Catena In Lucam
- toc.1
α΄. Περὶ τῆς ἀπογραφῆς.
- toc.2
β΄. Περὶ τῶν ἀγραυλούντων ποιμένων.
- toc.3
γ΄. Περὶ Συμεών.
- toc.4
δ΄. Περὶ Ἄννης τῆς προφήτιδος.
- toc.5
ε΄. Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην.
- toc.6
ς΄. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην.
- toc.7
ζ΄. Περὶ τοῦ πειρασμοῦ τοῦ Σωτῆρος.
- toc.8
η΄. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμόνιον,
- toc.9
θ΄. Περὶ τῆς πενθερᾶς Πέτρου.
- toc.10
ι΄. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.
- toc.11
ια΄. Περὶ τῆς ἄγρας τῶν ἰχθύων,
- toc.12
ιβ΄. Περὶ τοῦ λεπροῦ.
- toc.13
ιγ΄. Περὶ τοῦ παραλυτικοῦ.
- toc.14
ιδ΄. Περὶ Λευῒ τοῦ τελώνου.
- toc.15
ιε΄. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα.
- toc.16
ις΄. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς.
- toc.17
ιζ΄. Περὶ τῶν μακαρισμῶν.
- toc.18
ιη΄. Περὶ τοῦ ἑκατοντάρχου.
- toc.19
ἴθ’. Περὶ τοῦ υἱοῦ τῆς χήρας .
- toc.20
κ΄. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννῃ.
- toc.21
κα΄. Περὶ τῆς ἀλειψάσης τὸν Κυρίον μύρῳ.
- toc.22
κβ΄. Περὶ τῆς παραβολῆς τοῦ σπείροντος.
- toc.23
κγ΄. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.
- toc.24
κδ΄. Περὶ τοῦ λεγεῶνος.
- toc.25
κε΄. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγωγοῦ.
- toc.26
κς΄. Περὶ τῆς αἱμορρούσης.
- toc.27
κζ΄. Περὶ τῆς ἀποστολῆς τῶν ιβ΄.
- toc.28
κη΄. Περὶ τῶν ε΄ ἄρτων καὶ τῶν β΄ ἰχθύων.
- toc.29
κθ΄. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως.
- toc.30
λ΄. Περὶ τῆς μεταμορφώσεως.
- toc.31
λα΄. Περὶ τοῦ σεληνιαζομένου.
- toc.32
λβ΄. Περὶ τῶν διαλογιζομένων τις μείζων
- toc.33
λγ΄. Περὶ τοῦ ἐπιτρεπομένου ἀκολουθεῖν.
- toc.34
λδ΄. Περὶ τῶν ἀναδειχθέντων ο΄.
- toc.35
λε΄. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ.
- toc.36
λς΄. Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.
- toc.37
λζ΄. Περὶ Μάρθας καὶ Μαρίας.
- toc.38
λῆ. Περὶ προσευχῆς.
- toc.39
’λθ’. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν.
- toc.40
μ΄. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν.
- toc.41
μὰ. Περὶ τῶν αἰτούντων σημεῖον.
- toc.42
μβ΄. Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν.
- toc.43
μγ΄. Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν.
- toc.44
μδ΄. Περὶ τῆς ζύμης τῶν Φαρισαίων.
- toc.45
με. Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν.
- toc.46
μς΄. Περὶ τοῦ οὐτ’ ηὐφόρησεν ἡ χώρα πλουσίου.
- toc.47
μζ΄. Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ.
- toc.48
μὴ. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας.
- toc.49
μθ΄. Περὶ τῶν παραβολῶν.
- toc.50
ν΄. Περὶ τοῦ ἐπερωτήσαντος εἰ ὀλίγοι οἱ σωζόμενοι.
- toc.51
να΄. Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην.
- toc.52
νβ΄. Περὶ τοῦ ὑδρωπικοῦ.
- toc.53
νγ΄. Περὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας.
- toc.54
νδ΄. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ.
- toc.55
νε΄. Περὶ οἰκοδομῆς πύργου παραβολή.
- toc.56
νς΄. Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν.
- toc.57
νζ΄. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας.
- toc.58
νη’. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου.
- toc.59
νθ΄. Περὶ τῶν ι΄ λεπρῶν.
- toc.60
ξ΄. Περὶ τοῦ κριτοῦ τῆς ἀδικίας.
- toc.61
ξα΄. Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.
- toc.62
ξβ΄. Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλούσιον.
- toc.63
ξγ΄. Περὶ τοῦ τυφλοῦ.
- toc.64
ξδ΄. Περὶ τοῦ Ζακχαίου.
- toc.65
ξε΄. Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν.
- toc.66
ξς΄. Περὶ τῶν λαβόντων τὰς μνᾶς.
- toc.67
ξζ΄. Περὶ τοῦ πώλου.
- toc.68
ξῆ. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων.
- toc.69
ξθ΄. Περὶ τοῦ ἀμπελῶνος.
- toc.70
ο΄. Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον.
- toc.71
ὄα. Περὶ τῶν Σαδδουκαίων.
- toc.72
οβ΄. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους.
- toc.73
ογ΄. Περὶ τῆς τὰ β΄ λεπτά.
- toc.74
ὂν. Περὶ τῆς συντελείας.
- toc.75
οε΄. Περὶ τοῦ Πάσχα.
- toc.76
ὃς. Περὶ τῶν φιλονεικησάντων τίς μείζων.
- toc.77
οζ΄. Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ.
- toc.78
οη΄. Περὶ τῶν κοπτομένων γυναικῶν.
- toc.79
ὅθ’. Ἐξουθένησις Ἡρώδου.
- toc.80
π΄. Περὶ τοῦ μετανοήσαντος λῃστοῦ.
- toc.81
πα. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου.
- toc.82
πβ΄. Περὶ τοῦ Κλεόπα.
- praef.1
Του Ἁγίου Ἰωάννου Τοῦ ἂν, οὐκ ἐπειδὴ βέβαια καὶ ἀκίνητα μόνον ἐστὶν ἀγαθὰ καὶ ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν, ἀλλ’ ὅτι καὶ μετ’ εὐκολίας ἁπάσης ἡμῖν ἐδόθη· οὐδὲ γὰρ πονήσαντες καὶ ἱδρώσαντες, ἀλλ’ ἀγαπηθέντες ὑπὸ τοῦ Θεοῦ μόνον, ἐλάβομεν ἅπερ ἐλάβομεν. Εὐαγγέλιον δέ ἐστι λόγος περιέχων ἐπαγγελίαν πραγμάτων κατὰ τὸ Εὐαγγέλιον, διὰ τὸ ὠφελεῖν εὐφραίνων τὸν ἀκούοντα, ἐπὰν παρα- δέξηται τὸ ἐπαγγελλόμενον.
- praef.2
Λουκᾶς ὁ μακάριος, ἰατρὸς μὲν ἦν τὴν τέχνην, γέγονε δὲ καὶ ψυχῶν ἰατρὸς, ἀναβὰς ἀπὸ τοῦ ἐλάττονος ἐπὶ τὸ κρεῖττον. καταλέλοιπε γὰρ ἡμῖν τῶν Ἰησοῦ λόγων τε καὶ θαυμάτων τὴν μνήμην ἔγγραφον. μόνος δὲ τῶν ἄλλων Εὐαγγελιστῶν ἀκριβῶς ἐποιήσατο τὴν τοῦ Εὐαγγελίου γραφὴν, καὶ πολλὰ τῶν τοῖς ἄλλοις σεσιωπημένων, οὗτος ἀπεμνημόνευσέ τε καὶ διεξῆλθεν ἀκριβῶς, διὸ καὶ τὸ προοίμιον τῆς Εὐαγγελικῆς γραφῆς ἀκρίβειαν ἐπαγγέλλεται.
- praef.3
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων.
- praef.4
Τοῦ ἐν Ἁγίοισ Τίτου ὲπισκόπου Βοστρῦν, καὶ Ὠριγένουσ. Τὸ “ ἐπεχείρησαν” ἐνταῦθα ἀντὶ ὅτι χωρὶς χαρίσματος ἦλθον εἰς τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων τινὲς, χρὴ νοεῖν. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν ἀλλ’ ἔγραψεν ἀπὸ ἁγίου Πνεύματος, ὁμοίως καὶ Μάρκος καὶ Ἰωάννης, παραπλησίως δὲ καὶ Λουκᾶς. τὸ μέντοι ἐπιγεγραμμένον κατ’ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν ιβ΄ Εὐαγγέλιον, οἱ συγγράψαντες ἐπεχείρησαν. πολλὰ δὲ καὶ ἕτερα φέρονται, ἀλλὰ τὰ τέσσαρα μόνα ἡ τοῦ Χριστοῦ Ἐκκλησία προσδέχεται. “ πεπληροφορημένων” δὲ λέγει, ὡς οὐχ ἁπλῶς τῷ λόγῳ παραδεδομένων, οὐδὲ ψιλῇ τῇ πίστει παρειλημμένων, ἀλλὰ περὶ ὧν ἐν πληροφορίᾳ γέγονεν αὐτοῖς παρηκολουθηκὼς τοῖς ἔργοις· αὐτόπτας δὲ καὶ ὑπηρέτας καλεῖ τοὺς ἁγίους Ἀποστόλους.
- praef.5
Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας.
- praef.6
ἘΞ ἀνεπιγράφου. Λαμβάνει πρῶτον τὸν χρόνον, ἵνα μὴ τῶν πραγμάτων ὁ καιρὸς, καί φησι, βασιλεὺς τῆς Ἰουδαίας, ἐπειδὴ τὰ παρὰ Ἰουδαίοις ἐδίδαξε, συνήθως τοῖς προφήταις τοῦ βασιλέως τῶν Ἰουδαίων φέρει τὸν χρόνον, καὶ οὕτως στηρίζει τῆς παρουσίας τοῦ Ἰησοῦ τὴν γνῶσιν.
- praef.7
Ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά.
- praef.8
ΕΞ ἀνεπιιγράφου. Πατέρα δὲ Ἰωάννου ὀνομάζει, ἵνα προδρόμου ἄρξηται τῆς Εὐαγγελικῆς ἱστορίας, καὶ οὕτως εἰς τὸν Ἰησοῦν παραγένηται· διὸ καὶ τὴν γέννησιν αὐτοῦ πρώτην ὁ Εὐαγγελιστὴς ἐξηγεῖται, θαυματούργημα οὖσαν Θεοῦ, ὅπερ καὶ αὐτὸ πρόφασιν εἶχε πίστεως ἀγαθῆς.
- praef.9
Οτι περ δύο ἦσαν ἱερεῖς ἐκ διαδοχῆς τὴν λειτουργίαν ποιοῦντες, ὁ Ἀβιὰ οὕτω λεγόμενος, καὶ ὁ Ζαχαρίας. ἐπεὶ οὖν ἱεράτευσεν ἐν τῇ λειτουργίᾳ ὁ Ἀβιὰ, μετὰ τὴν ἐκείνου ἐφημερίαν ἐλειτούργει ὁ Ζαχαρίας. ἐφημερίαν δὲ χρὴ νοεῖν οὐ τὸ πρὸς ἡμέραν παραμένειν καὶ λειτουργεῖν ἐν τῷ ἱερῷ, ἀλλὰ τὸ πρὸς ἑβδομάδα· δεῖξαι δὲ θέλων ὅτι ἑκατέρωθεν νομίμως ἐτύγχανεν ἱερεὺς ὁ Ζαχαρίας, φησὶ, “ καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών.”
- praef.10
Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ.
- praef.11
Τὸ εἶναι δὲ δίκαιοι ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος· αὐτὸς γὰρ ἐπίσταται μόνος τὰς τῶν ἀνθρώπων καρδίας. καὶ γὰρ ἐνδέχεται κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς διανοίας, μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένον λογισμοὺς πονηρούς.
- praef.12
τίνος δὲ ἕνεκεν πρόσκειται ταῖς ἐντολαῖς καὶ τοῖς δικαιώμασι τοῦ Κυρίου τὸ ἄμεμπτον; ἐπειδή περ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἣ ἀνθρωπαρεσκείας, ἣ ἑτέρου τινὸς τοιούτου οὐκ εἶχον.
- praef.13
βουλόμενος δὲ δεῖξαι ὅτι ἡ τοῦ Κυρίου γένεσις ἡ παράδοξος, ἄλλην πρὸ ἑαυτῆς κατεσκεύασε γένεσιν, καὶ ὅτι τῆς φύσεως ἐστι δημιουργὸς ὁ ἐπιδημῶν, ἐπήγαγε λέγων· “ καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καὶ τὰ ἑξῆς.
- praef.14
Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου.
- praef.15
Καὶ ἐπειδὴ οὐ πᾶσι φαίνεται ὁ Θεὸς, ἢ οἱ Ἄγγελοι αὐτοῦ, εἰ μὴ τοῖς καθαρὰν ἔχουσι τὴν καρδίαν, ἦν δὲ ὁ Ζαχαρίας τοιοῦτος, διὰ τοῦτο ὤφθη αὐτῷ Ἄγγελος Κυρίου.
- praef.16
“ τοῦ θυσιαστηρίου δὲ τοῦ θυμιάματος” εἶπεν, ἐπειδὴ ἦν καὶ ἕτερον θυσιαστήριον χαλκοῦν τὸ τῶν ὁλοκαρπωμάτων. “Ἐτα- “ ράχθη δὲ Ζαχαρίας,” καὶ τὰ ἑξῆς . διότι ξενίζουσα ὄψις ἀνθρώπῳ φαινομένη οὐκ ἔστιν ὑπομονητή· ἀλλ’ ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Ζαχαρίαν ὁ Ἄγγελος, εἰπὼν αὐτῷ, “ μὴ φοβοῦ Ζα- “ χαρία,” καὶ ἀνακτᾶται αὐτόν.
- praef.17
Τοῦ χρυσοστόμου. Ποῖα δὲ αὕτη ἀκολουθία, ὅτι ὑπὲρ τοῦ λαοῦ παρακαλοῦντος τοῦ Ζαχαρίου, καὶ ὑπὲρ ἁμαρτημάτων δεομένου, καὶ συγγνώμην αἰτοῦντος τοῖς συνδούλοις, εἰπεῖν πρὸς αὐτὸν τὸν Ἄγγελον, “ μὴ φοβοῦ, εἰσηκούσθη γὰρ ἡ δέησίς σου,” καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται, τὸ τεχθήσεσθαι αὐτῷ παῖδα τὸν Ἰωάννην ; καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν τὸν υἱὸν βοῶντα, ‘ ἴδε ὸ ἀμνὸς του Θεοῦ ο αἴρων τὴν ἁμαρτίαν, καὶ τὰ ἐξῆς, εἰκότως φησὶν ἠκούσθη ἡ δέησίς σου, καὶ τέξῃ υἱόν.
- praef.18
Μέγεθος ἐμφαίνει τῆς Ἰωάννου ψυχῆς, καὶ μέγεθος βλεπόμενον ὑπὸ Θεοῦ. ἔστι γὰρ μέγεθος ψυχῆς κατὰ ἀρετὴν, καὶ ἔστι τις σμικρότης ψυχῆς. ἐγὼ οὕτως ἀκούω τοῦ ἐν τῷ Εὐαγγελίῳ, “ μὴ “ καταφρονήσητε ἑνὸς τῶν σμικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ·” μικρὸν γὰρ ἐκεῖ τὸν ἐναντίον τῷ μεγάλῳ λέγει· ὅτι ὁ τυχὼν ὁ μικρός ἐστι, δῆλον ἐκ τοῦ “ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν σμικρῶν τούτων·” μέγας γὰρ οὐ σκανδαλίζεται, ἀλλ’ ὁ μέγας παντὸς σκανδάλου κρείττων ἐστι·
Next → — showing 1–100 of 721
First Thousand Years of Greek. CTS URN tlg4102.tlg004.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.