Ancient Texts

← Library

Adnotationes in Jesu filium Nave (fragmenta e catenis)

First Thousand Years of Greek · First Thousand Years of Greek · 8 sections

  1. 3.14.1

    Στίχ. ιδ΄. Καὶ ἀπῆρε πᾶς λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν.

  2. 3.14.2

    Τουτέστιν, ὡς ἅλω πλήρωσις (69). Οὐ γὰρ μόνον ἐπήγνυτο, ὡς ἐν τῇ Ἐρυθρᾷ, ἀλλʼ ὡς θημὼν πυροῦ ἐσωρεύετο. Εἰς τύπον τῶν ἀποστόλων δηλονότι.

  3. 6.15.1

    Στίχ. ιε΄, ις΄. Κεκράξατε· παρέδωνε γὰρ Κύριος ὑμῖν τὴν πόλιν.

  4. 6.15.2

    (70) Διατί τὴν Ἰεριχὼ ἀναθεματισθῆναι προσέταξε; Πρώτην ταύτην εἷλον πόλιν μετὰ τὸ διαβῆναι31 τὸν ποταμόν. Ὥσπερ τοίνυν προσέταξεν αὐτοὺς τῶν καρπῶν προσφέρειν τὰς ἀπαρχὰς, οὕτως ἐκέλευσε τὰ τῶν σκύλων προσενεγκεῖν ἀκροθίνια. Πρὸς δὲ τούτοις καὶ γυμνάζει αὐτοὺς διὰ τούτων τῶν νόμων, ὥστε τοὺς ἀναγκαίους νόμους τηρεῖν. Τὴν οἰκείαν δὲ αὐτοῖς ἐπιδεικνὺς δύναμιν, τὴν πρώτην πόλιν δίχα ὅπλων καὶ μηχανημάτων ἑλεῖν παρεσκεύασε, καὶ μόνῃ κατέλυσε τῇ τῶν σαλπίγγων ἠχῇ· ἵνʼ ὅταν ἡττηθῶσι παραταττόμενοι, γνῶσιν, ὡς αὐτοὶ παρέσχον τῆς ἥττης τὰς ἀφορμὰς, τῶν θείων νόμων καταφρονήσαντες.

  5. 8.2.1

    (71) Στίχ. β΄. Καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ.

  6. 8.2.2

    Ἐπειδὴ οὐκ ἔδει ὡς ἐν τῇ Ἱεριχὼ τὰ πάντα ἀνατεθῆναι.

  7. 8.26.1

    (72) Στίχ. κς΄. Καὶ ἐξέτεινεν ὁ Ἰησοῦς τὸν γαισὸν, καὶ τὴν χεῖρα αὐτοῦ.

  8. 8.26.2

    Ἔμενε γὰρ Ἰησοῦς ἐκτεταμένην ἔχων τὴν χεῖρα· ἵνα, θεασάμενοι οἱ τῆς ἐνέδρας, προκαταλάβωνται τὴν πόλιν.

First Thousand Years of Greek. CTS URN tlg2042.tlg071.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.