Apotelesmatica
- 3.1.388
ἄρσεσι δεικήλοισιν ἐπεμβεβαῶτες ὁρῷντο,
- 3.1.389
καὶ ζῶον πρὸς τοῖς ἄρσεν πέλοι ὡρονόμοιο,
- 3.1.390
ἧς φύσιος λήγουσι, παρὰ λεχέεσσι γυναικῶν
- 3.1.391
κλινόμεναι φιλότητι, τάτ’ ἀνέρες ἐκτελέουσιν.
- 3.1.392
ἔμπαλι θηλυτέροισι δʼ ὅτʼ ἀνέρες ἐν ζώοισιν
- 3.1.393
ἴσχωσʼ Ἠέλιον καὶ νυκτεροφεγγέα Μήνην,
- 3.1.394
θῆλυ δὲ καὶ ζῶον κατέχῃ Κυλλήνιος Ἑρμ ῆς,
- 3.1.395
πάσχουσ’ αἴσχεα πολλὰ γυναικῶν ἔργα τελοῦντες·
- 3.1.396
δηθάκι καὶ σπορίμης αἰδοῦς ἀπὸ μήδεʼ ἔκειραν.
- 3.1.397
τὼς μὲν ἄρʼ αἰνὰ πέλει φύσιος βροτέης κατέναντα
- 3.1.398
φῶτʼ ἐνὶ δεικήλοισιν ἑὸν δρόμον ἐξανύοντα.
- 3.1.399
Ἀλλʼ ἐπεὶ οὖν μοι θυμὸς ἐνὶ προτέροισιν ἀεῖσαι
- 3.1.400
μήσατ’ ἀναγκαῖον χρεῖος, σάφα νῦν καταλέξω,
- 3.1.401
ὁππόθεν ἐν γενέθλῃσι χρεὼν ζω ῆς χρόνου ἀρχὴν
- 3.1.402
ἀνθρώποις φράζεσθʼ ἡδʼ ἔμπαλιν, ὁππόθι λήγει.
- 3.1.403
οὐ μὲν δὴ πάντεσσιν ὁμῶς μερόπεσσιν ἔοικεν
- 3.1.404
οἴης ἐκ χώρης ἐτέων λάζυσθαι ἀριθμόν·
- 3.1.405
ἄλλη γάρ θʼ ἑτέρῃ γενέθλῃ ἄφεσις συνάρηρεν.
- 3.1.406
ὅσσοις μὲν Τιτὰν ἠοῖ ἔνι γεινομένοισιν
- 3.1.407
κέντρῳ ἐπεμ βεβαὼς ἰνδάλλεται, ἐξ ἄρα κείνου
- 3.1.408
μοίρης ἄρχεσθαι βιότου χρόνον ἐξαριθμοῦντας·
- 3.1.409
νυκτερινῇ γενέθλῃ δὲ Σεληναίης ἀπὸ μοίρης.
- 3.1.410
ὁππότε δʼ ἂν κέντρων ἐκτὸς δύο φῶτ’ ἀποκλινθῇ,
- 3.1.411
ἡδʼ ἄρʼ ἐπὶ μοίρῃσι κατωφερέεσσι πόλοιο
- 3.1.412
νίσσηται προθέοντα, τότʼ ἀ στέρος ἄρχεο κείνου,
- 3.1.413
ὅς ῥά τε δεσπόζει γενέθλης μέγα τε κράτος ἴσχει.
- 3.1.414
εἰ δʼ ἄρα κἀκεῖνον λεύσσοις κλινθέντʼ ἀπὸ κέντρου,
- 3.1.415
ἐξ ὥρης τότʼ ἔπειτα χρόνων ἄφεσιν σύ γε φράζου.
- 3.1.416
ζωῆς δʼ αὖτʼ ἀρχὴν εὖτ’ ἂν διζήμενος εὕρῃς,
- 3.1.417
δεικήλων σκέπτοιο χρόνους, ὁπόσοις περάτηθεν
- 3.1.418
ἀντέλλει, κείνων τε περὶ μοιρῶν δεδάασθαι·
- 3.1.419
τὼς γὰρ πλειώνων ἀριθμὸν μοίρῃσι φράσαιο,
- 3.1.420
ὅσσους Μοῖρ’ ἐπέδησε βροτῶν μογεροῦ βιότοιο.
- 3.1.421
ἐν δὲ μέσαις μοίρ ῃσι ν, ἐφʼ αἷς ζωὴ νέμετʼ ἀνδρῶν,
- 3.1.422
ἐνδυκέως σκέπτοιο, μὴ ἀκτὶς ἢ τετράγω νος
- 3.1.423
ἠὲ κατ ἀντιπέρην ὀλοοῦ Κρόνου ἢ Πυρόεντος,
- 3.1.424
ἢ οὖ τοίγε συναντόμ ενοι ζωὴν διέκερσαν.
- 3.1.425
νυκτὶ δὲ γεινομένους καὶ παμφεγγὴς Ὑπερίων
- 3.1.426
δηθάκις ἀκτίνεσσιν ἑαῖς πνοιῆς ἀπάμερσεν.
- 3.1.427
πᾶσαν δʼ αὖτʼ ἄφεσιν πλευρὴ τετράγωνος ὁρίζει·
- 3.1.428
μήκιστον γὰρ τοῦτο βροτῶν τέλος εὔαδε Μοίραις.
- 4.toc.1
Ἐν ᾧ φησιν·
- 4.toc.2
Α. Περὶ τροφῆς καὶ ἀτροφίας παίδων.
- 4.toc.3
Β. Περὶ γάμου.
- 4.toc.4
Γ. Περὶ τέκνων γονῆς
- 4.toc.5
Δ. Περὶ στείρων καὶ ἀσπέρμων.
- 4.toc.6
Ε. Περὶ πλήθους τέκνων ἢ καὶ ὀλιγοπαιδίας.
- 4.toc.7
ϛ. Περὶ τοῦ ποίας τέχνας ἢ ποίας πράξεις μετελεύσεται ὁ τεχθείς.
- 4.toc.8
Ζ. Περὶ σίνους.
- 4.toc.9
Η. Περὶ κτήσεως.
- 4.toc.10
Θ. Περὶ δουλείας τύχης.
- 4.1.1
Ἐλθέ μοι, ὡς προτέρην λιγέως ἥρμοσσας ἀοιδήν,
- 4.1.2
Μοῦσα φίλη, καὶ Φοῖβε καὶ Ἑρμῆ χρυσοπέδιλε,
- 4.1.3
καὶ νῦν ἱμερόεν τέκμωρ θείητʼ ἐπὶ μολπῇ·
- 4.1.4
αὐτὰρ ἐγὼ θυμὸν καίπερ καμάτῳ μογέοντα
- 4.1.5
ὀτρυνέω, μέχρις ἄν κ᾿ ἐπὶ πείρατα νίσσομαι οἴμης·
- 4.1.6
πᾶν γὰρ ἀεικέλιον, τῷ μὴ τέλος ἐσθλὸν ὀπηδεῖ.
- 4.1.7
βίβλῳ δʼ ἐν πυμάτῃ τάδε μοι κατανεύσατʼ ἀεῖσαι,
- 4.1.8
ἀμφὶ τροφῆς βρεφέων ἠδʼ ἀτροφίης ἀλεγεινῆς,
- 4.1.9
ὅσσα τʼ ἐπειγόμενοι Μοίρης ὕπο χερσὶν ἑῇσιν
- 4.1.10
αὐτοὶ ἐπʼ οὐλόμενον πότμον ῥίψαντο γονῆες,
- 4.1.11
ἀμφὶ γάμων τʼ ἐρατῶν καὶ ἀδελφειῶν ἐνέποιτε
- 4.1.12
καὶ τέκνων γενεῆς, σινέεσσί τε τοῖσιν ἕκαστος
- 4.1.13
ἀνθρώπων μεμόρηται ὑπʼ ἀστράσι κινυμένοισιν,
- 4.1.14
καὶ τέχνας μέλποιτʼ ἰδὲ πρήξιας, ἔργα θʼ ὁποῖα
- 4.1.15
ἀστέρες ἀνθρώποισι δυηπαθέεσσι νέμουσιν,
- 4.1.16
ἡδʼ ὡς σφαλλόμενοι πολυχρήμονος ἐκ βιότοιο
- 4.1.17
ἀνέρες ἐν πενίῃ τε καὶ ἄλγεσιμοχθίζουσιν,
- 4.1.18
καὶ δμώων ὅππως τις ἐπιφράσσαιτο γενέθλην.
- 4.1.19
Κείνοις μὲν δὴ πρῶτα τροφ ῆς ἐμέγηρε βρέφεσσιν
- 4.1.20
Αἶσα κακή, τοῖσπέρ τʼ ἀπὸ γαστέρος ὀρνυμένοισιν
- 4.1.21
Ἄρης καὶ Φαίνων ὑπὲρ ὡρονόμοιο βεβῶτες
- 4.1.22
λεύσσουσʼ ἐς δύσιν ἑλκομένην ἐριφεγγέα Μήνην,
- 4.1.23
μήτε Σεληναίην μήτʼ οὖν ὥρην καθορώντων
- 4.1.24
Φωσφ όρου ἢ Ζηνός· τοὶ γὰρ βίου εἰσὶ δοτῆρες.
- 4.1.25
ὣς δʼ αὕτως ἀτροφεῖς καὶ ὅσοις ἔπι γεινομένοισιν
- 4.1.26
ὡρονόμον διέπει Φαίνων, δῦνον δέ τε κέντρον
- 4.1.27
Ἄρης, μήθʼ ὥρης ζῶον μήτʼ οὖν φάος ἁγνὸν
- 4.1.28
Μήνης δερκομένου ληνὸς φυσιζόῳ αἴγλῃ.
- 4.1.29
καὶ δὲ καί, ὁππότʼ ἂν ἠύκερων Πυρόεις διάμετρος
- 4.1.30
ἀκτῖσιν Μήνην καθορᾷ, Φαίνων δὲ Σελήνῃ
- 4.1.31
δεξιτερὴν ἱστῆται ἐπὶ πλευρὴν τετράγωνος
- 4.1.32
ἀντολίην ἀπέχων τηλοῦ Ὑπερίονος αἴγλης,
- 4.1.33
δὴ τότʼ ἀπʼ ὠδίνων καὶ γαστέρος ἐκπροθορόντες
- 4.1.34
αὐτίκ ἄρ’ οἰωνοῖσιν ἕλωρ καὶ θηρσὶ γένοντο.
- 4.1.35
ἤν δὲ Σεληναίη μὲν ἐφʼ ὡρονόμῳ ἐπιτέλλῃ,
- 4.1.36
ἐν προτέρῳ δʼ ὥρης ζῴῳ Φαίνων προθέῃσιν,
- 4.1.37
δαίμονα τόντε κακὸν πρότεροι φῶτες καλέσαντο,
- 4.1.38
Ἄρης δʼ αὖτʼ ἐφέπηθʼ ὥρης κατόπισθε διώκων,
- 4.1.39
μήτʼ οὖν Ἀφρογενοῦς μήτʼ εὐφεγγοῦς Φαέθοντος
- 4.1.40
δερκομένων δείκηλον, ἐφʼ ᾧ Μήνη καθορᾶται,
- 4.1.41
δὴ τόθʼ ὑπʼ ὠδίνεσσι βρέφη θλιφθέντʼ ὀλοῇσιν
- 4.1.42
νηδύος ἐξέλκουσι διαμελεϊστὶ ταμόντες.
- 4.1.43
εἰ δʼ ἄρα καὶ δίχα κέντρου ἔοι ζώοισιν ἐπʼ ἄλλοις
- 4.1.44
τὼς Μήνη κερόεσσα, τόσον τεχθὲν χρόνον ἠῶ
- 4.1.45
ἀθρήσει, μέχρις ἄν κε Σεληναίη ἀφίκηται.
- 4.1.46
εἰ δʼ ἄρ’ ὑπὲρ κέντροιο Σεληναίη βεβαυῖα
- 4.1.47
τὴν αὐτὴν ἐπέχῃ μοῖραν πολεμοκλόνῳ Ἄρῃ,
- 4.1.48
ἢ ζῶον κατὰ ταὐτὸν ἢ ἀντιπέρηθεν ἰόντι,
- 4.1.49
αὐτίκα δὴ πρώτῃσιν ὑπʼ ὠδίνεσσιν ὄλισθον
← Previous · Next → — showing 901–1000 of 3,012
First Thousand Years of Greek. CTS URN tlg2583.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.