Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,232 sections

  1. 32.15.170.1

    Ζητήσαι δ’ ἄν τις πῶς εἴρηται τοῖς μαθηταῖς, ὧν ἔνιψεν τοὺς πόδας ὁ Ἰησοῦς, ὡς μηδέπω πιστεύσασιν ὅτι καὶ αὐτὸς εἴη ὁ χριστός, τὸ »Ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι« καὶ διὰ τοῦτο λέγω »ἵν’ ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι« ὁ προφητευθεὶς χριστός.

  2. 32.15.171.1

    καὶ ὅρα εἰ δυνάμεθα, μὴ κατηγοροῦντες τῶν τηλικούτων Ἰησοῦ μαθητῶν ὡς οὐδέπω πεπιστευκότων, καὶ τὸ βούλημα σώζειν τοῦ εἰπόντος· »Ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι«.

  3. 32.15.172.1

    ὁ παραλαμβάνων | σοφίας θεωρήματα ἔσθ’ ὅτε ἐπὶ προτέροις, δι’ ἃ ἤδη σοφός ἐστιν, ἀναλαμβάνει δεύτερα, ἐφ’ οἷς οὐ πρότερον ἦν σοφός, καὶ σοφώτερος ἔσται· καθὼς λέγεται καὶ τὸ »Τῶνδε γὰρ ἀκούσας »σοφός, σοφώτερος ἔσται«.

  4. 32.15.173.1

    ὥσπερ οὖν, εἰ ἐλέγετο τῷ σοφῷ τάδε τινὰ καὶ ἐπεφέρετο· ταῦτά σε ποιεῖ σοφόν· οὐ πάντως ἂν ἐκ τοῦ μὴ σοφοῦ σοφὸν ἐνοήσαμεν ἀλλὰ καὶ ἐκ σοφοῦ σοφώτερον, ὡς ἐπιγινομένης τῆς προκοπῆς καὶ ὁδευούσης ἐπὶ τὴν τελειότητα· οὕτω μοι νόει καὶ τὸν πιστεύοντα δύνασθαι πιστότερον γενέσθαι.

  5. 32.15.174.1

    καὶ γὰρ οἱ ἀπόστολοι, προσελθόντες ποτὲ τῷ κυρίῳ, οὐχ ἑαυτῶν κατηγοροῦντες ὡς ἀπίστων ἔλεγον αὐτῷ τὸ »Κύριε, πρόσθες ἡμῖν »πίστιν«· καὶ γὰρ ἐν τῷ »πρόσθες« σαφῶς παρίσταται ὅτι πίστιν εἶχον χωροῦσαν προσθήκην.

  6. 32.15.175.1

    εἴπερ οὖν συνήκαμεν ταῦτα, νόει μοι τὰς προσθήκας τῶν πιστοποιούντων μετά τινα πρότερον πιστοποιήσαντα προστιθέναι τῇ πίστει· ὥστε καὶ τοὺς μαθητὰς πρὸς οἷς εἶχον πιστοποιητικοῖς καὶ τοῦτο προσειληφέναι τὸ βλέπειν πληρουμένην τὴν λέγουσαν γραφήν· »Ὁ τρώγων μου τὸν ἄρτον, ἐπῆρεν »ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ«, παριστάντος τοῦ προφητευομένου ὅτι αὐτὸς ἦν περὶ οὗ ταῦτα ἐθεσπίζετο.

  7. 32.15.176.1

    καὶ ἄκουε τοῦ »Ἵνα πιστεύητε« ὡς ἴσον δυναμένου τῷ ›ἵνα † πιστεύητε ἐνεργῆτε‹, παραμένοντες τῷ πιστεύειν καὶ μηδεμίαν ἀφορμὴν πρὸς τὸ μετατίθεσθαι ἴσχοντες.

  8. 32.15.177.1

    καὶ εἴ τοι μὴ μεγέθει μεγάλη ἡ πίστις ἦν ἢ πλήθει πολλή, οὐκ ἂν ἔλεγεν ὁ Παῦλος τὸ »Κὰν ἔχω πᾶσαν τὴν πίστιν«.

  9. 32.15.178.1

    ὥσπερ γὰρ ὁ τέλειος καὶ πάσας ἔχων τὰς ἀρετάς, τελείαν ἑκάστην ἀναλαβών, τελείαν ἔχει τὴν σοφίαν καὶ τελείαν τὴν σωφροσύνην, οὕτω δὲ καὶ τὴν εὐσέβειαν καὶ τὰς λοιπάς· οὕτως ἄν τις εἴποι τῇ τοῦ πιστεύειν ἀρετῇ τέλειος τὸ πᾶσαν ἔχειν τὴν πίστιν.

  10. 32.15.179.1

    ταῦτα δέ φημι ὡς οὐ κυρίως ἂν λεχθησομένης τῆς ἀτελοῦς σοφίας ἢ σωφροσύνης ἢ εὐσεβείας ἢ τῶν λοιπῶν ἀρετῶν, ἀλλὰ καταχρηστικῶς, καὶ τῶν ἐν ἑκάστῃ ἀρετῇ προκοπῶν ὁμωνύμως τῇ τελείᾳ ὀνομαζομένων.

  11. 32.15.180.1

    οὕτω γὰρ σοφὸς λέγεται ὁ ἁμαρτάνων μέν τινα ὡς ἐλέγχου δεῖσθαι, οὐ μὴν καὶ μισῶν τοὺς ἐλέγχοντας ἀλλὰ καὶ μᾶλλον ἀγαπῶν, καθ’ ὃ γέγραπται·

  12. 32.15.181.1

    »Ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε«. οὕτω δὲ καὶ σοφὸς λέγεται, ἐπιδεκτικὸς ὢν ἑτέρων θεωρημάτων σοφίας καὶ μηδέπω ἔχων τὰ δεύτερα, καθ’ ὃ λέγεται καὶ τὸ »Δίδου σοφῷ ἀφορμήν, »καὶ σοφώτερος ἔσται«.

  13. 32.15.182.1

    ἀλλὰ γὰρ ἐπὶ ταῦτα ἐληλύθαμεν, δεικνύντες ὅτι ἐνδέχεται τὸν ἤδη πιστεύοντα μανθάνειν τινά, ἵνα πάλιν πιστεύῃ, καὶ διὰ τῆς | προσθήκης τῶν μαθημάτων προστιθέναι τῇ πίστει.

  14. 32.16.183.1

    Εἰ δὲ βουλόμεθα εἰδέναι τίς ἐστιν ὁ πᾶσαν ἔχων τὴν πίστιν, λάβωμεν ἐπὶ παραδείγματος κεφαλαιωδῶς τὰ ἐν τῷ πιστεύεσθαι σώζοντα τὸν πιστεύοντα, φέρε εἰπεῖν, ὄντα τὸν ἀριθμὸν ἑκατόν, καὶ λέγωμεν ὅτι ὁ μὲν τὰ προειρημένα ἑκατὸν ἀδιστάκτως παραδεχόμενος καὶ ἑκάστῳ αὐτῶν βεβαίως πιστεύων πᾶσαν ἔχει τὴν πίστιν· ὁ δὲ λείπων ἔν τινι ἀριθμῷ τῶν ἐν τῷ πιστεύεσθαι σωζόντων, ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι, τοσοῦτον λείπει τοῦ πᾶσαν ἔχειν τὴν πίστιν, ὅσοις ἀριθμοῖς πιστεύων ἐνδεῖ ἢ ὅσον ἀφέστηκεν τῆς περὶ τῶν πιστευομένων βεβαιότητος εἴτε πάντων εἴτε τινῶν· ἵν’ ἐπὶ τοῦ παρόντος δοθῇ τισὶν μὲν δύνασθαι βεβαίως πιστεύειν τινά, τισὶν δὲ πιστεύειν μέν, οὐ βεβαίως δέ· πλὴν ὁμολογουμένως δοθείη ἂν ἀμήχανον ἀποδείκνυσθαι τὸν ἐν 〈ἑνὶ〉 ἀτελῆ πρὸς μηδὲν ἔχειν βεβαιότητα, ὅτι οὐ τὸ ἴσον ἀπόστημα ἀπὸ τῆς πρὸς τὰ πιστευόμενα βεβαιότητος ἀπέχει ἕκαστος τῶν, ἵν’ οὕτως ὀνομάσω, κατὰ τὴν γραφὴν ὀλιγοπίστων καὶ τὴν πρὸς τὰ πιστευόμενα βεβαιότητα οὐδέπω ἀνειληφότων.

  15. 32.16.184.1

    τούτοις δὲ ἕπεται διὰ τὸ » Κατὰ τὴν »πίστιν σου γενηθήτω σοῖ« καὶ διὰ τὸ »Ἡ πίστις * σέσωκέν σε« ἑκάστῳ ἀπαντῆσαι κατὰ τὴν ἐν τῇ δικαίᾳ κρίσει τοῦ θεοῦ ἀμοιβὴν ἀνάλογον τοσῇδε καὶ τοιᾷδε πίστει καὶ σωτηρίαν· εἴ γέ ἐστίν τις καὶ ἐν ταύτῃ σωζομένων διαφορά, ὡς τὸ » ῟Ωι μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται »ὑμῖν« φθάνειν καὶ ἐπὶ τὰ μέτρα τῆς πίστεως καὶ τὰ μέτρα τῆς ἀπὸ θεοῦ ἀμοιβῆς καὶ σωτηρίας.

  16. 32.16.185.1

    ὁ δὲ τὸν τούτων κατανοήσας λόγον θεωρήσει πῶς εὐλόγως ὡς μὴ δυναμένοις κρίνειν τοῖς ἀνθρώποις λέγεται· » Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε« καὶ τὸ » Μὴ πρὸ καιροῦ τι »κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος«.

  17. 32.16.186.1

    πάλιν τ’ αὖ ἐπεὶ ἔλεγον ὡς ἐπὶ παραδείγματος, ἑκατὸν ὄντων τῶν σωζόντων ἐν τῷ πιστεύεσθαι, τὸν μὲν τοῖς ἑκατὸν βεβαίως πιστεύοντα πᾶσαν ἔχειν τὴν πίστιν, τὸν δὲ λείποντα τῇ πρός τινα τῶν ἑκατὸν πίστει ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι διαφόρως μὴ πᾶσαν ἔχειν τὴν πίστιν, ἐκθήσομεν σαφηνείας ἕνεκεν τοιαῦτα.

  18. 32.16.187.1

    »Πρῶτον πάντων πίστευσον ὅτι εἷς ἔστιν »ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ »ὄντος εἰς τὸ εἶναι τὰ πάντα«.

  19. 32.16.188.1

    χρὴ δὲ καὶ πιστεύειν ὅτι κύριος Ἰησοῦς Χριστός, καὶ πάσῃ τῇ περὶ αὐτοῦ κατὰ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἀληθείᾳ.

  20. 32.16.189.1

    δεῖ δὲ καὶ εἰς τὸ ἅγιον πιστεύειν πνεῦμα, καὶ ὅτι αὐτεξούσιοι ὄντες κολαζόμεθα μὲν ἐφ’ οἷς ἁμαρτάνομεν, τιμώμεθα δὲ ἐφ’ οἷς εὖ πράττομεν.

  21. 32.16.190.1

    φέρε οὖν καθ’ ὑπόθεσιν, εἴ τις δοκῶν πιστεύειν εἰς τὸν Ἰησοῦν μὴ πιστεύοι ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ νόμου καὶ εὐαγγελίου, οὗ τὴν δόξαν οὐρανοί, ὡς ὑπ’ αὐτοῦ γεγενημένοι, διηγοῦνται, καὶ τὸ στερέωμα ἀναγγέλλει τὴν ποίησιν τῶν χειρῶν αὐτοῦ, ὡς ἔργον | τυγχάνον αὐτῶν, οὗτος ἂν μεγίστῳ λείποι τῆς πίστεως κεφαλαίῳ.

  22. 32.16.191.1

    ἢ πάλιν εἴ τις πιστεύων ὅτι ὁ ἐπὶ Ποντίου Πλάτου σταυρωθεὶς ἱερόν τι χρῆμα καὶ σωτήριον τῷ κόσμῳ ἐπιδεδήμηκεν, ἀλλ’ οὐκ ἐκ παρθένου τῆς Μαρίας καὶ ἁγίου πνεύματος τὴν γένεσιν ἀνείληφεν, ἀλλ’ ἐξ Ἰωσὴφ καὶ Μαρίας, καὶ τούτῳ ἂν λείποι εἰς τὸ πᾶσαν ἔχειν τὴν πίστιν τὰ ἀναγκαιότατα.

  23. 32.16.192.1

    πάλιν τε αὖ εἰ τὴν μὲν θεότητά τις αὐτοῦ παραδέχοιτο, τῇ δὲ ἀνθρωπότητι προσκόπτων μηδὲν ἀνθρώπινον περὶ αὐτὸν πιστεύοι γεγονέναι, ἢ ὑπόστασιν εἰληφέναι, καὶ τούτῳ ἂν λείποι πρὸς πᾶσαν τὴν πίστιν οὐ τὰ τυχόντα.

  24. 32.16.193.1

    ἢ εἰ ἀνάπαλιν τὰ μὲν περὶ αὐτὸν ἀνθρώπινα προσίοιτο, τὴν δὲ ὑπόστασιν τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως ἀθετοῖ, καὶ οὗτος ἂν οὐ δύναιτο λέγειν πᾶσαν ἔχειν τὴν πίστιν.

  25. 32.16.194.1

    καὶ οὕτως καθεξῆς μοι νόει, ἵνα θεωρήσωμεν ὁπηλίκον ἐστὶν τὸ ἀνελλιπῶς καὶ βεβαίως πᾶσαν τὴν πίστιν ἔχειν, τοσοῦτον δυναμένην, ὅτε πᾶσά ἐστιν ἐν ἀνθρώπου ψυχῇ, ὥστε ἅτινά ποτέ ἐστιν τὰ ὄρη μεθιστάνειν αὐτὰ δύνασθαι· πάντων μὲν τῶν ἀνθρώπων δυναμένων μεθιστάνειν τὸ δεικνύμενον ὑπὸ τοῦ Ἰησοῦ ὄρος, καὶ τὰ δεικνύμενα αὐτῷ, εἰ δὲ λείποι τινὰ τῇ πάσῃ πίστει, λείπει τῇ δυνάμει τοῦ μετατιθέναι ὄρη.

  26. 32.16.195.1

    Καὶ χρήσομαί γε καὶ τοιούτῳ [καὶ] εἰς ταῦτα παραδείγματι· ὥσπερ καθέλκουσιν οἱ τοσοῦτοι, τοιάνδε δύναμιν ἔχοντες, πρώτως εἰς θάλασσαν τὴν ναῦν, εἰ δὲ λείποιεν οὗτοι κἂν ἑνὶ τῶν συνεργῶν ἢ τῇ δυνάμει τινός, οὐκ ἂν καθέλκοιτο ἡ ναῦς· οὕτως οἱονεὶ πολλοὶ μετατιθέντες εἰσὶν τὰ ὄρη ἡ πᾶσα πίστις· τοσοῦτον δὲ λείπει τῇ δυνάμει τῆς τῶν ὀρῶν μεταθέσεως ὅσον λείπει πρὸς τὸ πᾶσαν τὴν πίστιν ἔχειν ὁ ἔτι κατ’ αὐτὴν ἀτελής.

  27. 32.16.196.1

    καὶ ὅρα εἰ μὴ χρησίμως ὅλα ταῦτα ἐξήτασται διὰ τοὺς μαθητὰς ὧν ἔνιψεν ὁ Ἰησοῦς τοὺς πόδας. πρὸς οὓς εἶπεν, ὡς ἂν ὑπολάβοι ὁ μὴ ἐξετάσας, ὡς μηδέπω πιστεύσαντας τὸ »Ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε »ὅταν γένηται ὅτι ἐγώ εἰμι«· ἅμα δὲ καὶ ἀναπτυσσόμενος ὁ λόγος δείκνυσιν πηλίκη μέν ἐστιν ἡ κατὰ τὴν πᾶσαν πίστιν ἀρετή, καὶ ὅτι σπανίως εὑρισκομένη· πόσῳ δ’ ἕκαστος ἡμῶν ἀπολείπεται τοῦ τὴν πᾶσαν ἔχειν πίστιν, ὥστε ὄρη μεθιστάνειν.

  28. 32.16.197.1

    πλὴν οὐκ εὐκαταφρόνητον πρὸς τὸ ποιεῖν πιστεύειν ἐστίν, κατὰ τὰ νῦν προκείμενα, τὸ τοὺς προφήτας μὲν προτεθεσπικέναι τὰ περὶ τοῦ Ἰησοῦ, κατὰ δὲ τὸν λόγον αὐτῶν ἀπηντηκέναι τῷ σωτῆρι τὰ προειρημένα.

  29. 32.17.198.1

    (10) Ὁ Ἰησοῦς | πέμπει οὐ μόνον ἁγίους, ἀλλὰ καὶ ἁγίους καὶ ἀγγέλους· καὶ πέμπει μὲν τοὺς διὰ τὸ ἀποστέλλεσθαι ὑπ’ αὐτοῦ ἀποστόλους ὀνομαζομένους.

  30. 32.17.199.1

    ἤδη δὲ τούτων οἱ μὲν ἄνθρωποί εἰσιν, οἱ δὲ δυνάμεις κρείττους. οὐ γὰρ ἁμαρτησόμεθα τὸ ›ἀπόστολος‹ ὄνομα τάσσοντες καὶ ἐπὶ τούτων, περὶ ὧν γέγραπται· »Πάντες »εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς »μέλλοντας κληρονομεῖν σωτηρίαν«.

  31. 32.17.200.1

    εἰ γὰρ παρὰ τὸ ἀποστέλλεσθαι ἀπόστολοι, πάντες δέ εἰσιν ὑπὸ τοῦ ποιοῦντος »τοὺς ἀγγέλους »αὐτοῦ πνεῦμα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα« εἰς διακονίαν ἀποστελλόμενοι, ὄντες λειτουργικὰ πνεύματα, καὶ οὗτοι ἂν εἶεν ἀπόστολοι τοῦ ἀποστέλλοντος αὐτούς. καὶ ἕκαστός γε τῶν πεμπομένων ἀπό τινος, ἀπόστολός ἐστιν τοῦ πέμψαντος.

  32. 32.17.201.1

    καθ’ ὃ καὶ ἐν τοῖς ἀνωτέρω λέλεκται μετὰ τὸ »Οὐκ ἔστι δοῦλος μείζων »τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν«.

  33. 32.17.202.1

    κατὰ τοῦτο δὲ οὐχ ἁμαρτήσει καὶ τὸν Ἰωάννην ἀπόστολον λέγων θεοῦ διὰ τὸ »Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα »αὐτῷ Ἰωάννης«, καὶ τὸν Ἡσαΐαν διὰ τὸ » Τίνα ἀποστελῶ, καὶ τίς »πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;« ὅτε ἀπεκρίνατο λέγων· »Ἰδού »εἰμι ἐγώ, ἀπόστειλόν με«.

  34. 32.17.203.1

    τί δὲ περὶ τούτων λέγω, ὅτε καὶ ἐν τῇ πρὸς Ἑβραίους ὁ τηλικοῦτος ἡμῶν σωτὴρ ἀπόστολος εἴρηται τοῦ πατρός; γέγραπται γάρ· »Ἔχοντες οὖν ἀρχιερέα μέγαν καὶ ἀπόστολον »Ἰησοῦν Χριστόν«.

  35. 32.17.204.1

    καὶ νῦν οὖν ὃν ἐὰν ἀποστέλλῃ ὁ σωτὴρ διακονησόμενον τῇ τινων σωτηρίᾳ, ὁ ἀποστελλόμενος ἀπόστολός ἐστιν Ἰησοῦ Χριστοῦ.

  36. 32.17.205.1

    ἀλλ’ ὁ ἀπόστολος, ὥσπερ τοῦ ἀποστείλαντός ἐστιν ἀπόστολος, οὕτως τισὶν πρὸς οὓς ἀποστέλλεται μόνοις ἐστὶν ἀπόστολος.

  37. 32.17.206.1

    ὅπερ νοῶν ὁ Παῦλος ἔλεγεν· » Εἰ καὶ ἄλλοις οὐκ εἰμὶ »ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμί· ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς »ἐστε ἐν κυρίῳ«.

  38. 32.17.207.1

    ἔξεστιν οὖν τινα εἶναι ἀπόστολον Ἰησοῦ Χριστοῦ ἑνὶ μόνῳ ἐξαποσταλέντα, εἰ ἑνὶ μόνῳ θεοῦ προνοίᾳ τὸν λόγον διηκονήσατο.

  39. 32.17.208.1

    καὶ ταῦτά φαμεν, ἵνα πάλιν βλέπωμεν τὴν τῶν χρηματισάντων Ἰησοῦ Χριστοῦ ἀποστόλων ὑπεροχήν· »Δεξιάς, γάρ »φησιν, ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, »αὐτοὶ δὲ εἰς τὴν περιτομήν«. οὐκοῦν Παῦλος ἔθνεσι μόνοις ἀπόστολος ἦν, καὶ Πέτρος ὅλῃ τῇ περιτομῇ.

  40. 32.17.209.1

    ἡμῶν δὲ κἂν ἀξιωθῇ τις, ὡς παρέστησεν ὁ ἀπόστολος, τοῦ γενέσθαι ἑνί που ἢ ὀλίγῳ πλείοσιν, ἀπόστολος γίνεται.

  41. 32.17.210.1

    κἂν γένηται δέ, μὴ ἐπαιρέσθω, μεμνημένος τοῦ »Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ«· οὐ γὰρ πάντως εἰ ζητεῖται, τὸ ζητούμενον | εὑρίσκεται.

  42. 32.17.211.1

    Ταῦτα διὰ τὸ »Ὁ λαμβάνων ἐάν τινα πέμψω«, ὅσους ἐνδέχεται πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ, κἂν μή, οὓς εἰθίκαμεν ὀνομάζειν ἀπο στόλους, τοιοῦτοι ὦσιν, καὶ ὅτι ἐνδέχεται καὶ τῆς ἀνθρώπων φύσεως κρείττονα ὄντα πέμπεσθαι ὑπὸ τοῦ Ἰησοῦ.

  43. 32.17.212.1

    ὁ οὖν λαμβάνων ὃν 〈ἂν〉 πέμψῃ ὁ Ἰησοῦς, τὸν ἐν τῷ ἀποσταλέντι Ἰησοῦν λαμβάνει· ὁ δὲ λαμβάνων τὸν Ἰησοῦν, πατέρα λαμβάνει· ὁ ἄρα λαμβάνων ὃν ἂν πέμψῃ ὁ Ἰησοῦς λαμβάνει τὸν πέμψαντα τὸν Ἰησοῦ πατέρα.

  44. 32.17.213.1

    Δύναται δὲ καὶ τοιοῦτος ὁ λόγος εἶναι· ὁ μὲν λαμβάνων ὃν ἐὰν ἐγὼ πέμψω, ἐμὲ λαμβάνει, καὶ μέχρι τοῦ ἐμὲ παραδέξασθαι φθάνει· ὁ δὲ μὴ διά τινός μου ἀποστόλου ἐμὲ λαμβάνων, ἀλλὰ χωρῶν ἐμὲ οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπων διακονούμενον, ἀλλ’ ἐπιδημοῦντα ταῖς τῶν εὐτρεπισάντων ἑαυτοὺς πρὸς τὴν ἐμὴν παραδοχὴν ψυχαῖς, τὸν πέμψαντά με λαμβάνει πατέρα, ὡς μὴ μόνον ἐμὲ τὸν χριστὸν εἶναι ἐν αὐτῷ ἀλλὰ καὶ τὸν πατέρα.

  45. 32.17.214.1

    ἔστιν δὲ ἐκ τούτων καὶ τὰ κατ’ ἐναντιότητα νοῆσαι· ὁ γὰρ λαμβάνων ὃν ἐὰν πέμψῃ ὁ υἱὸς τοῦ πονηροῦ, ἐκεῖνος τὸν ἀντίχριστον λαμβάνει· ὁ δὲ λαμβάνων τὸν υἱὸν τοῦ πονηροῦ καὶ παραδεξάμενος τὸν ἀντίχριστον λόγον, ὑποκρινόμενον εἶναι ἀλήθειαν καὶ ψευδῶς ἐπαγγελλόμενον εἶναι δικαιοσύνην, οὗτος αὐτὸν λαμβάνει τὸν πονηρόν.

  46. 32.17.215.1

    διὸ προσέχωμεν, ἵν’ ὡς καλοὶ τραπεξῖται δοκιμάζωμεν μὲν τὸν τῶν ἀληθῶν διάκονον, ἀποδοκιμάζωμεν δὲ τὸν τῶν ψευδῶν.

  47. 32.17.216.1

    ἐνθάδε μὲν οὖν »Ὁ λαμβάνων, φησίν, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ »λαμβάνων, λαμβάνει τὸν πέμψαντά με« καὶ »Ὁ θεωρῶν ἐμέ, θεωρεῖ »τὸν πέμψαντά με«· οὔτε δὲ εἴρηται· ›Ὁ πιστεύων εἰς ὑμᾶς, πιστεύει εἰς ἐμέ‹ οὔτε ›Ὁ θεωρῶν ὑμᾶς, θεωρεῖ ἐμέ‹. λαμβάνειν μὲν γὰρ ἡμᾶς βούλεται τοὺς ἀποστόλους ἑαυτοῦ, οὐ μὴν καὶ πιστεύειν εἰς αὐτούς.

  48. 32.17.217.1

    λαμβάνωμεν οὖν τοὺς ὑπὸ τοῦ λόγου ἡμῖν ἀποστελλομένους καὶ αὐτὸν τὸν λόγον τοῦ θεοῦ· μηδέποτε δὲ παραδεξώμεθα ἀπόστολον ἀντιχρίστου καὶ λόγον ψευδῆ.

  49. 32.18.218.1

    (11) Ἀνωτέρω εἶπεν· » Νῦν ἡ ψυχή μου τετάρακται«· νῦν δὲ λέγεται ὅτι » Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι«. καὶ ζητῶ τοιαῦτα εἰς τὸν τόπον· τί δήποτε οὐκ εἴρηται ἀνάλογον τῷ »Νῦν ἡ ψυχή μου τετάρακται« τὸ »τὸ πνεῦμα τοῦ Ἰησοῦ »τετάρακται«, ἢ ἀνάλογον τῷ »Ἐταράχθη τῷ πνεύματι« τὸ »Νῦν ἡ »ψυχή μου τετάρακται«; καὶ ταῦτα ζητεῖν ἐτόλμησα με|τρίως, τηρήσας ἐν πάσῃ τῇ γραφῇ διαφορὰν ψυχῆς καὶ πνεύματος καὶ μέσον μέν τι θεωρῶν εἶναι τὴν ψυχὴν καὶ ἐπιδεχομένην ἀρετὴν καὶ κακίαν, ἀνεπίδεκτον δὲ τῶν χειρόνων τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· τὰ γὰρ κάλλιστα καρποὶ λέγονται εἶναι τοῦ πνεύματος, οὐχ ὡς ἂν οἰηθείη τις, τοῦ ἁγίου, ἀλλὰ τοῦ ἀνθρωπίνου.

  50. 32.18.219.1

    πρὸς ἀντιδιαστολὴν γὰρ τούτου φανερὰ λέγεται εἶναι τὰ ἔργα τῆς σαρκός, πάντα ψεκτὰ τυγχάνοντα, ἐπεὶ μηδὲν ἔργον σαρκὸς ἐπαινετόν.

  51. 32.18.220.1

    ἅπαξ δὲ μέχρι τοῦ δεῦρο εὗρον πνεῦμα φαύλου σκληρύνεσθαι λεγόμενον ὑπὸ κυρίου τοῦ θεοῦ.

  52. 32.18.221.1

    γέγραπται γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· » Καὶ οὐκ »ἠθέλησεν Σηὼν βασιλεὺς Ἐσσεβῶν παρελθεῖν ἡμᾶς δι’ αὐτοῦ, ὅτι »ἐσκλήρυνεν κύριος ὁ θεὸς τὸ πνεῦμα αὐτοῦ, καὶ κατίσχυσεν καρδίαν »αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ«.

  53. 32.18.222.1

    ἀλλὰ τὰ περὶ μὲν τούτου οἰκειότερον ἐν τοῖς εἰς τὸ Δευτερονόμιον ἐξετασθείη ἄν.

  54. 32.18.223.1

    νῦν δὲ πρόκειται λέγειν πῶς τὰ προειρημένα » Εἰπὼν »ὁ Ἰησοῦς ἐταράχθη« οὐ τὴν ψυχὴν οὐδὲ τῇ ψυχῇ, ἀλλ’ οὐδὲ τοῦ πνεύματος, ἀλλὰ »τῷ πνεύματι«. ἵν’ οὖν τὸ περὶ τοῦ πνεύματος παρατήρημα μὴ διαπίπτῃ, λεκτέον ὅτι ἐν μὲν τῷ »Νῦν ἡ ψυχή μου »τετάρακται« τὸ τῆς ταραχῆς πάθος ψυχῆς ἦν, ἐν δὲ τῷ »Ἐταράχθη »τῷ πνεύματι ὁ Ἰησοῦς«, ὅπερ ἐστὶν τὸ ἀνθρώπινον, τὸ πάθος ἦν ἐρχόμενον τῇ ἐπικρατείᾳ τοῦ πνεύματος.

  55. 32.18.224.1

    ὡς γὰρ ὁ ἅγιος ζῇ πνεύματι, προκατάρχοντι τῶν ἐν τῷ ζῆν καὶ πάσης πράξεως καὶ εὐχῆς καὶ τοῦ πρὸς θεὸν ὕμνου, οὕτως πᾶν ὅ τί ποτ’ ἂν ποιῇ, ποιεῖ πνεύματι, ἀλλὰ κἂν πάσχῃ, πάσχει πνεύματι.

  56. 32.18.225.1

    εἰ δὲ ὁ ἅγιος, πόσῳ μᾶλλον ταῦτα λεκτέον περὶ τοῦ τῶν ἁγίων ἀρχηγοῦ Ἰησοῦ, οὗ τὸ πνεῦμα τοῦ ἀνθρώπου, ἐν τῷ ἀνειληφέναι αὐτὸν ὅλον ἄνθρωπον, τὸ ἐν αὐτῷ διέσεισεν τὰ λοιπὰ ἐν αὐτῷ ἀνθρώπινα;

  57. 32.18.226.1

    καὶ οὕτως »ἐταράχθη τῷ πνεύματι«, ἵνα μαρτυρήσῃ καὶ ἵνα εἴπῃ μετὰ τοῦ θείου οἱονεὶ ὅρκου τοῦ ἀμὴν τὸ »Λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν »παραδώσει με«.

  58. 32.18.227.1

    τοῦ γὰρ πνεύματος, οἶμαι, θεωρήσαντος τὸ ἤδη ἀπὸ τοῦ διαβόλου βεβλημένον εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα τὸν διδάσκαλον παραδῷ, φωτισθεὶς εἰς τὸ ἐσόμενον ἐταράχθη· καὶ ἐπεὶ ἡ ταραχὴ ἀπὸ τῆς ἐν πνεύματι γνώσεως γεγένηται, ὃ καὶ ἐν ταραχῇ ἐγένετο, »Ἰησοῦς, εἴρηται, ἐταράχθη τῷ πνεύματι«.

  59. 32.18.228.1

    τάχα δὲ καὶ κατὰ μίαν ἐκδοχὴν τὴν »Ἡ σὰρξ ἀσθενής« καὶ ἡ σὰρξ τετάρακται· ταῦτα δ’ ἦν ὁ Ἰησοῦς, περὶ οὗ ὑπὸ τοῦ Γαβριὴλ πρὸς τὴν Μαρίαν εἴρηται τὸ » Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ καλέσεις »τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου »κληθήσεται«.

  60. 32.18.229.1

    Σημείωσαι δὲ τίνα τρόπον ἐν τοῖς ἐξεταζομένοις τὸ ἐμαρτύρῆσεν | ἀναφέρεται 〈εἰς〉 τὸ »Εἷς ἐξ ὑμῶν παραδώσει με«.

  61. 32.18.230.1

    καὶ τοῦτο γὰρ λεγόμενον καὶ προφητευόμενον τοῖς μαθηταῖς περὶ Ἰούδα, τοῦ ἑνὸς ἐξ αὐτῶν, μαρτυρία ἦν ὁμώνυμος, οἶμαι, τῷ παρὰ τὸ μαρτυρεῖν καὶ ἀποθνήσκειν ὑπὲρ θεοσεβείας σημαινομένῳ.

  62. 32.18.231.1

    οὐ γὰρ ταὐτὰ νομίζω σημαίνεσθαι ἐν τῷ »Ἐμαρτύρησεν«, ὅτε δηλοῦται τὸ ῥῆμα, παρ’ ὃ ὁ μάρτυς ἐσχημάτισται τοῦ θεοῦ καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ νῦν ὅτε ἀναφέρεται ἐπὶ τὸ »Εἷς ἐξ ὑμῶν παραδώσει με«.

  63. 32.18.232.1

    ἔτι κατὰ δύναμιν ἐγὼ ἐφίστημι καὶ τῷ »Εἷς ἐξ ὑμῶν«, ἀναφερομένῳ ἐπὶ τὸν Ἰούδαν, μήποτε ἐμφαίνει τὸ ἀπὸ τάξεως ἀποστολικῆς, ἐν ᾖ καὶ αὐτὸς ὕψω〈ται〉 τῷ διάθεσίν ποτε παραπλησίαν τοῖς λοιποῖς ἀποστόλοις ἔχειν αὐτόν, ἀποπεπτωκέναι.

  64. 32.18.233.1

    οὕτως γὰρ ἐγὼ ἤκουσα καὶ τοῦ »Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν«, ἐπεὶ μηδὲ ἐκεῖ εἴρηται· »ὡς ἡμεῖς« ἢ »ὡς ἐγώ«, ἀλλὰ διὰ τὸν ἕνα ἐκπεσόντα τῆς μακαριότητος, τὸ »Ὡς εἷς ἐξ ἡμῶν«· 〈τὸ δὲ〉 »Ὡς εἷς« συνᾴδειν μοι δοκεῖ καὶ μετὰ τοῦ »Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε«, τῷ »Καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε«. πλειόνων γὰρ ἀρχόντων γενομένων, εἷς πέπτωκεν, ᾧ παραπλησίως μιμούμενοι τὴν ἐκείνου πτῶσιν πίπτουσιν οἱ ἁμαρτάνοντες.

  65. 32.18.234.1

    ὡς γὰρ ἐκεῖνος ἐν θεότητι τυγχάνων πέπτωκεν, οὕτω καὶ πρὸς οὓς ὁ λόγος φησὶ τὸ »Ἐγὼ »εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες«, ἀποπεσόντες τῆς μακαριότητος, οὐ προηγουμένως ὄντες ἄνθρωποι, ὡς ἄνθρωποι ἀποθνήσκουσιν καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτουσιν.

  66. 32.18.235.1

    νομίζω δὲ καὶ θαυμαστικῶς εἰρῆσθαι τοιούτῳ νῷ τὸ λεγόμενον· ὁ παραδώσων με οὐκ ἀλλότριος τῶν ἐμῶν μαθητῶν ἐστιν, ἀλλ’ οὐδὲ εἷς τῶν πολλῶν μαθητῶν, ἀλλὰ εἷς τῶν ἐν ἐκλογῇ μοι τετιμημένων ἀποστόλων.

  67. 32.18.236.1

    πολλοὶ μὲν οὖν, καταψηφιζόμενοι τοῦ Ἰησοῦ, φασίν· »Σταύρου, »σταύρου αὐτόν« καὶ » Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον«.

  68. 32.18.237.1

    τὸ δὲ παραδοῦναι αὐτὸν ἔργον ἦν ἑωρακότος καὶ νενοηκότος αὐτόν· διδάσκαλον γὰρ αὐτὸν ἐπιστάμενος τῶν τηλικῶνδε καὶ τοσῶνδε μαθημάτων, ἃ κατ’ ἰδίαν μετὰ τῶν ἀποστόλων ἤκουσεν, καὶ κύριον αὐτὸν εἰδώς, παραδιδοὺς αὐτόν, ὃ ἔγνω μέγεθος αὐτοῦ παρέδωκεν, οὐκ ἂν ποιήσαντος τοῦτό τινος τὸ μέγεθος αὐτοῦ μὴ τεθεωρηκότος.

  69. 32.18.238.1

    τὸν μὲν γὰρ μέγαν παραδέδωκεν, οὐ καθ’ ὃ μέγας ἐστίν, ἐπεὶ μὴ εἶδεν καθ’ ὃ μέγας ἐστίν· ὁ δὲ καὶ μαθὼν πῶς μέγας ἦν καὶ ἀκροατὴς γενόμενος τοῦ μεγέθους τῆς ἐν αὐτῷ σοφίας καὶ λόγου καὶ χάριτος καὶ προδοὺς αὐτόν, προέδωκεν ὅλον καθ’ ὃ εἶδεν μέγεθος.

  70. 32.18.239.1

    διὰ τοῦτο συνέφερεν αὐτῷ εἰ μὴ ἐγεννήθη, εἴτε τὴν τῆς παλιγγενε|σίας γένεσιν, ὡς ἂν βαθύτερόν τις ἀκούσαι, εἴτε καὶ τὴν κοινότερον νοουμένην· περὶ ἧς ὁ πραγμάτων ἑαυτὸν ἀπαλλάττειν θέλων, καὶ ζητήσας ὅτι ᾧ συμφέρει, ὄντι συμφέρει, καὶ ὑπονοήσας ὅτι οὐκ ἂν μὴ ὄντι αὐτῷ συνέφερεν, ἐπὶ τὴν δευτέραν κατελθὼν διήγησιν, ἐκείνην μᾶλλον παραδέξεται.

  71. 32.19.240.1

    (12) Εἰ μὲν προφανὴς ἦν τοῖς Ἰησοῦ μαθηταῖς ἡ τοῦ Ἰούδα κακία, κἂν ἔγνωστο, εἰπόντος τοῦ σωτῆρος ὅτι » Εἷς ἐξ ὑμῶν »παραδώσει με«, τίς ἦν ὁ παραδώσων τὸν διδάσκαλον. νυνὶ δὲ βλέπουσιν »εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει«.

  72. 32.19.241.1

    καὶ γὰρ Ἰούδας τάχα μὲν ἐκ προτέρων χρηστοτέρων ἐδυσώπει τοὺς ἀποστόλους πρὸς τὸ μηδὲν ὑπονοῆσαι περὶ αὐτοῦ φαῦλον· τάχα δὲ καὶ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, οὐκ ἦν τῆς πονηρίας ἐξ ὅλων· λείμματος γὰρ προαιρέσεως ἀγαθῆς ὑπάρχοντος ἐν αὐτῷ, ἰδὼν ὅτι κατεκρίθη, ἡνίκα »δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ »τῷ ἡγεμόνι«, »μεταμεληθεὶς ἔστρεφεν τὰ τριάκοντα ἀργύρια τοῖς »ἀρχιερεῦσι καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον«· ὅτε εἰπόντων αὐτῶν· »Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ«· ῥίψας ὁ φιλάργυρος Ἰούδας τὰ ἀργύρια » ἀπελθὼν ἀπήγξατο«, μηδὲ περιμείνας ἰδεῖν τοῦ περὶ τὸν Ἰησοῦν παρὰ τῷ Πιλάτῳ κρίματος τὸ τέλος.

  73. 32.19.242.1

    καὶ γέγονεν αὐτῷ οὔτε καθαρὰ ἀπὸ ἁμαρτίας μετάνοια, οὔτε ἄκρατος πρός τι χρηστότερον ἡ πονηρία. εἰ μὲν γὰρ καθαρῶς μετενόει κἂν ὡς ὁ λῃστὴς εἰπών· »Μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ »σου«, προσελθὼν τῷ σωτῆρι ἐποίει τὰ παρ’ αὐτοῦ, πρὸς τὸ ἐξιλάσασθαι αὐτὸν ἐπὶ τῇ φθασάσῃ γεγονέναι προδοσίᾳ.

  74. 32.19.243.1

    εἰ δὲ πάντη τὴν τοῦ καλοῦ ἔννοιαν ἐξεληλακὼς ἦν τῆς ἑαυτοῦ ψυχῆς, οὔτ’ ἂν μετεμελήθη ἰδὼν ὅτι κατεκρίθη ὁ Ἰησοῦς· ἀλλὰ καὶ προσετίθει ἂν λόγους κατηγορῶν αὐτοῦ συγγενεῖς τῇ προδοσίᾳ·

  75. 32.19.244.1

    ἀλλὰ καὶ ἀπολαύων ἂν ὡς φιλάργυρος ὧν ἔλαβεν τριάκοντα ἀργυρίων, »τὴν τιμὴν τοῦ »τετιμημένου«, οὔτ’ ἂν ἐβουλεύσατο ἀπώσασθαι τὰ ἀργύρια οὔτ’ ἂν ἔστρεψεν αὐτὰ τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις, οὔτ’ ἂν ἐπ’ αὐτῶν ἐκείνων ἐξωμολογήσατο, αὑτοῦ μὲν κατηγορῶν, τὸν 〈δὲ〉 διδάσκαλον καὶ ἐγκωμιάζων ἐν τῷ· »Ἥμαρτον παραδοὺς αἷμα δίκαιον«.

  76. 32.19.245.1

    ἀλλὰ καὶ τὸ ἀπάγξασθαι αὑτὸν οὐδεὶς | ἄλλος ἐποίησεν ἢ ὁ βεβληκὼς αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ τὸν σωτῆρα· καὶ τόπον γε κατ’ ἀμφότερα ἔδωκεν τῷ διαβόλῳ.

  77. 32.19.246.1

    Ταῦτα δὲ κατὰ δύναμιν ἐπεξειργασάμην ἅμα μὲν παριστὰς τοῖς οἰομένοις αὐτὸν φύσει γεγονέναι ἀνεπίδεκτον σωτηρίας, ὅτι οὐ τοιοῦτος ἦν, ἅμα δὲ διηγούμενος ὅτι εὐλόγως οἱ μαθηταὶ ἐπὶ τῷ τοῦ κυρίου λόγῳ »ἔβλεπον εἰς ἀλλήλους, ἀπορούμενοι περὶ τίνος λέγει«.

  78. 32.19.247.1

    ἀρκεῖ δὲ παραθέσθαι καὶ προφητικὴν λέξιν ἀπὸ τοῦ τεσσαρακοστοῦ Ψαλμοῦ, παριστᾶσαν ὅτι ἅγιος ὢν μεταπέπτωκεν, ἐπεὶ γέγραπται· »Καὶ »γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους »μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόνς.

  79. 32.19.248.1

    ἀλλὰ καὶ τὸ »Εἰ ἐχθρὸς »ὠνείδισέν με, ὑπήνεγκα ἄν« ἐπ’ αὐτὸν ἀναφερόμενον δηλοῖ ὅτι οὐκ ἀρχῆθεν ἐχθρὸς ἦν.

  80. 32.19.249.1

    ἀλλὰ καὶ τὸ »Εἰ ὁ μισῶν με ἐμεγαλορημόνησεν, »ἐκρύβην ἂν ἀπ’ αὐτοῦ« παρίστησιν ὅτι καὶ ἠγάπα ποτὲ τὸν Ἰησοῦν, φθάσας ἐπὶ τὸ καὶ ἰσόψυχος αὐτῷ τυγχάνειν, ἐπεὶ γέγραπται· »Σὺ »δὲ ἄνθρωπε ἰσόψυχε, καὶ ἡγεμών μου, καὶ γνωστέ μου«.

  81. 32.19.250.1

    καὶ ἄλλα δ’ ἂν εὕροις μυρία, ἐξ ὧν συνήσεις ὅτι εἰκότως οἱ μαθηταὶ »ἔβλεπον »εἰς ἀλλήλους, ἀπορούμενοι περὶ τίνος λέγει«.

  82. 32.19.251.1

    ὁ δὲ Λουκᾶς ἀνέγραψεν ὅτι εἰπόντος τοῦ σωτῆρος· »Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ »παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης. ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου κατὰ »τὸ ὡρισμένον αὐτῷ πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ »οὗ παραδίδοταις οἱ μαθηταὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τίς »ἄρα εἴη ἐξ αὐτῶν ὁ μέλλων τοῦτο πράσσειν«· συνεζήτουν γὰρ »ἀπορούμενοι περὶ τίνος λέγει«.

  83. 32.19.252.1

    ἀλλὰ κατὰ μὲν τὸν Λοῦκαν οὐκ ἐμφαίνεται ὅτι ἕκαστος καὶ ἑαυτὸν ὑπενόει· κατὰ δὲ τὸν Ματθαῖον καὶ τὸν Μάρκον καὶ τοῦτο παρίσταται.

  84. 32.19.253.1

    ὁ μὲν γὰρ Ματθαῖός φησι· »Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν· Μήτι ἐγώ εἰμι, κύριε;«

  85. 32.19.254.1

    ὁ δὲ Μάρκος ὅτι »Ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ’ ἕνα· »Μήτι ἐγώ;

  86. 32.19.255.1

    καὶ ἄλλος· Μήτι ἐγώ;« ἐμέμνηντο γάρ, οἶμαι, ἄνθρωποι ὄντες, ὅτι τρεπτή ἐστιν ἡ προαίρεσις τῶν ἔτι προκοπτόντων καὶ ἐπιδεχομένη τὸ ἐναντία θέλειν οἷς πρότερον προέθετο.

  87. 32.19.256.1

    τάχα δὲ καὶ μαθόντες πρὸς ἃ ἡμῖν ἐστιν ἡ πάλη, εὐλαβοῦντο διὰ τὸ ἐν ἀνθρώ ποις ἄδηλον μήποτε νικηθέντες παραδέξωνται καὶ τὴν περὶ τοῦ διδασκάλου προδοσίαν.

  88. 32.19.257.1

    καὶ γὰρ ὁ Πέτρος πρόθεσιν μὲν εἶχεν, ὅτε διαβεβαιούμενος ἔλεγεν· »Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ »οὐ σκανδαλισθήσομαι« μὴ ἀρνήσασθαι τὸν Ἰησοῦν· ἐκνικηθεὶς δὲ ὑπὸ τοῦ τῆς δειλίας πνεύματος πρὸ ἀλεκτοροφωνίας τρὶς αὐτὸν ἠρνήσατο.

  89. 32.19.258.1

    ἐκ τῶν τοιούτων δὴ λόγων διδασκόμεθα· »Ὁ στήκων »βλεπέτω μὴ πέσῃ« | καὶ » Μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα«. τάχα δὲ καὶ τὸ »Ἔβλεπον εἰς ἀλλήλους οἱ »μαθηταὶ« πρὸς τῷ ἁπλούστερον νοουμένῳ καὶ τοιοῦτόν τι δηλοῖ, ὅτι ἕκαστος κατὰ τὸ δυνατὸν ἀνθρωπίνῃ φύσει ἐνεώρα εἰς τὴν προαίρεσιν τοῦ ἑτέρου, ἐπαπορῶν εἰ δύναται ἡ τοιαῦτα πράξασα ψυχὴ καὶ οὕτω πρὸς τὸν ἀψευδῆ διδάσκαλον διατεθεῖσα, ἀληθῶς μαρτυρήσαντα ἐν τῷ εἰρηκέναι· »Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει »με«, ἐπὶ τοσοῦτον ἐκτραπῆναι καὶ ἐπιλαθέσθαι τῶν τοῦ διδασκάλου μαθημάτων, ὡς καὶ ἐπὶ τὴν προδοσίαν αὐτοῦ φθάσαι.

  90. 32.19.259.1

    ἐμφαντικὴ γὰρ ἡ περὶ τῶν μαθητῶν λέξις ἡ »Ἀπορούμενοι περὶ τίνος λέγει«· οὐ γὰρ εὐπόρουν ἐννοῆσαι περὶ τίνος τὸ προειρημένον ἦν, ἀλλ’ ἦσαν περὶ τούτου ἀπορούμενοι καὶ οὐδὲν οὔτε νοεῖν οὔτε λέγειν σαφὲς εὑρίσκοντες.

  91. 32.20.260.1

    (13) Ὁ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ἀνακείμενος, εἷς τῶν μαθητῶν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἔοικεν ὁ γράψας τὸ εὐαγγέλιον εἶναι Ἰωάννης· ἐπὶ γὰρ τῷ τέλει τοῦ εὐαγγελίου γέγραπται ὡς »Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς »ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ, καὶ »εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον οὖν ἰδὼν ὁ Πέτρος »λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν »αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

  92. 32.20.261.1

    σύ μοι ἀκολούθει. »ἐξῆλθεν οὖν ὁ λόγος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ »ἀποθνήσκει. οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’· »Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;« ὅτι δὲ ὁ μαθητὴς οὗτος ὁ γράψας τὸ εὐαγγέλιον Ἰωάννης ἐστὶν δῆλον ἐκ τῶν ἐπιφερομένων οὕτως ἐχόντων ὅτι »Οὗτός ἐστιν ὁ μαθητὴς ὁ καὶ »μαρτυρῶν περὶ τούτων, ὁ γράψας ταῦτα«.

  93. 32.20.262.1

    παρατήρει δὲ ἐν ἀμφοτέροις τοῖς τόποις τοῦ εὐαγγελίου τίνα τρόπον ὁ Πέτρος, ὡς ἐπὶ πλεῖον αὐτῷ θαρρῶν καὶ προσκεκλιμένος, ὅπου μὲν » Νεύει αὐτῷ καὶ »λέγει· Εἰπὲ τίς ἐστιν, | περὶ οὗ ὁ Ἰησοῦς προδώσοντός φησιν«, ὅπου δὲ ἰδὼν αὐτὸν ἀκολουθοῦντα ὡς φροντίζων αὐτοῦ μᾶλλον παρὰ τοὺς λοιποὺς λέγει τῷ Ἰησοῦ περὶ αὐτοῦ· »Κύριε, οὗτος δὲ »τί;« βουλόμενος μαθεῖν καὶ τὸ κατὰ τὸν Ἰωάννην τέλος ὁμοίως τῷ ἐγνωκέναι τὰ περὶ αὑτοῦ, ὅτι ὅταν γηράσῃ ἐκτενεῖ τὰς χεῖρας αὐτοῦ, καὶ ἄλλος αὐτὸν ζώσει καὶ οἴσει ὅπου οὐ θέλει.

  94. 32.20.263.1

    εἴπερ δὲ ἃ ἐλάλει ῥήματα ὁ Ἰησοῦς πνεῦμά ἐστιν καὶ οὐ γράμμα, δι’ ὅλων ζωή ἐστιν καὶ οὐδαμῶς θάνατος, καὶ μιμούμενος αὐτὸν ὁ μαθητὴς ὃν ἠγάπα πνεῦμα καὶ ζωὴν ἀναγράφει, ἀκουστέον τοῦ »Ἦν ἀνακείμενος εἷς ἐκ »τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ« ἀξίως τιμῆς, ἧς πρέπει διδόναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λαμβάνειν τὸν ἀγαπώμενον ὑπ’ αὐτοῦ.

  95. 32.20.264.1

    καὶ νομίζω ὅτι εἰ καὶ συμβολικῶς τότε ἀνακείμενος Ἰωάννης ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, τοῦ γέρως τούτου ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος τῆς ἀπὸ τοῦ διδασκάλου, τὸ συμβολικὸν τοῦτο παρίστησιν ὅτι Ἰωάννης ἀνακείμενος τῷ λόγῳ καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος, ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι ἐν τοῖς κόλποις τοῦ πατρός, κατὰ τὸ »Ὁ μονογενὴς »θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«.

  96. 32.20.265.1

    εἰ μὴ ταπεινότερον δὲ ἀκούομεν καὶ τοῦ »Ἐγένετο δὲ ἀποθανεῖν τὸν »πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν † ἀπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον »Ἀβραάμ«, τοιοῦτόν τι καὶ περὶ τοῦ κόλπου Ἀβραὰμ νοήσομεν· ὅπερ ἐὰν οὕτως * * * ἐσόμεθα, ἀπολογησάμενοι πρὸς τὴν κατ’ ἄγνοιαν περὶ τῆς γραφῆς ἐπαπόρησιν, λεχθεῖσαν ὑπὸ τοῦ βουληθέντος ἀθετῆσαι τὴν περὶ τὸν πλούσιον καὶ τὸν πένητα διήγησιν· εἰ γὰρ ἀνέκειτο, φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν τὸν βίον ἦν 〈ἂν〉 ἐν τῷ κόλπῳ τοῦ Ἀβραάμ, καὶ πρὸ ἐκείνου ἄλλος.

  97. 32.20.266.1

    ἀλλὰ καὶ ἄλλου, φησί, δικαίου ἐξελθόντος ὁ πτωχὸς ὑπαναστήσεται· οὐ γὰρ ἑώρα τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ περὶ τούτων ἐπαπορῶν, καὶ ὅτι δυνατόν ἐστιν μυρίους ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ ἅμα ἀναπαύσεσθαι, κοινωνοῦντας τῶν ἀποκαλυφθέντων αὐτῷ.

  98. 32.21.267.1

    XXI. Εἰ δὲ καὶ ἄλλον τόπον περὶ τῆς τοῦ κόλπου ὀνομασίας δεήσει παραθέσθαι ἀπὸ τῆς γραφῆς, φέρε ἐξετάσωμεν τίνα τρόπον εἶπεν κύριος τῷ Μωϋσῇ· »Πάλιν εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν »κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, »καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ καὶ ἐγένετο ἡ χεὶρ »αὐτοῦ λεπρῶσα ὡσεὶ χιών. καὶ εἶπεν· Εἰσένεγκον τὴν χεῖρά σου »εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον »αὐτοῦ, καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν »ἀπεκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ«.

  99. 32.21.268.1

    χαλεπὸν μὲν οὖν ἰδεῖν καὶ ὑπὲρ | ἡμᾶς, τίνος σύμβολον εἶναι δύναται τὸ σημεῖον τοῦτο. ἐπεὶ δὲ χρὴ καὶ ἡμᾶς μὴ ἀργεῖν ἀπὸ τοῦ ζητεῖν καὶ τὸ ὑποπῖπτον εἰς κρίσιν παραδοῦναι τῷ ἐντευξομένῳ, φήσομεν ὅτι ἡ χεὶρ πράξεων πολλαχοῦ σύμβολόν ἐστιν· ὁ δὲ κόλπος Μωϋσέως δύο δυνάμεις ἔχει, τὴν μὲν προτέραν καὶ κατὰ τὰ τοῦ γράμματος νοήματα. ποιοῦσαν τὴν πρᾶξιν τοῦ πράττοντος ὡσεὶ χιών, ὅσον ἐπὶ τῇ Ἑβραίων φωνῇ, [ἢ] καὶ λεπρῶσαν· τὴν δὲ δευτέραν καὶ κατὰ τὸν πνευματικὸν νόμον, καθαρὰν ἀποδεικνύουσαν τὴν πολιτείαν καὶ ἀποκαθιστανομένην εἰς τὸ βούλημα τῆς φύσεως τοῦ λόγου.

  100. 32.21.269.1

    καὶ τήρει γε ὅτι ἐπιφέρεται τούτοις τὸ »Ἐὰν μὴ πιστεύσωσίν σοι μηδὲ »εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσίν σοι »τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου«· ὁ γὰρ μὴ πιστεύσας τῇ ἐκδοχῇ τοῦ γράμματος, διὰ μεγαλόνοιαν πιστεύει τῇ πνευματικῇ τοῦ νόμου διηγήσει.

← Previous · Next → — showing 10011100 of 1,232

First Thousand Years of Greek. CTS URN tlg2042.tlg079.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.