Ancient Texts

← Library

Adnotationes in Numeros

First Thousand Years of Greek · First Thousand Years of Greek · 8 sections

  1. 11.7.1

    Στίχ. ζ΄. Τὸ δὲ μάννα, ὼσεὶ σπέρμα κορίου. (21) Τὸ δὲ ὡσεὶ σπέρμα κορίου, οἱ λοιποὶ βδελίου· ἄλλος φησὶν, ἐκ μέλιτος· Ἀκύλας καὶ Σύμμαχος, μαστοῦ ἔλαιον, μαστοῦ εἰς λίπας.

  2. 12.1.1

    Στίχ. α΄, β΄, ι΄, ιε΄. Λοιδορήσασα Μαριὰμ τὸν Μωσέα, ἐλεπρώθη, ἔξω τῆς παρεμβολῆς γενομένη ἑπτὰ ἡμέρας καθίσασα. Τοῦτο δὲ γέγονε πρὸς φόβον τοῦ λαοῦ. Εἰ γὰρ τῆς ἀδελφῆς οὐκ ἐφείσατο, οὐδὲ ἑτέρου.

  3. 14.7.1

    Στίχ. λς΄. Καὶ οἱ ἄνθρωποι. Οἱ τὴν γῆν ψέγοντες, ψεύστην τὸν Θεὸν, κατʼ αὐτοὺς εὐσεβῶς, ἔδειξαν, ἐπαινοῦντα (22) τὴν Παλαιστίνην.

  4. 22.2.1

    Στίχ. β΄. καὶ ἰδὼν Βαλάκ. Ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν. Ἐν οἷς καὶ τό· Ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος.

  5. 22.4.1

    Στίχ. δ΄. (23) Ὅτι ὥσπερ μάντιν τὸν μισθὸν ταύτης ἔφερον προσαγαγεῖν αὐτόν.

  6. 23.7.1

    (24) Στίχ. ζ΄. Καὶ ἀναλαβὼν τὴν παραβολήν. Ἡθεία Γραφὴ ἔν τισιν τόποις προκρίνει καὶ προτίθηοι τὸ συμβολικὸν ὂν τῆς ἱστορικῆς διηγήσεως ἐν τῇ αὐτοῦ ὑποθέσει.

  7. 24.7.1

    Στίχ. ζ΄. Καὶ κυριεύσει ἐθνῶν πολλῶν. (25) Εἰσὶ δὲ κύριοι πολλοὶ, καὶ θεοὶ πολλοί. Μακάριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον· κυριεύσουσι γὰρ κυρίας πολλάς.

  8. 24.17.1

    Στίχ. ιζ΄. Καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ. Φασὶ τὸν Βαλαὰμ ἔχειν φοιτητὰς τῇ τέχνῃ, μαθητεύσαντας αὐτῷ τῇ μαγικῇ· καὶ δόξαν περὶ αὐτοῦ (26), ἀναγράψασθαι τὰς προφητείας αὐτοῦ, καὶ καταλιπεῖν, ἐν αἷς καὶ τό· Ἀνατελεῖ ἄστρον. Ἤ καὶ ἐκ τῆς πατρικῆς παραδόσεως τοῦτο καὶ διαδοχῆς παραλαβόντες οἱ Μάγοι, ἐπὶ τὴν Βηθλεὲμ παρεγένοντο.

First Thousand Years of Greek. CTS URN tlg2042.tlg069.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.