Catena In Epistulam Ad Romanos (typus Vaticanus)
- 5.9
Ωρισένουσ. Τί κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μώσεως νόμου; πῶς δὲ καὶ τῆς ἁμαρτίας ἐπίγνωσιν διὰ τοῦ νόμου Μωϋσέως γίνεται; πολλῶν καὶ πρὸ Μώσεως ἐπεγνωκότων τὰ ἴδια ἁμαρτήματα. Καῒν μὲν, φησὶ, “ μείζων ἡ αἰτία μου τοῦ ἀφε- “ θῆναί με.” οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πατριάρχαι, λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ “ ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν. καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μώσεως γεγονέναι, φησίν· “ εἰ δὲ “ καὶ ἁμαρτῶν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,” καὶ τὰ ἑξῆς. ὥστε δοκεῖ μοι μὴ τὸν Μώσεως νόμον νῦν λέγεσθαι τῷ Ἀποστόλῳ, ἀλλὰ περὶ τοῦ φυσικοῦ, ὃς καὶ γέγραπται ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων. τίνες δ᾿ ἃν εἶεν οἱ ἐν τῷ νόμῳ; ἣ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ, οἱ ἔτι ζῶντες χωρὶς νόμου, ὁποῖος ἦν καὶ Παῦλος ποτὲ, πλὴν οἱ ἅγιοι, οὓς προέγνω καὶ προώρισε καὶ ἐδικαίωσε καὶ ἐδόξασε, νόμος εἰσὶ καὶ οὐκ ἐν νόμῳ. διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα, οὐδὲ ὑπόδικοι γενήσονται τῶ Θεῷ· οὐ γὰρ εἰσὶ σάρξ. καὶ εἰ δικαιοῦνται δὲ, οὐκ ἐξ ἔργων νόμου, νόμος γὰρ, “ οὐκ ἐξ ἔργων νόμου δικαιω- “ θήσεται,” αὐτόθεν δίκαιος ὤν· οὕτω δὲ g δὴ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου, καὶ μάλιστα τῆς λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα. καὶ ἄλλως δὲ, ὅσον ἐπὶ τῶ νόμῳ τιμωρηθῆναι τὸν μοιχεύοντα, ἐχρῆν καὶ τὸν φονεύοντα κολάζεσθαι βουλομένῳ πάντως· τὸ δὲ “ Κύριος ἀφεῖλε τὸ ἀνόμημά “ σου,” οὐκέτι βούλημα ἦν τοῦ νόμου, ἀλλὰ χάρις τοῦ δεδωκότος τὸν νόμον. διὰ τοῦτο ἀκριβῶς εἰπὼν τὸ “ ἐξ ἔργων νόμου, ” οὐκ ἐπήγαγε, πᾶς ἄνθρωπος, ἀλλὰ πᾶσα σάρξ. διαθέσει μὲν γὰρ δικαιοῦσθαι δυνατὸν, ὅταν τῇ προθέσει πρὸς τὸ τοῦ νόμου ῥέπῃ βούλημα. ἔργοις δὲ, οὐκέτι δυνατόν. τὰ δὲ ἔργα σαρκὸς, ἅπερ ἀνέληται ψυχή.
- 5.10
Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται.
- 5.11
Ὠριγένουσ. Ὃ λέγει τοιοῦτόν ἐστιν. οὐχ ὥσπερ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, οὕτω καὶ φανέρωσις δικαιοσύνης Θεοῦ διὰ νόμου γίνεται. μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἱ τινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς, ἀλλὰ τὴν αὐτοῦ τοῦ Θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερεύνητά εἰσιν. διὸ “ νυνὶ χωρὶς νόμου “ πεφανέρωται ἡ τοῦ Θεοῦ δικαιοσύνη,” ἧς διδάσκαλός ἐστιν ὁ Χριστὸς, ἐν μηδενὶ παραλαμβάνων εἰς παράτασιν τῆς τοῦ Θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον. ἐμαρτυρεῖτο δὲ αὕτη ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ Ἁγίου Πνεύματος αἰνιγματωδῶς εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου Μωϋσέως νόμου. καὶ μὴ θαυμάσῃς, εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ. εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς· οἷον “ οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, “ καὶ ὁ θερισμὸς ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ “ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.” δὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθεὶς, καὶ τὰ μὲν τὸν πρότερον ἐπὶ τὸν σωματικὸν ἀναφέρεται, κατὰ δὲ τὸν δεύτερον ἐπὶ τὸν πνευματικόν. εἴπερ δὴ ὁ αὐτὸς νόμος παρείληπται κατά τινας. εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται. εἰ δὲ ὑπὸ νόμου μαρτυρεῖται, οὐ χωρὶς τοῦ νόμου πεφανέρωται.
- 5.12
Ἀπολιναρίου. Οὐ κατὰ ἐναντίωσιν τὴν πρὸς νόμον, ἀλλὰ κατὰ προσθήκην ἀγαθοῦ καὶ δωρεὰν Θεοῦ· ἵνα μηκέτι ἐν ἀνθρωπίνῃ δικαιοσύνῃ κρινώμεθα τῇ πάντως ἐξελεγχομένῃ· ἀλλὰ τῇ παρὰ Θεοῦ δικαιοσύνῃ τελειωθῶμεν. αὕτη δέ ἐστιν ἡ διὰ τῆς Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας, καὶ πᾶσιν ἐπαναπαυομένη.
- 5.13
Τοῦ Αὐτοῦ. Ἀνέλαβε τὸ προειρημένον, ἵνα προσθῇ τὸ ἐπειδὴ γὰρ εἶπε δικαιοσύνη Θεοῦ πεφανέρωται, εἶτα τινὰ παρενέθηκεν ἀναγκαίως, τοῦτον τὸν λόγον ἀναλαβὼν, δείκνυσι διὰ τῆς εἰς τὸν δεσπότην Χριστὸν πίστεως ταύτης ἅπαντας ἀπολαύοντας, εἴτε Ἰουδαῖοι εἶεν, εἴτε Ἕλληνες, οἱ ταύτης τυχεῖν ἐφιέμενοι. τὸ γὰρ εἰς πάντας τοὺς Ἰουδαίους λέγει, ἐπὶ πάντας δὲ τοὺς ἐκ τῶν ἄλλων ἐθνῶν.
- 5.14
Κυρίλλου. Οἶδα ὅτι γέγραπται περί τινων, ὅτι “ ἦσαν δίκαιοι “ ἀμφότεροι πορευόμενοι ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Χριστοῦ ἄμεμπτοι. καὶ ὁ μακάριος δὲ Παῦλος ἔφη, ὅτι καὶ αὐτὸς κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γέγονεν ἄμεμπτός. ἀλλ’ ὁ ἐν τούτοις ἄμεμπτος οὔπω πέπραχε τὰ δι’ ὧν ἔσται λαμπρὸς καὶ ἀοίδιμος. καὶ γοῦν αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ὡς ἡγεῖτο μὲν ἅπαντα τὰ ἐν νόμῳ ζημίαν, καὶ ἐν ἴσῳ σκυβάλοις κατελογίζετο. ζητοίη δὲ πάλιν τὸ ὑπέρεχον τῆς γνώσεως τοῦ Χριστοῦ. κατακρίνει δὲ πάλιν ὁ νόμος τοὺς παραβαίνοντας. ταύτῃ τοι ἑτέρωθι φησίν· “ εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξη.
- 5.15
Πλείστης δὲ οὔσης ἐντολῆς ἐν αὐτῷ, πᾶσα πῶς ἀνάγκη καὶ τὸν ἀκριβῆ νομοφύλακα διαπταίειν ἔν τισι, καὶ παραβάτην νόμου καθίστασθαι· καὶ ὅτι φορτικὸς ἀληθῶς διωμολογήκασιν ἐναργῶς οἱ θεσπέσιοι μαθηταί· ἔφασκον γὰρ “ νῦν οὖν τι πειράζετε τὸν “ Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν “ οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;” ὅτε τοίνυν Ἕλληνες μὲν ἦσαν ὑφ’ ἁμαρτίαν ὡς ἠγνοηκότες τὸν δημιουργὸν Ἰουδαῖοι δὲ ὡς τῆς τοῦ νόμου παραβάσεως ἔνοχοι, ἐδέησεν ἀναγκαίως τοῖς οὖσιν ἐπὶ τῆς γῆς g τοῦ δικαιοῦντος Χριστοῦ· δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος· αὐτὸς γὰρ ἢν ὁ κατὰ πάλαι λέγων διὰ φωνῆς προφητῶν, “ ἐγώ εἰμι ὁ ἐξαλεί- “ φων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.” διάττει γε μὴν ἡ δικαιοῦσα χάρις εἰς πάντας ἐν ἴσῳ, Ἰουδαίους τέ φημι καὶ Ἕλληνας, “ ὅτι καὶ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης “ τοῦ Θεοῦ, δόξα Θεοῦ δὲ νοοῖτ ἂν εἰκότως τὸ μήτε εἰδέναι μήτε μὴ πεφυκέναι πλημμελεῖν. κατόπιν δὲ πάντως τῶν τῆς θεότητος αὐχημάτων, πᾶσα ἡ γενητὴ κτίσις, παρώλισθον γὰρ καὶ τῶν Ἀγγέλων τινὲς, πλὴν εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τῷ δικαιοῦντι δωρεὰν τῇ αὐτοῦ χάριτι. τέθενται γὰρ ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι. ἐπειδὴ γὰρ πεποίηται τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ ἴδιον αἷμα, σέσωκε τὴν ὑπ’ οὐρανὸν, ἵλεων τε καὶ εὐμενῆ κατέστησεν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν.
- 5.16
Οὐ γὰρ ἐστι διαστολὴ. πάντες γὰρ ἥμαρτον.
- 5.17
Ωριγένουσ. Δίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενομένους κατὰ τὸν νόμον ἱλασμοὺς, ἱν εὑρεθῇ ἐκ τῶν παρατιθεμένων, καὶ ὧν ἐστι σύμβολα τὰ γεγραμμένα. γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῶ Λευιτικῷ, “ ἐὰν δὲ πᾶσα συνα- “ γωγὴ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, “ καὶ ποιήσωσι μίαν ἁπασῶν τῶν ἐντολῶν Κυρίου. ἢ ἡ ἁμαρτία, “ ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν “ περὶ τῆς ἁμαρτίας.” εἶτα μετ’ ὀλίγα· “ καὶ εἰσοίσει ὁ ἱερεὺς, ὁ “ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρ- “ τυρίου.” Καὶ πάλιν μετ’ ὀλίγα—“ καὶ ποιήσει,” φησι, “ τὸν μόσχον ὂν τρόπον ἐποίησε ’τον μόσχον τῆς ἁμαρτίας οὕτως “ ποιηθήσεται αὐτῷ· καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεὺς, καὶ ἀφεθήσεται αὐτοῖς.
- 5.18
Ιωάννου. Σευηριανοῦ. Οὐδαμοῦ δέ φησιν, ὅτι πάντες ἠσέβησαν, ἀλλ’ ἥμαρτον τὸ τῆς ἁμαρτίας κοινόν· οὐ τὸ τῆς ἀσεβείας· i οὐδὲ ὑστερούμενος ἔχοντι τὸ ὑστεροῦν, ζητεῖ τὸ λεῖπον· εἶχον οἱ Ἰουδαῖοι τὸν νόμον. ὑστερεῖ δὲ αὐτοῖς ἡ τῆς χάριτος τελείωσις.
- 5.19
Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.
- 5.20
Σευηριανοῦ. Θεοδωρήτου. Ἠνέσχετο γὰρ ὁ Θεὸς, ἵνα δείξῃ τὴν ἑαυτοῦ δικαιοσύνην. εἰ γὰρ ὑπεξεληλύθει, πάντως ἃν ἀνεῖλεν. εἰ δὲ ἀνήρει, οὐκ ἦν ὁ σωζόμενος. ἐπειδὴ δὲ ἠνέσχετο καὶ προστιθεμένων τῶν ἁμαρτημάτων, ἔδειξεν ὅτι βουλόμενος οὐ καταλλάξαι νόμον τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ δικαιῶσαι, τὸ πρότερον ἠνέσχετο. συγχωρήσας τοίνυν ἁμαρτάνειν, ἀθρόαν τὴν ἄφεσιν ἐχαρίσατο. δίκαιον δὲ τὸν Θεὸν λέγομεν· ἤτοι ἀνταποδιδόντα, ἣ τὴν δικαιοσύνην χαριζόμενον. ὃ οὖν ἐγὼ δικαιοῦμαι, Θεοῦ δικαιοσύνη, ἐπειδὴ οὐκ ἐξ ἐμῶν ἔργων, ἀλλ’ ἐκ τῆς τοῦ δικαιοῦντος χάριτος. οἷον συντόμως δείξας τὰ δῶρα τῆς χάριτος, ἀνατρέχει τὸν περὶ τοῦ νόμου λόγον καὶ δείκνυσιν αὐτὸν.
- 5.21
Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη.
- 5.22
Ωριγένουσ. Ἐπειδὴ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύχησις, διὰ τοῦτο “ πᾶς ὁ ὕψων ἑαυτὸν ταπεινωθήσε- “ ται·” κἂν ἀληθεύων λέγει τὸ “ ὁ Θεὸς ὁ εὐχαριστῶν σοι, ὅτι οὐκ “ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων,” καὶ τὰ ἑξῆς. διὰ νόμου δὲ πίστεως ἐκκλείεται πᾶσα καύχησις, ὁποῖα ἦν ἡ Παύλου λέγοντος “ k ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι ἐπ’ οὐδεμίᾳ τῶν ἀρετῶν, ἣ ἐν “ μόνῳ τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.”
- 5.23
Πάντως ἐρεῖτέ μοι, τίς ἐπεισελθὼν νόμος τοῦτον ἐξέβαλεν; ἐπειδὴ νόμῳ πέφυκεν ὁ κρατῶν λύεσθαι νόμος. πρὸς οὕς, φησιν, οὐ νόμος ἔργων ἐπεισελθὼν τὸν πρότερον ἔλυσε. κάλλιστα γὰρ εἶχεν ἐκεῖνος, κατά γε τοῦτο. νόμος δὲ πίστεως ἐπεισεληλυθὼς, περιττὸν εἰκότως τοῦτον ἀπέφηνεν, νικώσης τὴν ἀπὸ τοῦ νόμου τῶν ἔργων. ἐπειδὴ ταῦτα ἡμῶν ἀπὸ τῆς θείας ὑπάρχει χάριτος, ἃ σὺν πολλῷ τῷ πόνῳ προσγίνεσθαι ἀπὸ τῶν προτέρων οὐκ ἠδυνήθην.
- 5.24
ἔδειξε δὲ διὰ νόμου πίστεως * * * * * σθαι πρὸς τὸν νόμον ὡς ἀλλότριον ἐπὶ τῶν οἰκείων τὴν προσηγορίαν ἀσπάζεται.
- 5.25
Κυρίλλου. τίς γὰρ ὅλως, ἣ ἐπί τισι καυχήσεται, πάντων ἠχρειωμένων καὶ ἐκκεκλεικότων τῆς εὐθείας ὁδοῦ, καὶ οὐδενὸς ὄντος παντελῶς τοῦ ποιοῦντος χρηστότητα; οὐκοῦν “ ἐξεκλείσθη, φησὶν, ἡ καύχησις. τουτέστιν ἐκβέβληται, καὶ ἀνήρηται τόπον. τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων πεπλουτήκαμεν ἐλέῳ καὶ χάριτι, δικαιούμενοι δωρεὰν ἐν Χριστῷ.
- 5.26
Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον.
- 5.27
Θεοδώρου. Τὸ δὲ “ λογιζόμεθα” οὐκ ἐπὶ ἀμφιβολίας μέγει, ἀλλ’ ἀντὶ τοῦ λογισμῷ τῷ προσήκοντι· ἡγοῦμαι τῆς κατὰ πίστιν δικαιώσεως ἄνευ ἔργων νόμου πάντα ἄνθρωπον βουληθέντα μετέχειν. σημειωτέον δὲ ὡς οὐχ ἁπλῶς εἶπε “ χωρὶς ἔργων νόμου, ὡσανεὶ καὶ ἐργαζοίμεθα ἀρετῆς ἐπιμελούμενοι, οὐκ ἀνάγκη νόμου τοῦτο ποιούντων, ἀλλ’ ὑφ’ ἑτέρου πρὸς τοῦτο ἀγομένων.
- 5.28
Ὡριγένουσ. Ὅτι δὲ ἀρκεῖ εἰς δικαιοσύνην ὁ τῆς πίστεως νόμος καθόλου μηδὲν ἐργασαμένοις ἡμῖν, ἔχομεν δεῖξαι τὸν συσταυρωθέντα λῃστὴν τῷ Ἰησοῦ, καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίσασαν ἀλάβαστρον μύρου, καὶ στάσαν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιηκέναι. ἐξ οὐδενὸς γὰρ ἔργου, ἀλλ’ ἐκ τῆς πίστεως ἀφέονται ταύτης αἱ ἁμαρτίαι, καὶ ἤκουσε τὸ “ ἡ πίστις σου σέσωκέ σε. “ πορεύου εἰς εἰρήνην.” ὅτι δὲ μετὰ τὴν ἐπίγνωσιν ἀδικία γενομένη, ἀθετεῖ τὴν χάριν τοῦ δικαιώσαντος, σαφῶς αὐτὸς ἐν τοῖς ἑξῆς παραστήσει. ἐγὼ δὲ οἰμαι, φησὶν, ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα, κἂν δοκῇ εἶναι δεξιὰ, ὡς μὴ ἐποικοδομηθέντα καλῷ 1θεμελίῳ τῆ πίστει, οὐ δικαιοῖ τὸν ποιήσαντα αὐτά.
- 5.29
Ἢ Ἰουδαίων Θεὸς μόνον καὶ οὐκ ἐθνῶν; νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως;
- 5.30
Κυρίλλου. Ἔφη τῷ θεσπεσίῳ Μώσῃ ὁ τῶν ὅλων Θεὸς, “ προ- “ φήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτοῦ· καὶ λαλήσει “ αὐτοῖς καθότι ἃν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὃς “ μὴ ἀκούσῃ τῶν λόγων, ὅσα ἃν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ “ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.” πῶς οὖν οὐχ ἱστῶμεν νόμον διὰ τῆς πίστεως τὸν πη αὐτοῦ προσιέμενον λόγον· καὶ προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουὴλ, ὁ ὡς ἐν τάξει Μώσεως μεσίτης Θεοῦ καὶ ἀνθρώπων. καὶ πάλιν ὁ μὲν νόμος ἦν ἐν σκιαῖς, πλὴν ὠδίνων ὁρᾶθαι τῆς ἀληθείας τὴν μόρφωσιν. οὐκ ἀναιρεῖ δὲ τοὺς τύπους ἡ ἀλήθεια, καθίστησι δὲ ἐμφανεστερους.
- 5.31
Ὠριγένουσ. τίνι διαφέρει ἡ ἐκ πίστεως δικαιουμένη περιτομὴ, τῆς δικαιουμένης διὰ τῆς πίστεως ἀκροβυστίας; οὐ γὰρ νομιστέον ὡς ἔτυχε Παῦλον ταῖς προθέσεσι διαφόρως κεχρῆσθαι. οἷον καὶ ἐν τῇ πρὸς Κορινθίους, “ ἡ γυνὴ,” φησὶν, “ ἐκ τοῦ ἀνδρὸς, “ ὁ δὲ ἀνὴρ διὰ τῆς γυναικός.” δοκεῖ δέ μοι οἰκειότερον εἶναι τὸ ἔκ τινος τῷ ἐξ οὗ, ἤ περ τὸ διά τινος τῷ δι’ οὗ. ἡ μὲν γὰρ γυνὴ πρώτως ἐξ ἀνδρός ἐστιν οὐδέποτε δι’ ἀνδρός. οὐδὲ γὰρ ἐξ ἄλλου ποτε γυνὴ, ἵνα γένηται δι’ ἀνδρός. καὶ μάλιστα ἐπὰν ἀκούῃ τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, διὰ τὸ “ τοῦτο νῦν ὀστοῦν “ ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.” ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικὸς, ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὣν, μετὰ τοῦτο γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ, ἀλλ’ ἐπὶ παντὸς ἀνδρὸς μετ’ ἐκεῖνον. ἐπεὶ τοίνυν εὐγενέστερον περιτομὴ ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως, ἵνα δικαιωθῇ οὐκ ἐλθοῦσα διὰ τῆς πίστεως. πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομὴν, καὶ μάλιστα ἣν φησὶν ὁ Ἀποστολος “ τὴν ἐν κρυπτῷ,” ὥστε βέλτιον νοεῖται τὸ ἐξ ἀνδρὸς, καθὸ ἐξ ἀνδρὸς τὸ διὰ γυναικός. ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς, γέγονεν ἐξ ἀνδρός. ἐπὶ δὲ τοῦ Σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς, οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν διὰ γυναικός· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν, ἡ σὰρξ αὐτοῦ μὴ γενομένη ἐξ ἀνδρὸς, γέγονεν ἐκ γυναικὸς, καὶ οὐ διὰ γυναικός.
- 5.32
Θεοδώρου. Ἐπὶ τῶν Ἰουδαίων τὸ “ ἐκ πίστεως” τέθεικεν· ὡς ἃν ἐχόντων μὲν καὶ ἑτέρας ἀφορμὰς πρὸς δικαίωσιν, οὐ δυναμένων δὲ αὐτῆς μετέχειν πλὴν ἐκ τῆς πίστεως. ἐπὶ δὲ τῶν Ἑλλήνων “ διὰ τῆς πίστεως.
- 5.33
Ὠριγένουσ. Ζητοῦμεν διατὶ μὴ εἶπεν ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν. καὶ οὐκ ἀμφιβάλλομέν φησιν, εἰ μὴ καταργεῖται ἐκ πίστεως δικαιουμένης, καταργεῖται ὁ νόμος. ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μώσεως, διὰ τῆς πίστεως οὐ καταργούμενον. ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ἐκ Θεοῦ ὄντα· προδηλον δὲ ὧσπέρ τι τῆς ὀρθῆς πίστεως φαμέν. εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους Ἐπιστολῆς τὸ “ εἰ δὲ ἡ διακονία “ τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις, ἐγενήθη ἐν “ δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ “ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν “ καταργουμένην,” ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστὶ, τὸ νόμος οὖν καταργεῖται, τὸν νόμον οὖν καταργοῦμεν. οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ νόμος ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον. εἰ γὰρ καὶ καταργεῖται ὑπὸ τῆς ὑπερβαλλούσης δόξης τοῦ Χριστοῦ, “ Κύριος γάρ,” φησι, “ τοῦ σαββάτου ἐστὶ,” καὶ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς m ὑπερβαινούσης δόξης. μόνον γοῦν ὠνόμασε τὸ Χριστοῦ. τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ “ ὁ νόμος παιδαγωγὸς, ἕως ἂν ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου.”
- 5.34
Εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη.
- 5.35
Ωριγένουσ. Ἐπὶ τίνι ἐπίστευσεν Ἁβραὰμ τῷ Θεῷ, οὐ πάνυ, σαφῶς διηγήσατο γραφή· ἔοικε δὲ ὁ Ἀπόστολος ἡ καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος. εἰ δὲ ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ Θεῷ, οὐκ ἀκολούθει ὅτι καθόλου ἐπίστευσεν. ἔστι γὰρ μέτρα τοῦ πιστεύειν Θεῷ· διὸ “ Ἁβραὰμ μὲν ἐπίστευσε τῷ Θεῷ, καὶ “ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” οὐδὲν δὲ τοιοῦτον γέγραπται, “ ἡνίκα εἰδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος “ τοῖς Αἰγυπτίοις, καὶ ἐφοβήθη ὁ λαὸς Κύριον, καὶ ἐπίστευσε τῷ “ Κυρίῳ, καὶ Μώσῃ τῷ θεράποντι αὐτοῦ.” οὐ πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἁβραὰμ τὸ “ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.”
- 5.36
Ἀπολιναρίου. τύπῳ κατὰ τὸν Ἁβραὰμ ἐπιδείκνυσι τὴν πίστιν· οὐ τοῖς ἐν νόμῳ καὶ περιτομῇ διδομένην μόνοις, εἰς δικαίω- σιν, ἀλλὰ καὶ τοῖς ἐν ἀκροβυστίᾳ. δεδικαίωται μὲν γὰρ καὶ Ἁβραὰμ, οὐκ ἐξ ἔργων. οὐδὲ γὰρ ἦν τὸ καύχημα αὐτοῦ λαμπρὸν, ἀτελὲς ὃν, καὶ παρὰ Θεῷ μὴ δυνάμενον φαίνεσθαι· παρ’ ᾧτ’ δικαιοσύνη χωλεύουσα, καύχησιν n ἔχειν οὐ δύναται· ἀλλ’ ἐκ πίστεως ἡ δικαίωσις τοῦ πατρὸς ἡμῶν Ἁβραάμ. πατέρα κατὰ σάρκα αὐτὸν λέγει τῶν Ἰσραηλιτῶν τῶν κατὰ Πνεῦμα Θεοῦ γενομένων μένων υἱῶν· οἷς ἐξομοιωθεὶς Χριστὸς ἐν τῇ κατὰ σάρκα γενέσει, ἐξομοιώσειεν αὐτοὺς πρὸς ἑαυτὸν, διὰ τῆς ἐν Πνεύματι κατὰ χάριν γεννησεως.
- 5.37
Κυρίλλου. Χρῆναι δὲ ὑπολαμβάνω, ἔφη τις, τὸν περὶ τοῦ προπάτορος Ἁβραὰμ πολυπραγμονοῦντας λόγον, ἐκεῖνο εἰπεῖν. εἴρηται που τινὶ τῶν ἁγίων μαθητῶν, δίχα τῶν ἔργων, τὴν πίστιν εἶναι νεκράν· προσεπάγει δὲ τούτοις τὸ θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; Ἁβραὰμ ὁ πατὴρ ἡμῶν, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; ἆρ’ οὖν ἀλλήλοις τἀναντία φασὶν οἱ πνευματοφόροι; τι οὑν πρὸς ταῦτα φαμέν; εἰς γῆρας ἐληλακότι λοιπὸν ἀδοκήτως λίαν ἐπηγγέλετο αὐτῷ υἱὸν ὁ τῶν ὅλων Θεός· ἔφασκέ τε ὅτι τῇ τῶν ἄστρων ἀναριθμήτῳ πληθύι φιλονεικοῦν τὸ ἐξ αὐτοῦ γενήσεται σπέρμα. ὁ δὲ ἐπείπερ ἐτίμα τὸν ὑπισχνούμενον τὸ πάντα δύνασθαι κατορθοῦν, διὰ τούτου ἐπιμαρτυρῶν τῷ Θεῷ δεδικαίωται παρ’ αὐτῷ, καὶ γέρας ἐντάξιον τῆς οὕτω θεοφιλοῦς ἐκομίζετο γνώμης, τῶν ἀρχαίων αἰτιαμάτων τὴν ἀμνηστείαν. πλὴν ἐποιεῖτο κατὰ καιροὺς γύμνασμα τῷ δικαίῳ Θεὸς τὸ ἔπι γε τῷ Ἰσαὰκ χρησμῴδημα. ἀλλ’ ἦν καὶ ἐπ’ αὐτῷ πιστὸς καὶ φιλόθεος, ὡς τῆς πρὸς Θεὸν ἀγάπης προτάξας οὐδέν. πλὴν καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, ἡ πίστις συνεργεῖ τοῖς ἔργοις· καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐβεβαιώθη. ἔφη δέ που καὶ ὁ θαυμάσιος Παῦλος περὶ τοῦ προπάτορος Ἀβραὰμ, “ πίστει προσενήνοχε τὸν “ Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγε- “ λίας ἀναδεξάμενος· πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεται σοι “ σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ “ Θεός.” οὐκοῦν κἂν εἰ λέγοι τὸ τυχὸν ἐξ ἔργων δεδικαιῶσθαι διά- τοι τὸ προσενεγκεῖν τὸν Ἰσαὰκ πειραζόμενον, ἀλλ’ ἢν καὶ τοῦτο αὐτῷ πίστεως τῆς ἑδραιοτάτης ἀπόδειξις ἐνεργής.
- 5.38
Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ Ὠριγένουσ. Οὐδὲν ὧν δίδωσιν ὁ Θεὸς τῇ γεννητῇ φύσει, ὡς ὀφείλων δίδωσιν, ἀλλὰ πάντα ὡς χάριν δωρεῖται. καὶ πάντα τὰ εὐεργετούμενα, οὐκ ὀφειλομένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τὸ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν, οὓς ἃν εὐεργετῇ. νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι, καὶ ἄλλως κοινότερον νοούμενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων, καὶ τὸν μισθὸν ἀπ’ ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι, φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάϊν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω, καὶ ὡς μισθὸν τῶν ἐργαζομένων ἀποδίδοσθαι τὰς κολάσεις. διὸ καὶ ὁ Ἀπόστολος ὀψώνια μὲν τῆς ἁμαρτίας ἔφησεν εἶναι τὸν θάνατον· οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ Θεοῦ τὴν αἰώνιον ζωὴν, ἀλλὰ χάρισμα αὐτοῦ. φησὶ γὰρ, “ τὸ δὲ χάρισμα τοῦ Θεοῦ, ζωὴ αἰώνιος, ἐν “ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.” οὐ νομιστέον οὖν ἐπὶ τῶν κρειττόνων ἔργων λέγεσθαι ἐν τῷ Εὐαγγελίῳ τὸ “ ᾧτ’ μέτρῳ με- “ τρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.” ” χάριτι γάρ ἐσμὲν σεσωσμένοι· “ καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μήτις καυχήσηται.’ πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῶν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον.
- 5.39
Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου.
- 5.40
Θεοδώρου. Θαυμασιώτατα δὲ τὰς μαρτυρίας συνέκρουσεν. ἐπὶ μὲν τῆς πίστεως, “ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” ἐπὶ δὲ τῶν ἔργων· “ καὶ οὐ μὴ λογίσεται Κύριος ἁμαρτίαν.” ἐκεῖ γὰρ ἤρεσεν ἡ πίστις, ὥστε λογισθῆναι αὐτῷ εἰς δικαιοσύνην. ἐνταῦθα δὲ τὰ ἔργα καὶ πρὸς τὸ ἐναντίον ῥέποντα οὐ λογίζεται, ὅταν ἡ τοῦ Θεοῦ φιλανθρωπία τῶν γεγονότων ἀνωτέρα φαίνεται.
- 5.41
Ωριγένουσ. Μηκέτι πραττομένου τοῦ χείρονος, ἄφεσις εἰκὸς δύναται γενέσθαι ἀνομιῶν. ἀγαθοῦ δὲ ἐπιτελουμένου ὡς τὰ γενόμενα κώλυμα γενέσθαι τῶν προημαρτημένων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμαρτίαι τῶν προαγόντων, οὐδὲ λογίζεται ἔτι Κύριός τινι τῷ ἡμαρτηκέναι.
- 5.42
Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἁβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.
- 5.43
Σευηριανοῦ. Περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας. ὥστε σημεῖον εἶναι πίστεως, καὶ τοῦ Ἁβραμιαίου γένους εἶναι δηλωτικὸν, καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καἰ σώφρονος, ὥστε οὐχ ὡς δικαιοσύνης τοῦ Ἁβραάμ n.
- 5.44
Θεοδώρου. Εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τὸν πιστευόντων κατὰ τὸ οἰκεῖον ἰδίωμα κἀνταῦθα εἶπεν ὡς τὸ εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· λέγει γὰρ τὸ ἀναγκαίως τοῖς γεγονόσιν ἑπόμενον. ἐντεῦθεν φησὶ κοινός ἐστιν ἁπάντων πατὴρ, ἐπειδὰν τὴν πρὸς αὐτὸν ὁμοιότητα τῆς πίστεως δέξωνται.
- 5.45
Ὠριγένουσ. Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς, ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλίνουσαν δίκην τῶν ἐσφραγισμένων τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων· ἵν οἱ μετὰ τὴν πίστιν, ἐκεῖνοι ἐκ περιτομῆς τοῦ Ἁβραὰμ ἕτεροι ὄντες τῶν ἐκ πίστεως δικαιωθησομένων τεκνῶν αὐτοῦ, ἣ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτεροι ὦσι λαοὶ παρὰ τῶν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησομένων. ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη, ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, ὥστ’ ἃν λεχθῆναι τῷ βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
- 5.46
Τοῦ Αὐτοῦ. Νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ τῇ ἀκριβείᾳ τῆς γραφῆς, ἐκτεθήσασθαι τὸ ἀπὸ τῆς γενέσεως ῥητὸν, οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ. οὐκ ἃν γὰρ ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ “ ἐπίστευσε δὲ Ἁβραὰμ τῷ Θεῷ.” οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γέγραφθαι ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, “ ὅτι ἐλογίσθη ἡ πίστις τῷ Ἁβραὰμ εἰς δικαιοσύνην.” νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἁβραάμ.
- 5.47
Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἁβραάμ.
- 5.48
Ἀπολιναρίου. Οὐ νόμον ὁρίσας τὴν ἐπαγγελίαν ὁ Θεὸς ἔδωκε τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, ἀλλὰ πίστει δικαιώσας αὐτόν. ἡ δὲ δοθεῖσα τῷ Ἁβραὰμ ἐπαγγελία ἦν, ὡς παρὰ τοῦ Μώσεως μεμαθήκαμεν, ἡ λέγουσα, “ σοὶ δώσω καὶ τῷ σπέρματι σου πᾶσαν “ τὴν γῆν ταύτην.” διὸ καὶ κόσμου κληρονομίας εἰναι τὴν ἐπαγγελίαν ὁ Ἀπόστολος λέγει· γῆς οὖσαν ἐπαγγελίαν. ἐν δὲ τῇ πρὸς Κορινθίους, εἰς ἡμᾶς τοὺς τοῦ Ἁβραὰμ κατὰ πνεῦμα διαδόχους, ἀναφέρων πάντα ἡμῶν φησὶν, “ εἴτε κόσμος, εἴτε ἐνεστῶτα, εἴτε “ μέλλοντα.” καὶ δῆλον τοῖς τὰ Μώσεως ἀναγινώσκουσιν, ὅτι οὐ νόμου προστάγματα λαβὼν ὁ Ἁβραὰμ, ἐπὶ τούτοις ἔσχε τὴν τοιαύτην ἐπαγγελίαν. ὁ δέ γε Παῦλος ἐν τοῖς προκειμένοις, καὶ τὴν αἰτίαν ἀποδίδωσι, δι’ ἣν οὐκ ἐπὶ νόμῳ τὴν ἐπαγγελίαν ἔδωκεν ὁ Θεὸς, ἀλλ’ ἐπὶ πίστει.
- 5.49
o Ἔδειξεν ὅτι ἀναγκαία ἡ πίστις, ὅτι πρεσβυτέρα περιτομῆς, ὅτι νόμου ἰσχυροτέρα, ὅτι συνίστησι νόμον. εἰ γὰρ πάντες ἥμαρτον, ἀναγκαία. εἰ ἀκρόβυστος ὢν ἐδικαιώθη, πρεσβυτέρα. εἰ μαρτυρεῖται ὑπὸ τοῦ νόμου, καὶ τὸν νόμον ἵστησιν, οὐκ ἐναντία ἀλλὰ φίλη καὶ σύμμαχος. δείκνυσι δὲ πάλιν καὶ ἑτέρωθεν, ὅτι οὐδὲ δυνατὸν ἦν διὰ νόμου τὴν κληρονομίαν λαβεῖν. καὶ παραβαλὼν αὐτὴν τῇ περιτομῇ, καὶ λαβὼν τὰ νικητήρια, ἀντεπεξάγει πάλιν αὐτὴν τῷ νόμῳ. ἵνα μή τις λέγῃ, ὅτι καὶ πίστιν δυνατὸν ἔχειν, καὶ νόμον τηρῆσαι δείκνυσιν ὅτι ἀμήχανον. ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος ἀτιμάζει τῆς πίστεως τὴν * * * * * διό φησι, “ κεκένωται ἡ πίστις·” τουτέστιν οὐ χρεία τῆς κατὰ σάρκα σωτηρίας. οὐδὲ γὰρ δύναται τὴν ἰσχὺν τὴν ἑαυτῆς ἐπιδείξασθαι. καὶ γὰρ ὁ Ἰουδαῖος ἴσως ἃν P εἴποι, τί μοι γὰρ χρεία πίστεως; οὐκοῦν εἰ τοῦτο ἀληθὲς, μετὰ τῆς πίστεως καὶ τὰ τῆς ἐπαγγελίας ἀνήρηται. ποίαν δὲ ἐπαγγελίαν φησί· τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, καὶ ἐν αὐτῷ πάντας εὐλογεῖσθαι. καὶ πῶς κατήργηται ἡ ἐπαγγελία αὕτη φησὶν, “ ὅτι ὁ νόμος,” καὶ τὰ ἑξῆς.
- 5.50
Ὀ γὰρ νόμος ὀργὴν κατεργάζεται.
- 5.51
Απολιναρίου. Εἰ δὲ ὀργὴν κατεργάζεται, καὶ παραβάσει κατευθύνους ποιεῖ, εὔδηλον ὅτι καὶ κατάρᾳ καὶ τιμωρίᾳ καὶ παραβάσει πάντες ὑπεύθυνοι. οὔτε κληρονόμων ἄξιοι, ἀλλὰ τοῦ δίκην διδόναι καὶ ἐκβάλλεσθαι. τί οὖν γίνεται; ἔρχεται ἡ πίστις, ἐφελκομένη τὴν χάριν. ὥστε τὴν ἐπαγγελίαν ἔργον ἐξελθεῖν. ὅπου γὰρ χάρις, συγχώρησις. ὅπου δὲ συγχώρησις, οὐδεμία κόλασις· κολάσεως δὲ ἀνῃρημένης, ἐπιγινομένης διὰ τῆς πίστεως, τι τὸ κωλῦον κληρονόμους ἡμᾶς γενέσθαι τῆς ἐπαγγελίας; διὰ τοῦτο οὖν ἐκ πίστεως φησὶν, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ παντὶ τῷ σπέρματι. ὁρᾶς ὅτι οὐ τὸν νόμον ἵστησι μόνον ἡ πίστις, ἀλλὰ καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐκ ἀφίησι διαπεσεῖν; ὁ δὲ νόμος τοὐναντίον καὶ τὴν πίστιν καταργεῖ παρὰ καιρὸν τηρούμενος, καὶ τὴν ἐπαγγελίαν κωλύει. διὰ τοῦτο φησὶ “ κατὰ χάριν” εἰς τὸ μὴ καταισχυνθῆναι, ἀλλ’ “ εἰς τὸ εἶναι βε- “ βαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ πιστεύοντι.”
- 5.52
Τοῦ Αυτοῦ. Δυὸ τίθησιν ἐνταῦθα ἀγαθά· ὅτι καὶ βέβαια τὰ διδόμενα, καὶ παντὶ τῷ σπέρματι, τοὺς ἐξ ἐθνῶν συναγαγὼν, καὶ δεικνὺς Ἰουδαίους ἐκτὸς ὄντας, ἂν πρὸς τὴν πίστιν φιλονεικήσωσιν. εἶτα διορίζεται τῷ σπέρματι τοὺς ἐκ πίστεως φησὶ, συναπτων τὴν πρὸς τὰ ἔθνη συγγένειαν· καὶ δεικνὺς, ὅτι οὐδὲ δύνανται φρονεῖν ἐπὶ τῷ Ἁβραὰμ οἱ μὴ πιστεύοντες ὁμοίως ἐκείνῳ. τὴν τοίνυν συγγένειαν τὴν πρὸς τὸν δίκαιον, ἀκριβεστέραν ἡ πίστις ἐποίησε, καὶ πλειόνων ἐκγόνων ἀπέφηνε πρόγονον. διὸ οὐδὲ ἁπλῶς εἶπεν Ἁβραὰμ, ἀλλὰ τοῦ πατρὸς ἡμῶν τῶν πιστῶν.
- 5.53
Ωριγένουσ. Ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ Ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. φασὶ γάρ τινες, εἰ ἔνθα οὐκ ἔστι νόμος, οὐδὲ παράβασις δηλονότι. οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μώσεως εἰδέναι· εἰ δὲ μὴ γέγονέ τις, οὔτε ψεκτὸς, οὔτε οὖν Κάϊν, οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες, ἣ οἱ ἐν Σοδόμοις ἐν παραβάσει γεγόνασι. καὶ πρόγε τούτων Ἀδὰμ καὶ ἡ Εὖα. λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μώσεως νόμος, οὐ τὴν ἐν κρίσει ὀργὴν κατεργάζεται, ἀλλὰ τὴν κατ’ αὐτόν· τοὺς μὲν λιθολεύστους ποιῶν· ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἣ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ. ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· ὅτε ὅσα ὁ νόμος λαλεῖν τοῖς ἐν τῷ νόμῳ λαλεῖ. ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ’ αὐτῷ Παύλῳ νόμον πίστεως ὀνομαζόμενον Θεοῦ ὀργὴν κατεργάζεσθαι, καὶ παράβασιν εἶναι ἔνθα ἐστιν ὁ τῆς πίστεως νόμος καὶ ὁ τοῦ Θεοῦ.
- 5.54
Σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ Θεοῦ, ᾧτ’ μόνῳ καὶ αὐτὸς συνήδεται κατὰ τὸν ἔσω ἄνθρωπον ἕτερον δὲ νόμον εἶναι τὸν ἐν τοῖς μέλεσιν ἑαυτοῦ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός. καὶ ὅρα μήποτε οὗτος ἐστὶν ὁ ἀληθῶς ὀργὴν κατεργαζόμενος. καὶ οὗ οὐκ ἔστι νόμος οὗτος, ἐκεῖ οὐδὲ παράβασίς ἐστι· καὶ οἱ ἐκ τούτου τοῦ νόμου, οὐδαμῶς εἰσὶ κληρονόμοι. εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις. “ παντὶ δὲ τῷ σπέρματι” φησι ἤτοι τῷ ἐκ τοῦ νόμου, ἣ τὸ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τὸ ἐκ τοῦ νόμου, ἀλλ’ εἰ ἔχοι πρὸς τὸ ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πίστεως. εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ Ισραὴλ, καὶ τοῖς ἐκ Χετοῦρας, ἅπερ οὐκ ἀρέσκει.
- 5.55
Τοῦ Αὐτοῦ. Ἀναγκαῖον δέ, φησιν, ἐξετάσαι φαίνεται, πῶς ἀκολουθεῖ τὸ ἐκ πίστεως καὶ τὸ κατὰ χάριν, τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν. ἄρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν τυγχάνειν τὴν ἐπαγγελίαν. πρόσχες οὖν, οἱονεὶ δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν, καὶ μάλιστα τῆς λελογισμένης εἰς δικαιοσύνην, ὥστε τὴν δι’ αὐτῆς ἐπαγγελίαν καὶ χάριν ἴσχειν διὰ τὸ P ἀνέκπλυτον αὐτῆς, ἣ ἀμετάβολόν γε τὴν βεβαιότητα· ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. ἀποστρέφειν γοῦν ποτὲ δίκαιος ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ λέγεται, καὶ ποιεῖν ἀδικίαν. οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται, ὅτι ἀπέστρεψέ τις ἀπὸ τῆς πίστεως ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι, καὶ δικαιωθεὶς διὰ τὴν πίστιν. εἶτα καὶ τὴν μαρτυρίαν ἐπισφραγίζει ὁ θεῖος Ἀπόστολος τὸ εἰρημένον αὐτῷ.
- 5.56
Τοῦ Αὐτοῦ. Ὃ δὲ λέγει τοῦτό ἐστιν· ὥσπερ ὁ Θεὸς, μερικὸς οὐκ ἐστι Θεὸς, ἀλλὰ πάντων πατὴρ, οὕτω καὶ αὐτός. καὶ πάλιν ὥσπερ ὁ Θεὸς πατήρ ἐστιν, οὐ κατὰ τὴν φυσικὴν συγγένειαν, ἀλλὰ κατ’ οἰκείωσιν πίστεως, οὐτῶ κα αὐτὸς. η γὰρ ὑπακοὴ ποίει πατέρα πάντων ἡμῶν. ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριωτέραν, ἐπὶ τὸν Θεὸν τὸν λόγον ἀνάγων. καὶ μετὰ τοῦτον κἀκεῖνο ἐμφαίνει, ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν. ὥστε ἃν μὴ τοῦτο ᾐ, κἂν πάντων ἦ πατὴρ τῶν τὴν γῆν οἰκούντων τὸ κατέναντι οὐκέτι χώραν· τὸ γὰρ “ κατέναντι,” τὸ ὁμοίως ἐστί. τὸ γὰρ παράδοξον τοῦτό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως, τούτους ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς λαβεῖν.
- 5.57
Σευηριανοῦ. “ Κατέναντι οὗ ἐπίστευσεν,” ἀντὶ ἐνώπιον προσώπου οὗ ἐπίστευσε Θεοῦ.
- 5.58
Τοῦ Αὐτοῦ. Τὸ “ κατέναντι οὗ ἐπίστευσε Θεοῦ,” φησὶν, τοῦ ὅτε ἐπίστευσε τῷ Θεῷ· ἐπειδὴ γὰρ διαλεγομένῳ παρ’ ὧν ἐπίστευσε τὸ κατέναντι τέθεικεν. ἀντὶ τοῦ εἰς τρόπον καὶ ὅστε ἐπίστευσεν.
- 5.59
Ωριγένουσ. Ὁποῖα φησὶ τὰ πολλὰ ἔθνη ἦν, ὧν τέθεικεν αὐτὸν πατέρα, ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς Θεός· περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν σώματι ζῶντι, οἴομαι νῦν αὐτὸν λέγειν· ” ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα “ αὕτη ἀποθανεῖται.” τίνα δὲ τὰ μὴ ὄντα, ἣ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλούμενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος “ ἐγώ εἰμι ὁ ὤν.” καλεῖ δὲ τὰ μὴ ὄντα, ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. ἀλλ’ ἴσως τις πρὸς ταῦτα ἐρεῖ, πῶς ὁ Ἀπόστολός φησι μεθ’ ἕτερα, ἐξελέξατο ὁ Θεὸς τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ; ἀλλ’ εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος, ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε ἀποφάσεως ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ σάρκα σοφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖς· μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτοις διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν.
- 5.60
Ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν.
- 5.61
Σευηριανοῦ. Πάρ’ ἐλπίδα τῆς οἰκείας φύσεως, ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως· τὸ δὲ “ οὕτως ἔσται τὸ σπέρμα σου, οὐ μόνον τῷ πλήθει, ἀλλὰ καὶ τῇ λαμπρότητι.
- 5.62
Ωριγένουσ. Ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, κατήλεκται καὶ ἡ πίστις. φησὶ γὰρ ὁ Παῦλος μεθ’ ἕτερα· “ ἄλλῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.” ὁ δ’ αὐτός φησι καὶ ἀλλαχοῦ· “ ὅτι ἀπὸ Θεοῦ ὑμῖν ἐχαρίσθη, οὐ “ μόνον τὸ εἰς Χριστὸν πιστεύειν, ἀλλὰ τὸ καὶ ὑπὲρ αὐτὸν πάσχειν. οἶμαι δὲ ὅτι καὶ οἱ Ἀπόστολοι ἐλλειπῆ πεισθέντες ἐλᾶι τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν Ρ πίστιν, εἰ καὶ ἐκ πίστεως οὑν οἱ κληρονόμοι, καὶ ἡ ἐπαγγελία, ἵνα κατὰ χάριν, οὐ δ᾿ αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος καθ’ ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται.
- 5.63
Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ.
- 5.64
Ὠριγένουσ. Ὅρα μήποτε ὡς “ Ἁβραὰμ παρ’ ἐλπίδα ἐπ’ “ ἐλπίδι ἐπίστευσεν,” οὕτω καὶ πάντες οἱ τῆς πίστεως Ἁβραὰμ υἱοὶ, παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι περὶ πάντων πιστεύουσιν. εἴτε περὶ ἀναστάσεως νεκρῶν, εἴτε περὶ τοῦ κληρονομήσειν βασιλείαν οὐρανῶν ἣ βασιλείαν Θεοῦ. ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει παρ’ ἐλπίδα ἐστιν· ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ Θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ, ἐπ’ ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. καὶ ἐπείπερ ὁ πιστεύων ἐπ’ ἐλπίδι πιστεύει, διὰ τοῦτο “ μένει πίστις, ἐλπὶς,” ἀφ’ ὧν γεννᾶται καὶ τὸ τρίτον μεῖζον τούτων ἡ ἀγάπη. καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν· προκοπῆς δὲ, τὴν ἐλπίδα, τελειότητος δὲ τὴν ἀγάπην. ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἁβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τινὰ τρόπον προσθέμενος Ἁβραὰμ ἔλαβε γυναῖκα τοὔνομα Χεττοῦραν, καὶ ἔτεκεν αὐτῷ μετὰ τὴν τελευτὴν Σάρρας, ἥτις ἔζησεν ἔτη ἑκατὸν εἰκοσιεπτά· πρεσβύτερος δὲ τῆς Σάρρας δεκαέτης εὑρίσκεται σαφῶς ὁ Αβραάμ. εἰ οὖν διὰ τὴν ἐπαγγελίαν, ὥς φασι τινὲς, ἐπαιδοποίησε τὸν Ἰσαὰκ, πῶς χωρὶς ἐπαγγελίας μετὰ ἑκατὸν εἰκοσιεπτὰ ἔτη ἔτεκε τοὺς ἀπὸ Χεττούρας. ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεκρώσαντος· ὅτε γάρ τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν. ὥστε τὴν τοῦ Ἰσαὰκ γένεσιν μὴ εἰναι ἀπὸ πυρώσεως, ἀλλ’ ἐξ ἐπαγγελίας Θεοῦ. ἄξιοι γὰρ γεγόνασι τὴν τούτου ἐπιγραφῆναι πατριάρχου γονεῖς.
- 5.65
Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ. Ωριγένουσ. Νῦν τὸ δι’ αὐτοῦ μόνου, ἀλλὰ καὶ τὸ δι’ ἡμᾶς, ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἁβραὰμ ἐντυχὸν ὁ Μωυσέως προγενέστερος τῷ μεταγενεστέρῳ αὐτοῦ γράμματι ὠφελήθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ περὶ ἡμῶν οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν. πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει “ ἐπὶ τὸν ἐγείραντα “ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν,” ὁ συνεγερθεὶς Χριστῷ· ὥστ’ ἃν εἰπεῖν “ καὶ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις “ ἐν Χριστῷ·” συνηγέρθη δὲ Χριστῷ ὁ σύμμορφος γενόμενος τῇ ἀναστάσει αὐτοῦ· καὶ διὰ τὸ συναποτεθνηκέναι συζῶν αὐτῷ· “ εἰ “ γὰρ συναποθάνωμεν, καὶ συζήσομεν.” συναπέθανε δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφ’ ἅπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ, συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆς περιπατῶν.
- 5.66
Απολιναρίου. Ἀνίστησι μὲν τὸν ἑαυτοῦ ναὸν ὁ Κύριος· ἐγήγερκεν δὲ αὐτὸν ὁ Πατὴρ ἐκ νεκρῶν, ὥσπερ τὰ πάντα διὰ τοῦ παιδὸς, οὕτω καὶ τοῦτο ἐργασάμενος.
- 6.1
Δικαιωθέντες οὖν ἐκ πίστεως — εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται.
- 6.2
Απολιναρίου. Ἀχώριστος τοῦ Πατρὸς Υἱὸς, προσαγόμενος ἡμᾶς πρὸς ἑαυτὸν, καὶ τῇ πίστει τὴν ἁγιάζουσαν χάριν ἐπινεἰμας, νείμας, αἴτιος γέγονε τοῦ προσαχθῆναι Θεῷ, συναφείας αἴτιος τοῖς διεστῶσι καταστὰς διὰ τῆς αὐτοῦ μεσιτείας. πρὸς μὲν τὸν Πατέρα τῇ θεότητι συνημμένος· πρὸς δὲ ἡμᾶς κατὰ τὴν ἀνθρώπότητα συναφθείς. ὥστε ὅσους κατὰ τὸ ἀνθρώπινον προσάγεται, τούτους κατὰ τὸ θεῖον προσάγει Θεῷ. ἑστηκέναι δὲ ἡμᾶς εἰπὼν ἐπὶ τῆς προσαγούσης Θεῷ χάριτος, ἐπάγει τῇ πίστει τὰ περὶ τῆς ἐλπίδος· δεικνὺς τὴν πίστιν, ὡς ἐν τῇ πρὸς Ἑβραίους γεγραπται, ἐλπιζομένων οὖσαν ὑπόστασιν πραγμάτων. καὶ φησὶν, “ ὅτι “ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ,” προσδοκῶντες τὴν θείαν ἐπαμφιέννυσθαι δόξαν, ἧς τύπος μὲν ἐν Μωϋσῇ, ἀληθεία δὲ ἐν Χριστῷ· ἐξεικονισμὸς δὲ εἰς ἡμᾶς. αἰτία δὲ τῆς τοιαύτης ἀποδοθησομένης ἡμῖν δόξης, ἡ παροῦσα χάρις. ὥσπερ γάρ τις τεχνίτης εἰσοικιζόμενος εἰς ἡμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον, χαρακτηρίζει νῦν καὶ μορφοῖ πρὸς ὁμοιότητα Χριστοῦ, δι’ ἀποκρυφῶν ἐνεργειῶν, μέχρι περ ἂν εἰδοποιηθὲν καὶ ἐπιτελεσθὲν, τὸ ὅταν ἐκλάμψῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος, ἧς Ἰωάννης λέγει, “ ἀδελφοὶ, “ νῦν τέκνα Θεοῦ ἐσμὲν, καὶ οὕπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν “ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.”
- 6.3
Μεγάλη δὲ ἡ τῆς ἐλπίδος βεβαιότης τῶν ἤδη καυχωμένων ὡς παροῦσι τοῖς μέλλουσι. καύχησιν γὰρ ἐπ’ ἀγαθῷ βεβαίως ὑπάρχοντι γίνεται· καὶ αὕτη ἦν ἡ μακαρία καύχησις, ἣν ὁ προφήτης Ἱερεμίας εἰσηγεῖται· “ μὴ καυχάσθω,” λέγων, “ ὁ πλούσιος ἐν “ τῶ πλούτῳ αὐτοῦ, ἀλλ’ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, “ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον,” καὶ τὰ ἑξῆς. καὶ οὐχ ὅτι πόνοι φησι καὶ θλίψεις πάρεισι, διὰ τοῦτο τὴν ἐπὶ τοῖς ἥξουσιν ἀγαθοῖς καύχησιν ἀμβλύνομεν, καὶ ταύτῃ μᾶλλον ἔτι καυχώμεθα συναίτιον τῆς τῶν ἀγαθῶν ἀπολαύσεως, εἰδότες τὴν τῶν πόνων ὑπομονήν. διὰ γὰρ θλίψεως ὑπομονὴ συνίσταται· ὁ δὲ ὑπομείνας, δόκιμος. ὁ δὲ δόκιμος παρὰ Θεῷ γενόμενος, ἐλπίζει ζεῖ ἔχειν τὰ παρὰ Θεοῦ. ὁ δὲ ἐλπίσας εἰς Θεὸν, οὐκ αἰσχυνθήσεται. εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις, γίνεται ὁδηγὸς ἐπὶ τὴν ἐλπίδα καθισταμένη· ἀσφαλῆ δὲ τὴν ἐλπίδα δείκνυσιν οὖσαν ἐπὶ τὸν ἠγαπηκότα ἡμᾶς Θεὸν γινομένην. τῆς δὲ ἀγάπης τεκμήριον τὴν τοῦ Πνεύματος δωρεάν· ἐξέχεε γὰρ ἐφ’ ἡμᾶς τὴν ἀγάπην ὁ τὸ αἷμα ἐκχέας. ἐξέχεε δὲ προηγουμένως τὸ Πνεῦμα q ἐνῴκισεν· ὡς καὶ αὐτὸς ὁ Σωτῆρ’ λέγει· “ ὅτι παρ’ ὑμῖν μένει· καὶ σὺν ἡμῖν ἔσται.”
- 6.4
r Χρυσοστόμου. Τί ἐστιν “ εἰρήνην ἔχωμεν;” τινές φασιν, ὅτι μὴ δὴ στασιάζωμεν εἰσαγαγεῖν. ἐμοὶ δὲ δοκεῖ περὶ πολιτείας ἡμῖν λοιπὸν διαλέγεσθαι. ἐπειδὴ γὰρ πολλὰ περὶ πίστεως διαλεχθεὶς καὶ τῆς διὰ τῶν ἔργων δικαιοσύνης αὐτὴν προὔθηκεν, ἵνα μήτις νομίσῃ ῥαθυμίας ὑπόθεσις εἰναι τὰ λεγόμενα φησὶν “ εἰ- “ρήνην ἔχωμεν” τουτέστιν, μηκέτι ἁμαρτάνωμεν, μὴ δὲ πρὸς τὰ πρότερα ἐπανερχώμεθα τοῦτο γάρ ἐστι πόλεμον ἔχειν πρὸς τὸν Θεόν. καὶ πῶς δυνατόν φησι, τὸ μηκέτι ἁμαρτάνειν; πῶς τὸ πρότερον ἐγένετο δυνατόν; εἰ γὰρ τοσούτων ὄντες ὑπεύθυνοι, πάντων ἀπηλλάγημεν διὰ τοῦ Χριστοῦ, πολλῷ μᾶλλον ἐν οἱ; ἐσμὲν, μεῖναι δι’ αὐτοῦ δυνησόμεθα· οὐ γάρ ἐστιν ἰσον μὴ οὖσαν εἰρήνην λαβεῖν, καὶ δοθεῖσαν κατασχεῖν. ἐπειδήπερ ἡ κτῆσις τῆς φυλακῆς χαλεπώτερον. ἀλλ’ ὅμως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη· οὐκοῦν ἔσται καὶ τὸ εὐκολώτερον ἡμῖν εὐκατόρθωτον, ἃν ἐχώμεθα καὶ ἐκεῖνα ἡμῖν ἠνυκότες. ἐνταῦθα δὲ οὐ τὸ εὔκολον αἰνίττεσθαί μοι δοκεῖ μόνον, ἀλλὰ καὶ τὸ εὔλογον. εἰ γὰρ αὐτὸς ἡμᾶς κατήλλαξε πολεμωμένους, εὔλογον μένειν ἐπὶ τοῖς καταλλαγεῖσι, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαχέναι τῷ s Πατρί
- 6.5
Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν.
- 6.6
Ἀπολιναρίου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ γὰρ ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἄν τις ἕλοιτο ταχέως ἀποθανεῖν, ἐννόησον τοῦ δεσπότου τὴν ἀγάπην, ὅταν μὴ ὑπὲρ ἐναρέτων αὐτὸς, ἀλλ’ ὑπὲρ ἁμαρτωλῶν καὶ ὠρῶν φαίνεται σταυρωθείς.
- 6.7
Ὠριγένουσ. Ὅπου μὲν ἀσθενεῖς ἣ ἁμαρτωλοὺς ὀνομάζει, καὶ ἑαυτὸν τοῖς τοιούτοις ἐμπεριλαμβάνει. ὅπου δὲ λέγει ἀσεβεῖς, οὐκέτι· καὶ τάχα εἰκότως ὁ ὑπὸ τὸν νόμον ὣν, ὃς ἠσθένει διὰ τῆς σαρκὸς, ἀσθενὴς μέν ἐστι καὶ ἁμαρτωλὸς, οὐ μὴν καὶ κατὰ τὴν συνήθειαν τῆς διαστολῆς τῶν γραφῶν, καὶ ἀσεβεῖς λεγόντων τῶν ὑπὸ νόμον ἁμαρτανόντων τῷ Θεῷ· καὶ γὰρ “ ἐὰν ἁμαρτάνωμεν, σοὶ “ ἐσμὲν, εἰδότες σου τὸ κράτος·” ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι ὑπὸ τὸν νόμον, τυγχάνουσιν· ἐπὰν ἐγκαταλιπόντες τὸν Θεὼ τῶν πατέρων, ζητοῦσι τοὺς θεοὺς τῶν ἐθνῶν. πρὶν δὲ προσελθεῖν ἡμᾶς θεοσεβείᾳ, ἀγάπη ἐν ἡμῖν οὐ συνειστήκει· πάντα γὰρ μᾶλλον ἣ Θεὸν ἀγαπῶμεν. ὅτε δὲ τοιούτων ἡμῶν ὑπαρχόντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, τότε συνέστη καὶ ὑπέστη ἐν ἡμῖν ἡ τοῦ Θεοῦ ἀγάπη, πάντων περιαιρεθέντων τῷ τοῦ Ἰησοῦ θανάτῳ ἀφ’ ἡμῶν τῶν ἐμποδιζόντων τῆ συστάσει τῆς εἰς ἡμᾶς τοῦ Θεοῦ ἀγάπης. κατὰ ταύτην οὖν τὴν διήγησιν τοῦ “ αυνίστησιν” ἀκουστέον, συνιστάντος καὶ ὑφιστάντος τοῦ Θεοῦ ἐν ἡμῖν τὴν ἑαυτοῦ ἀγάπην, τὴν οὐδενὸς ἑτέρου κυρίως, ἢ αὐτοῦ τοῦ Θεοῦ τυγχάνουσαν.
- 6.8
Τοῦ Αὐτοῦ. Οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον, ὡς προσοικειωθέντες τῷ Θεῷ σεμνυνόμεθα τὰ κατὰ τὸν δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἤμων γενόμενος, τὴν εἰρήνην ἐπραγματεύσατο·
- 6.9
Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ.
- 6.10
Ἀνώνυνον. Τὸ “ οὐ μόνον,” περὶ τὴν τῶν προειρημένων εἴρηται ἀπόδειξιν. θαρσεῖν γὰρ πάρεστι, φησὶ, καὶ ταύτῃ περὶ τῶν εἰρημένων, ἣ καυχώμεθα ἐν τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. εἰσὶ δὲ δυνάμεις καὶ χαρίσματα τῶν ἰαμάτων, ἃς ἐπιτελοῦντες οἱ Ἀπόστολοι, πίστιν τῷ κηρύγματι παρείχοντο μεγάλην· καλῶς δὲ τὸ καύχημα εἶπεν ἔχειν ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οἱ μὲν γὰρ ἐξ ἔργων νόμου τι κτώμενοι, ἐφ’ ἑαυτοῦ ἔχειν εἴρηται τὸ καύχημα· οἱ δὲ ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δικαιούμενοι, ἐν τῷ Θεῷ τὸ καύχημα ἔχουσι· τῷ δωρουμένῳ διὰ Ιησοῦ Χριστοῦ τὰ πλούσια χαρίσματα τῶν ἰαμάτων, ἀρραβὼν τυγχάνοντα τῆς μελλούσης χαρᾶς. πιστοποιεῖται ἡμᾶς καὶ τῆς ὀργῆς ῥυθησομένους διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ σωθησομένους ἐν τῇ ζωῇ αὐτοῦ. αὐτὸ δὲ τοῦτο καὶ τῆς πρὸς τὸν Θεὸν καταλλαγῆς σημεῖον εἶναί τι ὑπὲρ ἁμαρτωλῶν ἀποτεθνηκέναι, οὐ πάντων, φησὶν, ἀνθρώπων ἀσεβῶν τυγχανόντων. οὐ γὰρ Αβραὰμ, ἣ οἱ προφῆται ἢ πάντες οἱ κατὰ νόμον πολιτευσάμενοι ἀσεβεῖς. ἀλλὰ τῶν μὲν ὡς ἁμαρτωλῶν, τῶν δὲ καὶ ὡς ἀσεβῶν· ἵνα πᾶς μὲν ἀσεβὴς καὶ ἁμαρτωλὸς ᾖ, οὐ μὴν τοὐναντίον· ἐπὶ πλεῖον μὲν ἡ ἁμαρτία· ἡ δὲ ἀσέβεια ἐπ’ ἔλαττον· καὶ διὰ τοῦτο καὶ ὁ Ἀπόστολος ἐν πρώτοις εἰρηκὼς Χριστὸν ὑπὲρ ἀσεβῶν ἀποτεθνη- κέναι, ὕστερον ἐπιδιορθούμενος ἑαυτὸν, τὸ καθολικὸν ἐπείπει. ἀσε- βῶν οὖν φησὶ τῶν ἐθνῶν, οὐ μὴν τὸ καθολικὸν ταύτῃ δηλοῦται· ἀλλ’ ἐν τῷ εἰπεῖν· “ἔτι γὰρ ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς “ὑπὲρ ἡμῶν ἀπέθανc” τὸ ὑπὲρ πάντων αὐτὸν ἀποτεθνηκέναι λοῦται σαφῶς ἐνταῦθα.
- 6.11
Ἄλλ εἰ καὶ τοῦτό τις παραδέξαιτό, φησι, πιθανῶς εἰρημένον, πῶς οὐκ ἃν ἐπιζητήσειεν, τίνα τρόπον ἁμαρτωλὸς ἃν λέγοιτο ὀρθῶς ὁ Αβὲλ, ὁ καὶ ὑπ’ αὐτοῦ τοῦ Κυρίου δίκαιος κεκλημένος ; ἣ αὖ ὁ μετατεθεὶς τοῦ μὴ ἰδεῖν θάνατον Ἑνώχ; ἣ οἱ λοιποὶ πάν. τες, οἱ ὑπὸ τῆς θείας γραφῆς χρηματίσαντες “ὧν οὐκ ἦν ἄξιος ὁ ’* κόσμος ; ’ φαμὲν οὖν, τῶν ἁμαρτημάτων, τὰ μὲν κατὰ διάνοιαν ε7ναι μόνον· τὰ δὲ καὶ εἰς ἐνέργειαν ἔρχεται· τὸ γὰρ μηδὲ μέχρις ἐνθυμήσεως λογίσασθαι τὸ πονηρὸν, τὴν ἡμετέραν ἴσως ἐκπέ- φευγε δύναμιν· τὰ μὲν οὖν εἰς ἐνέργειαν ἥκοντα, τὴν νομίζομεν ἐπισεσημειῶσθαι γραφήν· τὰ δὲ μέχρις ἐνθυμήσεως, ἣ καὶ τὴν ἡμετέραν ἐκφεύγοντα διάνοιαν, ἃ δὴ κρύφια ὠνόμασεν ὁ Δαβὶδ, οὐκ ἠξιῶσθαι ὑπονοοῦμεν ἐν αἰτίας μέρει τεθεῖσθαι, καὶ ὅλως ἀναγεγράφθαι. καὶ ἴσως οὐ τὰ ἐνθυμήματα ἔκρινεν ὁ νόμος, ἀλλὰ τὰ ἀποτελέσματα, ἃ καὶ ἠλέγχοντο ὁμολογεῖν ἄνθρωποι κἂν γὰρ ὁ νόμος *’ οὐκ ἐπιθυμήσεις λέγει, οὐ τὴν ἐπιθυμίαν, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα κρίνει. καὶ ἴσως ταύτῃ πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὡς μὴ μόνον τοῦ τὰ ἄτοπα μὴ πράσσειν δύναμιν κεκτῆσθαι, ἀλλὰ καὶ τοῦ μὴ ἐνθυμεῖσθαι τὰ φαῦλα. οὐ γὰρ ἃν ἐπέτασσεν ὁ Ἰησοῦς, α ἐρρέθη,” λέγων, ** τοῖς ἀρχαίοις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέπων ** γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ *’ καρδίᾳ αὐτοῦ.” καὶ περὶ φόνου καὶ πληγῶν ὡσαύτως καὶ τῶν παραπλησίων.
- 6.12
Τῶν οὖν μοχθηρῶν ἐνθυμήσεων καθαρεύειν βουλόμενος τοὺς ἑαυ- τοῦ μαθητὰς, δύναμιν αὐτοῖς ἐνέθηκεν ἀναστὰς ἐκ νεκρῶν τὴν τοῦ Ἀγίου Πνεύματος χάριν, τοῦ μὴ ἀναβαίνειν ἐπὶ τὰς καρδίας αὐτῶν ἐνθυμήσεων φαντάσματα· καὶ ταύτῃ καὶ ὑπὲρ τῶν ιἡιαρ- τωλῶν ἀπέθανεν, ἵνα καὶ τοὺς τοιούτους καὶ τοὺς ὀλίγῳ πρόσθεν εἰρημένους ὁ θάνατος αὐτοῦ καθαρεύσῃ, πιστεύοντας εἰς τὸν θάνατον αὐτοῦ καὶ εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν. τοῦτο φανερώτερον ὁ Ἀπόστολος ἐδήλωσεν ἐν τῇ πρὸς Ἐφεσίους λέγων, ” οἱ ἄνδρες “ ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε “ τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν “ ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι.” εἰτα βουλόμενος διατάξαι τίς ἁγιασμὸς, ἐπιλέγει γράφων, “ ἵνα παρα- “ στήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, “ ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ’ ἵνα ᾐ ἁγία καὶ ἄμωμος·” καὶ διὰ τοῦτο οὐδεὶς λέγεται τετελειῶσθαι, πρὸ τοῦ τὸν Κύριον παθόντα, καὶ τῶν τοιούτων σπίλων καὶ ῥυτίδων καθάρσιον γενέσθαι τοῦ γένους ἤμων.
- 7.1
Περὶ εἰσαγωγῆς τοῦ πρὸς σωτηρίαν ἡμῶν ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἀντὶ τοῦ πεσόντος ἐξ ἀρχῆς γηγενοῦς Ἀδάμ.
- 7.2
Κυρίλλου. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἀξιάγαστον ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπησιν, ἣν εἰς ἡμᾶς ἐπεδείξατο, καθιστὰς ἐναργῆ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ πέρας καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος παρεκόμιζεν εἰς ἀπόδειξιν, ὧδέ πη λέγων· “ οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ “ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλλη- “ τᾶι, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” ἔδωκε γὰρ ὁ Θεὸς ἀληθῶς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν. ἐκλελυτρώμεθα δὲ ἡμεῖς, ἀπηλλάγμεθα θανάτου καὶ ἁμαρτίας· οὐ γὰρ ἑκατέρου τινος χάριν γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ἵνα τὸν τῆς σαρκὸς θάνατον ἀνατλὰς, θριαμβεύσῃ μὲν ἀρχὰς καὶ ἐξουσίας· καταργήσῃ δὲ καὶ αὐτὸν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Σατανᾶν, καὶ ἀνέλῃ μὲν τὴν φθορὰν, ἀποστήσῃ δὲ σὺν αὐτῇ καὶ τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν, ἄπρακτόν τε οὕτως ἀποφήνῃ λοιπὸν τὴν ἀρχαίαν ἐκείνην ἀρὰν, ἣν ἡ τοῦ ἀνθρώπου φύσις ὑπέμεινεν ἐν Ἀδὰμ, ὡς ἐν ἀπαρχῇ τοῦ γένους, καὶ ὡς ἐν ῥίζῃ τῇ πρώτῃ.
- 7.3
Παραβὰς γὰρ τὴν ἐντολὴν ὁ Ἀδὰμ, προσκέκρουκε τῷ δημιουργῷ. ταύτῃ τοι γέγονε καἰ ἐπάρατος καὶ θανάτῳ κάτοχος. ὀλοτρόπως δὲ ἀπολωλότας κατελέησε πάλιν ὁ τῶν ὅλων δεσπότης. καθήκετο γὰρ ἐξ οὐρανῶν ὁ Υἱὸς ἀνιεὶς ἐγκλήματα, δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ, μεταχαλκεύων ὡς Θεὸς τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσία,., καὶ ἀνακομίζων εἰς τὸ ἀπαρχῆς· “ καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή. γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ αὐτοῦ γεγονόσι· πρόξενος δὲ μᾶλλον καὶ δοτῆρ’ τῆς πρὸς ἓν οἰκειότητος δι’ ἁγιασμοῦ τε καὶ ἀφθαρσίας, καὶ τῆς ἐν πίστει δικαιοσύνης. ταῦτα ἡμῖν ὁ σοφὸς ἐξηγεῖται Παῦλος διὰ τῆς προκειμένης ῥήσεως. οὐκοῦν “ ὡς δι’ ἑνὸς ἀνθρώ- “ που,” φησιν, “ ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς “ ἁμαρτίας ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον.” εἰσέδυ μὲν γὰρ, ὡς ἔφην, διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐν τῷ πρωτοπλάστῳ καὶ ἐν τῇ τοῦ γένους ἀρχῇ· εἶτα ὅλον ἐφεξῆς κατενεμήθη τὸ γένος. ἀλλὰ καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς δράκων ἰσχύσας ἐν Ἀδὰμ τοῖς τῆς φαυλότητος τρόποις βατὴν s ἤργασται τὴν ἀνθρώπου διάνοιαν· πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. ἐκ προσώπου δὴ οὖν γεγονότες τοῦ Παναγίου Θεοῦ, διάτοι τὸ ἐπιμελῶς ἐγκεῖσθαι τὴν ἀνθρώπου διάνοιαν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, ἀλογώτερον διεζῶμεν βίον. καὶ κατέπιεν μὲν ὁ θάνατος ἰσχύσας, ὡς ὁ προφήτης φησίν· “ ἐπλάτυνε δὲ καὶ ὁ Ἅιδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ “ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.” ἐπειδὴ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως γεγόναμεν μιμηταὶ, καθὸ πάντες ἥμαρτον, ταῖς ἴσαις ἐκείνῳ δίκαις ὑπενενήγμεθα· ἀλλ’ οὐ μεμένηκεν ἀνεπικούρητος ἡ ὑπουρανόν· καθήρηται γὰρ ἡ ἁμαρτία· πέπτωκεν ὁ Σατανᾶς· κατήργηται δὲ καὶ ὁ θάνατος.
- 7.4
Ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ.
- 7.5
Κυρίλλου. Ὁ νόμος διὰ Μωϋσέως, ἔλεγχος ἦν, ὡς ἔφην, τῆς τῶν πταιόντων ἀσθενείας, οὐ λυτικὸς ἁμαρτίας, κατεργάζετο δὲ μᾶλλον ὀργήν. ἦν γὰρ ἀνάγκη τοὺς παραβαίνοντας ταῖς ἐν νόμῳ διωρισμέναις ὑποφέρεσθαι δίκαις. οὗ δὲ δὴ ὅλως παραβάσεως τρό- πος, ἔκει που πάντως καὶ ἁμάρτια· καὶ εἴπερ ἐστιν ἁμάρτια θανάτου πρόξενος, πᾶσα πῶς ἀνάγκη συνερρῶσθαι λέγειν αὐτῇ καὶ τὸν ἐξ αὐτῆς ἀναφέντα t θάνατον· καθῃρημένη τε πάντως συγκατασείεσθαι· καὶ οἷά περ ἰδίᾳ συνδιόλλυσθαι μητρί. ἦν οὖν ἄχρι νόμου ἁμαρτία, φησιν, ἐν κόσμῳ κειμένου γὰρ ἔτι τοῦ νόμου, καὶ τὰ τῆς παραβάσεως ἐγκλήματα κατὰ τῶν πταιόντων ἐκρατύνετο· ἀργοῦντος δὲ ἤδη, πέπαυται σὺν αὐτῷ τοῦ παραβαίνειν ἡ γραφή. πεπαυμένης δὲ τῆς ἁμαρτίας, ὡς ἔφην, συμπεπαύσεται καὶ ὁ θάνατος.
- 7.6
Τοῦ αὐτοῦ. Ἀλλ’ εἰ τοῦτο τίνα τρόπον φαίη τις ἃν, κατεκράτησε τῶν ἐπὶ τῆς γῆς καὶ πρὸ νόμου θάνατος.
- 7.7
Τοῦ αὐτοῦ. Εἰ γὰρ καὶ τινες οὐ γεγόνασι ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχοι, διάτοι τὸ μήπω τεθεῖσθαι τὸν νόμον, ἀλλ’ ὑπέδυσαν καὶ αὐτοὶ τὴν φθορὰν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅμοιον ὡς εἰ λέγοι τυχὸν, ἐπιτρέχοντος τοῦ θανάτου καθ’ ὁμοιότητα τὴν Ἀδάμ τὸ ἐξ αὐτοῦ πᾶν γένος, ὥσπερ φυτοῦ παθόντος βλάβος εἰς ῥίζαν, πᾶσά πὼς ἀνάγκη τοὺς ἐξ αὐτοῦ γεγονότας μαραίνεσθαι κλῶνας· τύπον γέ μὴν αὐτὸν τοῦ μέλλοντος εἶναί φησι, τουτέστι Χριστοῦ· καίτοι παραγεγονότος ἤδη καὶ τῆς μετὰ σαρκὸς οἰκονομίαν διαπεράναντος τὸ μυστήριον· πῶς οὐν μέλλοντα καλεῖ; φαίη τίς ἃν ἴσως· παραθεὶς γὰρ ἡμῖν τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν τῆς παραβάσεως διαμνημονεύσας καιρῶν, ὡς μετ’ αὐτοὺς παρεσόμενόν τε καὶ ἔσχατον Ἀδὰμ ὠνόμασε τὸν Χριστόν· προώριστο μὲν γὰρ ὡς ἐν θελήσει τε καὶ προμηθείᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, σωτήρ τε καὶ λυτρωτής. ἐπέφανε δὲ καιροῖς ἰδίοις καθ’ οὓς ἠθέλησεν ὁ δυνάστης οὗτοι δὲ εἰσὶν οἱ ἐν ἐσχάτοις καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ παρόντος αἰῶνος. οὐκοῦν τεθεικὼς εἰς τύπον τοῦ πρώτου τὸ δεύτερον, μονονουχὶ καὶ διαπυνθάνεται τὸν ἀκροώμενον, ὡς ἐν ὑποστιγμῇ τε καὶ ἐρωτήσει λέγων τὰ ἑξῆς.
- 7.8
Γενναδίου. Ταύτης ἡμῖν φησὶ τῆς ἐν τούτῳ τῷ κόσμῳ ζωῆς τῆς ἁμαρτεῖν τε καὶ ἀποθανεῖν ἐπιδεχομένης, καὶ διὰ τοῦτο καὶ νομοῦ δεομένης εἰκότως τοῦ τὴν ἁμαρτίαν ὑποδεικνύντος τε καὶ ἀπαγορεύοντος, ἦρξε πρῶτος ὁ Ἀδὰμ, ἅτε πρῶτος καὶ γενόμενος καὶ παρανόμησας. τῶν οὖν ἐξ αὐτοῦ κατὰ διαδοχὰς τικτομένων, πάντες ἀπέθνησκον ὡς εἰκὸς τοῦ προπάτορος κληρονομοῦντες τῆς φύσεως· ἀλλὰ τῶν ἀποθνησκόντων τούτων οἱ μὲν δι’ ὧν καὶ αὐτοὶ παρηνόμουν, ἠπείγοντο τῷ θανάτῳ· οἱ δὲ διὰ μόνην τοῦ Ἀδὰμ τὴν κατάκρισιν, οἷον ἡ τῶν νηπίων μερίς· διὰ τοῦτο νῦν μὲν φησὶν εἰς πάντας ἀνθρώπους εἰσῆλθεν ὁ θάνατος, ἐφ’ ᾧτ’ πάντες ἥμαρτον· ἀντὶ τῶν πολλῶν λέγων τοὺς πάντας ὥσπερ αὐτοῖς u μετὰ ταῦτα· “ εἰ “ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” τοὺς πολλοὺς ἀντὶ τῶν πάντων φησι· “ νῦν δὲ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ “ Ἀδὰμ μέχρι Μώσεως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας·” οἱ γὰρ οὔτε πράξεως, οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντὸς, πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, τοιοῦτον ἐστιν·
- 7.9
Ὁ μακάριος Παῦλος ἀπὸ τῶν κατὰ Χριστὸν πολλάκις ἡμῖν διαλέγεται· ὡς μετὰ τὴν φανέρωσιν τοῦ Σωτῆρος, οὐκέτι τῆς παλαῖας κρατούσης ἀλλὰ τῆς καινῆς καταστάσεως. ἐν μὲν οὐν τῇ παλαίᾳ σαρκικοῖς οὖσιν ἡμῖν καὶ ὑποκειμένοις μαθήμασιν, ἀναγκαίαν εἶναι τὴν δόσιν τοῦ νόμου συνέβαινε ταῖς τῶν τιμωριῶν ἀπειλαῖς ἀνακόπτοντος ἡμῶν τῆς φύσεως τὰς πρὸς τὴν ἁμαρτίαν ὁρμάς· καινοῖς δὲ γενομένοις ἐν Χριστῷ καὶ δικαίοις, τουτέστι τὴν διὰ τῆς ἁμαρτίας παλαίωσιν ἐπιδεχομένοις οὐκέτι, περιττὸς παντάπασιν ὁ νόμος ἐστί. διὰ τοῦτο λέγει, “ δικαίῳ “ νόμος οὐ κεῖται· καὶ ὑμεῖς οὐκ ἐστὲ ὑπὸ νόμον.’ διὰ τοίνυν τοῦ “ ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ” τοῦτο λέγει, ὅτι ἕως οὑ φύσεως ἦμεν σαρκικῆς τε καὶ παθητικῆς, καὶ διὰ τοῦτο ὑπὸ νόμον εἶναι χρηζούσης, τῇ ἁμαρτίᾳ κατεκρατούμεθα· πολιτευομένης αὐτῆς ἐν τῷ κόσμῳ παντί· ἀναιρεθέντος μέντοι τοῦ νόμου, διὰ τὸ πνευματικοὺς γενομένους πρὸς δικαίωσιν ἡμᾶς ἐν Χριστῷ μετελθεῖν, συνανῄρηται καὶ ἡ ἁμαρτία. οὐ γὰρ ἐλλογεῖται λοιπὸν, μὴ ὄντος νόμου·
- 7.10
Ὁ τοίνυν σύμπας, ὡς ἃν ἐν κεφαλαίῳ τίς εἴποι, τῆς ῥήσεως ταύτης νοῦς οὗτός ἐστι. παρέχει πᾶσιν ἡμῖν ἡ κατὰ Χριστὸν χάρις, τὸ βεβαίως αὐτῇ πεπιστευκότας καυχᾶσθαι. καὶ διὰ τοῦτο ὅτι οὐδὲν ἀπεικὸς, ἀλλὰ καὶ σφόδρα γε εὔλογον ἄρξαι τοῦτον ἡμῖν τῆς ἀθανάτου καὶ δικαίας ζωῆς· ὃν τρόπον ἦρξεν ἡμῶν τὸ πρότερον ὁ Ἀδὰμ τῆς φθαρτῆς τε καὶ παθητικῆς. εἰ γὰρ ἐκείνῳ πταίσαντι καὶ κατακριθέντι τελευτῇ, οἱ μετ’ αὐτὸν ἐξ αὐτοῦ κεκοινωνήκαμεν ἅπαντες, οἱ μὲν, καὶ αὐτὸ προσεφαμαρτάνοντες τὸ παρανομεῖν· οἱ δὲ ἀπὸ μόνης κατὰ τὸ συγγενὲς τῆς ἐκείνου κολάσεως· πῶς οὐκ ἀντίρρητον τῷ t καὶ τῷ δεσπότῃ Χριστῷ κατὰ τὸ ἀνθρώπινον πολιτευσαμένῳ καὶ κατορθώσαντι καὶ κομισαμένῳ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὴν ἀμείνονα λῆξιν. διὰ τοῦτο γάρ, φησιν, αὐτὸν ὁ Θεὸς ὑπερύψωσεν τοὺς ἑνουμένους αὐτῷ διὰ πίστεως, καὶ καταξιουμένους τῆς τοῦ Πνεύματος ἐνοικήσεως, τοῦ πρῶτον αὐτὸν ἐκεῖνον ἐγείραντος ἐκ νεκρῶν, κοινωνεῖν αὐτῷ τῆς ἀκηράτου ζωῆς, ἀντὶ σαρκικῶν γενομένους πνευματικοὺς·
- 7.11
Ἀλλ’ “ ἐβασίλευσέ,” φησιν, “ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι “ Μώσεως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς “ παραβάσεως Ἀδάμ.” ἀντὶ τοῦ, καθ’ ὃν τρόπον παραβεβηκότος Ἀδὰμ, ὁ θάνατος ἐβασίλευσεν, οὕτω καὶ τῶν ἐξ αὐτοῦ μετ’ αὐτὸν γενομένων, ἡμαρτηκότων τε καὶ οὐχ ἡμαρτηκότων ὁμοίως. τὸ δὲ “ μέχρι Μωσέως” ταὐτόν ἐστι τὸ ἄχρι γὰρ νόμου· Μωσέα γὰρ νῦν, οὐκ ἰδικῶς τὸ πρόσωπον τοῦ ἀνδρὸς, ἀλλὰ τὸ πρᾶγμά φησι, τὸν νόμον ἐκ τοῦ νομοθέτου καλῶν· οὕτω καὶ ἐν τῇ πρὸς Κορινθίους “ ἕως ἀναγινώσκηται Μωσῆς,” τουτέστιν ὁ νόμος ὁ διὰ Μώσεως δοθεὶς, ὅς ἐστι τύπος τοῦ μέλλοντος. ἐτυποῦτο δὲ ἄρα, φησιν, ἐν τοῖς περὶ τὸν Ἀδὰμ, καὶ προδιεγράφετο τὰ μετέπειτα γενησόμενα· ταῦτα δὴ τὰ κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἔδει γὰρ ἴσως γενέσθαι τὸν μὲν “ πρῶτον ἄνθρωπον Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, “ τὸν δὲ ἔσχατον Ἀδὰμ, εἰς πνεῦμα ζωοποιοῦν.” ἐπειδὴ γοῦν, “ ὁ μὲν πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ὁ δὲ δεύτερος “ ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ,” ἀνάγκη “ κατὰ μὲν τὸν χοικὸν “ εἶναι τοὺς χοικούς· κατὰ δὲ τὸν ἐπουράνιον τοὺς ἐπουρανίους. “ καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, οὕτω δήπου καὶ τὴν “ εἰκόνα τοῦ ἐπουρανίου φορέσομεν.” ἀκολούθως ἐκ τῶν ὑποδεεστέρων ἀναβιβαζόμενοι πρὸς τὰ ὑπάρχοντα.
- 7.12
Διοδώρου. Προειπὼν ὅτι ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ Ἀδὰμ, ἐπὶ τῇ ἀποφάσει τοῦ θανάνου καὶ οἱ λοιποὶ πάντες ἥμαρτον, πιστοῦται. ὅτι ἥμαρτον, ἐκ τοῦ ἐπάγειν· “ ἄχρι γὰρ νόμου ἁμαρτίᾳ ἦν ἐν κόσμῳ.” μὴ γὰρ νομίσητέ, φησιν, ὅτι οὐκ ἢν ἁμαρτία ἕως τοῦ νόμου τοῦ Μωσαϊκοῦ. εἰ δὲ ἐνελογεῖτο ἁμαρτία ἀνθρώποις, ἦν γὰρ καὶ ἐνελογεῖτο, ἐπεὶ καὶ νόμος ἦν· ποῖον οὖν νόμον ἐμφαίνει; τὸν φυσικὸν, καθ’ ὃν κινούμεθα διακρίνοντες τὰ βελτίονα καὶ τὰ χείρονα· περὶ οὗ νόμου ἤδη ἔφησεν, “ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ του νόμου ποίῃ, οὐτῶ νόμον μὴ ἔς, ἑαυτοῖς εἰσι “ νόμος,” ἀλλ’ ὡς ὄντων, φησὶν, ἁμαρτημάτων, καὶ ἐμπολιτευομένων, ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς θέσεως τοῦ νόμου, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας μηδὲ παραβεβηκότας ἐντολὴν Θεοῦ κατὰ τὸν Ἀδάμ· ἀλλὰ νόμον φύσεως παραχαράξαντας. τὸ δὲ, “ ὅς ἐστι τύπος τοῦ μέλλοντος,” τουτέστι τύπος τοῦ Χριστοῦ ὁ Ἀδὰμ, οὐ κατὰ τὴν ἁμαρτίαν, ἣ τὴν δικαιοσύνην, κατὰ γὰρ ταῦτα ἐναντίως ἔσχον, ἀλλὰ κατὰ τὸ προῆρχθαι. ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδάμ διεδόθη εἰς πάντας ὁ θάνατος, οὕτως ἀπὸ τοῦ Χριστοῦ διεδόθη εἰς πάντας ἡ ζωή. ἔστι δὲ τύπος καὶ καθ’ ἕτερον λόγον. ὥσπερ γὰρ ὁ Ἀδὰμ κεφαλὴ ἦν τῆς Εὔας, καθὸ ἀνὴρ, οὕτω καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καθὸ νυμφίος αὐτῆς ἀνηγόρευται· ὡς καὶ ὁ Ἀπόστολός φησιν, “ ἀντὶ τούτου καταλείψει “ ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθή- “ σεται πρὸς τὴν γυναῖκα αὐτοῦ· τὸ μυστήριον τοῦτο, μέγα ἐστιν· “ ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν.”
- 7.13
Θεοδώρου. Οὐδὲ γὰρ ὁ νόμος ἐπεισελθών, φησι, τὴν ἁμαρτίαν ἔλυσεν· ἀλλ’ ἄχρις ἢν τε ὁ νόμος καὶ ἐπολιτεύετο καὶ ἐκράτει παρὰ τοῖς ἀνθρώποις, ἐλάμβανε καὶ τὰ τῆς ἁμαρτίας προσθήκην· οὐδὲν πρὸς τοῦτο τῆς τοῦ νόμου θέσεως συμβαλέσθαι δυνηθείσης αὐτοῖς· καὶ πρὸς ἀπόδειξιν τοῦ προκειμένου ἐπάγει, “ ἁμαρτία δὲ “ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.” τοσοῦτον γὰρ ἀπεῖχεν ὁ νόμος, φησὶ, τοῦ τὴν ἁμαρτίαν ἀνελεῖν, ὥστε οὐδ’ ἃν γένοιτο ἁμαρτία, εἰ μὴ νόμος εἴη. νόμον δὲ νῦν καλεῖ τὴν ἥντινα δήποτε διάκρισιν· εἴτε ἀπὸ φύσεως, εἴτε ἀπὸ θέσεως ἐγγινομένην· μὴ γὰρ οὔσης τῆς διακρίσεως οὐκ ἄν τις λέγοιτο ἁμαρτάνειν ἁμαρτίαν· εἰ δὲ ὁ τὸ φαινόμενον κακὸν καὶ διακεκριμένον ἀπὸ τοῦ καλοῦ μετιὼν, ἀλλὰ τοῦτο μὲν, εἰς αὔξησιν τοῦ ἐφ’ ᾧ πάντες ἥμαρτον, τέθεικεν. ἐχόμενος δὲ τῆς οἰκείας ἀκολουθίας, ἐπήγαγεν, “ ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος “ ἀπὸ Ἀδὰμ μέχρι Μώσεως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν “ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅς ἐστι τύπος τοῦ μέλ- “ λοντος.”
- 7.14
Τὸ μὲν οὖν “καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι “ τῆς παραβάσεως Ἀδὰμ,” τοῦτο λέγει, ὅτι ὁ θάνατος ἐκράτησεν ἁπάντων τῶν ὁπωσδήποτε ἡμαρτηκότων. οὐ γὰρ ἐπειδὴ οὐχ ὅμοιον ἦν τὸ τῆς ἁμαρτίας εἶδος τό τε τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν ἀνθρώπων, θανάτου γεγόνασιν ἐκτὸς οἱ λοιποί· ἀλλ’ ὑπὲρ ὧν ἡμάρτανον ὁπωσδήποτε, τοῦ θανάτου τὴν ἀπόφασιν ἐδέξαντο πάντες. οὐ γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης ἁμαρτίας· ἔστι δὲ ἐν τῷ πᾶν ἀπὸ τοῦ, “ οὐ μόνον δὲ ἀλλὰ καὶ καυ- “ χώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” οὐ λέγει γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης ἁμαρτίας. λέγει γὰρ ὅτι οὐκ ἐπὶ τούτῳ μόνον καυχώμεθα, ὅτι διὰ τοῦ Χριστοῦ κατήλλαξεν ἡμᾶς ὁ Θεὸς ἑαυτῷ, ἀλλ’ ὅτι καὶ πάντα δὴ τὰ παλαιὰ ἔλυσε κακά. ποῖα ταῦτα; ἡμαρτηκότος γὰρ τοῦ Ἀδὰμ, καὶ μὴν καὶ θνητοῦ διὰ τοῦτο γεγονότος, ἥτε ἁμαρτία πάροδον ἔλαβεν εἰς τοὺς ἑξῆς, καὶ ὁ θάνατος πάντων ἐκράτει τῶν ἀνθρώπων ὡς εἰκός· πάντων γὰρ ἡμαρτηκότων, εἰ καὶ μὴ παραπλησίαν τῷ Ἀδὰμ ἁμαρτίαν, ἀλλ’ οὖν γε ὁπωσδήποτε, τῶν μὲν οὕτω, τῶν δὲ οὕτω· ἀνάγκη καὶ τὸν θάνατον ἦν κρατεῖν ἐφ’ ἁπάντων ὁμοίως· ἀλλ’ οὐδὲ ὁ νόμος ἐπεισελθὼν ἀνελεῖν αὐτὴν ἐπὶ τῶν ἀνθρώπων ἐδυνήθη· τοὐναντίον μὲν οὖν καὶ ἡ τοῦ ἁμαρτάνειν ἀφορμὴ ἐντεῦθεν ἡμῖν ἐπεγίγνετο· τῷ μηδὲ οἷόν τε εἶναι ἁμάρτημα κρίνεσθαι νόμων ἐκτός· ὄντων δὲ τῶν καθ’ ἡμᾶς ἐν τούτοις ὡς μηδεμίαν τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ὑποφαίνεσθαι ἐλπίδα, λύσιν ἁπάντων ὁ Χριστὸς εἰργάσατο τῶν κακῶν. διὸ συντόμως ἐπήγαγε τὸ “ ὅς ἐστι τύπος τοῦ μέλλοντος·” ἵνα εἴπῃ ὅτι ἐγένετο δὲ τὰ κατὰ τὸν Ἀδὰμ τύπος τῶν κατὰ Χριστόν. ἐπειδὴ ὥσπερ δι’ ἐκείνου τῶν χειρόνων ἡ πάροδος ἐγένετο, οὕτω διὰ τούτου τῆς τῶν κρειττόνων ἀπολαύσεως τὴν ἀφορμὴν ἐδεξάμεθα.
- 7.15
Ακακίου. Οὐχ ἁπλῶς εἴρηκε “ καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας·” ἄντικρυς γὰρ ἐναντίον ἢν τῷ ἀλλαχοῦ αὐτῷ εἰρημένῳ· τῷ “ πάν- “ τες γὰρ ἥμαρτον,” ἀλλ’ “ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ “ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ·” τουτέστι καὶ ἐπὶ τοὺς μὴ διὰ τοῦ φαγεῖν ἀπὸ τοῦ ἐν τῷ παραδείσῳ ξύλου ἁμαρτῶντας. ἐκ τούτου δὲ ἴσως ἄν τις κατασκευάσῃ, ἀλλὰ περὶ ἑνὸς καὶ μόνου τοῦ Ἀδάμ· εἰ γὰρ περὶ τοῦ κοινοῦ ἀνθρώπου γεγραμμένον ἦν τὸ περὶ τῆς παραβάσεως γράμμα, οὐκ ἃν ἐνταῦθα ἐλέγετο “ καὶ ἐπὶ “ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως “ Ἀδάμ.”
- 7.16
Φωτίου. “ Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μεχρὶ “ Μωϋσέως.” τριά ἐστιν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρατεθεῖσιν, ὁμοιότης τις, ἐναντιότης, ὑπερβολή. κατὰ τὴν ὁμοιότητα ἐναντιότης μὲν, ἁμαρτία, ἀναμάρτητον· ἔχθρα πρὸς Θεὸν, καταλλαγὴ πρὸς Θεόν· κατάκριμα, δικαίωμα· ἀπώλεια καὶ πτῶμα μὰ καὶ θάνατος, σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις. ἡ μὲν οὖν ἐναντιότης ἐν τούτοις· ἡ δὲ ὁμοιότης, ὥσπερ δι’ ἑνὸς τοῖς πᾶσιν ἐπιγέγονεν· ἡ δὲ ὑπερβολὴ, ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν, τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν, ἐπὶ δὲ τῶν ἀμεινόνων οὐδεὶς συνέπραξεν, ἀλλὰ μόνον τοῦ ἑνὸς Χριστοῦ τὸ χάρισμα γέγονεν. ὥστε οὐχ ὁμοίως καὶ ἐπίσης, ἀλλὰ καθ’ ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιότης· πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων, οὐκ ἀνῃρέθη μόνον ταῦτα, ὅπερ ὡς ἐναντίοις ὅμοιον καὶ ἀνάλογον, ἀλλὰ καὶ ἐπεδόθη παρὰ Χριστοῦ τὰ ἀμείνω· ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησιν.
- 7.17
Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα.
- 7.18
Κυρίλλου. Τέθεικας u εἰς τύπον τοῦ προτέρου τὸν δεύτερον, μονονουχὶ πυνθάνεται τὸν ἀκροώμενον, ὡς ὑποστιγμῇ τε καὶ ἐπερωτήσει λέγων· “ ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χά- “ ρισμα.” ὅμοιον γὰρ ὡς λέγοι· κατακεκρίμεθα τῷ θανάτῳ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὅλης τῆς ἀνθρωπείας φύσεως τοῦτο παθούσης ἐν αὐτῷ· καὶ γὰρ ἦν ἀπάρχη τοῦ γένους· ἀλλ’ ἐν Χριστῷ πάλιν ἀνεθάλλομεν εἰς ζωήν. τύπος δὲ ἦν ὁ Ἀδὰμ τοῦ μέλλοντος, τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν. ἆρα οὖν, φησὶ, τοῦτο λέγων, διημάρτηκα κατ’ ἀληθοῦς; ἔξω φέρομαι τοῦ εἰκότος; “ οὐχ “ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα ; ” ἀλλ’ ἴσχυσε μὲν δι’ ἑνὸς ὁ θάνατος, ἀτονήσει δὲ δι’ ἑνὸς ἡ ζωή; καίτοι πῶς οὐχ ἀληθὲς ἐκεῖνο εἰπεῖν; “ εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολ- “ λοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν “ χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, εἰς τοὺς πολλοὺς “ ἐπερίσσευσεν.” ἀνέξεται γὰρ ἤκιστά γε φιλάνθρωπος ὣν ὁ δημιουργὸς, κατισχύσαι μὲν θάνατον διὰ τοῦ ἑνὸς, ἀπρακτῆσαι δὲ τὴν δι’ ἑνὸς ἀνθρώπου ζωήν. ὑπερκείσεται δὲ ἡ χάρις τὰ ἐξ ὀργῆς.
- 7.19
Γενναδίου. Μία μὲν γάρ φησιν ἡ ἁμαρτία τῆς κατακρίσεως πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν. ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπταιστον παντελῶς τοῦ λοιποῦ καὶ δικαίαν ἐργασαμένη τὴν φύσιν ἡμῶν.
- 7.20
Διοδώρου. Τοῦτο x δοκεῖ ἐναντίως ἔχειν τῷ προκειμένῳ τὸ “ εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν·” εἰπὼν γὰρ ἀνωτέρω περὶ πάντων, νῦν περὶ πολλῶν λέγει. ἀλλὰ χρὴ εἰδέναι ὅτι διῆλθε μὲν εἰς πάντας ὁ θάνατος, ἐπειδὴ καὶ πάντες ἡμάρτομεν. ἀλλὰ διῆλθε πάντας μὲν διερευνῶν καὶ πειράζων, κατέχων δὲ οὐ τοὺς ἁπλῶς ἁμαρτάνοντας, ἀλλὰ τοὺς ἐμπαραμένοντας ταῖς ἑαυτῶν ἁμαρτίαις. ὅπερ καὶ διὰ τῶν ἑξῆς δηλοῖ λέγων, ὅτι ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί. δι’ ὧν ἐμφαίνει τὸ ἀμετάθετον τῆς κακίας αὐτῶν. ὥστε διῆλθε μὲν εἰς πάντας ὁ θάνατος, διερευνῶν, ὁρῶν αὐτοὺς ἁμαρτάνοντας· ἐθανάτωσε δὲ οὐ πάντας. ἔνιοι μὲν οὖν διαφορὰν θανάτου ᾠήθησαν διὰ τούτων δηλοῦσθαι· καὶ διὰ μὲν τοῦ “ πάντες” σωματικὸν ἐμφαίνεσθαι τὸν θάνατον· διὰ δὲ τοῦ “ πολ- “ λοὶ” ψυχικὸν, ἀλλ’ οὐδὲν τούτων νῦν ἡ ἀκολουθία τοῦ λόγου δείκνυσιν. οὐδὲ γὰρ διαστολή τις ἐν αὐτῷ ἐστιν, ἀλλ’ ὡς περὶ ἑνὸς οἰκουμενικοῦ πράγματος διέξεισι. φιλοτιμεῖται μέντοι δεῖξαι, ὅτι εἰ καὶ τὸ παράπτωμα τοῦ Ἀδὰμ κατεσκεύασεν ὁ πονηρὸς, ἀρχὴν ἑαυτῷ τῆς κατ’ ἄνθρωπον βασιλείας πραγματευόμενος, ἀλλὰ μεῖζον χάρισμα ἐπιδήμησας ὁ Κύριος ἐχαρίσατο.
- 7.21
Θεοδώρου. Καὶ οὐδὲ τοῦ παραπτώματος εἶδός φησι, τοσοῦτον, ὅσον τὸ του χαρίσματος· εἰ γὰρ καὶ ἡ του ἕνος ἁμάρτια τοῖς ἀνθρώποις τὸν θάνατον ἐπήγαγεν· ἀλλ’ οὖν γε ἡ διὰ τοῦ Χριστοῦ δωρεὰ, μείζων τις περὶ τοὺς ἀνθρώπους ἐγένετο. τὸ γὰρ “ οἱ πολ- “ λοὶ ἀπέθανον ” ἀντὶ τοῦ πάντες λέγει. πάντες γὰρ ἀπέθανον, ὡς αὐτὸς ἀνωτέρω φησίν· “ εἰ πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος. δῆλον δὲ ὅτι τὸ “ καὶ εἰς τοὺς πολλοὺς ἐπερίσσευεν” ὁμοίως ἀντὶ τοῦ εἰς πάντας λέγει· κοινὴ γὰρ καὶ ἡ τῆς ἀναστάσεως χάρις, ἀπάντων ἀνισταμένων ὁμοίως·
- 7.22
Καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα.
- 7.23
Κυρίλλου. Ἀνατίθησιν ὥσπερ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν τοῦ νοήματος δύναμιν ἐπὶ τὸ ὅτι μάλιστα πρέπον τῷ Θεῷ. εἰ γὰρ δή, φησι, τὸ ἐξ ἑνὸς, ἤτοι δι’ ἑνὸς κατάκριμα τοῦ Ἀδὰμ ἀπεφοίτησεν εἰς πάντας καθ’ ὁμοιότητα τὴν αὐτοῦ· ῥίζα γὰρ ἦν, ὡς ἔφην, τοῦ γένους παθοῦσα τὴν φθορὰν, πῶς οὐκ ἃν γένοιτο καὶ πίστει παραδεκτὸν καὶ ἀγαπητὸν τῷ Θεῷ τὸ δεῖν ἐξ ἑνὸς δικαιώματος ἐκ πολλῶν παραπτωμάτων δικαιοῦσθαι πολλούς; ἣ οὐχ αἱρετὸν τὸ σώζειν μᾶλλον ἣ ἀπολλύναι παρὰ Θεῷ; ὥσπερ τοίνυν καταδεδίκασται μὲν ὁ Ἀδὰμ, κατεκράτησε δὲ Μώσεως ἡ τῆς ἀρᾶς δύναμις ὑποφέρουσα τῇ φθορᾷ τοὺς ἐπὶ τῆς γῆς, οὕτως ἐπειδήπερ δεδικαίωται χριστὸς ὁ δεύτερος Ἀδὰμ ὁδῷ τῇ πρώτῃ, βαδιεῖταί που πάντως καὶ εἰς ἡμᾶς ἡ δικαίωσις. δεδικαιῶσθαι δὲ φαμὲν τὸν Χριστὸν, οὐχ ὡς ἄδικον μὲν γεγονότα ποτὲ, προσήκοντά γε μὴν ἐξ ἐπιδόσεως τῆς εἰς τὰ ἀμείνω εἰς δικαίωσιν· ἀλλ’ ὅτι πρῶτός τε καὶ μόνος ἄνθρωπος αὐτὸς ἐπὶ γῆς οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
- 7.24
Γενναδίου. Μιὰ μὲν γάρ, φησιν, ἁμαρτία τῆς κατακρίσεως πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν. ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπταιστον παντελῶς καὶ δικαίαν ἐργασάμενος τὴν φύσιν ἡμῶν.
- 7.25
Διοδώρου. Ἀντὶ τοῦ πρὸς ἓν ἁμάρτημα τοῦ Ἀδάμ. μεγάλη γὰρ ἦν καὶ πολλὴ, καὶ τὰ ἁμαρτήματα τῇ φιλανθρωπίᾳ ὐπερβαίνουσα· ὅπερ διδάσκων ἐπάγει· “ τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς “ κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίω- “ μα.” βούλεται γὰρ εἰπεῖν, ὅτι τὸ μὲν τοῦ Ἀδὰμ ἁμάρτημα ἓν ἦν, ἀλλ’ ὅμως ἓν ὃν ἐξ ἑνὸς ἁμαρτήματ’ ὃς κατέκρινε τοὺς πολλοὺς διὰ τὸ μισήσασθαι τὸν Ἀδάμ. τὸ δὲ χάρισμα τοῦ Κυρίου, οὐ πρὸς τὸ ἓν ἁμάρτημα ἐμετρήθη, ἀλλὰ πρὸς τὰ πάντων πολλὰ ὄντα· ὥστε ἐκ πολλῶν παραπτωμάτων ἀπαλλάξαν, ἤγαγεν εἰς δικαίωμα· ἐν γὰρ τούτῳ ἐστι τῆς χάριτος τὸ περίσσευμα, ὅτι οὐ μόνον τῶν παραπτωμάτων ἀπήλλαγεν, ἀλλὰ καὶ εἰς δικαιοσύνην ἐχειραγώγησεν·
- 7.26
Θεοδώρου. ίαν ταύτην αἰτίαν λέγει τῆς διαφορᾶς. ἐκεῖ μὲν γάρ φησιν, εἷς ἡμαρτηκὼς, καὶ κατακριθεὶς διὰ τοῦτο, εἰς τοὺς ἑξῆς τὴν τιμωρίαν ἐνεχθῆναι παρεσκεύασε πάντας, κοινωνοὺς τῆς ἀποφάσεως ἐσχηκὼς τοῦ θανάτου. ἡ δὲ χάρις οὐχ ὁμοίως. οὐ γὰρ ἀπ’ ἑνὸς ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ εἰς τοὺς ἑξῆς ἐλήλυθεν. ἀλλὰ πολλῶν ὄντων τῶν ἤδη κατακεκριμένων, σύντομον εἴς τε τοὺς πρό- τερον καὶ εἰς τοὺς ἑξῆς ἀνθρώπους τῆς δωρεᾶς ἐποιήσατο τὴν ἐξά- πλωσιν. ἔστιν οὖν μείζων πολλῷ· εἴπερ ἐκεῖνο μὲν ἔκλαμψε τοὺς ἑξῆς· τοῦτο δὲ οὐ τοὺς ἑξῆς μόνον ὠφέλησεν, ἀλλὰ γὰρ καὶ τοὺς προσειληφότας ἔλυσε τῶν ἐγκλημάτων.
- 7.27
Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι.
- 7.28
Κυρίλλου. Ἄθρει δὴ πάλιν ὡς ἀλκιμωτέραν τῆς κατακρινού- κατακρινούσης ἀρᾶς καταλογίζεται τὴν δικαιοῦσαν χάριν. οὐ γὰρ δή, φησι, φαίη τις ἃν ὡς ἦν εἰκὸς κατισχύσαι μὲν τῶν ἐπὶ τῆς γῆς τὸν δι’ ἑνὸς θάνατον, εὐσθενείας γε μὴν ἀμοιρῆσαι τὴν ζωήν· πολλῷ γὰρ μᾶλλον οἱ χάριν ἔχοντες τὴν διὰ Χριστοῦ καὶ τὴν τῆς δικαιοσύνης δωρεὰν ἐκ φιλοτιμίας τῆς ἄνωθεν, ἀποσείσονται μὲν τοῦ θανάτου τὸ κράτος, συμβασιλεύσουσι δὲ τῷ ζωοποιοῦντι τὰ πάντα Χριστῷ.
- 7.29
Γενναδίου. Ἀποδείξας αὐταρκῶς τὸ περιττὸν τῆς χάριτος κατὰ σύγκρισιν, ἐπισυλλογίζεται λοιπὸν καὶ κατασκευάζει τὸ σπουδαζόμενον, καὶ φησὶν, “εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι “ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς” καὶ τὰ ἑξῆς. τῷ γὰρ συν- συνδέσμῳ, νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο. εἰ τοίνυν φησι καὶ ἑνὸς ἀν- θρώπου παραπτώματι καὶ δι’ ἑνὸς παραπτώματος ὁ θάνατος ἐβα- σίλευσεν, ἄρα οὖν πολλῷ μᾶλλον οἱ τὸ πλέον τῆς εἰς δικαιοσύνην χάριτος ἐν τῷ ἑνὶ Χριστῷ κομιζόμενοι, καθὼς ἀποδέδεικται, βασι- λεύσουσιν ἐν ἀθανάτῳ ζωὴ.
- 7.30
Θεοδώρου. Ἔτι μὴν κακεινο φησὶ, πολλὴν δείκνυσι τὴν δια- φοράν· ὅτι ἐκεῖ μὲν ὁ θάνατος εἰσαχθεὶς τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ, καὶ κρατήσας ἐπὶ τῶν ἀνθρώπων, ἐδέξατο λύσιν. ἡ δέ γε τῆς δωρεᾶς ἀπόλαυσις διὰ τοῦ Χριστοῦ προσγεγονυῖα ἡμῖν, δι’ ἣν καὶ τῆς ἀναστάσεως τευξόμεθα, καὶ ἐν δικαιοσύνῃ διατελέσομεν ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι, λύσιν οὐ δέξεται. διαμενοῦμεν γὰρ τῆς μελλούσης ζωῆς διηνεκῶς ἀπολαύοντες.
← Previous · Next → — showing 101–200 of 538
First Thousand Years of Greek. CTS URN tlg4102.tlg010.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.