Ancient Texts

← Library

Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,232 sections

  1. 19.16.101.1

    καὶ πρέπον γε ἐπὶ τῆς Ἰησοῦ ψυχῆς οὕτω λέγειν τὸν θάνατον γεγονέναι, καὶ αὐτὸν παραστῆσαι βουλόμενον τοῖς μαθηταῖς τὸ ἐξαίρετον τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εἰρηκέναι τὸ »Οὐδεὶς »αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ«· τοῦτο γὰρ οὔτ’ ἂν Μωϋσῆς, οὔτε τῶν Πατριαρχῶν τις ἢ προφητῶν, οὔτ’ ἂν τῶν ἀποστόλων τις εἶπεν 〈πλὴν〉 τοῦ Ἰησοῦ, ἐπεὶ πάντων αἱ ψυχαὶ ἀνθρώπων αἴρονται ἀπ’ αὐτῶν.

  2. 19.16.102.1

    τούτου δὲ νοηθέντος δύναται σαφὲς εἶναι τὸ ἐν πζ’ ψαλμῷ τοῦτον εἰρημένον τὸν τρόπον ἐκ προσώπου τοῦ σωτῆρος· »Ἐν νεκροῖς ἐλεύθερος«. ἐπιστήσας ἐκ τῶν εὐαγγελίων τοῖς γεγραμμένοις περὶ τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εὑρήσεις μὴ ἀπάδουσαν τὴν περὶ τῆς ἐξόδου αὐτοῦ ἐκδοχὴν τῶν ἀναγεγραμμένων· εἰ μὲν γὰρ ὡς οἱ συσταυρωθέντες αὐτῷ λῃσταί, τῶν στρατιωτῶν κατεαξάντων τὰ σκέλη τῶν πεπονθότων, ἐτεθνήκει, οὐκ ἂν ἐλέγομεν ὅτι ἔθηκεν τὴν ψυχὴν αὐτοῦ ἀφ’ ἑαυτοῦ, ἀλλά τινι ὁδῷ τῶν ἀποθνησκόντων.

  3. 19.16.103.1

    νυνὶ δὲ »ὁ Ἰησοῦς κράξας »φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα«, καὶ ὡς βασιλέως καταλιπόντος τὸ σῶμα καὶ ἐνεργήσαντος μετὰ δυνάμεως καὶ ἐξουσίας ἄπερ ἔκρινεν εὔλογον εἶναι ποιεῖν, εὐθέως »τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη »ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ »τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων »ἠγέρθησαν, καὶ ἐξελθόντες ἀπὸ τῶν μνημείων μετὰ τὴν ἔγερσιν »αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς«· ὡς τὸν ἑκατόνταρχον καὶ τοὺς μετ’ αὐτοῦ τηροῦντας τὸν Ἰησοῦν, ἰδόντας τὸν σεισμὸν καὶ τὰ γενόμενα, φοβηθῆναι σφόδρα, λέγοντας· Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.

  4. 19.17.104.1

    Τάχα οὖν ἐν ταῖς περὶ Χριστοῦ παραδόσεσιν ἦν, ὥσπερ τὸ γεγεννῆσθαι αὐτὸν ἐν Βηθλεὲμ καὶ τὸ ἐκ φυλῆς Ἰούδα ἀναστήσεσθαι κατὰ τὰς ὑγιεῖς ἐκδοχὰς τῶν προφητικῶν λόγων, οὕτω καὶ περὶ τοῦ θανάτου αὐτοῦ, ὡς ἑαυτὸν ᾧ εἴπομεν τρόπῳ ἀπαλλάξοντος τοῦ βίου· καὶ εἰκὸς ὅτι ᾔδεισαν τὸν οὕτως ἐξελευσόμενον ἀπελεύσεσθαι εἰς χώραν ἔνθα οὐκ ἡδύναντο γενέσθαι οὐδ’ οἱ ταῦτα νοοῦντες, ὥστε μὴ κατὰ τὸ ἁπλούστερον αὐτοὺς εἰρηκέναι ἀλλὰ κατά τινα περὶ Χριστοῦ παράδοσιν τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« καὶ εἰ λέγουσιν δὲ ταῦτα οἱ Ἰουδαῖοι, διστακτικῶς αὐτά φασι· τὸ γὰρ »Μήτι ἀποκτενεῖ »ἑαυτόν;« τοιοῦτόν ἐστιν.

  5. 19.17.105.1

    καὶ οὐ θαυμαστὸν ἀμφιβάλλειν αὐτοὺς περὶ Χριστοῦ, ὅτε γε καὶ ἐν τοῖς ἀνωτέρω οἱ ἐκ τοῦ ὄχλου ἀκού σαντες τῶν λόγων τοῦ Ἰησοῦ ἔλεγον· »Οὗτός | ἐστιν ἀληθῶς ὁ »προφήτης· ἄλλοι δὲ ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον· Μὴ »γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; οὐχ ἡ γραφὴ εἶπεν ὅτι »ἐκ τοῦ σπέρματος Δαβὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν »Λαβίδ, ἔρχεται ὁ χριστός;« ὅτε καὶ »σχίσμα γεγένηται ἐν τῷ ὄχλῳ δι’ »αὐτόν«.

  6. 19.17.106.1

    ἀλλὰ καὶ μετ’ ὀλίγα ἐκείνων γέγραπται ὅτι »Ἀπεκρίθησαν »οἱ ὑπηρέται· Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος«· ὡς καὶ τοὺς Φαρισαίους εἰρηκέναι τοῖς θαυμάζουσιν τὸν λόγον αὐτοῦ· »Μὴ καὶ »ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ »ἐκ τῶν Φαρισαίων; ἀλλ’ ἢ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν »νόμον ἐπάρατοί εἰσιν;«

  7. 19.17.107.1

    ὅτε καὶ Νικοδήμου εἰρηκότος· »Μὴ ὁ νόμος »ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ »γνῷ τί ποιεῖ; ἀπεκρίθησαν· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἷ; »ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐξέρχεται οὐδὲ »ἐγείρεται«.

  8. 19.17.108.1

    πῶς δὲ ἐδύναντο ἁπλούστερον νοεῖν αὐτὸν ἑαυτὸν ἀναιρήσειν οἱ ἀκούσαντες αὐτοῦ λέγοντος· »Ἐγώ εἰμι τὸ φῶς τοῦ »κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ »ἓξει τὸ φῶς τῆς ζωῆς«; πρὸς ὃν οἱ Φαρισαῖοι εἰρήκασιν ὅτι »Σὺ »περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής«· οἷς ἀπεκρίνατο ὁ Ἰησοῦς λέγων· »Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, † ἡ »μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.

  9. 19.17.109.1

    »ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω »δε ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ »καὶ ὁ πέμψας με πατήρ. καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται »ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· ἐγώ εἰμι ὁ μαρτυρῶν »περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«.

  10. 19.18.110.1

    Τί δὲ πιθανὸν πρὸς τὸ ἀποκτενεῖν ἑαυτὸν μετὰ τοὺς μεγαλοφυέστερον εἰρημένους τοῦτον τὸν τρόπον λόγους· »Οὔτε ἐμὲ »οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν »ᾔδειτε«;

  11. 19.18.111.1

    εἰκὸς γὰρ ὅτι τούτοις ὁμοίως ἐξεδέχοντο καὶ τὸ »Ἐγὼ »ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· πρὸς ὃν καὶ ἀπεκρίναντο οἱ Ἰουδαῖοι· »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω »ὐμεῖς οὐ δύνασθε ἐλθεῖν;« πάνυ δὲ καὶ ἐμφαίνεται ἡ ἐξουσία τοῦ αὐτεξουσίως αὐτὸν ἀποθνήσκειν καταλιπόντα τὸ σῶμα καὶ ἐν τῷ· »Ἐγὼ ὑπάγω«.

  12. 19.18.112.1

    καὶ τάχα διὰ τὸ »Ἐγὼ ὑπάγω« τὸ ἐπιφερόμενον γίνεται τὸ »Καὶ ζητήσετέ με«. εἰκὸς γὰρ καὶ τοὺς παρατυχόντας οὕτως αὐτῷ ἀπαλλασσομένῳ τοῦ βίου ζητεῖν αὐτόν· διὰ δὲ τὸ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν αὐτοὺς μηδὲ μετὰ πάντα ταῦτα δυσωπηθέντας πρὸς τὸ μὴ διστακτικῶς εἰπεῖν περὶ αὐτοῦ· »Μήτι »ἀποκτενεῖ ἑαυτόν;« ὅπου ἄπεισιν μὴ δύνασθαι αὐτοὺς ἀπελθεῖν.

  13. 19.18.113.1

    οἶμαι δ’ ὅτι κακοηθέστερον ὀνομάζοντες τὸ κατὰ τὴν παράδοσιν περὶ τοῦ θανάτου τοῦ χριστοῦ εἰς αὐτοὺς ἐληλυθός. καὶ μὴ δοξάζοντες τὸν οὕτως ἀπαλλαττόμενον τοῦ βίου εἰρήκασιν τὸ »Μήτι »ἀποκτενεῖ ἑαυτόν;«

  14. 19.18.114.1

    ἐνῆν γὰρ διστακ|τικῶς μὲν εἰπεῖν, μετ’ ἐμφάσεως δὲ τῆς παρὰ τῷ θανάτῳ δόξης αὐτοῦ, καὶ οἱονεὶ οὕτως εἰπεῖν· μήτι ἡ ψυχὴ αὐτοῦ, ὅτε αὐτὸς βούλεται, ἐξελεύσεται καταλειφθέντος τοῦ σώματος, καὶ διὰ τοῦτό φησι τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν«.

  15. 19.18.115.1

    ἅμα δὲ καὶ παρατηρήσεις διὰ τὰ εἰρημένα ἡμῖν περὶ τοῦ πῶς τὸν βίον ἐξελήλυθεν τὸ »Καὶ ἀναβαίνων εἰς »Ἱεροσόλυμα ὁ Ἰησοῦς παρέλαβεν τοὺς δώδεκα κατ’ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ »εἶπεν αὐτοῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ »ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ »κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδοθήσεται τοῖς ἔθνεσιν εἰς »τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ »έγερθήσεται«.

  16. 19.18.116.1

    ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ »Ἀπὸ τότε ἤρξατο »δεικνύειν τοῖς μαθηταῖς ἑαυτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾ Ιεροσόλυμα ἀνελθεῖν »καὶ πολλὰ παθεῖν ἀπὸ τῶν ἀρχιερέων καὶ Φαρισαίων καὶ »γραμματέων καὶ ἀποκτανθῆναι« καὶ τὸ »Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου »παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται«, ἐρεῖς ὅτι ἀπέκτειναν αὐτὸν οἱ λέγοντες πάντες· »Σταύρου, σταύρου αὐτόν«· καὶ οἱ γενόμενοι ἔνοχοι τοῦ θανάτου αὐτοῦ, εἰ καὶ προλαβὼν τοὺς στρατιώτας ἐρχομένους ἐπὶ 〈τὸ〉 πλῆξαι τὰ σκέλη, κράξας φωνῇ μεγάλῃ ἐξέπνευσεν.

  17. 19.19.117.1

    Παραθήσεις δὲ εἰς τοῦτο τὸ »Πᾶς ὁ εὑρίσκων με »ἀποκτενεῖ με« καὶ τὸ »Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα »παραλύσει«. πῶς γὰρ »πᾶς ὁ εὑρίσκων τὸν Κάϊν ἀποκτενεῖ αὐτόν«, ἑνὸς ἀποκτείναντος ἂν αὐτὸν τοῦ προειληφότος; ἢ πῶς »πᾶς ὁ »ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει« οὐκ ἂν πολλῶν ἀποκτεινάντων αὐτόν; ὡς γὰρ περὶ πλήθους εἴρηται τὸ ›Πᾶς‹.

  18. 19.19.118.1

    τάχα δὲ καὶ ὁ μὲν Πέτρος ἀνθρωπικώτερον ἐκλαβὼν τὰ εἰρημένα ὑπὸ τοῦ σωτῆρος φησίν· »Ἵλεώς σοι κύριε· οὐ μὴ ἔσται σοι τοῦτο«· ὁ δὲ σωτὴρ ἐπιτιμῶν αὐτῷ ὡς μὴ καλῶς ἐξειληφότι τὸ εἰρημένον φησίν· »Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ »τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«.

  19. 19.19.119.1

    ἀλλὰ καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον »Ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν θυσίαν τῷ θεῷ« ὅρα εἰ μὴ τοιοῦτόν ἐστιν.

  20. 19.19.120.1

    οὕτως γοῦν μόνως δυνήσει σῶσαι τὸν εἰς τὸν αἰῶνα ἀρχιερέα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, προσφερόμενον θυσίαν τῷ θεῷ οὐχ ὑπὸ ἀσεβῶν ἀλλ’ ὑπὸ ἀρχιερέως εὐσεβοῦς.

  21. 19.19.121.1

    ταῦτα μὲν οὖν ἡμεῖς κατὰ δύναμιν βασανίζοντες τὸ βούλημα τῶν λεγόντων τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν;« μετὰ τὸ ἀκηκοέναι τηλικούτων τῶν προειρημένων ὑπὸ τοῦ Ἰησοῦ λόγων ἐκδεδώκαμεν.

  22. 19.19.122.1

    Εἰκὸς δέ τινας προσκόπτοντας ὡς βεβιασμένῃ τῇ ἑρμηνείᾳ οἴεσθαι ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν;« ὡς τοῦ μὲν Ἰησοῦ ἀποκτενοῦντος ἑαυτὸν καὶ ἐσομένου ἐν χώρᾳ τῶν ἑαυτοὺς διαχειρισαμένων καὶ κολασθησομένων | ἐπὶ τούτῳ, τῶν δὲ Ἰουδαίων παρὰ τοῦτο οὐ δυναμένων ἐκεῖ γενέσθαι, παρὰ τὸ μὴ τῷ αὐτῷ ἐνόχους αὐτοὺς γίνεσθαι περὶ ἑαυτῶν ἁμαρτήματι.

  23. 19.19.123.1

    ἀλλὰ καὶ αὐτοὶ ἐπιστησάτωσαν, εἰ δύνανται οἱ Ἰουδαῖοι ὑπονενοηκέναι τὸν Ἰησοῦν ταῦτα εἰρηκέναι, ἑαυτὸν καταδικάζοντα ὡς ἀπελευσόμενον εἰς τόπον κολάσεως, ἔνθα οὐκ ἐδύναντο γενέσθαι, ὅσον ἐπὶ τῇ ἐκδοχῇ ταύτῃ, οἱονεὶ κρείττονες αὐτοῦ· ἢ ἀκόλουθον ἔσται λέγειν ὅτι εἴπερ τοῦτο νοῶν ἔφασκεν ὁ Ἰησοῦς καὶ βουλόμενος ἑαυτὸν ἀποκτεῖναι, κρεῖττον ἐνόμιζεν τὸ ἑαυτὸν ἀναιρεῖν τοῦ μὴ τοῦτο ποιεῖν.

  24. 19.19.124.1

    Καὶ ὁ Ἡρακλέων μέντοι γε ὡς ἁπλούστερον εἰρημένου τοῦ »Μή τι ἀποκτενεῖ ἑαυτόν;« φησὶν ὅτι πονηρῶς διαλογιζόμενοι οἱ Ἰουδαῖοι ταῦτα ἔλεγον καὶ μείζονας ἑαυτοὺς ἀποφαινόμενοι τοῦ σωτῆρος καὶ ὑπολαμβάνοντες ὅτι αὐτοὶ μὲν ἀπελεύσονται πρὸς τὸν θεὸν εἰς ἀνάπαυσιν αἰώνιον, ὁ δὲ σωτὴρ εἰς φθορὰν καὶ εἰς θάνατον ἑαυτὸν διαχειρισάμενος, ὅπου ἑαυτοὺς οὐκ ἐλογίζοντο ἀπελθεῖν.

  25. 19.19.125.1

    καὶ αὐταῖς λέξεσίν φησιν ὅτι Ὤιοντο λέγειν τὸν σωτῆρα οἱ Ἰουδαῖοι ὅτι ἐγὼ ἐμαυτὸν διαχειρισάμενος εἰς φθορὰν μέλλω πορεύεσθαι, ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. οὐκ οἶδα δὲ πῶς κατὰ τὸν εἰπόντα· »Ἐγώ εἶμι τὸ φῶς »τοῦ κόσμου« καὶ τὰ ἑξῆς, ἦν λέγειν ὅτι ἐγὼ ἐμαυτὸν διαχειρισάμενος εἰς φθορὰν μέλλω πορεύεσθαι.

  26. 19.19.126.1

    ἐὰν δέ τις λέγῃ μὴ τὸν σωτῆρα ταῦτα εἰρηκέναι, τοὺς δὲ Ἰουδαίους αὐτὸ ὑπονενοηκέναι. δῆλον ὅτι ἐρεῖ τοὺς Ἰουδαίους πεφρονηκέναι περὶ αὐτοῦ ὅτι * * φθείρονται οἱ ἑαυτοὺς διαχειρισάμενοι καὶ οὐδὲν ἧττον ἐποίει ταῦτα πιστεύων φθαρήσεσθαι καὶ κολασθήσεσθαι· ὅπερ ἦν κατ〈ὰ πάντα〉 ἠλίθιον.

  27. 19.20.127.1

    (5) Καὶ ἐν τοῖς ἀνωτέρω ἔλεγεν τὸ »Ὁ ὢν ἐκ τῆς γῆς ἐκ »τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος † »† ἐπάνω πάντων ἐστίν· ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ«. εἰ τοίνυν »ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ« καὶ »ὁ ἐκ τοῦ οὐρανοῦ »ἐρχόμενος ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ«, ζητήσεις [τοίνυν] πότερόν ποτε ταὐτόν ἐστιν τὸ »ἐκ τῆς γῆς εἶναι« τῷ »ἐκ τῶν κάτω »εἶναι« ἢ ἕτερον.

  28. 19.20.128.1

    ἅμα δὲ παρατηρήσεις ὅτι κἀκεῖ οὐκ εἶπεν· Ὁ ὢν ἐκ τοῦ οὐρανοῦ ἐκ τοῦ οὐρανοῦ ἐστιν καὶ ἐκ τοῦ οὐρανοῦ λαλεῖ· τάχα γὰρ ὁ σωτὴρ οὐκ ἐκ τοῦ οὐρανοῦ ἦν, μάλιστα καθ’ ὃ πρωτότοκος πάσης κτίσεως ἦν. † τὸ γὰρ »Ἐκ τοῦ οὐρανοῦ« ὁ δεύτερος ἄνθρωπος ἦν ἐξ οὐρανοῦ, ὡς καὶ ὁ Παῦλός πού φησιν· »Ὁ πρῶτος »ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ«.

  29. 19.20.129.1

    καὶ ἐνθάδε δὲ ἐπιστήσεις πότερόν ποτε ταὐτὸ λέγει ἐν τῷ »Ὑμεῖς ἐκ τῶν »κάτω ἐστέ« καὶ »Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ« ἢ ἕτερόν ἐστιν τὸ εἶναι ἐκ τῆς γῆς παρὰ τὸ εἶναι ἐκ τοῦ κόσμου τούτου. τὸ δ’ ὅμοιον ζητήσεις καὶ ἐν τῷ »Ἐγὼ ἐκ τῶν ἄνω εἰμί« καὶ »Ἐγὼ οὐκ »εἰμὶ ἐκ τοῦ κόσμου τούτου«. | ἄξιον γὰρ ἰδεῖν τί τὸ ἐκ τῶν ἄνω εἶναι καὶ τί τὸ μὴ ἐκ τοῦ κόσμου τούτου εἶναι.

  30. 19.20.130.1

    ὅρα τοίνυν εἰ μὴ ὁ τὴν ἀπὸ ὕλης γένεσιν καὶ σωμάτων ἀνειληφὼς τῷ καταλελοιπέναι τὰ κρείττονα ἐκ τῆς γῆς ἐστιν· ὅστις ὅσον ἐστὶν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ, ὑψηλότερόν τι μὴ δυνάμενος βλέπειν ἢ λέγειν· ὁ δ’ αὐτὸς καὶ ἐκ τῶν κάτω ἐστίν.

  31. 19.20.131.1

    ἄλλη μέντοι γε ἡ ἐπίνοια ἡ ἐκ τῶν κάτω καὶ τῆς γῆς. κάτω γὰρ ὥσπερ τόπῳ τινὶ νοεῖται οὕτως καὶ δόγμασιν καὶ διανοίᾳ· καὶ πᾶς γε ὁ τοιούτοις δόγμασιν καὶ διανοίᾳ χρώμενος, ἅτινά ἐστιν ἐκ τῶν κάτω, ἐκ τῶν κάτω ἐστίν.

  32. 19.20.132.1

    ἀλλὰ καὶ ὁ δεικνύμενος κόσμος, ὑλικὸς γενόμενος, διὰ τοὺς δεηθέντας τῆς ἐνύλου ζωῆς τόπους μὲν ἔχει διαφόρους, οἵτινες πάντες ὡς μὲν πρὸς τὰ ἄϋλα καὶ τὰ ἀόρατα καὶ τὰ ἀσώματα κάτω εἰσίν, οὐ τοσοῦτον τόπῳ ὅσον τῇ πρὸς τὰ ἀόρατα συγκρίσει.

  33. 19.20.133.1

    ὅσον δὲ ἐπὶ τῷ κόσμου ⟨τόπους〉 τόποις κόσμου συνεξετάζεσθαι, εἶεν ἄν τινες τόποι οἱ κάτῳ καὶ ἄλλοι ἄνω· τά μὲν γὰρ περίγεια κάτω ἐστίν, τὰ δὲ οὐράνια ἄνω, ὡς κατὰ τοῦτο τὸν μὲν ἐκ τῶν κάτω πάντως εἶναι ἐκ τοῦ κόσμου τούτου, τὸν δὲ ἐκ τοῦ κόσμου τούτου μὴ πάντως εἶναι ἐκ τῶν κάτω.

  34. 19.20.134.1

    ὁ γὰρ πολίτης τῶν οὐρανίων ὅρα εἰ ἔστιν μέν πως ἐκ τοῦ κόσμου τούτου, οὐ μὴν ἐκ τῶν τοπικῶς κάτω. πλὴν καὶ αὐτὸς ὡς πρὸς σύγκρισιν τῶν νοητῶν ἐκ τῶν κάτω· καὶ γὰρ πᾶς ὁ τῶν βλεπομένων πολίτης καὶ παρερχο μένων καὶ προσκαίρων ἐκ τῶν κάτω ἐστίν, κἂν ἐν συγκρίσει τόπων ἐκ τῶν ἀνωτάτω τυγχάνῃ.

  35. 19.20.135.1

    ἔξεστιν μέντοι γε τὸν ἐκ τῶν κάτω καὶ ἐκ τοῦ κόσμου τούτου καὶ ἐκ τῆς γῆς μεταβαλεῖν καὶ γενέσθαι ἐκ τῶν ἄνω καὶ μηκέτι ἐκ τοῦ κόσμου τούτου, καὶ ἄλλον ἐκ μὲν τοῦ κόσμου τούτου, ἐκ τοῦ οὐρανοῦ δέ.

  36. 19.20.136.1

    φησὶ γοῦν τοῖς μαθηταῖς· ›Ἐκ τοῦ κόσμου ἦτε, κἀγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, καὶ οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου‹· εἴπερ γὰρ ἦλθεν ὁ σωτὴρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἦλθεν τοὺς κάτω καὶ πολιτογραφηθέντας ἐν τοῖς κάτω μεταστῆσαι ἐπὶ τὰ ἄνω.

  37. 19.20.137.1

    καὶ γὰρ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ καταβὰς αὐτός ἐστιν διὰ τοὺς ἐν τοῖς κατωτάτω τῆς γῆς· ἀλλὰ καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁδοποιῶν τοῖς βουλομένοις καὶ γνησίως αὐτῷ μαθητευομένοις τὴν φέρουσαν ὁδὸν ἐπὶ τὰ ὑπεράνω πάντων τῶν οὐρανῶν, τοῦτ’ ἔστιν ἐπὶ τὰ ἔξω σωμάτων.

  38. 19.21.138.1

    Εἰ δὲ καὶ ποθεῖς μαθεῖν ἀπὸ τῆς γαρφῆς τίς ἐστιν ὁ ἐκ τῶν κάτω καὶ τίς ἐστιν ὁ ἐκ τῶν ἄνω, ἄκουε· ἐπεὶ ὅπου ὁ θησαυρὸς ἑκάστου ἐκεῖ καὶ ἡ καρδία ἐστίν, ἐάν τις θησαυρίζῃ ἐπὶ τῆς γῆς, ἐξ αὐτοῦ τοῦ θησαυρίζειν ἐπὶ τῆς γῆς ἐκ τῶν κάτω γίνεται, ἐὰν δέ τις θησαυρίζῃ ἐν τοῖς οὐρανοῖς, γεννᾶται ἄνωθεν καὶ ἀναλαμβάνει »τὴν »εἰκόνα τοῦ ἐπουρανίου·« ἀλλὰ καὶ ἄλλως διελθὼν πάντας τοὺς οὐρανοὺς ἐν τέλει εὑρίσκεται μακαριωτάτῳ.

  39. 19.21.139.1

    εἴη δ’ ἂν καὶ τὰ ἑκάστου ἔργα † οἷον εἶπα, ὥστε εἰπεῖν ἂν τὰ ἔργα τῆς σαρκὸς ποιεῖν τὸν ἐκ ⟨τῶν⟩ κάτω, τὸν δὲ καρπὸν τοῦ πνεύματος τὸν ἐκ τῶν ἄνω, καὶ πάλιν τὴν πρὸς τὸν κόσμον | τοῦτον ἀγάπην τὸν ἐκ τοῦ κόσμου τούτου· ἐπεί, κατὰ τὸν Ιωάννην, ὁ ἔχων τὴν ἀγάπην τοῦ θεοῦ, * * ἐκεῖνος δὲ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, ὃς οὐκ ἀγαπᾷ τὸν κόσμον οὐδὲ τὰ ἐν τῷ κόσμῳ, ἀλλὰ λέγων »Ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, »εῖ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ »κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ«, καὶ χωρῶν τὸ ἀγαπᾶν κύριον τὸν θεὸν αὐτοῦ ἐξ ὅλης τῆς καρδίας αὐτοῦ καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, τῷ μὴ θλίβεσθαι τὴν τοιαύτην ἀγάπην ὑπὸ τῆς πρὸς τὸν κόσμον ἀγάπης καὶ τὰ ἐν τῷ κόσμῳ· ἀμήχανον γὰρ συνυπάρχειν τὴν πρὸς τὸν κόσμον ἀγάπην τῇ πρὸς τὸν θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς καὶ σκότος, ἢ Χριστὸν καὶ τὸν Βελίαρ, ἢ τὸ ναὸν εἶναι τοῦ θεοῦ μετὰ τοῦ ναὸν τυγχάνειν εἰδώλων.

  40. 19.21.140.1

    ὡς διαφορᾶς μέντοι γε οὔσης τῶν κάτω πρὸς ἄλληλα, λέγεται ὑπερθετικῶς τὸ »Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ« καὶ τὸ »Εἰς τὰ κατώτατα τῆς γῆς ὁ καταβάς, οὗτός ἐστι καὶ ὁ »ἀναβάς«. διόπερ ἐνώπιον τοῦ χριστοῦ προπεσοῦνται μὲν πάντες οἱ καταβαίνοντες εἰς τὰ κατώτερα μέρη τῆς γῆς, εἰς ᾃδου, ἐπεὶ ἀληθὲς τὸ »Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ »ᾃδῃ τίς ἐξομολογήσεταί σοι;«

  41. 19.21.141.1

    ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ καταβαίνειν αὐτὸν εἰς τὰ κατώτερα τῆς γῆς, ἐπιτηρήσεις ὅτι ἐπὶ τῶν καταβαινόντων εἰς γῆν εἴρηται τὸ »Προπεσοῦνται«· ὑποπιπτόντων γὰρ τῷ χριστῷ ⟨πάντων καὶ⟩ γόνυ καμπτόντων ἐν τῷ ὀνόματι Ἰησοῦ, τινὲς μὲν πρότερον τινὲς δὲ ὕστερον προπεσοῦνται αὐτῷ.

  42. 19.21.142.1

    καὶ τάχα οἱ ἐπὶ γῆς προπεσοῦνται καὶ πρὸ ἑτέρων ὑποτάσσονται· χειρόνων γὰρ τὸ ὕστερον ὑποτάσσεσθαι, διὸ καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται ὁ »θάνατος«.

  43. 19.22.143.1

    Μετὰ ταῦτα ζητήσεις εἰ ὥσπερ ἐστὶν τῶν κάτω διαφορὰ διὰ τὸ λέγεσθαί τι κατωτάτω, οὕτως καὶ τῶν ἄνω διαφορά, μάλιστα ἐπεὶ κληρονομία ἐστὶν βασιλείας οὐρανῶν, πάντων ⟨τῶν⟩ κληρονομουμένων οὐρανῶν ὄντων ἄνω, ἀλλ’ οὐχ ὁμοίως ἐχόντων τὸ εἶναι ἄνω.

  44. 19.22.144.1

    ἀλλὰ καὶ ἐπὶ τῆς νοητῆς καταβάσεως τῆς ψυχῆς διὰ τὴν κα κίαν καὶ τὰ μοχθηρὰ δόγματα καὶ νοητῆς ἀναβάσεως αὐτῆς ἐπιστήσας οὐχ ἁπλῶς εὑρήσεις διαφοράν· ἐπιπλεῖον ⟨οὖν⟩ νοητῶς † καταβαινουσῶν νοήσεις.

  45. 19.22.145.1

    ἅμα δὲ ὅρα εἰ μὴ μυστικώτερον καὶ οὐ τοπικῶς περὶ τῆς Ἰησοῦ ψυχῆς ἀκούσει τὸ· »Ἀναβὰς ὑπεράνω πάντων τῶν »οὐρανῶν«· ἡ γὰρ νοητὴ ἀνάβασις ἐκείνης τῆς ψυχῆς ὑπερπεπήδηκεν καὶ πάντας τοὺς οὐρανοὺς καί, ὡς ἔστιν εἰπεῖν, ἤδη ἔφθασεν πρὸς αὐτὸν τὸν θεόν.

  46. 19.22.146.1

    πλήν ἐστίν τις καὶ ἕτερος παρὰ τὸν δεικνύμενον καὶ αἰσθητὸν κόσμον τὸν συνεστῶτα ἐξ οὐρανοῦ καὶ γῆς ἢ οὐρανῶν καὶ γῆς κόσμος, ἐν ᾧ ἐστιν τὰ μὴ βλεπόμενα· καὶ ὅλον τοῦτο κόσμος ἀόρατος, κόσμος οὐ βλεπόμενος, καὶ νοητὸς κόσμος, οὗ τῇ θέᾳ καὶ τῷ κάλλει ἐνόψονται οἱ καθαροὶ τῇ καρδίᾳ, προευτρεπιζόμενοι διὰ τοῦ ἐνορᾶν αὐτῷ ἐπὶ τὸ μετελθεῖν, ὥστ’ ἂν καὶ αὐτὸν ὁρᾶν, ὡς ὁρᾶσθαι πέφυκεν ὁ θεός, τὸν θεόν. |

  47. 19.22.147.1

    Ζητήσεις δὲ εἰ κατά τι τῶν σημαινομένων δύναται ὁ πρωτός τόκος πάσης κτίσεως εἶναι κόσμος, καὶ μάλιστα καθ’ ὃ »σοφία« ἐστὶν ἡ πολυποίκιλος· τῷ γὰρ εἶναι παντὸς οὑτινοσοῦν τοὺς λόγους, καθ’ οὓς γεγένηται πάντα τὰ ὑπὸ τοῦ θεοῦ ἐν σοφίᾳ πεποιημένα (ὥς φησιν ὁ προφήτης· »Πάντα ἐν σοφίᾳ ἐποίησας«), ἐν αὐτῷ, εἴη ἂν καὶ αὐτὸς »κόσμος«, τοσούτῳ ποικιλώτερος τοῦ αἰσθητοῦ κόσμου καὶ διαφέρων, ὅσῳ διαφέρει γυμνὸς πάσης ὕλης τοῦ ὅλου κόσμου λόγος τοῦ ἐνύλου κόσμου, οὐκ ἀπὸ τῆς ὕλης ἀλλὰ ἀπὸ τῆς μετοχῆς τοῦ λόγου καὶ τῆς σοφίας τῶν κοσμούντων τὴν ὕλην κεκοσμημένων.

  48. 19.22.148.1

    καὶ ὅρα εἰ δύναται ὁ λέγων· »Οὐκ εἰμὶ ἐγὼ ἐκ τοῦ κόσμου τούτου« ἡ ψυχὴ εἶναι τοῦ Ἰησοῦ ἐμπολιτευομένη τῷ ὅλῳ κόσμῳ ἐκείνῳ καὶ πάντα αὐτὸν ἐμπεριερχομένη καὶ χειραγωγοῦσα ἐπ’ αὐτὸν τοὺς μαθητευομένους.

  49. 19.22.149.1

    οὐδὲν ἔχει ἐκεῖνος ὁ κόσμος κάτω, ὡς οὐδὲ οὗτος, ὡς πρὸς τὸ ἀκριβὲς ἐξετάζοντι, ἄνω. πῶς γὰρ δύναται ἔχειν τι ὁ κόσμος οὗτος ἄνω, οὗ ἡ κτίσις καταβολή ἐστιν; οὐ γὰρ ὡς ἔτυχεν ἀκουστέον τοῦ »Πρὸ καταβολῆς κόσμου«, ἐπίτηδες διὰ τοιαύτην ἐπίνοιαν πλασάντων ὄνομα τῶν ἁγίων τὸ τῆς καταβολῆς· καίτοι γε ἐδύναντο λέγειν »πρὸ κτίσεως κόσμου« καὶ μὴ χρήσασθαι τῷ τῆς »καταβολῆς« ὀνόματι.

  50. 19.22.150.1

    ὅλος οὖν ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ ἐν καταβολῇ ἐστιν· ἔξω δὲ καταβολῆς κόσμου παντὸς γίνονται οἱ τοῦ Ἰησοῦ γνήσιοι μαθηταί, οὓς ἐξελέξατο ἐκ τοῦ κόσμου, ἵνα μηκέτι ὦσιν ἐκ τοῦ κόσμου αἴροντες τὸν σταυρὸν ἑαυτῶν καὶ ἀκολουθοῦντες αὐτῷ.

  51. 19.23.151.1

    (6) Πότε εἶπεν αὐτοῖς· »Ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις »ὑμῶν«, ἢ ὅτε ἔφασκεν· »Ζητήσετέ με, καὶ ἐν ταῖς ἁμαρτίαις ὑμῶν »ἀποθανεῖσθε«; τί δὲ τὸ αἴτιον τοῦ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν ἀνθρώπους, ἢ τὸ μὴ »πιστεύειν ὅτι Ἰησοῦς ἐστιν ὁ »χριστός«; αὐτὸς γάρ φησιν· »Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, »ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν«.

  52. 19.23.152.1

    εἰ δὲ ὁ μὴ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις ἑαυτοῦ, δῆλον ὅτι ὁ μὴ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις αὐτοῦ πεπίστευκεν τῷ χριστῷ, ὁ δὲ ἀποθνήσκων ἐν ταῖς ἁμαρτίαις ἑαυτοῦ, κἂν λέγῃ πιστεύειν τῷ χριστῷ, ὡς πρὸς τὸ ἀληθὲς οὐ πεπίστευκεν αὐτῷ· ἐὰν δὲ λέγηται μὲν πίστις, χωρὶς δὲ ἔργων τυγχάνῃ, νεκρά ἐστιν ἡ τοιαύτη, ὡς ἐν τῇ φερομένῃ Ἰακώβου ἐπιστολῇ ἀνέγνωμεν.

  53. 19.23.153.1

    τίς οὖν ἄρα ἐστὶν ὁ πιστεύων ἢ ὁ πεπονθὼς ἐκ τοῦ διακεῖσθαι κατὰ τὸν λόγον καὶ συμπεφυκέναι αὐτῷ τὸ μὴ ἐμπεσεῖσθαι ἄν, ὅσον μὲν ἐπὶ τούτοις τοῖς ῥητοῖς, εἰς τὰ λεγόμενα πρὸς θάνατον εἶναι ἁμαρτήματα,

  54. 19.23.154.1

    ὅσον δὲ ἐπὶ | τῷ »Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἐκ τοῦ »θεοῦ γεγέννηται«, οὐχ ἁμαρτάνειν καὶ πρὸς ὅ τι δηποτοῦν τῶν παρὰ τὸν ὀρθὸν γινομένων λόγον; ἔτι δὲ μᾶλλον νοήσεις τί ἐστιν »Ἐὰν γὰρ μὴ πιστεύητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς »ἁμαρτίαις ὑμῶν«, ἅ ἐστιν ὁ πρωτότοκος πάσης κτίσεως ἀναλογιζόμενος.

  55. 19.23.155.1

    οἷον ὁ πιστεύων τί ἐστιν ἡ δικαιοσύνη οὐκ ἂν ἀδικήσαι, καὶ 〈ὁ〉 διὰ τὸ τεθεωρηκέναι ἥτις ἐστὶν ἡ σοφία, πεπιστευκὼς εἰς τὴν σοφίαν οὐκ ἄν τι μωρὸν λέγοι ἢ πράττοι, ἐπεὶ ὁ πιστεύσας τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ ἐν τῷ κατανενοηκέναι αὐτὸν οὐδὲν 〈ἂν〉 ἀλόγως ποιήσαι.

  56. 19.23.156.1

    πρὸς τούτοις ὁ πιστεύων ὅτι »Αὐτός ἐστιν ἡ εἰρήνη »ἡμῶν«, οὐκ ἄν τι πολέμου καὶ στάσεως ἐνεργοίη. ἀλλὰ καὶ εἴπερ Χριστός ἐστιν οὐ μόνον »θεοῦ σοφία«, ἀλλὰ καὶ »θεοῦ δύναμις«, ὁ πιστεύων αὐτῷ καθ’ ὃ δύναμίς ἐστιν οὐκ ἂν εἴη περὶ τὰ καλὰ ἀδύνατος.

  57. 19.23.157.1

    ἀναγκαίως δὲ ὑπονοοῦντες αὐτὸν ὑπομονὴν καὶ ἰσχὺν διὰ τὸ »Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος;« καὶ τὸ »Ἰσχύς »μου«, καὶ τὸ »Ὑπόστασίς μου ὁ κύριος« φήσομεν ὅτι εἰ ἐνδίδομεν πρὸς πόνους, οὐ πιστεύομεν αὐτῷ [καὶ] καθ’ ὅ ἐστιν ὑπομονή, καὶ εἰ ἀσθενοῦμεν, οὐ πεπιστεύκαμεν αὐτῷ καθ’ ὅ ἐστιν ἰσχύς.

  58. 19.23.158.1

    ἐὰν δὲ ἀναλεγώμεθα 〈οὕτως〉 τὰς λοιπὰς ἐπινοίας τοῦ χριστοῦ, οὐ χαλεπῶς ἐκ τῶν εἰρημένων εὑρήσομεν τίνα τρόπον ὁ μὴ πιστεύων τῷ χριστῷ ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις αὐτοῦ· γινόμενος γὰρ ἐν τοῖς ἐναντίοις τῇ ἐπινοίᾳ, ὧν ἐστιν ὁ χριστός, ἐν αὐταῖς ἀποθνήσκει ταῖς ἁμαρτίαις.

  59. 19.24.159.1

    (7) Ἀκόλουθον ἦν τοὺς ἀκροωμένους μετὰ πολλῆς ἐξουσίας ἀπαγγελλομένων ὑπὸ τοῦ κυρίου πυνθάνεσθαι, τίς εἴη ὁ ταῦτα λέγων· ἐνέφαινεν γὰρ τὸ εἶναι ἀνθρώπου μεῖζον καὶ θειοτέρα τις φύσις τυγχάνειν ὁ σωτὴρ φάσκων ὅτι »Ἐὰν μὴ πιστεύητε ὅτι ἐγώ »εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν«.

  60. 19.24.160.1

    τὸ οὖν »Σὺ τίς εἶ;« οἱονεὶ αἰτούντων ἦν ἀπόκρισιν, ὅτι »Ἐγώ εἰμι ὁ χριστός« ἢ »Ἐγώ »εἰμι ὁ προφήτης« ἢ »Ἐγώ εἰμι Ἡλίας« ἢ τάχα »Ἐγώ εἰμι ἄγγελος »θεοὺ«. οὐκ ἂν γὰρ μὴ ἕν τι τούτων ἢ καὶ παραπλήσιον αὐτοῖς τυγχάνων προεφέρετο γνησίους λόγους τηλικούτους. * * * * * *

  61. 20.1.1.1

    Εἰκοστὸν ὑπαγορεύοντες εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον τόμον, φιλοθεώτατε καὶ φιλομαθέστατε ἐν κυρίῳ Ἀμβρόσιε, εὐχόμεθα ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ὃν εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, λαβεῖν νοήματα πλήρη καί, ἵν’ οὕτως εἴπω, ναστὰ καὶ μηδὲν ἔχοντα διάκενον, ⟨ἵνα⟩ τὸ εὐαγγέλιον κατὰ ⟨τὰ⟩ ἐξεταζόμενα ἡμῖν ἀποκαλυφθῇ, [καὶ] μήτε παραλειπόντων τι ἡμῶν τῶν δεόντων ἐξετάζεσθαι καὶ ὑπομνηματικοῖς | γράμμασιν πιστεύεσθαι, μήτε ὡς οὐ χρὴ πλεοναζόντων, μήτε παρεκδεχομένων τὸν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ νοῦν. θεὸς οὖν ἡμῖν πέμψαι αὐτὸν τὸν λόγον, ἑαυτὸν ἐμφανίζοντα, ἵνα τοῦ βάθους αὐτοῦ, δωρουμένου τοῦ πατρός, θεαταὶ γενώμεθα.

  62. 20.2.2.1

    II. Δόξει μάχην περιέχειν τοῖς μὴ κατανοοῦσιν τὰ σημαινόμενα ἀπὸ τῆς ›σπέρμα‹ φωνῆς καὶ τῆς ›τέκνον‹ τὸ »Οἶδα ὅτι σπέρμα »Ἀβραάμ ἐστε« πρὸς τὸ εὐθέως ἐπενεχθησόμενον καὶ πρὸς τοὺς αὐτοὺς λεγόμενον· » Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ »ποιεῖτε«.

  63. 20.2.3.1

    ἵν’ οὖν ταῦτα θεωρηθῇ, ἴδωμεν πρῶτον σωματικῶς ›σπέρματος‹ καὶ ›τέκνου‹ διαφοράν. καὶ σαφές γε ὅτι τὸ μὲν σπέρμα τινὸς ἔχει τοὺς λόγους τοῦ σπείραντος ἐν ἑαυτῷ ἔτι ἡσυχάζοντας καὶ ἀποκειμένους· τὸ δὲ τέκνον, μεταβαλόντος τοῦ σπέρματος καὶ ἐργασαμένου τὴν περικειμένην αὐτῷ ὕλην ἁπὸ τῆς γυναικὸς καὶ τῶν ἐπισυναγομένων τροφῶν, μορφωθὲν καὶ εἰς γένεσιν εὐτρεπισθὲν ὑφίσταται· καὶ εἴ τι μέρος ἐστὶν κυρίως τέκνον τινός, ὡς πρὸς τὰ σωματικά, ἐκ σπέρματος ὑπέστη, εἰ δέ τί ἐστιν σπέρμα, οὐ πάντως τέκνον γίνεται.

  64. 20.2.4.1

    τούτων δὲ ἡμῖν προδιαληφθέντων, εἰ μὲν σωματικῶς ἐχρῆν νοεῖν τὸ »Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε«, ἔδοξεν ἂν πάντως ἀκολουθεῖν τὸ καὶ τέκνα εἶναι τοῦ Ἀβραὰμ πρὸς οὓς ὁ λόγος, συγχωρουμένου ὅτι ἔτι σπέρμα ἐστὶν τὸ τέκνον, καὶ οὐ κατὰ τὸ ἀκριβὲς διδομένου.

  65. 20.2.5.1

    ἐπεὶ δὲ ἀπὸ ἤθους κρίνεται καὶ ἔργων τὰ τέκνα τοῦ Ἀβραάμ, μήποτε ἀπό τινων σπερματικῶν λόγων, συγκαταβαλλομένων τισὶν ὡς οἶμαι ψυχαῖς, δεῖ χαρακτηρίζειν τοὺς ὄντας σπέρμα τοῦ Ἀβραάμ. καὶ εἴπερ, ὡς κατὰ τὸ σωματικὸν οὐ πάντες ἄνθρωποι σπέρμα εἰσὶν τοῦ Ἀβραάμ, οὕτω 〈καὶ〉 κατὰ τὰ νῦν ἀποδιδόμενα περὶ τοῦ τίνες εἰσὶν σπέρμα τοῦ Ἀβραάμ, δῆλον ὅτι οὐ πάντες ἄνθρωποι μετὰ πάντη σπερματικῶν λόγων τῶν [αὐτῶν] ἐγκατασπαρέντων αὐτῶν ταῖς ψυχαῖς τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημήκασιν.

  66. 20.2.6.1

    τὴν δὲ τούτων αἰτίαν κατὰ μεγάλας κρίσεις καὶ δυσδιηγήτους, θεωρουμένας ὑπὸ τῶν εἰληφότων τὸν Χριστοῦ νοῦν, ἵνα ἴδωσιν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα αὐτοῖς, ὀλίγοις ἐστὶν δυνατὸν καταλαβεῖν τοῖς ἐπιμελέστερον τὰ πρὸ γενέσεως καὶ τὰ ἐν γενέσει περὶ ἑκάστου διειληφόσιν· καὶ ἐπεὶ ταράξαι ἂν τινα τὰ τοιαῦτα, συνέντα μὲν ταῦτα, μὴ ἀκριβοῦντα δέ, κινδύνῳ παραβαλοῦμεν ἑαυτοὺς τῷ περὶ τῶν τοιούτων, ἔνθα τὸ λέγειν καὶ ἀναπτύσσειν τὰ τοιαῦτά ἐστιν ἐπισφαλές, | κἂν ἀληθεύηται.

  67. 20.2.7.1

    καὶ ἐπισφαλὲς 〈δὲ〉 διὰ τὸ δεῖν τὸν οἰκονόμον τῶν τοῦ θεοῦ μυστηρίων καὶ τὸν καιρὸν ζητεῖν τῆς προσαγωγῆς τῶν τοιούτων δογμάτων, 〈μὴ〉 βλάπτοντα τὸν ἀκούοντα, καὶ τὸ μέτρον περιαθρεῖν τοῦ ἐλλείποντος ἢ πλεονάζοντος, κἂν ὁ καιρὸς τηρῆται, παρὰ τὸν ὀρθὸν λόγον γινομένου, καὶ ἐπιμελέστερον ἐξετάζειν πότερον σύνδουλοί εἰσιν οἷς παραδίδοται τὰ τοιαῦτα, ἢ δοῦλοι ἄλλου τινὸς παρὰ τὸν κύριον τῶν κυριευόντων.

  68. 20.2.8.1

    ὅτι δὲ δεῖ πάντα ταῦτα ἐξετάζειν τὸν οἰκονόμον τῶν μυστηρίων τοῦ θεοῦ παρίστησιν ἡ φάσκουσα λέξις· » Τίς ἄρα »ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃν καταστήσει ὁ κύριος »ἐπὶ τῆς οἰκετίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς »συνδούλοις ἑαυτοῦ;« οὐ πάντες οὖν εἰσιν ἄνθρωποι σπέρμα τοῦ Ἀβραάμ· οὐδὲ γὰρ ἔχουσιν τοὺς λόγους ἐγκατεσπαρμένους αὐτῶν ταῖς ψυχαῖς, δυναμένους, εἰ γεωργηθεῖεν, ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.

  69. 20.3.9.1

    Καὶ ζητήσαι τις ἂν πρὸς ταῦτα φάσκων ὅτι δύναται μὲν ψεκτὸς εἶναι ὁ γενόμενος σπέρμα τοῦ Ἀβραάμ, εἰ μὴ καὶ τέκνον αὐτοῦ γένοιτο· πῶς δ’ ἂν εὐλόγως μεμφθείη μὴ ποιῶν τὰ ἔργα τοῦ Ἀβραὰμ ὁ μηδὲ τὴν ἀρχὴν ἔχων τὸ εἶναι σπέρμα τοῦ Ἀβραάμ, ἀφ’ οὗ ἔρχεται τὸ γενέσθαι τέκνα τῷ Ἀβραάμ;

  70. 20.3.10.1

    ἐροῦμεν δὲ πρὸς ταῦτα ὡσπερεὶ ἐπιβάθρᾳ χρησάμενοι τῇ ἱστορίᾳ καὶ τὰ ἴχνη τῆς κατὰ τὸν τόπον ἀληθείας ζητοῦντες ἐν τοῖς γράμμασιν, ὅτι εἰ μὲν μὴ ὤν τις τέκνον τοῦ Ἀβραὰμ οὐδενὸς δικαίου σπέρμα ἦν, καὶ ἀνέγκλητος ἐτύγχανεν 〈ἂν〉 τῶν ἁμαρτωλῶν τις, μηδεμίαν ἔχων ἀπὸ σπερμάτων ἀφορμὴν τοῦ καλοῦ· νυνὶ δὲ ὥσπερ ἐπὶ τῶν σωμάτων ὁ μέν τίς ἐστιν πλειόνων δικαίων σπέρμα, ἕτερος δὲ ὀλιγωτέρων, ὡς δῆλον ἔσται ἐκ τῆς παραθέσεως τῶν λεχθησομένων, οὕτως καὶ ἐπὶ τῶν τῆς ἀναγωγῆς τὸ ἀνάλογον ἔσται λέγειν.

  71. 20.3.11.1

    Ἀβραὰμ εἰκοστὸς γεγέννηται ἀπὸ τοῦ πρωτοπλάστου· δέκα γὰρ γενεαὶ ἀπὸ Ἀδὰμ ἐπὶ Νῶε, καὶ δέκα ἀπὸ Νῶε ἐπὶ Ἀβραάμ· καὶ τοῦ Ἀβραὰμ γεγόνασιν ἀδελφοὶ Ναχώρ καὶ Ἀρράμ· οἱ γὰρ τρεῖς ἦσαν υἱοὶ Θάρα. Ναχὼρ μὲν οὖν καὶ Ἀρρὰμ οὐκ ἦσαν σπέρμα τοῦ Ἀβραάμ· ἀλλ’ οὐδ’ αὐτὸς Ἀβραὰμ σπέρμα ἦν τοῦ Ἀβραάμ.

  72. 20.3.12.1

    ἦσαν δὲ σπέρμα οἱ τρεῖς δικαίων μέν, ὡς ζητουμένων ἔτι τῶν κατὰ τὸν Ἀδὰμ ἐν τίσιν ἀριθμητέον αὐτόν, τοῦ Σήθ, ὃν ἐξανέστησεν ὁ θεὸς ἀντὶ τοῦ Ἄβελ· καὶ τοῦ Ἐνώς, ὃς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ«· καὶ τοῦ Ἑνώχ, »ὃς εὐηρέστησεν τῷ θεῷ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, »ἔτη διακόσια«· καὶ τοῦ Νῶε, περὶ οὗ εἴρηται ὅτι »Ἄνθρωπος »δίκαιος, τέλειος ἐν τῇ γενεᾷ | αὐτοῦ· τῷ θεῷ εὐηρέστησεν Νῶε«· καὶ τοῦ Σήμ, οὗ »κύριος ὁ θεὸς« πρώτου φαίνεται ἐν τῇ Γενέσει κεχρηματικέναι θεός, ὅπερ σαφές ἐστιν ἐκ τοῦ » Εὐλογητὸς κύριος »ὁ θεὸς τοῦ Σήμ«·

  73. 20.3.13.1

    τῶν δὲ λοιπῶν 〈ἀδίκων〉 παρὰ τούτους οὗτοι ἦσαν οἱ τρεῖς τοῦ Θαρά υἱοὶ σπέρμα. ὅπερ οὖν εἴπομεν περὶ τοῦ σπέρματος τοῦ Ἀβραάμ, τοῦτο νοητέον περὶ τοῦ σπέρματος τοῦ Σὴμ καὶ Νῶε καὶ τῶν ἀνωτέρω δικαίων, ὧν τὰς ἰδιότητας σπερματικῶς δοκοῦσιν κοινῇ ἀνειληφέναι εἰς γένεσιν ἐρχόμενοι Ἀβραὰμ καὶ Ναχώρ καὶ Ἀρράμ· ἀλλ’ ὁ μὲν Ἀβραὰμ γεγεωργηκέναι οὓς εἶχεν ἐν ἑαυτῷ σπερματικοὺς λόγους πάντων τῶν πρὸ αὐτοῦ δικαίων, καὶ τούτοις προστεθεικέναι ἁγίαν ἰδίαν ποιότητα, τὴν κατὰ τὸ ἴδιον αὐτοῦ σπέρμα, οὗ ἐδύναντο μετέχειν οἱ μετ’ αὐτὸν καλούμενοι »σπέρμα Ἀβραάμ«· ὁ δὲ Ἀρρὰμ ἐπὶ ἐλάχιστον ἑαυτοῦ ἐπιμέλειαν πεποιῆσθαι καὶ τῶν πατρικῶν ἐν ἑαυτῷ σπερμάτων, ὅθεν δεδύνηται προβαλεῖν πνέοντα κἂν ἐπὶ ποσὸν τῆς σωτηρίας τὸν Λώτ· ὁ δὲ Ναχὼρ ἀμφοτέρων τῶν ἀδελφῶν ἐλάττων γεγονέναι.

  74. 20.3.14.1

    Ἔξεστιν τοίνυν μὴ ὄντα σπέρμα τοῦ Ἀβραάμ, τῷ πάντως διὰ τὴν κατὰ τὸν κατακλυσμὸν ἱστορίαν ἀπὸ Νῶε τοὺς ἑξῆς γεγονέναι, εἶναι σπέρμα Νῶε· εἰ δὲ τοῦτο, καὶ σπέρμα Ἑνώχ, πάντως δὲ καὶ σπέρμα Ἐνώς καὶ Σήθ· ἄδηλον δ’ ἡμῖν ἐπὶ τῶν πολλῶν κατωτέρω τοῦ Νῶε, τίς σπέρμα τοῦ Σὴμ καὶ τίς τοῦ Χὰμ καὶ τίς τοῦ Ἰάφεθ καὶ τῶν ἔτι κατωτέρω· πλὴν οὐκ ἔστιν τις μηδαμῶς μετέχων σπέρματος δικαίων.

  75. 20.3.15.1

    ἐφίστημι δὲ μήποτε δυνατὸν ἔχοντα τὰς ἀφορμὰς ἃς εἶχεν ὁ Ἀβραὰμ ἐκ τῶν προτέρων σπερμάτων γενέσθαι τὸν μὴ ὄντα σπέρμα τοῦ Ἀβραὰμ τοιοῦτον, ὥστε αὐτὸν οὐκ ὄντα ἀπὸ τοῦ Ἀβραὰμ ἐξομοιωθῆναι τῷ Ἀβραάμ.

  76. 20.3.16.1

    ὡς γὰρ Ἀβραάμ, οὐκ ἐκ σπέρματος Ἀβραὰμ τυγχάνων ἀλλὰ τῶν προειρημένων, γέγονεν Ἀβραάμ, οὕτω δυνατόν τινα τὰ κρείττονα τῶν ἐν αὐτῷ ἐγκατασπαρέντων γεωργήσαντα γενέσθαι ἄλλον Ἀβραάμ, οὐ πάντως ἐκ σπέρματος Ἀβραὰμ ἀλλὰ καὶ αὐτὸν ἱκανὸν σπείρειν ὡς Ἀβραάμ.

  77. 20.4.17.1

    Ὅλων δὲ τούτων ἀκούωμεν ἀναφέροντες τὰ λεγόμενα οὐκ ἐπὶ σώματα καὶ ἀνθρώπους, ἀλλ’ ἐπί τινα νοητὰ καὶ λόγους πλείονας ἢ ἐλάττονας, ὧν μετέχουσι διαφόρως οἱ κατιόντες εἰς γένεσιν ἢ εἰσιόντες, καὶ τάχα δέ πως καὶ ἀνιόντες.

  78. 20.4.18.1

    ἐπιστήσεις δὲ εἰ δύναται ἐπὶ τὰ τοιαῦτα σπέρματα, ἤδη καὶ τῶν εἰς ἑαυτοὺς λαμβανόντων αὐτὰ ἴδια ὀνομαζόμενα, ἀναφέρεσθαι τὸ »Πορευόμενοι ἐπορεύοντο »καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν«· εἴ τις γὰρ δύναται, τὴν μετὰ κλαυθμοῦ πορείαν τινῶν ψυχῶν εἰς γένεσιν ἐρχομένων κατανοησάτω, φερουσῶν τὰ σπέρματα ἤτοι πλειόνων δικαίων ἢ ὀλιγω τέρων | καὶ ἀδίκων ὁμοίως.

  79. 20.4.19.1

    καὶ ἐννοείτω θεωρῶν ὡσπερεὶ γεωργοὺς ἀγωνιῶντας περὶ ὧν ἔχουσιν σπερμάτων, πῶς τάδε μὲν γεωργήσωσιν (λέγω δὲ τὰ διαφέροντα), τάδε δὲ μὴ σπείρωσιν, εἴγε ἔρχονται καὶ μετὰ χειρόνων σπερμάτων.

  80. 20.4.20.1

    ποῖον γὰρ εἰκὸς κλαυθμὸν κλαίειν τούτους περὶ ὧν φησιν ὁ λόγος· » Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, »αἴροντες τὰ σπέρματα αὐτῶν«;

  81. 20.4.21.1

    καὶ ἐλπίς γε ἀγαθή ἐστιν ἐν τοῖς πορευομένοις καὶ κλαίουσιν, αἴρουσιν τὰ σπέρματα ἑαυτῶν· οὗτοι γὰρ ὡς ἐπίπαν »ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα »αὐτῶν«.

  82. 20.4.22.1

    τάχα δὲ ἕτεροι ἦλθον, περὶ ὧν εἴποις ἄν· ›Πορευόμενοι ἐπορεύοντο καὶ ἐγέλων, αἴροντες τὰ σπέρματα ἑαυτῶν‹· οἷς ἀκολου θήσει τὸ ›Ἐρχόμενοι δὲ ἥξουσιν ἐν κλαυθμῷ, αἴροντες τὰ δράγματα ἑαυτῶν‹· περὶ ὧν εἴποις ἄν· »Ἐγεννήθησαν ὡσεὶ χόρτος δωμάτων, »ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα »αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. »καὶ οὐκ εἶπαν οἱ παράγοντες· Εὐλογία κυρίου ἐφ’ ὑμᾶς«.

  83. 20.4.23.1

    καὶ ὅρα εἰ δύναται κατὰ τοῦτο βαθύτερον καὶ μυστικώτερον λέγεσθαι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸ » Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«· καὶ τὸ » Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε«.

  84. 20.4.24.1

    ὅσῳ μέντοι γε μεταγενεστέρων τίς ἐστιν δικαίων σπέρμα, τοσούτῳ πλείονας φέρει δικαιοσύνης λόγους, ὡς διὰ τοῦτο μὲν γεγράφθαι τὸ »Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ«, διὰ τοῦτο δέ πως εἶναι καὶ τὸ περὶ τοῦ Ἰωάννου εἰρημένον· » Μείζων »ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν«.

  85. 20.4.25.1

    Ἐν τούτοις δὲ γενόμενος τοῖς τόποις πρόσχες εἰ μὴ λόγον ἔχει τὸ ἀφανίζεσθαί τινα τῶν σπερμάτων ὑπὸ θεοῦ, ἵνα μὴ πλείονα τὰ κακὰ ᾖ ἐπὶ τῆς γῆς, σπειρομένων τῶν μὴ ἐχόντων ἀφορμὰς ἀπὸ κρειττόνων πρὸς τὸ γεωργῆσαι τὰ ἀπὸ διαφερόντων σπερμάτων· διὰ τοῦτο γὰρ κατακλυσμὸς γίνεται, ἵνα ἐξαφανισθῇ τὸ τοῦ Κάϊν σπέρμα, οὐκ ἂν δυνηθέντων τῶν ἀπ’ αὐτοῦ γενομένων ἔχειν τί γεωργήσωσιν, εἰ μὴ τὰ ἀπὸ τοῦ Ἀδὰμ μόνα.

  86. 20.4.26.1

    ὅτι δὲ ὁ κατακλυσμὸς ὑπὲρ τοῦ ἐξαφανισθῆναι τὸ σπέρμα τοῦ Κάϊν γεγένηται, παρίστησιν ἡ ἐπιγεγραμμένη τοῦ Σολομῶντος σοφία διὰ τούτων· »Ἀποστὰς δὲ »ἀπ’ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ« (δῆλον δ’ ὅτι τῆς σοφίας) »ἀδελφοκτόνοις συναπώλετο θυμοῖς δι’ ὃν κατακλυζομένην γῆν πάλιν »ἔσωσεν σοφία, δι’ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα«.

  87. 20.4.27.1

    τὸ αὐτὸ δέ μοι δοκεῖ παριστάνειν καὶ ὁ Σοδόμων ἐξαφανισμὸς καὶ τῆς γῆς αὐτῶν, ὧν »ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε »χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά«.

  88. 20.4.28.1

    καὶ ἀγαθοῦ γε θεοῦ ἔργον ἦν Σοδόμων ἐξαφανίσαι τὴν γῆν καὶ πᾶν ὅπερ ὑπελείπετο νοτίδος ξη|ρᾶναι ἀπ’ αὐτῆς, ἵνα μηκέτι γίνηται ἄμπελος Σοδόμων, μηδὲ κληματὶς Γομόρρας, μηδὲ σταφυλὴ χολῆς, μηδὲ βότρυς πικρίας, μηδὲ οἶνος, θυμὸς δρακόντων καὶ θυμὸς ἀσπίδων ἀνίατος.

  89. 20.4.29.1

    τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν Αἰγυπτίων, περὶ ὧν εἴρηται· »Ἀπέκτεινεν ἐν χαλάζῃ 〈τὴν〉 ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους »αὐτῶν ἐν τῇ πάχνῃ«· ἀγαθοῦ γὰρ θεοῦ ἀποκτείνειν ἀμπέλους Αἰγυπτίων καὶ συκαμίνους τῶν ἀσεβῶν.

  90. 20.4.30.1

    ταῦτα προκείμενα τῇ ἐξετάσει τοῦ περὶ σπερμάτων λόγου Ἀβραὰμ ἤ τινος τῶν δικαίων ἡμῖν εἴρηται, ὑπὲρ τοῦ φανῆναι πῶς καὶ τίνα τρόπον εἴρηται τοῖς αὐτοῖς ὑπὸ τοῦ σωτῆρος τὸ »Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε« καὶ τὸ »Εἰ »τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«.

  91. 20.4.31.1

    περὶ μέντοι γε τέκνων Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ποιούντων, θεοῦ διδόντος, εὐκαιρότερον ἐροῦμεν, φθάσαντες ἐπὶ τὴν βάσανον ἐκείνης τῆς λέξεως.

  92. 20.5.32.1

    V. Ἔξεστι τοίνυν σπέρμα τοῦ Ἀβραὰμ τυγχάνοντα γενέσθαι αὐτοῦ δι’ ἐπιμελείας καὶ τέκνον, δυνατὸν δὲ καὶ ἐξ ἀμελείας καὶ ἀγεωργησίας ἀπολέσαι καὶ τὸ εἶναι αὐτοῦ σπέρμα. οὗτοι μέντοι γε ἔτι ἐλπίδων ἦσαν πρὸς οὓς ὁ λόγος, εἰδότος τοῦ Ἰησοῦ ὅτι σπέρμα ἔτι ἦσαν τοῦ Ἀβραὰμ καὶ θεωροῦντος ὅτι οὐδέπω ἀπολωλέκεισαν τὸ δύνασθαι γενέσθαι τέκνα τοῦ Ἀβραάμ· ὡς γὰρ δυνατοῦ ὄντος τοῦ αὐτοὺς γενέσθαι τέκνα τοῦ Ἀβραὰμ πρὸς τῷ εἶναι αὐτοὺς σπέρμα, φησὶν αὐτοῖς· »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ »Ἀβραὰμ ποιεῖτε«.

  93. 20.5.33.1

    ὡς δέ εἰσίν τινες σπέρμα τοῦ Ἀβραάμ, οὕτως ἄλλοι, ὡς ὁ Δανιήλ φησι, »Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα«, καὶ ἄλλοι, ὡς ἡ σοφία 〈φησίν·〉 »Σπέρμα κατηραμένον ἀπ’ ἀρχῆς«.

  94. 20.5.34.1

    καὶ εἰς ταῦτα δὲ φήσομεν ὅτι ὥσπερ κατὰ τὰ σωματικὰ ἀπὸ πολλῶν σπερμάτων προκύπτει μᾶλλον ἐνεργῆσαι δυνηθὲν ἔσθ’ ὅτε ἓν τῶν σπερμάτων, οὕτως ἔστιν ἰδεῖν καὶ ἐπὶ τῶν πνευματικῶν σπερμάτων.

  95. 20.5.35.1

    ὃ δὲ λέγω ἔσται σαφὲς ἐκ τῶν λεχθησομένων· ἐπεὶ γὰρ ἔχει ἐν ἑαυτῷ προγονικούς τε καὶ συγγενικοὺς λόγους ὁ σπείρων, ὁτὲ μὲν κρατεῖ ὁ αὐτοῦ λόγος, καὶ ἀποτίκτεται τὸ γεννώμενον τῷ σπείραντι ὅμοιον, ὁτὲ δὲ ὁ λόγος τοῦ ἀδελφοῦ τοῦ σπείραντος, ἢ τοῦ πατρὸς τοῦ σπείραντος, ἢ τοῦ θείου τοῦ σπείραντος, ἐνίοτε καὶ πάππου τοῦ σπείραντος· παρ’ ὃ γίνονται οἱ ἀποτικτόμενοι ὅμοιοι τοῖσδε ἢ τοῖσδε.

  96. 20.5.36.1

    ἔστιν δὲ ἰδεῖν ἐπικρατοῦντα καὶ τὸν λόγον τῆς γυναικὸς ἢ τοῦ πατρὸς τῆς γυναικὸς ἢ τοῦ ἀδελφοῦ αὐτῆς ἢ τοῦ πάππου αὐτῆς, κατὰ τοὺς ἐν ταῖς μίξεσι βρασμοὺς ἅμα πάντων σειομένων, ἕως 〈ἂν〉 ἐπικρατήσῃ τις τῶν σπερματικῶν λόγων.

  97. 20.5.37.1

    ταῦτα δὴ μεταγέσθω ἐπὶ τὴν πεπληρωμένην ψυχὴν νοητῶν σπερμάτων, ἐληλυθότων ἀπό τινων ὀνομαζομένων πατέρων αὐτῆς, καὶ [τὸ] παρὰ τὸ πολυκί|νητον ἢ εὐκίνητον τοῦ ἡγεμονικοῦ καὶ τὴν ἐπὶ τοιάσδε φαντασίας ἐπίστασιν προκυπτέτωσαν οἱονεὶ σπερματικοί τινες τῶν πατέρων λόγοι· ὧν γεωργουμένων ἔσται τις τέκνον ὅδε μὲν τοῦ Ἀβραάμ, δῆλον δ’ ὅτι ὁ αὐτὸς ὢν καὶ τοῦ Νῶε, ἄλλος δὲ τοῦ Νῶε, οὐχ ὥστε δὲ εἶναι καὶ τοῦ Ἀβραάμ, καὶ ἄλλος τοῦ Χαναὰν, καὶ ἄλλος τινὸς τῶν δικαίων ἢ τῶν ἀδίκων.

  98. 20.5.38.1

    πλὴν οὐ μετὰ ὁμοίων καὶ τῶν αὐτῶν ἐληλύθαμεν πάντες σπερμάτων, ἀλλ’ οὐδὲ ἐλήλυθέν τις κενὸς σωτηρίων καὶ ἁγίων σπερμάτων· εἰ μὴ ἄρα δυσωπήσαι τις ἡμᾶς, καὶ εἰς τοῦτο ἅμα παρατιθέμενος τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν οὐκ ἀπογινώσκουσαν καὶ τοὺς κακίστους καὶ χωρὶς ἀρίστων σπερμάτων εἰσεληλυθότας εἰς τὸν βίον, καὶ δυσωπήσαι ἀπὸ τοῦ »Δύναται ὁ θεὸς ἐκ τῶν λίθων »τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ«.

  99. 20.5.39.1

    Τὰ δὲ εἰρημένα πάντα περὶ σπέρματος Ἀβραὰμ καὶ τῶν ἀνάλογον τούτῳ ἐχόντων εὐλόγως ἂν παραδεξαίμεθα, εἴπερ παρεδεξάμεθα οὐ κατὰ τὸ σωματικὸν εἰρῆσθαι τὸ » Οὐκ ἀπεστάλην εἰ μὴ εἰς »τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ« καὶ τὸ »Οὐδὲ ἐν τῷ »Ἰσραὴλ τοσαύτην πίστιν εὗρον«, καὶ ὅσα τούτοις εἴρηται παραπλησίως.

  100. 20.6.40.1

    Ἐοίκασιν δὲ οὗτοι, πρὸς οὓς ὁ λόγος, μὴ χωρεῖν τὸν λόγον, οὐ δυνάμενον εἰς αὐτοὺς δι’ ὑπερβολὴν μεγέθους ἰδίου τοῦ ὑπὲρ αὐτοὺς χωρεῖν, ἐπείπερ ἔτι ἦσαν σπέρμα τοῦ Ἀβραὰμ μόνον.

← Previous · Next → — showing 101200 of 1,232

First Thousand Years of Greek. CTS URN tlg2042.tlg079.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.