Ancient Textssearch the texts themselves, not just their titles

← All works

Catena In Matthaeum

First Thousand Years of Greek · First Thousand Years of Greek · 906 sections

  1. 68.33

    Ησυχίου πρεσβυτέρου Ἱεροσολύμων. Ἐπειδὴ δὲ πολλῶν Μαριῶν ἐν τοῖς Εὐαγγελίοις φέρεται μνήμη, τρεῖς εἶναι τὰς πάσας γινώσκειν ὀφείλομεν, ἃς Ἰωάννης συλλήβδην ἠρίθμησεν φήσας, “εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ, ἡ μήτηρ “αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, “καὶ Μαρία ἡ Μαγδαληνὴ,” Μαρίαν γὰρ τὴν Ἰακώβου καὶ Ἰωσὴ μητέρα, καὶ ἄλλην Μαρίαν παρὰ τοῖς Εὐαγγελισταῖς ὠνομασμένην, τὴν θεοτόκον εἶναι, καὶ οὐκ ἄλλην πεπιστεύκαμεν.

  2. 68.34

    Ἰσιδώρου Τοῦ Πηλουσιώτου. Πῶς νοητέον τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐπὶ τῆς ταφῆς τοῦ Κυρίου; ὥρᾳ ἕκτῃ τῆς παρασκευῆς ἐσταυρώθη, καὶ γέγονε σκότος ἕως ὥρας ἐνάτης, ἰδοὺ νυχθήμερον· τὸ λοιπὸν τῆς παρασκευῆς, ἡ νὺξ, ἰδοὺ τρίτον νυχθήμερον. Καὶ ἄλλως—Τῇ παρασκευῇ παρέδωκεν ὁ Κύριος τὸ Πνεῦμα, τοῦτο μία ἡμέρα, τὸ σάββατον ὅλον ἐποίησεν ἐν τῷ τάφῳ, ἐπιφωσκούσης κυριακῆς ἀνέστη. Καὶ ἄλλως—Ἀφ’ ἧς ἡμέρας, τουτέστι τῆς ἁγίας πέμπτης, παρεδόθη ὑπὸ Ἰούδα τοῖς θεοκτόνοις Ἰουδαίοις, δυνατὸν ὡς σταυρωθέντος αὐτοῦ ἀριθμεῖν τὴν τριήμερον. Τὰ Λείποντα Απὸ Τῆσ ἐρμηνείασ Τῦν Κεφαλαίων Τοῦ (??) Καὶ Σ Ἰωάννου Τοῦ Χρυσοστόμου. Περὶ ποίας γενεᾶς εἶπεν ὅτι “οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη” καὶ τὰ ἑξῆς; οὐ περὶ τῆς τότε ταῦτα λέγει γενεᾶς, ἀλλὰ περὶ τῶν πιστῶν. τίνος ἕνεκεν περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας εἶπεν ὅτι οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ μόνον ὁ Πατήρ; διὰ μὲν τοῦ εἰπεῖν οὐδὲ οἱ Ἄγγελοι, ἐπεστόμισεν αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν, ὅπερ ἐκεῖνοι ἀγνοοῦσιν· διὰ δὲ τοῦ εἰπεῖν “οὐδὲ ὁ Υἱὸς,” κωλύει οὐδένα ζητῆσαι, ἀλλὰ μηδὲ εἰς ἔννοιαν τοῦτο λαβεῖν. ὅτι γὰρ διὰ τοῦτο εἶπεν οὐδὲ ὁ Υἰὸς, χρὴ σκοπῆσαι ὅτι μετὰ τὴν ἀνάστασιν, μειζόνως αὐτοὺς ἐπεστόμισε περὶ τούτου, ἐπειδὴ περιεργοτέρους εἶδε γενομένους. νῦν μὲν γὰρ καὶ τεκμήρια, καὶ πολλὰ εἴρηκε καὶ ἄπειρα· τότε δὲ οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους κα καιρούς· ἴνα γὰρ μὴ εἴπωσι, διεπτύσθημεν οὐδὲ τοῦτο ἐσμὲν ἄξιοι· σφόδρα γὰρ ἤθελε τιμᾷν αὐτοὺς, καὶ μηδὲν ἀποκρύπτεσθαι· διὰ τοῦτο τῷ Πατρὶ αὐτοῦ μόνῳ τὴν περὶ τούτου γνῶσιν ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, καὶ ἐκείνων ἐπιτειχίζων τῇ ἀποκρίσει τὸ περίεργον.

  3. 68.35

    Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλὰ ἀγνοεῖ, πότε γνώσεται λοιπὸν ἄρα μεθ’ ἡμῶν; καὶ τίς ἃν τοῦτο εἴπῃ, καὶ τὸν μὲν Πατέρα οἶδε σαφῶς, καὶ οὕτω σαφῶς ὡς ἐκεῖνος τὸν Υἱὸν, τὴν δὲ ἡμέραν ἀγνοεῖν; εἶτα τὸ μὲν “Πνεῦμα ἐρευνᾷν καὶ τὰ βάθη τοῦ Θεοῦ,” αὐτὸς δὲ οὐδὲ τὸν καιρὸν οἶδεν, καὶ τὰ ἑκάστου ἀπόρρητα ἐπίσταται· ὃ δὲ πολλῷ τούτου εὐτελέστερον, τοῦτο ἔμελλεν ἀγνοεῖν; πῶς δὲ εἰ “πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο “οὐδὲ ἕν’ τὴν ἡμέραν ἠγνόησεν; ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν. πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; διὰ τοῦτο πάντα εἰπὼν καὶ τοὺς χρόνους καὶ τοὺς καιροὺς, καὶ ἐπ’ αὐτὰς τὰς θύρας ἀγαγὼν, “ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις” φησὶν, ἀπεσίγησε τὴν ἡμέραν. εἰ μὲν γὰρ ἡμέραν ἣ ὥραν ζητεῖς, οὐκ ἀκούσεις παρ’ ἐμοῦ, φησὶν, εἰ δὲ καιροὺς καὶ προοίμια, οὐδὲν ἀποκρυψάμενος ἐρῶ σοι πάντα μετὰ ἀκριβείας. ὅτι μὲν γὰρ οὐκ ἀγνοῶν διὰ πολλῶν ἔδειξα φησὶ, διαστήματα εἰπὼν, καὶ τὰ συμβησόμενα ἅπαντα, καὶ οἷον ἀπὸ ’δε του χρόνου μέχρι τῆς ἡμέρας αὐτῆς. τοῦτο γὰρ τῆς συκῆς ἐδήλωσεν ἡ παραβολὴ, καὶ ἐπὶ τὰ πρόθυρα ἅπαντά σε ἤγαγον. εἰ δὲ μὴ ἀνοίγω τὰς θύρας, καὶ τοῦτο συμφερόντως ποιῶ. εἰπὼν δὲ, “ ὥσπερ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε, τρώγοντες καὶ πίνοντες” καὶ τὰ ἑξῆς, τὴν ἀθρόαν αὐτοῦ καὶ ἀπροσδόκητον παρουσίαν ἐσήμανεν· καὶ γὰρ καὶ Παῦλος τοῦτό φησιν, “ὅταν λέγωσιν εἰρήνην “ καὶ ἀσφάλειαν, τότε αἰφνίδιος ἐπιστήσεται ὄλεθρος.”

  4. 68.36

    Τέλος καὶ τούτου τοῦ Σχολίου.

  5. 68.37

    Ερμηνεία τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου ἐν ἐπιτομῇ.

  6. 68.38

    Εγράφη δὲ τὸ Εὐαγγέλιον ἐκεῖνο εἰς τὸ Πατριαρχεῖον, ἐπὶ Σεργίου τοῦ Πατριάρχου.

← Previous — showing 901906 of 906

First Thousand Years of Greek. CTS URN tlg4102.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.