Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Marcum

First Thousand Years of Greek · First Thousand Years of Greek · 650 sections

  1. 28.10

    Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν. οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.

  2. 28.11

    Ἰδίον τοῦ δημιουργοῦ τὸ τοῖς ἑαυτοῦ ποιήμασι χαίρειν, καὶ τὴν πρόσοδον αὐτῶν τὴν πρὸς ἑαυτὸν μὴ ἀποκωλύειν, καὶ μάλιστα τοῦ κωλύοντος οὐκ ὄντος. μόνη γὰρ κακία καὶ διαφθορὰ τῆς δημιουργίας ἀποκωλύει προσελθεῖν x τῷ δημιουργῷ· τὸ δὲ τῆς φρονήσεως ἐνδεὲς οὐ κωλυτικὸν τῆς προσίδου. πλήρωσιν γὰρ ἐπιζητεῖ· ταύτην δὲ πρόσοδος χαρίζεται. διὸ καὶ ἀκριβὴς ἡ λέξις, “τῶν τοιού- “τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. οὐ γὰρ τούτων εἶπεν, ἀλλὰ τῶν τοιούτων. ἐπειδὴ πρόσεστι καὶ τὸ τῆς φρονήσεως ἐνδεὲς τοῖς παισίν. οὗπερ ἀποτρέπων ὁ Ἀπόστολος ἔλεγε, “ μὴ παιδία γίνεσθε “ ταῖς φρεσίν.’ ἐπεξῆλθε δὲ ὁ παρὼν Εὐαγγελιστὴς τὴν αἰτίαν λέγων, καὶ οἷον ἑρμηνεύων, “τὸ τῶν τοιούτων γὰρ ἐστὶν ἡ βασιλεία.”

  3. 28.12

    Τίνος δὲ ἕνεκεν ἀπεσόβουν τὰ παιδία οἱ μαθηταὶ; ἀξιώματος ἕνεκεν. τί οὖν αὐτός; διδάσκει y αὐτοὺς μετριάζειν καὶ τῦφον καταπατεῖν κοσμικόν. τὰ παιδία z δέα λαμβάνει καὶ ἐναγκαλίζεται καὶ τοῖς τοιούτοις ἐπαγγέλλεται b τὴν βασιλείαν. καὶ γὰρ πάντων τῶν παθῶν καθαρεύει ἡ ψυχὴ τοῦ παιδίου, καὶ τοῖς λελυπηκόσιν οὐ μνησικακεῖ, ἀλλ’ ὡς φίλος προσέρχεται ὡς οὐδενὸς γενομένου· καὶ ὅσα ἂν παρὰ τῆς μητρὸς μαστιχθῇ ταύτην ἐπιζητεῖ, καὶ πάντων αὐτὴν προτιμᾷ, κἂν τὴν βασιλίδα δείξῃς μετὰ διαδήματος, οὐ προτίθησι τῆς μητρὸς ῥάκια περιβεβλημένης· ἀλλ’ ἕλοιτο μᾶλλον ἐκείνην ἰδεῖν μετὰ τούτων, ἣ τὴν βασιλίδα μετὰ κόσμου· καὶ τῶν ἀναγκαίων οὐδὲν πλέον ἐπιζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μασθοῦ c, καὶ ἀφίστασθαι d τῆς θηλῆς. οὐ λυπεῖται ἐφ’ οἷς ἡμεῖς, οἷον ἐπὶ ζημίᾳ χρημάτων καὶ τοῖς τοιούτοις. οὐ χαίρει πάλιν ἐπὶ τοῖς ἐπικήροις τούτοις· οὐκ ἐπτόηται e πρὸς κάλλη σωμάτων. διὰ τοῦτο εἶπε, “ τῶν τοιούτων ἐστὶν ἡ βασιλεία, ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἄτῃ φύσει τὰ παιδία ἔχει. καλὸν δὲ καὶ τὸ ἀναγκαλισάμενος αὐτὰ κατηυλόγει g. πάλιν γὰρ ὥσπερ εἰς ἀγκάλας ἐπανάγεται τοῦ δημιουργοῦ τὸ ποίημα χωρισθὲν αὐτοῦ κατ’ ἀρχὴν καὶ h ἐκπεπτωκός. ἐπετίθει δὲ τὰς χεῖρας τοῖς παιδίοις, τῆς ἐπιθέσεως τῶν χειρῶν διδασκούσης τὴν τῆς θείας δυνάμεως ἐπίθεσιν, ᾗ τὸ ἔργον τὸ ἑαυτῆς τελειοῖ. τὸ δὲ σχῆμα κοινὸν, καὶ κατὰ τὴν συνήθειαν τῆς τῶν χειρῶν ἐπιθέσεως ποιεῖ ὁ Χριστὸς, οὐ μὴν κατὰ τὴν συνήθειαν ἐνεργεῖ k. ὅτι δὴ Θεὸς ὣν καὶ τὸν ἀνθρώπινον τρόπον διεφύλαττεν ὡς ἄνθρωπος κατὰ ἀλήθειαν γεγονὼς.

  4. 29.1

    Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν, προσδραμών τις καὶ γονυπετήσας αὐτὸν, ἐπηρώτα αὐτὸν, διδάσκαλε ἀγαθὲ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; τινὲς διαβάλλουσι τὸν νεανίσκον τοῦτον ὡς ὕπουλόν τινα καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα. ἐγὼ δὲ φιλάργυρον αὐτὸν οὐκ ἃν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξεν, ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ καὶ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν. καὶ δραμὼν γάρ, φησι, καὶ γονυπετήσας παρεκάλει· καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν. διατὶ οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων, “οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε, καὶ ἑνὶ τῶν πολλῶν διδασκάλων Ἰουδαϊκῶν m. διὰ τοῦτο γὰρ ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται· ὡς ὅταν λέγῃ, “ ἡμεῖς προσ- “ κυνοῦμεν ὃ οἴδαμεν, καὶ, “ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρ- “ τυρία μου οὐκ ἐστὶν ἀληθής. ὅταν ὅταν εἴπῃ, οὐδεὶς ἀγαθὸς, τοῦτ’ ἔστιν, οὐδεὶς ἀνθρώπων. ἀλλ’ οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος τοῦτο λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. διὸ καὶ ἐπήγαγεν, “εἰ μὴ εἷς ὁ Θεός.” καὶ οὐκ εἶπεν, εἰ μὴ ὁ πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. τι δήποτε δὲ οὕτως αὐτῷ ἀπεκρίνατο; ἀνάγειν αὐτὸν κατὰ μικρὸν καὶ παιδεύειν κολακείας ἀπηλλάχθαι πάσης βουλόμενος, καὶ Θεῷ προσηλῶσαι, καὶ εἰδέναι τὸν ὄντως ἀγαθὸν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν· ἐπεὶ καὶ ὅταν λέγῃ, “ μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησι, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τῶν ὄντων ἁπάντων ἀρχή.

  5. 29.2

    Οὐ δὲ μικρὰν ὁ νεανίσκος ἐπεδείξατο προθυμίαν τέως εἰς ἔρωτα τοιοῦτον ἐμπεσών· καὶ τῶν ἄλλων τῶν μὲν πειραζόντων, τῶν δὲ ὑπὲρ νοσημάτων προσιόντων, ἣ τῶν οἰκείων ἣ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος. καὶ γὰρ καὶ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγεν n. σκόπει γοῦν πῶς ἢν παρεσκευασμένος μένος τέως πρὸς τὴν τῶν ἐπιταγμάτων ὑπακοήν. οὐδὲ γὰρ εἶπε, πῶς εἰσέλθω εἰς τὴν ζωήν; ἀλλὰ, τι ποιήσας; οὕτως ἕτοιμος ἦν πρὸς ἐργασίαν τῶν λεχθησομένων. εἰ δὲ πειράσων προσῆλθεν, ἐδήλωσεν ἃν ἡμῖν καὶ τοῦτο ὁ Εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ. εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν ὁ Χριστὸς, αὐτὸν οὐκ εἴασε λαθεῖν, ἀλλ’ ἤλεγξεν ἃν σαφῶς, ἣ καὶ ἠνίξατο. εἰ πειράσων προσῆλθεν, οὐκ ἃν ἀπῆλθεν λυπούμενος ἐφ’ οἷς ἤκουσεν. ἐπιθυμεῖ οὖν τῆς ζωῆς, κατέχεται δὲ πάθει χαλεπωτάτῳ.

  6. 29.3

    Εἰπόντος τοίνυν τοῦ Χριστοῦ τὰς ἀπὸ τοῦ νόμου ἐντολὰς φησὶν, “ ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ὁ δὲ Ἰη- “σοῦς ἐμβλέψας αὐτὸν ἠγάπησεν αὐτὸν,” καὶ τὰ ἑξῆς. Εἶτα ἐπειδὴ ἔμελλεν μέγα τι ἐπιτάττειν, προστίθησι τὰ ἔπαθλα λέγων, “ἕν σοι ὑστερεῖ, ὑπάγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ “ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.” εἶδες o δὲ πόσα βραβεῖα, ἰδὲ πόσους στεφάνους τίθησι τῷ σταδίῳ τούτῳ. εἰ δὲ ἐπείραζεν ἐκεῖνος, οὐκ ἃν αὐτῷ ταῦτα εἶπεν ὁ Σωτῆρ’. νυνὶ δὲ καὶ λέγει, ὥστε αὐτὸν ἐφελκύσασθαι, καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα· καὶ γὰρ τῷ ἀκολουθεῖν αὐτῷ μεγάλη ἀντίδοσις. καλῶς δὲ οὐχὶ ζωῆς ἐμνημόνευσεν, ἀλλὰ θησαυροῦ. ἐπειδὴ γὰρ περὶ χρημάτων ἦν ὁ λόγος, καὶ πάντων αὐτὸν γυμνὸν θεῖναι παρήνει, δείκνυσιν ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι πλείονα ὣν ἐκέλευσε παρασχεῖν, καὶ τοσοῦτον p μείζον’, ὅσον q γῆς ὁ οὐρανός. ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ, “ ἀπῆλθεν “ λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.” οὐχ r ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ s βαπτισθέντες μέθῃ. ἡ γὰρ προσθήκη τῶν ἐπεισιόντων, μείζονα ἀνάπτει τὴν φλόγα, καὶ πενεστέρους ἐργάζεται τοὺς κτωμένους. σκόπει οὖν καὶ ἐνταῦθα ποῖα, ἐνεδείξατο t τὴν ἰσχὺν τὸ πάθος. τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα u καὶ προθυμίας, ἐπειδὴ ἐκέλευσε ῥίψαι τὰ χρήματα, οὐδὲ ἐννοῆσαι τὴν ζωὴν εἴασεν, ἀλλὰ στυγνὸν ἐποίησε.

  7. 29.4

    Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς, λέγει αὐτοῖς, τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.

  8. 29.5

    Τὸ, πῶς δυσκόλως λέγων, οὐ τὰ χρήματα διαβάλλει, ἀλλὰ τοὺς πέρα x τοῦ μέτρου κατεχομένους ὑπ’ αὐτῶν. τί δήποτε δὲ τοῖς μαθηταῖς; τι οὖν ὁ Χριστός; “ πῶς δυσκόλως οἱ τὰ χρήματα “ ἔχοντες,” καὶ τὰ ἑξῆς. πένησιν οὖσιν καὶ οὐδὲν κεκτημένοις ἔλεγεν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τῇ πενίᾳ, καὶ ὡσανεὶ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τοῦ μηδὲν ἐπιτρέψαι ἔχειν. εἰπὼν δὲ δύσκολον, οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ μετ’ ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσεν ἐκ τοῦ κατὰ τὴν κάμηλον καὶ τὴν βελόνην· ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. διὸ καὶ Θεοῦ ἔργον ἔφησεν y αὐτὸ εἶναι, ἵνα δείξῃ ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. τῶν γοῦν μαθητῶν ἐκπλαγέντων καὶ λεγόντων, τίς δύναται σωθῆναι; ἐμβλέψας ὁ Ἰησοῦς λέγει, καὶ τὰ ἑξῆς.

  9. 29.6

    Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται πένητες ὄντες; ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλγοῦντες· διὰ τοῦτο πρότερον ἐμβλέψας ταῦτά φησι· ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν αὐτῶν τὴν διάνοιαν παραμυθησάμενος, τότε καὶ διὰ τῶν ῥημάτων αὐτοὺς ἐνίησι, τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, καὶ οὕτω ποιήσας θαρρεῖν· καὶ πῶς ἃν γένοιτο τοῦτο δυνατόν; ἵνα τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσας ῥαδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, τῆς ζωῆς ἐπιτύχῃς, καὶ ἀποστὰς τῆς πονηρᾶς ἐπιθυμίας ῥ...της καὶ τὰ ὄντα· καὶ ᾗ φησιν ὁ Ἀπόστολος, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν z.

  10. 29.7

    Στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπαγοῦσα εἰς τὴν ζωὴν, δι’ ἧς κάμηλος, παχύτατον τοῦτο καὶ ὀγκῶδες, οὐ δυνήσεται εἰσελθεῖν. καλὴ οὖν καὶ ἡ τοῦ νόμου προπαιδεία, καὶ οὐκ ἀναιρεῖ αὐτὴν ὁ Χριστὸς, ἀρχὴν τῆς ὁδοῦ ταύτην ἐπιδεικνύων, οὐ συμπλήρωσιν· καὶ τὸ μὴ ἀλλότριον ἑαυτοῦ εἶναι τὸν νόμον διὰ τούτου μαρτυρῶν. τελειότης γὰρ παρ’ αὐτοῦ· ἀφελὼν γάρ, φησιν, τὰ περιττῶς προσκείμενα, κείμενα, “ δεῦρο ἀκολούθει μοι.” μηκέτι γὰρ τῶν ἐμποδιζόντων ὄντων ἀκώλυτον ἔστω σοι τὸ ἀκολουθεῖν τῷ πρὸς τὴν ζωὴν τὴν ἀληθῆ ὁδηγοῦντι· πῶς δὲ δυνατὸν γίνεται, καὶ πῶς τὸ ἐκ παραδείγματος ἀδύνατον λύεται, παρ’ αὐτοῦ τοῦ Σωτῆρος ἐστὶ μαθεῖν, λέγοντος τοῖς πλουσίοις, “ ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ “ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους “ αὐτῶν σκηνάς.”

  11. 29.8

    Πάντα δὲ δυνατὰ λέγων εἶναι ὁ λόγος παρὰ Θεῷ, μὴ συκοφαντῆσαιπαρὰ τοῖς λέγουσιν, ἀρ᾿ οὑν καὶ τὰ κακά; οὐ γὰρ ἐν πᾶσι τοῖς Θεῷ δυνατοῖς ἀριθμεῖται τὰ κακά. ὅπου γὰρ ὁ Θεὸς εἴρηται, τὸ καλὸν ἕπεται, καὶ οὐδ’ ἃν ἐννοῆσαι τις ὑγιαίνων, ὅτι τὰ κακὰ Θεῶ δυνατά· οὐδὲ ἀδυναμίαν εἴποι ἃν τὸ κακὰ μὴ ποιεῖν. ἀσθένεια γὰρ τοὐναντίον, ἡ τῶν κακῶν ποίησις· καὶ ἀσθενείας τὰς ἁμαρτίας ὁ Παῦλος καλεῖ λέγων, “ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν “ ἀσθενῶν, κατὰ καιροῦ ὑπὲρ ἀσεβῶν ἀπέθανεν,” καὶ ὁ τοῦ ψαλμῳδοῦ μῳδοῦ λόγος, “ ἐπλύνθησάν,” φησιν, “ αἱ ἀσθένειαι αὐτῶν, τὰς ἀσθενείας ἁμαρτίας καλῶν. ἀλλ’ οὐδὲ ἐκεῖνο ἐγκαλέσειέ τις τῷ λόγῳ τῷ λέγοντι πάντα Θεῷ δυνατά· ἆρα οὖν καὶ τὸ γεγονὸς ποιῆσαι μὴ γεγονέναι Θεῷ δυνατόν ἐστι; ἀχρεῖον γὰρ αὖ πάλιν τὸ τοιοῦτον· οὐδὲν δὲ ἀχρεῖον ἐπὶ Θεοῦ δυνάμεως παραλαμβάνεται. ζητήσειε δ᾿ ἄν τις, πῶς ἠγάπησεν αὐτὸν μὴ μέλλοντα ἐπὶ ζωὴν ἀκολουθεῖν· ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας, καὶ ταῦτα ἐκ τῆς νεότητος· τῇ δὲ περὶ τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην τελείαν οὐκ εἴασεν γενέσθαι· ὥσπερ οὐδὲ τὴν τελειότητα ἐδέξατο. διόπερ ὁ Παῦλος ἀτελὲς ἅπαν τὸ ἐν τῷ νόμῳ καταλαβὼν, ἐπὶ τὴν τελειότητα ἔσπευσεν· “ ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τῶν “ χρηστῶν ζημίαν.” οὐκ οὖν εἰ κέρδος καὶ ἡ τοῦ νόμου πλήρωσις ἐν καιρῷ, δικαίως καὶ ἡ ἐπὶ ταύτην ἀγάπη· τὸ δὲ μὴ ἀκολουθῆσαι πρὸς τὸ τέλειον τῆς τελείας ἀγάπης ἀφείλετο τὸν μὴ ἀκολουθήσαντα. ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιανιστῶν τε παράνοια καὶ Μανιχαίων, οἱ τὸν νόμον ἀλλότριον εἶναι φασιν τοῦ Χριστοῦ. οὐ γὰρ ἐπὶ τοῦ ἀλλοτρίου πληρώσει ἠγάπησεν ἂν ὁ Χριστὸς τὸν περὶ ταύτης παρρησιασαμένον· οὐ μὴν οὐδὲ τὸ ἄπταιστον μεμαρτύρηκε τῷ λέγοντι, “ ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.” ἢ γὰρ ἂν ὑπερβεβηκὼς ἦν τὰ ἀνθρώπινα μέτρου, οὐδὲ μιᾷ ἔνοχος ὢν ἁμαρτίᾳ· ἀλλὰ τῷ δυνατὸν ἀνθρώπῳ περιφυλάξασθαι τὸν νόμον, ἐκεῖνόν τε ἐμαρτύρησεν ἐν ἑαυτῷ· καὶ Χριστὸς ἐπὶ τῇ δυνατὴ τῶν νόμων τηρήσει ἠγάπησεν.

  12. 29.9

    Ἤρξατο δὲ ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν, Ἀμὴν λέγω ὑμῖν, Οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, ἐὰν μὴ λάβη ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

  13. 29.10

    Ποῖα πάντα ὦ μακάριε Πέτρε; τὸν κάλαμον, τὸ δίκτυον, τὸ πλοῖον, τὴν τέχνην, ταῦτά μοι πάντα λέγεις; ’ναι φησιν. ἀλλ’ οὐ διὰ φιλοτιμίαν, ἀλλ’ ἵνα διὰ τῆς ἐρωτήσεως ταύτης τὸν τῶν πενήτων εἰσαγάγω δῆμον. ἐπειδὴ y γὰρ τοῦ Χριστοῦ ἤκουσας λέγοντος “ εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτω- “χοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.” ἵνα μὴ λέγῃς, τί οὖν ἐὰν μὴ ἔχω ὑπάρχον, οὐ δύναμαι τέλειος εἶναι; ἐρωτᾷ Πέτρος· ἵνα σὺ μάθῃς, καὶ δεξάμενος παρὰ τοῦ Χριστοῦ τὴν ἀπόφασιν θαρρῇς· ὑπὲρ γὰρ τῆς οἰκουμένης αὐτὸς τὴν πεῦσιν ταύτην προσήγαγεν.

  14. 29.11

    Ἵνα δὲ μὴ ἀκούσαντες τὸ ὑμεῖς οἱ λοιποὶ, ἐξαίρετον τῶν μαθητῶν τοῦτο εἶναι μὴ νομίσωσιν, ἐξέτεινε τὸν νόμον καὶ ἥπλωσε τὴν ὑπόσχεσιν ἐπὶ τὴν γῆν ἅπασαν, καὶ ἀπὸ τῶν παρόντων καὶ τὰ μέλλοντα πιστοῦται. ὅτι κἂν ὀλίγα τις ἀφῇ, κἂν πολλὰ, ἕνεκεν αὐτοῦ, αἰώνιον θησαυρὸν λήψεται. ὅταν δὲ λέγει, “ ὃς z ἀφῆκε· “ γυναῖκα,” οὐ τοῦτό φησιν, ὥστε διασπᾶσθαι τοὺς γάμους, ἀλλ’ ὃ περὶ τῆς ψυχῆς ἔλεγεν, ὅτι ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· οὐχ ἵνα ἑαυτοὺς ἀναιρῶμεν, οὐχ ἵνα ἐντεῦθεν ἤδη χωρίζωμεν αὐτοὺς a ἀπὸ τοῦ σώματος, ἀλλ’ ἵνα πάντων προτιμῶμεν τὴν εὐσέβειαν· τοῦτο καὶ ἐπὶ γυναικὸς καὶ ἀδελφῶν καὶ τῶν ἄλλων φησί. δοκεῖ δέ μοι καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίττεσθαι· ἐπειδὴ γὰρ πολλοὶ ἦσαν, καὶ πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖκες ἄνδρας, ὅταν ταῦτα κελεύσωσι, φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ὅπερ οὖν καὶ ὁ Παῦλος b ἔλεγεν, “ εἰ δὲ καὶ ὁ ἄπιστος χωρίζεται, χωρίζεσθω.” ἀναστήσας οὖν τὰ πάντα c φρονήματα, καὶ ποιήσας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῆς οἰκουμένης θαρρεῖν d, ἐπιφέρει e,

  15. 29.12

    Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.

  16. 29.13

    Δεικνὺς ὅτι τῶν πρώτων εἶναι δοκούντων ἔσονται πρῶτοι οὗτοι οἱ εἰς αὐτὸν πιστεύοντες καὶ τὰ ἑαυτῶν ἀφέντες. ἐνταῦθα δέ μοι δοκεῖ τοὺς Φαρισαίους αἰνίττεσθαι· ὅπερ καὶ ἔμπροσθεν εἶπεν, ὅτι υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται· ἄλλοι f δέ φησιν ἐρωτῶσιν, εἰ τοῖς ἀντεχομένοις χρημάτων δύσκολος ἡ σωτηρία, τοῖς ἀπολιποῦσι πάντα τίς ἡ ἐλπίς; δῆλον δὲ ἀπὸ τοῦ ὅτι τὸ, “ τίς ἆρα “ δύναται σωθῆναι;” περὶ πλουσίων ἐλέγετο. περὶ δὲ ἑαυτῶν βούλονται τὴν ἀποκειμένην ἐλπίδα, οὐχ ὡς μεγάλα τινὰ καταλελοιπότες, ἀλλ’ ὡς αὐτῶν ὧν εἶχον ἐκστάντες. καὶ ὁ τὴν ἀνταπόδοσιν, ἀποδεχόμενος τὴν ἐπιθυμίαν, καὶ τὴν ἀγάπην ἐπιρρωννύων. τοῦτο γὰρ καὶ ὁ Παῦλος εὔχεται ὑπὲρ τῶν ἐκκλησίων, “ τὸ εἰδέναι τίς ἡ ἐλπὶς τῆς κλήσεως, καὶ τὶς ὁ πλοῦ- “ τος τῆς χάριτος τοῦ Θεοῦ εἰς τοὺς πιστεύοντας.”

  17. 29.14

    Οὐδεὶς ἐστὶν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς κ. τ. ἑ.

  18. 29.15

    Ιστησι δὲ τὴν ἐπαγγελίαν οὐκ ἐν μόνοις τοῖς Ἀποστόλοις ἀλλὰ καὶ πάντα τὸν ἀπολείποντα τὰ ἑαυτοῦ φίλα καὶ οἰκίαν, φησι πολαπλασίονα λήψεσθαι, καὶ ζωὴν αἰώνιον κληρονομῆσαι· ὅπερ διαιροῦσιν ὁ τε Μάρκος καὶ ὁ Λουκᾶς, τὸ μὲν πολλαπλάσιον ἴον ἐν καιρῷ τούτῳ λέγοντες· τὴν δὲ αἰώνιον ζωὴν ἐν τῷ ἐρχομένῳ· ἔστι δὲ νῦν ἡ τῶν πολλαπλασίων ἴων ἀπόλαυσις κατὰ τὴν κοινωνίαν, οὐ κατὰ τὴν κτῆσιν· ὅτι δὲ προτέθεικεν ὁ Σωτῆρ’ τὰ τῶν ἀδελφῶν ἅπαντα τοῖς ὑπὲρ τοῦ Εὐαγγελίου στρατευομένοις· οὕτως καὶ οἰκίας πολλὰς καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς ὑπάρχειν ἔλεγεν τοῖς τὰ ἴδια καταλείπουσιν, ὅτι ἡ ἀγάπη πᾶσαν ἐπλήρωσεν οἰκειότητα τοῖς Ἰουδαίοις, καὶ πᾶσαν χρείαν ὅσην ἂν οἰκίαι καὶ ἀγροὶ παρέχουσιν. προστέθεικε δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾷν πρεσβυτέρας μὲν ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. ὥσπερ γὰρ ἀδελφοὺς δίδωσι τοὺς οὐκ ἀδελφοὺς, καὶ γονεῖς τοὺς οὐ γονεῖς, καὶ τέκνα τὰ οὐ τέκνα, οὕτω καὶ γυναικα τὴν οὐ γυναῖκα· καὶ ἑτέρῳ τρόπῳ δηλαδὴ πνευματικῷ ἀπολιπεῖν δὲ τὸ κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωὴν, καθὰ καὶ πάλαι περὶ τῆς φυλῆς τοῦ Λευῒ ἔλεγεν ὁ “ ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ οὐχ ἑώρακα σε, καὶ τοὺς ἀδελ- “ φοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω. ἐφύλαξε “ τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν. δηλώσουσι τὰ δι- “ καιώματά σου τῷ Ἰακὼβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ. ἐπιθή- “ σουσι θυμίαμα διαπαντὸς ἐπὶ τοῦ θυσιαστηρίου σου.” ἐκεῖ τε γὰρ διὰ τὴν θείαν σπουδὴν ἡ τοῦ γένους ἀπόστασις· καὶ ἐνταῦθα τὸ ἴσον· οὐχ ὡς ἑτέρως ἀπαλλοτριοῦσθαι δέον τοῦ γένους πλὴν ὅσον ἐν προτιμήσει του καλλίονος καὶ πρὸς τὸ ἀνεμπόδιστον τῆς εὐαγγελικῆς διακονίας. ἐτίμα γοῦν καὶ αὐτὸς ὁ Κύριος τὴν κατὰ σάρκα προσήκουσαν αὐτῷ μητέρα, καὶ τῷ ἀγαπῶντι μαθητῇ ταύτην ἐνεχείριζεν· ὥστε ὁ Μανιχαίου λόγος ἀλλότριος τῆς Χριστοῦ βουλήσεως, καὶ πάντες οἱ τὴν φυσικὴν ἀνατρέποντες οἰκείοτητα διὰ τὴν πνευματικὴν, ἀλλότρια τοῦ Σωτῆρος διανοοῦνται.

  19. 29.16

    Ἀδιάφορον δὲ τὸ λέγειν ἕνεκα τοῦ ἐμοῦ ὀνόματος, ἢ ἕνεκα τοῦ “ Εὐαγγελίου,” ὡς ὁ Μάρκος, “ ἢ ἕνεκα τῆς βασιλείας τοῦ Θεοῦ,” ὡς ὁ Λουκᾶς· τό τε γὰρ ὄνομα τοῦ Χριστοῦ δύναμίς ἐστι τοῦ Εὐαγγελίου καὶ τῆς βασιλείας· τό τε Εὐαγγέλιον εἰς ὄνομα ἀνήρτηται τοῦ Χριστοῦ· καὶ ἡ βασιλεία τοῦ Θεοῦ διὰ τοῦ ὀνόματος αὐτοῦ γνωρίζεται, καὶ παραγίνεται· προσέθηκε δὲ ὁ Μάρκος καὶ τὸ μετὰ διωγμῶν ἔχειν πολλαπλασίονα νῦν, καθὸ διὰ τὴν εὐσέβειαν πολλοὺς εὑρήσει γνησιωτέραν αὐτῷ πολλάκις τὴν διάθεσιν ἀπονέμοντας· ταύτα γὰρ καὶ ἐγίνετο πάντα πάρα τῶν πίστων, καὶ ἔπι τοσοῦτον ἐκράτει, ἐφ’ ὅσον καὶ τοῦ Χριστιανισμοῦ τὴν τελειότητα προκόπτειν συνέβαινεν.

  20. 29.17

    Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτῶν ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν.

  21. 29.18

    Προλέγει τοῖς μαθηταῖς ἀναγκαίως ταῦτα, ἵνα γινώσκοιεν ὅτι προειδὼς καὶ οὐκ ἀγνοῶν πέπονθε, καὶ οὐκ ἄκων ἀλλ’ ἑκὼν ἐπὶ τοῦτο βαδίσας. διὸ καὶ πολλάκις τὸ τοιοῦτον προσηγόρευσεν f, ὡς ὁ Μάρκος ἐπισημαίνεται λέγων, καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν. καὶ κατ’ ἰδίαν τοῖς μαθηταῖς τὰ τοιαῦτα προαποκαλύπτειν g οἰκείως ἐγίνετο. οὗτοι γὰρ καὶ τῆς προγνώσεως ἄξιοι, καὶ τοῦ μὴ θορυβηθῆναι τοῖς πάθεσιν. ὅθεν χωρὶς αὐτοῖς διαλέγεται, πολλῶν καὶ ἄλλων συνοδοιπορούντων. λέγει δὲ καὶ σαφῶς τὰ ἐσόμενα, καὶ τὸ ἐμπτυσθῆναι h δὲ ἀπεμνημόνευσεν, ἵνα μηδὲν ᾖ παρασεσιωπημένον ὃ i διὰ τὸ μὴ προεγνῶσθαι ταράξει k τοὺς ἐξαίφνης ὁρῶντας. ἴασις δὲ τούτων ἁπάντων τὸ, “τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται·” δὲ προσαπεμνημόνευσεν 1 ὁ Λουκᾶς, καὶ τὸ ἐκ προφητῶν τὸ “ τελεσθήσεται m πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῶν υἱῷ “ τοῦ ἀνθρώπου.” μέγιστον γὰρ εἰς παραμυθίαν τὸ καὶ διὰ τῶν προφητῶν προειρῆσθαι τὸν Σωτῆρα τοιαῦτα μέλλοντα πάσχειν, ἵνα ὅταν τὰ σκυθρωπὰ ταῦτα ἐξέλθῃ, καὶ τὴν ἀνάστασιν ἐντεῦθεν προσδοκήσωσι. ὁ γὰρ τὰ λυποῦντα οὐκ ἀποκρυψάμενος, καὶ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, εἰκότως ἔμελλε καὶ περὶ τῶν πιστεύεσθαι.

  22. 30.1

    Περὶ τῶν υἱῶν Ζεβεδαίου.

  23. 30.2

    Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἥμιν.

  24. 30.3

    Πῶς ὁ Ματθαῖός φησιν, ὅτι μητὴρ προσῆλθεν; ἀμφότερα γενέσθαι εἰκός. τὴν γὰρ μητέρα παρέλαβον ὡς μείζονα τὴν ἱκετηρίαν ἐργασόμενοι, καὶ ταύτῃ τὸν Χριστὸν δυσωπήσοντες n. ὅτι γὰρ τοῦτο ἢν, καὶ αὐτῶν μᾶλλον ἡ αἴτησις ἢν, καὶ αἰσχυνόμενοι προβάλλονται τὴν τεκοῦσαν, σκόπει ᾗ o πρὸς αὐτοὺς ἀποτείνει τὸν λόγον. μάθωμεν δὲ τι πρότερον αἰτοῦσι, καὶ ἀπὸ ποίας γνώμης, εἴτε αὐτοὶ εἴτε καὶ μητὴρ, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθον. ἑώρων αὐτοὺς τιμωμένους παρὰ τοὺς ἄλλους, καὶ προσεδόκησαν ἐντεῦθεν ἐπιτεύξεσθαι. ἁλλὰ τι ποτέ ἐστιν ὃ αἰτοῦσιν; ἄκουσον ἑτέρου Εὐαγγελιστοῦ σαφῶς ἐκκαλύπτοντος p. διὰ γὰρ τὸ ἐγγὺς εἶναι τὴν Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία αὐτοῦ ἤδη φαίνεται, ταῦτα ᾔτουν. ἐνόμιζον γὰρ ὅτι μετὰ τὴν βασιλείαν οὐ τεύξονται. διὰ τοῦτο γοῦν καὶ νῦν προσῆλθον ἀξιοῦντες· ὅθεν δῆλον ὅτι περὶ αἰσθητῆς ὑπόπτευον βασιλείας. ἀλλὰ μηδεὶς καταγινωσκέτω τῶν Ἀποστόλων, εἰ οὕτως ἀτελέστερον διέκειντο. οὔπω σταυρὸς q ἦν, οὔπω πνεύματος χάρις. διὰ τοῦτο γὰρ ἐκκαλύπτει αὐτῶν τὰ ἐλαττωματα, ἴνα μέτα ταύτα γνῶσι τινες ἄπο τῆς χάριτος ἐγένοντο. οὐκ ἀγνοῶν δὲ ὁ Σωτῆρ’ τι αἰτῆσαι βούλονταί, φησι, “ τί θέλετε ” ἀλλ’ ἵνα ἀναγκάσῃ αὐτοὺς ἀποκρίνεσθαι, καὶ οὕτως διδάξῃ r. τὸ δὲ αἰσχυνόμενοι ἐπειδὴ ὑπὸ πάθους ἀνθρωπίνου πρὸς τοῦτο ἴεσαν s) κατ’ ἰδίαν ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν ἠρώτησαν· προσεπορεύθησαν t γὰρ, φησὶν, ὥστε μὴ γενέσθαι αὐτοῖς κατάδηλον. τι οὖν αὐτοί u; δῆλον x ὅτι οὐδὲν πνευματικὸν ᾔτουν, οὔτε ᾔδεσαν πάλιν ὅπερ ᾔτουν· οὐ γὰρ ἃν ἐτόλμησαν τοσοῦτον αἰτῆσαι. φησὶν, οὐκ οἴδατε τί αἰτεῖσθε· πῶς μέγα, καὶ τὰς ἄνω ὑπερβαῖνον δυνάμεις. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω; ἰδὲy πῶς εὐθέως ἀπήγαγεν τῆς ὑπονοίας ἀπὸ τῶν ἐναντίων αὐτοῖς διαλεχθείς. ὑμεῖς μὲν γάρ, φησι, περὶ τιμῆς μοι διαλέγεσθε, ἐγὼ δὲ περὶ ἀγώνων ὑμῖν καὶ ἱδρώτων. οὐ γάρ ἐστιν οὗτος ὁ τῶν ἐπάθλων καιρὸς, ἀλλὰ σφαγῆς καὶ πολέμων καὶ κινδύνων τὰ παρόντα. καὶ ὅρα πῶς τῷ τρόπῳ τῆς ἐρωτήσεως ἐφέλκεται. “ δύνασθε πιεῖν τὸ ποτήριον ὃ “ ἐγὼ πίνω ;” ἵνα τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμότεροι γένωνται. καὶ βάπτισμα πάλιν αὐτὸ καλεῖ. δεικνὺς μέγαν ἀπὸ τῶν γινομένων τὸν καθαρμὸν, αὐτοῖς μὲν τὸν ἑαυτοῦ, τῇ οἰκουμένῃ δὲ τὸν ἀπὸ τοῦ σταυροῦ. “ λέγουσιν αὐτῷ, δυνάμεθα.” εὐθέως ἐπηγγείλαντο, προσδοκῶντες ἀκούσεσθαι ὅπερ ᾔτησαν, ἐπειδὴ ταῦτα εἶπον. δεικνὺς δὲ ὅτι οὐκ ἀλαζονεία a τὰ εἰρημένα, φησὶ, “ τὸ μὲν ποτήριον “ ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτι- “ σθήσεσθε,” τοῦτ’ ἔστι, μαρτυρίου καταξιωθήσεσθε, καὶ ταῦτα πείσεσθε ἅπερ ἐγώ· “ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύ “ μῶν μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ “ Πατρός.” ἰδὲ πῶς ἐπῇρεν αὐτῶν τὰς ψυχὰς, καὶ ὑψηλὰς ἐποίησε, καὶ πρὸς λύπην ἀχειρώτους εἰργάσατο. ἀλλὰ τί ποτε ἐπὶ τὸ εἰρημένον ; καὶ γὰρ δύο ἐστὶν τὰ ἀπορούμενα· ἓν μὲν, εἰ ἡτοίμασται τινι τὸ καθίσαι ἐκ δεξιῶν αὐτοῦ ; ἕτερον δὲ, εἰ ὁ πάντων Κύριος ἐκείνοις οἷς μὴ ἑτοίμασται οὐκ ἦν κύριοςb παρασχεῖν i πρὸς μὲν οὖν τὸ πρότερον ἐροῦμεν, ὡς οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ ἣ ἐξ ἀριστερῶν κάθηται. ἄβατος γὰρ πάσῃ τῇ κτίσει ὁ θρόνος ἐκεῖνος. ὡς οὖν ἐξαίρετον τοῦ μονογενοῦς τίθησιν αὐτὸ ὁ Παῦλος λέγων, “ πρὸς τίνα γὰρ τῶν Ἀγγέλων εἴρηκέ ποτε, Κάθου ἐκ δεξιῶν μου ; “ καὶ πρὸς μὲν τοὺς Ἀγγέλους φησίν· ὁ ποιῶν τοὺς ἀγγέλους “ αὑτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν “ αἰῶνα.” πῶς οὖν φησι τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ “ ἐξ εὐωνύ- “ μῶν οὐκ ἔστιν ἐμὸν δοῦναι ;" ὡς ὄντων καθεζομένων τινῶν ἣ οὐκ ὄντων ; ἄπαγε· ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίνετοc τῶν ἐρωτώντῶν συγκαταβαίνων τῇ αὐτῶν διανοίᾳ. οὐ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον καὶ τὴν ἐκ δεξιῶν τοῦ πατρὸς καθέδραν, ἀλλ’ ἓν ἐζήτουν b μόνον τῶν πρωτείων ἀπολαῦσαι καὶ πρὸ τῶν ἄλλων στῆναι. ἐπειδὴ γὰρ δώδεκα θρόνους ἤκουσαν, ἀγνοήσαντες τί ποτε ἦν τὸ εἰρημένον, τὴν προεδρίαν ἐπεζήτησαν. ὃ τοίνυν φησὶν ὁ Χριστὸς τοῦτ’ ἔστιν· ὅτι ἀποθανεῖσθε μὲν δι’ ἐμὲ καὶ κοινωνήσετέ μοι κατὰ τὸ πάθος· οὐ μὴν ἀρκεῖ τοῦτο ποιῆσαι πρὸς τὴν πρώτην τάξιν ὑμᾶς κατασχεῖν. ἂν γάρ τις ἕτερος ἔλθοι e μετὰ τοῦ μαρτυρίου καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν κεκτημένον πολλῷ πλείονα ὑμῶν, οὐκ ἐπειδὴ φιλῶ νῦν ὑμᾶς d, καὶ τῶν ἄλλων προκρίνω, διὰ τοῦτο παρωσάμενος ἐκείνους, ὑμῖν δώσω τὰ πρωτεῖα. ἐκείνοις οὖν ἡτοίμασται τοῖς ἀπὸ τῶν ἔργων δυναμένοις γενέσθαι λαμπροτέροις. πανταχόθεν οὖν αὐτοὺς συνελαύνει, μετὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν τῶν οἰκείων κατορθωμάτων ἐπίδειξιν τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν. ὅτι γὰρ αὐτὸς Κύριός ἐστι τοῦ παντὸς, δῆλον ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν, καὶ αὐτὸς ἀποδώσει e ὡς δίκαιος κριτὴς Παύλῳ τὸν τῆς δικαιοσύνης στέφανον, οὐ μόνον δὲ αὐτῷ, ἀλλὰ καὶ τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, κατὰ τὸν τοῦ Ἀποστόλου λόγον. παραπεμπόμενος οὖν αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην, ὁμοῦ καὶ μὴ λυπῆσαι βουλόμενος, ἀμφότερα ταῦτα κατορθοῖ. οὐ τοίνυν τὸν Υἱὸν ὑπερβέβηκεν ἡ τοιαύτη δόσις. ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρὸς, ὡς εἰ καὶ ἔλεγεν, ὑπ’ ἐμοῦ. ὅθεν ὁ Μάρκος οὐδὲ εἴρηκε τὸ ὑπὸ τοῦ Πατρός μου. ἀκούσαντες δέ φησιν οἱ δέκα ὅτι ἐπετιμήθησαν, ἠγανάκτησαν. ἕως μὲν γὰρ τοῦ Χριστοῦ ὁ f ψῆφος ἦν, οὐκ ἠγανάκτουν, ἀλλ’ ὁρῶντες αὐτοὺς προτιμωμένους g, ἔστεργον, αἰδούμενοι τὸν διδάσκαλον. καὶ πρὸς Πέτρον δέ τι παθόντες ἀνθρώπινον, οὐκ ἐδυσχέραινον, ἀλλ’ ἠρώτησαν μόνον, τίς ἆρα μείζων ἐστίν; ἐπειδὴ δὲ ἐνταῦθα τῶν μαυητῶν ἡ αἴτησις ἦν, ἀγανακτοῦσι, καὶ οὐδὲ ἐνταῦθα εὐθέως, ἀλλ’ ὅτε αὐτοῖς ἐπετίμησεν ὁ Χριστὸς, καὶ ἔδειξεν οὐ πάντας ληψομενους h, οὕτω ἅπαντες ἀτελέστεροι ἦσαν. ἀλλὰ μὲν ταῦτα ὄψει i αὐτοὺς πάντων τούτων ἀπηλλαγμένους τῶν παθῶν, καὶ τὰ πρωτεῖα παραχωροῦντας ἀλλήλοις. Τί οὖν ὁ Χριστός ; προσκαλεσάμενος αὐτούς, φησι, τῇ κλήσει πρὸ τοῦ λόγου αὐτοὺς καταπραΰνει καὶ τὸ πλήσιον αὐτοῦ ἐπισπάσασθαι· καὶ γὰρ οἱ δύο ἐγγύτερον εἱστήκεισαν ἰδιολογούμενοι· διὰ τοῦτο καὶ αὐτοὺς πλήσιον ἄγει, παραμυθούμενος τὸ πάθος καὶ τούτων κἀκείνων· καὶ δεικνὺς ὅτι ἐθνικὸν τὸ πρωτείων ἐρᾷν, φλεγμαίνουσαν τὴν ψυχὴν αὐτῶν ἐντρέπων. μὴ γὰρ ἀγανακτεῖτε τούτοις, φησὶν, ὡς ὑβρισμένοι, ἑαυτοὺς μάλιστα καταισχύνουσι τὰ πρωτεῖα ζητοῦντες· οὐ γάρ ἐστι τὰ παρ’ ἡμῶν οἷα τὰ ἔξωθεν. οἱ μὲν γὰρ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν, παρ’ ἐμοὶ δὲ ὁ ἔσχατος, οὗτος πρῶτος ἐστίν· καὶ δι’ ὧν ποιῶ καὶ πάσχω λάβετε τὴν ἀπόδειξιν τῶν εἰρημένων. βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὢν, ἄνθρωπος ἠβουλήθην γενέσθαι καὶ ὑβρισθῆναι, καὶ ἐλθεῖν ἐπὶ τὸν θάνατον, καὶ τὴν ψυχὴν ἔδωκα λύτρον· καὶ ὑπὲρ τίνων ; τῶν ἐχθρῶν· σὺ δὲ ἃν ταπεινωθῇς, ὑπὲρ σεαυτοῦ· ἐγὼ δὲ ὑπὲρ σοῦ. μὴ τοίνυν φοβηθῇς ὡς τῆς τιμῆς σου καθαιρουμένης· ὅσα γὰρ ἃν ταπεινωθῇς, οὐ δύνασαι τοσοῦτον κατελθεῖν ὅσον ὁ δεσπότης σου· ἀλλ’ ὅμως ἡ κατάβασις αὕτη πάντων ἀνάβασις γέγονε· καὶ τὴν δόξαν ἐκλάμψαι πεποίηκε τὴν αὐτοῦ. πρὸ μὲν γὰρ τοῦ γενέσθαι ἄνθρωπος, παρ’ Ἀγγέλοις ἐγνωρίζετο μόνον. ἐπειδὴ δὲ ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνον ἐκείνην οὐκ ἠλάττωσε τὴν δόξαν, ἀλλὰ καἲ ἑτέραν προσέλαβε τὴν τῆς οἰκουμένης.

  25. 31.1

    Περὶ Βαρτιμαίου.

  26. 31.2

    Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.

  27. 31.3

    Ὅτι κατ’ ἐξουσίαν ἡ ἴασις ἦν, ἔδειξε λέγων, “ τί θέλεις ποιήσω “ σοι ; ” δήλη δὲ καὶ ἡ τιμὴ τοῦ πλήθους ἣν εἶχον πρὸς αὐτὸν, οὐκ ἐπιτρέποντες τῷ τυφλῷ βοᾷν, ὥσπερ ἐπὶ βασιλέως παριόντος. ὥστε οὐ ἃν συνῄρατο πρὸς τὴν Χριστοκτονίαν ὁ λαὸς, εἰ μὴ ὑπὸ τῶν ἀρχόντων παρήχθη. βλάπτει γὰρ λαὸν ἐξουσία πονηρά. υἱὸν δὲ Δαβὶδ ἐκάλει ὁ τυφλὸς, τὴν διατρέχουσαν ἐν τῷ λαῷ φήμην ἀκούων, καὶ τὴν προσδοκίαν τὴν ἐκ προφητῶν πεπεισμένος. καὶ οὐκ ἀναίνεται τοι γένος ὁ Κύριος, καίτοι δείξας ἀλλαχοῦ ὅτι καὶ ὑπὲρ τὸ γένος ἐστὶ τὸ σαρκικόν. οὐ γὰρ τῷ ψευδομένῳ καὶ καλοῦντι υἱὸν Δαβὶδ, παρέσχεν ἂν τὴν ἴασιν ἐκ ψεύδους πίστεως καὶ ἐκ δυσφήμου λόγου, ὥσπερ οἴονται οἱ δοκήσει αὐτὸν φάσκοντες ἐληλυθέναι, ἢ ἐξ ἑτέρας οὐσίας σεσαρκῶσθαι k, καὶ μὴ τοῦ ἐκ Δαβὶδ φυράματος. τίνος δὲ χάριν ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς, τι θέλεις ποιήσω σοι ; ἵνα μή τις νομίσῃ l ἄλλο βουλομένῳ λαβεῖν, ἄλλο τι διδόναι· καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ τὴν προαίρεσιν πρότερον κατάδηλον ποιεῖν τῶν θεραπευομένων, καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι’ ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δεύτερον δὲ, ἵνα δείξῃ τῆς δωρεᾶς ἀξίως ἀπολαύοντας.

  28. 31.4

    Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ ῥαβουνὶ, ἵνα ἀναβλέψω, καὶ τὰ ἑξῆς.

  29. 31.5

    Ὅτι δὲ ἀξίως καὶ πιστῶς m, καὶ ἐξ ὧν ἐβόησε καὶ μετὰ πάσης σπουδῆς προσέδραμεν, ἐκπηδήσας, καὶ ὅπερ n ἔφερεν ἱμάτιον ἀπέρριψε, μονονουχὶ τὸν παλαιὸν ἐκδύσας χιτῶνα, καὶ ὅλος τοῦ Ἰησοῦ γενόμενος, καὶ ἐκ τοῦ μαρτυρῆσαι αὐτῷ τὸν Χριστὸν καὶ εἰπεῖν· “ ὕπαγε, ἡ πίστις σου σέσωκέ σε.” καὶ τῆς ἰάσεως δὲ τυχὼν οὐκ ἀπεπήδησεν, ὅπερ πολλοὶ ποιοῦσι μετὰ τὰς εὐεργεσίας ἀγνωμονοῦντες· ἀλλὰ καὶ πρὸ τῆς δόσεως καρτερικὸς, καὶ μετὰ o τὴν δόσιν εὐγνώμων. ἠκολούθει γὰρ τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ. τὸ μὲν οὖν τυφλότητι ἴασιν γεγονέναι κατὰ τὴν ὁδὸν συμφωνεῖ τῷ Ματθαίῳ καὶ Λουκᾷ. ἕνα δὲ τυφλὸν οὗτός φησι καὶ Λουκᾶς· Ματθαῖος δὲ δύο· τοῦτο δὲ οὐδὲν πρὸς διαφωνίαν τῆς ἱστορίας. ἐνδέχεται γὰρ τοῦ ἐπιφανεστέρου μνήμην Μάρκον τε P καὶ Λοῦκαν πεποιῆσθαι q, ὥσπερ καὶ ὀνόματι r δεδήλωκεν ὁ Μάρκος εἰπὼν, τὸν υἱὸν Τιμαίου Βαρτίμαιον τυφλὸν, ὡς ἐπιφανῆ τότε ὄντα.

  30. 32.1

    Περὶ τοῦ πώλου.

  31. 32.2

    Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰερουσαλὴμ εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὑτοῦ. καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.

  32. 32.3

    Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον· ἀλλ’ οὐδέποτε μετὰ τοσαύτης περιφανείας. καὶ γὰρ προοίμια ἢν, καὶ οὔτε αὐτοῖς κατάδηλος ἦν, οὔτε ὁ καιρὸς παθεῖν ἐγγύς. διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἑαυτὸν κρύπτων· οὔτε γὰρ μᾶλλον ἐθαυμαστώθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐκλάμπει λοιπὸν, καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Θέα δέ μοι πόσα θαύματα γίνεται, καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν ὅτι εὑρήσετε ὄνον. προεῖπεν ὅτι οὐδεὶς κωλύσει· μὴ γὰρ μικρὸν νομίσῃς εἶναι τὸ γεγενημένον. τίς γὰρ αὐτοὺς ἔπεισε τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν ἑλκομένων τῶν ὑποζυγίων, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς ; ἀπὸ τούτων αὐτοὺς παιδεύει ὅτι καὶ Ἰουδαίους ἠδύνατο κωλύειν μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι· ἀλλ’ οὐκ ἠθέλησεν. καὶ σημεῖον δὲ τὸ γινόμενον ἦν· οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἰερουσαλὴμ ἐξιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι; ὃς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἰερουσαλήμ. τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος· ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων. ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον.

  33. 32.4

    Ἀπῆλθον δὲ καὶ εὗρον πῶλον δεδεμένον, καὶ τὰ ἑξῆς.

  34. 32.5

    Οὐ κάθηται ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν Ἀποστόλων. ἐπειδὴ τὸν πῶλον ἔλαβεν, ἅπαντα λοιπὸν προίενται.

  35. 32.6

    Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου. πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπειρος εὐτάκτως ἐφέρετο. καὶ αὐτὸς προφητεία τοῦ μέλλοντος ἦν δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν.

  36. 32.7

    Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδὸν καὶ τὰ ἑξῆς.

  37. 32.8

    Ἕως ἐπὶ τῶν πονηροτέρων οἱ ἀφελεῖς οὐ διαστρέφονται, τῇ ἀληθείᾳ ἕπονται. ἀπὸ δὲ τῶν σημείων ἐπεγνωκότες τὸν Κύριον οἱ ὄχλοι, καὶ εὐφημίαν ἐποιοῦντο εἰς αὐτὸν, καὶ υἱὸν εἶναι Δαβὶδ καὶ Χριστὸν εἶναι πιστεύοντες, καὶ τὸ “ εὐλογημένος ὁ ἐρχόμενος “ ἐν ὀνόματι Κυρίου” κατὰ τὸν ψαλμὸν ἐπιβόωντες. Τὸ γὰρ “ ὡσαννὰ” ὕμνος ἑρμηνεύεται.

  38. 32.9

    Τὸ δὲ καὶ εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαβὶδ ἄριστα εἴρηται. πολλαχοῦ γὰρ οἱ προφῆται τὴν κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν βασιλείαν ἐπ ὀνόματι Δαβὶδ ἔφασκον ἔρχεσθαι. Δαβὶδ τὸν Χριστὸν ὀνομάσαντες, διὰ τὸ ἐκ Δαβὶδ αὐτὸν κατὰ σάρκα γνωρίζεσθαι. δόξαν οὖν ἀναπέμπουσιν τῷ ἐρχομένῳ ἐν ὀνόματι Κυρίου. εὐλογοῦσι δὲ καὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐπὶ πᾶσι Θεῶ τῶ ἐν ὑψίστοις τὴν δοξολογίαν ἀναπέμπουσιν, καθὼς ἐννοεῖν ἠδύναντο.

  39. 32.10

    Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερὸν καὶ τὰ ἑξῆς.

  40. 32.11

    Τὸ καταλιπὼν, τὴν ὡς ἀπὸ ἀναξίων ἀναχώρησιν δηλοῖ. καὶ οὐκ ἐπὶ πολὺ χωρίζεται τῆς Ἰερουσαλὴμ, ἵνα πάλιν ἐπανέλθῃ μετὰ τὴν νύκτα· ἥκει γὰρ ἐπὶ τὸ πάθος, καὶ οὐκ ἔμελλεν ἀφίστασθαι πρὶν ἢ πάθῃ.

  41. 33.1

    Περὶ τῆς ξηρανθείσης συκῆς.

  42. 33.2

    Καὶ τῆ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε. καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῷ. καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων. Καὶ τῇ ἐπαύριόν φησιν, ἐξελθόντων αὐτῶν Βηθανίας, ἐπείνασεν. ὁ Ματθαῖος τὸ πρωὶ προστίθησι. πῶς δὲ πρωίας πεινᾶ ; συνεχώρησε τῇ σαρκὶ τοῦτο. ἄλλος δὲ ἔφη, ἦλθεν t εἰ ἄρα εὑρήσει u ἐν αὐτῇ καρπόν. ὅθεν δῆλον ὅτι τῆς ὑπονοίας αὐτῶν ἦν. καὶ γὰρ τὰς ὑπονοίας τῶν μαθητῶν γράφουσιν. οὕτω δὲ καὶ τὸ νομίζειν διὰ τοῦτο αὐτὴν κατηρᾶσθαι. τίνος οὑν ἕνεκεν κατηράθη ; τῶν μαθητῶν ἕνεκεν, ἵνα θαρρῶσιν. ἐπειδὴ γὰρ πανταχοῦ μὲν εὐεργετεῖ x, οὐδένα ἐκόλασεν y· ἔδει δὲ καὶ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν, ἵνα μάθωσιν ὅτι δυνάμενος ξηράναι Ἰουδαίους, ἑκὼν συγχωρεῖ, καὶ οὐ ξηραίνει. οὐκ ἐβούλετο δὲ τοῦτο εἰς ἀνθρώπους ἐνδείξασθαι, καὶ z εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὑτοῦ τὴν ἀπόδειξιν ταύτην παρέσχετο. ὅταν δὲ εἰς τόπους γένηται τι, μὴ ἀκριβολογώμεθα, δικαίως ἢ ἀδίκως, λέγοντες, ἀλλὰ τὸ θαῦμα ἴδωμεν. ἐπεὶ καὶ περὶ τῶν χοίρων πολλοὶ τοῦτο εἰρήκασι τῶν καταποντισθέντων, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον. ἀλλ’ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς. καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο τὸ a φυτὸν ἄψυχον.

  43. 33.3

    Τίνος οὖν ἕνεκεν περίκειται τοιοῦτον b σχῆμα τῷ πράγματι ; καὶ τῆς κατάρας ἂν c ἡ πρόφασις, ὅπερ ἔφην, τῆς τῶν μαθητῶν ὑπονοίας τὸ πρᾶγμα ἦν, εἰ καὶ τούτων οὐδὲν αἰνίττεται. εἰ δὲ λέγοι ὅτι d οὐκ ἦν καιρὸς, καὶ ἐντεῦθεν δείκνυσιν ὅτι προηγουμένως εἰς τοῦτο ἦλθε, οὐ διὰ πείναν, ἀλλὰ διὰ τοὺς μαθητάς. τίς γὰρ οὕτως εὐήθης ὥστε ὑπολαβεῖν ὅτι e ἐν πρωινῷ τῷ καιρῷ τοσοῦτον ἥττητο πείνης ; ἣ εἴπερ ἐπείνη καὶ τὸ ἐσθίειν τότε ἐνόμιζεν ἀδεὲς, τι τὸ κωλῦον ἦν αὐτὸν φαγόντα τῆς οἰκίας ἐξελθεῖν ; οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν ὡς ἡ τοῦ καρποῦ θέα πρὸς πείναν αὐτὸν ἐξεκαλέσατο. οὐ γὰρ ἦν καιρὸς συκῶν· πεινῶν δὲ πῶς οὐχ ἑτέρωθεν ἐζήτει τροφὴν, ἀλλ’ ἀπὸ τῆς συκῆς, ἣν οὐ δυνατὸν ἦν ἔχειν πρὸ τοῦ καιροῦ τὸν καρπὸν, δήλου πᾶσιν ὄντος σαφῶς ; ποίας δὲ ἀγανακτήσεως ἦν ἄξιον τὸ μὴ ἔχειν αὐτὴν καρπόν ; ὥστε ὅγε μὴ πάντως εὐήθης ἱκανῶς ἂν ἐκ τούτων συλλογίσαιτο ὅτι πείνα μὲν οὐκ ἦν, πρόσχημα δὲ ἦν πείνης τὴν οἰκείαν ἐνδεικνύμενος δύναμιν, εἰς τὸ μὴ οἴεσθαι αὐτοὺς ἀτονίᾳ τὸ πάθος αὐτὸν ἀναδέχεσθαι. διὰ τοῦτο φυτὸν ἐπιλεξάμενος, ὃ κἀν εἰ τέμοι τις, οὐ ῥᾳδίως τὴν ἔμφυτον ὑγρασίαν ἀποτίθεσθαι πέφυκε· τοῦτο διὰ μόνης ἐξήρανε τῆς ἐπιτιμήσεως.

  44. 33.4

    Ἄλλως δέ φησι τὴν μέλλουσαν κατὰ τὴν Ἰερουσαλὴμ κρίσιν ἐπὶ τῆς συκῆς ἔδειξεν, ὥσπερ καὶ ἡ παραβολὴ δηλοῖ· ἣν καὶ ὁ Λουκᾶς ἀπεμνημόνευσε λέγων, “ συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπε- “ λῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. εἶπεν “ δὲ πρὸς τὸν ἀμπελουργόν. ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρ- “ πὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἔκκοψον αὐτήν· ἵνα τι καὶ “ τὴν γῆν καταργῇ; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει. Κύριε, ἄφες αὐτὴν “ καὶ τοῦτο τὸ ἔτος, ἕως οὗ σκάψω περὶ αὐτὴν καὶ βάλλω κόπρια· “ κἂν μὲν ποιήσῃ καρπὸν, εἰ δὲ μήγε εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.” ὅπερ οὖν λόγῳ διεξῆλθεν, τοῦτο καὶ ἔργῳ δέδειχεν· ὥσπερ καὶ ἄλλα ἐποίησε συμβολικὰ, καθὼς ἐν τῇ παρουσίᾳ καὶ διὰ τῶν προφητῶν· ὅτι μᾶλλον ἀκοῆς ὅρασις ψυχῆς καθάπτεται, καὶ ἐν μνήμῃ σώζεται. ἡ μὲν παραβολὴ τὴν ἀκαρπίαν ἐλέγχει τῆς Ἰερουσαλήμ.

  45. 33.5

    Ἔρχεται οὖν ὁ Κύριος ἐπὶ τὴν συκῆν ζητῶν καρπὸν ἐν αὐτῇ, καθὰ ἔλεγεν ἡ παραβολὴ, φύλλα δὲ εἶχε μόνον, ἅτε δὴ καὶ ἔαρος ὄντος· καὶ δοκεῖ μὲν κατὰ χρείαν τροφῆς ἐπ’ αὐτὴν ἐληλυθέναι. σύμβολον δὲ ποιεῖ τὸ εἰρημένον, καὶ συνέτρεχεν ἡ πεῖνα τῷ συμβόλῳ, ἡρμοσμένης τοῦ σώματος τοῦ ἁγίου φύσεως τε καὶ κινήσεως πρὸς τὰς τῶν πραγμάτων οἰκονομίας τε καὶ ἐνδείξεις. οὐ γὰρ ἀγνοεῖν δήπουθεν οἷόν τε ἦν, ὅτι καρπὸν εἰς βρῶσιν οὐκ ἂν ἔχοι κατ’ ἐκεῖνον τὸν καιρὸν ἡ συκῆ. ἀλλ’ ἐμφαίνεται τῷ πράγματι ὥσπερ βρῶσιν εἶναι τοῦ Κυρίου τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ποθεῖν αὐτὸν ταύτην, καθὸ καὶ ἐπὶ τῶν μελλόντων πιστεύειν Σαμαρειτῶν εἶπεν τὸ “ ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ “ οἴδατε.” τὸ μὲν οὖν εὐθαλὲς τῆς συκῆς, τὴν δόξαν ἐδείκνυ τῆς Ἰερουσαλὴμ τὴν παρὰ Θεοῦ δεδομένην αὐτῇ· τὸ δὲ ἄκαρπον τὴν κακίαν καὶ ἀπιστίαν. ἡ δὲ ἀκαιρία τοῦ καρποῦ τὴν ἀκαιρίαν τῆς τότε σωτηρίας τῆς Ἰερουσαλὴμ ἤλεγχεν· τὴν δὲ ἀκαιρίαν ταύτην ἐπήγαγεν ἑαυτῇ. διὸ καὶ μέμψιν καὶ κατάραν ὑφίσταται· οὐ δήπου πρὸς τὴν συκῆν ὀργιζομένου τοῦ Κυρίου, ὅτι μὴ καρποφοροίη καὶ ταῦτα παρὰ καιρὸν, ἀλλ’ ἐν τῷ δένδρῳ τὸ τῆς πόλεως ἐπιδεικνύντος. ἡ δὲ κατάρα τοῖς ἔργοις ἐμφαίνεται πεπληρωμένη περὶ τὴν πόλιν. τὸ δὲ μηκέτι καρπὸν ἄγειν τὴν Ἰερουσαλὴμ οὐκ ἀποκλείει τῆς καινουργηθείσης καρποφορίας, ἣν ἡ δοθησομένη αὐτοῖς Χριστοῦ γνῶσις παρέξει· οἱονεὶ κατά τινα ἐγκεντρισμὸν δοθησομένης τῆς Ἱερουσαλὴμ τῆς ἀποστολικῆς δυνάμεως εἰς τὸ καρποφορῆσαι· οὐ γὰρ ἐξ αὐτῆς ὁ καρπὸς ἐκεῖνος, ἀλλ’ ἐκ τῆς νέας καὶ προσγινομένης γνώσεως, ἣν ὥσπερ ἔξωθεν καὶ ἀπὸ τῆς ἐξ ἐθνῶν ἐκκλησίας προστιθεμένην λήψεται.

  46. 33.6

    Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε.

  47. 33.7

    Τοῦτο καὶ ὁ Ἰωάννης φησίν· ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· οὗτος δὲ πρὸς τῷ τέλει, ὥσπερ καὶ ὁ Ματθαῖος. ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιροὺς, καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων καὶ ἀπὸ τῆς ἀποκρίσεως. ἐκεῖ μὲν γὰρ ἐν τῷ Πάσχα παρεγένετο, ἐνταῦθα δὲ πρὸ πολλοῦ. τοῦτο δὲ κατηγορία μείζων τῶν Ἰουδαίων f. ὅτι καὶ ἅπαξ καὶ δὶς τὸ αὐτὸ αὐτοῦ ποιήσαντος, ἐνέμενον ἐπὶ τῆ καπηλείᾳ· καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον, δέον κἀντεῦθεν μαθεῖν αὐτοῦ τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ τὴν οἰκείαν ἰσχύν. ἑώρων γὰρ τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας· ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν. διὸ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον, τὸν θυμὸν αὐτῶν κατασβεννὺς, καὶ δεικνὺς g ὅτι παρὰ Θεοῦ ἥκει. λῃστὰς δὲ τοὺς ἐμπόρους ἐκάλεσε, διὰ τὸ λῃστρικὸν τῆς φιλοκερδίας, οἱ τὴν τῶν θυσιῶν χρείαν πρόφασιν αἰσχροκερδίας λαμβάνοντες, βόας, καὶ τρυγόνας, καὶ περιστερὰς ἐπίπρασκον· ἕτεροι δὲ ἀργύρια προυτίθεσαν λεπτὰ πρὸς τὴν τῶν μειζόνων ἀλλαγήν. σφοδρότερον δὲ τὸ ἔργον οὐκ ἐν ἠπιότητι h λόγου γενόμενον i, ὅποτε καὶ τοὺς πιπράσκοντας ἐξέβαλε καὶ τὰς τραπέζας κατέστρεψεν. ἄλλος k δέ φησιν ὅτι περὶ τὸν χρόνον οὐ πάνυ τοῖς τρισὶν Εὐαγγελισταῖς ἐμέλησεν ἐν τῇ διηγήσει τῆς ἀνόδου τῆς Ἱερουσαλήμ. ὁ γὰρ Ἰωάννης ἀκριβέστερον τὸ τοιοῦτον προιστορήσας, ἐν τῇ πρώτῃ ἀνόδῳ ταῦτα πεπρᾶχθαί φησι· καίτοι ἐν τῷ Πάσχα τὸ πάθος ἱστορεῖ γεγονός l. τὸ οὖν ἱστορῆσαι τὸ πρᾶγμα μόνον ἐμέλησεν αὐτοῖς, καὶ τὰς διαφόρους ἀνόδους μίαν πεποιήκασι. οὕτω καὶ ἐν τῷ ό ψαλμῷ τὰ ἐν διαφόροις γεγενημένα χρόνοις ὑφ’ ἕνα εἰσῆκται καιρὸν ἐν τῇ διηγήσει· ἔνθα φησιν, τὸ “ κατελάλησαν τοῦ Θεοῦ “ καὶ εἶπον, μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάζειν τράπεζαν ἐν ἐρήμῳ ; “ ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐρύησαν ὕδατα, καὶ χείμαρροι κατε- “ κλύσθησαν. μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμᾶσαι τράπεζαν “ τῷ λαῷ αὐτοῦ ; ” μετὰ γὰρ τὴν τοῦ ὕδατος δόσιν, οὐχὶ περὶ τοῦ μάννα ἦν ἀντιλογία, ἀλλ’ ἡ περὶ τῶν κρεῶν· εἰσήγαγεν δὲ ἑκάτερον κατ’ αὐτὸν ὁ ψαλμῳδός.

  48. 33.8

    Οἱ δὲ γραμματεῖς καὶ ἀρχιερεῖς ἤκουσαν καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν.

  49. 33.9

    Ἠσθάνοντο λοιπὸν m γὰρ ὅτι αὐτῶν καθάπτεται τὰ γινόμενα παρ’ αὐτοῦ. ποτὲ μὲν οὖν κατεχόμενος διὰ μέσου αὐτῶν ἀναχωρεῖ, καὶ οὐχ ὁρᾶται· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει. ἐνταῦθα δὲ τῷ φόβῳ n τοῦ πλήθους αὐτοὺς κατεῖχεν. οὐ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν. οἱ δὲ οὐδὲ ἀπὸ τοῦ πλήθους ἐσωφρονίζοντο, οὔτε τὴν τῶν προφητῶν μαρτυρίαν ᾐδοῦντο. οὕτω καθάπαξ αὐτοὺς ἡ φιλαρχία ἐπλήρωσεν ο, καὶ εἰς μιαιφονίαν ἐξώπλιζεν.

  50. 33.10

    Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως. καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.

  51. 33.11

    Ἀκριβέστερον ὁ παρὼν Εὐαγγελίστης ἀπομνημονεύει τῆς ἱστορίας, ἐν τῇ ἐφεξῆς ἡμέρᾳ λέγων τεθεωρεῖσθαι ὑπὸ τῶν μαθητῶν ἐξηραμμένην τὴν συκῆν· ἐπανιόντων πάλιν ἐπὶ τὴν πόλιν ἀπὸ τῶν προαστείων. ὁ δὲ Ματθαῖος παρέδραμε τὸ ἀκριβὲς τοῦ καιροῦ εἰπὼν παραχρῆμα τὴν συκῆν ἐξηράνθαι καὶ τεθαυμακέναι τοὺς μαθητάς. παραχρῆμα δὲ λέγοιτ’ ἃν καὶ εἰς αὔριον τὸ πρᾶγμα γνωσθέν· ὀξεῖα δὲ καὶ ἡ δύναμις καὶ ἐν τῷ ζωογονεῖν τὰ νεκρὰ, καὶ καθάπερ ἐπὶ τῶν ἀναβιωσθέντων ὑπὸ Κυρίου καὶ ἀποξηραίνουσα τὰ ζῶντα, καθάπερ ἐπὶ τῆς συκῆς. ταῦτα δὲ καὶ ὑπὸ τῆς γραφῆς ὑπὸ Θεοῦ λέγεται, τὸ “ ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω” καὶ τὸ “ ἐγὼ ξηραίνω ξύλον χλωρὸν, καὶ ἀνεθάλλω ξύλον ξηρὸν” καὶ οὐδεμία διατριβὴ περὶ τὴν θείαν ἐνέργειαν, εἰ μὴ ὅτε περὶ ἀνθρώπων προαιρέσεως γίνεται τῶν μὴ ταχὺ δεχομένων, μηδὲ οὕτως ὀξέως ἀποτελουμένων εἰς τόδε, ὡς ἡ θεῖα ἐνέργεια δύναται· ὅθεν καὶ περὶ τὴν ἐν πίστει δύναμιν ὀλίγοι οἱ συνακολουθοῦντες τοῦ κυρίου τὴν ὁμόνοιαν πρᾶξιν ἐνδιδόντες πίστεως, ἣν διὰ δυνάμεως αὐτοῖς παρέχεται. ὥστε μὴ μόνον ξύλον ἀποξηρᾶναι τεθηλὸς, ἀλλὰ καὶ ὄρος μετακινῆσαι προστάγματι, καὶ πάντα πληροῦν ὅσα ἀν’ τις αἰτήσαιτο.

  52. 33.12

    Δῆλον δὲ ὡς οὐκ ἀχρεῖον τούτων ἕκαστον ἐπαγγέλλεται Χριστὸς, οὐδὲ οἷον ἐπὶ θαυματουργίᾳ κενῇ, καθάπερ ἀξιοῦσιν οἱ τὰ τοιαῦτα ἀπαιτοῦντες, καὶ κελεύοντες μετακινεῖν τῶν τυχόντων τι καὶ βραχυτάτων, ὡς ἐπ’ ἐλέγχῳ τῆς ἐπαγγελίας τῆς περὶ τῶν ὄρων· οὔτε γὰρ ὄρος οὔτε δὲ κάρφος ἀχρείως μετακινηθείη ἃν κατὰ δύναμιν Θεοῦ, ἐπεὶ μὴ δὲ αὐτὸς ἀχρείως τὴν συκῆν ἐξήρανεν, ἀλλ’ ἐπὶ σημείῳ τῆς τοῦ Ἰσραὴλ μελλούσης ἀκαρπίας, καὶ πρὸς ἔνδειξιν τῆς ἑαυτοῦ δυνάμεως. ἕπεται δὲ τῆ πίστει τῆ τελεία καὶ τὰ τῆς ἀρετῆς, ἤτοιγε ἀπ’ ἀρχῆς κατορθούμενα, ἣ καὶ ἐκ μετανοίας διορθούμενα. καὶ ἐπειδὴ τὸ ἐξ ἀρχῆς κατορθοῦν ἀπταίστως ἀδύνατον, τὸ διὰ μετανοίας προσέθηκεν ὁ Κύριος. P

  53. 34.1

    Περὶ ἀμνησικακίας.

  54. 34.2

    Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.

  55. 34.3

    Οὐ μόνον εἶπεν “ πάντα ὅσα ἃν προσευχόμενοι αἰτῆσθε πι- “ στεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν,” ἀλλὰ κἀκεῖνο τοῦτο· “ καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε “ κατά τινος. ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν “ τὰ παραπτώματα ὑμῶν·” οὕτω γὰρ φησὶν ἡ πίστις ἐν ὑμῖν ἀληθής ἐστιν ἡ πάντα δυναμένη.

  56. 34.4

    Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.

  57. 34.5

    Εἰ τὸ γοῦν ἐκ μετανοίας καθαρὸν q ὑμῖν παρείη, καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἐπιτυχάνοιτε, διδόντος τὸ ἐνδόσιμον τῇ παρὰ Θεοῦ ἀφέσει, διὰ τῆς πρὸς ἀνθρώπους ἀφέσεως. παρασκευάζει τοίνυν τοὺς μαθητὰς αὑτοῦ r διὰ τούτων θαρρεῖν πίστει τε καὶ εὐχῇ, καὶ μὴ δεδοικέναι. τὸ γὰρ θαυμάσαι οὐκ ἦν ἀπὸ πίστεως. οὐδὲ γὰρ τῷ Θεῷ μέγα τοῦτο. ἐπεὶ οὖν οὐκ ᾔδεσαν αὐτοῦ σαφῶς τὴν δύναμιν, λανθανόντως ἀπάγει τῆς ἀπιστίας αὐτοὺς, καὶ δείκνυσιν ἡλίκον ἐστὶ τὸ τῆς πίστεως.

  58. 35.1

    Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον Ἀρχιερέων καὶ Γραμματέων. ἤ Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν, ἵνα ταῦτα ποιῆς ;

  59. 35.2

    Ἐπειδὴ τοῖς σημείοις ἐπισκῆψαι οὐκ εἶχον, τὴν τῶν καπηλευόντων ἐν τῷ ἱερῷ προφέρουσι διόρθωσιν. ὃ δὲ λέγουσι τοιοῦτον ἐστι. τὸν διδασκαλικὸν ἐδέξω θρόνον ; ἱερεὺς ἐχειροτονήθη,, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω ; καὶ μὴν οὐδὲν ἐποίησεν αὐθαδείας ἐχόμενον, ἢ τῆς εὐταξίας προενόησε τοῦ ἱεροῦ. ἀλλ’ ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τοῦτο ἐπισκήπτουσι. καὶ ὅτε μὲν ἐξέβαλεν οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα ἃ ἔφη ὁ Ματθαῖος αὐτὸν πεποιηκέναι ἐν τῷ ἱερῷ. ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. μονονουχὶ λέγοντες, τί δήποτε κωλύεις ἅπερ ἡμεῖς οὐκ ἀπεκωλύσαμεν ἐν τῷ παντὶ χρόνῳ ; διελέγχων τὴν ἐπιστασίαν τὴν ἡμετέραν, καὶ καταισχύνων ὡς ἀμελῶς ἔχοντας περὶ τὸ τῷ ἱερῷ πρέπον. ταῦτα γὰρ ἦν τὰ ἐννοήματα τῶν αἰτιωμένων τὸν Κύριον ἐπὶ τῇ διορθώσει τῶν κατὰ τὸ ἱερὸν πραγμάτων. ἔδει δὲ οὐκ ἐρωτᾶν ἀλλ’ εἰδέναι μάλιστα ἐκ τῶν πάλαι προφητῶν. ἐπειδὴ δὲ τούτου μὴ ἐφικνοῦντο διὰ τὸ μὴ βούλεσθαι, τὴν γοῦν Ἰωάννου μαρτυρίαν ἐχρῆν ἐν μνήμῃ φέροντας εἰδέναι, ὅτι οὗτός ἐστιν ὁ προσδοκώμενος πάλαι Σωτῆρ’ τοῦ κόσμου, καὶ γινώσκειν τὴν ἐξουσίαν καὶ μὴ ζητεῖν περὶ αὐτοῦ. ἐπειδὴ δὲ οὐ συνίασιν, ἄντικρυς μὲν ἑαυτῷ μαρτυρεῖν ὁ Κύριος ἐκκλίνει, διὰ τὸ κατὰ ἄνθρωπον μὴ ἀξιόπιστον εἶναι τὴν αὐτοῦ περὶ αὐτοῦ μαρτυρίαν· Ἰωάννην δὲ μάρτυρα παρέχεσθαι βούλεται, καὶ ἐπείπερ οὐκ ἀποδεξάμενοι οὐδὲ τὸν Ἰωάννην διαλέγεται, διὰ τοῦτο πρότερον ἐρωτᾷ περὶ Ἰωάννου, ἥντινα τιμὴν ἔχουσιν. “ εἶπεν γὰρ αὐτοῖς,” φησιν, “ ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα “ λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποιᾷ ἐξουσίᾳ ταῦτα “ ποιῶ, τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἣ ἐξ ἀνθρώπων ;” καὶ τὰ ἑξῆς. εἰ γὰρ ἐκεῖνον ἦσαν ἀποδεδεγμένοι, καὶ τὴν μαρτυρίαν πάντως ἀκόλουθον ἦν ἀποδέξασθαι, καὶ οὕτως ἃν ἠπίσταντο τὴν ἐξουσίαν.

  60. 35.3

    Ἐρωτᾷ διὰ ταῦτα λέγων, ὅτι κἀγὼ ἕνα λόγον ἐρωτῆσαι βούλομαι, ὃν ἐὰν εἴπητέ μοι, μαθήσεσθε ἐν ποίᾳ δυνάμει ταῦτα ποιῶ, ἐὰν τοῦτον αὐτὸν περὶ ἐμοῦ μαρτυροῦντα δέχεσθε, καὶ τίς εἰμι γνώσεσθε. ἐρωτᾷ τὲ περὶ τῆς χάριτος τῆς ἐν Ἰωάννῃ. αὕτη γὰρ αὐτὸν ἔντιμόν τε καὶ ἀξιόπιστον καθίστη s μάρτυρα. καὶ εἴπατέ μοί, φησι, πότερον ἐκ Θεοῦ ἦν τὸ βάπτισμα Ἰωάννου ἣ ἐξ ἀνθρώπων t; τὸ γὰρ ἐξ οὐρανοῦ λέγων, τὸ ἐκ Θεοῦ δεδήλωκεν u. στενοχωροῦνται δὲ περὶ τὴν ἀπόκρισιν ἐκεῖνοι. εἰ μὲν ὁμολογοῖεν v τὴν ἀλήθειαν περὶ Ἰωάννου, τὴν ἀπιστίαν αἰδούμενοι τὴν πρὸς αὐτὸν ἣν ἠπίστησαν, ἀκόλουθον φανησομένην τῇ ἀληθεῖ περὶ αὐτοῦ μαρτυρίᾳ· εἰ δὲ ἀρνοῖντο ὅτι παρὰ Θεοῦ ὁ βαπτιστὴς, φοβούμενοι τὸν ὄχλον. διὸ ἐκκλεισθέντες ἀποκρίσεως, λέγουσιν, “ οὐκ οἴδαμεν.” καὶ πρὸς τοῦτο ὁ Σωτῆρ’ ἀκολούθως, “ οὐδὲ ἐγὼ λέγω ὑμῖν,” φησιν, “ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.” ὡς γὰρ δήλου x τούτου τυγχάνοντος ὅτι ἔφυγον τὴν ἀπόκρισιν, οὐχὶ δὲ ἀγνοοῦντες ἀληθῶς οὐκ ἀπεκρίναντο· οὐδὲ ἐγώ φησιν ὑμῖν λέγω. οὐκ εἶπεν, οὐκ οἶδα, ἀλλ’ οὐ λέγω, ἀντὶ τοῦ, οὐκ ἠβουλήθητε τὸ ἀληθὲς εἰπεῖν· οὐδὲ τῆς παρ’ ἐμοῦ τεύξεσθε ἀποκρίσεως. ἢ καὶ οὕτως· οὐ δύνασθε οὐδὲ ὑμεῖς περὶ ἐμοῦ ἀκούειν ὅστις εἰμὶ, ἐπεὶ τὸν μάρτυρα οὐ δέχεσθε ὃς ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. εἰ γὰρ ἐπίστασθε ὅτι τὸ φῶς εἰμὶ τὸ ἀληθινὸν, ἔγνωτε τοῦτο ἂν ὅτι εἰκότως ἀφαιρῶ ’τον σκότον ἄπο του ἱέρου τόπου. σκότος γὰρ η φιλοκερδία καὶ αἰσχροκερδία τὸ καλὸν ἰδεῖν οὐκ ἐῶσα.

  61. 36.1

    Περὶ τοῦ ἀμπελῶνος.

  62. 36.2

    Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμὸν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε.

  63. 36.3

    Ἢ παραβολὴ δηλοῖ ὅτι μὴ μόνον περὶ τὸν Ἰωάννην ἀλλὰ καὶ περὶ αὐτὸν τὸν Κύριον, ἀρξάμενοι ἀπὸ τοῦ οἰκέτου, προελθόντες δὲ ἐπὶ τὸν δεσπότην. διὸ καὶ τὴν ἀποβολὴν εἰκότως πεισομένους αὐτοὺς προδείκνυσι, τὸν ἀμπελῶνα λέγων τὸν y Ἰσραὴλ τοῦ οἰκοδεσπότου, τοῦτ’ ἐστι τοῦ Θεοῦ, καὶ φραγμὸν περιβληθέντα ἀσφαλείᾳ τῇ παρὰ Θεοῦ· διὸ καὶ καθαίρεσιν τοῦ φραγμοῦ ἀπειλῶν ὁ Θεὸς ἐν τῷ προφήτῃ Ἡσαΐᾳ, τὴν ἀσφάλειαν ἐδήλωσεν περιαιρεθησομένην αὐτῶν. “ καὶ ὤρυξεν ὑπολήνιον·” ληνὸν μὲν, ὡς ἕτερός φησιν Εὐαγγελιστὴς, τὸ θυσιαστήριον λέγων, ὑπολήνιον δὲ τὸ ὑποκάτω, ἔνθεν τῶν θυσιῶν τὸ αἷμα ἐδέχοντο. πύργον δὲ τὸν ναὸν ἐπιφανέστατον ἐν ἀνθρώποις καὶ ὑψηλότατον. ἐκδεδωκέναι τε ἔφη τὸν ἀμπελῶνα γεωργοῖς, τοῦτ’ ἔστι τοῖς ἀρχιερεῦσι καὶ διδασκάλοις· καὶ ἀποδεδημηκέναι, τοῦτ’ ἔστι δεδωκέναι χρόνους εἰς καρποφορίαν, ἣν ὥσπερ ἐπιστὰς πάλιν ἤμελλεν ἀπαιτῆσαι z. ταῦτα δὲ εἰς τὸν Πατέρα μὲν λέγεται κατὰ τὴν ὑπόθεσιν τῆς παραβολῆς, καθ’ ἣν ἴδιον a τὸν Υἱὸν εἰσάγει ἡ παραβολὴ, ὅτι καὶ ἰδία τοῦ Λόγου ἡ σάρκωσις· οὐ μὴν χωρίζει γε τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς ὁ περὶ τοῦ οἰκοδεσπότου λόγος, εἴπερ πάντα δι’ αὐτοῦ ἐγένετο. αὐτίκα καὶ ὁ Ἡσαΐας “ τοῦ ἀγαπητοῦ” λέγει τὸν ἀμπελῶνα· μετὰ δὲ ταῦτα τὴν ἀπαίτησιν τῆς καρποφορίας τοῦτ’ ἔστιν τοῦ νομικοῦ βίου, παρόντος τοῦ καιροῦ, φησι γεγενῆσθαι διὰ δούλου πρῶτον· οὗ τυπτηθέντος καὶ ἀναιρεθέντος, δι’ ἑτέρου δούλου πάλιν τὴν ἀπαίτησιν ἔδει γεγενῆσθαι. εἶτα καὶ τρίτον πάλιν ἀπεσταλκέναι αὐτοῖς, καὶ οὕτω τὸ τελευταῖον διὰ τοῦ υἱοῦ τὴν ὑπερβάλλουσαν δόξαν ἐπιδεικνύντος εἰς τὸ καταίδεσαι μειζόνως· οὐχ ὡς ἀγνοοῦντος τὸ ἀποβησόμενον τοῦ πέμποντος, ἀλλ’ ὡς τοῦ πράγματος ἔχοντος τὸ ἄξιον ἐντροπῆς. δοῦλον τε πρότερον μὲν λέγουσι τοὺς ἐν καιρῷ Ἠλιοῦ καὶ αὐτὸν Ἠλίαν προφήτας, δεύτερον δὲ τὸν Ἡσαΐαν, καὶ Ὠσηὲ καὶ Ἀμῶς, τρίτον δὲ τοὺς περὶ τὸν Ἐζεχιὴλ καὶ Δανιήλ· καὶ κατὰ ταύτην γε διαίρεσιν τὸ, “ τὰ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ “ ταύτῃ, καὶ οὐχ εὑρίσκω,” εἰς τοὺς προφήτας ἃν λέγοιτο, ἵνα τέταρτον ἔτος ᾐ τὸ τῆς παρουσίας τοῦ Κυρίου, καὶ μὴ τρίτον. ἐπάγει γοῦν ἡ παραβολὴ τὸ κατὰ τοῦ Κυρίου τόλμημα, ὅτι συνιέντες αὐτὸν ὄντα κληρονόμον, μείζονα τὴν τόλμαν ἐνεδείξαντο, ὡς ἀποκτεῖναι c αὐτὸν, καθέξοντες d τὴν κληρονομίαν. ἐξέβαλον οὖν αὐτὸν, φησὶν ἔξω τοῦ ἀμπελῶνος, τοῦτ’ ἔστιν τῆς πόλεως, καὶ τοῦ ναοῦ, καὶ ἀπέκτειναν. ἐπειδὴ εἶπεν ὅτι ἀπέκτειναν, οὐχ ὡς ἡ ἀκολουθία τῆς παραβολῆς ἔχειν δύναται αὐτὸν εἶναι τὸν παρεσόμενον ἐπὶ τιμωρίᾳ τῶν δούλων· ὅτι δὲ αὐτός ἐστι, δῆλον. ἤδη οὖν κριτικὴ πῶς αὐτοῦ παρουσία τοῦ παραδοθῆναι Ῥωμαίοις τὸν λαόν. καὶ αὐτοῦ τὸ ἔργον καὶ οὐ Ῥωμαίων. καὶ τότε ἡ ἔκδοσις τοῦ ἀμπελῶνος ἡ εἰς ἑτέρους γεωργοὺς, τουτέστιν εἰς τοὺς Ἀποστόλους καὶ τοὺς ἐξ ἐθνῶν διδασκάλους. “ Οὐδὲ ταύτην τὴν γραφὴν “ ἀνέγνωτέ, φησι, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,” καὶ τὰ ἑξῆς. Διὰ πάντων δείκνυσιν ὅτι οἱ μὲν ἐκβάλλεσθαι ἤμελλον, τὰ δὲ ἔθνη εἰσάγεσθαι. καὶ καλῶς εἶπε, “ παρὰ Κυρίου ἐγένετο·” ἵνα μάθωσιν ὅτι οὐδὲν τῷ Θεῷ ἐναντίον τῶν γινομένων ἦν. “ καὶ “ ἔστι θαυμαστόν.” καὶ μάλα εἰκότως. λίθον δὲ ἑαυτὸν καλεῖ e καὶ οἰκοδόμους, ὡσπερ καὶ γεωργοὺς πρώην ἐκάλεσε τοὺς διδασκάλους τῶν Ἰουδαίων· ἑαυτὸν δὲ μετὰ τὸ παρ’ ἐκείνοις ἀποδοκιμασθῆναι κεφαλὴν γωνίας καθιστάμενον f, τουτέστιν ἐθνῶν καὶ Ἰουδαίων· παρὰ Κυρίου δὲ τοῦτο εἶναι g θαῦμα ἀνθρώποις τοῖς συνιεῖσιν h, ὅτε δὴ i μετὰ θάνατον ζῶν φαίνεται Χριστὸς βασιλεὺς ὢν J οὐρανίων τε καὶ ἐπιγείων· καὶ τὰ ἔθνη ποιῶν ἅγια καὶ οἰκεῖα Θεῷ. οὐκ ἐξαρκεῖ δὲ αὐτοῖς τὸ μὴ πείθεσθαι αὐτῷ, ἀλλὰ καὶ κατασχεῖν ἐπὶ τιμωρίᾳ τὸν ἐλέγχοντα σπεύδουσι· καίτοι κεκαλυμμένου τοῦ ἐλέγχου καὶ μὴ προφανοῦς γεγονότος. κρείσσους δὲ καὶ οἱ ἀποκεκαλυμμένοι ἔλεγχοι κρυπτομένης φιλίας, τουτέστιν δολερᾶς καὶ κολακευτικῆς, ὡς Σολωμῶντι δοκεῖ. ὡρμηκότες δὲ ἐπὶ φόνον ἐπέχονται φόβῳ ἀνθρώπων, οὐ φόβῳ Θεοῦ. Sch. ad V. έκεφαλαίωσαν]. Κεφαλικὴν ζημίαν ἐπέθεντο ἤτοι θάνατον ἐπράξαντο ἢ ὅτι κατὰ κεφαλῆς θανατηφόρον πληγὴν ἤνεγκαν. ἐκεφαλαίωσαν, ἀντὶ τοῦ πάσαις πρὸς τῶν προλαβόντων ὑπέβαλον ποιναῖς· ἀνακεφαλαιούμενοι ἐν τούτῳ τὰ τῶν προλαβόντων JJ.

  64. 37.1

    Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρωδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. Ἡρωδιανοὶ κατ’ ἐκείνους τοὺς χρόνους ἦσαν οἱ τὸν Ἡρώδην Χριστὸν εἶναι λέγοντες, ὡς ἱστορεῖται k. ἄλλοι δὲ Ἡρωδιανούς φασι τοὺς Ἡρώδου στρατιώτας. τούτους ’δει καὶ ὡς ἐναντιοῦντας m τῷ Χριστῷ τῷ ἀληθινῷ, καὶ ὡς περὶ τὸν ἄρχοντα ὄντας, τῆς κατηγορίας αὐτῶν μάρτυρας παρεῖναι βούλονται τῇ ἐρωτήσει τῶν πειραζόντων καὶ βουλομένων ἀκοῦσαι τι παρ’ αὐτοῦ, ὅτι μὴ δῷ τὸν n φόρον. τοῦτο γὰρ σαφῶς ὁ παρὼν Εὐαγγελιστής φησι, δῶμεν ἢ μή ; διὰ τοῦτο δὴ τὰ ἐγκώμια καὶ ἡ μαρτυρία τοῦ ἀληθεύειν ἅπαντα, καὶ πᾶσαν ὀρθὴν πρᾶξιν ἀληθινῶς καὶ μετὰ παρρησίας ὑποτίθεσθαι, αὕτη γὰρ ἡ ὁδὸς τοῦ Θεοῦ, καὶ μὴ φροντίζειν τινὸς, f καθιστάμενος om. L. g μετὰ Poss. h συνιοῦσιν L. i ὅτι δεῖ P. j βασιλεύων Ρ. jj Cod. L. k ἱστόρηται L. l δὴ Ρ. m ἐναντιωτάτους Ρ. n Sic L. δότε Poss. et Ρ. μηδὲ ὑποστέλλεσθαι πρόσωπον. ταῦτα γὰρ λέγουσιν, ὡς ὑπαγαγεῖα αὐτὸν δυναμένοιο καταφρονῆσαι τοῦ ἄρχοντος καὶ ἀπαγορεῦσαι τοὺς τελουμένους βασιλεῖ φόρους. εἰδότες ὅτι καὶ ὁ Ἰούδας ὁ Γαλιλαῖος εἰσηγησάμενος μὴ ὑπακούειν βασιλεῖ, μηδὲ ἀπογράφεσθαι τὰς οὐσίας, ἀπώλετο· καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. πρὸς δὲ τὴν τοιαύτην πεῖραν ὁ τοῦ Σωτῆρος λόγος, πρῶτον μὲν αὐτὸ τοῦτο ἐξελέγχει ὅτι πειράζουσιν. ἵνα μηδὲ ὡς λανθάνοντες αὐτὸν μεγαφρονῶσιν, ἀλλ’ ἴδωσιν ὅτι καὶ τὰ ἐγκάρδια γινώσκει. τοῦτο γὰρ δηλοῖ τὸ “ εἰδὼς αὐτῶν τὴν ὑπό- “ κρισιν.” εἶτα κελεύει τὸ ἀργύριον προσενεχθῆναι αὐτῷ τὸ τελούμενον βασιλεῖ. καὶ οὐχ ὅτι ἀγνοεῖ τὴν ἐπιγραφὴν, ἀλλ’ ἵνα ἐκ τοῦ θεωρουμένου τὴν ἀπόκρισιν εὐλόγως ποιήσηται, καὶ ἐξ ὧν ἀποκρίνονται τὸ ἑπόμενον ἀκούσωσιν. ἐρωτήσας γὰρ τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή ; ὡς ἔφησαν, τοῦ βασιλέως, ἀκόλουθον ἐκ τοῦ ἐκείνων λόγου τὴν ἀπόκρισιν ἀπέδωκεν, ὅτι βασιλεῖ μὲν τὰ βασιλέος ἀποδοῦναι δεῖ, Θεῷ δὲ τὰ τοῦ Θεοῦ· ἐπισυνάψας δὴ τὰ περὶ Θεοῦ, οὐδὲ τοῦ δοκεῖν κολακεύειν ἄρχοντα P κατέλιπεν αὐτοῖς συκοφαντίαν. ἐπεὶ δοκεῖ δουλεία τις εἶναι ἀνθρώπου καὶ οὐ Θεοῦ, τὸ φόρους διδόναι. ὅθεν θαυμάσαντες τὸ ἄληπτον τοῦ λόγου, ἀπῆλθον.

  65. 38.1

    Περὶ τῶν Σαδδουκαίων. Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὑτὸν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, τινες εἰσιν οἱ Σαδδουκαῖοι ; αἵρεσις Ἰουδαίων ἑτέρα λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα. καὶ ἐντεῦθεν μὲν οὐδὲν αὐτῷ περὶ ἀναστάσεως λέγουσι. πλάττουσι δέ τινα λόγον, καὶ πρᾶγμα συντιθέασιν ὡς ἐπίπαν μὴ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐκβαλεῖν q, καὶ τὸ ἀνάστασιν εἶναι ἀνατρέψαι. καὶ τίνος ἕνεκεν οὐκ ἔπλασαν δύο ἢ τρεῖς, ἀλλ’ ἑπτά; ὥστε ἐκ περιουσίας κωμῳδῆσαι τὴν ἀνάστασιν. διὸ καὶ λέγουσι, πάντες ἔσχον αὐτήν· τι οὖν ὁ Χριστός ; πρὸς ἀμφότερα ἀπο- ο δυνάμενα P. Ρ ἄρχοντας L. q ἐμβαλεῖν Ρ. F κρίνεται, οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην, ἱστάμενος καὶ ὅτι ἀνάστασις ἔσται, καὶ οὐ τοιαύτη ἀνάστασις οἴανΡ, ὥς φασί τινες, τοὺς Φαρισαίους ὑπολαμβάνειν. τι γάρ φησι ; πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. ἐπεὶ γὰρ ὡς εἰδότες, Μωσέα προεβάλλοντο καὶ τὸν νόμον, δείκνυσιν αὐτοὺς τὰς γραφὰς ἀγνοοῦντας, ἐκ δὲ τούτου καὶ τὴν δύναμιν τοῦ Θεοῦ. καὶ ἐπειδὴ αἴτιον ἦν τοῦ μὴ νομίζειν ἀνάστασιν, τὸ τοιαύτην ὑποπτεύειν γενήσεσθαι πραγμάτων κατάστασιν, τὸ αἴτιον θεραπεύει, εἶτα καὶ τὸ σύμπτωμα. ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται. ψεῦδος οὖν ὑποτίθεσθε ἀγνοοῦντες τὴν περὶ τῆς ἀναστάσεως γραφὴν, καὶ τὴν δύναμιν τοῦ Θεοῦ, τὴν ἐκ μὴ ὄντων τῷ λόγῳ τὰ πάντα συστησαμένην· ἥτις καὶ τὰ διεφθαρμένα εἰς ἀνάστασιν ἄγει. καὶ ἐπειδὴ μενοῦσιν ὡσαύτως ἄνθρωποι μηκέτι αὐξανόμενοι εἰς πλῆθος, καθάπερ καὶ οἱ Ἄγγελοι· διὰ τοῦτο κοινωνία γάμων ἀναιρεθήσεται· τοῦτο γὰρ τὸ ὡς “ Ἄγγελοι τοῦ Θεοῦ ἐν τοῖς οὐρανοῖς.” ὥσπερ γὰρ τὸ ἀγγελικὸν πλῆθος πολὺ μὲν ὂν, οὐ μὴν ἐκ γενέσεως αὐξηθὲν, ἀλλ’ ἐκ δημιουργίας ὑπάρχον· οὕτω δὴ καὶ τὸ ἀνιστάμενον πλῆθος. ὅτι δὲ γενήσεται ἀνάστασις, καὶ οὐκ ἀδύνατον τὸ πρᾶγμα τοῦτο, ἐξ ἐπαγγελίας τοῦ Θεοῦ συνίστησι, καὶ οὐκ ἐκ φυσιολογίας. οὐχὶ γὰρ τῶν οὐκ ὄντων, φησὶν, ἅγιος Θεὸς ὁ Θεὸς, οὐ γὰρ εἶπεν ἤμην, ἀλλ’ εἰμὶ τῶν ζώντων καὶ τῶν ὄντων ἴσμεν δὲ ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ τοῦ Οὐαλεντίνου r καὶ Μαρκίωνος ἔτι διαμάχονται, ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον. ταύτας γὰρ ζῆν, καὶ περὶ τούτων εἰρηκέναι τὸν Κύριον ὡς τούτων ὄντος Θεοῦ τοῦ Θεοῦ s. οὐ δήπου δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἦν ἡ αἰτιολογίαι, ἀλλὰ περὶ σωμάτων· ὥστε περὶ τούτων ἡ ἀπόκρισις. λέγεται δὲ τότε ἀνίστασθαι ὁ νεκρὸς, ὅτε μετὰ σώματος ἡ ψυχή· οὐκ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπρακτούσης, καὶ τὰ τῆς ψυχῆς ἴδια ὅσα μετὰ σώματος ἔσχεν οὐκ ἐχούσης. ἓν γάρ τι τὸ συναμφότερόν u ἐστιν ἐν ἀνθρώποις, καὶ ἡ ζωὴ κοινὴ, καὶ ἑκατέρων ν δεῖ w πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι. Ρ οἵαν Ρ. οἷα L. et Poss. q τῶν ὀντ. κ. τ. ηώντ. L. r βαλεντίνου L. s ὄντα Θεὸν Poss. t ἀντιλογία Ρ. u Sic P.L. συναμφοτέρων Poss. v ἑκάτερον L. w δὴ P.L.

  66. 39.1

    Περὶ τοῦ γραμματέως.

  67. 39.2

    Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτὸν, ποία ἐστὶ πρώτη πασῶν ἐντολή ;

  68. 39.3

    Ὁ μὲν Ματθαῖος ὅτι πειράζων ἠρώτησεν· ὁ δὲ Μάρκος τουναντίον. “ εἰδὼς ” γάρ φησιν “ ὁ Ἰησοῦς ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν “ αὐτῷ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. ” οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες. ἠρώτησε μὲν γὰρ πειράζων παρὰ τὴν ἀρχὴν, ἀπὸ δὲ τῆς ἀποκρίσεως ὠφεληθεὶς, ἐπῃνέθη. οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν, ἀλλ’ ὅτε εἶπεν, ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον πλεῖόν ἐστι τῶν ὁλοκαυτωμάτων, τότε φησὶν, “ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας·” ὅτι τῶν ταπεινῶν ὑπερεῖδε, καὶ τὴν ἀρχὴν τῆς ἀρετῆς κατέλαβε. καὶ γὰρ πάντα ἐκεῖνα διὰ τοῦτο, καὶ τὸ σάββατον καὶ τὰ λοιπὰ, καὶ οὐδὲ οὕτως αὐτῷ ἀπηρτισμένον τὸν ἔπαινον x συνέθηκεν, ἀλλ’ ἔτι λείποντα· τὸ γὰρ εἰπεῖν, οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. τίνος οὖν ἕνεκεν τὴν ἀρχὴν ταύτην τῷ Ἰησοῦ προεβάλετο τὴν ἐρώτησιν ; προσδοκῶν τινα λαβὴν παρέξειν αὐτῷ ὡς ἐπιδιορθωσόμενον αὐτὸν, διὰ τὸ καὶ ἑαυτὸν ποιεῖν Θεόν. τί οὖν ὁ Χριστός ; δεικνὺς ὅθεν ἦλθεν ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ καὶ ζηλοτυπίᾳ τήκεσθαί, φησιν, ἀγαπήσῃ Κύριον τὸν Θεόν σου, αὕτη πρώτη, καὶ μεγάλη ἐντολή. δευτέρα δὲ ὁμοία αὐτῆς, “ καὶ ἀγαπήσεις τὸν “ πλησίον σου ὡς ἑαυτόν.” διατί δὲ ὁμοία αὐτῆς ; ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ αὐτὸ τὸ ἀγαπᾷν ἡμᾶς Κύριον τὸν Θεὸν ἡμῶν ἤρτηται τοῦ ἀγαπᾷν ἡμᾶς ἑαυτούς. ἀγαπῶντες γὰρ ἑαυτοὺς, ἀγαπῶμεν τὸν ποιήσαντα ἡμᾶς τοιούτους, ὡς y εἶναι κατ’ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς. οὐ γὰρ ἐκ τοῦ ἀγαπᾷν τὸν Θεὸν ἀγαπῶμεν ἑαυτοὺς, ἀλλ’ ἐκ τοῦ ἀγαπᾷν ἑαυτοὺς εὐχαριστοῦμεν τῷ ἡμᾶς ποιήσαντι καὶ χαρισαμένῳ τὰ τοιαῦτα, ἅτινά ἐστι δυσεξαρίθμητα, ἀμειβόμενοι κατὰ τὸ δυνατὸν ἡμῖν αὐτὸν διὰ τῆς τοιαύτης ἀγάπης. “ πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται “ πρὸς τὸ φῶς.” καὶ πάλιν· “ εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι “ Θεός·” καίτοι z ἀπὸ τούτου διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. “ καὶ ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ τὸ κεφάλαιον τούτων a, “ ἀγαπήσεις τὸν πλησίον σου.” τὴν πρώτην οὖν ἐρωτηθεὶς, ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀποδέουσαν· πλεονάζει δὲ τῇ ἐπαναλήψει τῇ περὶ τοῦ αὐτοῦ πράγματος ὁ νόμος τὸ ἐν ὅλῃ καρδίᾳ, καὶ τὸ ἐν ὅλῃ ψυχῇ, καὶ τὸ ἐν ὅλῃ τῇ διανοίᾳ, ἵνα ἐπιτείνῃ τὴν ἀγάπην εἰς τελειότητα· μὴ καταλιπὼν ἀπόκλεισιν ἐπ’ ἄλλο μηδὲν, ὅπερ ἐλαττώσῃ b τὴν πρὸς Θεὸν ἀγάπην. ταύτην οὖν εἰπὼν μεγάλην ὁ Κύριος, προσέθηκε καὶ πρώτην εἶναι ταύτην, ἵνα καὶ τὴν δευτέραν ἐπεισαγάγῃ, συνημμένην αὐτῇ καὶ μὴ δυναμένην διίστασθαι. διὸ καὶ περὶ μιᾶς ἐρωτηθεὶς, οὐκ ἀπεσιώτησε τὴν ἀχώριστον αὐτῆς. οὐ γὰρ ἀληθὴς ἡ πρὸς Θεὸν ἀγάπη, τὴν πρὸς τὸν πλησίον οὐκ ἔχουσα. εἶτα ἐπειδὴ ἀπεκρίθη, καὶ ἀντερωτᾷ.

  69. 40.1

    Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως.

  70. 40.2

    Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ, πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς ἐστὶ Δαβίδ ;

  71. 40.3

    Μετὰ τὸ ἐπαινέσαι τὸν εἰρηκότα ὅτι εἷς ἐστιν ὁ Θεὸς, ἵνα μὴ ἔχωσι λέγειν ὅτι θαύματα μὲν ἐποίησε, τῷ νόμῳ δὲ ἐναντίος καὶ τῷ Θεῷ πολέμιός ἐστι· διὰ τοῦτο μετὰ τοσαῦτα τοῦτο ἐρωτᾷ, λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὸ καὶ αὐτὸν ὁμολογῆσαι Θεόν. ἐπειδὴ γὰρ πρὸς τὸ πάθος ἤμελλεν ἰέναι, λοιπὸν τίθησι τὴν κυρίαν αὐτῶν ἀνακηρύττουσαν προφητείαν. ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ προηγουμένως, ἀλλ’ ἀπὸ αἰτίας εὐλόγου. ἀνατρέπων γὰρ αὐτῶν τὴν πεπλανημένην δόξαν, οὕτως εἰσάγει τὸν Δαβὶδ ἀνακηρύττοντα αὐτοῦ τὴν θεότητα, καὶ τὸ γνήσιον τῆς βιότητος, καὶ τὸ ὁμότιμον c πρὸς τὸν Πατέρα. καὶ οὐδὲ μέχρι τούτων ἵσταται. ἀλλ’ ὥστε καὶ φοβῆσαι καὶ τὰ ἑξῆς ἐπάγει λέγων, “ ἕως ἃν θῶ τοὺς “ ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται. πρότερον δὲ εἶπε, τι ὑμῖν δοκεῖ; τίνος υἱὸς ἦν ; ὥστε d εἰς ἐρώτησιν αὐτοὺς ἀγαγεῖν. ἐπειδὴ εἶπον, τοῦ Δαβὶδ καὶ μὴν ὁ Δαβὶδ τάδε ἔφη) ἀλλὰ πάλιν ἐν τάξει ἐρωτήσεως, “ πῶς οὖν ὁ Δαβὶδ ἐν πνεύματι ; ” ὥς τε μὴ προσθεῖναι αὐτοῖς τὰ λεγόμενα. διὸ οὐδὲ εἶπε, τι οὖν ὑμῖν δοκεῖ περὶ ἐμοῦ ; ἀλλὰ, περὶ τοῦ Χριστοῦ ; ὅρα δὲ πῶς αὐτοὺς ἐρωτῶν συλλογίζεται. εἰ οὖν Δαβὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἦν ; οὐκ ἀναιρῶν τὸ υἱὸν αὐτοῦ εἶναι· ἄπαγε· ἀλλὰ τὴν ὑπόνοιαν διορθούμενος· πῶς υἱὸς αὐτοῦ ἦν, οὕτως ὡς ὑμεῖς φατε, μόνον υἱὸς καὶ οὐχὶ Κύριος αὐτοῦ ἢν ; καίτοι τοῦτο μετὰ τὴν μαρτυρίαν οὐκ εἶπε, καὶ μὴν Κύριος αὐτοῦ ἐστὶν, ἀλλὰ πῶς, ἐκείνων ἦν ἐρωτῆσαι, ἀλλ’ οὐκ ἠρώτησαν. οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν. διὸ καὶ αὐτὸς ἐπήγαγεν λέγων, ὅτι Κύριος αὐτοῦ ἦν e. οὐκ ἦν δὲ ἴσον ἀκοῦσαι, Ἰουδαίων ἁπάντων Κύριον, καὶ τοῦ Δαβίδ. σὺ δέ μοι σκόπει τὸ εὔκαιρον. ὅτε γὰρ εἶπεν εἷς ἐστι Κύριος, τότε καὶ περὶ αὐτοῦ εἶπεν, ὅτι Κύριός ἐστι καὶ ἀπὸ προφητείας, οὐκέτι ἀπὸ ἔργων μόνον, καὶ δείκνυσιν αὐτὸν ὑπὲρ αὐτοῦ ἀμυνόμενον, καὶ ὁμόνοιαν τοῦ Πατρὸς πρὸς αὐτόν. οὐδὲ γὰρ κατὰ τοὺς Ἰουδαίους τὸν υἱὸν Κύριον ἐχρῆν λέγεσθαι τοῦ Πατρὸς, τοὐναντίον δὲ, ὥσπερ καὶ τὸν Σολομῶνα ἡ μητὴρ f δοῦλον καλεῖ g τοῦ πατρὸς, λέγουσα, οὐχὶ Σολομῶνα τὸν δοῦλόν σου. πατέρα δὲ περὶ υἱοῦ λέγειν ὡς περὶ Κυρίου, παντελῶς ἀπᾷδον h, καὶ παρὰ τὴν φύσιν· καὶ μάλιστα ὁπότε κατὰ Πνεῦμα κινούμενον i λαλεῖ. οὐκ εἶπε δὲ τοῦ κύος Κύριον, ἀλλὰ τοῦ Δαβίδ. οὐ γὰρ ἐπειδὴ ἐν Πνεύματι λαλῶν Κύριον ἐκάλεσε τὸν Χριστὸν, διὰ τοῦτο δουλοποιητέον τὸ Πνεῦμα, ὡς τολμῶσιν οἱ εἰς τὸ Πνεῦμα δυσφημοῦντες. λέγει οὖν καὶ υἱὸν αὑτὸν τῆς παιδίσκης τοῦ Θεοῦ ὁ Δαβὶδ, καὶ οὐ δήπου τῷ Πνεύματι καὶ τοῦτο ἁρμόσει, ἀλλ’ εἰς τὸ ἴδιον πρόσωπον εἴρηται αὐτῷ ταῦτα καὶ ἄλλα πολλά.

  72. 40.4

    Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὑτοῦ, βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.

  73. 40.5

    “ Καὶ ἔλεγεν αὐτοῖς·” τίσιν αὐτοῖς; δηλονότι τοῖς ἀπὸ τοῦ λαοῦ, περὶ ὧν εἶπε, “ καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.” φυλάξατε τοίνυν, φησὶν, ἑαυτοὺς ἀπὸ τῶν γραμματέων. μὴ ζηλοῦτε, μὴ μακαρίσητε, τὴν ἔξωθεν σκηνὴν θεωροῦντες. οὐ γὰρ ἕνεκα Θεοῦ k τὸ σχῆμα τὸ νόμιμον προβάλλονται, ἀλλ’ ἕνεκα τοῦ δοκεῖν ἀνθρώποις εὐσεβεῖν, καὶ κομίζεσθαι παρὰ ἀνθρώπων τὴν ἀνωφελῆ προτίμησιν. ἱκανὰ γὰρ ταῦτα πάντα ἐνδείξασθαι τῶν ἀνθρώπων τὸ πεφυσιωμένον καὶ περιττόν l. καρποῦνται γάρ, φησι, τοὺς οἴκους, καὶ ἃ ταῖς χήραις ταῖς ἀσθενέσιν ἔδει δίδοσθαι, κομίζονται. σχῆμά τι περιττῆς εὐλαβείας, τὸ παρεκτείνειν ἐπὶ πολὺ τὰς εὐχάς. ὅσῳ δὲ μᾶλλον τετίμηνται παρὰ τῷ λαῷ, καὶ τὴν τιμὴν εἰς βλάβην ἕλκουσι, τοσούτῳ μᾶλλον καταδικασθήσονται. δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. ταῦτα δὲ λέγων καὶ τοὺς Ἀποστόλους ἐπαίδευε μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους καὶ γραμματεῖς, ἀλλ’ αὐτὸν ζηλοῦν. ἐπειδὴ γὰρ διδάσκαλοι τῆς οἰκουμένης προεχειρίζοντο, διὰ τούτων αὐτοῖς εἰσηγεῖται ἀρίστης πολιτείας κατάστασιν.

  74. 41.1

    Περὶ τῆς β΄ λεπτά.

  75. 41.2

    Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά.

  76. 41.3

    Ἐμέτρησεν οὐ τὸ βεβλημένον, συνεμέτρησε δὲ τὴν προθυμίαν. ἐκπλήττου τοίνυν τὸ κριτήριον τοῦ Θεοῦ, ὡς οὐ μεγέθει δωρεῶν ἀποβλέπει, ἀλλὰ τῇ προθυμίᾳ τῆς γνώμης. ἐκεῖνοι πολλὰ ἔχουσί φησιν· ἐκ τοῦ περισσεύματος δεδώκασιν· αὕτη τὴν αὑτῆς περιουσίαν προσήγαγεν. αὕτη ἡ χήρα τῶν γαστριζουσῶν τοὺς γραμματεῖς m τιμιωτέρα καθέστηκεν. ἐκεῖναι γὰρ σχήματι n διδασκάλῶν καὶ κωτίλοις στωμύλοις φλυαρίαις ο] προσανέχουσι λόγοις, μηδὲν εἰς ψυχὴν ὠφελούμεναι· ἀλλὰ καὶ τὰ οἴκοι μάτην προσαναλίσκουσαι· αὕτη λάθρα διαδίδωσι τῷ Θεῷ, μηδὲν ἑαυτῇ εἰς περιουσίαν καταλιμπάνουσα Ρ· οὐ κολακευομένη ὑπὸ τῶν ἡγουμένων· Θεῷ δὲ τὴν ἑαυτῆς δεικνῦσα προαίρεσιν.

  77. 42.1

    Περὶ τῆς συντελείας.

  78. 42.2

    Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, καὶ τὰ ἑξῆς.

  79. 42.3

    Ἐπειδὴ πολλὰ περὶ τῆς ἐσομένης τῇ πόλει ἐρημίας καὶ τῷ ναῷ προεφήτευσεν, ὅτι ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, οἱ ἀκούσαντες ταῦτα, ὥσπερ θαυμάζοντες προσῆλθον, ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες εἰ τοσαῦτα μεγέθη καὶ κάλλη οἰκοδομημάτων ἀφανισθήσεται. ὁ δὲ Κύριος τούτων ἀκούσας, οὐδὲν ἧττον τὴν παντελῆ αὐτοῦ ἀπώλειαν προαναφωνεῖ. εἰ δέ φασί τινες, μήπω εἰς τέλειον τοῦτο γεγενῆσθαι, ἀλλ’ ἔτι σώζεσθαι λείψανον τούτων, οὐδ’ οὕτω διέπεσεν ἡ ἀπόφασις q. καὶ γὰρ r τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ ταῦτα ἔλεγεν, καὶ τὴν τῆς νομικῆς λατρείας κατάλυσιν περὶ τὸν κατ’ ἐκεῖνον τὸν τόπον ἔνθα ἦν. ἔστι γὰρ αὐτοῦ μέρος μέχρι τῶν θεμελίων ἠφανισμένον. ἣ καὶ ἐκ τῶν γεγενημένων καὶ περὶ τῶν λειψάνων θαρρεῖν χρὴ, ὡς τέλεον ἀπολλυμένων. Ἕτερος δέ φησιν s. ἐπειδὴ γῆ ἐκεῖνοι τὸ ἱερὸν ἐδείκνυσαν ὡς ἄριστα κατεσκευασμένον, καὶ διὰ τοῦτο οὐκ ὄφειλον καταπεσεῖν, ἐπὶ τὸ καθολικὸν τὸν λόγον ἐξήγαγεν, ὅτι ἔσται καιρὸς ὅτε πάντα συντελεσθήσεται, ὡς μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι. τοῦτο γὰρ περὶ τῆς καθόλου συντελείας ἔφη. καὶ πάλιν ὁ Μάρκος οὐ πάντας αὐτόν φησιν ἐρωτῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ μόνους τοὺς προγεγραμμένους. καὶ ὁ Λουκᾶς ἓν ἔφησεν εἶναι τὸ ἐρώτημα περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. ὁ δὲ Ματθαῖος δύο, πέρι τε τῆς καθαιρέσεως τοῦ ναοῦ, καὶ τῆς συντελείας τοῦ αἰῶνος u. ἅτε πλείονα παρρησίαν ἔχοντες. διὰ τοῦτο κατ’ ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. “ ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς “ αὐτοῖς ἤρξατο λέγειν, βλέπετε μή τις ὑμᾶς πλανήσῃ” καὶ τὰ ἑξῆς. διαφόρως δὲ ταῦτά τινες ἐξειλήφασιν. οἱ μὲν γὰρ περὶ τῆς συντελείας τοῦ αἰῶνος εἰρῆσθαι ταῦτα ὑπολαμβάνουσιν, οἱ δὲ περὶ τῆς ἐρημώσεως τῆς Ἱερουσαλήμ· καὶ τῆς μὲν προτέρας Ἀπολιναρίος καὶ Θεόδωρος ὁ Μοψουεστίας. τῆς δὲ δευτέρας Τίτος, καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ τῆς βασιλίδος ἐπίσκοπος. ἐπειδὴ τοίνυν ὁ Μάρκος περὶ ταύτης μόνης φησὶ τὴν ἐρώτησιν ποιῆσαι τοὺς μαθητὰς, ἀναγκαῖον καὶ ἡμᾶς ἐν τῷ παρόντι μάλιστα τοῖς δευτέροις ἐξακολουθῆσαι. ἄλλο τοίνυν ἠρώτησαν, καὶ ἄλλο ἀποκρίνεται· τὸν καιρὸν ἠθέλησαν μαθεῖν τῆς ἀπωλείας τῆς Ἱερουσαλήμ· ὁ δὲ πρὸ τῆς ἀπωλείας τῆς Ἱερουσαλὴμ ἀσφαλίζεται τὴν διάνοιαν ἐρωτησάντων· οὐδὲν γὰρ αὐτοὺς ὠφέλει ὁ καιρὸς, ἃν μὴ ὦσιν ἀσφαλεῖς περὶ τὴν πίστιν. ὁ γὰρ διάβολος τοῦ Χριστοῦ τὴν παρουσίαν ἀμβλύναι βουλόμενος, εἰσήγαγεν ἑτέρους πλάνους ἐπὶ τῶν μαθητῶν· οἷος ἦν ὁ Θευδᾶς καὶ Ἰούδας ὁ Γαλιλαῖος. ἐπεὶ τοίνυν ταῦτα ἤμελλε γίνεσθαι, καὶ πολλοὶ ἐσφετερίζοντο τὸ ὄνομα τὸ Χριστοῦ, λέγει τέως τούτοις, βλέπετε μὴ πλανηθῆτε, μὴ τῇ ὁμωνυμίᾳ σφαλῆτε· τότε γὰρ δύνασθε καὶ τὸν καιρὸν μαθεῖν τῆς ἀπωλείας Ἱερουσαλὴμ, ὅταν ἀσφαλεῖς γένησθε περὶ τὴν τοῦ παραγενομένου. ὅταν δὲ ἀκούσητε πολέμους, οὓς x ὁ Ἰώσηππος ἱστορεῖ γεγενῆσθαι πρὸ τῆς ἁλώσεως, ἀντάραντος y μὲν τοῦ ἔθνους καὶ οὐ διδόντος τοὺς συνήθεις φόρους Ῥωμαίοις, ἐφόδων δὲ Ῥωμαϊκῶν συνεχῶν γινομένων κατὰ τῶν Ἰουδαίων, μὴ θροεῖσθέ z, φησιν. οὔπω γὰρ τὸ τέλος τῆς πόλεως. πολλάκις γὰρ ἀνακωχὴ πολέμου γενήσεται διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν, καὶ πολλάκις Ἰουδαῖοι τὴν ἑαυτῶν ἀγνωμοσύνην ἐπιδείξονται. οὐ τοίνυν τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης λέγει πολέμους τί γὰρ αὐτοῖς ἔμελλε τούτων a) τί δὲ καινότερον τῶν πρώην· ἀλλὰ τοὺς μακρόθεν λέγει αὐτοῖς ἐπιόντας. “ ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ “ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ “ λιμοὶ, καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα. ” ἐπειδὴ καὶ τὰ εἰρημένα ἱκανὰ ἦν αὐτοὺς θορυβεῖν, δεικνὺς ὅτι καὶ αὐτὸς αὐτοῖς συνεπιθήσεται καὶ πολεμήσει, οὐχὶ μάχας φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ σεισμούς· ὅθεν ἐδείκνυ ὅτι καὶ τοὺς πολέμους αὐτὸς ἐπήγαγεν· εἰ γὰρ περὶ τῶν πανταχοῦ γινομένων ἦν, οὐδ’ ἂν πρόρρησις ἦν, οὐδ’ ἃν αὐτοὺς ἐθορύβησεν. διὰ τοῦτό φησιν οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν, ἀλλὰ μετὰ σημείων, ἵνα γνωσθῇ ὡς αὐτὸς αὐτοῖς ταῦτα ἐπήγαγεν. ἐμοὶ γοῦν δοκεῖ τὰ προοίμια λέγειν τῶν Ἰουδαϊκῶν κακῶν. πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων τῶν συμβαινόντων αὐτοῖς.

  80. 42.4

    Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.

  81. 42.5

    Εὐκαίρως παρενέβαλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν. οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι ὅτι διὰ τὸ ὄνομά μου, ἤγουν ἕνεκεν ἐμοῦ. εἰς μαρτύριον δὲ αὐτοῖς, ἵνα εἴπῃ, πρὸς τὸ μηδεμίαν αὐτοὺς ἔχειν ἀπολογίαν, ὑμῶν διὰ τὸ ταῦτα πάσχειν καταμαρτυρούντων.

  82. 42.6

    Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῆ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ἔστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.

  83. 42.7

    Ταῦτα ἐπήγαγεν ἵνα μὴ νομίσωσι τὰ εἰρημένα κωλυτικὰ τοῦ κηρύγματος εἶναι. πρὸ γὰρ τῆς ἁλώσεως τὸ εὐαγγέλιον ἐκηρύχθη. ἄκουσον τί φησιν ὁ Παῦλος, “ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ- “ γος αὐτῶν b.” καὶ εἰς μαρτύριον αὐτοῖς, οὐκ εἰς τὸ πιστευθῆναι· ἐκηρύχθη μὲν γὰρ πανταχοῦ· διὸ καὶ εἶπεν, εἰς μαρτύριον τοῖς ἀπιστοῦσι, τουτέστιν εἰς ἔλεγχον, εἰς κατηγορίαν. διὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, ἀπόλλυται τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν ἀγνωμονοῦντες. οἱ γὰρ ἰδόντες αὐτοῦ τὴν δύναμιν πανταχοῦ διαλάμπουσαν c, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν d, τίνα ἂν ἔχοιεν λοιπὸν συγγνώμην ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης μείναντες ; ὅτι γὰρ πανταχοῦ ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦλος, “ τοῦ εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “ οὐρανόν·” ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως· ὅτι ἐν εἴκοσι ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. μετὰ γὰρ e τὰ προειρημένα φησὶν ἥξει τὸ τέλος τῶν Ἱεροσολύμων. “ ὅταν δὲ ἄγωσιν ὑμᾶς παραδιδόντες” καὶ τὰ ἑξῆς. πρὶν γὰρ f τὰ προειρημένα συμβῇ, ἐδιώχθησαν παρ’ αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασιν, ἤχθησαν ἐπ’ ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας. παρεγγυᾷ δὲ, ὅτι μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι· “ λήψεσθε γὰρ παρ’ ἐμοῦ σοφίαν, ᾗ οὐ “ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. εἶτα πάλιν τὸ πάντων αὐτοῖς προαναφωνεῖ χαλεπώτερον, τὸ g οὐδὲ τὴν ἀπὸ τῆς ἀγάπης παραμυθίαν ἕξουσιν, ἐμφυλίου πολέμου συμβαίνοντος, καὶ τῶν τῆς οἰκειότητος καὶ συγγενείας καταπατουμένων θεσμῶν. τριπλοῦς οὖν ἔσται h ὁ πόλεμος, ὁ ἀπὸ τῶν οἰκείων, ὁ ἀπὸ τῶν πλάνων, ὁ ἀπὸ τῶν πολεμίων. ἀλλὰ i μείζων ἡ παράκλησις. διὰ γὰρ τὸ ὄνομα αὐτοῦ πάντα ταῦτα συμβήσεται· ὅπερ μόνον ἱκανὸν πᾶσαν ἐπικουφίσαι] τὴν συμφορὰν, διὰ τὰς μελλούσας ἐλπίδας.

  84. 42.8

    Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω· τότε οἱ ἐν τῆ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη.

  85. 42.9

    Βδέλυγμά τινές φασι τοὺς στρατιώτας τοὺς εἰσελθόντας k τῷ ἱερῷ, τινὲς δὲ τὸν ἀνδριάντα τοῦ τότε τὴν πόλιν ἑλόντος· ὃ καὶ μάλιστά μοι δοκεῖ λόγον ἔχειν. βδέλυγμα γὰρ πᾶν εἴδωλον l ἐλέγετο καὶ πᾶν ἐκτύπωμα· ἐρημώσεως δὲ εἶπεν, ἐπειδὴ μετὰ τὸ ἀναστῆναι ἄβατος λοιπὸν ὁ τόπος ἐγένετο· καὶ Πίλατος δὲ ὁ καὶ τὸν Ἰησοῦν m σταυρώσας, τὰς τοῦ Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερὸν εἰσαγαγὼν καὶ ἀναστήσας, ὡς Ἰώσηππός φησι, πολλοῦ μὲν θορύβου τοῖς Ἰουδαίοις αἴτιος ἐγένετο· ἐκτότε δὲ ἡ στάσις λαβοῦσα τὴν ἀρχὴν, οὐ διέλιπεν ἄχρις οὗ τότε τὸ ἱερὸν ἐνεπρήσθη n καὶ ἡ πόλις ἠρημώθη. ταύτας οὖν καὶ εἰκότως βδέλυγμα καλεῖ. ἐρημώσεως δὲ καὶ ὡς ἀρχὴν ἐργαζόμενον ο τῆς στάσεως, ἀφ’ ἧς ἡ τῆς πόλεως ἐρήμωσις ἀπετελέσθη. εἶτα ἵνα μάθωσιν, ὅτι καὶ ζώντων τῶν ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο εἶπεν, “ ὅταν ἴδητε.” ἐξ ὧν ἄν τις θαυμάσειε μάλιστα τοῦ Χριστοῦ τὴν δύναμιν καὶ τὴν ἐκείνων ἀνδρείαν, ὅτι ἐν τοιούτοις καιροῖς ἐκήρυττον, ἐν οἶς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο Ρ.

  86. 42.10

    Μετὰ ταῦτα λέγει πάλιν τὰς Ἰουδαικὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ οἱ τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. ὅταν γάρ, φησι, ταῦτα γένηται, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ, φεύγετε. οὐδεμία γὰρ ἐλπὶς λοιπὸν σωτηρίας ὑμῖν. οὐδὲ γάρ ἐστιν ὑμῖν ὑπονοεῖν ὡς γενήσεταί τις μεταβολὴ τοιαύτη, οἵα καὶ πρότερον ἐν τοῖς πολέμοις ἐγένετο ἀγαπητὸν γὰρ λοιπὸν γυμνῷ σώματι διασωθῆναι· διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δομάτων οὐκ ἀφίησιν εἰς τὴν οἰκίαν ἐλθεῖν r ὥστε ἆραι τὰ ἱμάτια· τὰ ἄφυκτα δηλῶν κακὰ καὶ τὴν ἀπέραντον συμφοράν, “ οὐαὶ δὲ ταῖς “ ἐν γαστρὶ ἐχούσαις·” καὶ τὰ ἑξῆς. πλεῖον γὰρ ὡς εἰκὸς ὑπομενοῦσι τότε τὴν ἀνάγκην, αἵτε ἔγκυοι τῶν γυναικῶν καὶ αἱ θηλάζουσαι, αἷς δὴ μάλιστα καὶ τὸ βραχύτατον κακὸν ἀνυπόστατον εἶναι συμβέβηκεν. ὁρᾷς ὅτι περὶ τῶν καταληψομένων τὴν Ἰουδαίαν φησι. χειμῶνος δέ φησιν διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ. καὶ μή τις νομίσῃ τὸ ἐπαγόμενον ὑπερβολικῶς εἰρῆσθαι· ἀλλ’ ἐντυχὼν τοῖς Ἰωσήπου συγγράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. δείκνυσι δὲ αὐτοὺς καὶ χαλεπωτέρας τιμωρίας ἀξίους τῆς εἰρημένης. εἰ γὰρ καὶ ἐπὶ πλεῖόν φησιν ἐκράτησεν ὁ πόλεμος ὁ Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἀπώλοντο οἱ Ἰουδαῖοι· πᾶσαν γὰρ σάρκα ἔξω καὶ οἱ τὴν Ἰουδαικὴν λέγει, καὶ οἱ ἐνταῦθα ἔνδον. οὐ γὰρ δὴ μόνον τοὺς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους. τίνας δέ φησιν ἐκλεκτους ἐνταῦθα ; τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς πιστούς. ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι δι’ αὐτοὺς καὶ τὸ κήρυγμα ταῦτα γέγονε τὰ κακὰ, δείκνυσι τοὐναντίον, ὅτι εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόρριζοι ἃν ἅπαντες ἀπώλοντο· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. “ καὶ τότε ἐάν τις ὑμῖν “ εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς” καὶ τὰ ἑξῆς· πληρώσας δὲ τὰ περὶ Ἱεροσολύμων, εἰς τὴν αὐτοῦ λοιπὸν διαβαίνει παρουσίαν, καὶ λέγει αὐτοῖς τὰ σημεῖα, οὐκ ἐκείνοις χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν, καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις ἅπασι. τὸ δὲ τότε, οὐχὶ τῆς ἀκολουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων, ἀλλ’ ἐν τῷ καιρῷ ᾧ μέλλει γίνεσθαι ταῦτα, ἃ μέλλω s λέγειν. ἔθος γὰρ τοῦτο τῆ γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ· καὶ τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὑτοῦ παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ, ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτως καὶ τότε φησίν· ἀλλὰ φανερῶς, καὶ ὥστε μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος.

  87. 42.11

    Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ, ὧδε ὁ Χριστὸς, ἢ, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. ἐγερθήσονται γὰρ ψευδόχριστοὶ, καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς.

  88. 42.12

    Ἐγερθήσονταί φησι ψευδοπροφῆται· οἱ μὲν οὖν ἐπὶ τῶν Ἀποστόλων ἀπατᾶν t ἐπιχειροῦντες τοὺς πολλοὺς ἠπάτων. οὗτοι δὲ οἱ πρὸ τῆς αὐτοῦ παρουσίας ἐκείνων πικρότεροι. ποιήσουσι γάρ, φησι, σημεῖα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτοὺς, τῷ ψευδοχρίστῳ διακονούμενοι. ἐπὶ μὲν οὖν τῶν Ἰουδαίων ψευδοπροφῆται γεγόνασι. ψευδόχριστοι δὲ ἐπὶ τῆς καινῆς· τοὺς αὐτοὺς δὲ νῦν τούτους κἀκείνους φησὶ, καὶ ἐπιφέρει,

  89. 42.13

    Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν πάντα. Μηδεὶς ἄγνοιαν προφασιζέσθω, ἀλλ’ ἀσφαλιζέσθω ἑαυτὸν ἀπὸ τῆς τούτων ἀπάτης.

  90. 42.14

    Ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὑτῆς.

  91. 42.15

    Τοῦ Ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν θλίψις τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. ἀλλ’ οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. εἰ γὰρ ὁ Ἰουδαικὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. μετ’ ἐκείνην οὖν τὴν θλῖψιν ὁ ἥλιος σκοτισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται, ὅταν u ψευδόχριστοι καὶ ψευδοπροφῆται θορυβήσουσι παραγενόμενοι· καὶ εὐθέως αὐτὸς πάρεσται, μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ· καὶ τὰ ἄστρα πεσεῖται· τίς γὰρ αὐτῶν ἔσται χρεία, νυκτὸς οὐκ οὔσης ; καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην, καὶ τοὺς συνδούλους αὐτῶν διδόντας εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην παρισταμένην κριτηρίῳ v· καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ “ ἀνθρώπου,” τουτέστιν, ἐν σώματι w ἐλευσόμενον, καθὰ καὶ ἀνελήφθη. ἀποστελεῖ δὲ λέγων τοὺς Ἀγγέλους αὑτοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου, Θεὸν ἔδειξε τὸν υἱὸν τοῦ ἀνθρώπου· Θεοῦ γὰρ οἱ Ἀγγέλοι, καὶ τὸ ἀποστέλλειν αὐτοὺς ἴδιον Θεοῦ. τὸ δὲ ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ, διδάσκει ἡμᾶς τὰ αὐτὰ εἶναι τῆς γῆς καὶ οὐρανῶν ἄκρα· ὥστε Χριστῷ πιστεύειν δεῖ, καὶ μὴ ἀπατᾶσθαι, ὡς ἐλαχιστου μορίου τῆς γῆς οὔσης ἐν μέσῳ του οὐράνου ἀπείροις μεγεθεσιν ὑπερβαλόντος αὐτήν.

  92. 42.16

    Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

  93. 42.17

    Τὸ παράδειγμα τῆς συκῆς τίθησιν, ὡς οὐ πολὺ τὸ μέσον, ἀλλ’ ἐφεξῆς μετὰ τὴν θλῖψιν ἐκείνην καὶ ἡ παρουσία ἀπαντήσεται· ὅπερ x οὐ διὰ τῆς παραβολῆς μόνον ἐδήλωσεν εἰπὼν, “ γινώσκετε ὅτι “ ἐγγύς ἐστιν ἐπὶ θύραις.” ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος καὶ γαλήνην ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ χειμῶνος τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· καὶ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. ὥσπερ γὰρ τὸ τῆς συκῆς ἀνάγκη εἶναι, οὕτω καὶ τὸ τῆς συντελείας.

  94. 43.1

    Περὶ τῆς ἡμέρας καὶ ὥρας.

  95. 43.2

    Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ.

  96. 43.3

    “ Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεά αὕτη,” ἰνα εἴπῃ τὴν τῶν πιστῶν. οἶδε γὰρ γενεὰν, οὐκ ἀπὸ χρόνων χαρακτηρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπου, θρησκείας, καὶ πολιτείας. ὡς ὅταν λέγῃ, “ αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.” τὸ δὲ μέχρις οὗ ταῦτα πάντα γένηταί, φησι τὰ τῶν Ἱεροσολύμων, τὰ τῶν πολέμων, τὰ ἐφεξῆς εἰρημένα, ἅπερ εἴρηκε μέχρι τῆς αὐτοῦ παρουσίας συμβησόμενα. ὅπερ γὰρ ἄνω ἔλεγεν δεῖ πάντως γενέσθαι, καὶ ἐνταῦθα δηλοῖ λέγων· ὅτι πάντως ἐκβήσεται, καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη.

  97. 43.4

    Θεοδώρου Μομψουεστίασ y. Ἄλλος δέ φησι, γενεὰν λέγειν αὐτὸν πονηρὰν, τῷ τρόπῳ a καὶ οὐ τοῖς προσώποις· διδάσκων ὅτι παρόντων καὶ ὁρώντων τῶν ἀσεβῶν καὶ b χριστοκτόνων δείξει τὴν ἀπ’ οὐρανοῦ δόξαν αὑτοῦ, ὥστε πληρωθῆναι τὸ “ ὄψονται εἰς ὃν ἐξεκέντησαν.” Άλλος c δὲ πάλιν περὶ τῆς κατ’ ἐκεῖνον τὸν καιρὸν γενεᾶς λέγειν αὐτόν φησιν, ἕως οὗ παρέλθῃ, ἕως οὗ συμβήσεται Ἰουδαίοις τὰ προλεχθέντα· διὰ τούτων πιστούμενος καὶ τοὺς περὶ συντελείας λόγους. “ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ “ παρέλθωσι,” τουτέστι, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώτερον ἀφανισθῆναι, ἣ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν. καὶ ὁ ἀντιλέγων ὑπὲρ τούτων, βασανιζέτω τὰ εἰρημένα, καὶ ἀπὸ τῶν παρελθόντων καὶ τοῖς μέλλουσι πιστευέτω. διὰ γὰρ τοῦτο καὶ τὰ στοιχεῖα εἰς μέσον τέθεικε, τοῖς παλαιοῖς ἐμφιλοχωρῶν ῥήμασι, (καὶ γὰρ καὶ διὰ τοῦ Ἱερεμίου τὸ ἀσάλευτον τῆς ἀποφάσεως τῆς ἑαυτοῦ ἀπὸ τούτων καὶ d παρίστησιν) ὁμοῦ δὲ καὶ δημιουργὸν ἑαυτὸν ἐντεῦθεν δείκνυσι λανθανόντως τοῦ παντός. ἐπειδὴ γὰρ περὶ συντελείας διελέχθη, πράγματος παρὰ πολλοῖς ἀπιστουμένου, διὰ τοῦτο τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μέσον παρήγαγε, μετὰ πολλῆς ἐξουσίας δεικνὺς ἑαυτὸν δεσπότην τοῦ παντός.

  98. 43.5

    “ Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἣ ὥρας οὐδεὶς οἰδεν,” καὶ τὰ ἑξῆς. τῷ e μὲν οὖν εἰπεῖν, οὐδὲ οἱ Ἄγγελοι, ἐπιστομίσας f αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν, ὅπερ ἐκεῖνοι οὐκ ἴσασι τὸ δὲ εἰπεῖν, οὐδὲ ὁ Υἰὸς, κωλύει οὐ μόνον μαθεῖν, ἀλλὰ καὶ ζητῆσαι. ὅτι γὰρ διὰ τοῦτο εἴρηται, ὅρα μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ περιεργοτέρους εἶδε γεγενημένους, πῶς ἐπεστόμισε μειζόνως. νῦν μὲν γὰρ καὶ τεκμήρια εἴρηκε πολλὰ καὶ ἄπειρα· τότε δὲ ἁπλῶς, “ οὐχ ὑμῶν ἐστι “ γνῶναι χρόνους ἣ καιρούς· εἶτα ἵνα μὴ εἴπωσιν, ἠπορήμεθα, διεπτύσθημεν, οὐδὲ τούτου ἐσμὲν ἄξιοί, φησι, “ οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἴδιᾳ ἐξουσίᾳ, καὶ γὰρ σφόδρα ἔμελλεν αὐτῷ τὸ τιμᾷν αὐτοὺς καὶ μηδὲν ἀποκρύπτεσθαι· διὰ τοῦτο ἀεὶ τῷ Πατρὶ αὐτοὺς ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, κἀκείνων ἐπιτειχίζων τῇ πεύσει τὰ εἰρημένα. ὅτι γὰρ τοῦτό ἐστι, τί δήποτε τὸν μὲν Πατέρα οἶδε σαφῶς, ὡς ἐκεῖνος τὴν Υἱὸν, τὴν δὲ ἡμέραν ἀγνοεῖ; πῶς δὲ εἰ πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν, τὴν ἡμέραν ἠγνόησε ; ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν. πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; διὰ δὴ πάντα g εἰπὼν καὶ τοὺς χρόνους καὶ τοὺς καιροὺς, καὶ ἐπ’ αὐτὰς τὰς θύρας ἀγαγὼν (ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις φησιν) ἀπεσίγησε τὴν ἡμέραν. Ἔστι δὲ εἰπεῖν καὶ κατὰ Μάρκον ὅτι οὐδὲ ὁ Υἱὸς οἶδεν εἰ μὴ ὁ Πατὴρ, εἰ μὴ οἰδεν ὁ Πατὴρ, οὐδὲ ὁ Υἱὸς n. ἀλλ’ ἐπειδὴ ἐπίσταται ὁ Πατὴρ, καὶ ὁ Υἱὸς δηλονότι, ἡ σοφία τοῦ Πατρὸς, ἡ πάντα ἔχουσα τὰ τοῦ Πατρὸς, πλὴν τὸ εἶναι αὐτὸ τοῦτο Πατήρ. “ βλέπετε δὲ, ἀγρυπνεῖτε” καὶ τὰ ἑξῆς. ἡ ἐπαγωγὴ δείκνυσι τὴν αἰτίαν δι’ ἣν οὐκ ἐσαφήνισεν αὐτοῖς τὴν ἡμέραν, ἀπὸ μὲν γὰρ τοῦ μαθεῖν τὴν κρίσιν, πολὺ τὸ κέρδος, ἀπὸ δὲ τοῦ τὸν καιρὸν οὐκέτι. εἰ γὰρ νῦν ἀγνοοῦντες ἔκαστος τὴν ἑαυτοῦ ἡμέραν καὶ εἰδότες ὅτι πολλάκις ἀμύητοι ἀπελεύσονται, φιλονεικοῦσιν εἰς ἐσχάτας ἀναπνοὰς βαπτίζεσθαι, ὅθεν καὶ ἔρημοι λοιπὸν ἀπέρχονται τῆς τῶν ἀγαθῶν ἐργασίας· ἀπὸ μὲν πίστεως σωζόμενοι, ἔργα δὲ ἐπιδεῖξαι οὐκ ἔχοντες, εἰ καὶ ἡ συντέλεια δήλη ἦν, τι οὐκ ἃν ἐποίησαν ; ὅθεν ἐπιφέρει μονονουχὶ λέγων διὰ τοῦτο, οὐκ εἶπον ὑμῖν, ἵνα ὡς τὴν ἡμέραν ἀγνοοῦντες βλέπητε καὶ προσεύχησθε καὶ ἀγρυπνῆτε. καὶ γὰρ οὐκ εἶπεν, οὐκ οἶδα, ἀλλ’ οὐκ οἴδατε, βουλόμενος ἐναγωνίους εἶναι διηνεκῶς, ἐκείνην καὶ ἄδηλον τὸ τέλος ἔχοντες.

  99. 43.6

    Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ τὰ ἕξης.

  100. 43.7

    Διὰ τοῦτο εἶπεν γρηγορεῖτε, δεικνὺς ὅτι εἰ ᾔδεσαν οἱ ἄνθρωποι πότε ἀποθανοῦνται, πάντες ἂν κατ’ ἐκείνην τὴν ὥραν ἐσπούδασαν. διὰ τοῦτο ἀεὶ αὐτοὺς βουλόμενος τοῦτο προσδοκᾶν, ἵνα ἀεὶ σπουδάζωσι, καὶ τῆς ἑκάστου ζωῆς τὸ τέλος ἄδηλον ἐποίησα. εἶτα ἐκκεκαλυμμένος ἑαυτὸν Κύριον ὀνομάζει. οὐδαμοῦ οὕτω σαφῶς εἰπών. ἐντεῦθεν δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥαθύμους. οὐδὲ γὰρ ὅσην περὶ χρήματα σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτεσθαι, τοσαύτην ὑμεῖς, φησιν, ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ποιεῖσθε. ἐργασίας οὖν ὁ παρὼν καιρὸς, ὁ δὲ μέλλων τῆς κρίσεως.

← Previous · Next → — showing 401500 of 650

First Thousand Years of Greek. CTS URN tlg4102.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.