Τοῦ Χρυσοστόμου πρὸσ τοῦσ μὴ ἀπαντήσαντασ εἰσ τὴν ΣΥΝΑΞΙΝ , ΚΑῚ ΕΙΣ ΤΟ MH ΠΑΡΑΤΡΕΚΕΙΝ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΥΩΝ βιβλίων· καὶ εἰσ τὸ ἐπίγραμμα τοῦ βωμοῦ . βούλεσθε ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχὺς , ὅση ἡ δύναμις , ὅσος ἀπόκειται θησαυρὸς ἐν ταῖς ἐπιγραφαῖς τῶν γραφῶν ; ἀκούσατε ἵνα μὴ καταφρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων βιβλίων . εἰσῆλθεν εἰς Ἀθήνας ὁ Παῦλος ποτὲ , ἐν αὐτῷ τῷ βιβλίῳ τούτῳ ἐπιγέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον , ἀλλὰ βωμὸν ἑστηκότα , βωμὸν εἰδώλου· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν , ἀγνώστῳ θεῷ· καὶ οὐ παρέδραμεν , ἀλλ’ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν βωμὸν καθεῖλε Παῦλος ὁ ἅγιος , ὁ Πνεύματος χάριν ἔχων· οὐ παρέδραμε βωμοῦ ἐπίγραμμα , καὶ σὺ ἐπιγραφὴν γραφῶν παρατρέχεις· ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι οἱ εἰδωλολάτραι , καὶ σὺ ἃ ἐπέγραψε τὸ Πνεῦμα τὸ Ἅγιον οὐ νομίζεις εἶναι ἀναγ- καῖα· καὶ ποίαν ἔχεις συγγνώμην ; ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν· ἵνα ὅταν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεκολαμμένον , ὅτι τοσαύτην παρέσχε τὴν ἰσχὺν , μάθῃς ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων γραφῶν τοῦτο ποι- ῆσαι δυνήσεται . εἰσῆλθεν εἰς τὴν πόλιν· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπται ἀγνώστῳ θεῷ· τι ἔδει ποιῆσαι ; Ἕλληνες πάντως ἦσαν ἀσεβεῖς πάντες· τι οὖν ἐχρῆν ποιῆσαι ; ἀπὸ εὐαγγελίων δια- λεχθῆναι ; ἀλλὰ καταγέλων· ἀλλ’ ἀπὸ προφητῶν ; ἀλλ’ οὐκ ἐπίστευον· τι οὖν ἐποίησεν ; ἐπὶ τὸν βωμὸν ἔδραμε , καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο· καὶ τοῦτό ἐστιν ὃ λέγει· “ ἐγενόμην τοῖς πᾶσι τὰ πάντα , τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος , τοῖς “ ἀνόμοις ὡς ἄνομος .” εἶδε τὸν βωμόν· εἶδε τὸ ἐπίγραμμα· ἀνέστη τῷ Πνεύματι· τοιαύτη γὰρ ἡ Πνεύματος χάρις· πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά· “ αἰχμαλωτίζοντα ” γάρ , φησι , “ πᾶν νοῆμα εἰς τὴν “ ὑπακοὴν τοῦ Χριστοῦ· ” εἶδε τοίνυν τὸν βωμόν· οὐκ ἐδειλίασεν , ἀλλὰ μετέστησε τὰ γράμματα πρὸς αὐτόν μᾶλλον δὲ τὰ γράμματα ἀφ’ οὗ μετέθηκεν αὐτῶν τὸ νόημα· καὶ καθάπερ ἐν πολέμῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον καὶ μέγαν εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρατιωτου πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειεν , καὶ παρασκευάσει ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ Παῦλος ἐποίησε· καθάπερ ἐν παρατάξει πολεμίων , τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον , πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν· ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμεῖ , ἀλλὰ μὴ μετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ· ξίφος ἦν τῶν Ἀθηναίων· μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο· ἀλλ’ αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν· οὐκ ἦν οὕτω θαυμαστὸν , εἰ ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς ἐχειρώσατο· τοῦτο γὰρ κατὰ λόγον σημαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον· ὅταν τὰ τῶν πολεμίων ὅπλα , ταῦτα μηχανήματα τοῖς πολεμίοις ταῦτα προσάγηται· ὅταν τὸ ξίφος , ὃ καθ’ ἡμῶν βαστάζουσι , τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπάγῃ πληγήν· τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις· οὕτω καὶ ὁ Δαβὶδ ἐποίησε ποτέ· ἐξῆλθε γυμνὸς τῶν ὅπλων , ἵνα φανῇ ἡ τοῦ Θεοῦ χάρις γυμνή· μηδὲν γὰρ ἀνθρώπινον ἔστω φησὶν , ὅταν ὁ Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ· ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων , καὶ κατήνεγκε ’τον πύργον ἐκεῖνον· εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε , δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰδ , καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τοῦ βαρβάρου· οὕτω καὶ ὁ Παῦλος ἐποίησεν ἔπι τοῦ ἐπιγράμματος τούτου· καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος , καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τίς δὲ ἦν ἄλλος ἀγνοούμενος θεὸς ἀλλ’ ἢ ὁ Χριστός ; εἶδες πῶς συνετῶς μετέστησε πρὸς ἑαυτὸν τὸ ὄνομα· εἶδες πῶς ᾐχμαλώτισε τὸ ἐπίγραμμα , οὐκ ἐπὶ κακῷ τῶν γραψάντων , ἀλλ’ ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ· τι οὖν ; οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο φησιν ; εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι , οὐκ ἦν οὕτω θαυμαστὸν τὸ κατόρθωμα τοῦ Παύλου· ἀλλὰ τὸ θαυμαστόν ἐστιν , ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν , οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν· πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκενp ἔγραψαν οἱ Ἀθηναῖοι ἀγνώστῳ θεῷ· τίνος ἕνεκεν ἔγραψαν ; πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι , μᾶλλον δὲ πολλοὺς δαίμονας , πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια , καὶ ἐπιχωρίους καὶ ξένους , καθάπερ ἐπ’ ἀνθρώπων· ὁρᾶτε ὅσος ὁ καταγέλως , εἰ γὰρ θεός ἐστιν , οὐκ ἔστι ξένοι ; τῆς γὰρ οἰκουμένης ἁπάσης δεσπότης ἐστί· τούτους τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι , τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν , οἷον ἀπὸ Σκυθῶν , ἀπὸ Θρᾳκῶν , ἀπὸ Αἰγυπτίων . καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι , καὶ ταύτας ἃν ὑμῖν ἀνέγνων τὰς ἱστορίας ἁπάσας· ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο , ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς· ὁ q μὲν ἐπὶ τῶν πατέρων , οἱ δὲ ἐπὶ τῶν πάππων , οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς αὐτῶν , συνελθόντες εἶπον , ὅτι ὥσπερ τούτους ἠγνοοῦμεν φησὶν , εἶτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνωρίσαμεν· οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμενον καὶ ὄντα θεὸν , οὐ γνωριζόμενον δὲ ὑφ’ ὑμῶν· καὶ διὰ τοῦτο λανθάνειν ἀμελούμενον , καὶ μὴ θεραπευόμενον· τί οὖν ; ἵνα γένηται , ἔστησαν βωμὸν καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος , ὅτι καὶ εἴτις ἐστὶ θεὸς ἕτερος οὐδέπω γνωσθεὶς ἡμῖν , κἀκεῖνον θεραπεύσωμεν· ὅρα ὑπερβολὴν δεισιδαιμονίας· διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη “ κατὰ πάντα ὡς δεισιδαιμονεστέ- “ ρους ὑμᾶς θεωρῶ· ” οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύετε μόνον , ἀλλὰ καὶ τοὺς οὔπω γνωρισθέντας ὑμῖν . ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν ἀγνώστῳ θεῷ· ὁ δὲ Παῦλος ἑτέρως ἡρμήνευσεν· οἱ μὲν τοῦτο περὶ ἄλλων ἔλεγον , αὐτὸς δὲ αὐτὸν μετέστησε πρὸς τὸν Χριστὸν , αἰχμαλωτίσας τὸ νόημα , καὶ μεθ’ ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· “ ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς , “ τοῦτον ἐγὼ καταηέλλω ,” φησίν· ἄγνωστος γὰρ θεὸς οὐκ ἄλλος ἐστιν , ἀλλ’ ἣ ὁ Χριστός· καὶ ὅρα σύνεσιν πνευματικήν· ἤμελλον αὐτῷ ἐγκαλεῖν μετὰ ταῦτα , ὅτι ξενίζοντα δόγματα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· ὅτι καινοτομεῖς· ὅτι θεὸν εἰσφέρεις ὃν οὐκ ἴσμεν· βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτομίαν , τομίαν , καὶ διδάξαι ὅτι οὐ ξένον κηρύττει θεὸν , ἀλλ’ ὃν προσλαβόντες αὐτοὶ διὰ τῆς θεραπείας ἐτίμησαν , ἐπήγαγε καὶ εἶπεν· ὅτι “ ὃν “ ἀγνοοῦντες εὐσεβεῖτε , τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν· ” ὑμεῖς με P P προελάβετε , φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν κήρυγμα· μὴ τοίνυν ἐγκαλεῖ μοι ὅτι ξένον εἰσφέρω θεὸν , τοῦτον γὰρ καταγ- γέλλω ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε , οὐκ ἀξίῳ μὲν ἑαυτοῦ τρό- πῳ , θεραπεύετε δὲ ὅμως· οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χριστῷ , ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ’ ἀπὸ τούτου ὑμᾶς , καὶ πρὸς ἐκεῖνον , ἀναγαγεῖν δύναμαι· οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ’ ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θερα- πείας , καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν , οἱ πιστεύσαντες ἅπαντες· ελ̓ͅ· πῶς ἐχειρώσατο αὐτοὺς , οὐκ ἀπὸ εὐαγγελίων , οὐκ ἀπὸ προ- φητῶν , οὐκ ἀπὸ ῥημάτων πνευματικῶν , ἀλλ’ ἀπὸ ἐπιγράμματος· μὴ παράτρεχε τοίνυν , ἀγαπητὲ , τὴν ἐπιγραφὴν τῶν θείων γραφῶν· ἂν μὲν γὰρ νήφῃς καὶ ἐγρήγορος ᾖς , καὶ ἐπ’ ἀλλοτρίοις εὑρήσεις τι χρήσιμον· ἃν δὲ ῥάθυμος καὶ ἀναπεπτωκὼς ᾖς , οὐδὲ ἀπὸ τῶν γραφῶν ἔσται σοι τι πλέον· ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν , ἁπαν- ταχόθεν κερδαίνει , οὕτως ὁ μὴ εἰδὼς , κἂν θησαυρὸν εὕρῃ , κενὸς ἄπεισι .