Ancient Textssearch the texts themselves, not just their titles

← Library

De Libero Arbitrio

First Thousand Years of Greek · First Thousand Years of Greek · 210 sections

  1. 22.2.1

    <Antw.> Den Grund nun des Willens Gottes zu geben, scheint mir für den Menschen unmöglich und überflüssig zu sein, da nicht einmal unserer Nächsten Sinn jemand aussagen kann. Da aber der Herr des Alls eine solche Frucht der Menschenliebe erzeigt hat, daß er auch einigen seines Sinnes Zeugnisse eingesät hat, so bekenne ich das offen, was ich zu wissen meine.

  2. 22.3.1

    Φημὶ τοιγαροῦν πολλὰς ὑποθέσεις ὑπάρχειν τῷ θεῷ, καθ᾿ ἃς δημιουργεῖν αὐτὸν ἔδει· πρῶτον μὲν τῆς τέχνης ἐπιστήμην, ἣν ἀργεῖν μὲν οὐκ ἐχρῆν, ἡττωμένου τοῦ δύνασθαι ποιεῖν ταῦτα ἅπερ ἠπίστατο· ὕστερον δὲ καὶ τὸ τῇ φύσει ἀγαθὸν ὑπάρχειν αὐτῷ, ὅπερ ἀνωφελὲς μένειν οὐκ ἐδόκει· πολλὰ δὲ καὶ τούτοις ὅμοις προσῆν τῷ θεῷ, δι᾿ ἅπερ κόσμου γένεσιν ἤρξατο ποιεῖν.

  3. 22.4.1

    ὥσπερ γὰρ εἴ τις ἐπιστήμην ἔχων ἢ μουσικῆς ἢ αὖ πάλιν ἰατρικῆς ἢ τεκτονικῆς, εἰς ὅσον τοῦ ἔργου μὴ ἔχεται μηδὲ δι᾿ αὐτοῦ τὴν ἐπιστήμην δείκνυσιν, μάτην τέχνην ἔχειν δοκεῖ, μήτε αὐτὸς ἀπολαύων ὧν ἐπίσταται, μήτε ἑτέροις γνῶσιν παρέχων τούτων τῶν ἔργων, καὶ τὸ ἐντεῦθεν ὅμοιος τῷ μηδὲ τὴν ἀρχὴν ἐπισταμένῳ γίνεται, μὴ οὔσης τῆς τέχνης ἐνεργοῦς (ἐκάστη γὰρ τῶν τεχνῶν διὰ τῆς ἐνεργείας τὴν δεῖξιν λαμβάνει καὶ ὡς λόγον εἰπεῖν τὴν τοῦ εἶναι σύστασιν)·

  4. 22.5.1

    ὁμοίως δὲ πάλιν εἴ τις ἀγαθὸς ὢν μὴ ἔχοι οὓς εὐεργετῆσαι δεῖ, μάτην ἀγαθὸς εἶναι δοκεῖ (τὸ γὰρ ἀγαθὸν τῶν πρὸς ἕτερον πέφυκεν εἶναι· οὐκ ὄντων δέ τινων πρὸς οὕς ἐστιν τοῦτο, τὴν ἀρχὴν οὐδ᾿ ἀγαθὸν ἔσται, κρυπτόμενον ἐν ἐκείνῳ τῷ ἔχοντι καὶ μόνῳ γνωστὸν ὑπάρχον, διὰ τὸ τὴν ἀρχὴν μηδὲ παρεῖναιο τοὺς τούτου δεομένους· εἰ δὲ πάρεισίν τινες οὓς εὐερ- γετεῖν δύναται, τηνικαῦτα δείκνυται μὲν αὐτοῦ πρῶτον τὸ ἀγαθόν· ἔπειτα δὲ τὸ εὔχρηστον γίνεται τῷ τῆς τοιαύτης φύσεως εἰληχότι, πολλῶν τῆς ἀγαθοσύνης αὐτοῦ ἀπολαύειν δυναμένων), —

  5. 22.6.1

    τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ θεοῦ σκοπεῖν χρή, ὅτι πάσης τέχνης τῆν ἐπιστήμην ἔχων, εἰ μηδὲν ἐδημιούργησεν, μάτην ἐδόκει τὴν ἐπιστήμην ἔχειν, μὴ ὄντων τινῶν οἷς κἂν ὅτι ἐπιστήμων <τις> ὑπῆρχεν δεικνύναι δυνηθείη. διὰ τοῦτο τὸ ἔργον πεποιηκέναι <αὐτὸν> λέγω, τὴν τέχνην αὐτοῦ ἐν αὐτοῖς τοῖς ἔργοις ἐπιδεῖξαι προαιρούμενον· οὐ γὰρ ἤρκει ἡ ἐπιστήμη μόνη, ἄνευ τῶν ἐν οἷς ὑπάρχειν ἔδει, τῷ θεῷ. ἄχρηστον γὰρ αὐτῷ, μᾶλλον δὲ ἀργὸν τὸ τοιοῦτον μένειν ἐφαίντο· ἥ τε δύναμις οὐκ ἐνεργοῦσα οὐκ ἂν εὔχρηστος εἴη τῷ κεκτημένῳ, καὶ ἀγαθὸς ὤν, οὐκ ἀπέλαυεν τῆς ἀγαθοσύνης αὐτοῦ, τοὺς δεομένους αὐτῆς οὐκ ἔχων.

  6. 22.7.1

    διόπερ ἀγαθὸς ὢν ἐδημιούργησεν καὶ τὰ οὐκ ὄντα πεποίηκεν, διὰ τούτου καὶ πρώτου τὴν ἀγαθοσύνην αὐτοῦ δεῖξαι προαιρούμενος (τουτὶ γὰρ ὑπερβαλλούσης φύσεως ἔστιν ἀγαθῆς τὸ εἶναι παρασχεῖν τοῖς οὐκ οὖσιν ποτέ)· ἔπειτα δὲ καὶ διὰ τῆς τῶν κρειττόνων ὑποσχέσεως, ἃ δὴ τοῖς πρὸς αὐτοῦ γενομένοις ἐπηγγείλατο· οὐ γὰρ τὸ εἶναι μόνον παρέσχεν αὐτοῖς, ἀλλὰ καὶ τῶν κρεττόνων ἀπολαύειν, οὕτως αὐτοῦ τὸ ἀγαθὸν ἐπιδεικνύναι προαιρούμενος· διὰ τούτου γὰρ καὶ ὅτι ἔστιν τὸ ἀγαθὸν φαίνεται, τοὺς χρῄζοντας ἔχων.

  7. 22.8.1

    πρὸς δὲ τούτοςι, εἰ μὴ κόσμου γένεσιν ἐποίησεν ὁ θεός, τὴν ἀρχὴν ὅτι ἐστὶν θεός, ἀγνωστος ἦν, οὐκ ὄντων τῶν γινώσκειν <αὐτὸν> δυναμένων· ὅθεν καὶ εἰς γνῶσιν ἑαυτοῦ τισιν προάγειν βουλόμενος, καὶ ὅτι ἔστιν δεῖξαι θέλων, ἐδημιούργησεν, ἐν ᾧ γνωστὸν παρασχεῖν ἑαυτόν . . . τὸ μὲν οὖν λοιπὸν τοῦ κόσμου σύστημα διὰ τὸν ἄνθρωπον γεγονέναι φημί, πρὸς ὑπηρεσίαν τῶν ἀναγκαίων αὐτῷ, <τὸν δὲ ἄνθρωπον δι᾿ αὐτὸν τὸν θεόν,> ὅπως δοξάζῃ τὸν δεσπότην, <καὶ> ὅπως τὸ ἀγαθὸν εἴς τινας ἐνεργήσῃ τοῦ θεοῦ.

  8. 22.9.1

    ἐγὼ δὲ καὶ πρὶν δημιουργὸν γενέσθαι τὸν θεὸν τοῦ κόσμου τοῦδε, ἐφ᾿ οἷς ἔμελλεν ποιεῖν τέρπεσθαι <αὐτὸν> λέγω· οὐδὲ γὰρ ἤργει οὐδέποτε, τῷ λογισμῷ ἀνατυπούμενος ἐν ἑαυτῷ τὸ κάλλος αὐτοῦ τῆς τέχνης· διὰ τοῦτο δὲ αὐτῷ μηδέποτε τὴν ἐπιστήμην ἄχρηστον παρεῖναι λέγω, τὸ ἔργον αὐτῆς ἄνωθεν τῇ δυνάμει φ΄΄εροντος· ἀλλὰ μὴν οὐδὲ μάτην πρότερον αὐτὸν ἀγαθὸν εἶναι λέγω —, durch Denken des Vielen schon vor der Schöpfung Gutes schaffend. Nicht aber wollte er, daß nur bis zum Beschluß allein dieses in ihm sei, aber nicht zur Tat werde der Beschluß. Denn nicht vollkommen, meinte er, wäre dies. Dazu aber blieben verborgen solche Werke seiner Kunst. Daher seine Kunst und Wesen und Kraft zeigen wollend und bekannt machen, schuf er den Menschen, welcher auch eine Erkenntnis des Guten Gottes haben konnte.

  9. 22.10.1

    Μηδὲν τοιγαροῦν, ἄνθρωπε, αὐτοσύστατον εἶναι λέγε <σὺν> τῷ θεῷ μηδὲ τὸ μέγιστον αὐτοῦ τῆς δυνάμεως περιαιρεῖσθαι θέλε· πᾶσιν τὸ εἶναι αὐτὸς παρέσχεν, οὐκ οὖσιν πρότερον, οὐδὲ τὴν σύστασιν ἀνάρχως ἔχουσιν. τί τεχνίτην μόνον θέλεις εἶναι τὸν θεόν; τί τὴν δωρεὰν αὐτοῦ παριτῇ, ὡς τέχνην καὶ μόνην τῇ ὕλῃ χαρισάμενον, οὐχὶ δὲ καὶ τὴν τοῦ εἶναι σύστασιν;

  10. 22.11.1

    οὐκ ἦν σύγχρονόν τι τῷ θεῷ· οὐδὲ ποθὲν ταῦτα λαβὼν ἐδημιο΄τργησεν αὐτός· οὐδὲ τὸν νῦν ἄνθρωπον πρότερον ἐμιμήσατο· κρείττων αὐτός ἐστιν τῆς ἀνθρωπίνης φύσεως· οὐ σχημάτων μόνον γέγονεν ποιητής, οὐδὲ τὴν οὖσαν αὐτῷ <οὐσίαν> εἰς οὐσίαν συνεκέρασεν· αὐτὸς <γάρ>ἐστιν καὶ τῶν οὐσιῶν <πασῶν> δημιουργός.—Dies sagen muß der Mensch. Solcher Erklärungen werde Erzähler. So preise Gott, wie er selbest es will. Denn nicht will ich Hörer sein ungöttlicher Erklärungen.

← Previous — showing 201210 of 210

First Thousand Years of Greek. CTS URN tlg2959.tlg002.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.