Ancient Textssearch the texts themselves, not just their titles

← Library

Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,232 sections

  1. 20.6.41.1

    εἰ δὲ πρὸς τῷ εἶναι σπέρμα τοῦ Ἀβραὰμ ἐγεώργησαν καὶ εἰς μέγεθος καὶ αὔξην τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐπεδεδώκει, ἐν τῷ μεγέθει καὶ τῇ αὔξῃ τοῦ σπέρματος τοῦ Ἀβραὰμ κεχωρήκει ἂν ὁ τοῦ Ἰησοῦ λόγος.

  2. 20.6.42.1

    καὶ μέχρι γε τοῦ δεῦρο φήσεις ὅτι ὁ λόγος οὐ χωρεῖ ἐν τοῖς μὴ προκόψασιν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ μηδὲ ἐληλυθόσιν εἰς τὸ γε νέσθαι αὐτοῦ τέκνα.

  3. 20.6.43.1

    οὗτοι δὲ καὶ ἀποκτεῖναι θέλουσιν τὸν λόγον καὶ ὡσπερεὶ συντρῖψαι αὐτόν, τὸ μέγεθος μὴ χωροῦντες αὐτοῦ.

  4. 20.6.44.1

    καὶ ἀεί γε ἔστιν θεωρεῖν τοὺς μὴ χωροῦντας τὸν λόγον, διὰ τὸ βραχύτερα αὐτοὺς εἶναι σκεύη, θέλοντας ἀποκτεῖναι τὴν ἑνότητα τοῦ μεγέθους τοῦ λόγου, ὡς δυναμένους χωρῆσαι μετὰ τὴν ἀναίρεσιν αὐτοῦ καὶ τὴν συντριβὴν αὐτοῦ μέλη αὐτοῦ.

  5. 20.6.45.1

    οἷς ἐὰν ἐγγένηται οὕτως ὁ λόγος ὡσπερεὶ ἀνελοῦσιν αὐτὸν φήσει τὸ » † Διεσκορπίσθησαν πάντα »τὰ ὀστᾶ μου«. εἴπερ οὖν τις ἡμῶν ἐστιν σπέρμα τοῦ Ἀβραάμ, καὶ ἔτι ὁ λόγος τοῦ θεοῦ οὐ χωρεῖ ἐν αὐτῷ, μὴ ζητείτω ἀποκτεῖναι τὸν λόγον, ἀλλὰ μεταβαλὼν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ ἐπὶ τὸ γενέσθαι τέκνον τοῦ Ἀβραάμ, δυνήσεται χωρῆσαι ὃν τέως οὐκ ἐχώρει λόγον θεοῦ.

  6. 20.7.46.1

    Ὥσπερ ἀνθρώπους ἄν τινας εἴποιμεν ἀπ’ ἀρχῆς αὐτόπτας γεγονέναι τοῦ λόγου. περὶ ὧν | ὁ Λουκᾶς φησι· »Καθὼς παρέδοσαν »ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου«, οὕτω τὸν σωτῆρα αὐτόπτην λέξομεν εἶναι τῶν παρὰ τῷ πατρί, καὶ κατὰ τοῦτο εἰρῆσθαι τὸ » Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός«, οὐκέτι αὐτοπτῶν ὄντων οἷς ἂν ὁ υἱὸς ἀποκαλύψῃ.

  7. 20.7.47.1

    δηλοῖ δὲ τὸ αὐτόπτην τῶν ἐν τῷ πατρὶ τυγχάνειν τὸν σωτῆρα σαφῶς ἡ προκειμένη λέξις ἐν τῷ »Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ«. ζητήσαις δ’ ἂν εἰ ἔσται ποτὲ ὅτε οἱ ἄγγελοι αὐτοὶ ὄψονται τὰ παρὰ τῷ πατρί, οὐκέτι διὰ μεσίτου καὶ ὑπηρέτου βλέποντες αὐτά· ὅτε μὲν 〈οὖν〉 ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα τὸν πέμψαντα αὐτόν, ἐν υἱῷ τις ὁρᾷ τὸν πατέρα· ὅτε δὲ ὡς ὁ υἱὸς ὁρᾷ τὸν πατέρα καὶ τὰ παρὰ τῷ πατρὶ ὄψεταί τις, οἱονεὶ ὁμοίως τῷ υἱῷ αὐτόπτης ἔσται τοῦ πατρὸς καὶ τῶν τοῦ πατρός, οὐκέτι ἀπὸ τῆς εἰκόνος ἐννοῶν τὰ περὶ τούτου οὗ ἡ εἰκών ἐστιν.

  8. 20.7.48.1

    καὶ νομίζω γε τοῦτο εἶναι τὸ τέλος, ὅταν παραδίδωσιν τὴν βασιλείαν ὁ υἱὸς τῷ θεῷ καὶ πατρί, καὶ ὅτε γίνεται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.

  9. 20.7.49.1

    ὁ μὲν οὖν σωτὴρ ἑωρακὼς 〈τὰ〉 παρὰ τῷ πατρὶ λαλεῖ, οἱ δὲ πεπιστευκότες αὐτῷ Ἰουδαῖοι οὐχ ἑωράκασιν μὲν 〈τὰ〉 παρὰ τῷ πατρί, ἤκουσαν δὲ παρὰ τοῦ πατρός, ἵνα ποιῶσιν ἃ ἤκουσαν· διόπερ φησὶν αὐτοῖς ὁ κύριος· » Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε »παρὰ τοῦ πατρὸς ποιεῖτε«.

  10. 20.7.50.1

    ζητήσαι δ’ ἄν τις πότε ἤκουσαν παρὰ τοῦ πατρὸς οἱ πεπιστευκότες τῷ κυρίῳ Ἰουδαῖοι· καὶ πρὸς τοῦτο ὁ μέν τις φήσει, ἁπλούστερον ἀκούσας τοῦ »Ἃ ἠκούσατε παρὰ τοῦ »πατρὸς ποιεῖτε«, ὅτι ἤκουσαν παρὰ τοῦ πατρὸς τῷ τὸν πατέρα κεχρηματικέναι διὰ Μωσέως καὶ τῶν προφητῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀναγεγραμμένα ποιητέα· ὅστις τῷ ῥητῷ πρὸς τοὺς ἑτεροδόξους χρώμενος, σαφῶς παρίστησιν ὅτι οὐκ ἄλλος ἐστὶν τοῦ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκότος θεοῦ ὁ Χριστοῦ πατήρ.

  11. 20.7.51.1

    ἕτερος 〈δὲ〉 συγχρώμενος καὶ τῷ »Πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ »μαθὼν ἔρχεται πρός με· οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν »παρὰ τῷ πατρί, οὗτος ἑώρακε τὸν πατέρα«

  12. 20.7.52.1

    ἐρεῖ ὅτι εἰσίν τινες τῶν ἐνσωματουμένων ψυχῶν πρὶν εἰς γένεσιν ἐλθεῖν μεμαθητευμέναι παρὰ τῷ πατρὶ καὶ ἀκούσασαι αὐτοῦ, αἵτινες καὶ ἔρχονται πρὸς τὸν σωτῆρα, ἐξ ὧν ἦσαν καὶ οἱ νῦν ἐξεταζόμενοι πεπιστευκότες αὐτῷ Ἰουδαῖοι, πρὸς οὓς ἔλεγεν· »Ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς »ποιεῖπε«· καὶ ἐρεῖ ὅτι οὗτοί εἰσιν οἱ καὶ καλούμενοι σπέρμα Ἀβραάμ.

  13. 20.7.53.1

    καὶ τούτῳ δ’ ἄν τις ἀντιλέγοι φάσκων ὅτι τὸ μὲν »Πᾶς ὁ ἀκούσας »παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμὲ« ἐμφαίνει πάντως ἔρχεσθαι πρὸς τὸν σωτῆρα τὸν ἀκούσαντα παρὰ τοῦ πατρὸς καὶ μεμαθηκότα παρ’ αὐτοῦ· τὸ δὲ » Καὶ ὑμεῖς οὖν ἃ ἠκούἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε« ἀπαγγελλόμενον πρὸς τοὺς ξητοῦντας ἀποκτεῖναι τὸν υἱὸν τοῦ θεοῦ Ἰουδαίους, οἷς καὶ ὡς μηδέπω οὖσιν τέκνοις τοῦ Ἀβραὰμ λέγεται τὸ » Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, παρίστησιν τὸ μηδέπω | τούτους καρποὺς ἔχειν τοῦ ἐληλυθέναι πρὸς τὸν σωτῆρα· πρὸς δὲ τὸν οὕτως ἀντιλέγοντα ἀπαντήσεταί τις, μὴ ταὐτὸν εἶναι φάσκων τὸ »Πᾶς ὁ »ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθών« τῷ » Καὶ ὑμεῖς οὖν ἃ »ἠκούσατε παρὰ τοῦ πατρός«· ὁ μὲν γὰρ πρὸς τῷ ἀκοῦσαι παρὰ τοῦ πατρὸς μαθὼν πάντως ἔρχεται πρὸς τὸν σωτῆρα· οἱ δὲ ἀκούσαντες μὲν μὴ πάντως δὲ καὶ μεμαθηκότες οὐδέπω τέκνα εἰσὶν τοῦ Ἀβραάμ.

  14. 20.8.54.1

    (8) Πυνθανοίμεθα δ’ ἂν τῶν τὰς φύσεις εἰσαγόντων καὶ εἰς τὸ »Ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν« ἀποδιδόντων κατὰ Ἡρακλέωνα ὅτι διὰ τοῦτο οὐ χωρεῖ ὅτι ἀνεπιτήδειοι ἤτοι κατ’ οὐσίαν ἢ κατὰ γνώμην, πῶς οἱ ἀνεπιτήδειοι κατ’ οὐσίαν ἤκουσαν παρὰ τοῦ πατρός;

  15. 20.8.55.1

    ἀλλὰ καὶ πότερόν ποτε πρόβατα οὗτοι ἦσαν τοῦ χριστοῦ, ἢ ἀλλότριοι ὑπῆρχον αὐτοῦ; εἰ δὲ ἦσαν ἀλλότριοι, πῶς ἤκουσαν παρὰ τοῦ πατρός, σαφῶς, ὡς οἴονται, λεγομένου πρὸς τοὺς ἀλλοτρίους ὅτι »Διὰ τοῦτο ὑμεῖς »οὐκ ἀκούετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν«;

  16. 20.8.56.1

    εἰ μὴ ἄρα θλιβόμενοι ἑτέρῳ ἀτόπῳ ἑαυτοὺς περιβάλλουσιν λέγοντες παρὰ μὲν τοῦ πατρὸς ἀκηκοέναι τοὺς ἀλλοτρίους, μὴ ἀκούειν δὲ τοὺς αὐτοὺς τούτους παρὰ τοῦ σωτῆρος. εἰ δ’ οἰκεῖοι τοῦ σωτῆρος ἦσαν καὶ τῆς μακαρίας φύσεως, πῶς ἐζήτουν αὐτὸν ἀποκτεῖναι; καὶ πῶς ὁ τοῦ σωτῆρος λόγος οὐκ ἐχώρει ἐν αὐτοῖς;

  17. 20.9.57.1

    Δόξαιεν ἂν τὴν ἀπόκρισιν οὗτοι πεποιῆσθαι πολὺ ταπεινότερον ἐκδεξάμενοι περὶ τοῦ τίς αὐτῶν ἦν ὁ πατὴρ ἢ ὡς ὁ κύριος ἔλεγεν.

  18. 20.9.58.1

    ὁ μὲν γὰρ Ἰησοῦς ἀναφέρων ἐπὶ τὸν θεὸν ἔφασκεν τὸ » Καὶ »ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε«· οἱ δὲ ταπεινότερον τὸν τοῦ ἔθνους παρομολογοῦσιν ἑαυτῶν πατέρα λέγοντες· »Ὁ »πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«.

  19. 20.9.59.1

    βοηθῶν δ’ ἄν τις αὐτοῖς ὡς καλῶς ἀποκριναμένοις φήσειε ὅτι ὡς μέτριοι καὶ μὴ διδόντες ἑαυτοῖς τὸ εἶναι υἱοῖς θεοῦ, τοῦ Ἰησοῦ λέγοντος· »Ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς »ποιεῖτε« καὶ ἀναφέροντος ἐπὶ τὸν θεόν, φασίν· »Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«.

  20. 20.9.60.1

    δῆλον δὲ ὅτι καὶ τοῦτο εὐθύνει ὁ σωτὴρ ὡς ψευδῶς εἰρημένον διὰ τοῦ »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ »ποιεῖτε«.

  21. 20.9.61.1

    οὐκ ἀτόπως δὲ καὶ πρὸς ταῦτα ζητήσαι τις ἄν, ὅτι Πῶς κατὰ τὸν σωτῆρά ἐστιν, μὴ συγκατατιθέμενον εἶναι αὐτοὺς τέκνα τοῦ Ἀβραάμ, τὸ λέγειν αὐτοῖς· » Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ »πατρὸς ποιεῖτε« ἀναφερομένου τοῦ »Παρὰ τοῦ πατρὸς« ἐπὶ τὸν θεόν.

  22. 20.9.62.1

    ὁ γὰρ μὴ ὢν τέκνον τοῦ Ἀβραὰμ * * * † αν οὖν τῶν μετὰ τὸν Ἀβραὰμ ψεκτὸς ὡς οὗτοι πρὸς οὓς ὁ λόγος, πολλῷ μᾶλλον οὐκ ἔσται τέκνον τοῦ θεοῦ.

  23. 20.9.63.1

    ὅρα δὲ εἰ καὶ πρὸς τοῦτο δυνάμεθα λέγειν ὅτι οὐκ εἴρηται· »καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν ⟨ἢ⟩ παρὰ τοῦ πατρὸς ἡμῶν‹, ἀλλὰ »παρὰ τοῦ πατρός«, ὅστις κἂν ᾖ πατήρ, οὐ πάντως καὶ τῶν μὴ τέκνων τοῦ Ἀβραάμ ἐστιν πατὴρ καὶ μὴ με|μορφωμένων ἀπὸ σπέρματος Ἀβραὰμ ἐπὶ τὰ τέκνα τοῦ Ἀβραάμ· ἢ ἀδιορίστως εἰρημένον τὸ »Ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς« δύναται λαμβάνεσθαι ἀντὶ τοῦ ›ἀπὸ τοῦ πατρός μου‹, καὶ τοῦτο ἔσται σαφὲς ἐκ τοῦ »Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ« ἴσον δυναμένου τῷ »παρὰ τῷ πατρί μου«.

  24. 20.9.64.1

    καὶ ἐν τοῖς ἑξῆς δὲ διδασκόμεθα τίνων ἐστὶν ὁ θεὸς πατήρ, δι’ ὧν καὶ ταῦτα λέγει ὁ σωτήρ· »Εἰ ὁ »θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ«.

  25. 20.9.65.1

    σαφὲς δὲ ὅτι οἱ ζητοῦντες ἀποκτεῖναι τὸν υἱὸν οὐκ ἠγάπων αὐτόν· μὴ ἀγαπῶντες δὲ αὐτὸν οὐκ ἂν ἐχρημάτιζον [οἱ] υἱοὶ τοῦ θεοῦ. ὥστε δῆλον ὅτι τὸ »Καὶ ὑμεῖς οὖν »ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε« οὐκ ἴσον δύναται τῷ ›παρὰ τοῦ πατρὸς ὑμῶν‹.

  26. 20.10.66.1

    Οἱ ἕν τι ἐπιλεξάμενοι τῶν τοῦ Ἀβραὰμ ἔργων, τὸ »Ἐπίστευσεν »δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«, καὶ τοῦτο νομίζοντες εἶναι ἐφ’ ὃ ἀναφέρεται τὸ »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« ἵνα καὶ συγχωρηθῇ αὐτοῖς ὅτι ἔργον ἐστὶν ἡ πίστις, οὐ συγχωρηθὲν ἂν ὑπὸ τῶν παραδεχομένων τὸ »Πίστις χωρὶς ἔργων νεκρά ἐστιν« οὐδ’ ὑπὸ τῶν ἀκουόντων ὅτι διαφέρει τὸ δικαιοῦσθαι »ἐκ πίστεως« ἤπερ »ἐξ ἔργων νόμου«, ἀπολεγέτωσαν διὰ τί οὐκ εἴρηται· »Εἰ τέκνα »τοῦ Ἀβραάμ ἐστε, τὸ ἔργον τοῦ Ἀβραὰμ ποιεῖτε« ἑνικῶς, ἀλλὰ πληθυντικῶς· »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, ἴσον, ὡς οἶμαι, τυγχάνον τῷ ›πάντα‹ »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«.

  27. 20.10.67.1

    εἰ δὲ ἴσον ἐστὶν τῷ ›πάντα‹ »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« καὶ μήτε σωματικῶς παιδίσκῃ δεῖ προσελθεῖν τὸν ἔχοντα γαμετὴν μήτε μετὰ τὴν τελευτὴν τῆς γεγαμημένης ἐν γήρᾳ ἄλλην γυναῖκα λαβεῖν τὸν κατὰ τὴν τοῦ σωτῆρος ὑφήγησιν θέλοντα τέκνον ἀποδειχθῆναι τοῦ Ἀβραὰμ ἐκ τοῦ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματικῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ’ αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου »τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἂν σοι δείξω«, εἰρημένου οὐ μόνῳ τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ.

  28. 20.10.68.1

    ἔστιν γάρ τις καὶ ἑκάστου ἡμῶν γῇ, καὶ ἡ πρὸ τοῦ θείου χρηματισμοῦ οὐκ ἀγαθὴ συγγένεια, καὶ ὁ πρὸ τοῦ φθάσαντος εἰς ἡμᾶς λόγου θεοῦ οἶκος τοῦ πατρὸς ἡμῶν, † δι’ ἅτινα ἀπαντα κατὰ λόγον θεοῦ δεήσει ἡμᾶς ἐπεξελθεῖν, εἴπερ ἀκούομεν τοῦ σωτῆρος λέγοντος· »Εἰ τέκνα »τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«· οὕτω γὰρ φθάσομεν, ὡς καταλιπόντες τὴν ἡμετέραν γῆν, ἐφ’ ἣν δείξει ἡμῖν γῆν ὁ θεός, τὴν ἀληθῶς ἀγαθὴν καὶ ὄντως | πολλήν, ἣν ἀπὸ κυρίου τοῦ θεοῦ πρέπει δίδοσθαι τοῖς ποιήσασι τὸ προστεταγμένον ἐν τῷ »Ἔλξεθε »ἐκ τῆς γῆς σου«.

  29. 20.10.69.1

    καὶ ὡς καταλιπόντες συγγένειαν οὐ καλὴν εἰς ἔθνος ἐσόμεθα μέγα καὶ μεῖζον ἢ κατὰ ἀνθρώπους· καὶ ὡς καταφρονήσαντες οἴκου πατρὸς οὐκ ἐπαινετοῦ, εὐλογηθησόμεθα μεγαλυνομένου τοῦ ὀνόματος ἡμῶν, γινόμενοι εὐλογητοὶ ἐπὶ τοσοῦτον, ὡς τοὺς μὲν εὐλογοῦντας ἡμᾶς εὐλογεῖσθαι ὑπὸ τοῦ θεοῦ, τοὺς δὲ καταρωμένους ὑπὸ κατάραν ἔσεσθαι, πᾶσάν τε γῆς φυλὴν ἐν ἡμῖν εὐλογεῖσθαι (ὅτε καὶ περὶ ἡμῶν εἴποι ἂν ὁ λόγος· »Ἐπορεύθη«, ὡς εἴρηται περὶ Ἀβραάμ· »Καὶ ἐπορεύθη Ἀβραάμ, καθάπερ ἐλάλησεν αὐτῷ »κύριος«· οἶμαι δὲ ὅτι ἐν ταῖς ἀρχαῖς καὶ ἐπὶ ποσὸν ὁ Λὼτ ἕψεται ἡμῖν, οὗ σύμβολον ἦν τὸ »Καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ«), καὶ ἐπανελθόντες εἰς γῆν Χαναὰν διοδεύσομεν τὴν γῆν ἕως τοῦ τόπου Συχέμ, οὕτω τῇ ἀναβάσει τῆς διανοίας προκόπτοντες ἕως ἔλθωμεν ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν.

  30. 20.10.70.1

    καὶ ὀφθήσεται ἡμῖν κύριος ὁ θεός, ὁ ὀφθεὶς τῷ Ἀβραάμ, καὶ ἐπαγγελεῖται ⟨τὴν⟩ περὶ τὴν ὑψηλὴν δρῦν γῆν δοῦναι τῷ νοητῷ τῆς ψυχῆς ἡμῶν σπέρματι.

  31. 20.10.71.1

    τοῦ δὲ νοήσαντός ἐστιν τὸ »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« καὶ τὸ οἰκοδομῆσαι θυσιαστήριον κυρίῳ τῷ ὅπου ἡ ὑψηλὴ δρῦς ἐπιφαινομένῳ καὶ ἡμῖν, καὶ μετὰ ταῦτα ἀποστῆναι ἀπὸ τοῦ τόπου τῆς ὑψηλῆς δρυὸς ὡς ἐπὶ τὸ ὄρος, καὶ τοῦ ὄρους κατὰ τὰς ἀνατολὰς τῆς Βαιθήλ, ὃ ἑρμηνεύεται ›Οἶκος θεοὺ‹, ἔνθα στήσει ἑαυτοῦ τὴν σκηνήν, τῆς μὲν Βαιθὴλ ὡς ἐπὶ κατὰ θάλασσαν, τῆς δὲ Ἀγγαὶ ὡς ἐπὶ κατ’ ἀνατολάς· ἑρμηνεύεται δὲ Ἀγγαὶ ›Ἑορταί‹.

  32. 20.10.72.1

    καὶ ὡς προκόπτων γε ὁ τοιοῦτος μετὰ ταῦτα δεύτερον οἰκοδομήσει τῷ κυρίῳ θυσιαστήριον, ἤδη καὶ ἐπικαλεῖσθαι δυνάμενος ἐπὶ τῷ ὀνόματι τοῦ κυρίου. καὶ ἑξῆς ἀπαίρων κἀκεῖθεν ὁ ἐσόμενος τέκνον τοῦ Ἀβραάμ, γενόμενός πως στρατηγικώτερος καὶ συνιεὶς πρὸς ὅσους πολεμίους αὑτὸν παρασκευάσασθαι δεῖ, στρατοπεδεύσει ἐν τῇ ἐρήμῳ.

  33. 20.10.73.1

    μετὰ ταῦτα πεῖραν λιμοῦ λήψεται τοῦ ἐπὶ τῆς γῆς καὶ εἰς τὴν Αἴγυπτον καταβήσεται παροικῆσαι ἐκεῖ, ἵνα μὴ καὶ αὐτοῦ κατισχύσῃ ὁ λιμὸς ὁ ἐνισχύσας ἐπὶ τῆς γῆς. καὶ καταβήσεται εἰς Αἴγυπτον μετὰ τῆς εὐπροσώπου ἑαυτοῦ γυναικός, συνθήκας τινὰς τιθέμενος πρὸς αὐτήν, ἵν’ ⟨εὑ⟩ ἑαυτῷ δι’ αὐτὴν οἱ Αἰγύπτιοι χρήσωνται καὶ γένωνται ἐν Αἰγύπτῳ »αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ »παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι«.

  34. 20.10.74.1

    περὶ ὧν ἑκάστου σοφοῦ τινος καὶ ἐπὶ τὰ βάθη τῆς γραφῆς ἐπισταμένως φθάνειν δυνα μένου ἔργον ἂν εἴη λέγειν καὶ ἀπαξαπλῶς γε πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν βασανίζοντος καὶ ὅλα τὰ περὶ αὐτοῦ γεγραμμένα, ἅτινά ἐστιν ἀλληγορούμενα· ⟨ἃ⟩ ὡς πνευματικοὶ πνευματικῶς ποιεῖν πειρασόμεθα.

  35. 20.10.75.1

    Ὅρα δὲ εἰ μὴ σαφῶς ἀπὸ τῆς ἐξετάσεως τῶν κατὰ τὸν τόπον παρίσταται ἡμῖν, ὅτι σοφοῦ τινός ἐστιν καὶ πάσῃ ἀρετῇ κεκοσμημένου τὸ γενέσθαι τοῦ Ἀβραὰμ τέκνον.

  36. 20.10.76.1

    τί γὰρ δεῖ λέγειν ὅσης σοφίας χρῄζομεν εἰς τὸ νοῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ; καὶ ὅσης δυνάμεως εἰς τὸ ποιῆσαι αὐτά; ποίας δὲ σοφίας ἢ ποίας δυνάμεως δεόμεθα, ἢ Χριστοῦ, ὅς ἐστιν »θεοῦ δύναμις καὶ θεοῦ σοφία;«

  37. 20.10.77.1

    τὸ μὲν οὖν γεγραμμένον ἐστίν· »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«· ἀκολούθως δ’ ἂν παρὰ τοῦτο εἴποις· εἰ τέκνα τοῦ Ἰσαάκ ἐστε, τὰ ἔργα τοῦ Ἰσαὰκ ποιεῖτε· τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἰακὼβ καὶ ἑνὸς ἑκάστου τῶν ἁγίων πατέρων.

  38. 20.10.78.1

    καὶ ἐκ τῶν ἐναντίων δὲ ἕκαστος τῶν ἁμαρτανόντων γενικῶς μὲν τέκνον ἐστὶν τοῦ διαβόλου, ἐπεὶ πᾶς »ὁ »ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγένηται« ἤδη δὲ καὶ ἰδικώτερον ἤτοι τοῦ Κάϊν, ἢ τοῦ Χάμ, ἢ τοῦ Χαναὰν, ἢ τοῦ Θαραώ, ἢ τοῦ Ναβουχοδονόσορ, ἤ τινος τῶν ἀσεβῶν.

  39. 20.10.79.1

    τούτοις δὲ ἀκολούθως ἐρεῖς ὅτι ἕκαστος ἀπαλλαττόμενος τοῦ βίου τούτου ἀπελεύσεται πρὸς τοὺς ἰδίους πατέρας· νομιστέον γὰρ οὐ μόνῳ τῷ Ἀβραάμ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις λέγεσθαι πρὸς τῇ ἐξόδῳ τὸ »Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς »πατέρας σου«· οὐκέτι δὲ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἁγίοις τὸ » Μετὰ εἰρήνης«· τοῖς δὲ τετελειωμένοις καὶ πνευματικῶς μακροημέροις γενομένοις καὶ τὸ »Τραφεὶς ἐν γήρᾳ καλῷ«, ἐπείπερ »Πολιά »ἐστιν φρόνησις ἀνθρώποις« καὶ »Στέφανος καυχήσεως γῆρας« καὶ δόξα τοῖς ἀληθινοῖς καὶ θείοις πρεσβυτέροις αἱ κοσμοῦσαι αὐτοὺς νοηταὶ πολιαί.

  40. 20.11.80.1

    Οἱ ζητοῦντες ἀποκτεῖναι, ἐπεὶ θεὸς οὐκ ἀποκτίννυται, κἂν ἀποκτιννύωσιν, ἄνθρωπον ἀποκτιννύουσιν. κἂν ζητῶσιν ἀποκτεῖναι, μήπω ἀποκτιννύντες, οὐχὶ θεὸν νομίζοντες εἶναι, ᾧ ἐπιβουλεύουσιν, ὡς ἀνθρώπῳ ἐπιβουλεύουσιν· οὐδεὶς γὰρ πειθόμενος εἶναι θεὸν τοῦτον ᾧ ἐπιβουλεύει, ἐπιβουλεύσαι ἂν αὐτῷ ἔτι.

  41. 20.11.81.1

    ἔστι δέ πως ἀεὶ θεωρῆσαι τοὺς τῷ λόγῳ τοῦ θεοῦ ἐπιβουλεύοντας, ὅτι ἀποκτεῖναι ζητοῦσιν καὶ ἐξαφανίσαι αὐτόν, ἄνθρωπον αὐτόν, τουτέστιν ἀνθρώπινον καὶ θνητόν, εἶναι ὑπολαμβάνοντες, ἢ καὶ τῷ ἀνθρωπινωτέρῳ αὐτοῦ καὶ βλεπομένῳ ἐπιτίθενται· ἵνα δὲ καὶ ἀποκτείνωσιν τὸ σῶμα τοῦ λόγου, σαφὲς ὅτι μετὰ ταῦτα οὐδὲν δύνανται ποιῆσαι περισσότερον.

  42. 20.11.82.1

    διόπερ οὐ φοβητέον ἡμῖν ἀπὸ τῶν ἀποκτιννύντων τὸ σῶμα, μετὰ δὲ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι, οὐδὲ φοβητέον ἀπὸ τῶν ἀπο|κτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν τοῦ λόγου ἀποκτεῖναι μὴ δυναμένων.

  43. 20.11.83.1

    ἀλλ’ εἰ τοιοῦτός τίς ἐστιν ⟨ὁ⟩ λόγος ὥστε καὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, τῷ ἄξια εἶναι ἀπωλείας, ἀπόλλυσθαι δύνασθαι, φοβητέον τὸν δυνάμενον θεὸν λόγον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι καὶ ἐξαφανίσαι, εἴτε ἐν γεέννῃ εἴτε ὅπως βούλεται· ὁ κύριος γὰρ Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας ἑαυτοῦ τὸν ἀντικείμενον λόγον καὶ ἐπαιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα.

  44. 20.11.84.1

    καὶ ζητοῦσί γε οὗτοι πρὸς οὓς ὁ λόγος ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκεν, ἣν ἤκουσεν παρὰ τοῦ θεοῦ καὶ εἴληφεν.

  45. 20.11.85.1

    κἂν ἁπλούστερον μέντοι γε κατὰ τὸν τόπον ἐκλαμβάνωμεν, σαφῶς ἐδίδαξεν ὁ σωτὴρ ὅτι τὸ ζητούμενον ὑπὸ Ἰουδαίων ἐπὶ τῷ ἀναιρεθῆναι αὐτὸ θεὸς οὐκ ἦν ἀλλὰ ἄνθρωπος, ὃς καὶ ἀνῃρέθη· θεὸν γὰρ οὐ θεμιτὸν ἀποθνήσκειν λέγειν· διόπερ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγος, ὅστις καὶ θεὸς λόγος ἦν, οὐκ ἀπέθανεν. ζητήσεις δέ, ἐπεὶ γέγραπται ὅτι »Ὁ λόγος σὰρξ »ἐγένετο«, πότερόν ποτε ὁ γενόμενος σὰρξ λόγος τῷ γεγονέναι σὰρξ γέγονεν καὶ ἄνθρωπος ἢ οὐ γέγονεν ἄνθρωπος.

  46. 20.11.86.1

    εἰ μὲν γὰρ γέγονεν ἄνθρωπος, δύναται αὐτὸς ἐζητῆσθαι ἀναιρεθῆναι· εἰ δὲ μὴ γέγονεν ἄνθρωπος, καὶ ὁ γενόμενος σὰρξ λόγος οὐκ ἀναιρεθεὶς ἀποκατέστη, καὶ ἀποκαθίσταται ἕκαστος ἐπὶ τοῦτο ὅπερ ἦν πρὶν γένηται σάρξ.

  47. 20.12.87.1

    Τὸ μηδαμῶς δυνατὸν πραχθῆναι τῷ Ἀβραάμ, εἰ μὴ πεποίηκεν Ἀβραάμ, ὡς ἔτυχεν ἀνειρῆσθαι δόξει τὸ » Τοῦτο Ἀβραὰμ »οὐκ ἐποίησεν«. εἴποιεν γὰρ ἂν πρὸς τοῦτό τινες ὅτι μάτην λέγεται τὸ »Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν«, εἴπερ οὐκ ἐποίησεν τὸ μηδαμῶς γενόμενον κατὰ τὸν χρόνον αὐτοῦ· οὐ γὰρ γεγόνει κατὰ τὸν χρόνον αὐτοῦ ὁ Ἰησοῦς.

  48. 20.12.88.1

    ἀλλ’ ἐπεὶ τὸ » Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν« οἱονεὶ ἐν ἐπαίνῳ ὑπολαμβάνω εἰρῆσθαι τῷ περὶ τοῦ Ἀβραάμ, εἴποιμ’ ἂν ὅτι κατὰ τὸν διδάξαντα λόγον τὸ »Ἀβραὰμ ὁ πατὴρ ὑμῶν »ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη« ἔστιν τὸ γεγονέναι μὲν καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἄνθρωπον λαλοῦντα ἣν ἤκουσεν παρὰ τοῦ θεοῦ ἀλήθειαν, οὐ μὴν ἐζητῆσθαι αὐτὸν ἀνῃρῆσθαι ὑπὸ τοῦ Ἀβραάμ.

  49. 20.12.89.1

    καὶ ἐπίστησον ὅτι οὐκ ἔστιν ὅτε ὁ κατὰ τὸν Ἰησοῦν τροπικῶς νοούμενος ἄνθρωπος οὐκ ἐπεδήμει τῷ βίῳ, καὶ μετὰ τοὺς τῆς περὶ αὐτοῦ ἱστορίας χρόνους καὶ πρότερον. κατὰ τοῦτο δὲ οἴομαι πάντα τὸν ἅπαξ φωτισθέντα καὶ γευσάμενον δωρεᾶς ἐπουρανίου μέτοχόν τε γενηθέντα πνεύματος ἁγίου, καὶ καλὸν γευσάμενον θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος καὶ παραπεσόντα πάλιν, ἀνακαινίζειν ἑαυτὸν εἰς μετάνοιαν, ἤτοι προσταυροῦντα ἢ ἀνασταυροῦντα τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντα, εἴτε πρὸ τῆς ἱστορουμένης σωματικῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἴτε καὶ ὕστερον.

  50. 20.12.90.1

    οὐ γὰρ ὁ μὲν νῦν μετὰ τὸν φωτισμὸν καὶ τὰς λοιπὰς εἰς αὐτὸν τοῦ θεοῦ εὐεργεσίας ἁμαρτάνων ἀνασταυροῖ τὸν υἱὸν τοῦ θεοῦ διὰ τῶν ἰδίων ἁμαρτημάτων ἐφ’ ἃ ἐπαλινδρόμησεν, οὐδὲν τῆς κοινότερον λεγομένης σωματικῆς πρὸς τὸ σταυρῶσαι τὸν υἱὸν τοῦ θεοῦ ἐνεργείας ἐπιτελῶν, οὐχὶ δὲ καὶ πρότερον τοῦτο ἐγίνετο καὶ ὁ ἁμαρτάνων μετὰ τὸ ἀκοῦσαι θείων λόγων προεσταύρου τὸν υἱὸν τοῦ θεοῦ.

  51. 20.12.91.1

    εἴ τῳ δὲ φίλον παραδέξασθαι τὸ ἐν ταῖς Παύλου Πράξεσιν ἀναγεγραμμένον ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημένον· »Ἄνωθεν μέλλω »σταυροῦσθαι«, οὗτος, ὡς μετὰ τὴν ἐπιδημίαν παραδέχεται τὸ »Ἄνωθεν μέλλω σταυροῦσθαι« γινόμενον, οὕτω καὶ πρὸ τῆς ἐπιδημίας, ὅταν τὰ αὐτὰ αἴτια γίνηται τὸ λέγεσθαι ἄν· ›ἤδη μέλλω σταυροῦσθαι‹.

  52. 20.12.92.1

    διὰ τί γὰρ οὐχὶ ὡς ›ἄνωθεν‹ μέλλει σταυροῦσθαι, καὶ πρότερον ἐσταύρωτο; ὅρα δὲ εἰ μὴ μόνων τῶν μετὰ τὴν παρουσίαν ἐστὶν ἁγίων φωνὴ τὸ » Χριστῷ συνεσταύρωμαι«, ἀλλὰ καὶ τῶν προτέρων, ἵνα μὴ διαφέρειν λέγωμεν τοὺς μετὰ τὴν παρουσίαν ἁγίους Μωσέως καὶ τῶν πατριαρχῶν.

  53. 20.12.93.1

    καὶ τὸ » Ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν »ἐμοὶ Χριστός« λεγέσθω μὴ μόνον ὑπὸ τῶν μετὰ τὴν παρουσίαν ἀλλὰ καὶ ὑπὸ τῶν προτέρων. ἐφίστημι δὲ καὶ τῷ »Θεὸς Ἀβραὰμ »καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ· θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ »ζώντων« εἰρημένῳ ὑπὸ τοῦ σωτῆρος, μήποτε διὰ τοῦτο ζῶντές εἰσιν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπεὶ καὶ αὐτοὶ συνταφέντες τῷ χριστῷ συνανέστησαν αὐτῷ, οὐ πάντως κατὰ τὴν σωματικὴν τοῦ Ἰησοῦ ταφὴν ἢ σωματικὴν ἀνάστασιν αὐτοῦ. ταῦτα πρὸς τὸ » Τοῦτο »Ἀβραὰμ οὐκ ἐποίησε«.

  54. 20.12.94.1

    Τί δὲ »τοῦτο« ἢ τὸ ζητεῖν ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκεν ἣν ἤκουσε παρὰ τοῦ θεοῦ; ἀποδίδομεν γὰρ ὡς ἄρα ἡ κατὰ τὸν Ἰησοῦν πνευματικὴ οἰκονομία οὐκ ἔστιν ὅτε τοῖς ἀγίοις οὐκ ἦν.

  55. 20.12.95.1

    ἐὰν δὲ ἀνάγαγῃς ταῦτα, ὥσπερ ὑπονενοήκαμεν ἐν ἄλλοις, ἑτέρως παρὰ τὸ κοινότερον ἐπὶ μυστικώτερον Ἀβραάμ, ὁμοίως πάντα τὰ κατὰ τὸν τόπον ἐξομαλίσαι πειράσει, ζητῶν τὴν ἑκάστου τούτων ἀκολουθίαν.

  56. 20.13.96.1

    Ὅσον ἐπὶ τῷ ῥητῷ τούτῳ οὐκ ἔστι σαφὲς τίνα θέλει εἰπεῖν πατέρα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων καὶ μηδέπω ἐγνωκότων τὴν ἀλήθειαν· πρὸς αὐτοὺς γὰρ ταῦτα πάντα φησί.

  57. 20.13.97.1

    καὶ εἰ μὴ ἐπεφέρετο μετ’ ὀλίγα τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ »τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«, κἂν σαφῶς οὐκ ἐγνώκειμεν τὸ βούλημα τοῦ | εἰρημένου.

  58. 20.13.98.1

    οὐ θαυμαστὸν δὲ εἰ τοῖς πεπιστευκόσιν αὐτῷ Ἰουδαίοις, μηδέπω μείνασιν αὐτοῦ ἐν τῷ λόγῳ, ἵνα ἀληθῶς αὐτοῦ γένωνται μαθηταὶ καὶ γνῶσιν τὴν ἀλήθειαν ἐπὶ τῷ ἐλευθερωθῆναι ὑπ’ αὐτῆς, ἔλεγεν τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ »πατρὸς ὑμῶν« καί, ὡς ἐν τοῖς ἑξῆς ἐπιφέρεται, τὸ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ«.

  59. 20.13.99.1

    κἂν γὰρ ἀπηνὲς εἶναι δοκῇ τὸ τοιοῦτο λεγόμενον περὶ πεπιστευκότων μὲν αὐτῷ καὶ μαθητευθέντων πως, οὐ μὴν ἤδη ἀληθῶς χρηματισάντων μαθητῶν τοῦ Ἰησοῦ, ὅμως κατανοητέον καὶ τὸ ἐν τῇ καθολικῇ ἐπιστολῇ ὑπὸ Ἰωάννου εἰρημένον περὶ υἱῶν θεοῦ καὶ υἱῶν διαβόλου· »Ὁ ποιῶν, γάρ φησι, τὴν »ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.

  60. 20.13.100.1

    »εἰς τοῦτο ἐνεφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ »διαβόλου. πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι »σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ »τοῦ θεοῦ γεγέννηται.

  61. 20.13.101.1

    ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ »καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ὢν δίκαιος οὐκ ἔστιν ἐκ τοῦ »θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ«.

  62. 20.13.102.1

    τῶν ῥητῶν τοίνυν τούτων οὕτως ἐχόντων κατανόησον εἰ μὴ σαφῶς εἴρηται ὅτι πᾶς »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«.

  63. 20.13.103.1

    ὅσον ποιοῦμεν ἁμαρτίας, οὐδέπω τὴν ἐκ τοῦ διαβόλου γένεσιν ἀπεδυσάμεθα, κἂν πιστεύειν εἰς τὸν Ἰησοῦν νομιζώμεθα· καὶ τούτῳ ἀκόλουθόν ἐστιν τὸ λέγεσθαι τοῖς πεπιστευκόσιν Ἰουδαίοις ὑπὸ τοῦ Ἰησοῦ· »’Υμεῖς »ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« ἀναφερομένου »τοῦ πατρὸς« ἐπὶ τὸν διάβολον διὰ τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ«.

  64. 20.13.104.1

    εἰ δὲ πᾶς »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«, πᾶς ὁ μὴ ὢν ἐκ τοῦ διαβόλου οὐ ποιεῖ τὴν ἁμαρτίαν.

  65. 20.13.105.1

    ἀλλὰ καὶ εἴπερ »εἰς »τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ »διαβόλου«, ὅσον οὐδέπω τὰ ἐν ἡμῖν ἔλυσεν ἔργα τοῦ διαβόλου, τῷ μὴ παρεστακέναι ἡμᾶς ἑαυτοὺς τῷ λύοντι τὰ ἔργα τοῦ διαβόλου, οὐδέπω ἀπεθέμεθα τὸ εἶναι τέκνα τοῦ διαβόλου, ἀπὸ τῶν καρπῶν ἐπιγινωσκόμενοι τίνος ἐσμὲν υἱοί.

  66. 20.13.106.1

    καὶ ἐκ τούτων μέντοι γε δῆλόν ἐστιν ὅτι οὐ διὰ κατασκευὴν υἱός τίς ἐστιν διαβόλου, οὐδὲ διὰ τὸ οὕτως δεδημιουργῆσθαι υἱός τις ἐν ἀνθρώποις λέγεται τοῦ θεοῦ· καὶ δῆλον ὅτι δύναται ὁ ποτὲ υἱὸς τοῦ διαβόλου γενέσθαι υἱὸς τοῦ θεοῦ, ὅπερ σαφὲς καὶ ὁ Ματθαῖος ποιεῖ ἀναγράφων τὸν σωτῆρα οὕτως εἰρηκέναι· »Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον »σοῦ καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπήσατε »τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς· »ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς«.

  67. 20.13.107.1

    προσέχετε γὰρ ὅτι ἐκ τοῦ »ἀγαπᾶτε τοὺς ἐχθροὺς« καὶ »προσεύχεσθε »ὑπὲρ τῶν διωκόντων« ὁ μὴ πρότερον τοῦ ἐν οὐρανοῖς πατρός. ὕστερον αὐτοῦ | γίνεται υἱός· ἔτι δὲ διὰ τὸ »Ἐν τούτῳ φανερά »ἐστιν τὰ † ἔργα τοῦ θεοῦ καὶ τὰ † ἔργα τοῦ διαβόλου« προειρημένων περὶ μὲν τοῦ διαβόλου τέκνων ὅτι »Ὁ ποιῶν τὴν ἁμαρτίαν »ἐκ τοῦ διαβόλου ἐστίν«· περὶ δὲ τῶν τοῦ θεοῦ ὅτι »Πᾶς ὁ »γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ »μένει καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται«, σαφὲς ὅτι πᾶς ἄνθρωπος συμπεπληρωκὼς τὸν λόγον ἤτοι τέκνον τοῦ θεοῦ ἐστιν ἢ τέκνον τοῦ διαβόλου· ἤτοι γὰρ ποιεῖ ἁμαρτίαν ἢ ἁμαρτίαν οὐ ποιεῖ, οὐδενὸς ὄντος μεταξὺ τοῦ ποιεῖν ἁμαρτίαν καὶ τοῦ ἁμαρτίαν μὴ ποιεῖν· καὶ εἰ μὲν ποιεῖ ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστίν· εἰ δὲ ἁμαρτίαν οὐ ποιεῖ, ἐκ τοῦ θεοῦ γεγέννηται.

  68. 20.14.108.1

    Ἔχεται δὲ τῆς ἐν τούτοις περὶ τέκνων θεοῦ καὶ τέκνων διαβόλου ἀποφάσεως τὰ ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενα περὶ τῶν ὄντων ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ τῶν μὴ ἑωρακότων αὐτόν· »Πᾶς, »γάρ φησιν, ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων »οὐχ ἑώρακεν αὐτόν«.

  69. 20.14.109.1

    οὐκοῦν εἰ πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει, ὁ ἁμαρτάνων οὐ μένει ἐν τῷ υἱῷ· καὶ εἰ πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν, ὁ ἑωρακὼς αὐτὸν οὐχ ἁμαρτάνει.

  70. 20.14.110.1

    ἅμα δὲ καὶ σημείωσαι, τί νοῶν ὁ Ἰωάννης εἶπεν τὸ »Πᾶς ὁ ἁμαρτάνων οὐχ »ἑώρακεν αὐτόν« 〈δηλῶν〉 διὰ τοῦ »Ἑώρακεν αὐτὸν« ὡς ἀεὶ δυναμένων εἶναι τῶν ὁρώντων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἐκ τοῦ ἑωρακέναι αὐτὸν μεταλαμβανόντων δυνάμεως πρὸς τὸ μηδαμῶς ἁμαρτάνειν.

  71. 20.14.111.1

    ἔτι φήσεις ὅτι τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« ὁτὲ μὲν λέγοιτ’ ἂν πρὸς τοὺς υἱοὺς τοῦ διαβόλου, ὁτὲ δὲ πρὸς τοὺς υἱοὺς τοῦ θεοῦ. οἱ μὲν γὰρ ἁμαρτάνοντες ποιοῦσι τὰ ἔργα τοῦ πατρὸς αὐτῶν διαβόλου, οἱ δὲ κατορθοῦντες ποιοῦσι τὰ ἔργα τοῦ πατρὸς αὐτῶν θεοῦ.

  72. 20.14.112.1

    εἰκὸς δὲ ἐκ τούτων τινὰ κινηθήσεσθαι μὴ ἄρα δύνηται ὁ αὐτός, τῷ ποιεῖν ἀγαθὰ καὶ πονηρὰ ἔργα ἀνὰ μέρος, διὰ μὲν τὰ ἀγαθὰ τέκνον εἶναι θεοῦ, διὰ δὲ τὰ ἐναντία τέκνον τοῦ διαβόλου. ἀλλὰ τοῦτο πρὸς τῷ ἀλογώτατον εἶναι οὐ δηλοῦται ἀπὸ τῶν ῥητῶν.

  73. 20.14.113.1

    ἀποφαίνεται γὰρ ὁ Ἰωάννης ὅτι »Πᾶς ὁ γεγεννημένος »ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, »καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται«.

  74. 20.14.114.1

    πᾶς τοίνυν ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ· οὐ μὴν γέγραπται ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ, ἀλλ’ »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«.

  75. 20.14.115.1

    πάλιν οὐχὶ ὥσπερ εἴρηται· »Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου »ἐστίν«, οὕτως ἀναγέγραπται· »ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ »θεοῦ ἐστιν«. καὶ πρόσχες ταῖς διαφοραῖς τῶν προτάσεων, τίνα τρόπον μετὰ πάσης ἀκριβείας τῷ Ἰωάννῃ εἴρηνται, ὥστ’ ἂν θαυμάσαι τινὰ πῶς ἀλήπτως καί, ὡς ἂν εἴποιέν τινες, διαλεκτικῶς ἐξήνεγκεν αὐτάς, μὴ τὰ ὅμοια προενεγκάμενος περὶ τῶν ἐκ τοῦ διαβόλου καὶ τῶν ἐκ τοῦ θεοῦ· ὁμοίως δ’ ἂν ἐξήνεγκεν εἰ πεποιήκει, ὥσπερ τὸ »Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν«, οὕτως | »ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐστιν« ἢ ὥσπερ ἀνέγραψεν ὅτι » Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ« πεποιήκει τὸ »πᾶς ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου δικαιοσύνην οὐ ποιεῖ«.

  76. 20.15.116.1

    Μήποτε δὲ καὶ τῷ »Ἐστίν«, εἰρημένῳ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου, μὴ χρησάμενος ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, ἢ τῷ » Γεγεννημένος«, ἀναγεγραμμένῳ ἐπὶ τῶν ἐκ τοῦ θεοῦ, μὴ συγχρησάμενος ἐπὶ τῶν ἐκ τοῦ διαβόλου, πάνυ σοφώτατα ἐξέδωκεν.

  77. 20.15.117.1

    ἐπῆρεν γὰρ τὸν ἐκ τοῦ θεοῦ, τὸ » Γεγεννημένον« τάξας ἐπ’ αὐτοῦ· ὅπερ εἰ καὶ ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου εἴρητο, χεῖρον ἄν τι ἐνέφαινεν παρὰ τὸ »Ἐκ τοῦ »διαβόλου ἐστίν«.

  78. 20.15.118.1

    ἀλλὰ καὶ εἴπερ, ὡς ἐπὶ τοῦ ἐκ τοῦ διαβόλου ἔταξεν τὸ »’Ἐστίν«, πεποιήκει ἐπὶ τοῦ ἐκ τοῦ θεοῦ, ἔλαττον ἂν περὶ τὸν ἐκ τοῦ θεοῦ παρίστη, πολλῷ κρείττονος τυγχάνοντος τοῦ γεγεννῆσθαι ἐκ τοῦ θεοῦ παρὰ τὸ εἶναι ἐκ τοῦ θεοῦ. φήσει δέ τις ὅτι τινὰ τῶν κτισμάτων ἐστὶν μὲν ἐκ τοῦ θεοῦ, οὐ μὴν γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πάντως ταῦτα ἐλάττονα ἔχει τάξιν ἐν τῷ παντὶ τῶν γεγεννῆσθαι λεγομένων ἐκ τοῦ θεοῦ.

  79. 20.15.119.1

    καὶ γενόμενός γε κατὰ τὴν διαφορὰν τοῦ τε ›Ἐστὶν ἐκ τοῦ διαβόλου‹ καὶ 〈τοῦ〉 ›Γεγέννηται ἐκ τοῦ θεοῦ‹, ζητήσεις μήποτ’ ἐστίν τις ὁ καὶ γεγεννημένος ἐκ τοῦ διαβόλου, ὅστις πάντως καὶ ἔστιν ἐκ τοῦ διαβόλου, οὐ παντὸς τοῦ ὄντος ἐκ τοῦ διαβόλου γεγεννημένου· καὶ πάλιν ἔστιν τις ἐκ τοῦ θεοῦ οὐ πάντως καὶ γεγεννημένος ἐκ τοῦ θεοῦ, οὐκέτι δὴ παντὸς τοῦ ὄντος ἐκ τοῦ θεοῦ γεγεννημένου ἐκ τοῦ θεοῦ.

  80. 20.15.120.1

    χαρακτηρίζεται μέντοι ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ τῷ ἁμαρτίαν μὴ ποιεῖν, διὰ τὸ σπέρμα τοῦ θεοῦ ἐν αὐτῷ μένειν, καὶ ἀπὸ τῆς ἐκείνου δυνάμεως ἐνυπαρχούσης αὐτῷ ἐγγινομένου τοῦ μηκέτι δύνασθαι ἁμαρτάνειν.

  81. 20.15.121.1

    καὶ ἐν τοῖς τελευταίοις δὲ λέγεται τῆς ἐπιστολῆς· »Ὅτι πᾶς ὁ »γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλὰ ὁ γεγεννημένος ἐκ »τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ«.

  82. 20.15.122.1

    εἰ δὲ ὁ γεννηθεὶς »ἐκ τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται »αὐτοῦ«, ὁ μὴ τηρῶν ἑαυτόν, ἵν’ ὁ πονηρὸς αὐτοῦ μὴ ἅπτηται, οὐ γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πᾶς οὗ ἅπτεται ὁ πονηρός, οὗτος οὐ γεγέννηται ἐκ τοῦ θεοῦ· ἅπτεται δὲ ὁ πονηρὸς τῶν μὴ τηρούντων ἑαυτούς.

  83. 20.15.123.1

    ἐπεὶ δὲ τοῖς περὶ τοῦ Ἀβραὰμ οὐδενὸς γενομένου μεταξὺ διαλείμματος ἐπιφέρεται τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς »ὑμῶν«, ζητοῦμεν μήποτε διὰ τὴν τῷ Ἀβραὰμ πρώτην δεδομένην ἐντολὴν τοῦτο ἀναγέγραπται.

  84. 20.15.124.1

    ὁ πρῶτος δὲ χρηματισμὸς πρὸς αὐτὸν οὕτως ἔχει· »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ »ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἄπελθε εἰς τὴν γῆν ἥν σοι »δείξω«.

  85. 20.15.125.1

    ἐξῆλθεν οὖν Ἀβραὰμ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, ὅπερ οὐ πεποιήκασιν οἱ ἐλεγχόμενοι ἐπὶ τῷ μὴ ὑγιῶς εἰρηκέναι· »Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«.

  86. 20.15.126.1

    εἰ γὰρ τὰ τέκνα τοῦ Ἀβραὰμ ποιεῖ τὰ ἔργα τοῦ Ἀβραάμ, πρῶτον δὲ τῶν ἔργων ἐστὶν τὸ ἐξελθεῖν ἐκ τῆς γῆς ἑαυτοῦ καὶ ἐκ τῆς συγγενείας ἑαυτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ καὶ ἀπελθεῖν εἰς τὴν γῆν ἣν δείκνυσιν αὐτῷ ὁ θεός, | καὶ διὰ τοῦτο οὗτοι, πρὸς οὓς ὁ λόγος, ἐλέγχονται ὡς οὐκ ὄντες τέκνα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐκ ἐξεληλυθότες ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῶν ὀνειδίζονται ὡς ἔτι τοῦ πονηροῦ πατρὸς ὄντες καὶ ἔτι ποιοῦντες τὰ ἐκείνου τοῦ πατρὸς ἔργα.

  87. 20.15.127.1

    τούτων ἡμῖν εἰς τὸ ῥητὸν εἰρημένων σαφῶς οἶμαι ἐλέγχεσθαι τοὺς νομίζοντας ἐντεῦθεν παρίστασθαι ὅτι εἰσίν τινες ἐκ κατασκευῆς υἱοὶ τοῦ διαβόλου.

  88. 20.16.128.1

    (14) Ζητῶ μήποτε ἐλεγχθέντες ὡς οὐ τέκνα τοῦ Ἀβραὰμ πικρότερον ἀποκρίνονται οἱ λεγόμενοι πεπιστευκέναι αὐτῷ Ἰουδαῖοι, παρακεκαλυμμένως αἰνισσόμενοι ἐκ πορνείας γεγεννῆσθαι τὸν σωτῆρα, ὡς εἰκὸς τοῦτο ὑπονοοῦντες τῷ μὴ παραδέχεσθαι τὴν διαβόητον καὶ τεθρυλλημένην αὐτοῦ γένεσιν ἐκ τῆς παρθένου.

  89. 20.16.129.1

    καὶ γὰρ πάνυ μοι φαίνεται ἄλογον ταῦτα αὐτοὺς ἀπορρῖψαι τὰ ῥήματα πρὸς ἔπος· οὔτε γὰρ πρὸς τὰ πρότερα οὔτε ἀκολούθως τοῖς ἑξῆς εἰρῆσθαι δύναται, εἰ ἁπλούστερον νοηθείη τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα« τὸ εἰρημένον ὑπ’ αὐτῶν.

  90. 20.16.130.1

    ἀλλὰ καὶ ἐπεὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεὸν ὁ σωτήρ, οὐδένα ἄνθρωπον πατέρα εἶναι ἑαυτοῦ ὁμολογῶν, διὰ τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα« εἰκὸς αὐτοὺς ἐπιφέρειν πάλιν προσκρούοντας τὸ »Ἕνα πατέρα ἔχομεν, τὸν θεόν«· ὡσεὶ ἔλεγον· ›ἡμεῖς μᾶλλον ἕνα πατέρα ἔχομεν τὸν θεόν, ἤπερ σύ, ὁ φάσκων μὲν ἐκ παρθένου γεγεννῆσθαι, ἐκ πορνείας δὲ γεγεννημένος, καὶ διὰ τὸ αὐχεῖν τὸ ἐκ παρθένου γεγεννῆσθαι λέγων ἕνα πατέρα ἔχειν μόνον τὸν θεόν‹, τῶν ὁμολογούντων τὸν πατέρα θεὸν οὐκ ἀρνουμένων καὶ ἄνθρωπον πατέρα.

  91. 20.16.131.1

    ἀλλ’ ἐρεῖ τις ὅτι ταῦτα οὕτω νοούμενα οὐ δύναται εἶναι ῥήματα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων. καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι εἰρημένου ἐν τῇ ἀρχῇ τοῦ πρὸς αὐτοὺς λόγου τοῦ· »Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου »ἐστὲ καὶ γνώσεσθε τὴν ἀλήθειαν«, ὡς καὶ δυναμένων αὐτῶν μένειν ἐν τῷ Ἰησοῦ λόγῳ καὶ μὴ μένειν, οὐκ ἀδύνατον ἦν τινὰς ἐκ τῶν ἐλεγχθέντων μὴ μεμενηκέναι αὐτοῦ ἐν τῷ λόγῳ, καὶ μὴ μείναντας πικρότερον καὶ προσκρουστικῶς εἰρηκέναι τὸ »Ἡμεῖς ἐκ πορνείας οὐ »γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν«.

  92. 20.16.132.1

    δοκεῖ δέ μοι ὅτι καὶ φιλονεικότερον ἀπεκρίναντο· εἰπόντες γὰρ πρότερον τὸ »Σπέρμα »Ἀβραάμ ἐσμεν«, καὶ οἷον τοῦτο τρανότερον ὁμολογήσαντες διὰ τοῦ »Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«, ἀκούσαντες πρὸς τοῦτο τὸ » Εἰ »τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, μείζονα τοῦ Ἀβραὰμ ὁμολογοῦσιν ἑαυτῶν εἶναι τὸν πατέρα λέγοντες· »Ἕνα »πατέρα ἔχομεν τὸν θεόν«.

  93. 20.16.133.1

    τάχα δὲ διὰ τὸ τῶν ἀνθρώπων τινὰς μὲν εἶναι ἐκ τοῦ διαβόλου, ἑτέρους δὲ γεγεννῆσθαι ἐκ τοῦ θεοῦ, πάντας ἂν ὑγιῶς λέγοιμεν τοὺς μὴ γεγεννημένους | ἐκ τοῦ θεοῦ ἐκ πορνείας γεγεννῆσθαι.

  94. 20.16.134.1

    οὐ γὰρ ἐκ νύμφης, ἀλλ’ ἐκ πόρνης, τῆς ὕλης, οὓς γεννᾷ ὁ διάβολος ἢ ποιεῖ τοὺς ἐξ αὐτοῦ, οἵτινες καὶ τοῖς σωματικοῖς προσπεπονθότες καὶ προσηλωμένοι κολλῶνται τῇ πόρνῃ ὕλῃ, γινόμενοι πρὸς αὐτὴν ἓν σῶμα, τῶν ἐκ τοῦ θεοῦ γεγεννημένων ἀφισταμένων τῆς πόρνης ὕλης, καὶ κολλωμένων τῷ κυρίῳ καὶ ἑνουμένων τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ, καὶ τῇ σοφίᾳ αὐτοῦ, ἣν »ἔκτισεν ἀρχὴν »ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἵνα γένωνται πρὸς αὐτὴν ἓν πνεῦμα· Ὁ μὲν γὰρ »κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν· ὁ δὲ κολλώμενος »τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν«.

  95. 20.17.135.1

    (15) Ἐπείπερ οἱ τὰς φύσεις εἰσάγοντες χρῶνται τῷ ῥήματι τούτῳ, διηγούμενοι αὐτό, ὅτι ὡς οἰκεῖον ἂν ὑμῶν καὶ ἀδελφὸν ἐπέγνωτέ με, ἀλλὰ καὶ ὡς ἴδιον ἠγαπήσατε ἂν ἐμέ, εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἐπαπορητέον οὕτως πρὸς αὐτούς·

  96. 20.17.136.1

    ἦν ὅτε Παῦλος ἐμίσει τὸν Ἰησοῦν, ἐμίσει δὲ αὐτὸν ὅτε ἐπόρθει καὶ ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἀληθεύων γε ἔλεγεν αὐτῷ ὁ πρῶτος χρηματισμός· »Σαούλ, Σαούλ, τί με διώκεις;«

  97. 20.17.137.1

    εἰ μὲν οὖν ἀληθὲς τὸ »Εἰ ὁ θεὸς »πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ«, δῆλον ὅτι καὶ τὸ τούτῳ ἀντίστρεφον ἐστὶν ὑγιές· »εἰ μὴ ἠγαπᾶτέ με, οὐχὶ ὁ θεὸς πατὴρ ὑμῶν »ἦν«. οὐκοῦν τῶν μὴ ἀγαπώντων τὸν Ἰησοῦν οὐκ ἔστιν ὁ θεὸς πατήρ· Παῦλος δὲ ἦν ὅτε οὐκ ἠγάπα τὸν Ἰησοῦν, ἦν ἄρα καιρὸς ὅτε ὁ θεὸς Παύλου πατὴρ οὐκ ἦν.

  98. 20.17.138.1

    οὐ φύσει ἄρα Παῦλος θεοῦ υἱὸς ἦν, ἀλλ’ ὕστερον γέγονεν θεοῦ υἱός, ὅτε καὶ ὑγιῶς ἂν προσελάβομεν τὸ ἀκόλουθον τῷ ἡγουμένῳ τοῦ συνημμένου λέγοντος ὅτι ›ἀλλὰ μὴν ὁ θεός, ὦ Παῦλε, πατήρ σού ἐστιν, ἀγαπᾷς ἄρα τὸν Ἰησοῦν‹.

  99. 20.17.139.1

    ἀλλὰ καὶ πρὸ τῶν χρόνων τῆς πίστεως Παύλου ἀληθοῦς ὄντος τοῦ » Εἰ ὁ θεὸς »πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ« ὑγιῶς ἦν προσλαβεῖν οἱονεὶ λέγοντα τὸν Ἰησοῦν· ›ἀλλὰ μὴν ἐμὲ οὐκ ἀγαπᾷς, οὐκ ἄρα ὁ θεὸς πατήρ σού ἐστιν, ὦ Παῦλε‹.

  100. 20.17.140.1

    πότε δὲ ὁ θεὸς πατὴρ γίνεταί τινος ἢ ὅταν τηρήσῃ τις τὰς ἐντολάς, δι’ ἃς οὐ πρότερον ὤν τις υἱὸς τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός, ὅτε καὶ ὁ πατὴρ εἰς ἀναγέννησιν ἄγων τοῦτον, ὃς υἱὸς αὐτοῦ γίνεται, χρηματίζει τοιούτου πατήρ.

← Previous · Next → — showing 201300 of 1,232

First Thousand Years of Greek. CTS URN tlg2042.tlg079.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.