Ancient Texts

← Library

Adnotationes in Genesim

First Thousand Years of Greek · First Thousand Years of Greek · 13 sections

  1. 7.4.1

    Στιχ. δ΄. Ἐγὼ ἐπάγω ὑετὸν (ἐπὶ) τὴν γῆν τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας. Καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπουἕως κτήνους.

  2. 7.4.2

    Τί δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλήθη διέφθειρεν; Ἐξαλεῖψαι τοῦ Κάῖν τὸ γένος ἠθέλησε· ἀνεμίγη δὲ αὐτῷ καὶ τῶν εὐσεβῶν ἡ φυλή· διὸ καὶ τῆς τιμωρίας μετέσχηκεν. Ἀρχὴν δέ τινα καιτοῦ βίου ποιήσασθαι βουληθεὶς, τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ ὄντα καὶ δίκαιον, καὶ ἐκ τῆς τῶν συγγενῶν εὐσεβείας βλαστήσαντα, καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα. Οὐ μὴν, ὥς τινές φασιν, ὀργῇ (4) τινι καὶ μεταμελείᾳ ταῦτα πεποίηκε. Ταῦτα γάρ τοι ἀνθρώπινα πάθη· ἡ δὲ θεία φύσις, ἐλευθέρα παθῶν. Ἄλλως τε ἡ μεταμέλεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλληλος· εἶτα τῇ πείρᾳ μανθάνοντες ὡς οὐκ ὀρθῶς ἐβουλεύσαντο, μεταμέλονται. Ὁ δὲ Θεὸς οὕτως ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεὰς, ὡς ἤδη γεγενημένα. Ὡς προορῶν τοίνυν καὶ προγινώσκων, οὕτως ἅπαντα πρυτανεύει. Τί δήποτε τοίνυν μεταμέλεται, ἅπαντα πρὸς τὴν πρόγνωσιν τὴν οἰκε ίαν οἰκονομῶν; Οὐκοῦν ἐπὶ Θεοῦ μεταμέλεια οἰκε νομίας μεταβολή· Μεταμέλομαι γὰρ, φησὶν, ὅτι κέ κρικα τὸν Σαοὺλ εἰς βασιλέα· ἀντὶ τοῦ· Εὐδοκίμασα μὲν παῦσαι τοῦτον, ἕτερον δὲ χειροτονῆσαι. Οὕτω κἀνταῦθα· Ἐνεθυμήθην, ὅτι ἐποίησα ἄνθρωπον· ἐδοκίμασα διολέσαι τῶν ἀνθρώπων τὸ γένος. Ἀλλὰ φιλάνθρωπος ὢν, σπέρμα τὸν Νῶε τῇ φύσει τετήρηκεν. Ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων εἵνεκα δεδημιούργηκε χρείας· καὶ ταῦτα τοῖς ἀνθρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διαφυλαχθέντων. Ἐκέλευσε γὰρ ὁ δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν. Ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυσίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε· τὰς μὲν τρεῖς συζυγίας, εἰς τὴν αὔξησιν τοῦ γένους, τὸ δὲ ἓν τὸ περιττὸν εἰς θυσίαν. Εὐθὺς γὰρ ὁ Νῶε μετὰ τὴν καῦλαν τῆς τιμωρίας, θυσίαν τῷ Θεῷ εὐχαριστήριον προσενήνοχεν, ἀπὸ πάντων, φησὶ, κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν. Ὡς εἶναι δῆλον ὅτι τούτου χάριν, ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν τιβωτὸν εἰσαχθῆναι, ἵνα, τὸ ἓν ζῶον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων, μὴ διαφθείρῃ τὰς συζυγίας.

  3. 7.16.1

    (4·) Στίχ. ις΄. Καὶ ἔκλεισε Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν.

  4. 7.16.2

    Θειοτέρας τινὸς δυνάμεως ἔχρῃζεν ἡ ἀσφάλεια τῆς θύρας κλειομένης.

  5. 19.25.1

    Σπίχκε΄. Καὶ κατέστρεφεν τὰς πόλεις ταύτας, καὶ πασαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι.

  6. 19.25.2

    Στίχ. κς΄. Καὶ ἀπέλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός.

  7. 19.25.3

    Ὁ Κύριος οὐ μόνον τοὺς ἀσεβεῖς ἀπόλλυσιν, ἀλλὰ καὶ τὰς τροφὰς αὐτῶν οὔσας Σοδομιτικὰς καὶ ἐπιβλαβεῖς· ἐν αἷς ἐστι καὶ ἄμπελος, περὶ ἧς γέγραπται· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν καὶ ἡ κλημαεὶς αὐτῶν ἐκ Γομόῤῤας. (5) Ἅμα τε εἰς τὴν πόλιν ἀπεσώθη, καὶ τὸ πῦρ ἐπεφέρετο ταῖς πόλεσι, σημεῖον τῆς μελλούσης συντελείας. Στήλη οὐχ ἁπλῶς ἐγένετο, ἀλλὰ μάλιστα στήλη ἁλὸς, διὰ τό· Ὑμεῖς ἐστε τὸ ἄλας τῆς γῆς. Ἐφαρμόσῃ δὲ τῇ στήλῃ τοῦ ἁλὸς τό· Ἐὰν δὲ τὸ ἅλας μωρανθῇ; Οὐκ ἀθρόως ἀναβαίνει εἰς τὸ ὄρος κατὰ τὰ εἰρημένα αὐτῷ, ἀλλὰ πρῶτον εἰς Σηγὼρ γίνεται, καίτοιγε μὴ θαῤῥήσας ἑαυτῷ περὶ τοῦ ἀναβῆναι εἰς τὸ ὄρος.

  8. 23.15.1

    (6) Στίχ. ιε΄. Γῆ τετρακοσίων διδράχμων. Σημειωτέον, ὅτι τάφου τιμή ἐστι τὰ τετρακόσια, τῷ κακωτικὴν εἶναι τὴν τετράδα καὶ ἑκατοντάδα. Καὶ ζητήσας τὰ ὅμοια ἐκ τῶν Γραφῶν εὑρήσεις.

  9. 37.10.1

    (7) Στίχ.ι΄. Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τεκαὶ ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν;

  10. 37.10.2

    Σαφῶς ἡ μήτηρ τοῦ Ἰωσὴφ πρὸ τῶν ἐνυπνίων ἐτελεύτησεν. Μήποτε οὖν δυνάμεθα τὴν Μαριὰμ καὶ τὸν Ἰωσὴφ εἰπεῖν προφητεύεσθαι προσκυνήσειν τῷ Χριστῷ;

  11. 43.22.1

    (8) Στίχ. κβ΄. Εἶπε δὲ αὐτοῖς· Ἵλεως ὑμῖν, μὴ φοβεῖσθε.

  12. 43.22.2

    Ἔοικεν ὠφεληθῆναι ὁ ἄνθρωπος οὗτος εἰς θεοσέβειαν παρὰ τῷ Ἰωσήφ.

  13. 46.34.1

    (9) Στίχ. λδ΄. Ἄνδρες κτηνοτρόφοι ἐσμέν. Βδέλυγμα Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων, ἀλλ᾿ οὐχ Ἑβραίοις. Εἰ μὲν οὖν ὧς ποιμὴν ἐφέστηκεν ἡμῖν, βδέλυγμά ἐστιν Αἰγυπτίοις· εἱ δὲ ὡς μισθωτὸς, τάχς καὶ φίλος Αἰγυπτίοις.

First Thousand Years of Greek. CTS URN tlg2042.tlg066.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.