De lapidibus
- 1.2_30.1.1
1] Τηρήσει τὰς κριθὰς ἀβλαβεῖς δάφνης καρποφόρου φύλλα ξηρὰ καὶ πᾶσα τέφρα, μάλιστα δὲ ἡ ἀπὸ τῶν ξύλων τῆς δάφνης, ἐντιθεμένη.
- 1.2_30.2.1
2] Ὁμοίως δὲ τὰς κρίθας καὶ ἡ ἀείζωος βοτάνη ξηραινομένη καὶ μετὰ καλαμίνθης σὺν γύψῳ ἀναμιγνυμένη ταῖς κριθαῖς.
- 1.2_30.3.1
3] Ἔνιοι δὲ ὄξους ἀγγεῖον πληρώσαντες καὶ πωμάσαντες ἐν μέσῳ τιθέασι τῶν κριθῶν.
- 1.2_30.4.1
4] Εἰδέναι δὲ χρὴ ὅτι αἱ κριθαὶ παλαιούμεναι πικραὶ γίνονται.
- 1.2_31.1.1
1] Τὰ ἄλευρα ἀβλαβῆ διαμένει ἐπὶ χρόνον, δᾳδίων λιπαρῶν συγκοπέντων καὶ ἐμβληθέντων εἰς αὐτά.
- 1.2_31.2.1
2] Τινὲς δὲ κύμινον καὶ ἅλας ἐξ ἴσου τρίψαντες καὶ μάζας ποιήσαντες ξηρὰς ἐντιθέασιν εἰς τὰ ἄλευρα.
- 1.5_21.1.1
1] Τῶν ἄρτι φυτευθεισῶν ἀμπέλων τὸ περιττεῦον ἀποτέμνειν δεῖ, οὐ λοξῇ τομῇ, οὐδὲ πλησίον τοῦ ὀφθαλμοῦ, ἀλλὰ ἀπέχουσαν πλέον δακτύλων δύο, μὴ πρὸς βορρᾶν, ἀλλὰ πρὸς μεσημβρίαν, ὄπισθεν τοῦ ὀφθαλμοῦ τὴν τομὴν γινομένην, ἵνα μὴ τὸ καταρρέον ἐξ αὐτῆς δάκρυον βλάπτῃ τὸν ὑποκείμενον ὀφθαλμόν.
- 1.5_21.2.1
2] Ἐὰν δὲ τὸ ὑγρὸν τοῦτο ἐνοχλῇ, χρίε τὴν τομὴν ἀμόργῃ ἐφθῇ ἀνάλῳ. Τοὺς δὲ ὀφθαλμοὺς γυρωτέον δεύτερον, εἶτα δὲ καὶ τρίτον. Τινὲς δὲ καὶ κόπρον προσεμβάλλουσι.
- 1.5_21.3.1
3] Τῷ δευτέρῳ ἔτει τοῖς ἓξ μησὶ κατὰ μῆνα σκαπτέον. Τριετεῖς δὲ ἀρχομένας γίνεσθαι τὸ ἐπιπολῆς περιττὸν πρίζοντα ἐπιμελῶς περιαιρεῖν χρὴ καὶ μετὰ τὸ μετόπωρον κοπρίζειν διὰ βάθους ποδός.
- 1.5_21.4.1
4] Τὰς μέντοι ἐν τοῖς ὑγροτέροις τόποις ἀμπέλους γυρώσομεν, καὶ τὰς ἐπιπολαίους ῥίζας ἐάσομεν, ἵν’ ἐπειδὴ διὰ τὴν πολλὴν ὑγρότητα εἰς βάθος διαμένειν οὐ δύνανται αἱ ῥίζαι ἐπικλυζόμεναι, εἰς πλάτος γοῦν χωροῦσαι διαρκέσαι δυνηθῶσι, τὴν τῆς γῆς δύναμιν μὴ ἐν τῷ βάθει ἔχουσαι, ἐκ πλάτους δὲ ἀνασώζουσαι.
- 1.5_22.1.1
1] Τῷ τετάρτῳ ἔτει τῶν νεοφύτων ἱκανὰ τρέφειν δύο κλήματα, οἷς οὐ χρὴ πλεῖον ὀφθαλμῶν δ’, καὶ τοὺς μὲν πρὸς τῷ στελέχει β′ ἐκτυφλοῦν, ἀποξέοντα τῷ δρεπάνῳ, καὶ κωλύοντα τὴν βλάστησιν, τοὺς δὲ ἀνωτέρω δύο ἀπολιπεῖν εἰς αὔξησιν τοῦ φυτοῦ.
- 1.5_22.2.1
2] Ἔαρος δὲ ἀρχομένου κλαδεύσαντα παραπηγνύναι χάρακα χρὴ ἰσχυράν, ὀρθήν, μῆκος ἀπὸ πέντε ἕως ζ′ ποδῶν. Ἔστω δὲ μὴ λεπτοτέρα καλάμου τοῦ γενναιοτάτου, ὅπως μήτε βαρύνοι, μήτε σκιάζοι τὸ φυτόν.
- 1.5_22.3.1
3] Καλλίων δὲ χάραξ ἡ μὴ ἔχουσα φλοίον, εἰς γὰρ τὴν ἔχουσαν κανθαρίδες καὶ ὅσα εἴωθε λυμαίνεσθαι τὴν ἄμπελον εἰσδύονται καὶ κατακρύπτονται. Παρεκτείναντα δὲ τὸ φυτὸν χρὴ προσδεσμεῖν τῇ χάρακι.
- 1.5_22.4.1
4] Αὐτῇ δὲ τῇ τελείᾳ ἀμπέλῳ ἑξαετῇ γενομένῃ τὴν κλαδείαν εἰς ὤμους γ′ ἢ δ′ κατὰ τὴν δύναμιν τοῦ φυτοῦ προσακτέον, καὶ ἑκάστῳ κλήματι καὶ ὠμοχάρακα παραστατέον τὴν δυναμένην φέρειν ὁμοῦ τοῖς κλήμασι καὶ τοὺς βότρυας.
- 1.5_37.1.1
1] Τὴν νοσοῦσαν ἄμπελον τέφρᾳ κληματίνῃ ἢ δρυΐνη μιχθείσῃ μετὰ ὄξους καταρ ραίνων τὸ πρέμνον θεραπεύσεις. Σφόδρα δὲ ὠφελεῖ καὶ τὸ οὖρον τὸ ἀνθρώπειον εἰς τὰς ῥίζας ἐγχεόμενον.
- 1.5_37.2.1
2] Τινὲς δὲ τὰς νοσούσας ἀμπέλους ἐκτέμνουσι παρὰ τὴν γῆν, εἶτα προσχων νύουσιν ἐλαφρῶς τῇ γῇ παρακειμένῃ, μίξαντες ὀλίγην κόπρον, καὶ ὅταν οἱ βλαστοὶ φύωσι, τοὺς μὲν ἀσθενεῖς περικαθαίρουσι, τοὺς δὲ εὐγενεῖς ἐῶσι, καὶ πάλιν τῷ ἑξῆς ἔτει τὸν ἐπιτηδειότερον τῶν καταλειφθέντων ἐπιλεξάμενοι τοὺς λοιποὺς περιαιροῦσιν.
- 1.7_13.1.1
1] Ἔχε ἐν ἑτοίμῳ ταῦτα τὰ εἴδη· ἀλόης γο β′, λιβανωτοῦ γο β′, ἀμώμου γο β′, μελιλώτου γο δ′, κασίας γο α′, νάρδου στάχυος γο β′, φύλλου γο δ′, σμύρνης γο β′. Ταῦτα πάντα εἰς ὀθόνιον ἐνδήσας, ἑκάστῳ πίθῳ, μετὰ τὸ ἐμβληθῆναι ἐν αὐτῷ τὸν οἶνον καὶ καταστῆναι, ἔμβαλε κοχλιάριον ἐν καὶ κίνει ἐνρίζῳ καλάμῳ ἐπὶ ἡμέρας γ′.
- 1.7_13.2.1
2] Τινὲς δὲ οὕτως ἀρτύουσι τοὺς οἴνους · κρόκου βάλλουσι γράμματα γ′· οὗτος δὲ εὔχροον ποιεῖ· λιβάνου τοῦ ἄρσενος σεσησμένου δραχμὰς δ′· οὗτος αὐστηρὸν τὸν οἶνον ποιεῖ· φύλλου σφαιρίον ἕν · εὐωδίαν γὰρ παρέχει · ἕκαστον τούτων διακεκομμένον καὶ σεσησμένον μίξας, καὶ πάλιν σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα κοχλιάρια β′, ἐπειδὰν μηκέτι ζέῃ ὁ οἶνος, ἀλλὰ καταστῇ.
- 1.7_13.3.1
3] Καὶ ἐπὶ πάντων τῶν οἴνων τοῦτο ἰδικῶς παρατήρει ὅπως καθεστῶτας αὐτοὺς ἀρτύῃς.
- 1.7_13.4.1
4] Ἕτεροι δὲ ἀρτύουσι τοὺς οἴνους οὕτως · καρδαμώμου, ἴρεως ἰλλυρικῆς, κασίας, νάρδου στάχυος, μελιλώτου, ξυλοβαλσάμου, σχοίνου ἀλεξανδρίνης, κόστου, νάρδου κελτικῆς, πάντα ἶσα κόπτουσι καὶ σήθουσι καὶ ἐμβάλλουσι τῷ οἴνῳ.
- 1.7_13.5.1
5] Τινὲς δὲ γλεῦκος ἐψοῦντες καὶ ἀποτριτοῦντες μιγνύουσι τῷ οἴνῳ. Τινὲς δὲ γύψον ἐμβάλλουσιν.
- 1.7_24.1.1
1] Ἀμυγδάλων πικρῶν, ἀψινθίου, πίτυος καρπίμου κόμης, τίλεως, μετὰ τὸ φρυγῆναι συγκοπέντων κύαθον τῷ ἀμφορεῖ μίξας, παλαιοφανεῖς καὶ μονίμους οἴνους ποιήσεις.
- 1.7_24.2.1
2] Ποιήσεις δὲ παλαιοφανεῖς τοὺς οἴνους ἐὰν λαβὼν κεράμια δύο κοῦφα ἀπὸ οἴνου παλαιοῦ, ἀφελὼν αὐτῶν τὰ ὦτα καὶ χείλη, καὶ τοῦ πυθμένος τὰ ἄκρα, τὰ μὴ μεταλαβόντα τοῦ οἴνου ἀπορρίψῃς· τὸ δὲ ἄλλο ἐᾶν δεῖ σὺν τῇ παλαιᾷ τρυγὶ τοῦ οἴνου· κατεάξας τε καὶ σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα ἡμιμόδιον, καὶ ἀνατάραξον τὸν οἶνον, καὶ περιχρίσας ἔασον ἡμέρας δεκαπέντε, εἶτα ἀνοίξας χρῶ, καὶ δόξεις εἶναι τὸν οἶνον ἐτῶν δέκα.
- 1.7_24.3.1
3] Ἀναλωθέντος δὲ τοῦ οἴνου, τὴν τρύγα βάλε εἰς κύθραν καινήν, καὶ περιχρίσας ὀπτήσας τε καὶ κόψας καὶ σήσας πάλιν τῷ αὐτῷ τρόπῳ, χρῶ· ἀντὶ γὰρ πάντων ἀρωμάτων τῶν προειρημένων ἡ τοιαύτη τῶν ὀστράκων χρῆσις ἀρκέσει.
- 1.7_24.4.1
4] Τινὲς δὲ οὕτω ποιοῦσι παλαιοφανεῖς τοὺς οἴνους· μελιλώτου γο α′, γλυκυρίζου γο γ′, νάρδου κελτικῆς τὸ ἶσον, ἀλόης ἡπατίτιδος γο β′· κόψαντες καὶ σήσαντες ἐμβάλλουσιν εἰς τὸν οἶνον, καὶ οὕτω χρῶνται.
- 1.9_18.1.1
1]Τοῦ κάρπου τῆς τερεβίνθου ἐν τῷ μύλῳ καθάπερ ἡ ἐλαία ἀλουμένου καὶ ἐκπιεζομένου γίνεται ἔλαιον· καὶ ἡ πυρίνη ποιεῖ εἰς βρῶσιν χοίρων, καὶ εἰς καῦσιν.
- 1.9_18.2.1
2] Ποιεῖ ἔλαιον καὶ σήσαμος καὶ τὸ καρύον, περιαιρεθέντων τῶν κελυφῶν, καὶ αὐτὰ δηλονότι ἐκπιεζόμενα.
- 1.9_26.1.1
1] Ἐλαίῳ καθαρῷ ἀπὸ πάσης ἀμόργης ἄγαν ὑπερζέοντι τριπλάσιον ὕδατος μὴ ἄγαν ὑπερζέοντος καὶ ἅλας ὀλίγους κεκομμένους καὶ λελειωμένους πάνυ ἐπίβαλε, καὶ κινήσας καὶ συνταράξας ὡς διὰ παντὸς τῆν μῖξιν γίγνεσθαι, ἔασον διάστημα ἐφ’ ἡσυχίας ἕως ἄν εἰς τρόπον ἀμόργης ὑφιζήσῃ τὸ συμβληθὲν ὕδωρ.
- 1.9_26.2.1
2] Εἶτα τῷ προειρημένῳ σκεύει, τουτέστι κόγχῃ, τὸ ἐφιστὰν τὸ ἔλαιον ἀφελών, πάλιν ὁμοίως σὺν ὕδατι χλιαρῷ κινήσας, καὶ τὸ αὐτὸ ποιήσας, ἄφελε λοιπὸν καθαρὸν τὸ ἔλαιον.
- 1.9_26.3.1
3] Εἶτα χυλὸν φύλλων τῆς ἐλαίας ἁπαλῶν συγκοπέντων συμμίξας, ἵνα δριμύτητά τινα καὶ πικρότητα ἀπ’ αὐτῶν λάβῃ, καταστάντι τῷ ἐλαίῳ, μετὰ τρεῖς ἡμέρας ἢ καὶ αὐθημερὸν χρῶ.
- 1.9_26.4.1
4] Ἄλλοι δὲ ἔλαιον ὀμφάκινον, ἢ ἄλλως καλόν, εἰς ἴγδιν βαλόντες ἐπιχρίουσι. Καὶ ὅταν χρεία ἦ, ὡς σπάνῳ χρῶνται τῷ ἐλαίῳ.
- 1.10_12.1.1
1] Ψιττάκια σπείρεται περὶ καλανδῶν ἀπριλλίων, ἄρρεν καὶ θῆλυ συνηρμοσμένα τὰς φύσεις, τοῦ ἄρρενος τὰ νῶτα πρὸς τὸν ζέφυρον ἔχοντος· οὕτω γὰρ τὸν καρπὸν εὐφορήσουσι πλήρη.
- 1.10_12.2.1
2] Ἐπικεντρίζεται δὲ κατὰ τὸν αὐτὸν καιρὸν εἴς τε τὸ ὁμογενὲς καὶ εἰς τερέβινθον, οἶμαι δ’ ὅτι καὶ εἰς ἀμυγδαλᾶς.
- 1.10_12.3.1
3] Ὁ δὲ Πάξαμός φησιν ὅτι δεῖ βόθρον προποιῆσαι εἰς τόπους εὐηλίους καλῶς εἰργασμένους, καὶ λαβεῖν δένδρων μοσχεύματα ἀκμαῖα, νέα, καὶ ταῦτα συνδῆσαι ὁμοῦ, καὶ καταθέσθαι ἐν τῷ βόθρῳ, σελήνης δευτέρας οὔσης, καὶ ἀπὸ τῆς γῆς σφίγξαι ἄχρι τῶν κλάδων αὐτά, καὶ κοπρίσαι τὸν βόθρον, ἐπιχῶσαί τε καὶ γυρῶσαι, καὶ ἐπιμελεῖσθαι ποτίζοντας παρ’ ἡμέρας η′ καὶ διὰ τῶν ἴσων ἐπισφίγγειν πάλιν· ὅταν δὲ τριετῇ γένηται τὰ στελέχη, ὀρύξαι παρὰ τὴν ῥίζαν τοῦ βόθρου εὖ μάλα, καὶ κοπρίσαι καὶ ἐγκαθίσαι τὸ στέλεχος κατώτερον, καὶ ἐπιχῶσαι, ὅπως μεγάλου τοῦ δένδρου γενομένου καὶ ἰσχυροῦ, πνεύσαντος ἀνέμου, μὴ καταπέσῃ τὸ δένδρον.
- 1.10_63.1.1
1] Τὸ κάστανον, ὅ τινες Διὸς βάλανον καλοῦσι, ψαμμώδει γῇ καὶ ψυχροῖς τόποις χαίρει.
- 1.10_63.2.1
2] Φυτεύεται δὲ καὶ διὰ τῶν ἐνρίζων καὶ διὰ σπέρματος· ἀσφαλέστερος δὲ ὁ διὰ τῶν φυτῶν τρόπος· μετὰ γὰρ δύο ἔτη καρποφορήσει.
- 1.10_63.3.1
3] Φυτεύεται δὲ ἀπὸ ἰσημερίας, οὐ μόνον ἀπὸ σκυταλῶν καὶ κλάδων, ἀλλὰ καὶ ἀπὸ παρασπάδων αὐτορρίζων, καθάπερ ἡ ἐλαία.
- 1.10_63.4.1
4] Σπείρεται δὲ τὰ κάστανα οὐχ ὁμοίως τῇ ἀμυγδαλῇ καὶ τῇ καρύᾳ, ἀλλὰ τὸ μείουρον ἄνω ἔχοντα.
- 1.10_64.1.1
1] Τὰ κάρυα φυτεύεται τῷ καιρῷ τῆς ἀμυγδαλῆς· φυτεύεται δὲ καὶ ἀπὸ σπέρματος, καὶ ἀπὸ παρασπάδων καὶ μοσχευμάτων· χαίρει δὲ τόποις ξηροῖς καὶ ψυχροῖς μᾶλλον ἢ θερμοτέροις.
- 1.10_64.2.1
2] Εἰ δὲ μέλλεις ἀπὸ σπέρματος φυτεύειν κάρυον, κάλλιον ποιήσεις ἐὰν εἰς ἀγγεῖον ἔχον οὖρον παιδὸς ἀφθόρου τὸ σπέρμα ἐπὶ ἡμέρας ε′ ἐμβρέξῃς, καὶ τότε φυτεύσῃς.
- 1.10_64.3.1
3] Λεπτόσαρκον δὲ καὶ εὔθρυπτον τὸ κάρυον ἔσται, ὁμοίως δὲ καὶ τὴν ἀμυγδαλῆν ποιήσεις, σποδὸν τῷ στελέχει καὶ ταῖς ῥίζαις συνεχῶς περιχέων.
- 1.10_64.4.1
4] Θᾶττον δὲ αὐξήσει ἡ καρύα μεταφυτευομένη πολλάκις, μάλιστα δὲ ἐάν τις κυπρίῳ ἥλῳ ἢ πασσάλῳ καθηλώσειε τὸ δένδρον, ἕως διέλθῃ μέχρι τῆς ἐντεριώνης.
- 1.10_64.5.1
5] Εἰ δέ τις διατέμοι τὴν ἐντεριώνην τρυπάνῳ καὶ πάσσαλον πτελέϊνον ἰσομεγεθῆ ποιήσας διασφίγξει τρυπήσας τὸ δένδρον πέραν, τὰ σκληρὰ καὶ ἀρρενικὰ εὔθρυπτα ποιήσει.
- 1.10_64.6.1
6] Καρύα δὲ τὸν καρπὸν οὐκ ἀποβάλλει ἐὰν φλώμου ῥίζαν καὶ ῥάκος κόκκινον ἀπὸ κοπρίας περιάψῃς.
- 1.10_65.1.1
1] Τινὲς τῶν γεωργικὰ γραψάντων φασὶν ὡς ἡ καρύᾳ ἐπικεντρίζεσθαι οὐκ εἴωθεν, οὔτε δὲ τὰ λοιπὰ δένδρα τὰ ῥητίνην ἔχοντα, οὔτε αὐτὰ ὑποδέχεσθαι ἕτερον φυτόν, οὔτε εἰς ἕτερα μετατίθεσθαι δύναται.
- 1.10_65.2.1
2] Οὐκ ἔστι δὲ τοῦτο ἀληθές, ὡς ἡ πεῖρα παρέστησε πολλάκις· ἐγὼ γὰρ εἰς τέρμινθον, ἣν οἱ ἐπιχώριοι τερέβινθον καλοῦσι, μάλιστα ῥητίνην ἔχουσαν, πιστάκια πολλάκις ἐγκεντρίσας καὶ ἐμφυλλίσας, ἔσχον μεγάλα δένδρα· καὶ ἔστιν εἰπεῖν πλέον τοῦ ἰδίου φυτοῦ ἐπιδέχεται ἡ τέρμινθος τὸν κατάπηγα τοῦ πιστακίου· καὶ κάρυα δὲ πολλάκις ἐμφυλλίσας καὶ ἐγκεντρίσας ἐπέτυχον.
- 1.10_65.3.1
3] Εἰ γὰρ καὶ μὴ εὐκόλως προσφύεται, ἀλλ’ οὖν οὐ χρὴ ὀλιγωρεῖν πρὸς τὴν πρώτην ἀποτυχίαν.
- 1.10_65.4.1
4] Τινὲς δὲ τὴν καρύαν οὕτως ἐγκεντρίζουσι. Μετὰ τὸ σπεῖραι ταύτην, ἐκφῦναί τε καὶ γενέσθαι διετῆ καὶ τριετῆ, ἀνελόμενοι ἔνριζον, τὴν ῥίζαν αὐτὴν τῷ κατὰ σάρκα τρόπῳ ἐγκεντρίζουσι, καὶ οὕτω πάλιν φυτεύουσιν.
- 1.10_65.5.1
5] Ἕτεροι δὲ πρὸ ἐνιαυτοῦ ἐπιλεξάμενοι κλάδον ἀπὸ καρύας, ὅθεν βούλονται ἐγκεντρίσαι, στρέφουσι τοῦτον καὶ λυγίζουσι.
- 1.10_65.6.1
6] Τοῦτο γὰρ παθοῦσα ἡ κορύνη πληρεστέραν τὴν ἐντεριώνην ἕξει, καὶ τὸ ξεσθῆναι ῥᾷον ὑπομένει, καὶ ἐντιθεμένη κρατεῖ.
- 1.11_30.1.1
1] Ὁ κισσὸς ὕδατι χαίρει· φυτεύεται δὲ πρὸ καλανδῶν νοεμβρίων καὶ ἀπὸ καλανδῶν μαρτίων.
- 1.11_30.2.1
2] Τὸν δὲ κόρυμβον ὁ κισσὸς εὐπρεπῆ ἕξει, ἐὰν τρία κογχύλια καύσας τις, καὶ κόψας, καταπάσῃ, ἢ στυπτηρίᾳ ῥάνῃ τοὺς κορύμβους.
- 1.11_30.3.1
3] Λευκὸς δὲ ἐκ μέλανος γίνεται, γῆς λευκῆς βραχείσης, καὶ ταῖς ῥίζαις τοῦ 25 κισσοῦ ἐπιχεομένης δι’ ἡμερῶν ὀκτώ.
- 1.11_30.4.1
4] Δαμηγέρων δέ φησιν· εἴ τις κισσοῦ μέλανος κορύμβους τρεῖς εἰς ὀθόνιον καθαρὸν βάλῃ, καὶ δήσας λίνῳ σπληνικῷ περιάψει ἐφ’ ἡμέρας γ′, ἀπαλλάξει τοῦ πάθους τὸν περιαπτόμενον.
- 1.12_12.1.1
1] Μαλάχη ἐκζεσθεῖσα καὶ καθ’ ἑαυτὴν ἐσθιομένη βράγχον παύει· σὺν ἐλαίῳ δὲ καὶ γάρῳ ἐσθιομένη γαστέρα λύειν δύναται.
- 1.12_12.2.1
2] Τὰ φύλλα αὐτῆς τριφθέντα μετὰ φύλλων ἰτέας ἐμπλάστρου πάσης εἰσὶ χρησιμώτερα · φλεγμᾶναί τε γὰρ οὐκ ἐᾷ καὶ ἵστησι τὸ αἷμα, καὶ συνουλοῖ τὸ πρόσφατον τραῦμα, καὶ στρέμματα δὲ καὶ θλάσματα ἰάσεται.
- 1.12_12.3.1
3] Φαλαγγίων δὲ καὶ ἑρπετῶν πληγὰς ἰάσεται, εἰ κρόμυα καὶ πράσα λειώσας μίξεις τοῖς φύλλοις τῆς μαλάχης, καὶ ἐπιθήσεις.
- 1.12_12.4.1
4] Τῷ δὲ τῆς ἀγρίας μαλάχης χυλῷ εἴ τις χρίσαιτο σὺν ἐλαίῳ, οὔτε ὑπὸ σφηκῶν πληγήσεται, καὶ τὸν φθάσαντα πληγῆναι ὁ χυλὸς ἰᾶται. Καὶ τὰ φύλλα δὲ τῆς μαλάχης συγκοπέντα καὶ ἐπιτιθέμενα ἰᾶται τὴν πληγέντα.
- 1.12_12.5.1
5] Ὁμοίως θεραπεύει μαλάχη χριομένη λειχῆνας καὶ τὰ κρυπτὰ πάθη τῶν γυναικῶν.
- 1.12_12.6.1
6] Ὁ δὲ χυλὸς αὐτῆς ἐνσταζόμενος τοῖς ὠσὶ παύει τὴν ὠταλγίαν. Πινόμενος δὲ μετὰ μέλιτος ἰᾶται τοὺς ἡπατικοὺς καὶ ἀνανήφειν ποιεῖ τοὺς ἐπιληπτικούς. Ὁμοίως ὁ ταύτης χυλὸς ἰᾶται νεφριτικοὺς καὶ τοὺς ἰσχιαδικούς.
- 1.12_12.7.1
7] Τὸ δὲ ζέμα αὐτῆς πινόμενον θεραπεύει δυσουρίαν καὶ χρήσιμός ἐστι πρὸς δυστοκίαν.
- 1.12_35.1.1
1] Τὸ σκίμβρον, ὅ τινες σίσυμβρον καλοῦσιν, ὀρέξεως ἐστιν ἐνεργητικὸν καὶ οὔρων κινητικόν.
- 1.12_35.2.1
2] Χαίρει δὲ ἀέρι εὐκραεῖ καὶ ξηρῷ καὶ τόπῳ εὐηλίῳ μηδαμόθεν ἐνοχλουμένῳ ὑπὸ δένδρων. Τρέφεται δὲ ὑπὸ γῇ καὶ αὔξεται.
- 1.12_35.3.1
3] Σπείρεται δὲ καὶ φυτεύεται, ἀλλὰ ἀπὸ μὲν σπέρματος τῷ τρίτῳ ἔτει δώσει καρπόν. Εἰ δέ τις ἀπὸ τῆς κορυφῆς τῆς ῥίζης, ἐξ ἧς ἔχει τὴν βλάστην, ἥν τινες ὀφθαλμὸν καλοῦσι, φυτεύσει, ἐν αὐτῷ τῷ ἔτει δώσει τὸν καρπόν.
- 2.2_12.1.1
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . Ὀνομάζεται δὲ (ἡ ἀρμενιακὴ βῶλος) τῇ ἐκείνων φωνῇ ζαρινακά, κατὰ δὲ τὴν τῶν Σύρων ζαριναχά · Τὸ δὲ ὄρος ἐν ᾧ γεννᾶται πόλεώς ἐστιν ὀνομαζομένης Βαγανά · ὁ δὲ ἀγρὸς ἐν ᾧ τὸ ὄρος ἐστὶ ὀνομάζεται Ἀγαράκ.
- 2.2_12.2_16.1.1
Λευκογραφὶς ἡ μόροξος. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ὑπόχλωρος γὰρ γενόμενος οὗτος, εἰ παρατριβείη ἀκόνῃ καὶ ἱματίῳ τραχυτέρῳ, λευκαίνει τὸν τόπον.
- 2.2_12.2_17.1.1
Γαλακτίτης· καὶ οὗτος παραπλησίον τῷ προειρημένῳ χροιὰν ἔχων ὑπόχλωρον, γαλακτώδη χυλὸν ἀνίησι. Ἔστι δὲ σκληρότερος τῆς λευκογραφίδος κατὰ τὸ εἶδος, πολυγάλους [sic ?] δὲ ποιεῖ τὰς γυναῖκας, ἐὰν λουσάμεναι πίνωσιν ἢ μεθ’ ὕδατος ἢ μετὰ γλυκέος οἴνου τετριμμένον τὸν λίθον. Μίγνυται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσι. Φασὶ δὲ αὐτὸν περιαπτόμενον τῷ τραχήλῳ ὀδοντιώντων βρεφῶν ὀδόντων ἀταλαίπωρον ἔκφυσιν παρασκευάζειν.
- 2.2_12.2_19.1.1
Τηκόλιθος, ὃν συριακὸν καλοῦσιν. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . Ὀ δὲ Νεχεψώς φησι· Τρίβε τοῦ τηκολίθου μετ’ ὕδατος καὶ ποιήσας γλοιοῦ λεπτοῦ τὸ πάχος καὶ ἀποξυρήσας τὰς τρίχας τὰς περὶ τὴν κύστιν καὶ τὸ αἰδοῖον κατάχριε, καὶ τήκει τὸν λίθον τὸν ἐν τῇ κύστει. Ἐπῳδή. Χαῖρε, θάλασσα Ἀράβων φέρουσα πημάτων ἄκος, εὕρημα τηκόλιθον· μετὰ μυρσίνου δὲ ἐλαίου ἀνεθεὶς τοῖς ποδαγρικοῖς ἐπαρκεῖ ἐπιχριόμενος.
- 2.2_12.2_24.1.1
Γαγάτης λίθος· θαυμάσιος οὗτος πυρὶ προσαγόμενος καὶ ἀναπτόμενος, ἔπειτα σβεννύμενος οἴνῳ· ὁ δὲ οἶνος καρδιακοῖς δίδοται εἰς ποτόν· αὐτίκα γὰρ παύονται καρδιαλγοῦντες τοῦ τε ἵδρωτος συσταλέντος καὶ διεγερθέντων τῶν σφυγμῶν. 〈 Ἄλλοι δὲ χνοώδη ποιήσαντες τὸν γαγάτην λίθον ἐπὶ ἑπτὰ ἡμέρας μετ’ οἴνου δεδώκασι κωλικοῖς, καὶ τέλεον ἀπηλλάγησαν τοῦ πάθους. Ἡ μερικὴ δόσις δραχμὴ α′. Ἐξ αὐτοῦ δὲ καπνίζοντες τὸ ποτήριον ἔνθα ἐδίδουν μετ’ οἴνου ποτίζοντες. 〉 Καὶ ἡ ἄσφαλτος πινομένη τὸ αὐτὸ ποιεῖ ἀπαραβάτως· διώκει δὲ καὶ θηρία θυμιώμενος καὶ ἔμμηνα ἄγει καὶ τὰ δεύτερα. Ἐλέγχει δὲ καὶ τὰς ἐπιληψίας, λύει καὶ χοιράδας λεῖος, μιγνύμενος τοῖς ἐπιτηδείοις φαρμάκοις. Θεραπεύει δὲ καὶ τὰς περὶ τοὺς δακτυλίους διαθέσεις λειότατος γενόμενος καὶ ἑψηθεὶς ὄμφακος χυλῷ εἰς τὸ τρίτον· δύναται δὲ οὗτος καὶ τἄλλα πάντα ῥεύματα 〈τοῦ σώματος〉 ἀναστέλλειν.
- 2.2_12.2_25.1.1
Λίθος μαγνῆτις. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . μετέχει δὲ καὶ ἐλκτικῆς δυνάμεως. Φασὶ δὲ ὡς κατεχομένη τῇ χειρὶ τῶν χειρα γρῶν καὶ ποδαγρῶν ἀνωδύνους αὐτοὺς ἐργάζεται· 〈 ἴσως δὲ καὶ σπασμοὺς βοηθεῖ. 〉
- 2.2_12.2_30.1.1
Ὁ δὲ ἰνδικὸς τὴν μὲν χροιάν ἐστιν ὑπόπυρρος, ἀνίησι δὲ τριβόμενος πορφυροειδῆ χυλόν· οὔτε πυκνός ἐστι οὔτε καρτερῶς ἀραιός· καὶ δύναται μετ’ οἴνου πινόμενος ἀκράτου αἱμοπτυϊκοὺς ὡφελεῖν· ὁ δὲ λευκὸς καὶ σιτοδίζων κατὰ τὴν φαντασίαν καὶ τὰς ἄλλας ἵστησιν αἱμορραγίας.
- 2.2_12.2_33.1.1
Λίθος ἀλαβανδικὸς, ὁ καὶ ἀλαβανδηνός· τῷ μὲν χρώματι οὗτός ἐστιν ὑπομελανίζων μετὰ τοῦ πυρροῦ, διαυγεῖς δὲ ὡς πῦρ διαφύσεις ἔχων ἢ ῥαγάδας. Οὗτος λεῖος παρατριβόμενος μελαίνει τὴν ἐπιφάνειαν τῶν λευκῶν τριχῶν.
- 2.2_12.2_33.1.2
Texte analogue, d’apres Archigene, dans Aetius. ΙV, 58.
- 2.2_12.2_36.1.1
Ἴασπις ὁ ὑπόχλωρος περιαπτόμενος ἀλγήματα στομάχου παύει καὶ παραλύσεων καὶ ὀδυνῶν ἐστὶ πραϋντικός. Ὁ δὲ καπνίας ὀνομαζόμενος ἴασπις [ὁ] χλωρὸς τεθολωμένην 〈σφόδρα〉 ἔχων τὴν χροιὰν φυλακτήριόν ἐστι μέγα δυστοκουσῶν γυναικῶν καὶ ὑδερικοῖς ἐπαρκεῖ περιαπτόμενος καὶ τραύματα τὰ μέγιστα τηρεῖ ἀφλέγματα καὶ ἀνωδύνους τοὺς τραυματιζομένους ποιεῖ περιαρτώμενος.
- 2.2_12.2_37.1.1
Ἰασπαχάτης ἐκ τῆς σμαραγδιζούσης ἐστὶν ἰάσπιδος καὶ τοῦ ἀχάτου· δύναμιν δὲ ἔχει δίψους παρηγορικὴν καὶ ὐδρωπικοῖς βοηθεῖ καὶ ἡπατικοῖς καὶ περιπνευμονικοῖς καὶ πλευριτικοῖς πινόμενος· καὶ τὸ σῶμα ἐανθὲς ποιεῖ.
- 2.2_12.2_47.1.1
Ἀρμενιακόν, ᾧ οἱ ζωγράφοι χρῶνται, κομίζεται ἐκ τῆς Ἀρμενίας, ὅθεν καὶ ἡ ἀρμενιακή βῶλος, περὶ ἧς προείρηται. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
- 2.2_12.2_47.1.2
Ὁ δὲ Νεχεψὼς 〈οὕτως περὶ〉 αὐτοῦ φησιν· Ἀρμένιον, ᾧ χρῶνται οἱ ζωγράφοι. Τούτου λαβὼν ὁλκῆς τὸ δωδέκατον δίδου τοῖς μελαγχολικοῖς καὶ τοῖς παιδίοις τοῖς ὑπὸ τοῦ θώρακος ἐνοχλουμένοις, ἀνεμοῦσι γάρ. Ἔστι δὲ ἐμετικόν· δίδονται δὲ καὶ τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου ὀχλουμένοις καὶ τοῖς μαινομένοις τούτῳ τῷ τρόπῳ. 〈Λαβὼν〉 κενταυρίου δεσμίδια χειροπλήθη τρία ἔψει μεθ’ ὕδατος θαλαττίου κοτυλῶν τριῶν, ἕως λειφθῇ κοτύλη μία, καὶ διηθήσας λείου σὺν τῷ ἀφεψήματι ἀρμούθεν (?) λίθου τοῦ λεγομένου ὑπὸ Ἑλλήνων ἀρμενίου, ᾧ οἱ ζωγράφοι χρῶνται, ὅσον ὁλκῆς τρίτον δίδου θαρρῶν· ἔστι γὰρ ἀκίνδυνον. 〈Χρὴ οὖν εἰδέναι ὡς πάντως ἀνεμεῖται τὸ ἀρμένιον μηδὲν ἄξιον λόγου ἀναφέρον καὶ κάτωθεν ἐλάχιστον φέρει ἐν πλείσταις καθέδραις κατὰ βραχύ.
First Thousand Years of Greek. CTS URN tlg2655.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.