Ancient Textssearch the texts themselves, not just their titles

← All works

Declamatio 28

First Thousand Years of Greek · First Thousand Years of Greek · 26 sections

  1. 1.1

    ἰσχύω μὲν οὐδ’ ἃ πέπονθα πρὸς ὑμᾶς R IV 150 εἰπεῖν, οὕτω δυστυχῶ τοῖς ἅπασιν, οὔτε γὰρ φωνὴ 10 Cr = Codex Hierosolymitanus S. Crucis 57 Η = Hierosolymitanus S. Sepulcri 107 V = Vaticanus gr. 940 P = Parisinus gr. 2998 D = Darmstadiensis 2773 Β = Barberinus ΙΙ 41 Cl = Berolinensis gr. 195, olim Claromontanus La = Laurentianus LVII 44 Vi = Vindobonensis philos. et philol. IV 82 Va = Vaticanus gr. 82 πάρεστί μοι λιμῷ προαπειρηκότι καὶ τὸ τῆς μνήμης ὑπέρρει μὴ ὕπνου τετυχηκότι, πῶς γὰρ ἂν ἐπὶ κενῇ τῇ γαστρὶ καθεύδειν ὑπῆρχε; τοσοῦτον δ’ οὖν ὅμως ἤρ- κεσα πρὸς τὸν λιμὸν ἀντισχεῖν ὅσον ἃ πέπονθα πρὸς ὑμᾶς εἰπὼν καταλῦσαι τὸν βίον.

  2. 2.1

    τί γὰρ ἔτι μοι βιωτὸν εὐωχίας πολυτελοῦς ἐκπεπτωκότι; πῶς δ’ οὐ προεπειχθῆναι πολλῷ βέλτιον ἢ παρ’ ἑτέρων ἀκοῦσαι διηγουμένων οἵας μὲν αὐτοὶ διαίτης ἀπολελαύκασιν, οἴων δ’ ἐμοὶ διαμαρτεῖν ἀγαθῶν μόνῳ συμβέβηκεν, ᾧ καὶ πρώτῳ τυγχάνειν καὶ τοῖς ἄλλοις ἐξηγεῖσθαι τὰ τοιαῦτα σύνηθες ἦν.

  3. 2.2

    3. Τοῖς μὲν οὖν ἄλλοις, | ὦ ἄνδρες, τοῖς τὴν αὐτὴν ἡμῖν ἐπανῃρημένοις τὴν τέχνην τότε τοῦ ζῆν ὁ θάνατος αἱρετώτερος εἶναι δοκεῖ, ὅταν ἐπιλίπωσι μὲν οἱ δειπνίζοντες, οἴκοι δὲ τὴν ἀναγκαίαν τροφὴν ἐκ- φροντίζωσι. καὶ καλῶς, οἶμαι, καὶ δικαίως ἀφειδοῦσι πρὸς τὴν τελευτήν. οἷς γὰρ οὐκ ἔστιν ἕτοιμον ἀζημίως παρατίθεσθαι τράπεζαν, τούτοις ἀνθ’ ὅτου καὶ ζῆν αἱρετέον;

  4. 4.1

    ἐγὼ δὲ ὁ δείλαιος ἐν ἀκμῇ τῆς εὐτυχίας, ὅτε μοι τὸ παρὰ τῶν φίλων ἀφθονέστερον ἐστρατή- γησεν ἡ Τύχη, τότε βασκανίᾳ δαίμονος, οὐκ οἶδ’ ὅπως, ὥσπερ ἐν πολιορκίᾳ μεμένηκα ἄσιτος καὶ διπλῇ τρυ- χόμενος ἀσιτίᾳ τεταλαιπώρημαι. τῆς τε γὰρ προσδοκω- μένης εὐωχίας ἐν παρασκευῇ γεγονὼς ὅλον ἐμαυτὸν ἐκένωσα πρὸς ὑποδοχὴν τῆς ἐλπιζομένης πλησμονῆς διαμαρτών τε ὧν ἤλπισα τὴν συμφορὰν οὐκ ἔσχον ἑτέρωθεν ἐπικουφίσαι. τί οὖν ἕτερον ἢ θάνατος ἔσται μοι τοῦ κακοῦ λύσις;

  5. 4.2

    5. Τοσοῦτον δ’ οὖν ὅμως τὸ δυστύχημα χαλεπώ- τερον συμβέβηκεν, ὅσον μηδὲ τὴν αἰτίαν ἔστιν ἐφ’ ἕτερον ἀγαγεῖν ἀλλ’ ἢ ἐμαυτοῦ ἀβουλίαν μόνην κατα- μέμψασθαι. οὐκ οἶδα δ’ ὅ τι πρῶτον ὀδύρωμαι τῶν συμβεβηκότων, μᾶλλον δὲ οὐδ’ αὐτὰ δίδωσιν ὀδύ- ρεσθαί μοι τὰ δάκρυα, πότερον τὴν ζηλωτὴν ἐκείνην καὶ μακαρίαν κλῆσιν ἢ τὴν περίβλεπτον πορείαν, μᾶλλον δὲ πομπὴν ἣν ἐπὶ δεῖπνον αὐτὸς ὁ δείλαιος πομπεύων ᾠχόμην, ἢ τὴν περὶ τὸ δεῖπνον αὐτὸ συμ- βᾶσαν ἀτυχίαν ἢ τὸ κατὰ τὴν οἰκίαν ὕστερον σκότος καὶ τὴν ἑστίαν τὴν ἀφεγγῆ καὶ τὸν ἀπολέσαντά με λιμόν, ὅς οὐδ’ ὀδύρασθαι σαφῶς ἔπιτ’ ῥέπει μοι τὸ συμβεβηκός. βιαστέον δ’ οὖν ὅμως ἃ πέπονθα πρὸς ὑμᾶς ἄνωθεν εἰπεῖν, ἐπεὶ καὶ τοῖς ἀλγοῦσι φέρει παραμυθίαν ἃ πάσχουσι πρὸς ἑτέρους ἐξαγγέλλειν.

  6. 4.3

    6. | Ἐκάλει μέ τις ἐπὶ δεῖπνον τῇ προτεραίᾳ τῶν γνωρίμων παρακελευσάμενος ὡς τάχιστα συμβάλ- λειν, ἐνεανιεύσατο γὰρ περὶ τῆς διαίτης· ἐγὼ δὲ καὶ ἄλλως ἐκ παιδὸς τὸ περισπούδαστον ἐκεῖνο μάθημα τοῖς περὶ τραπέζας πονουμένοις ἤμην πρὸς ἐμαυτὸν ἐκμανθάνων οὐδέν τι παυόμενος τοῖς ἐπὶ δεῖπνα πρώτοις ἀπηντηκόσιν ὅ τε νοῦς σωφρονεῖ καὶ ὁ τόπος εὐτρεπής. τότε δ’ ὡς ἐδεξάμην τὸ σύνθημα, πολλῷ πλέον εἰς ὀξύτητα διηγειρόμην.

  7. 7.1

    καὶ πρῶτον κατεμεμφόμην τῇ φύσει, διότι με μὴ πτερωτὸν ἐποίη- σεν, ἵν ἔχοιμι περιπέτεσθαι τὰς εὐωχίας εὐμαρῶς, <πρὸς> ἑτέραν δ’ ἐτραπόμην τοῦ τάχους μηχανήν, μὲν ἤλπιζον ὁ δυστυχής, σωφρόνως, ὧς δ’ ἤλεγξε τοὖργον, ἐπισφαλῶς. τὴν γὰρ διὰ τῶν ποδῶν ἀτιμάσας διακονίαν, καίτοι γε πολλάκις οἶδα πτηνῷ παρεικασθείς, ὅτε καιρὸς ἐπὶ δεῖπνον ἐκάλει, τρέχειν ἐπενόησα κατὰ τοὺς Μηδῶν ἀλαζόνας ὁ πάντα περιττὸς καὶ ἐφ’ ἵππου στειλάμενος εὐπρεπῶς οὕτως ἐπείγεσθαι παρὰ τὸν κεκληκότα. τάχος τε γὰρ οὕτως ἡγησάμην προσθήσειν τῷ σπουδάσματι καὶ τοῖς ἐντυγχάνουσιν ἔσεσθαι περι- φανέστερος.

  8. 8.1

    ὁ κρίνας δ’ οὕτως, εἴ γε δεῖ κρίσιν ταύτην, ἀλλ’ οὐκ ἀλογίαν καλεῖν, τὸ μὲν παρά τινος τῶν γνωρίμων ἢ τῶν πολιτῶν ἵππον αἰτεῖν ἀπεδοκί- μαζὸν, ᾔδειν γὰρ οὐκ ἀγαθοὺς ὄντας ἱπποτρόφους παρ’ οἷς οὐκ ἔλαττον ἐμοῦ τὸ λιμώττειν οἱ ἵπποι παιδεύονται, τουτωνὶ δὲ περισκοπήσας τινὰ τῶν ἐξ ἱπποδρόμου καὶ γυμνασίων καὶ τῆς τοιαύτης ἀγωνίας ἠσκημένων | εὐθὺ τῶν λουτρῶν ὁ μάταιος ὠχού- μὴν, ὡς αὐτίκα δὴ μάλα πάντας τῷ τε παραδόξῳ τῆς θέας καὶ τῇ ταχυτῆτι τῶν δρόμων ἐκπλήξων.

  9. 9.1

    ἐλάνθανον δ’ ὁ κακοδαίμων ἀσιτίαν ἐμαυτῷ καὶ λιμόν, οὐ φιλοτιμίαν περισκοπῶν, καὶ θάνατον, ἀλλ’ οὐχ ἵππον αἰτήσας. ὡς γὰρ ἔδει λελουμένον οἴχεσθαι, τί λέγω λελουμένον; παρέδραμον μὲν οὖν καὶ τὸ λου- τρόν, ὑπὸ γὰρ τῆς περιχαρείας πάντα ἦν πάρεργα τὰ γιγνόμενα, ἐπέβην εὖ μάλα σεμνῶς.

  10. 10.1

    καὶ τὰ μὲν πρῶτα, νὴ τοὺς ἅλας τούτους, ποῖ δὲ ὁ δυστυχὴς παρατρέπομαι συμπόσιον τὸ δικαστήριον οἰηθείς; ἀλλ’ οὖν τά γε πρῶτα κατὰ γνώμην ὁ σκοπὸς ἐχώρει καὶ τοσαύτῃ ταχυτῆτι τάς τε ὁδοὺς καὶ τὰς ἀγυιὰς καθιπτά- μην ὥστε ἀκούειν ἐνίων μέν με ἱπποκενταύρῳ παρει- καζόντων, ἑτέρων δὲ τὸν Βελλεροφόντην ὰποκαλούν- τῶν, τοὺς πλείους δὲ πρὶν ἀκριβῶς ὀφθῆναι παρα- δραμὼν οἶδα καὶ προσρηθεὶς μὲν ὑφ’ ἑτέρων, ἑτέροις δ’ ἀποκρινάμενος. οὕτω δή τι τὸ τάχος ἀμήχανον ἦν.

  11. 11.1

    ἀλλὰ γὰρ πάλαι μὲν ἤκουον ὡς παρομαρτεῖ τοῖς εὐτυχοῦσιν ὁ φθόνος, νυνὶ δ’ ὑπὸ τῆς πείρας ἐδι- δάχθην ἀκριβέστερον. ὁ γὰρ ζηλωτὸς ἐκεῖνος ὁ πτερω- τός, ὁ πάντας εἰς ἐμαυτὸν ἀναγκάζων βλέπειν ἀκού- σατε οἷα καὶ πέπονθα. ἐτύγχανε μὲν γὰρ πρὸ τῆς τοῦ κεκληκότος οἰκίας βωμός. βωμὸς λέγω; τάφος μὲν οὖν ἐμοὶ καὶ μνῆμα καθιδρυμένον.

  12. 12.1

    ὡς δὲ δὴ πλησίον ἐγενόμην καὶ μονονοὺ τῆς αὐλείου θύρας ἐπεβεβήκειν ἤδη καὶ κνίσσης αἰσθανόμενος, μικρὸν γάρ τι καὶ τῶν Κρητικῶν κυνῶν αἱ ῥινηλατοῦσαι αἰ πρὸς ἡμᾶς, ἤδη καὶ κτυπούντων <τῶν> ὀψοποιῶν ἀκούων, | κροῦ τὴν χεῖρα τοῖς οἰνοχόοις ὀρέγων, τὰς σιαγόνας κινῶν, τἀς γνάθους ἐξασκῶν καὶ τί πλέον ἢ κατακε- κλίσθαι προσδοκῶν ἐξαίφνης ὥσπερ καταιγίδος πεσού- σης ἢ μύωπος πλήξαντος ὥσπερ νύσσαν τινὰ περὶ τὸν βωμὸν ἐνεχθεὶς μικροῦ μὲν τὰ λαιὰ παρεδρύφθην τοῦ σώματος, οὕτως ἀκριβῶς περὶ τὸν βωμὸν ἐκάμπτετο, μικροῦ δὲ καταπεσὼν ἐκείμην.

  13. 13.1

    ὡς εἴθε γε τοῦτο ἦν πεπονθώς. ἦ γὰρ ἄν με καταπεσόντα λαβόντες εἴσω ῥᾳδίως ἀνεκτήσαντο, ἔστι δ’ ἡμῖν ἀλεξιφάρμακον έν νόσοις, ἐν ἀηδίαις πάσαις ἡ σιτίου δόσις. νῦν δ’ οὐκ ἐμαντευόμην τὸ γενησόμενον, τὴν δ’ ἐμπειρίαν ἀωρὶ τὴν περὶ τοὺς ἵππους ἐπεδεικνύμην. ἐφερόμην αὖθις ἐπὶ τὴν αὐτὴν ὁδόν. ἡλίκον μὲν οὖν ἐκίνησα γέλωτα τοῖς βασκαίνουσιν ἢ τοῖς ἀμφὶ τὰς αὐλείους θύρας ἔκπληξιν , οὐδὲ εἰπεῖν ἔχω.

  14. 14.1

    φερόμενος δ’ ἀκατα- σχέτῳ τῇ ῥύμῃ, θεήλατον γάρ τι μήνιμα τὸ γιγνόμενον ἦν, ἐδεόμην τῶν προστυγχανόντων στήσατε βοῶν, ἄνθρωποι, μᾶλλον δὲ φιλάνθρωποι, ἐπίσχετε τὴν ὀλεθρίαν ταύτην φοράν, πρὸς παίδων, πρὸς γυναικῶν. τὸ δὲ ἦν ἄρα κρεῖττον ἀνθρωπίνης ἐπικουρίας. ὅσῳ γὰρ βοῶντος ἤκουε, τοσούτῳ πλέον εἰς τάχος παρωξύνετο. σύνηθες δέ, οἶμαι, τούτοις τοῖς περὶ τὰς ἁμίλλας καὶ τοὺς δρόμους ἀσκουμένοις, ἐπει- δὰν θορυβούντων τῶν θεατῶν ἀκούωσι, πάσῃ δυνάμει συντείνειν εἰς τάχος ἑαυτούς. καὶ γάρτοι τοσοῦτον ἁρπάσας ᾤχετό με τὸν δείλαιον ὡς νύκτα με ἐπιλα- βεῖν καὶ [σκότους] ἀωρίαν καὶ μηδὲν ἀναστείλαντα τὴν φορὰν ὥσπερ ὑπερήμερόν με τῶν τῆς εὐωχίας χρόνων ἐκπεσεῖν.

  15. 14.2

    15. Ὤ βραδυτάτου τάχους, ὢ παραδόξου καὶ καινῆς ὀξύτητος, ὢ δεσμῶν, ἀλλ’ οὐ δρόμων ἐκείνων. ἐπεπή- γειν ἱπτάμενος, ἐπειχόμην ἐπείγεσθαι δοκῶν, ὑστέριζον | φθάνων, εἱστήκειν ἐλαυνόμενος. ὦ πολυθρήνητε βωμέ, πολυτίμητον γὰρ οὐκ ἂν εἴποιμί σε, ὦ πρόθυρα ἀποτρόπαια, ὦ μισάνθρωπος ἑστία.

  16. 16.1

    τοὺς Λωτο- φάγους οἱ ποιηταὶ τραγῳδοῦσιν ὅτι τοὺς ἐπιμιγνυμέ- νοῦς ἀπώλλυον, ἀλλ’ εἰ ἐσθίοντας ἀπώλλυον, ὡς εὐ- τυχεῖς γε τῆς ἀπωλείας. τὰ Κίρκης ἄντρα μυθεύουσιν, ἀλλ’ εἰ καὶ μετέβαλλεν εἰς σύας καὶ ποικίλων θηρίων ὄψεις, ἤδη καὶ τροφὴν ἐχορήγει τὴν ἑκάστῳ πρόσφορον. ὑπὲρ τοὺς Λαιστρυγόνας, ὑπὲρ τὸ Κυκλώπων κατα- γώγιον ἡ ἀποτρόπαιος ἐκείνη γέγονεν ἑστία.

  17. 16.2

    17. Τοιγαροῦν ἐξ ἀνθρώπων οἰχήσομαι, πέπονθα γὰρ ὑπὲρ ἄνθρωπον. ἑτέρῳ μὲν γὰρ χρημάτων ἀπο- βολὴ ἀνιαρόν, ἑτέρῳ παίδων ἀποβολὴ πρὸς θάνατον ἡγήσατο, ἐμὲ δὲ ταῦτα μὲν οὐχ οὕτως ἀνιᾶν πέφυκεν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν τούτων τι παρ’ ἡμῖν σπουδάζε- ται, θοίνης δὲ καὶ διαίτης ἐκπεσεῖν ἀλλαχοῦ πληρου- μένῃς συμφορῶν ἐστιν ἡ μεγίστη.

  18. 16.3

    18. Νὴ Δία, φήσει τις, θάρσει. παραμυθήσε- ταί σοι τὸ συμβεβηκὸς ἑστίασις ἑτέρα τοῦ κε- κληκότος. ἐλπίδες αὗται καλαὶ καὶ ψυχαγωγίαι λόγων. οἶδα πηλίκαι τοῖς καλοῦσιν ὀργαὶ προσιζάνουσιν, ἐπει- δὰν τῶν κεκλημένων τις ἐκλίπῃ τὴν σύνοδον, οἶδα πηλίκον βρενθύεσθαι σύνηθες αὐτοῖς, κἂν ἀνάγκην, κἂν συμφορὰν οἱ κεκλημένοι προβάλωνται.

  19. 19.1

    τοῦτο γὰρ ἤδη καὶ τὸ πάντων ἐστὶ δυστυχέστατον. οὓς γὰρ ἔδει παραμυθίας τυχεῖν ἐφ’ οἷς διήμαρτον, οὗτοι καὶ δίκην ὑπεροψίας φεύγουσι. κἂν ὀμόσωσι, κἂν δακρύ- σωσι παρεστῶτες, οὐ δυστυχεῖς, ἀλλ’ ἔτι πονηροὶ νο- μίζονται. οἰόμενοι γὰρ αὐτὸν ὀργίλως ἔχειν ὥσπερ ἐκ προνοίας ἠδικημένοι μηδὲ συγγνώμης ἀπολειφθέντι | μεταδώσουσιν, ὅσῳ καὶ τεχνίτην ἠπίσταντο τοῦ πράγματος.

  20. 20.1

    τί γὰρ αἰτιάσαιτ’ ἂν τὸ συμβε- βηκός; ἀσχολίαν; ἀλλ’ ᾔδει πάντα σχολάζοντά με πρὸς τοῦτο. τῶν οἴκοι ἐπιμέλειαν; ᾧ μηδὲ οἶκος ἔστιν. παῖ- δας ἢ γυναῖκα βεβιάσθαι πρὸς ἑαυτούς; ἀλλ’ ᾔδει καὶ μονήρη καὶ μόλις ἀρκοῦντα. ἀλλ’ ὅσῳ προφανὴς ἡ πρόφασις, τοσούτῳ πλέον ἀποστραφήσεται τῆς ἀκαίρου τρυφῆς, ὅτι καὶ βαδίζειν ἀρκῶν, ὅτι καὶ τάχει τοὺς ἅπαντας ἐν ταῖς περὶ δεῖπνα ἁμίλλαις παριών, εἰ καὶ μηδὲν ἕτερον, βαίνειν γοῦν ἐπὶ γῆς ἔχων, ἑτέρων ἐδεήθην ποδῶν, ᾧ εἰ καὶ πρὸς ἅπαντα πονηρῶς εἶχον οἱ πόδες, πρός γε τὰς εὐωχίας πτερωτοῖς ἔδει παρει- κάζεσθαι. ἡγοῦμαι γοῦν ἀποστρέφεσθαι τῆς ἐπινοίας ἡμᾶς.

  21. 21.1

    εἰ δὲ καὶ μεγαλοψυχότερον ἀφήσει τὰς μέμψεις καὶ τύχην οἰκτείρας εἰς ἐσπέραν αὖθις ἐπαγ- γελεῖ κλῆσιν, πόθεν μοι δεῖπνον οὕτω λιμὸν | ὑποστάντι; πῶς δ’ οὐκ οἰχήσομαι πρὸ τοῦ φιλανθρω- πεύματος; πῶς δ’ οὐκ ἀπαλλαχθήσομαι πρὸ τῆς εὐτυχίας; καὶ δευτέραν ὑποστήσομαι συμφορὰν ἤδη καὶ πολλῷ μείζονα, ὅσῳ καὶ σφαλῆναι δεύτερον καὶ τεθνάναι δὶς ἀποκείσεται;

  22. 21.2

    22. Μὴ ὤφελεν ἵππου γένεσις εἰς παρελθεῖν ἢ παρελθοῦσα μεῖναι μέχρι παντὸς ἀχείρω- τος ἀνθρώποις. οἷά με διέθηκεν ὁ παλαμναῖος ἐκεῖνος, οἵων ὄψων ἀφείλετο καὶ τρυφῆς. πάλαι πολέμιον ἀν- θρώποις τὸ χρῆμα, πάλαι σκηνὰς τραγικὰς πεπληρώ- κασιν αἱ δι’ αὐτοὺς κινηθεῖσαι συμφοραί.

  23. 23.1

    τὰς Ἀμαζόνας οὐχ οὗτοι ψεύσασθαι τὴν οἰκείαν ἐπῆραν φύσιν; ἀλλ’ ἀρθεῖσαι γοῦν τούτοις καὶ γυναῖκες ἠλέγχθησαν καὶ τῇ πρώτῃ πείρᾳ συγκατέλυσαν τὸ γένος. τὰς Αἰτωλικὰς τὰς Διομήδους ἵππους οὐκ ἀκού- ομεν ἀντὶ τῆς νομιζομένης τροφῆς ἀνθρωπίνοις σι- τεῖσθαι σώμασι; τὰς δὲ Τρωικὰς συμφορὰς καὶ τὴν Ἰλίου πόρθησιν οὐχ ἵππος ἦν ὁ πορίσας;

  24. 24.1

    ἀλλ’ εἴθε μὲν οὖν τῶν ἐπὶ Τροίας ὀλωλότων ἐτύγχανον. ἐκεῖ μέθαι καὶ πλησμοναὶ καὶ κῶμοι καὶ θάνατος ἀναίσθητος ἦν, ὁ δὲ ἐμὸς ἵππος ἄσιτον, ἄπο- ’τον, ἀκώμαστον, νήφοντα πρὸς τὴν συμφορὰν ἐκδέδω- κεν. ὦ θειότατε ποιητῶν Ὅμηρε, πάντα μέν σοι σὺν ἀληθείᾳ πεποίηται, τὸ λιμῶ δ’ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν ὅλην ἔχει τῆς ἀληθείας τὴν ἐπίνοιαν. καί μοι δοκεῖς ἀντ’ Ὀδυσσέως λιμώττων ταυτὶ πεποιηκέναι. δαιμονίως γὰρ εἴρηται καὶ σὺν ἀληθείᾳ.

  25. 24.2

    25. Μίαν αἰτῶ, ἄνδρες δικασταί, χάριν παρ’ ὑμῶν, ἀλύω γὰρ ἤδη καὶ νάρκης αἰσθάνομαι, χοὰς ἐπαγαγεῖν ὁσημέραι τελευτήσαντί μοι. φασὶ γὰρ οὐκ ὀλίγην τὰ τοιαῦτα διδόναι τοῖς ἀπελθοῦσι παραμυθίαν. εἰ δὲ βούλεσθε, δότε καὶ λαβόντα φαγεῖν.

  26. 26.1

    εἰ δὲ θελήσετε γραφῇ τὴν κατ’ ἐμὲ κηρύξαι συμφοράν, ἐπικουφιεῖτε πλέον ἐμοὶ τὸ δεινόν. γράφετε δ’ αὐτόθι συμπότας καὶ δεῖπνα καὶ συγκατακείμενον ἐμὲ μὴ κἀκεῖ δυστυ- χοῦντα. μή μοι τὸν ἵππον ἀγέτω τις μηδὲ παρέστω τῷ μνήματι μηδ’ ἐποχούμενον αὐτῷ γραφέτω <με> μηδείς, ἀπολεῖ γάρ με κἀκεῖ, φεύξεταί με λαβὼν ἄσι- τον. ἀλλ’ ἔστω τις κἀν τῇ γραφῇ πλησμονή, καὶ αὐτόθι δείκνυτέ <με> σωφρονοῦντα.

First Thousand Years of Greek. CTS URN tlg2200.tlg00528.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.