορον παρὰ τῇ γραφῇ. ἐκεῖνο δὲ λέγω, ὅτι οὐκ ἦν εἰκὸς Παῦλον τὸν ὑπὲρ τῆς εἰς Χριστὸν ἀγάπης παθεῖν πάντα προθύμως καταδεχόμενον ὡς εὐτελοῦς πράγματος διὰ τοὺς Ἰουδαίους καταφρονεῖν τοῦ Χριστοῦ, καὶ τῆς ἰδίας πρὸς τὸν Χριστὸν οἰκειώσεως, οὕτως ἔμπροσθεν τὴν Ἰουδαίων σωτηρίαν ποιεῖσθαι, ὡς καὶ εὔχεσθαι τὸ ἀπεσχίσθαι Χριστοῦ. ἀλλ’ αὐτὸ τοῦτο φησὶ, τὴν τῶν Ἰουδαίων σωτηρίαν ᾔδη καταθυμίαν οὖσαν Χριστῷ, καὶ διὰ τοῦτο τοῦ οἰκείου καλοῦ τὸ φίλον Χριστῷ προετίμα. καλῶς οὐκοῦν καὶ τὴν ἰδίαν σωτηρίαν οὖσαν Χριστῷ φίλην ἠπίστατο δήπουθεν· οὐ γάρ ἐστιν ἄλλως εἰπεῖν. εἰ τοίνυν ἐθεράπευε ταύτῃ παρώξυνε, καὶ χαριζόμενος μᾶλλον ἐλύπη. τὸ σώζεσθαι γὰρ, ἄλλων ἀπολλυμένων, ἥκιστα Χριστῷ προσφιλές ἀλλ’ ἐπέπειστο, φησὶ, Χριστὸν αὐτὸν ἀποδεχόμενον τῆς τοιαύτης προθέσεως μὴ ἀναπολεῖν· καὶ διὰ τοῦτο ηὔχετο ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. ἀλλὰ τοῦτο τοῦ προτέρου βαρύτερον, εἴπερ ἀσμενίζειν διὰ τὴν εἰς Χριστὸν εὔνοιαν ὑπεκρίνετο τιμωρίαν, ἣν οὐδαμῶς συμβησομένην προῄδει. θαρρῶν γὰρ τὸ μὴ παθεῖν, εἰρωνείᾳ τὴν εὔνοιαν διὰ τοῦ τοιούτου πάθους ἐπλάττετο.
- 15.7
Διοδώρου. Ἀναγκαίως τῷ παρέποντι u ὅρκῳ πιστοῦται τὸν λόγον. προειπὼν γὰρ ὅτι οὐκ ἔστι τι ὃ δυνήσεται αὐτὸν χωρίσαι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐπάγει ὅτι μόνος τῆς συγγενείας αὐτοῦ ἡττᾶται. φησὶν οὖν ὅτι ὑπὲρ τῶν Ἰουδαίων ἡδέως ἃν καὶ σῶμα καὶ ψύχην προήκατο. ἴνα ὢν ἐκπεπτώκασι, τὰ ἀυτὰ πάλιν ανακαλέσωνται πιστεύσαντες εἰς Χριστόν. τί γὰρ τῶν καλῶν οὐκ Ἰουδαίων ἦν, ἐφ’ οἷς νῦν τὰ ἔθνη σεμνύνεται; ἡ υἱοθεσία, ἡ δόξα, αἱ διαθῆκαι, αἱ ἐπαγγελίαι, ἡ λατρεία, οἱ θεοφιλεῖς πατέρες· καὶ τὸ μέγιστον, ἐξ ὧν ὁ Χριστὸς, τὸ κατὰ σάρκα. ἐξ αὐτῶν, φησὶν, ὁ Χριστός. Θεὸς δὲ οὐ μόνων αὐτῶν, ἀλλὰ κοινῇ ἐπὶ πάντων ἐστὶ Θεός. τούτων οὖν πάντων ἐκπεπτώκασιν Ἰουδαῖοι· ἀλλ’ ἵνα ταῦτα ἀνακτήσωνται, φησὶν, ἡδέως ἃν ἀνάθεμα ὑπὲρ αὐτῶν ἐγενόμην ἀπὸ τοῦ Χριστοῦ. τὸ δὲ ἀνάθεμα τὸν ἀλλότριον δηλοῖ. ἐπεὶ τὸ ἀνατεθὲν τοῦ ἀνατεθέντος ἀλλότριον. ἀναγκαίως δὲ ὅσην ἔχει περὶ αὐτοὺς διάθεσιν δείκνυσιν. ἵνα μήτις τοὺς κατ’ αὐτῶν ἐλέγχους πρὸς ἀπέχθειαν λέγεσθαι ὑποβάλλοι x.
- 15.8
λείπει
← Previous — showing 501–538 of 538
First Thousand Years of Greek. CTS URN tlg4102.tlg010.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.