Contra Celsum
- 7.5.1
Ἀλλὰ καὶ εἴπερ πεπίστευται οὐ παρὰ Χριστιανοῖς καὶ Ἰουδαίοις μόνοις ἀλλὰ καὶ παρ᾿ ἄλλοις πολλοῖς Ἑλλήνων καὶ βαρβάρων ὅτι ζῇ καὶ ὑπάρχει μετὰ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν ἡ ἀνθρωπίνη ψυχὴ, καὶ τῷ λόγῳ παρίσταται ὅτι ἡ μὲν καθαρὰ καὶ μὴ βαρουμένη ὑπὸ τῶν τῆς κακίας μολιβδίδων μετέωρος φέρεται ἐπὶ τοὺς τόπους τῶν καθαρωτέρων καὶ αἰθερίων σωμάτων, καταλιποῦσα τὰ τῇδε παχέα σώματα καὶ τὰ ἐν αὐτοῖς μιάσματα, ἡ δὲ φαύλη καὶ ὑπὸ τῶν ἁμαρτάδων καθελκομένη ἐπὶ τὴν γῆν καὶ μηδ᾿ ἀναπνεῦσαι δυναμένη τῇδε φέρεται καὶ καλινδεῖται, ἡ μέν τις ἐπὶ „τὰ μνήματα,“ ἔνθα καὶ ὤφθη σκιοειδῶν ψυχῶν „φαντάσματα,“ ἡ δέ τις ἁπαξαπλῶς περὶ τὴν γῆν· ποδαπὰ χρὴ νομίζειν εἶναι πνεύματα τὰ ὅλους. ἵν᾿ οὕτως ὀνομάσω, αἰῶνας προσδεθέντα ὥσπερ εἴτε μαγγανείαις τισὶν εἴτε καὶ διὰ τὴν σφετέραν κακίαν οἰκοδομαῖς καὶ τόποις; ὁ λόγος δὴ αἱρεῖ φαῦλ᾿ ἄττα νομίζειν εἶναι τὰ τοιαῦτα, τῇ προγνωστικῇ δυνάμει μέσῃ τυγχανούσῃ εἰς ἀπάτην ἀνθρώπων χρώμενα καὶ πρὸς τὸ περισπάσαι αὐτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῆς καθαρᾶς εἰς αὐτὸν εὐσεβείας. δηλοῖ δὲ τὸ τοιοῦτον τοὺς αὐτοὺς τυγχάνειν καὶ τὸ ταῖς ἀπὸ τῶν θυσιῶν ἀναθυμιάσεσι καὶ ταῖς ἀπὸ τῶν αἱμάτων καὶ ὁλοκαυτωμάτων ἀποφοραῖς τρεφόμενα αὐτῶν τὰ σώματα, φιληδονούντων τοῖς τοιούτοις, ἐπ᾿ αὐτὸ τυγχάνειν τοῦ ὡσπερεὶ φιλοζωεῖν, ἀνάλογον φαύλοις ἀνθρώποις, οὐκ ἀσπαζομένοις μὲν τὸ καθαρώτερον ἔξω σωμάτων ζῆν, περιέπουσι δὲ διὰ τὰς σωματικὰς ἡδονὰς τὴν ἐν τῷ γεώδει σώματι ζωήν.
- 7.5.2
εἴπερ δὲ θεὸς ἦν, ὡς Ἕλληνες οἴονται. ὁ ἐν Δελφοῖς Ἀπόλλων. τίνα μᾶλλον ἐχρῆν αὐτὸν ἐκλέξασθαι προφήτην ἢ τὸν σοφὸν ἢ μὴ εὑρισκομένου τοῦ τοιούτου κἂν τὸν προκόπτοντα; πῶς δ᾿ ἂν οὐκ ἄνδρα μᾶλλον προφητεύειν ἐβούλετο ἤπερ γυναῖκα; εἰ δὲ καὶ τὸ θῆλυ ἤθελεν, ὡς τάχα μὴ δυνάμενος ἢ μὴ τερπόμενος ἄλλῳ τινὶ ἢ τοῖς κόλποις τῶν γυναικῶν, πῶς οὐχὶ παρθένον μᾶλλον ἐχρῆν αὐτὸν ἐπιλέξασθαι ἤπερ γυναῖκα τὴν τὸ βούλημα αὐτοῦ θεσπίζουσαν;
- 7.6.1
Νυνὶ δὲ ὁ θαυμαζόμενος παρ᾿ Ἕλλησι Πύθιος οὐδένα μὲν σοφὸν ἀλλ᾿ οὐδ᾿ ὅλως ἄνδρα ἄξιον ἔκρινε τῆς, ὡς Ἕλληνες ὑπολαμβάνουσι, θείας κατακωχῆς. ἀλλ᾿ οὐδ᾿ ἐν τῷ θήλει γένει παρθένον τινὰ ἢ σοφὴν καὶ ἀπὸ φιλοσοφίας ὠφελημένην ἀλλά τινα γυναῖκα ἰδιῶτιν· τάχα γὰρ οἱ ἐν ἀνθρώποις κρείττονες βελτίους ἦσαν τῆς εἰς τὴν κατακωχὴν ἐνεργείας αὐτοῦ. ἔδει δὲ καὶ. εἴπερ θεὸς ἦν, τῇ προγνώσει αὐτὸν χρήσασθαι δελέατι, ἵν᾿ οὕτως ὀνομάσω, πρὸς τὴν ἐπιστροφὴν καὶ θεραπείαν καὶ ἠθικὴν κατόρθωσιν τῶν ἀνθρώπων· νυνὶ δὲ οὐδὲν ἡ ἱστορία τοιοῦτον παραδίδωσι περὶ αὐτοῦ. εἰ γὰρ καὶ ἀνδρῶν ἁπάντων Σωκράτην εἶπε σοφώτατον εἶναι, ἤμβλυνε τὸν ἔπαινον αὐτοῦ τὸ πρὸς τούτου λεγόμενον περὶ Εὐριπίδου καὶ Σοφοκλέους ἐν τῷ· σοφὸς Σοφοκλῆς, σοφώτερος δ᾿ Εὐριπίδης.
- 7.6.2
τραγῳδιοποιῶν ουν σοφῶν ὑπ᾿ αὐτοῦ λελεγμένων κρείττων εἶναι νομισθεὶς ὁ Σωκράτης, τῶν ἐπὶ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας τοῦ τυχόντος ἄθλου ἕνεκεν ἀγωνιζομένων καὶ ὅπου μὲν λύπας καὶ οἴκτους τοῖς θεαταῖς ἐμποιούντων ὅπου δὲ ἀσέμνους γέλωτας (τοιοῦτον γάρ τι βούλεται τὰ σατυρικὰ δράματα), οὐ πάνυ τι τὸ διὰ φιλοσοφίαν καὶ ἀλήθειαν ἐμφαίνει σεμνὸν καὶ διὰ σεμνότητα ἐπαινετόν. καὶ τάχα οὐ τοσοῦτον διὰ φιλοσοφίαν ἀνδρῶν εἶπεν αὐτὸν ἁπάντων σοφώτατον ὅσον διὰ τὰς θυσίας καὶ ἃς προσήνεγκε κνίσσας αὐτῷ τε καὶ τοῖς λοιποῖς δαίμοσι.
- 7.6.3
καὶ διὰ ταῦτα ἐοίκασι μᾶλλον ποιεῖν οἱ δαίμονες τὰ ἀξιούμενα ὑπὸ τῶν αὐτοῖς προσαγόντων ἢ διὰ τὰ ἔργα τῆς ἀρετῆς. διόπερ διαγράφων τὰ γινόμενα ὁ τῶν ποιητῶν ἄριστος Ὅμηρος καὶ διδάσκων, τίνα μάλιστά ἐστι τὰ πείθοντα τοὺς δαίμονας ποιεῖν ἃ βούλονται οἱ θύοντες, εἰσήγαγε τὸν Χρύσην, ἕνεκεν ὀλίγων στεφάνων καὶ μηρίων ταύρων καὶ αἰγῶν τυγχάνοντα ὧν ᾔτησε καθ᾿ Ἑλλήνων διὰ τὴν θυγατέρα, ἵνα λοιμώξαντες ἀποδώσειαν αὐτῷ τὴν Χρυσηΐδα. μέμνημαι δὲ παρά τινι τῶν Πυθαγορείων, ἀναγράψαντι περὶ τῶν ἐν ὑπονοίᾳ παρὰ τῷ ποιητῇ λελεγμένων, ἀναγνοὺς ὅτι τὰ τοῦ Χρύσου πρὸς τὸν Ἀπόλλωνα ἔπη καὶ ὁ ἐξ Ἀπόλλωνος ἐπιπεμφθεὶς τοῖς Ἕλλησι λοιμὸς διδάσκει ὅτι ἠπίστατο Ὅμηρος πονηρούς τινας δαίμονας, χαίροντας ταῖς κνίσσαις καὶ ταῖς θυσίαις, μισθοὺς ἀποδιδόναι τοῖς θύσασι τὴν ἑτέρων φθορὰν, εἰ τοιοῦτο οἱ θύοντες εὔχοιντο.
- 7.6.4
καὶ ὁ „Δωδώνης“ δὲ „μεδέων δυσχειμέρου,“ παρ᾿ ᾧ εἰσιν οἱ προφῆται „ἀνιπτόποδες χαμαιεῦναι,“ ἀποδοκιμάσας τὸ τῶν ἀνδρῶν εἰς προφητείαν γένος ταῖς Δωδωνίσι χρῆται, ὡς καὶ ὁ Κέλσος παρέστησεν. ἔστω δέ τις τούτοις παραπλήσιος Κλάριος καὶ ἕτερος ἐν Βραγχίδαις καὶ ἄλλος ἐν Ἄμμωνος ἢ ὅποι ποτὲ γῆς μαντευόμενοι, πόθεν οὖν δειχθήσεται εἰ καὶ θεοὶ μέν εἰσιν οὐ δαιμόνια δέ τινα;
- 7.7.1
Τῶν δ᾿ ἐν Ἰουδαίοις προφητῶν οἱ μὲν πρὸ τῆς προφητείας καὶ τῆς θείας κατακωχῆς ἦσαν σοφοὶ, οἱ δ᾿ ἀπ᾿ αὐτῆς τῆς προφητείας φωτισθέντες τὸν νοῦν τοιοῦτοι γεγόνασιν, αἱρεθέντες ὑπὸ τῆς προνοίας εἰς τὸ πιστευθῆναι τὸ θεῖον πνεῦμα καὶ τοὺς ἀπὸ τούτου λόγους διὰ τὸ τοῦ βίου δυσμίμητον καὶ σφόδρα εὔτονον καὶ ἐλευθέριον καὶ πάντῃ πρὸς θάνατον καὶ κινδύνους ἀκατάπληκτον. τοιούτους γὰρ καὶ ὁ λόγος αἱρεῖ δεῖν εἶναι τοὺς τοῦ ἐπὶ πᾶσι θεοῦ προφήτας. οἵτινες παίγνιον ἀπέφηναν τὴν Ἀντισθένους καὶ Κράτητος καὶ Διογένους εὐτονίαν. δι᾿ ἀλήθειαν γοῦν καὶ τὸ ἐλευθερίως ἐλέγχειν τοὺς ἁμαρτάνοντας „ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον γὰρ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ην ἄξιος ὁ ἐπὶ γῆς κόσμος“· ἀεὶ ἐνορῶντες τῷ θεῷ καὶ τοῖς ἀοράτοις τοῦ θεοῦ καὶ μὴ βλεπομένοις αἰσθητῶς καὶ διὰ τοῦτο οὖσιν αἰωνίοις.
- 7.7.2
ὁ δὲ βίος ἑκάστου τῶν προφητῶν ἀναγέγραπται· ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὸν Μωϋσέως βίον (καὶ γὰρ αὐτοῦ φέρονται προφητεῖαι, ἀναγεγραμμέναι ἐν τῷ νόμῳ) καὶ τὸν Ἱερεμἰου, φερόμενον ἐν τῇ ὁμωνύμῳ αὐτοῦ προφητείᾳ, καὶ τὸν Ἡσαΐου, ὃς ἐπορεύθη ὑπερτείνων πᾶσαν ἄσκησιν „γυμνὸς καὶ ἀνυπόδετος“ ἔτεσι τρισίν. ἴδε δὲ καὶ παιδαρίων, τοῦ Δανιὴλ καὶ τῶν σὺν αὐτῷ, τὸν ἐῤῥωμένον βίον, ἀναγνοὺς τὴν ὑδροποσίαν αὐτῶν καὶ ὅτι ἡ τροφὴ ἦν αὐτοῖς ὄσπριον, ἐμψύχων ἀπεχομένοις. εἰ δὲ δύνασαι, καὶ τὰ πρὸ τούτων θέασαι, Νῶε προφητεύσαντος καὶ Ἰσαὰκ τῷ υἱῷ ἐπευξαμένου προφητικῶς καὶ τοῦ Ἰακὼβ λέγοντος ἑκάστῳ τῶν δώδεκα· „δεῦτε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἔσται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν.“ οὗτοι δὴ καὶ ἄλλοι μυρίοι προφητεύσαντες τῷ θεῷ καὶ τὰ περὶ Ἰησοῦ τοῦ Χριστοῦ προεῖπον. διόπερ ἐν οὐδενὶ μὲν τιθέμεθα λόγῳ τὰ ὑπὸ τῆς Πυθίας ἢ Δωδωνίδων ἢ Κλαρίου ἢ ἐν Βραγχίδαις ἢ ἐν Ἄμμωνος ἢ ὑπὸ μυρίων ἄλλων λεγομένων θεοπρόπων προειρημένα· τὰ δ᾿ ὑπὸ τῶν ἐν Ἰουδαίᾳ προφητευσάντων τεθήπαμεν, ὁρῶντες ὅτι ἄξιος ἦν αὐτῶν ὁ ἐῤῥωμένος καὶ εὔτονος καὶ σεμνὸς βίος πνεύματος θεοῦ, τρόπῳ προφητεύοντος καινῷ καὶ οὐδὲν ἔχοντι παραπλήσιον ταῖς ἀπὸ δαιμόνων μαντείαις.
- 7.8.1
Οὐκ οἶδα δ᾿ ὅπως ὁ Κέλσος εἰπών· τὰ δ᾿ ὑπὸ τῶν ἐν Ἰουδαίᾳ τῷ ἐκείνων τρόπῳ λεχθέντα προσέθηκεν· ἢ μὴ λεχθέντα, ὡς ἄπιστος φάσκων δύνασθαι καὶ μὴ λελέχθαι αὐτὰ ἀλλ᾿ ἀναγεγράφθαι τάχα τὰ μὴ λεχθέντα. οὐ γὰρ εἶδε τοὺς χρόνους, οὐδ᾿ ὅτι πρὸ πολλῶν ἐτῶν μυρία προειπόντες ἔλεγον καὶ περὶ τῆς Χριστοῦ ἐπιδημίας. πάλιν τε αὖ τοὺς ἀρχαίους προφήτας διαβαλεῖν ἐθέλων φησὶν αὐτοὺς πεπροφητευκέναι τὸν τρόπον τοῦτον, ὃν εἰώθασι, φησὶν, ἔτι νῦν οἱ περὶ Φοινίκην τε καὶ Παλαιστίνην· μὴ δηλώσας πότερον ἀλλοτρίους λέγει τινὰς τοῦ Ἰουδαίων λόγου καὶ Χριστιανῶν ἢ κατὰ τὸν χαρακτῆρα τῶν προφητῶν Ἰουδαϊκῶς προφητεύοντας. ὅπως δ᾿ ἂν ἔχῃ ἃ λέγει, ἐλέγχεται ἐψευσμένα. οὔτε γάρ (τινες) τῶν τῆς πίστεως ἀλλοτρίων παραπλήσιόν τι τοῖς προφήταις πεποιήκασιν, οὔτε νεώτεροι καὶ μετὰ τὴν Ἰησοῦ ἐπιδημίαν ἱστόρηνται ἐν Ἰουδαίοις τινὲς προφητεύσαντες, τὸ γὰρ ἅγιον πνεῦμα ὡμολόγηται ἐκείνους καταλελοιπέναι, ἀσεβήσαντας εἰς τὸν θεὸν καὶ τὸν προφητευθέντα ὑπὸ τῶν παρ᾿ αὐτοῖς προφητῶν. σημεῖα δὲ τοῦ ἁγίου πνεύματος κατ᾿ ἀρχὰς μὲν τῆς Ἰησοῦ διδασκαλίας μετὰ δὲ τὴν ἀνάληψιν αὐτοῦ πλείονα ἐδείκνυτο, ὕστερον δὲ ἐλάττονα· πλὴν καὶ νῦν ἔτι ἴχνη ἐστὶν αὐτοῦ παρ᾿ ὀλίγοις, τὰς ψυχὰς τῷ λόγῳ καὶ ταῖς κατ᾿ αὐτὸν πράξεσι κεκαθαρμένοις. „ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.“
- 7.9.1
Ἐπεὶ δὲ καὶ τὸν τρόπον τῶν ἐν Φοινίκῃ καὶ Παλαιστίνῃ μαντείων ἐπαγγέλλεται φράσειν ὁ Κέλσος ὡς ἀκούσας καὶ πάνυ καταμαθὼν, φέρε καὶ ταῦτα κατανοήσωμεν. πρῶτον δὴ λέγει πλείονα εἶναι εἴδη προφητειῶν, μὴ ἐκτιθέμενος αὐτά· οὐδὲ γὰρ εἶχεν, ἀλλὰ ψευδῶς ἐπανετείνετο. ὃ δέ φησιν εἶναι τελεώτατον παρὰ τοῖς τῇδε ἀνδράσιν ἴδωμεν. πολλοὶ, φησὶ. καὶ ἀνώνυμοι ῥᾷστα ἐκ τῆς προστυχούσης αἰτίας καὶ ἐν ἱεροῖς καὶ ἔξω ἱερῶν. οἱ δὲ καὶ ἀγείραντες καὶ ἐπιφοιτῶντες πόλεσιν ἢ στρατοπέδοις, κινοῦνται δῆθεν ὡς θεσπίζοντες. πρόχειρον δ᾿ ἑκάστῳ καὶ σύνηθες εἰπεῖν· ἐγὼ ὁ θεός εἰμι ἢ θεοῦ παῖς ἢ πνεῦμα θεῖον. ἥκω δέ· ἤδη γὰρ ὁ κόσμος ἀπόλλυται, καὶ ὑμεῖς, ὦ ἄνθρωποι, διὰ τὰς ἀδικίας οἴχεσθε. ἐγὼ δὲ σῶσαι θέλω· καὶ ὄψεσθέ με αὖθις μετ᾿ οὐρανίου δυνάμεως ἐπανιόντα. μακάριος ὁ νῦν με θρησκεύσας, τοῖς δ᾿ ἄλλοις ἅπασι πῦρ αἰώνιον ἐπιβαλῶ καὶ πόλεσι καὶ χώραις. καὶ ἄνθρωποι, οἳ μὴ τὰς ἑαυτῶν ποινὰς ἴσασι, μεταγνώσονται μάτην καὶ στενάξουσι· τοὺς δέ μοι πεισθέντας αἰωνίους φυλάξω. εἶτα τούτοις ἑξῆς φησι· ταῦτ᾿ ἐπανατεινάμενοι προστιθέασιν ἐφεξῆς ἄγνωστα καὶ πάροιστρα καὶ πάντῃ ἄδηλα, ὧν τὸ μὲν γνῶμα οὐδεὶς ἂν ἔχων νοῦν εὑρεῖν δύναιτο· ἀσαφῆ γὰρ καὶ τὸ μηδὲν, ἀνοήτῳ δὲ ἢ γόητι παντὶ περὶ παντὸς ἀφορμὴν ἐνδίδωσιν, ὅπῃ βούλεται, τὸ λεχθὲν σφετερίζεσθαι.
- 7.10.1
Ἐχρῆν δὲ αὐτὸν, εἴπερ εὐγνωμόνει πρὸς τὴν κατηγορίαν, ἐκθέσθαι αὐταῖς λέξεσι τὰς προφητείας, εἴτ᾿ ἐν αἷς θεὸς παντοκράτωρ ἐπηγγέλλετο εἶναι ὁ λέγων, εἴτ᾿ ἐν αἷς ὁ υἱὸς τοῦ θεοῦ, εἴτε καὶ ἐν αἷς τὸ πνεῦμα τὸ ἅγιον λέγον εἶναι ἐπιστεύετο· οὕτω γὰρ καὶ ἠγωνίασεν ἀνασκευάσαι τὰ εἰρημένα καὶ δεῖξαι ὅτι οὐκ ἔνθεοι ἦσαν οἱ λόγοι, περιέχοντες ἐπιστροφὴν ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἔλεγχον τῶν ποτε ὄντων καὶ πρόγνωσιν περὶ τῶν μελλόντων. διὸ καὶ οἱ κατ᾿ αὐτοὺς ἀπογραψάμενοι τὰς προφητείας αὐτῶν ἐφύλαξαν, ἵνα καὶ οἱ μεταγενέστεροι ἀναγινώσκοντες θαυμάζωσιν ὡς λόγους θεοῦ καὶ ὠφελούμενοι οὐ μόνον ἀπὸ τῶν ἐπιπληκτικῶν καὶ ἐπιστρεπτικῶν ἀλλὰ καὶ ἀπὸ τῶν προγνωστικῶν ταῖς ἐκβάσεσι πειθόμενοι περὶ τοῦ θεῖον εἶναι πνεῦμα τὸ προειρηκὸς τὴν κατὰ τὸν λόγον εὐσέβειαν ἀσκοῦντες διατελῶσι, πειθόμενοι τῷ νόμῳ καὶ τοῖς προφήταις.
- 7.10.2
οἱ μὲν ουν προφῆται ὅσα ἦν αὐτόθεν νοηθῆναι τοῖς ἀκούουσι χρήσιμα καὶ συμβαλλόμενα τῇ τῶν ἠθῶν ἐπανορθώσει χωρὶς πάσης ἐπικρύψεως κατὰ τὸ βούλημα τοῦ θεοῦ εἰρήκασιν, ὅσα δὲ μυστικώτερα ἦν καὶ ἐποπτικώτερα καὶ ἐχόμενα θεωρίας τῆς ὑπὲρ τὴν πάνδημον ἀκοὴν, ταῦτα „δι᾿ αἰνιγμάτων“ καὶ ἀλληγοριῶν καὶ τῶν καλουμένων σκοτεινῶν λόγων καὶ τῶν ὀνομαζομένων παραβολῶν ἢ παροιμιῶν ἀπεφήναντο· ἵν᾿ οἱ μὴ φυγοπονοῦντες ἀλλὰ πάντα πόνον ὑπὲρ ἀρετῆς καὶ ἀληθείας ἀναδεχόμενοι ἐξετάσαντες εὕρωσι καὶ εὑρόντες, ὡς λόγος αἱρεῖ, οἰκονομήσωσιν. ὁ δὲ γεννάδας Κέλσος ὡσπερεὶ θυμωθεὶς ἐπὶ τῷ μὴ νενοηκέναι τοὺς τῶν προφητῶν τοιούτους λόγους ἐλοιδόρησεν αὐτοὺς, εἰπὼν ὅτι ταῦτα ἐπανατεινάμενοι προστιθέασιν ἐφεξῆς ἄγνωστα καὶ πάροιστρα καὶ πάντῃ ἄδηλα, ὧν τὸ μὲν γνῶμα οὐδεὶς ἂν νοῦν ἔχων εὑρεῖν δύναιτο· ἀσαφῆ γὰρ καὶ τὸ μηδὲν, ἀνοήτῳ δὲ ἢ γόητι παντὶ περὶ παντὸς ἀφορμὴν ἐνδίδωσιν, ὅπῃ βούλεται, τὸ λεχθὲν σφετερίζεσθαι. καὶ πανούργως μοι ἔδοξε ταῦτ᾿ εἰρηκέναι, κωλύειν τὸ ὅσον ἐφ᾿ ἑαυτῷ βουλόμενος τοὺς ἐντυγχάνοντας ταῖς προφητείαις βασανίζειν καὶ ἐξετάζειν αὐτῶν τὸν νοῦν· καὶ πέπονθέ τι πρᾶγμα παραπλήσιον τοῖς εἰποῦσι περί τινος προφήτου, εἰσελθόντος πρός τινα καὶ τὰ μέλλοντα προειπόντος αὐτῷ· „τί εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρός σε;“
- 7.11.1
Εἰκὸς μὲν οὖν εἶναι λόγους πολλῷ τῆς ἡμετέρας ἕξεως σοφωτέρους, τοὺς δυναμένους ἀποδεικνύναι ψευδόμενον ἐν τούτοις τὸν Κέλσον καὶ ἐνθέους τὰς προφητείας· πλὴν καὶ ἡμεῖς κατὰ τὸ δυνατὸν ἡμῖν πεποιήκαμεν, τὰ, ὥς φησι Κέλσος, πάροιστρα καὶ πάντῃ ἄδηλα πρὸς λέξιν διηγησάμενοι ἐν τοῖς πραγματευθεῖσιν ἡμῖν εἰς τὸν Ἡσαΐαν καὶ εἰς τὸν Ἰεζεκιὴλ καὶ εἴς τινας τῶν δώδεκα. θεοῦ δὲ διδόντος τὴν ἐν τῷ λόγῳ αὐτοῦ προκοπὴν καθ᾿ οὓς βούλεται χρόνους προστεθήσεται τοῖς ἤδη εἰς ταῦτα ὑπαγορευθεῖσιν ἤτοι τὰ λείποντα ἢ ὅσα γ᾿ ἂν φθάσωμεν σαφηνίσαι. καὶ ἄλλοι δὲ οἱ βουλόμενοι ἐξετάζειν τὴν γραφὴν νοῦν ἔχοντες τὸ γνῶμα αὐτῆς εὑρεῖν ἂν δύναιντο, οὔσης ἀληθῶς πολλαχοῦ ἀσαφοῦς μὲν, οὐ μὴν. ὥς φησι Κέλσος, τὸ μηδέν. ἀλλ᾿ οὐδὲ δύναταί τις ἀνόητος ἢ γόης ἐξομαλίσαι ἢ ὅπῃ ποτὲ τὸ λεχθὲν σφετερίσασθαι· μόνος δὲ καὶ πᾶς ὁ κατ᾿ ἀλήθειαν ἐν Χριστῷ σοφὸς τὸν εἱρμὸν πάντα ἀποδῴη ἂν τῶν μετ᾿ ἐπικρύψεως εἰρημένων ἐν τοῖς προφήταις, „πνευματικα πνευματικοῖς“ συγκρίνων καὶ κατασκευάζων ἀπὸ τῆς συνηθείας τῶν γραφῶν ἕκαστον τῶν εὑρισκομένων.
- 7.11.2
οὐ πιστευτέον δὲ τῷ Κέλσῳ λέγοντι τοιούτων ἀνθρώπων γεγονέναι αὐτήκοον. οὐδὲ γὰρ κατὰ τοὺς Κέλσου χρόνους γεγόνασί τινες π(ροφῆται) τοῖς ἀρχαίοις παραπλήσιοι, ἐπεὶ κἂν παραπλησίως τοῖς πάλαι γρ(αφεῖ)σιν ἀνεγράφησαν καὶ ἑξῆς προφητεῖαι ὑπὸ τῶν ἀποδεξαμένων καὶ θαυμασάντων αὐτάς. δοκεῖ δέ μοι πάντῃ δῆλον εἶναι τὸ τοῦ Κέλσου ψεῦδος, ὅτι οἱ δῆθεν προφῆται, ὧν αὐτήκοος ἐγένετο, ἐλεγχθέντες ὑπὸ Κέλσου ὡμολόγησαν αὐτῷ οὗ τινος ἐδέοντο, καὶ ὅτι ἐπλάσσοντο λέγοντες ἀλλοπρόσαλλα. ἔδει δ᾿ αὐτὸν καὶ ὀνόματα θεῖναι ὧν ἔφασκεν αὐτήκοος γεγονέναι· ἵνα ἐκ τῶν ὀνομάτων, εἴπερ εἶχεν εἰπεῖν, φανῇ τοῖς κρίνειν δυναμένοις, πότερον ἀληθῆ ἢ ψευδῆ ἔλεγεν.
- 7.12.1
Οἴεται δὲ καὶ τοὺς ἀπὸ τῶν προφητῶν ἀπολογουμένους περὶ τῶν κατὰ τὸν Χριστὸν μηδὲν μὲν δύνασθαι πρὸς ἔπος λέγειν, ἐπὰν φαίνηταί τι πονηρὸν ἢ αἰσχρὸν ἢ ἀκάθαρτον λεγόμενον περὶ τοῦ θείου ἢ μιαρόν. διὸ καὶ ὡς μηδεμιᾶς οὔσης ἀπολογίας συνείρει ἑαυτῷ μυρία περὶ τῶν μὴ διδομένων. εἰδέναι (δὲ) χρὴ ὅτι καὶ οἱ βουλόμενοι κατὰ τὰς θείας ζῆς γραφὰς καὶ ἐπιστάμενοι ὅτι „γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι“ καὶ ἀναγνόντες τὸ „ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ἡμᾶς λόγου περὶ τῆς ἐν ἡμῖν ἐλπίδος“ οὐκ ἐπὶ μόνον τὸ προειρῆσθαι τάδε τινὰ καταφεύγουσιν, ἀλλὰ γὰρ καὶ τὰς δοκούσας ἀπεμφάσεις λύειν πειρῶνται καὶ δεικνύναι οὐδὲν εἶναι πονηρὸν ἐν τοῖς λόγοις οὐδ᾿ αἰσχρὸν οὐδ᾿ ἀκάθαρτον οὐδὲ μιαρὸν ἀλλὰ τοιοῦτον γίνεσθαι, ὡς χρὴ ἐκδέχεσθαι τοῖς μὴ συνιεῖσι τῆν θείαν γραφήν. ἐχρῆν δ᾿ αὐτὸν ἀπὸ τῶν προφητῶν τὸ φαινόμενον ἐν αὐτοῖς πονηρὸν ἢ τὸ δοκοῦν αὐτῷ αἰσχρὸν ἢ τὸ νομιζόμενον αὐτῷ ἀκάθαρτον ἢ ὃ ὑπελάμβανεν εἶναι μιαρὸν παραθέσθαι, εἴπερ τοιαῦτα ἔβλεπεν ἐν τοῖς προφήταις εἰρημένα· πληκτικώτερος γὰρ ἂν ὁ λόγος αὐτοῦ ἦν καὶ πρὸς ὃ ἐβούλετο ἀνυτικώτερος· νυνὶ δὲ οὐ παρέθετο, ἀλλ᾿ ἐπανατεινάμενος ἀπειλεῖ τοιαῦτα φαίνεσθαι ἐν ταῖς γραφαῖς, καταψευδόμενος αὐτῶν. πρὸς οὖν κενοὺς ψόφους ὀνομάτων οὐδεὶς λόγος αἱρεῖ ἀπολογήσασθαι ὑπὲρ τοῦ δεῖξαι ὅτι οὐδὲν πονηρὸν ἢ αἰσχρὸν ἢ ἀκάθαρτον ἢ μιαρόν ἐστιν ἐν τοῖς τῶν προφητῶν λόγοις.
- 7.13.1
Ἀλλ᾿ οὐδὲ ποιεῖ ἢ πάσχει αἴσχιστα ὁ θεὸς οὐδὲ τῷ κακῷ διακονεῖται, ὡς οἴεται Κέλσος· οὐδὲ γὰρ προείρηταί τι τῶν τοιούτων. κἂν λέγῃ αὐτὸς προειρῆσθαι τὸν θεὸν τῷ κακῷ διακονεῖσθαι ἢ ποιεῖν ἢ πάσχειν αἴσχιστα, ἔμελλε παραθέσθαι τὰς ἀπὸ τῶν προφητῶν εἰς τοῦτο λέξεις καὶ μὴ μάτην μολύνειν ἐθέλειν τοὺς ἀκούοντας αὐτοῦ. ἃ μὲν οὖν πείσεται Χριστὸς προεῖπον οἱ προφῆται, καὶ τὴν αἰτίαν τιθέντες τοῦ, δι᾿ ὃ πείσεται· καὶ ὁ θεὸς ἠπίστατο ἅπερ ὁ Χριστὸς αὐτοῦ πείσεται. πόθεν δ᾿ ὅτι καὶ μιαρώτατα καὶ ἀκαθαρτότατα ταῦτ᾿ ἦν, ὥς φησιν ὁ Κέλσος; ἀλλὰ δόξει διδάσκειν, πῶς μιαρώτατα καὶ ἀκαθαρτότατ᾿ ἄττα ἦν ἃ καὶ ὑπέμεινεν, ἐπεί φησι· τί γὰρ ἄλλο ἦν θεῷ τὸ προβάτων σάρκας ἐσθίειν καὶ χολὴν ἣ ὄξος πίνειν πλὴν σκατοφαγεῖν; θεὸς δὲ καθ᾿ ἡμᾶς προβάτων σάρκας οὐκ ησθιεν. ἵνα γὰρ καὶ δόξῃ ὅτι ἤσθιεν, ὡς σῶμα φορῶν ὁ Ἰησοῦς ἤσθιεν. ἀλλὰ καὶ περὶ τῆς χολῆς καὶ τοῦ ὄξους, προφητευθέντων ἐν τῷ „ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,“ ἐν τοῖς ἀνωτέρω προειρηκότες ἀναγκαζόμεθα ὑπὸ τοῦ Κέλσου παλιλλογεῖν. ἀεὶ γὰρ οἱ τῷ τῆς ἀληθείας ἐπιβουλεύοντες λόγῳ χολὴν τὴν ἀπὸ τῆς ἑαυτῶν κακίας καὶ ὄξος τὸ ἀπὸ τῆς ἰδίας ἐπὶ τὰ φαῦλα τροπῆς προσάγουσι τῷ Χριστῷ τοῦ θεοῦ, ὃς „γευσάμενος οὐ θέλει πιεῖν.“
- 7.14.1
Εἶτα μετὰ ταῦτα, βουλόμενος ἀνατρέπειν τὴν πίστιν τῶν διὰ τὸ πεπροφητεῦσθαι παραδεξαμένων τὰ τοῦ Ἰησοῦ, φησί· φέρε ἐὰν προείπωσιν οἱ προφῆται τὸν μέγαν θεὸν, ἵνα μηδὲν ἄλλο φορτικώτερον εἴπω, δουλεύειν ἢ νοσήσειν ἢ ἀποθανεῖν, τεθνήξεσθαι δεήσει τὸν θεὸν ἢ δουλεύειν ἢ νοσήσειν. ἐπειδὴ προείρητο, ἵνα πιστευθῇ ἀποθανὼν ὅτι θεὸς ἦν; ἀλλ᾿ οὐκ ἂν προείποιεν τοῦτο οἱ προφῆται· κακὸν γάρ ἐστι καὶ ἀνόσιον. οὐκοῦν οὔτ᾿ εἰ προεῖπον οὔτ᾿ εἰ μὴ προεῖπον. σκεπτέον, ἀλλ᾿ εἰ τὸ ἔργον ἄξιόν ἐστι θεοῦ καὶ καλόν. τῷ δ᾿ αἰσχρῷ καὶ κακῷ, κἂν πάντες ἄνθρωποι μαινόμενοι προλέγειν δοκῶσιν, ἀπιστητέον. πῶς οὖν τὰ περὶ τοῦτον ὡς περὶ θεὸν πραχθέντα ἐστὶν ὅσια;
- 7.14.2
φαίνεται δὴ διὰ τούτων ἰσχυρὸν μέν τι πρὸς πειθὼ τῶν ἀκουόντων ὑπονενοηκέναι τὸ περὶ τοῦ πεπροφητεῦσθαι τὸν Ἰησοῦν κεφάλαιον. ἄλλῳ δὲ πιθανῷ πειρᾶσθαι ἀνατρέπειν τὸν λόγον φάσκων· οὐκοῦν οὔτ᾿ εἰ προεῖπον οὔτ᾿ εἰ μὴ προεῖπον, σκεπτέον. ἐχρῆν δ᾿, εἴπερ μὴ παραλογιστικῶς ἀλλ᾿ ἀποδεικτικῶς ἐβούλετο ἐνστῆναι τῷ λεγομένῳ, εἰπεῖν· οὐκοῦν ἀποδεικτέον ὅτι οὐ προεῖπον ἢ οὐ, καθὼς προεῖπον, τὰ περὶ Χριστοῦ πεπλήρωται ἐν τῷ Ἰησοῦ λεχθέντα. καὶ ἐπιφέρειν τὴν δοκοῦσαν αὐτῷ ἀπόδειξιν. οὕτως γὰρ ἐφαίνετο ἂν, τίνα μὲν αἱ προφητεῖαι λέγουσιν ὑφ᾿ ἡμῶν ἀναφερόμενα ἐπὶ τὸν Ἰησοῦν, πῶς δὲ οὗτος ψευδοποιεῖ τὴν ἐκδοχὴν ἡμῶν· καὶ εὑρέθη ἂν, πότερον γενναίως ἀνατρέπει τὰ ὑφ᾿ ἡμῶν φερόμενα ἀπὸ τῶν προφητῶν εἰς τὸν περὶ τοῦ Ἰησοῦ λόγον, ἢ ἁλίσκεται ἀναισχύντως βιάζεσθαι θέλων τὴν τῆς ἀληθείας ἐνάργειαν ὡς οὐκ ἀλήθειαν.
- 7.15.1
Ἐπεὶ δ᾿ ἀδύνατά τινα καὶ ἀπρεπῆ θεῷ καθ᾿ ὑπόθεσιν τιθείς φησιν· εἰ ταῦτα προφητεύοιτο περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ, ἆρ᾿, ἐπεὶ προλέγεται, πιστεύεσθαι δεῖ τὰ τοιαῦτα περὶ θεοῦ; καὶ νομίζει κατασκευάζεσθαι ὅτι, κἂν ἀληθῶς ὦσι προειρηκότες οἱ προφῆται περὶ υἱοῦ θεοῦ τοιαῦτα, ἀδύνατον ἦν αὐτὸν παθεῖν ἢ δρᾶσαι χρῆναι πιστεύειν τοῖς προειρημένοις· λεκτέον ὅτι ἡ ὑπόθεσις αὐτοῦ ἄτοπος οὖσα ποιήσαι ἂν συνημμένα εἰς τὰ ἀλλήλοις ἀντικείμενα λήγοντα, ὅπερ οὕτω δείκνυται. εἰ οἱ ἀληθῶς προφῆται τοῦ ἐπὶ πᾶσι θεοῦ δουλεύειν ἢ νοσεῖν ἀεὶ ἢ τεθνήξεσθαι φήσαιεν τὸν θεὸν, συμβήσεται ταῦτα περὶ τὸν θεὸν, ἀψευδεῖν γὰρ ἀνάγκη τοὺς τοῦ μεγάλου θεοῦ προφήτας· ἀλλὰ καὶ εἰ οἱ ἀληθῶς προφῆται τοῦ ἐπὶ πᾶσι θεοῦ τὰ αὐτὰ ταῦτά φασιν, ἐπεὶ τὰ τῇ φύσει ἀδύνατα οὐκ ἔστιν ἀληθῆ, οὐκ ἂν συμβαίη περὶ τὸν θεὸν ἃ λέγουσιν οἱ προφῆται. ὅταν δὲ δύο συνημμένα λήγῃ εἰς τὰ ἀλλήλοις ἀντικείμενα τῷ καλουμένῳ „διὰ δύο τροπικῶν“ θεωρήματι, ἀναιρεῖται τὸ ἐν ἀμφοτέροις τοῖς συνημμένοις ἡγούμενον, ὅπερ ἐν τούτοις ἐστὶ τὸ προλέγειν τοὺς προφήτας τὸν μέγαν θεὸν δουλεύειν ἢ νοσήσειν ἢ τεθνήξεσθαι. συνάγεται οὖν τὸ οὐκ ἄρα προεῖπον οἱ προφῆται τὸν μέγαν θεὸν δουλεύσειν ἢ νοσήσειν ἢ τεθνήξεσθαι, καὶ ὑπάγεταί γε ὁ λόγος τρόπῳ τοιούτῳ· εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον· εἰ [οὐ] τὸ πρῶτον, οὐ τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον.
- 7.15.2
φέρουσι δὲ καὶ ἐπὶ ὕλης τὸν τρόπον τοῦτον οἱ ἀπὸ τῆς Στοᾶς, λέγοντες τό· εἰ ἐπίστασαι ὅτι τέθνηκας, τέθνηκας· εἰ ἐπίστασαι ὅτι τέθνηκας. οὐ τέθνηκας· ἀκολουθεῖ τὸ οὐκ ἄρα ἐπίστασαι ὅτι τέθνηκας. τὸν τρόπον δὲ τοῦτον κατασκευάζουσι τὰ συνημμένα· εἰ ἐπίστασαι ὅτι τέθνηκας, ἔστιν ὃ ἐπίστασαι, ἔστιν ἄρα τὸ τέθνηκας. καὶ πάλιν· εἰ ἐπίστασαι ὅτι οὐ τέθνηκας, καὶ ἔστιν ὃ ἐπίστασαι, οὐ τέθνηκας, ἐπεὶ δὲ ὁ τεθνηκὼς (οὐδὲν) ἐπίσταται, δῆλον ὅτι, εἰ ἐπίστασαι ὅτι τέθνηκας, οὐ τέθνηκας. καὶ ἀκολουθεῖ, ὡς προεῖπον, ἀμφοτέροις τοῖς συνημμένοις τὸ οὐκ ἄρα ἐπίστασαι ὅτι τέθνηκας. τοιοῦτόν τι ἐστὶ καὶ περὶ τὴν Κέλσου ὑπόθεσιν, λέγοντος ἣν προεξεθέμεθα λέξιν.
- 7.16.1
Ἀλλ᾿ οὐδ᾿ ἅπερ ἐν ὑποθέσει παρειλήφαμεν παραπλήσιά ἐστι ταῖς περὶ Ἰησοῦ προφητείαις. οὐ γὰρ προεῖπον αἱ προφητεῖαι θεὸν σταυρωθήσεσθαι, αἵτινές φασι περὶ τοῦ ἀναδεξαμένου τὸν θάνατον· „καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν.“ ὅρα οὖν (ὡς) σαφῶς ἄνθρωπον εἰρήκασι τὸν πεπονθότα ἀνθρώπινα. καὶ αὐτὸς ἀκριβῶς εἰδὼς Ἰησοῦς ὅτι τὸ ἀποθνῇσκον ἄνθρωπος ἦν, φησὶ πρὸς τοὺς ἐπιβουλεύοντας αὐτῷ· „νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ τοῦ θεοῦ.“ εἰ δέ τι θεῖον ἐν τῷ κατ᾿ αὐτὸν νοουμένῳ ἀνθρώπῳ ἐτύγχανεν, ὅπερ ἦν ὁ μονογενὴς τοῦ θεοῦ καὶ ὁ „πρωτότοκος πάσης κτίσεως,“ ὁ λέγων· „ἐγώ εἰμι ἡ ἀλήθεια“ καὶ „ἐγώ εἰμι ἡ ζωὴ“ καὶ „ἐγώ εἰμι ἡ θύρα“ καὶ „ἐγώ εἰμι ἡ ὁδὸς“ καὶ „ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς“· ἄλλος δή που ὁ περὶ τούτου καὶ τῆς οὐσίας αὐτοῦ λόγος ἐστὶ παρὰ τὸν περὶ τοῦ νοουμένου κατὰ τὸν Ἰησοῦν ἀνθρώπου.
- 7.16.2
διόπερ οὐδ᾿ οἱ πάνυ ἁπλούστατοι καὶ λόγοις οὐκ ἐντεθραμμένοι ἐξεταστικοῖς Χριστιανοὶ εἴποιεν ἂν τεθνηκέναι τὴν ἀλήθειαν ἢ τὴν ζωὴν ἢ τὴν ὁδὸν ἢ τὸν ἐξ οὐρανοῦ καταβάντα ζῶντα ἄρτον ἢ τὴν ἀνάστασιν· φησὶ γὰρ ἑαυτὸν ἀνάστασιν εἶναι ὁ ἐν τῷ φαινομένῳ ἀνθρώπῳ κατὰ τὸν Ἰησοῦν διδάξας τὸ „ἐγώ εἰμι ἡ ἀνάστασις.“ ἀλλὰ καὶ οὐδεὶς (οὕτως) ἐμβρόντητος ἡμῶν ἐστιν, ἵν᾿ εἴπῃ· τέθνηκεν „ἡ ζωὴ“ ἤ· τέθνηκεν „ἡ ἀνάστασις.“ ἦν δ᾿ ἂν τὸ τῆς ὑποθέσεως τοῦ Κέλσου χώραν ἔχον, εἰ ἐφάσκομεν προειρηκέναι τοὺς προφήτας τεθνήξεσθαι τὸν θεὸν λόγον ἢ τὴν ἀλήθειαν ἢ τὴν ζωὴν ἢ τὴν ἀνάστασιν ἤ τι τῶν ἄλλων, ἅ φησιν εἶναι ὁ υἱὸς τοῦ θεοῦ.
- 7.17.1
Ἀληθεύει οὖν ἐν μόνῳ κατὰ τὸν τόπον ὁ Κέλσος τῷ· ἀλλ᾿ οὐκ ἂν προείποιεν τοῦτο οἱ προφῆται· κακὸν γάρ ἐστι καὶ ἀνόσιον. τί δὲ τοῦτο ἢ ὅτι ὁ μέγας θεὸς δουλεύσει ἢ τεθνήξεται; ἄξιον δὲ θεοῦ τὸ προφητευθέν ἐστιν ὑπὸ τῶν προφητῶν, ὅτι τῆς θείας φύσεως „ἀπαύγασμα“ καὶ „χαρακτήρ“ τις ἐνανθρωπούσῃ ψυχῇ ἱερᾷ τῇ τοῦ Ἰησοῦ συνεπιδημήσει τῷ βίῳ, ἵνα σπείρῃ λόγον, οἰκειοῦντα τῷ τῶν ὅλων θεῷ τὸν παραδεξάμενον αὐτὸν εἰς τὴν ἑαυτοῦ ψυχὴν καὶ γεωργήσαντα καὶ ἐπὶ τέλος ἀγαγόντα πάντα, ὃς τὴν δύναμιν ἐν ἑαυτῷ ἔχει τοῦ ἐν ἀνθρώπου σώματι καὶ ψυχῇ ἐσομένου θεοῦ λόγου. οὕτως δ᾿ ἔσται, ὡς μὴ ἀποκεκλεῖσθαι τὰς αὐγὰς αὐτοῦ ἐν ἐκείνῳ μόνῳ μηδ᾿ ὀνομάζεσθαι ὅτι οὐδαμοῦ ἀλλαχοῦ ἐστι τὸ τῶν αὐγῶν τούτων παρεκτικὸν φῶς, θεὸς λόγος ὤν.
- 7.17.2
τὰ περὶ τὸν Ἰησοῦν τοίνυν καθὸ μὲν νενόηται θεότητι ἐν αὐτῷ πραχθέντα, ἐστὶν ὅσια, καὶ οὐ μαχόμενα τῇ περὶ τοῦ θείου ἐννοίᾳ· καθὸ δὲ ἄνθρωπος ἦν, παντὸς μᾶλλον ἀνθρώπου κεκοσμημένος τῇ ἄκρᾳ μετοχῇ τοῦ αὐτολόγου καὶ τῆς αὐτοσοφίας ὑπέμεινεν ὡς σοφὸς καὶ τέλειος ἅπερ ἐχρῆν ὑπομεῖναι τὸν ὑπὲρ παντὸς τοῦ γένους τῶν ἀνθρώπων ἢ καὶ τῶν λογικῶν πάντα πράττοντα. καὶ οὐδὲν ἄτοπον καὶ ἀποτεθνηκέναι τὸν ἄνθρωπον, καὶ τὸν θάνατον αὐτοῦ οὐ μόνον παράδειγμα ἐκκεῖσθαι τοῦ ὑπὲρ εὐσεβείας ἀποθνῄ σκειν ἀλλὰ γὰρ καὶ εἰργάσθαι ἀρχὴν καὶ προκοπὴν τῆς καταλύσεως τοῦ πονηροῦ καὶ διαβόλου, πᾶσαν τὴν γῆν νενεμημένου. σημεῖα δὲ τῆς καθαιρέσεώς εἰσιν αὐτοῦ οἱ διὰ τὴν ἐπιδημίαν Ἰησοῦ πανταχόθεν φυγόντες μὲν τοὺς κατέχοντας αὐτοὺς δαίμονας, διὰ δὲ τοῦ ἠλευθερῶσθαι ἀπὸ τῆς ὑπ᾿ ἐκείνους δουλείας ἀνατιθέντες ἑαυτοὺς τῷ θεῷ καὶ τῇ κατὰ τὸ δυνατὸν αὐτοῖς καθαρωτέρᾳ ὁσημέραι εἰς αὐτὸν εὐσεβείᾳ.
- 7.18.1
Ἑξῆς δὲ τούτοις τοιαῦτά φησιν ὁ Κέλσος· ἐκεῖνο δ᾿ οὐκ ἐνθυμηθήσονται πάλιν; εἰ προεῖπον οἱ τοῦ Ἰουδαίων θεοῦ προφῆται τοῦτον ἐκείνου παῖδα ἐσόμενον, πῶς ἐκεῖνος μὲν διὰ Μωϋσέως νομοθετεῖ πλουτεῖν καὶ δυναστεύειν καὶ καταπιμπλάναι τὴν γῆν καὶ καταφονεύειν τοὺς πολεμίους ἡβηδὸν καὶ παγγενεὶ κτείνειν, ὅπερ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς τῶν Ἰουδαίων, ὥς φησι Μωϋσῆς, ποιεῖ, καὶ πρὸς ταῦτα, ἂν μὴ πείθωνται, διαῤῥήδην αὐτοὺς τὰ τῶν πολεμίων δράσειν ἀπειλεῖ, ὁ δ᾿ υἱὸς ἄρα αὐτοῦ, ὁ „Ναζωραῖος“ ἄνθρωπος. ἀντινομοθετεῖ μηδὲ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ πλουτοῦντι ἢ φιλαρχιῶντι ἢ σοφίας ἢ δόξης ἀντιποιουμένῳ, δεῖν δὲ σίτων μὲν καὶ ταμείου μὴ μᾶλλόν τι φροντίζειν ἢ „τοὺς κόρακας,“ ἐσθῆτος δὲ ἧττον ἢ „τὰ κρίνα,“ τῷ δ᾿ ἅπαξ τυπτήσαντι παρέχειν καὶ αὖθις τύπτειν; πότερον Μωϋσῆς ἢ Ἰησοῦς ψεύδεται; ἢ ὁ πατὴρ τοῦτον πέμπων ἐπελάθετο, τίνα Μω(??)σεῖ διετάξατο; ἢ καταγνοὺς τῶν ἰδίων νόμων μετέγνω καὶ τὸν ἄγγελον καὶ ἐπὶ τοῖς ἐναντίοις ἀποστέλλει;
- 7.18.2
πέπονθε δὴ διὰ τούτων Κέλσος πρᾶγμα ὁ πάντ᾿ ἐπίστασθαι ἐπαγγελλόμενος ἰδιωτικώτατον, περὶ τοῦ νοῦ τῶν γραφῶν οἰηθεὶς πλέον τῶν κατὰ τὸ γράμμα λέξεων μηδένα λόγον εἶναι βαθύτερον ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις· οὐχ ὁρῶν ὅτι οὐκ ἂν οὕτω προφανῶς ἀπιθάνως τὸν σωματικὸν ἐπηγγέλλετο πλοῦτον τοῖς ὀρθῶς βιώσασιν ὁ λόγος, δεικνυμένων δικαιοτάτων ἐν ἄκρᾳ πενίᾳ βεβιωκέναι. οἱ γοῦν προφῆται καὶ διὰ τὸ καθαρῶς βεβιωκέναι τὸ θεῖον πνεῦμα χωρήσαντες „περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς“· „πολλαὶ“ γὰρ „αἱ θλίψεις τῶν δικαίων“ κατὰ τὸν ὑμνῳδόν.
- 7.18.3
εἴπερ δὲ ἀνέγνω τὸν Μωϋσέως νόμον ὁ Κέλσος, εἰκὸς ὅτι τὸ „δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιῇ,“ λεγόμενον πρὸς τὸν τηροῦντα τὸν νόμον, ᾠήθη τοιοῦτον εἶναι, ὥστ᾿ ἐν ἐπαγγελίᾳ λέγεσθαι τῷ δικαίῳ τοσοῦτον πλουτήσειν τὸν τυφλὸν πλοῦτον, ὥστε διὰ τὸ πλῆθος τῶν χρημάτων οὐ μόνον Ἰουδαίοις δανείζειν τὸν δίκαιον ἀλλ᾿ οὐδ᾿ ἄλλῳ ἑνὶ ἔθνει ἢ δευτέρῳ ἢ τρίτῳ ἀλλὰ πολλοῖς. πόσα οὖν ἂν ὁ δίκαιος ἐκέκτητο χρήματα, μισθὸν τῆς δικαιοσύνης αὐτὰ κατὰ τὸν νόμον λαβὼν, ἵνα δανιοῖ „πολλοῖς ἔθνεσιν“; ἀκόλουθον δ᾿ ἐστὶ τῇ τοιαύτῃ ἐκδοχῇ καὶ τὸ ὑπολαμβάνειν ὅτι οὐδέ ποτε ὁ δίκαιος δανείζεται, ἐπεὶ γέγραπται· „σὺ δὲ οὐ δανιῇ.“ ἆρ᾿ οὖν ἔμεινε τὸ ἔθνος τοσούτοις χρόνοις ἐν τῇ κατὰ Μωϋσέα θεοσεβείᾳ, προφανῶς βλέπον ψευδόμενον ὅσον ἐπὶ τῷ Κέλσῳ τὸν νομοθέτην; οὐδὲ γὰρ ἱστόρηταί τις τοσοῦτον πλουτήσας, ὡς δεδανεικέναι „ἔθνεσι πολλοῖς.“ ἀλλ᾿ οὐ πιθανὸν οὕτως αὐτοὺς διδασκομένους ἀκούειν τοῦ νόμου, ὡς Κέλσος ᾤετο, καὶ προφανῶς βλέποντας ψευδεῖς (τὰς) κατὰ τὸν νόμον ἐπαγγελίας ἀγωνίζεσθαι περὶ τοῦ νόμου.
- 7.18.4
ἐὰν δὲ τὰς ἀναγεγραμμένας τις ἁμαρτίας τοῦ λαοῦ φέρῃ παράδειγμα τοῦ καταπεφρονηκέναι αὐτοὺς τοῦ νόμου, τάχα διὰ τὸ κατεγνωκέναι αὐτοὺς ὡς ψευδομένου, λεκτέον πρὸς αὐτὸν ὅτι ἀναγνωστέον καὶ τοὺς χρόνους, ἐν οἷς ὅλος ὁ λαὸς ἀναγέγραπται μετὰ τὸ πεποιηκέναι τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπὶ τὸ βέλτιον καὶ τὴν κατὰ τὸν νόμον θεοσέβειαν μεταβεβληκέναι.
- 7.19.1
Ἀλλὰ καὶ εἴπερ δυναστεύειν αὐτοῖς ὁ νόμος ἐπηγγέλλετο λέγων· „ἄρξεις σὺ [δὲ] ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι,“ καὶ μηδὲν δηλοῦται διὰ τούτων βαθύτερον, δῆλον ὅτι πολλῷ πλέον κατεγίνωσκεν ὁ λαὸς τῶν κατὰ τὸν νόμον ἐπαγγελιῶν. παραφράζει δέ τινας λέξεις ὁ Κέλσος, ἐμφαινούσας πληρωθήσεσθαι πᾶσαν τὴν γῆν διὰ τοῦ Ἑβραϊκοῦ σπέρματος· ὅπερ ὡς πρὸς τὴν ἱστορίαν μηνίοντος, ἵν᾿ οὕτως ὀνομάσω, τοῦ θεοῦ γεγένηται μετὰ τὴν Ἰησοῦ ἐπιδημίαν ἤπερ εὐλογίας ἀποδιδόντος. ἀλλὰ καὶ περὶ τοῦ ἐν ἐπαγγελίᾳ εἰρῆσθαι Ἰουδαίοις καταφονεύειν τοὺς πολεμίους λεκτέον (ὅτι), εἴ τις ἀναλέγοιτο καὶ προσέχοι ἐπιμελῶς ταῖς λέξεσιν, εὕροι ἂν ἀδύνατον εἶναι τὴν ὡς πρὸς τὸ ῥητὸν ἐκδοχήν. ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος ἀπὸ τῶν ψαλμῶν παραθέσθαι, τίνα τρόπον ὁ δίκαιος εἰσάγεται λέγων πρὸς ἑτέροις καὶ τό· „εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.“ πρόσχες δὴ τῷ ῥητῷ καὶ τῇ διαθέσει τοῦ λέγοντος, εἰ ἐδύνατο ἀνδραγαθήματα προδιηγησάμενος, ἅπερ ἔκκειται τῷ βουλομένῳ ἀναγινώσκειν, ἐπιφέρειν τὸ ὡς πρὸς τὴν λέξιν δυνατὸν, ὅτι οὐκ ἄλλῳ καιρῷ τῆς ἡμέρας ἢ τῷ ἑωθινῷ ἀνῄρει „πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς,“ ὡς μηδένα καταλιπεῖν αὐτῶν ζῶντα· καὶ εἰ ἐξωλόθρευεν ἀπὸ τῆς Ἱερουσαλὴμ πάνθ᾿ ὁντινοῦν ἄνθρωπον ἐργαζόμενον „τὴν ἀνομίαν.“ πολλὰ δ᾿ ἂν εὕροις καὶ ἐν τῷ νόμῳ τοιαῦτα ὡς τὸ „οὐ κατελίπομεν αὐτῶν ζωγρίαν.“
- 7.20.1
Φέρει δ ὁ Κέλσος καὶ τὸ προειρῆσθαι αὐτοῖς μὴ πειθομένοις τῷ νόμῳ τὰ αὐτὰ πείσεσθαι, ἅπερ ἔδρων τοὺς πολεμίους. καὶ πρὶν ἄν τι παρατιθεὶς τούτοις ὁ Κέλσος χρήσηται οἷς νομίζει ἐναντιώμασι πρὸς τὸν νόμον ἀπὸ τῆς Χριστοῦ διδασκαλίας, λεκτέον περὶ τῶν προειρημένων. φαμὲν τοίνυν ὅτι ὁ νόμος διττός ἐστιν, ὁ μέν τις πρὸς ῥητὸν ὁ δὲ πρὸς διάνοιαν, ὡς καὶ τῶν πρὸ ἡμῶν τινες ἐδίδαξαν. καὶ ὁ μὲν πρὸς τὸ ῥητὸν οὐ τοσοῦτον ὑφ᾿ ἡμῶν ὅσον ὑπὸ τοῦ ἔν τινι τῶν προφητῶν λέγοντος θεοῦ εἴρηται εἶναι „δικαιώματα οὐ καλὰ“ καὶ „προστάγματα οὐ καλά“· ὁ δὲ πρὸς διάνοιαν κατὰ τὸν αὐτὸν προφήτην ἐκ προσώπου τοῦ θεοῦ λέγεται εἶναι „δικαιώματα καλὰ“ καὶ „προστάγματα καλά“· οὐ γὰρ προφανῶς ἐναντία λέγει ὁ προφήτης ἐν ταὐτῷ. ᾧ ἀκολούθως καὶ ὁ Παῦλος τὸ μὲν „γράμμα“ εἶπεν ἀποκτέννειν, ὅπερ ἴσον ἐστὶ τῷ (πρὸς) τὸ ῥητόν· „τὸ δὲ πνεῦμα“ ζῳοποιεῖν, ὅπερ ἰσοδυναμεῖ τῷ πρὸς διάνοιαν. ἔστι γοῦν παρὰ τῷ Παύλῳ ἀνάλογόν τι εὑρεῖν τοῖς νομισθεῖσιν ἂν ἐναντιώμασι κατὰ τὸν προφήτην. ὡς γὰρ ὅπου μὲν Ἰεζεκιὴλ λέγει· „ἔδωκα αὐτοῖς δικαιώματα οὐ καλὰ καὶ προστάγματα οὐ καλὰ, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς“ ὅπου δέ· „ἔδωκα αὐτοῖς δικαιώματα καλὰ καὶ προστάγματα καλὰ, ἐν οἷς ζήσονται ἐν αὐτοῖς,“ ἤτοι ἰσοδυναμοῦν γε τούτοις· οὕτω καὶ ὁ Παῦλος, ὅπου μὲν τὸ τοῦ νομικοῦ γράμματος διαβαλεῖν θέλει, φησίν· „εἰ δὲ ἡ διακονία τοῦ θανάτου (ἐν) γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;“ ὅπου δὲ θαυμάζει τὸν νόμον καὶ ἀποδέχεται, πνευματικὸν αὐτὸν ὀνομάζει λέγων· „οἴδαμεν δὲ ὅτι ὁ νόμος πνευματικός ἐστιν,“ ἀποδέχεται δὲ ἐν τῷ· „ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.“
- 7.21.1
Ἐὰν οὖν ἡ λέξις τοῦ νόμου πλοῦτον ἐπαγγέλλεται τοῖς δικαίοις, Κέλσος μὲν κατὰ τὸ ἀποκτέννον „γράμμα“ νομιζέτω τὸν τυφλὸν πλοῦτον λέγεσθαι ἐν ἐπαγγελίᾳ· ἡμεῖς δὲ τὸν ὀξὺ βλέποντα, καθὸ πλουτεῖ τις „ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,“ καὶ καθὸ παραγγέλλομεν „τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλὰ φρονεῖν μηδ᾿ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ᾿ ἐπὶ θεῷ, τῷ παρέχοντι πάντα πλουσίως εἰς ἀπόλαυσιν, ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς.“ καὶ γὰρ „ὁ“ ἐν ἀληθινοῖς ἀγαθοῖς „πλοῦτος“ „λύτρον ἐστὶν ἀνδρὸς ψυχῆς“ κατὰ τὸν Σολομῶντα, ἡ δ᾿ ἐναντία τούτῳ πτωχεία ὀλέθριον, δι᾿ ἣν „ὁ πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν.“
- 7.21.2
ἀνάλογον δὲ τοῖς ἀποδεδομένοις περὶ τοῦ πλούτου λεκτέον καὶ περὶ τῆς δυναστείας, καθ᾿ ἣν „εἷς“ δίκαιος διώξεσθαι λέγεται „χιλίους, καὶ δύο“ μετακινεῖν „μυριάδας.“ εἴπερ δὲ ταῦτα νενόηται ἐν τοῖς κατὰ τὸν πλοῦτον, ὅρα εἰ μὴ ἀκόλουθόν ἐστιν ἐπαγγελίᾳ θεοῦ τὸν πλουτοῦντα „ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει“ καὶ πάσῃ σοφίᾳ καὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ δανείζειν ἀπὸ τοῦ κατὰ τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν γνῶσιν πλούτου „ἔθνεσι πολλοῖς,“ ὡς ἐδάνεισε Παῦλος „κύκλῳ“ „ἀπὸ Ἱερουσαλὴμ“ ἕως „τοῦ Ἰλλυρικοῦ“ πληρῶν „τὸ εὐαγγέλιον τοῦ Χριστοῦ“ πᾶσιν ἔθνεσιν, οἷς ἐπιδεδήμηκε. καὶ ἐπεὶ κατὰ ἀποκάλυψιν αὐτῷ ἐγνωρίζετο τὰ θεῖα, φωτιζομένῳ τὴν ψυχὴν ὑπὸ τῆς τοῦ λόγου θειότητος, διὰ τοῦτο αὐτὸς οὐκ ἐδανείζετο οὐδὲ χρείαν εἶχεν ἀνθρώπου διακονουμένου αὐτῷ τὸν λόγον. οὕτω δὲ γεγραμμένου καὶ τοῦ· „ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι,“ κατὰ τὴν ἀπὸ τοῦ λόγου δυναστείαν ὑποτάσσων τῇ Χριστοῦ Ἰησοῦ διδασκαλίᾳ τοὺς ἀπὸ τῶν ἐθνῶν ἦρχεν αὐτῶν, οὐδέ ποτε ἐν χώρᾳ ὑποτεταγμένος ἀνθρώποις ὡς κρείττοσι γινομένοις· οὕτω δὲ καὶ κατεπίμπλα τὴν γῆν.
- 7.22.1
Εἰ δὲ καὶ περὶ τοῦ καταφονεύειν δεῖ διηγήσασθαι ἅμα καὶ τὸ δυνατὸν τοῦ δικαίου περὶ πάντα, λεκτέον ὅτι φάσκων· „εἰς τὰς πρωΐας ἀπέκτεινον (πάντας) τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν“ γῆν μὲν τροπικῶς ἔλεγε τὴν σάρκα, ἧς „τὸ φρόνημα“ „ἔχθρα ἐστὶν εἰς θεὸν,“ πόλιν δὲ „κυρίου“ τὴν ἑαυτοῦ ψυχὴν, ἐν ᾗ ἦν „ναὸς θεοῦ,“ χωρήσας δόξαν καὶ ὑπόληψιν ὀρθὴν περὶ θεοῦ καὶ θαυμαζομένην ὑπὸ πάντων τῶν ὁρώντων αὐτήν. ἅμα οὖν ταῖς τοῦ ἡλίου „τῆς δικαιοσύνης“ αὐγαῖς ἐπιλαμπούσαις αὐτοῦ τῇ ψυχῇ ὡσπερεὶ δυναμούμενος υπ᾿ αὐτῶν καὶ κραταιούμενος ἀνῄρει πᾶν „τὸ φρόνημα τῆς σαρκὸς,“ λεγόμενον „ἁμαρτωλοὺς γῆς,“ καὶ ἐξωλόθρευεν ἀπὸ τῆς ἐν τῇ ψυχῇ ἑαυτοῦ „πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν“ λογισμοὺς καὶ τὰ ἐχθρὰ τῇ ἀληθείᾳ ἐνθυμήματα.
- 7.22.2
οὕτως δὲ καὶ ἀναιροῦσιν οἱ δίκαιοι πᾶσαν τὴν τῶν πολεμίων καὶ ἀπὸ κακίας ἐρχομένων „ζωγρίαν,“ ὡς μηδὲ νήπιον καὶ ἄρτι ὑποφυόμενον κακὸν καταλείπεσθαι. ἡμεῖς οὕτως ἀκούομεν καὶ τοῦ ἐν ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἕκτῳ ψαλμῷ ῥητοῦ, οὕτως ἔχοντος· „θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος, ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν· μακάριος, ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.“ „νήπια“ γὰρ „Βαβυλῶνος,“ ἑρμηνευομένης συγχύσεως, οἱ ἄρτι ὑποφυόμενοι καὶ ἀνατέλλοντες ἐν τῇ ψυχῇ εἰσιν συγχυτικοὶ λογισμοὶ οἱ ἀπὸ κακίας· ὧν ὁ κρατῶν, ὡς καὶ τῷ στερεῷ καὶ εὐτόνῳ τοῦ λόγου προσρῆξαι αὐτῶν τὰς κεφαλὰς, ἐδαφίζει „τὰ νήπια“ τῆς „Βαβυλῶνος“ „πρὸς τὴν πέτραν,“ γινόμενος διὰ τοῦτο „μακάριος.“ ἡβηδὸν οὖν τὰ τῆς κακίας καὶ παγγενεὶ κτείνειν κελευέτω ὁ θεὸς, οὐδὲν ἐναντίον διδάσκων οἷς Ἰησοῦς κατήγγειλε, καὶ ἐν ὀφθαλμοῖς τῶν „ἐν κρυπτῷ“ Ἰουδαίων ποιείτω ὁ θεὸς τὴν τῶν πολεμίων καὶ πάντων τῶν ἀπὸ κακίας ἀναίρεσιν. καὶ τοιοῦτόν γε ἔστω τὸ τοὺς μὴ πειθομένους νόμῳ καὶ λόγῳ θεοῦ, ὁμοιωθέντας τοῖς πολεμίοις καὶ ποιωθέντας ἀπὸ τῆς κακίας, πάσχειν ταῦτα, ἅπερ ἄξιον πάσχειν τοὺς ἀποστάντας λόγων θεοῦ.
- 7.23.1
Σαφῆ μὲν οὖν καὶ ἐκ τούτων, πῶς Ἰησοῦς ὁ „Ναζωραῖος“ ἄνθρωπος οὐκ ἀντινομοθετεῖ τοῖς περὶ πλούτου καὶ τῶν ἐξισταμένων εἰρημένοις περὶ τοῦ δύσκολον εἶναι πλούσιον εἰσέρχεσθαι εἰς τὴν τοῦ θεοῦ βασιλείαν· εἴτε πλούσιόν τις λαμβάνει ἁπλούστερον τὸν ὑπὸ πλούτου περισπώμενον καὶ ὡς ὑπὸ ἀκάνθης αὐτοῦ ἐμποδιζόμενον φέρειν τοὺς τοῦ λόγου καρποὺς εἴτε καὶ τὸν ἐν τοῖς ψευδέσι δόγμασι πλουτοῦντα, περὶ οὗ ἐν Παροιμίαις γέγραπται· „κρείσσων πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης.“
- 7.23.2
εἰκὸς δὲ ἀπὸ τοῦ „ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων διάκονος“ καὶ „οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν“ καὶ „οἱ ἐξουσιάζοντες ἐν αὐτοῖς εὐεργέται καλοῦνται“ εἰληφέναι τὸν Κέλσον ὅτι Ἰησοῦς φιλαρχίαν ἐκώλυεν, ἥντινα οὐκ ἐναντίαν εἶναι νομιστέον τοῦ „ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι,“ μάλιστα διὰ τὰ ἀποδεδομένα εἰς τὴν λέξιν.
- 7.23.3
ἑξῆς δὲ τούτοις παραῤῥίπτει περὶ τῆς σοφίας ὁ Κέλσος, οἰόμενος τὸν Ἰησοῦν διδάσκειν μὴ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ σοφῷ. εἴπωμεν δὲ πρὸς αὐτόν· ποίῳ σοφῷ; εἰ μὲν γὰρ τούτῳ, ὃς πεποίωται κατὰ τὴν λεγομένην σοφίαν „τοῦ κόσμου τούτου,“ ουσαν μωρίαν „παρὰ τῷ θεῷ.“ καὶ ἡμεῖς φήσομεν μὴ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ οὕτως σοφῷ· εἰ δὲ σοφίαν τις νοήσαι τὸν Χριστὸν, ἐπεὶ Χριστός ἐστι θεοῦ δύναμις καὶ θεοῦ σοφία, οὐ μόνον παριτητὸν πρὸς τὸν πατέρα τῷ οὕτως σοφῷ λέγομεν εἶναι, ἀλλὰ καὶ πολλῷ τῶν μὴ τοιούτων διαφέρειν τὸν κεκοσμημένον χαρίσματί φαμεν λόγῳ „σοφίας“ καλουμένῳ, διὰ τοῦ πνεύματος διδομένῳ.
- 7.24.1
Πάλιν τε αὖ τὸ δόξης ἀντιποιεῖσθαι τῆς παρ᾿ ἀνθρώποις οὐ κατὰ τὴν Ἰησοῦ μόνου διδασκαλίαν κωλύεσθαί φαμεν ἀλλὰ καὶ κατὰ τὴν παλαιὰν γραφήν. ἐπαρώμενος γοῦν ἑαυτῷ τις τῶν προφητῶν, εἰ ἔνοχος εἴη τοῖς ἁμαρτήμασι, φησὶν ἀντὶ μεγίστου κακοῦ συμβῆναι ἂν αὐτῷ καὶ τὴν βιωτικὴν δόξαν. λέγει δὲ οὕτως· „κύριε, ὁ θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.“
- 7.24.2
ἀλλ᾿ οὐδὲ τὸ „μὴ μεριμνᾶτε τί φάγητε ἢ τί πίητε. κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ ἢ κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσι, καὶ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά, πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;“ καὶ „περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ“ καὶ τὰ ἑξῆς ἐναντία ἐστὶ ταῖς ἐν τῷ νόμῳ εὐλογίαις. διδασκούσαις τὸν δίκαιον ἐσθίοντα πληροῦσθαι, καὶ τῷ ὑπὸ τοῦ Σολομῶντος τοῦτον εἰρημένῳ τὸν τρόπον· „δίκαιος ἐσθίων ἐμπίπλησι ψυχὴν, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.“ χρὴ γὰρ ὁρᾶν τὴν τῆς ψυχῆς τροφὴν δηλουμένην ἐν τῇ κατὰ τὸν νόμον εὐλογίᾳ· ἧς οὐχ ὁ σύνθετος πληροῦται ἄνθρωπος ἀλλ᾿ ἡ ψυχὴ μόνη. ἀπὸ δὲ τοῦ εὐαγγελίου λαμβάνειν δεῖ τάχα μέν τι καὶ βαθύτερον τάχα δέ τι καὶ ἁπλούστερον, ὅτι χρὴ μὴ ξενίζεσθαι ταῖς περὶ τῶν τροφῶν καὶ ἐνδυμάτων τὴν ψυχὴν φροντίσιν, ἀλλ᾿ εὐτέλειαν ἀσκοῦντα πεπεῖσθαι ἀπὸ τοῦ θεοῦ προνοεῖσθαι, εἰ μόνων τις τῶν ἀναγκαίων φροντίζοι.
- 7.25.1
Ὁ μὲν οὖν Κέλσος, μὴ ἀντιπαραθεὶς τὰ δοκοῦντα ἐναντία ἀπὸ τοῦ νόμου τοῖς ἀπὸ τοῦ εὐαγγελίου, φησὶ καὶ τό· τῷ δ᾿ ἅπαξ τυπτήσαντι παρέχειν καὶ αὖθις τύπτειν. ἡμεῖς δ᾿ ἐροῦμεν εἰδέναι μὲν καὶ τὸ „ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος“ εἰρημένον τοῖς πάλαι ἀνεγνωκέναι δὲ καὶ τὸ „ἐγὼ δὲ λέγω ὑμῖν“· „τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην.“ ἀλλ᾿ ἐπεὶ περιηχηθεὶς οἶμαι ὁ Κέλσος ἀπὸ τῶν διαιρούντων τὴν κατὰ τὸ εὐαγγέλιον θεότητα ἐκ τῆς νομικῆς θεότητος τὰ τοιαῦτα τίθησι, λεκτέον πρὸς τὸν λόγον αὐτοῦ ὅτι οἶδε καὶ τὰ παλαιὰ γράμματα (τὸ) „τῷ τύπτοντί σε εἰς τὴν δεξιὰν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην.“ ἐν γοῦν τοῖς Ἱερεμίου Θρήνοις γέγραπται· „ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ, καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ᾿ ἑαυτῷ. δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, καὶ χορτασθήσεται ὀνειδισμῶν.“ οὐκ ἀντιδιατάσσεται θεοῦ τὸ εὐαγγέλιον τῷ τοῦ νόμου θεῷ οὐδὲ περὶ τῆς κατὰ τὸ ῥητὸν κατὰ κόῤῥης πληγῆς· οὐδ᾿ ὁπότερος ψεύδεται, οὔτε Μωϋσῆς οὔτε Ἰησοῦς, οὐδ᾿ ὁ πατὴρ τὸν Ἰησοῦν πέμπων ἐπελάθετο, τίνα Μωϋσεῖ διετάξατο· ἀλλ᾿ οὐδὲ καταγνοὺς τῶν ἰδίων νόμων μετέγνω καὶ τὸν ἄγγελον ἐπὶ τοῖς ἐναντίοις ἀποστέλλει.
- 7.26.1
Εἰ δὲ χρὴ κἂν ὀλίγα περὶ τῆς διαφόρου πολιτείας εἰπεῖν, ἥντινα Ἰουδαῖοι κατὰ Μωϋσέα πρότερον ἐπολιτεύοντο, καὶ ἣν Χριστιανοὶ νῦν κατὰ τὴν Ἰησοῦ διδασκαλίαν βούλονται κατορθοῦν, φήσομεν ὅτι οὔτε τῇ κλήσει τῶν ἐθνῶν ἥρμοζε κατὰ τὸν Μωϋσέως ὡς πρὸς τὸ γράμμα πολιτεύεσθαι νόμον, ὑπὸ Ῥωμαίοις τεταγμένων, οὔτε τοῖς πάλαι Ἰουδαίοις οἷόν τ᾿ ἦν τὸ σύστημα τῆς πολιτείας ἔχειν ἀκαθαίρετον. εἰ καθ᾿ ὑπόθεσιν τῇ κατὰ τὸ εὐαγγέλιον πολιτείᾳ ἐπείθοντο. ἀναιρέσει μὲν γὰρ πολεμίων ἢ τῶν παρὰ τὸν νόμον πεποιηκότων καὶ ἀξίων κριθέντων τῆς διὰ πυρὸς ἢ λίθων ἀναιρέσεως οὐχ οἷόν τ᾿ ἦν Χριστιανοὺς χρῆσθαι κατὰ τὸν Μωϋσέως νόμον. εἴ γε οὐδ᾿ οἱ Ἰουδαῖοι θέλοντες κατ᾿ ἐκεῖνον δύνανται ταῦτα, ὡς ὁ νόμος προσέταξεν. ἐπιτελεῖν. πάλιν τε αὖ ἐὰν ἀνέλῃς ἀπὸ τῶν τότε Ἰουδαίων. σύστημα ἴδιον πολιτείας καὶ χώρας ἐχόντων, τὸ ἐπεξιέναι τοῖς πολεμίοις καὶ στρατεύεσθαι ὑπὲρ τῶν πατρίων καὶ ἀναιρεῖν ἢ ὅπως ποτὲ κολάζειν τοὺς μοιχεύσαντας ἢ φονεύσαντας ἤ τι τῶν τοιούτοις παραπλησίων πεποιηκότας, οὐδὲν λείπεται ἢ τὸ ἄρδην αὐτοὺς ἀθρόως ἀθρόως ἀπολέσθαι. ἐπιτιθεμένων τῶν πολεμίων τῷ ἔθνει, ὡς ὑπὸ τοῦ ἰδίου νόμου ἐκνενευρισμένων καὶ κωλυομένων ἀμύνεσθαι τοὺς πολεμίους. καὶ μὴ βουλομένη γε ἡ πάλαι μὲν τὸν νόμον δεδωκυῖα πρόνοια νῦν δὲ τὸ Ἰησοῦ Χριστοῦ εὐαγγέλιον κρατεῖν ἔτι τὰ Ἰουδαίων καθεῖλεν αὐτῶν τὴν πόλιν καὶ τὸν ναὸν καὶ τὴν παρὰ τῷ ναῷ διὰ θυσιῶν καὶ τῆς ἀναγεγραμμένης λατρείας θεραπείαν τοῦ θεοῦ. ὥσπερ δ᾿ ἐκεῖνα μὴ βουλομένη ἐπιτελεῖσθαι ἔτι καθεῖλε, τὸν τρόπον τὸν αὐτὸν τὰ Χριστιανῶν ηὔξησε καὶ ὁσημέραι εἰς πλῆθος ἤδη δὲ καὶ παῤῥησίαν ἐπιδέδωκε. καίτοι γε μυρίων ὅσων κωλυμάτων γενομένων πρὸς τὸ μὴ ἐπισπαρῆναι τὴν Ἰησοῦ διδασκαλίαν τῇ οἰκουμένῃ. ἀλλ᾿ ἐπεὶ θεὸς ἦν ὁ βουλόμενος καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὠφεληθῆναι διὰ τῆς Ἰησοῦ τοῦ Χριστοῦ διδασκαλίας, πᾶσα μὲν ἀνθρωπίνη βουλὴ κατὰ Χριστιανῶν καθῃρέθη, ὅσῳ (δ᾿) αὐτοὺς ἐταπείνουν βασιλεῖς καὶ ἐθνῶν ἡγούμενοι καὶ δῆμοι πανταχοῦ, τοσούτῳ πλείους ἐγίνοντο „καὶ κατίσχυον σφόδρα σφόδρα.“
- 7.27.1
Ἑξῆς δὲ τούτοις ὁ Κέλσος διὰ πλειόνων τὰ μὴ λεγόμενα ὑφ᾿ ἡμῶν τιθεὶς ὡς λεγόμενα ὑφ᾿ ἡμῶν περὶ τοῦ θεοῦ, ὡς σώματος τῇ φύσει τυγχάνοντος καὶ ἀνθρωποειδοῦς σώματος, ἀνατρέπειν ἐθέλει τὰ μὴ τεθειμένα ὑφ᾿ ἡμῶν, ἅπερ περισσὸν παραθέσθαι ἢ τὴν ἀνατροπὴν αὐτῶν. εἰ μὲν γὰρ ἃ λέγει ἡμᾶς φάσκειν περὶ θεοῦ ἐλέγομεν, καὶ πρὸς αὐτὰ ἵστατο, ἀναγκαῖον ην ἡμῖν τὸ τιθέναι τὰς λέξεις αὐτοῦ καὶ κατασκευάζειν μὲν τὰ ἡμέτερα λύειν δὲ τὰ ἐκείνου· εἰ δ᾿ ἑαυτῷ συνείρει ἃ ἤτοι ἀπ᾿ οὐδενὸς ἤκουσεν ἢ, ἵνα καὶ δοθῇ ὅτι ἤκουσεν, ἀπό τινων ἁπλῶν καὶ ἀκεραίων καὶ μὴ εἰδότων τὸ τοῦ λόγου βούλημα, οὐ χρὴ ἡμᾶς τευτάζειν περὶ τὰ μὴ ἀναγκαῖα. σαφῶς γὰρ ἀσώματόν φασιν οἱ λόγοι τὸν θεόν· διὸ καὶ „θεὸν οὐδεὶς ἑώρακε πώποτε,“ καὶ „εἰκὼν“ λέγεται εἶναι „τοῦ ἀοράτου θεοῦ ὁ πρωτότοκος πάσης κτίσεως,“ ὡς εἰ ἔλεγεν ἀσωμάτου. μετρίως δ᾿ ἐν τοῖς πρὸ τούτων καὶ περὶ θεοῦ διειλήφαμεν ἐξετάζοντες, πῶς νοοῦμεν τὸ „πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.“
- 7.28.1
Μετὰ (δὲ) τὰ περὶ θεοῦ, ἐν οἷς ἡμᾶς συκοφαντεῖ, πυνθάνεται ἡμῶν· ποῖ ἀπεῖναι μέλλομεν; καὶ τίνα ἐλπίδα ἔχομεν; καὶ ὡς ἀποκριναμένων, τίθησι δῆθεν ἡμετέρας φωνὰς οὕτως ἐχούσας· εἰς ἄλλην γῆν, ταύτης κρείττονα. καὶ πρὸς τοῦτό φησιν· ἱστόρηται θείοις ἀνδράσι παλαιοῖς εὐδαίμων βίος ψυχαῖς εὐδαίμοσιν· ὠνόμασαν δὲ [οἱ δὲ] οἱ μὲν μακάρων νήσους. οἱ δὲ „Ἠλύσιον πεδίον“ ἀπὸ τῆς λύσεως τῶν ἔνθεν κακῶν, ὥσπερ καὶ Ὅμηρος· ἀλλά σ᾿ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσι, τῇ περ ῥηίστη βιοτή. Πλάτων δὲ ἀθάνατον τὴν ψυχὴν ἡγούμενος ἐκείνην τὴν χώραν, ἔνθα στέλλεται, ἄντικρυς „γῆν“ ὠνόμασεν οὕτως· „πάμμεγά τι εἶναι“ φήσας „αὐτὸ, καὶ ἡμᾶς οἰκεῖν τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν σμικρῷ τινι μορίῳ. ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους περὶ τὴν θάλασσαν οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν (πολλοῖς) τοιούτοις τόποις οἰκεῖν. εἶναι γὰρ πανταχῇ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ συνεῤῥυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαρὰν ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ.“
- 7.28.2
ὑπολαμβάνει τοίνυν ὁ Κέλσος τὰ περὶ τῆς ἄλλης γῆς κρείττονος καὶ πολλῷ ταύτης διαφερούσης εἰληφέναι ἡμᾶς ἀπό τινων νομιζομένων αὐτῷ θείων παλαιῶν ἀνδρῶν καὶ μάλιστα Πλάτωνος, τοῦ ἐν τῷ Φαίδωνι περὶ γῆς καθαρᾶς ἐν καθαρῷ κειμένης οὐρανῷ φιλοσοφήσαντος· οὐχ ὁρῶν ὅτι Μωϋσῆς, ὁ πολλῷ καὶ τῶν Ἑλληνικῶν γραμμάτων ἀρχαιότερος, εἰσήγαγε τὸν θεὸν ἐπαγγελλόμενον τὴν ἁγίαν γῆν καὶ „ἀγαθὴν καὶ πολλὴν, ῥέουσαν γάλα καὶ μέλι“ τοῖς κατὰ τὸν νόμον ἑαυτοῦ βιώσασιν, οὐδ᾿ ὡς οἴονταί τινες τὴν „ἀγαθὴν,“ τὴν κάτω νομιζομένην Ἰουδαίαν, κειμένην καὶ αὐτὴν ἐν τῇ ἀρχῆθεν κατηραμένῃ ἐν τοῖς ἔργοις τῆς παραβάσεως τοῦ Ἀδὰμ γῇ. τὸ γὰρ „ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου“ περὶ ὅλης εἴρηται τῆς γῆς, ἣν „ἐν λύπαις,“ τουτέστι πόνοις, ἐσθίει πᾶς ἄνθρωπος „ἐν τῷ Ἀδὰμ“ ἀποθανὼν, καὶ ἐσθίει „πάσας τὰς ἡμέρας τῆς“ ἑαυτοῦ „ζωῆς.“ καὶ ὡς „ἐπικατάρατος“ πᾶσα ἡ γῆ „ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ“ „πάσας τὰς ἡμέρας τῆς ζωῆς“ τοῦ ἐν τῷ Ἀδὰμ ἐκβληθέντος ἀπὸ τοῦ παραδείσου, καὶ „ἐν ἱδρῶτι τοῦ προσώπου“ ἑαυτοῦ ἐσθίει πᾶς ἄνθρωπος τὸν ἑαυτοῦ ἄρτον. „ἕως ἐπιστρέψει εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη.“ πολὺν μὲν οὖν ἔχει λόγον ὅλα τὰ κατὰ τὸν τόπον τοῦτον, δυνάμενον εἰς τὴν σαφήνειαν τῶν λέξεων κατασκευασθῆναι· ὀλίγοις δ᾿ ἐπὶ τοῦ παρόντος ἠρκέσθημεν, βουλόμενοι ἀπολῦσαι περισπασμοῦ, τοῦ ὡς περὶ τῆς Ἰουδαίας γῆς ὑπολαμβάνοντος εἰρῆσθαι τὰ περὶ ἀγαθῆς γῆς. ἣν ὁ θεὸς ὑπισχνεῖται τοῖς δικαίοις.
- 7.29.1
Εἴπερ οὖν „ἡ“ πᾶσα „γῆ“ αὐτὴ „ἐπικατάρατος ἐν τοῖς ἔργοις“ ἐστὶ τοῦ Ἀδὰμ καὶ τῶν ἐν αὐτῷ ἀποθανόντων, δῆλον ὅτι καὶ πάντα τὰ μόρια αὐτῆς μετέχει τῆς ἀρᾶς. ἐν οἷς ἐστι καὶ ἡ Ἰουδαία γῆ· ὥστε μὴ δύνασθαι ἐφαρμόζειν αὐτῇ τὸ „εἰς γῆν ἀγαθὴν καὶ πολλὴν. εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι,“ κἂν συμβολικῶς σκιὰ εἶναι ἀποδεικνύηται ἡ Ἰουδαία καὶ ἡ Ἱερουσαλὴμ τῆς καθαρᾶς ἐν καθαρῷ κειμένης οὐρανῷ γῆς ἀγαθῆς καὶ πολλῆς, ἐν ᾗ ἐστιν ἡ ἐπουράνιος Ἱερουσαλήμ· περὶ ἧς διαλαβὼν ὁ ἀπόστολος, ὡς συνεγερθεὶς „Χριστῷ“ καὶ „τὰ ἄνω“ ζητῶν καὶ νοῦν εὑρὼν οὐδεμιᾶς ἐχόμενον Ἰουδαϊκῆς μυθολογίας φησίν· „ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει.“
- 7.29.2
ἵνα δέ τις πεισθῇ μὴ παρὰ τὸ βούλημα τοῦ θείου πνεύματος ἡμᾶς λέγειν περὶ τῆς παρὰ Μωϋσεῖ γῆς ἀγαθῆς καὶ πολλῆς, ἐπιστησάτω πᾶσι μὲν τοῖς προφήταις, διδάσκουσι τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον τῶν πεπλανημένων καὶ ἀποπεπτωκότων ἀπ᾿ αὐτῆς καὶ ἁπαξαπλῶς ἀποκαθισταμένων εἰς τὸν καλούμενον τόπον καὶ πόλιν τοῦ θεοῦ παρὰ τῷ εἰπόντι ὅτι „ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος αὐτοῦ,“ λέγοντι δὲ καὶ τό· „μέγας ὁ κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ, εὐρίζονι ἀγαλλιάματι πάσης τῆς γῆς.“
- 7.29.3
ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὰ ἀπὸ τοῦ τριακοστοῦ καὶ ἕκτου ψαλμοῦ, οὕτως ἔχοντα περὶ τῆς τῶν δικαίων γῆς· „οἱ δ᾿ ὑπομένοντες (τὸν) κύριον αὐτοὶ κληρονομήσουσι γῆν“ καὶ μετ᾿ ὀλίγα· „οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης“ καὶ μετ᾿ ὀλίγα· „οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν“ καὶ πάλιν· „οἱ δίκαιοι κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾿ αὐτῆς.“ ὅρα δ᾿ εἰ μὴ τὸ καθαρὰν εἶναι ἐν καθαρῷ τῷ οὐρανῷ τὴν γῆν δηλοῦται τοῖς ἀκούειν δυναμένοις τῶν οὕτως εἰρημένων ἐν τῷ αὐτῷ ψαλμῷ· „ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ. καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν.“
- 7.30.1
Δοκεῖ δέ μοι καὶ τὰ περὶ τῶν τῇδε τιμίων εἶναι νομιζομένων λίθων, ἀποῤῥοήν τινα λεγομένων ἔχειν ἀπὸ τῶν ἐν τῇ κρείττονι γῇ λίθων, εἰλῆφθαι τῷ Πλάτωνι ἀπὸ τῶν ἐν τῷ Ἡσαΐᾳ ἀναγεγραμμένων περὶ τῆς πόλεως τοῦ θεοῦ. περὶ ἧς γέγραπται· „θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τοὺς λίθους σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς“ καὶ πάλιν· „θήσω τὰ θεμέλιά σου σάπφειρον.“ τὸν μὲν οὖν παρὰ Πλάτωνι ἀλληγοροῦντες μῦθον οἱ σεμνότερον τὰ τοῦ φιλοσόφου ἐξειληφότες διηγοῦνται. τὰς δὲ προφητείας. ἀφ᾿ ὧν στοχαζόμεθα καὶ τὸν Πλάτωνα εἰληφέναι, οἱ συγγενῶς τοῖς προφήταις καὶ ἐνθέως βιώσαντες καὶ πάντα τὸν χρόνον ἀναθέντες τῇ ἐξετάσει τῶν ἱερῶν γραμμάτων τοῖς ἐπιτηδείοις διὰ βίου καθαρότητα καὶ τὴν περὶ τὰ θεῖα φιλομάθειαν παραστήσουσιν.
- 7.30.2
ἡμῖν δὲ προκείμενον ἦν δεῖξαι ὅτι ἡμεῖς μὲν οὐκ ἀπὸ Ἑλλήνων ἢ Πλάτωνος τὰ περὶ τῆς ἁγίας γῆς εἰλήφαμεν· ἐκεῖνοι δὲ, νεώτεροι γενόμενοι οὐ μόνον τοῦ ἀρχαιοτάτου Μω(??)σέως ἀλλὰ καὶ τῶν πλείστων προφητῶν. ἤτοι παρακηκόασί τινων αἰνισσομένων περὶ τῶν τοιούτων, ἢ καὶ ταῖς ἱεραῖς ἐντυχόντες γραφαῖς παραποιήσαντες αὐτὰ τοιαῦτά τινα περὶ τῆς κρείττονος εἰρήκασι γῆς. σαφῶς δ᾿ ὁ Ἀγγαῖος παρίστησιν ἄλλο μὲν εἶναι „τὴν ξηρὰν“ ἄλλο δὲ „τὴν γῆν,“ ξηρὰν καλῶν ταύτην, ἐφ᾿ ᾗ ἐσμεν. λέγει δὲ οὕτως· „ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ (τὴν) γῆν καὶ τὴν ξηρὰν καὶ τὴν θάλασσαν.“
- 7.31.1
Ὥσπερ δὲ αὐτὸς τὴν διήγησιν ἀνατίθεται τοῦ παρὰ Πλάτωνι μύθου, κειμένου (ἐν) τῷ Φαίδωνι. λέγων τάδε· τί δὲ διὰ τούτων ἐμφανίζει, οὐ παντὶ γνῶναι ῥᾴδιον· εἰ μὴ ὅστις ἐπαΐειν δύναιτο, τί ποτ᾿ ἐστὶν ἐκεῖνο ὅ φησιν· „ὑπ᾿ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἱους τε εἶναι διεξελθεῖν ἐπ᾿ ἔσχατον τὸν ἀέρα“· „καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς“· τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς τὰ περὶ τῆς ἁγίας καὶ ἀγαθῆς γῆς καὶ τῆς ἐν αὐτῇ πόλεως τοῦ θεοῦ οὐ κατὰ τὴν ἐνεστῶσαν νομίζοντες εἶναι πραγματείαν σαφηνίσαι ὑπερτιθέμεθα εἰς τὰ ἐξηγητικὰ τῶν προφητῶν, ἀπὸ μέρους κατὰ τὸ δυνατὸν ἡμῖν διηγησάμενοι περὶ πόλεως θεοῦ ἐν τοῖς πραγματευθεῖσιν ἡμῖν εἰς τὸν τεσσαρακοστὸν καὶ πέμπτον ψαλμὸν καὶ τὸν τεσσαρακοστὸν καὶ ἕβδομον ψαλμόν. οἶδε δὲ ὁ ἀρχαιότατος Μωϋσέως καὶ τῶν προφητῶν λόγος τὰ ἀληθινὰ πάντα ὁμώνυμα τοῖς τῇδε καθολικωτέροις, οἷον „ἀληθινὸν φῶς“ καὶ „οὐρανὸν“ ἕτερον παρὰ „τὸ στερέωμα“ καὶ τὸν „τῆς δικαιοσύνης“ ἥλιον ἄλλον παρὰ τὸν αἰσθητόν. καὶ ἁπαξαπλῶς δέ φησιν [ὅτι] πρὸς ἀντιδιαστολὴν τῶν αἰσθητῶν, ὧν οὐδέν ἐστιν ἀληθινὸν, τό· „θεὸς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ,“ ἐπ᾿ ἄλλων μὲν τάσσων τὰ ἔργα τοῦ θεοῦ ἐπὶ ἡττόνων δὲ τὰ λεγόμενα „ἔργα τῶν χειρῶν“ αὐτοῦ. μεμφόμενος γοῦν τισι διὰ τοῦ Ἡσαΐου φησί· „τὰ ἔργα κυρίου οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.“ καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.
- 7.32.1
Ἐπεὶ δὲ τὸν περὶ τῆς ἀναστάσεως λόγον (πολὺν ὄντα καὶ δυσερμήνευτον καὶ δεόμενον σοφοῦ εἴπερ τι ἄλλο τῶν δογμάτων καὶ ἐπὶ πλεῖον διαβεβηκότος, ἵνα τὸ ἄξιον τοῦ θεοῦ παραστήσῃ καὶ τὸ μεγαλοφυὲς τοῦ δόγματος, διδάσκοντος λόγον ἔχειν σπέρματος τὸ καλούμενον κατὰ τὰς γραφὰς σκῆνος τῖς ψυχῆς, ἐν ᾧ „οἱ“ δίκαιοι „ὄντες“ στενάζουσι „βαρούμενοι,“ μὴ θέλοντες αὐτὸ „ἐκδύσασθαι ἀλλ᾿ ἐπενδύσασθαι“) μὴ νοήσας ὁ Κέλσος τῷ ἀπὸ ἰδιωτῶν καὶ μηδενὶ λόγῳ παραστῆσαι δυναμένων ἀκηκοέναι περὶ αὐτοῦ χλευάζει τὸ λεγόμενον, χρήσιμον πρὸς τοῖς ἀνωτέρω εἰρημένοις ἡμῖν περὶ τούτου τοῦτο μόνον ὑποσημειώσασθαι πρὸς τὸν λόγον, ὅτι οὐχ, ὡς οἴεται Κέλσος, τῆς μετενσωματώσεως παρακούσαντες τὰ περὶ ἀναστάσεώς φαμεν ἀλλ᾿ εἰδότες ὅτι ἡ τῇ ἑαυτῆς φύσει ἀσώματος καὶ ἀόρατος ψυχὴ ἐν παντὶ σωματικῷ τόπῳ τυγχάνουσα δέεται σώματος οἰκείου τῇ φύσει τῷ τόπῳ ἐκείνῳ· ὅπερ ὅπου μὲν φορεῖ ἀπεκδυσαμένη (τὸ) πρότερον ἀναγκαῖον μὲν περισσὸν δὲ ὡς πρὸς τὰ δεύτερα. ὅπου δὲ ἐπενδυσαμένη ᾧ πρότερον εἶχε, δεομένη κρείττονος ἐνδύματος εἰς τοὺς καθαρωτέρους καὶ αἰθερίους καὶ οὐρανίους τόπους. καὶ ἀπεξεδύσατο μὲν ἐπὶ τὴν τῇδε γένεσιν ἐρχομένη τὸ χρήσιμον πρὸς τὴν ἐν τῇ ὑστέρᾳ τῆς κυούσης, ἕως ἦν ἐν αὐτῇ, χορίον· ἐνεδύσατο δὲ ὑπ᾿ ἐκεῖνο ὃ ἦν ἀναγκαῖον τῷ ἐπὶ γῆς μέλλοντι διαζῆν.
- 7.32.2
εἶτα πάλιν ὄντος τινὸς „σκήνους“ ἐπιγείου οἰκίας, ἀναγκαίας που τῷ σκήνει, καὶ καταλύεσθαι μέν φασιν οἱ λόγοι τὴν ἐπίγειον οἰκίαν „τοῦ σκήνους“ τὸ δὲ σκῆνος ἐπενδύσασθαι „οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.“ λέγουσι δὲ οἱ τοῦ θεοῦ ἄνθρωποι „τὸ“ μὲν „φθαρτὸν ἐνδύσασθαι αὐτὸ ἀφθαρσίαν,“ τὴν διαφέρουσαν τοῦ ἀφθάρτον, „τὸ“ δὲ „θνητὸν ἐνδύσασθαι ἀθανασίαν,“ ἕτερον τυγχάνον τοῦ ἀθανάτου. ὃν γὰρ λόγον ἔχει σοφία πρὸς τὸ σοφὸν καὶ δικαιοσύνη πρὸς τὸ δίκαιον καὶ εἰρήνη πρὸς τὸ εἰρηνικὸν, τοῦτον τὸν λόγον ἀφθαρσία μὲν πρὸς ἄφθαρτον ἀθανασία δὲ πρὸς ἀθάνατον. ὅρα οὖν ἐφ᾿ οἷα προτρέπει ὁ λόγος, „ἐνδύσασθαι“ λέγων τὴν „ἀφθαρσίαν“ καὶ τὴν „ἀθανασίαν,“ ἅτινα ὡς ἐνδύματα τῷ ἐνδυσαμένῳ καὶ περιεχομένῳ τῶν τοιούτων ἐνδυμάτων οὐκ ἐᾷ φθαρῆναι ἢ ἀποθανεῖν τὸν περικείμενον αὐτά. καὶ ταῦτα δ᾿ ἡμῖν ἀποτετολμήσθω διὰ τὸν μὴ νοήσαντα ὅ τι ποτὲ λέγομεν τὴν ἀνάστασιν καὶ διὰ τοῦτο γελῶντα καὶ χλευάζοντα ὃν οὐκ οἶδε λόγον.
- 7.33.1
Οἰόμενος δ᾿ ἡμᾶς διὰ τὸ γνῶναι καὶ ἰδεῖν τὸν θεὸν πρεσβεύειν τὰ περὶ τῆς ἀναστάσεως συνείρει ἑαυτῷ ἃ βούλεται καὶ τοιαῦτά φησιν· ὅταν δὴ πάντοθεν ἐξείργωνται καὶ διελέγχωνται, πάλιν ὥσπερ οὐδὲν ἀκηκοότες ἐπανίασιν ἐπὶ τὸ αὐτὸ ἐρώτημα· πῶς οὖν γνῶμεν καὶ ἴδωμεν τὸν θεόν; καὶ πῶς ἴωμεν πρὸς αὐτόν; ἴστω οὖν ὁ βουλόμενος ὅτι, κἂν εἰς ἄλλα δεώμεθα σώματος τῷ ἐν τόπῳ σωματικῷ τυγχάνειν, καὶ τοιούτου, ὁποία ἐστὶν ἡ φύσις τοῦ σωματικοῦ τόπου, καὶ δεόμενοι τοῦ σώματος ἐπενδυώμεθα τῷ σκήνει τὰ προειρημένα, ἀλλ᾿ εἰς γνῶσίν γε θεοῦ σώματος οὐδαμῶς χρῄζομεν. τὸ γὰρ γινῶσκον θεὸν οὐκ ὀφθαλμός ἐστι σώματος ἀλλὰ νοῦς, ὁρῶν τὸ „κατ᾿ εἰκόνα“ τοῦ κτίσαντος καὶ τὸ δυνάμενον γινώσκειν θεὸν προνοίᾳ θεοῦ ἀνειληφώς. καὶ τὸ ὁρῶν δὲ θεὸν καθαρά ἐστι καρδία, ἀφ᾿ ἧς οὐκέτι „ἐξέρχονται διαλογισμοὶ πονηροὶ,“ οὐ „φόνοι,“ οὐ „μοιχεῖαι,“ οὐ „πορνεῖαι,“ οὐ „κλοπαὶ,“ οὐ „ψευδομαρτυρίαι,“ οὐ „βλασφημίαι,“ οὐκ „ὀφθαλμὸς πονηρὸς“ οὐδ᾿ ἄλλο τι τῶν ἀτόπων· δι᾿ ἃ λέγεται· „μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.“ ἐπεὶ δ᾿ οὐκ αὐτάρκης ἡ ἡμετέρα προαίρεσις πρὸς τὸ πάντῃ „καθαρὰν“ ἔχειν τὴν „καρδίαν,“ ἀλλὰ θεοῦ ἡμῖν δεῖ, κτίζοντος αὐτὴν τοιαύτην, διὰ τοῦτο λέγεται ὑπὸ τοῦ ἐπιστημόνως εὐχομένου· „καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεός.“
- 7.34.1
Ἀλλ᾿ οὐδ᾿ ὡς ἐν τόπῳ ὄντος τοῦ θεοῦ πευσόμεθά τινος καὶ ἐροῦμεν· πῶς ἴωμεν πρὸς αὐτόν; κρείττων γὰρ ὁ θεὸς παντὸς τόπου καὶ περιεκτικὸς παντὸς οὑτινοσοῦν, καὶ οὐδέν ἐστι τὸ περιέχον τὸν θεόν. τὸ ἰέναι οὖν πρὸς τὸν θεὸν οὐ σωματικῶς προστέτακται ἡμῖν, τὸ „ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ,“ οὐδὲ σωματικῶς ὁ προφήτης κολληθεὶς τῷ θεῷ φησιν ἐν τῇ εὐχῇ· „ἐκολλήθη ὀπίσω σου ἡ ψυχή μου.“ καταψεύδεται οὖν ἡμῶν Κέλσος λέγων προσδέχεσθαι ἡμᾶς ὀφθαλμοῖς σώματος θεὸν ὄψεσθαι καὶ ὠσὶ τῆς φωνῆς αὐτοῦ ἀκούεσθαι καὶ χερσὶν αἰσθηταῖς ψαύειν αὐτοῦ. οἴδαμεν δὲ ὁμωνύμως τοῖς σώματος ὀφθαλμοῖς λεγομένους ὑπὸ τῶν θείων λόγων ὀφθαλμοὺς, ὁμοίως δὲ καὶ τὰ ὦτα καὶ τὰς χεῖρας καὶ τὸ τούτων παραδοξότερον, αἴσθησιν θειοτέραν καὶ ἑτεροίαν παρὰ τὴν συνήθως ὑπὸ τῶν πολλῶν ὀνομαζομένην. ἐπὰν γὰρ λέγῃ ὁ προφήτης· „ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου (σου“ ἤ·) „ἡ ἐντολὴ κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμοὺς,“ ἤ· „φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον,“ οὐχ οὕτως τις ἐμβρόντητός ἐστιν, ὡς νομίζειν ὀφθαλμοῖς σώματος κατανοεῖσθαι „τὰ θαυμάσια“ τοῦ θείου „νόμου,“ ἢ τὴν τοῦ κυρίου ἐντολὴν φωτιστικὴν εἶναι τῶν τοῦ σώματος ὀφθαλμῶν, ἢ ὕπνον θανάτου ἐποιστικὸν συμβαίνειν περὶ τοὺς τοῦ σώματος ὀφθαλμούς.
- 7.34.2
ἀλλὰ καὶ ἐπὰν λέγῃ ὁ σωτὴρ ἡμῶν· „ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω,“ καὶ ὁ τυχὼν συνίησι περὶ θειοτέρων ταῦτα λέγεσθαι ὤτων, κἂν λέγηται „λόγος κυρίου“ γεγονέναι ἐν χειρὶ Ἱερεμίου τοῦ προφήτου ἢ ἄλλου τινὸς, ἢ νόμος „ἐν χειρὶ“ Μωϋσέως, ἢ ὅτι „ταῖς χερσί μου ἐζήτησα τὸν θεὸν καὶ οὐκ ἠπατήθην,“ οὐχ οὕτως ἐστί τις ἀνόητος, ὡς μὴ ἐκλαμβάνειν χεῖράς τινας εἶναι τροπικῶς καλουμένας, περὶ ὧν καὶ Ἰωάννης λέγει· „αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς,“ εἰ δὲ καὶ περὶ τῆς κρείττονος αἰσθήσεως καὶ οὐ σωματικῆς βούλει ἀπὸ τῶν ἱερῶν γραμμάτων μαθεῖν, ἄκουσον Σολομῶντος ἐν ταῖς Παροιμίαις λέγοντος· „αἴσθησιν θείαν εὑρήσεις.“
- 7.35.1
Οὐ χρεία τοίνυν ἡμῖν ὡς οὕτω ζητοῦσι τὸν θεὸν ἀπιέναι, ὅπου ἡμᾶς πέμπει ὁ Κέλσος, εἰς Τροφωνίου καὶ εἰς Ἀμφιάρεω καὶ εἰς Μόψου, ἔνθα φησὶν ἀνθρωποειδεῖς θεωρεῖσθαι θεοὺς καὶ, ὡς λέγει Κέλσος, οὐ ψευδομένους ἀλλὰ καὶ ἐναργεῖς. ἴσμεν γὰρ ἡμεῖς τούτους δαίμονας ὄντας, τρεφομένους κνίσσαις καὶ αἵμασι καὶ ταῖς ἀπὸ τῶν θυσιῶν ἀναθυμιάσεσι καὶ οὕτω παρακατεχομένους ἐν τοῖς ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν κατασκευασθεῖσι δεσμωτηρίοις· ἅτινα ἱερὰ θεῶν Ἕλληνες νενομίκασιν. ἀλλ᾿ ἡμεῖς ἴσμεν ἀπατεώνων δαιμόνων εἶναι τὰ τοιαῦτα οἰκητήρια.
- 7.35.2
μετὰ ταῦτα κακοήθως ὁ Κέλσος φησὶ περὶ τῶν προειρημένων ἀνθρωποειδῶν κατ᾿ αὐτὸν θεῶν ὅτι ὄψεταί τις αὐτοὺς οὐχ ἅπαξ παραῤῥυέντας ὥσπερ τὸν τούτους ἐξαπατήσαντα ἀλλ᾿ ἀεὶ τοῖς βουλομένοις ὁμιλοῦντας. καὶ ἔοικέ γε διὰ τούτων φάσμα μὲν νενομικέναι τὸν Ἰησοῦν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐπιφανέντα τοῖς μαθηταῖς, ὡσπερεὶ παραῤῥεύσαντα πρὸς τὸ ὀφθῆναι αὐτοῖς· οὕς δ᾿ ὠνόμασε λέγων ἀνθρωποειδεῖς θεοὺς, τούτους οἴεται ἀεὶ τοῖς βουλομένοις ὁμιλεῖν. πῶς δὲ δύναται φάσμα, ὥς φησιν αὐτὸς, παραῤῥυὲν ἐπ᾿ ἀπάτῃ τῶν θεασαμένων καὶ μετὰ τὴν τότε ὄψιν τοσαῦτα ἐνεργεῖν καὶ ἐπιστρέφειν τὰς τῶν τοιούτων ψυχὰς καὶ πειθὼ ἐμποιεῖν αὐταῖς περὶ τοῦ πάντα δεῖν ἀρεσκόντως πράττειν θεῷ ὡς κριθησομένους; πῶς δὲ φάσμα ὀνομασθὲν ἀπελαύνει δαιμόνια καὶ ἄλλας οὐκ εὐκαταφρονήτους ἐνεργείας ἐνεργεῖ, οὐχ ἕνα κεκληρωμένον τόπον ὡς οἱ κατ᾿ αὐτὸν ἀνθρωποειδεῖς θεοὶ ἀλλὰ διῆκον ἐπὶ πᾶσαν τὴν οἰκουμένην καὶ συνάγον καὶ ἕλκον τῇ ἑαυτοῦ θειότητι οὓς ἂν εὕροι πρὸς τὸν καλὸν βίον κλίναντας ἑαυτούς;
- 7.36.1
Μετὰ ταῦτα, πρὸς ἃ κατὰ τὸ δυνατὸν εἰρήκαμεν, τοιαῦτα πάλιν ὁ Κέλσος φησίν· οἱ δὲ καὶ πάλιν εἰρήσονται· πῶς αἰσθήσει μὴ καταλαμβανόμενοι γνώσονται τὸν θεόν; τί χωρὶς αἰσθήσεως μαθεῖν ἐστι δυνατόν; εἶτα πρὸς ταῦτα ἀποκρινόμενός φησιν· οὐκ ἀνθρώπου μὲν οὐδὲ τῆς ψυχῆς ἀλλὰ σαρκὸς ἡ φωνή. ὅμως δ᾿ οὖν ἀκουσάτωσαν, εἴ τι καὶ ἐπαΐειν δύνανται ὡς δειλὸν καὶ φιλοσώματον γένος· ἐὰν αἰσθήσει μύσαντες ἀναβλέψητε νῷ καὶ σαρκὸς ἀποστραφέντες ψυχῆς ὀφθαλμοὺς ἐγείρητε, μόνως οὕτως τὸν θεὸν ὄψεσθε. κἂν ἡγεμόνα (τῆς ὁδοῦ) ταύτης ζητῆτε, φευκτέοι μὲν ὑμῖν οἱ πλάνοι καὶ γόητες καὶ τὰ εἴδωλα προμνώμενοι· ἵνα μὴ παντάπασιν ἦτε καταγέλαστοι, τοὺς μὲν ἄλλους. τοὺς δεικνυμένους θεοὺς. ὡς εἴδωλα βλασφημοῦντες, τὸν δὲ καὶ αὐτῶν ὡς ἀληθῶς εἰδώλων ἀθλιώτερον καὶ μηδὲ εἴδωλον ἔτι ἀλλ᾿ (ὄντ)ως νεκρὸν σέβοντες καὶ πατέρα ὅμοιον αὐτῷ ζητοῦντες.
- 7.36.2
καὶ πρῶτόν γε λεκτέον πρὸς τὴν προσωποποιΐαν αὐτοῦ. περιτιθέντος ἡμῖν λόγους ὡς ὑφ᾿ ἡμῶν λεγομένους εἰς τὴν περὶ ἀναστάσεως σαρκὸς ἀπολογίαν, ὅτι ἀρετὴ μὲν προσωποποιοῦντός ἐστι τηρῆσαι τὸ βούλημα καὶ τὸ ἦθος τοῦ προσωποποιουμένου, κακία δὲ, ὅτε τὰ μὴ ἁρμόζοντά τις περιτίθησι ῥήματα τῷ προσώπῳ τοῦ λέγοντος. καὶ ἐπ᾿ ἴσης γε ψεκτοὶ οἱ ἐν προσωποποιΐᾳ βαρβάροις καὶ ἀπαιδεύτοις ἢ οἰκότριψι καὶ μηδέ ποτε φιλοσόφων λόγων ἀκηκοόσι μηδὲ εὖ εἰρηκόσιν αὐτοὺς περιτιθέντες φιλοσοφίαν, ἣν ἔμαθε μὲν ὁ προσωποποιῶν, οὐκ εἰκὸς δὲ ἦν εἰδέναι τὸν προσωποποιούμενον, καὶ πάλιν αὖ οἱ τοῖς καθ᾿ ὑπόθεσιν ὑποκειμένοις σοφοῖς καὶ τὰ θεῖα ἐγνωκόσι περιτιθέντες τὰ ἀπὸ ἰδιωτικῶν παθῶν ὑπὸ ἀπαιδεύτων λεγόμενα καὶ ἀπὸ ἀγνοίας ἀπαγγελλόμενα. ὅθεν Ὅμηρος μὲν ἐν πολλοῖς θαυμάζεται, τηρήσας τὰ τῶν ἡρώων πρόσωπα, ὁποῖα αὐτὰ ὑπέθετο ἀπ᾿ ἀρχῆς, οἷον τὸ Νέστορος ἢ τὸ Ὀδυσσέως ἢ τὸ Διομήδους ἢ τὸ Ἀγαμέμνονος ἢ Τηλεμάχου ἢ Πηνελόπης ἤ τινος τῶν λοιπῶν· Εὐριπίδης δὲ ὑπὸ Ἀριστοφάνους κωμῳδεῖται ὡς ἀκαιροῤῥήμων διὰ τὸ πολλάκις περιτεθεικέναι λόγους δογμάτων, ὧν ἀπὸ Ἀναξαγόρου ἤ τινος ἔμαθε τῶν σοφῶν, βαρβάροις γυναιξὶν ἢ οἰκέταις.
- 7.37.1
Εἴπερ δὲ τοιαύτη μὲν ἡ ἐν τῷ προσωποποιεῖν ἀρετὴ τοιαδὶ δὲ ἡ κακία, πῶς οὐκ εὐλόγως τις καταγελάσεται Κέλσου, Χριστιανοῖς περιτιθέντος τὰ μὴ ὑπὸ Χριστιανῶν λεγόμενα; εἰ μὲν γὰρ ἰδιωτῶν ἀνέπλασσε λόγους, πόθεν τοῖς τοιούτοις δύνασθαι διακρίνειν αἴσθησιν ἀπὸ τοῦ νοῦ καὶ αἰσθητὰ νοητῶν καὶ δογματίζειν παραπλησίως τοῖς ἀναιροῦσι νοητὰς οὐσίας Στωϊκοῖς περὶ τοῦ αἰσθήσεσιν καταλαμβάνεσθαι τὰ καταλαμβανόμενα καὶ πᾶσαν κατάληψιν ἠρτῆσθαι τῶν αἰσθήσεων; εἰ δ᾿ ἀναπλάσσει λόγους τῶν φιλοσοφούντων καὶ ἐπιμελῶς ὅση δύναμις ἐξεταζόντων τὰ Χριστοῦ. οὐδὲ τούτοις ἀκόλουθα πεποίηκεν. οὐδεὶς γὰρ μαθὼν ἀόρατον εἶναι τὸν θεὸν καὶ εἶναί τινα δημιουργήματα ἀόρατα. τουτέστι νοητὰ, λέγοι ἂν ὡς ἀπολογούμενος περὶ τῶν κατὰ τὴν ἀνάστασιν τό· πῶς αἰσθήσεσι μὴ καταλαμβανόμενοι γνώσονται τὸν θεόν; ἤ· τί χωρὶς αἰσθήσεως μαθεῖν δυνατόν ἐστι; καὶ οὐκ ἐν ἀνακεχωρηκόσι καὶ ἀναγινωσκομένοις ὑπὸ ὀλίγων μόνον καὶ φιλομαθῶν ἀλλ᾿ ἐν τοῖς δημωδεστέροις γέγραπται ὅτι „τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται“· δι᾿ ὧν ἔστιν εἰδέναι ὅτι εἰ καὶ τοὺς ἐν βίῳ ἀνθρώπους χρὴ ἀπὸ αἰσθήσεων ἄρξασθαι καὶ τῶν αἰσθητῶν, μέλλοντας ἀναβαίνειν ἐπὶ τὴν τῶν νοητῶν φύσιν, ἀλλ᾿ οὔτι γε ἐν αἰσθητοῖς καταμένειν χρή· οὔτε χωρὶς αἰσθήσεως ἐροῦσιν ἀδύνατον εἶναι μαθεῖν τὰ νοητὰ, χρώμενοι δὲ τῷ τίς χωρὶς αἰσθήσεως μαθεῖν δυνατός ἐστιν; ἐλέγξουσιν οὐκ εὐλόγως τούτῳ ὑπὸ τοῦ Κέλσου ἐπιφέρεσθαι τὸ οὐκ ἀνθρώπου μὲν οὐδὲ ψυχῆς ἀλλὰ γὰρ σαρκὸς φωνή.
- 7.38.1
Νοῦν τοίνυν ἢ ἐπέκεινα νοῦ καὶ οὐσίας λέγοντες εἶναι ἁπλοῦν καὶ ἀόρατον καὶ ἀσώματον τὸν τῶν ὅλων θεὸν. οὐκ ἂν ἄλλῳ τινὶ ἢ τῷ κατὰ τὴν ἐκείνου τοῦ νοῦ εἰκόνα γενομένῳ φήσομεν καταλαμβάνεσθαι τὸν θεόν· νῦν μὲν, ἵνα τῇ λέξει χρήσωμαι τοῦ Παύλου, „δι᾿ ἐσόπτρου καὶ (ἐν) αἰνίγματι τότε δὲ πρόσωπον πρὸς πρόσωπον.“ „πρόσωπον“ δὲ ἐὰν λέγω. μὴ συκοφαντείτω τις διὰ τὴν λέξιν τὸν δηλούμενον νοῦν ὑπ᾿ αὐτῆς, ἀλλὰ μανθανέτω (ἐν τῷ) „ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν“ οὐ πρόσωπον αἰσθητὸν ἐν τοῖς τοιούτοις παραλαμβανόμενον ἀλλὰ κατὰ τροπολογίαν νοούμενον ὡς καὶ ὀφθαλμοὺς καὶ ὦτα. καὶ ὅσα ἐν τοῖς ἀνωτέρω ὁμώνυμα τοῖς τοῦ σώματος μέλεσι παρεστήσαμεν.
- 7.38.2
καὶ ἄνθρωπος μὲν οὖν, τουτέστι ψυχὴ χρωμένη σώματι, λεγομένη „ὁ ἔσω ἄνθρωπος“ ἀλλὰ καὶ „ψυχὴ,“ ἀποκρίνεται οὐχ ἅπερ Κέλσος ἀνέγραψεν, ἀλλ᾿ ἅπερ αὐτὸς διδάσκει ὁ τοῦ θεοῦ ἄνθρωπος. σαρκὸς δὲ φωνῇ οὐκ ἂν Χριστιανὸς χρήσαιτο, μαθὼν „πνεύματι τὰς πράξεις τοῦ σώματος“ θανατοῦν καὶ „πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι“ περιφέρειν καὶ „νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς,“ καὶ εἰδὼς τί δηλοῦται ἐκ τοῦ „οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας,“ ἐπιστάμενος δὲ καὶ ὅτι „οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται“ καὶ διὰ τοῦτο πάντα πράττων εἰς τὸ μηδαμῶς αὐτὸν ἔτι εἶναι „ἐν τῇ σαρκὶ ἀλλ᾿“ „ἐν“ μόνῳ „τῷ πνεύματι.“
- 7.39.1
Ἴδωμεν δὲ καὶ ἐπὶ τίνα ἡμᾶς καλεῖ, ἵν᾿ αὐτοῦ ἀκούσωμεν. τίνι τρόπῳ γνωσόμεθα τὸν θεόν· ἐφ᾿ οἷς οἴεται μηδένα Χριστιανῶν ἐπαΐειν δύνασθαι τῶν ὑπ᾿ αὐτοῦ λεγομένων, φησὶ γάρ· ὅμως δ᾿ οὖν ἀκουσάτωσαν. εἴ τι καὶ ἐπαΐειν δύνανται. τίνων οὖν ἡμᾶς ἀκούειν ὑπ᾿ αὐτοῦ λεγομένων βούλεται, κατανοητέον. ὁ φιλόσοφος. δέον διδάσκειν ἡμᾶς. ὁ δὲ διαλοιδορεῖται· καὶ δέον εὔνοιαν ἑαυτοῦ δεῖξαι ἐν τῷ προοιμίῳ τῶν λόγων τὴν πρὸς τοὺς ἀκούοντας, ὁ δέ φησι τοῖς ἕως θανάτου ἀποθνῄσκουσιν. ἵνα μὴ ἐξομόσωνται μηδὲ μέχρι φωνῆς τὸν χριστιανισμὸν. καὶ παρεσκευασμένοις πρὸς πᾶσαν αἰκίαν καὶ πάντα τρόπον θανάτου· ὡς δειλὸν γένος. λέγει δ᾿ ἡμᾶς εἶναι καὶ φιλοσώματον γένος. τοὺς φάσκοντας· „εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν. ἀλλὰ νῦν οὐκέτι γινώσκομεν“ καὶ οὕτω προχείρως ὑπὲρ εὐσεβείας τιθέντας τὸ σῶμα. ὡς οὐδὲ τὸ ἱμάτιον ἀποδύσαιτ᾿ ἂν εὐχερῶς φιλόσοφος.
- 7.39.2
φησὶν οὖν πρὸς ἡμᾶς ὅτι. ἐὰν αἰσθήσεσι μύσαντες ἀναβλέψητε νῷ καὶ σαρκὸς ἀποστραφέντες ὀφθαλμὸν τὸν τῆς ψυχῆς ἐγείρητε, μόνως οὕτως τὸν θεὸν ὄψεσθε. καὶ οἴεται αὐτὰ (λέγω δὴ τὰ περὶ διττῶν ὀφθαλμῶν) ἀπὸ Ἑλλήνων λαβὼν μὴ προπεφιλοσοφῆσθαι παρ᾿ ἡμῖν. λεκτέον δ᾿ ὅτι Μωϋσῆς ἀναγράφων τὴν κοσμοποιΐαν εἰσάγει τὸν ἄνθρωπον πρὸ μὲν τῆς παραβάσεως πῇ μὲν βλέποντα πῇ δὲ μὴ βλέποντα, βλέποντα μὲν ἐν τῷ λέγεσθαι περὶ τῆς γυναικὸς ὅτι „εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν. καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι,“ μὴ βλέποντα δὲ οὐ μόνον ἐν τῷ λέγεσθαι ὡς περὶ τυφλῶν ὀφθαλμῶν ὑπὸ τοῦ ὄφεως τῇ γυναικὶ τὸ „ᾔδει γὰρ ὁ θεὸς ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται οἱ ὀφθαλμοὶ ὑμῶν,“ ἀλλὰ καὶ ἐν τῷ „ἔφαγον. καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο.“ „διηνοίχθησαν“ μὲν οὖν αὐτῶν οἱ ὀφθαλμοὶ τῆς αἰσθήσεως, οὓς καλῶς ἦσαν μύσαντες, ἵνα μὴ περισπώμενοι ἐμποδίζωνται βλέπειν τῷ τῆς ψυχῆς ὀφθαλμῷ· οὓς δὲ τέως εἶχον βλέποντας τῆς ψυχῆς ὀφθαλμοὺς καὶ εὐφραινομένους ἐπὶ τῷ θεῷ καὶ τῷ παραδείσῳ αὐτοῦ, τούτους οἶμαι διὰ τὴν ἁμαρτίαν ἔμυσαν.
- 7.39.3
ὅθεν καὶ ὁ σωτὴρ ἡμῶν, τὸ διττὸν τοῦτο τῶν ὀφθαλμῶν ἐπιστάμενος εἶδος ἐν ἡμῖν, φησὶ τό· „εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον εἰσῆλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται,“ μὴ βλέποντας μὲν αἰνιττόμενος τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, οὓς ὁ λόγος ποιεῖ βλέπειν, βλέποντας δὲ τοὺς τῶν αἰσθήσεων· τούτους δὲ ἐτύφλου ὁ λόγος. ἵνα ἀπερισπάστως ἡ ψυχὴ βλέπῃ ἃ δεῖ. παντὸς οὖν τοῦ κατὰ τρόπον χριστιανίζοντος ὁ τῆς ψυχῆς ἐγήγερται ὀφθαλμὸς καὶ ὁ τῆς αἰσθήσεως μέμυκε· καὶ ἀνάλογον τῇ ἐγέρσει τοῦ κρείττονος ὀφθαλμοῦ καὶ τῇ μύσει τῶν ὄψεων τῆς αἰσθήσεως νοεῖται καὶ θεωρεῖται ἑκάστῳ ὁ ἐπὶ πᾶσι θεὸς καὶ ὁ υἱὸς αὐτοῦ, λόγος καὶ σοφία τυγχάνων καὶ τὰ λοιπά.
- 7.40.1
Ἑξῆς δὲ τοῖς ἐξετασθεῖσιν ὁ Κέλσος ὡς πρὸς πάντας Χριστιανοὺς ἀποτείνει λόγον, ὅντινα πρὸς τοὺς πάντῃ ἀλλοτρίους τῆς Ἰησοῦ διδασκαλίας ὁμολογοῦντας εἶναι εἰ ἄρα λέγειν ἥρμοζεν. Ὀφιανοὶ γὰρ, ὡς καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὸν Ἰησοῦν ἐξ ὅλων ἀρνούμενοι ἢ εἴ τινες ἄλλοι τὰ παραπλήσια ἐκείνοις φρονοῦντές εἰσιν οἱ τὰ εἴδωλα προμνώμενοι, πλάνοι καὶ γόητες· καὶ ἐκεῖνοί εἰσιν οἱ τὰ ὀνόματα τῶν θυρωρῶν ἀθλίως ἐκμανθάνοντες. μάτην οὖν πρὸς Χριστιανούς φησι τό· κἂν ἡγεμόνα τῆς ὁδοῦ ταύτης ζητῆτε, φευκτέοι μὲν ὑμῖν οἱ πλάνοι καὶ γόητες καὶ τὰ εἴδωλα προμνώμενοι. καὶ μηδ᾿ ἐπιστάμενος ὅτι οἱ τοιοῦτοι οὐκ ἔλαττον Κέλσου ὡς γόητες σὺν ἐκείνῳ κακῶς λέγουσι τὸν Ἰησοῦν καὶ πᾶσαν τὴν κατ᾿ αὐτὸν θεοσέβειαν, φησὶ φύρων ἡμᾶς ἐν ἐκείνοις τῷ ἑαυτοῦ λόγῳ· ἵνα μὴ παντάπασιν ἦτε καταγέλαστοι, τοὺς μὲν ἄλλους, τοὺς δεικνυμένους θεοὺς, ὡς εἴδωλα βλασφημοῦντες τὸν δὲ καὶ αὐτῶν ὡς ἀληθῶς εἰδώλων ἀθλιώτερον καὶ μηδὲ εἴδωλον ἔτι ἀλλ᾿ ὄντως νεκρον σέβοντες καὶ πατέρα ὅμοιον αὐτῷ ζητοῦντες.
- 7.40.2
ὅτι γὰρ μὴ ἐπιστάμενος, τί μὲν Χριστιανοὶ λέγουσι τί δὲ οἱ τοιούτους μύθους ἀναπλάσσοντες, ἀλλ᾿ οἰόμενος ἡμῖν προσεῖναι τὰ ἐκείνοις προσαγόμενα ἐγκλήματα ταῦτα λέγει πρὸς ἡμᾶς οὐ προσόντα ἡμῖν, δῆλον ἐκ τοῦ· τὴν μὲν δὴ τοιάνδε ἀπάτην καὶ τοὺς θαυμαστοὺς ἐκείνους συμβούλους καὶ τὰ δαιμόνια ῥήματα, τὰ πρὸς τὸν λέοντα καὶ τὸν ἀμφίβιον καὶ τὸν ὀνοειδῆ καὶ τοὺς ἄλλους καὶ τοὺς θεσπεσίους θυρωροὺς, ὧν τὰ ὀνόματα ἀθλίως ἐκμανθάνοντες οἱ δύστηνοι κακῶς δαιμονᾶτε καὶ ἀνασκολοπίζεσθε. καὶ οὐκ εἶδέ γε ὅτι οὐδεὶς τῶν τὸν λεοντοειδῆ καὶ τὸν ὀνοειδῆ καὶ τὸν ἀμφίβιον νομιζόντων εἶναι θυρωροὺς τῆς ἀνόδου ἕως θανάτου ἵσταται κἂν ὑπὲρ τῆς φαινομένης αὐτῷ ἀληθείας. ἀλλὰ τὸ ὑφ᾿ ἡμῶν δι᾿ εὐσεβείας, ἵν᾿ οὕτως εἴπω, ὑπερβολὴν γινόμενον, παρεχόντων ἑαυτοὺς παντὶ τρόπῳ θανάτου, καὶ τὸ ἀνασκολοπίζεσθαι ἐκείνοις προσάγει τοῖς μηδὲν τούτων πάσχουσιν· καὶ ἡμῖν τοῖς ἀνασκολοπιζομένοις δι᾿ εὐσέβειαν ὀνειδίζει τὴν ἐκείνων περὶ τὸν λεοντοειδῆ καὶ τὸν ἀμφίβιον καὶ τὰ λοιπὰ μυθοποιΐαν οὐ διὰ Κέλσον τοίνυν φεύγομεν τὸν περὶ λεοντοειδοῦς καὶ τῶν λοιπῶν λόγον, οὐδὲ γὰρ τὴν ἀρχὴν τοιοῦτόν τι παρειλήφαμεν· ἀλλ᾿ ἀκολουθοῦντες τῇ διδασκαλίᾳ Ἰησοῦ τὰ ἐναντία ἐκείνοις λέγομεν, οὐ συγκατατιθέμενοι τῷ τοιόνδε εἶναι τῷ προσώπῳ τὸν Μιχαὴλ καὶ τοιόνδε ἕτερόν τινα τῶν προκατειλεγμένων.
- 7.41.1
Τίνι δὲ καὶ ἕπεσθαι ἡμᾶς ὁ Κέλσος βούλεται ὡς οὐκ ἀπορήσοντας παλαιῶν ἡγεμόνων καὶ ἱερῶν ἀνδρῶν κατανοητέον. ἀναπέμπει ἡμᾶς ἐπὶ ἐνθέους, ὡς λέγει, ποιητὰς καὶ σοφοὺς (καὶ) φιλοσόφους, μὴ τιθεὶς αὐτοῖς ὀνόματα, καὶ τοὺς ὁδηγοὺς δείξειν ἐπαγγελλόμενος ἀορίστως ἀποφαίνεται τοὺς ἐνθέους ποιητὰς καὶ σοφοὺς καὶ φιλοσόφους. εἰ δ᾿ ἐτίθει τὰ ὀνόματα ἑκάστου τούτων, κἂν ἀγωνίζεσθαι εὔλογον ἡμῖν ἐφαίνετο, ὅτι τυφλώττοντας περὶ τὴν ἀλήθειαν ὁδηγοὺς ἡμῖν δίδωσιν, ἵνα σφάλωμεν, ἢ εἰ καὶ μὴ πάνυ τυφλώττοντας, περὶ πολλά γε τῆς ἀληθείας δόγματα ἐσφαλμένους. εἴτ᾿ οὖν Ὀρφέα βούλεται ἔνθεον εἶναι ποιητὴν εἴτε Παρμενίδην εἴτ᾿ Ἐμπεδοκλέα εἴτε καὶ αὐτὸν Ὀμηρον ἢ καὶ Ἡσίοδον, δεικνύτω ὁ βουλόμενος, πῶς βέλτιον ὁδεύσουσιν οἱ τοιούτοις ὁδηγοῖς χρώμενοι καὶ ὠφέληνται περὶ τῶν κατὰ τὸν βίον παρὰ τοὺς καταλιπόντας διὰ τὴν Ἰησοῦ τοῦ Χριστοῦ διδασκαλίαν πάντα ἀγάλματα καὶ ἱδρύματα ἀλλὰ καὶ πᾶσαν Ἰουδαϊκὴν δεισιδαιμονίαν καὶ πρὸς μόνον ἀναβλέποντας διὰ τοῦ λόγου τοῦ θεοῦ τὸν πατέρα τοῦ λόγου θεόν.
- 7.41.2
τίνες δὲ καὶ οἱ σοφοὶ ἢ οἱ φιλόσοφοι, παρ᾿ ὧν βούλεται πολλὰ καὶ θεῖα ἀκοῦσαι ἡμᾶς ὁ Κέλσος, καταλιπόντας θεράποντα θεοῦ Μωϋσέα καὶ προφήτας τοῦ τῶν ὅλων δημιουργοῦ, ἀληθῶς ἐνθέως μυρία ὅσα εἰρηκότας, καὶ αὐτὸν ἐπιλάμψαντα τῷ γένει τῶν ἀνθρώπων καὶ καταγγείλαντα ὁδὸν θεοσεβείας καὶ μηδένα τὸ ὅσον ἐφ᾿ ἑαυτῷ ἄγευστον καταλιπόντα τῶν ἰδίων μυστηρίων, ἀλλὰ δι᾿ ὑπερβάλλουσαν φιλανθρωπίαν ἔχοντα μὲν διδόναι τοῖς συνετωτέροις θεολογίαν, ἐπᾶραι τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγμάτων δυναμένην. οὐδὲν (δ᾿) ἧττον συγκαταβαίνοντα καὶ ταῖς ὑποδεεστέραις ἕξεσιν ἰδιωτῶν ἀνδρῶν καὶ ἁπλουστέρων γυναικῶν οἰκετῶν τε καὶ ἁπαξαπλῶς τῶν ὑπὸ μηδενὸς ἢ Ἰησοῦ μόνου βεβοηθημένων πρὸς τὸ, ὡς ἐνεχώρει, βέλτιον αὐτοὺς βιοῦν μετὰ δογμάτων ὧν ἐδύναντο περὶ θεοῦ χωρεῖν;
- 7.42.1
Εἶτα μετὰ ταῦτα ὡς ἐπὶ ἐνεργέστερον διδάσκαλον τῶν θεολογίας πραγμάτων ἀναπέμπει ἡμᾶς ἐπὶ τὸν Πλάτωνα, παρατιθέμενος αὐτοῦ τὰς ἀπὸ τοῦ Τιμαίου λέξεις οὕτως ἐχούσας· „τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.“ εἶτ᾿ ἐπιφέρει τούτοις λέγων· ὁρᾶτε ὅπως ζητεῖται θεοπρόποις καὶ ἀληθείας ὁδὸς, καὶ ὡς ᾔδει Πλάτων ὅτι ταύτῃ βῆναι πᾶσιν „ἀδύνατον.“ ἐπειδὴ δὲ τούτου χάριν ἐξηύρηται σοφοῖς ἀνδράσιν, ὡς ἂν τοῦ ἀκατονομάστου καὶ πρώτου λάβοιμέν τινα ἐπίνοιαν, διαδηλοῦσαν αὐτὸν ἢ τῇ συνθέσει τῇ ἐπὶ τὰ ἄλλα ἢ ἀναλύσει ἀπ᾿ αὐτῶν ἢ ἀναλογίᾳ, τὸ ἄλλως ἄῤῥητον θέλων διδάξαι θαυμάσαιμι δ᾿ ἂν εἰ ἀκολουθῆσαι δυνήσεσθε. παντελῶς τῇ σαρκὶ ἐνδεδεμένοι καὶ μηδὲν καθαρὸν βλέποντες.
- 7.42.2
μεγαλοφυῶς μὲν οὖν καὶ οὐκ εὐκαταφρονήτως τὴν ἐκκειμένην λέξιν ὁ Πλάτων προφέρεται. ὅρα δὲ εἰ μὴ φιλανθρωπότερον ὁ θεῖος λόγος εἰσάγει τὸν „ἐν ἀρχῇ πρὸς τὸν θεὸν“ θεὸν λόγον γινόμενον σάρκα, ἵνα εἰς πάντας δυνατὸς ᾖ φθάνειν ὁ λόγος, ὃν καὶ τὸν „εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν“ φησὶν ὁ Πλάτων. Πλάτων μὲν οὖν λεγέτω „τὸν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς ἔργον“ εἶναι „εὑρεῖν,“ „ἀδύνατον“ ἐμφαίνων εἶναι τῇ ἀνθρωπίνῃ φύσει τὸ εὑρεῖν κατ᾿ ἀξίαν τὸν θεὸν, ἢ εἰ μὴ κατ᾿ ἀξίαν ἀλλ᾿ ἐπὶ πλεῖόν γε καὶ παρὰ τοὺς πολλούς· ὅπερ εἰ ἦν ἀληθὲς καὶ θεὸς κατ᾿ ἀλήθειαν εὕρητο Πλάτωνι ἤ τινι Ἑλλήνων. οὐκ (ἂν) ἄλλο τι ἔσεβον καὶ θεὸν ἐκάλουν καὶ προσεκύνουν, ἤτοι τοῦτον καταλιπόντες ἢ συμπαραλαμβάνοντες τὰ μὴ συμπαραληπτὰ τῷ τηλικούτῳ θεῷ· ἡμεῖς δὲ ἀποφαινόμεθα ὅτι οὐκ αὐτάρκης ἡ ἀνθρωπίνη φύσις ὁπωσποτανοῦν ζητῆσαι τὸν θεὸν καὶ εὑρεῖν αὐτὸν καθαρῶς, μὴ βοηθηθεῖσα ὑπὸ τοῦ ζητουμένου, εὑρισκομένου τοῖς ὁμολογοῦσι μετὰ τὸ παρ᾿ αὐτοὺς ποιεῖν ὅτι δέονται αὐτοῦ, ἐμφανίζοντος ἑαυτὸν οἷς ἂν κρίνῃ εὔλογον εἶναι ὀφθῆναι, ὡς πέφυκε θεὸς μὲν ἀνθρώπῳ γινώσκεσθαι ἀνθρώπου δὲ ψυχὴ ἔτι οὖσα ἐν σώματι γινώσκειν τὸν θεόν.
- 7.43.1
Ἀλλὰ καὶ λέγων ὁ Πλάτων ὅτι τὸν „εὑρόντα ἀδύνατόν“ ἐστιν „εἰς πάντας λέγειν“ „τὸν ποιητὴν καὶ πατέρα τοῦ παντὸς,“ ἄῤῥητον μὲν καὶ ἀκατονόμαστον οὔ φησιν αὐτὸν εἶναι ῥητὸν δ᾿ ὄντα εἰς ὀλίγους δύνασθαι λέγεσθαι. εἶθ᾿ ὥσπερ ἐπιλαθόμενος ὧν παρέθετο Πλάτωνος λέξεων ὁ Κέλσος φησὶν ἀκατονόμαστον εἶναι θεὸν τούτοις· ἐπειδὴ δὲ τούτου χάριν ἐξηύρηται σοφοῖς ἀνδράσιν, ὡς ἂν τοῦ ἀκατονομάστου καὶ πρώτου λάβοιμέν τινα ἐπίνοιαν. ἡμεῖς δὲ οὐ μόνον τὸν θεὸν ἄῤῥητον εἶναί φαμεν ἀλλὰ καὶ ἕτερα τῶν μετ᾿ αὐτόν· ἅπερ βιασάμενος ὁ Παῦλος σημῆναί φησι τό· „ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι,“ τῷ „ἤκουσεν“ ἀντὶ τοῦ συνῆκε χρησάμενος ἀνάλογον τῷ „ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.“
- 7.43.2
„τὸν ποιητὴν“ δὴ „καὶ πατέρα τοῦ παντὸς“ ἡμεῖς φαμεν ἰδεῖν „ἔργον.“ βλέπεται δὲ οὐ μόνον κατὰ τὸ „μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται,“ ἀλλὰ καὶ κατὰ τὸ λεγόμενον ὑπὸ τῆς εἰκόνος „τοῦ ἀοράτου θεοῦ“ ἐν τῷ „ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με.“ ἐν τούτοις γὰρ οὐδεὶς ἂν νοῦν ἔχων φήσειεν ὅτι ἀναφέρων ταῦτα ὁ Ἰησοῦς ἐπὶ τὸ αἰσθητὸν αὐτοῦ καὶ βλεπόμενον τοῖς ἀνθρώποις σῶμα εἶπε τό· „ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με“· ἔσονται γὰρ κατὰ τοῦτο ἑωρακότες τὸν πατέρα θεὸν καὶ πάντες οἱ λέγοντες· „σταύρου σταύρου αὐτὸν“ καὶ ὁ ἐξουσίαν κατὰ τοῦ ἀνθρωπίνου αὐτοῦ Πιλᾶτος λαβὼν, ὅπερ ἐστὶν ἄτοπον. ὅτι δὲ τὸ „ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με“ οὐκ ἐπὶ τὴν κοινοτέραν ἐκδοχὴν ἀναφέρεται, δῆλον ἐκ τοῦ εἰρῆσθαι τῷ Φιλίππῳ· „τοσούτῳ χρόνῳ μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;“ τοῦτο δ᾿ εἴρηκεν αὐτῷ ἀξιώσαντι καὶ λέγοντι· „δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.“ νοήσας τις οὖν πῶς δεῖ ἀκούειν περὶ μονογενοῦς θεοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ πρωτοτόκου „πάσης κτίσεως,“ καθότι „ὁ λόγος“ γέγονε „σὰρξ,“ ὄψεται πῶς ἰδών τις τὴν εἰκόνα „τοῦ ἀοράτου θεοῦ“ γνώσεται „τὸν πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντός.“
- 7.44.1
Κέλσος μὲν οὖν ἤτοι τῇ συνθέσει τῇ ἐπὶ τὰ ἄλλα ἀνάλογον τῇ παρὰ τοῖς γεωμέτραις καλουμένῃ συνθέσει ἢ τῇ ἀπὸ τῶν ἄλλων ἀναλύσει ἢ καὶ ἀναλογίᾳ ἀνάλογον τῇ παρὰ τοῖς αὐτοῖς ἀναλογίᾳ οἴεται γινώσκεσθαι τὸν θεὸν, ἐπὶ τὰ πρόθυρα εἰ ἄρα τοῦ ἀγαθοῦ δυναμένου τινὸς οὕτως ἐλθεῖν· ὁ δὲ τοῦ θεοῦ λόγος εἰπών· „οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ“ θείᾳ τινὶ χάριτι, οὐκ ἀθεεὶ ἐγγινομένῃ τῇ ψυχῇ ἀλλὰ μετά τινος ἐνθουσιασμοῦ. ἀποφαίνεται γινώσκεσθαι τὸν θεόν. καὶ γὰρ εἰκὸς μείζονα μὲν ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν εἶναι τὴν γνῶσιν τοῦ θεοῦ (διὸ καὶ τὰ τοσαῦτα παρ᾿ ἀνθρώποις ἐστὶ περὶ θεοῦ σφάλματα) χρηστότητι δὲ καὶ φιλανθρωπίᾳ τοῦ θεοῦ καὶ παραδόξῳ καὶ θειοτέρᾳ χάριτι φθάνειν τὴν τοῦ θεοῦ γνῶσιν ἐπὶ τοὺς προγνώσει τοῦ θεοῦ προκαταληφθέντας ὅτι ἀξίως βιώσουσι τοῦ ἐγνωσμένου, οὐδαμῶς παραχαράττοντες τὴν εἰς αὐτὸν εὐσέβειαν, οὔτε ἂν ὑπὸ τῶν ἀγνοούντων ὅ τι ποτέ ἐστιν εὐσέβεια καὶ πᾶν ὅ τι ποτ᾿ οὖν μᾶλλον ἀναπλαττόντων εἶναι τὴν εὐσέβειαν ἢ ὅπερ ἐστὶν ἡ εὐσέβεια τὴν ἐπὶ θανάτῳ ἀπάγωνται, οὔτε ἂν καταγελαστότατοι εἶναι νομίζωνται.
- 7.44.2
ὁρῶν δ᾿ οἶμαι ὁ θεὸς καὶ τὴν ἀλαζονείαν ἢ τὴν πρὸς τοὺς ἄλλους ὑπεροψίαν τῶν μεγάλα μὲν φρονούντων ἐπὶ τῷ ἐγνωκέναι τὸν θεὸν καὶ ἀπὸ φιλοσοφίας τὰ θεῖα μεμαθηκέναι παραπλησίως δὲ τοῖς ἀπαιδευτοτάτοις ἐπὶ τὰ ἀγάλματα καὶ τοὺς νεὼς αὐτῶν καὶ τὰ θρυλούμενα μυστήρια ἀγόντων „ἐξελέξατο“ „τὰ μωρὰ τοῦ κόσμου,“ τοὺς ἐν Χριστιανοῖς ἁπλουστάτους καὶ πολλῶν φιλοσόφων μετριώτερον καὶ καθαρώτερον βιοῦντας, „ἵνα καταισχύνῃ τοὺς σοφοὺς,“ οὐκ αἰδουμένους ἐν τῷ τοῖς ἀψύχοις προσομιλεῖν ὡς θεοῖς ἢ θεῶν εἰκόσιν.
- 7.44.3
τίς γὰρ νοῦν ἔχων οὐ καταγελάσεται τοῦ μετὰ τοὺς τηλικούτους καὶ τοσούτους ἐν φιλοσοφίᾳ περὶ θεοῦ ἢ θεῶν λόγους ἐνορῶντος τοῖς ἀγάλμασιν καὶ ἤτοι αὐτοῖς ἀναπέμποντος τὴν εὐχὴν ἢ διὰ τῆς τούτων ὄψεως ἐφ᾿ ὃν φαντάζεται δεῖν ἀναβαίνειν ἀπὸ τοῦ βλεπομένου καὶ συμβόλου ὄντος ἀναφέροντός γε ἐπὶ τὸν νοούμενον; Χριστιανὸς δὲ καὶ ὁ ἰδιώτης πάντα μὲν τόπον τοῦ κόσμου πέπεισται εἶναι μέρος τοῦ ὅλου, ναοῦ τοῦ θεοῦ ὄντος τοῦ παντὸς κόσμου· „ἐν παντὶ“ δὲ „τόπῳ“ εὐχόμενος, μύσας τοὺς τῆς αἰσθήσεως ὀφθαλμοὺς καὶ ἐγείρας τοὺς τῆς ψυχῆς, ὑπεραναβαίνει τὸν ὅλον κόσμον. καὶ οὐδ᾿ ἐπὶ τὴν ἁψῖδα ἵσταται τοῦ οὐρανοῦ, ἀλλ᾿ εἰς τὸν ὑπερουράνιον γενόμενος τῇ διανοίᾳ τόπον, ὁδηγούμενος ὑπὸ τοῦ θείου πνεύματος καὶ ὡσπερεὶ ἔξω τοῦ κόσμου τυγχάνων ἀναπέμπει οὐ περὶ τῶν τυχόντων τὴν εὐχὴν τῷ θεῷ· ἔμαθε γὰρ ἀπὸ τοῦ Ἰησοῦ μηδὲν μικρὸν, τουτέστιν αἰσθητὸν, ζητεῖν ἀλλὰ μόνα τὰ μεγάλα καὶ ἀληθῶς θεῖα, οσα συμβάλλεται διδόμενα ὑπὸ τοῦ θεοῦ πρὸς τὸ ὁδεῦσαι ἐπὶ τὴν παρ᾿ αὐτῷ διὰ τοῦ υἱοῦ αὐτοῦ λόγου ὄντος θεοῦ μακαριότητα.
- 7.45.1
Ἴδωμεν δὲ καὶ ἅ φησιν ἡμᾶς διδάξειν, εἰ ἄρα ἀκολουθῆσαι αὐτοῖς δυνησόμεθα, ἐν οἷς λέγει ἡμᾶς παντελῶς ἐνδεδέσθαι τῇ σαρκὶ, τοὺς, ἐὰν βιῶμεν ὀρθῶς καὶ κατὰ τὸν Ἰησοῦ λόγον, ἀκούοντας τὸ „ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾿ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν.“ φησὶ δ᾿ ἡμᾶς καὶ μηδὲν καθαρὸν βλέπειν, τοὺς πειρωμένους μηδὲ μέχρι τῶν λογισμῶν ὑπὸ τῶν ἐνθυμημάτων τῆς κακίας μολύνεσθαι καὶ ἐν τῇ εὐχῇ λέγοντας· „καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου,“ ἵνα τῇ μόνῃ πεφυκυίᾳ βλέπειν θεὸν „καρδίᾳ καθαρᾷ“ θεασώμεθα αὐτόν.
- 7.45.2
ἃ δὲ λέγει, τοιαῦτά ἐστιν· οὐσία καὶ γένεσις νοητὸν, ὁρατόν· μετὰ οὐσίας μὲν ἀλήθεια, μετὰ δὲ γενέσεως πλάνη. περὶ ἀλήθειαν μὲν οὖν ἐπιστήμη. περὶ δὲ θάτερον δόξα· καὶ νοητοῦ μέν ἐστι νόησις, ὁρατοῦ δὲ ὄψις. γινώσκει δὲ νοητὸν μὲν νοῦς, ὁρατὸν δὲ ὀφθαλμός. ὅπερ οὖν ἐν τοῖς ὁρατοῖς ἥλιος, οὔτ᾿ ὀφθαλμὸς ὢν οὔτ᾿ ὄψις ἀλλ᾿ ὀφθαλμῷ τε τοῦ ὁρᾶν αἴτιος καὶ ὄψει τοῦ δι᾿ αὐτὸν συνίστασθαι καὶ ὁρατοῖς τοῦ ὁρᾶσθαι, πᾶσιν αἰσθητοῖς τοῦ γίνεσθαι, καὶ μὴν αὐτὸς αὑτῷ τοῦ βλέπεσθαι, τοῦτο ἐν τοῖς νοητοῖς ἐκεῖνος, ὅσπερ οὔτε νοῦς οὔτε νόησις οὔτ᾿ ἐπιστήμη, ἀλλὰ νῷ τε τοῦ νοεῖν αἴτιος καὶ νοήσει τοῦ δι᾿ αὐτὸν εἶναι καὶ ἐπιστήμῃ τοῦ δι᾿ αὐτὸν γινώσκειν καὶ νοητοῖς ἅπασι καὶ αὐτῇ ἀληθείᾳ καὶ αὐτῇ οὐσίᾳ τοῦ εἶναι, πάντων ἐπέκεινα ὢν, ἀῤῥήτῳ τινὶ δυνάμει νοητός.
- 7.45.3
ταῦτ᾿ εἴρηται μὲν ἀνθρώποις νοῦν ἔχουσιν· εἰ δέ τι αὐτῶν καὶ ὑμεῖς συνίετε. εὖ ὑμῖν ἔχει. καὶ πνεῦμα εἴ τι οἴεσθε κατιὸν ἐκ θεοῦ προαγγέλλειν τὰ θεῖα, τοῦτ᾿ ἂν εἴη τὸ πνεῦμα τὸ ταῦτα κηρύττον, οὗ δὴ πλησθέντες ἄνδρες παλαιοὶ πολλὰ κἀγαθὰ ἤγγειλαν· ὧν εἰ μὴ δύνασθε ἐπαΐειν, σιωπᾶτε καὶ τὴν ἑαυτῶν ἀμαθίαν ἐγκαλύπτετε καὶ μὴ λέγετε τυφλώττειν τοὺς βλέποντας καὶ χωλοὺς εἶναι τοὺς τρέχοντας. αὐτοὶ πάντῃ τας ψυχὰς ἀποκεχωλευμένοι καὶ ἠκρωτηριασμένοι καὶ τῷ σώματι ζῶντες, τουτέστι τῷ νεκρῷ.
- 7.46.1
Πρὸς ταῦτα δ᾿ ἡμεῖς φήσομεν, οἱ μελετήσαντες μηδενὶ ἀπεχθάνεσθαι τῶν καλῶς λεγομένων. κἂν οἱ ἔξω τῆς πίστεως λέγωσι καλῶς, μὴ προσφιλονεικεῖν αὐτοῖς μηδὲ ζητεῖν ἀνατρέπειν τὰ ὑγιῶς ἔχοντα. ὅτι οἱ μὲν διαλοιδορούμενοι τοῖς κατὰ δύναμιν εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβεῖν θέλουσιν, ἀποδεχόμενον ἰδιωτῶν τὴν εἰς αὐτὸν πίστιν καὶ συνετωτέρων τὴν μετὰ λόγου εἰς αὐτὸν εὐσέβειαν, μετ᾿ εὐχαριστίας ἀναπεμπόντων εὐχὰς τῷ δημιουργῷ τοῦ παντὸς καὶ ἀναπεμπόντων αὐτὰς ὡς δι᾿ ἀρχιερέως τοῦ τὴν εἰλικρινῆ θεοσέβειαν ἀνθρώποις παραστήσαντος. καὶ καλοῦντες αὐτοὺς κεχωλευμένους τὰς ψυχὰς καὶ ἠκρωτηριασμένους λέγοντες δὲ καὶ σώματι ζῶντας τῷ νεκρῷ τοὺς μελετῶντας ἀπὸ διαθέσεως λέγειν τό· „ἐν σαρκὶ γὰρ ζῶντες οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ“ ὁράτωσαν μὴ κατ᾿ αὐτὸ τοῦτο (τὸ) λέγειν κακῶς ἀνθρώπους, εὐχομένους εἶναι θεοῦ, τὰς ψυχὰς ἑαυτῶν χωλὰς κατασκευάζωσι (καὶ) „τὸν ἔσω“ ἑαυτῶν „ἄνθρωπον“ ἀκρωτηριάζωσιν, ἀποκόπτοντες αὐτοῦ διὰ τῶν εἰς ἑτέρους δυσφημιῶν, τοὺς καλῶς βιοῦν ἐθέλοντας. τὸ ἐπιεικὲς καὶ τὸ εὐσταθὲς, ἐνεσπαρμένα φυσικῶς ὑπὸ τοῦ δημιουργοῦ τῇ λογικῇ φύσει. οἱ δὲ πρὸς ἑτέροις μαθόντες ἀπὸ τοῦ θείου λόγου καὶ ποιοῦντες καὶ τὸ „λοιδορούμενοι“ εὐλογεῖν, „διωκόμενοι“ ἀνέχεσθαι, „δυσφημούμενοι“ παρακαλεῖν, οὗτοι ἂν εἶεν οἱ τὰς τῆς ψυχῆς βάσεις ὀρθώσαντες καὶ ὅλην τὴν ψυχὴν καθαίροντες καὶ εὐτρεπίζοντες· οὐχ ἵνα λέξεσι μόναις οὐσίαν ἀπὸ γενέσεως χωρίζωσι καὶ νοητὸν ἀπὸ ὁρατοῦ, καὶ τὴν μὲν ἀλήθειαν τῇ οὐσίᾳ συνάπτωσι τὴν δὲ μετὰ γενέσεως πλάνην παντὶ τρόπῳ φεύγωσι, σκοποῦντες, ὡς ἔμαθον, οὐ τὰ γενέσεως. ἅπερ ἐστὶ „βλεπόμενα“ καὶ διὰ τοῦτο „πρόσκαιρα,“ ἀλλὰ τὰ κρείττονα, εἴτ᾿ οὐσίαν αὐτά τις βούλεται καλεῖν εἴτε διὰ τὸ νοητὰ τυγχάνειν „ἀόρατα“ εἴτε διὰ τὸ ἔξω αἰσθήσεως εἶναι αὐτῶν τὴν φύσιν „μὴ βλεπόμενα.“
- 7.46.2
οὕτω δὲ καὶ τοῖς γενέσεως ἐνορῶσιν οἱ τοῦ Ἰησοῦ μαθηταὶ. ὥστε οἱονεὶ ἐπιβάθρᾳ χρῆσθαι αὐτοῖς πρὸς τὴν κατανόησιν τῆς τῶν νοητῶν φύσεως· „τὰ γὰρ ἀόρατα“ τοῦ θεοῦ „ἀπὸ κτίσεως κόσμου,“ τουτέστι τὰ νοητὰ, „τοῖς ποιήμασι νοούμενα“ ἐν τῷ νοεῖσθαι „καθορᾶται.“ καὶ οὐχ ἵστανταί γε ἀναβάντες ἀπὸ τῶν τοῦ κόσμου κτισμάτων ἐν τοῖς ἀοράτοις τοῦ θεοῦ· ἀλλὰ γὰρ ἱκανῶς ἐκείνοις ἐγγυμνασάμενοι καὶ συνιέντες αὐτὰ ἀναβαίνουσιν ἐπὶ τὴν ἀΐδιον δύναμιν τοῦ θεοῦ καὶ ἁπαξαπλῶς τὴν θεότητα αὐτοῦ, ἐπιστάμενοι ὅτι ὁ μὲν φιλάνθρωπος θεὸς „τὴν ἀλήθειαν“ καὶ „τὸ“ ἑαυτοῦ „γνωστὸν“ „ἐφανέρωσεν“ οὐ μόνον τοῖς ἀνακειμένοις αὐτῷ ἀλλὰ καί τισι τῶν ἔξω τῆς εἰλικρινοῦς θεοσεβείας καὶ εἰς αὐτὸν εὐσεβείας· τινὲς δὲ τῶν θεοῦ προνοίᾳ ἀναβεβηκότων ἐπὶ τὴν τῶν τηλικούτων γνῶσιν οὐκ ἄξια τῆς γνώσεως δρῶντες ἀσεβοῦσι καὶ „τὴν ἀλήθειαν ἐν ἀδικίᾳ“ κατέχουσιν, οὐδ᾿ ἀπολογίας ἔτι χώραν ἐπὶ τῇ γνώσει τῶν τηλικούτων ἔχειν δυνάμενοι παρὰ τῷ θεῷ.
- 7.47.1
Μαρτυροῦνται γοῦν ὑπὸ τοῦ θείου λόγου οἱ τὰ παρὰ τῷ Κέλσῳ ἐκκείμενα καταλαβόντες καὶ κατὰ τὰ δόγματα ταῦτα φιλοσοφεῖν ἐπαγγελλόμενοι ὅτι „γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη“ μετὰ τὸ τηλικοῦτο φῶς τῆς περὶ ὧν ἐφανέρωσεν αὐτοῖς ὁ θεὸς γνώσεως „ἡ“ ἐπειγομένη „ἀσύνετος αὐτῶν καρδία.“
- 7.47.2
ἔστι γοῦν ἰδεῖν, τίνα τρόπον οἱ „φάσκοντες εἶναι σοφοὶ“ μεγάλης μωρίας δείγματα ἐμφαίνουσιν, ὅτε μετὰ τοὺς τηλικούτους ἐν ταῖς διατριβαῖς περὶ θεοῦ καὶ τῶν νοητῶν λόγους „ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.“ διὸ καὶ αὐτοὶ μὲν καταλειφθέντες ὑπὸ τῆς προνοίας ὡς οὐκ ἀξίως βιώσαντες τῶν φανερωθέντων αὐτοῖς ὑπὸ τοῦ θεοῦ ἐγκαλινδοῦνται „ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν,“ καὶ ἀτιμάζεται „αὐτῶν τὰ σώματα“ ἐν ἀσχημοσύναις καὶ ἀκολασίαις, ἀνθ᾿ ὧν ἀντήλλαξαν „τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.“
- 7.48.1
Οἱ δ᾿ ὑπ᾿ αὐτῶν ἐπὶ ἰδιωτείᾳ ἐξουθενούμενοι καὶ μωροὶ καὶ ἀνδράποδα εἶναι λεγόμενοι, κἂν μόνον πιστεύωσιν ἑαυτοὺς τῷ θεῷ. παραδεξάμενοι τὴν τοῦ Ἰησοῦ διδασκαλίαν τοσοῦτον ἀποδέουσιν ἀσελγείας καὶ ἀκαθαρσίας καὶ πάσης τῆς ἐν συνουσίαις ἀσχημοσύνης, ὡς καὶ τρόπον τελείων ἱερέων, πᾶσαν συνουσίαν ἀποστραφέντων, πολλοὺς αὐτῶν παντελῶς καθαρεύειν, οὐ μόνον ἀπὸ πάσης μίξεως. καὶ εἷς μέν που παρ᾿ Ἀθηναίοις ἱεροφάντης, οὐδὲ πιστευόμενος ἑαυτοῦ τὰς ἀρσενικὰς ὀρέξεις ὡς κύριος αὐτῶν εἶναι δυνάμενος καὶ κρατεῖν αὐτῶν ἐς ὅσον βούλεται, κωνειασθεὶς τὰ ἄρσενα μέρη καθαρὸς εἶναι νομίζεται πρὸς τὴν νενομισμένην παρ᾿ Ἀθηναίοις ἁγιστείαν· ἔστι δ᾿ ἐν Χριστιανοῖς ἰδεῖν ἄνδρας μὴ δεηθέντας κωνείου, ἵνα τὸ θεῖον καθαρῶς θεραπεύσωσιν, ἀλλ᾿ ἀρκουμένους λόγῳ ἀντὶ κωνείου, ὡς πᾶσαν ἐπιθυμίαν ἀπὸ τῆς διανοίας αὐτῶν ἐξελάσαντες τὸ θεῖον εὐχαῖς θεραπεύωσι. παρ᾿ ἄλλοις δὲ νομιζομένοις εἶναι θεοῖς παρθένοι πάνυ εὐαρίθμητοι, εἴτε ὑπὸ ἀνθρώπων φρουρούμεναι εἴτε καὶ μὴ (οὐ γὰρ τοῦτο πρόκειται νῦν ἐξετάζειν). δοκοῦσι διατελεῖν ἐν τῇ διὰ τὴν εἰς τὸ θεῖον τιμὴν καθαρότητι· ἐν δὲ Χριστιανοῖς οὐ διὰ τὰς παρ᾿ ἀνθρώποις τιμὰς, οὐ διὰ μισθοὺς καὶ ἀργύρια οὐδὲ διὰ δοξάριον ἀσκοῦσι τὴν παντελῆ παρθενίαν, καὶ ὡς „ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει,“ τηροῦνται ὑπὸ τοῦ θεοῦ ἐν δοκίμῳ νῷ καὶ τῷ „ποιεῖν τὰ“ „καθήκοντα,“ πληρούμεναι πάσης δικαιοσύνης καὶ ἀγαθότητος.
- 7.49.1
Ταῦτα δὴ λέλεκταί μοι οὐ προσφιλονεικοῦντι μὲν τοῖς καλῶς καὶ παρ᾿ Ἕλλησι νενοημένοις οὐδὲ κατηγοροῦντι τῶν ὑγιῶν δογμάτων βουλομένῳ δὲ παραστῆσαι ὅτι καὶ ταῦτα ἀλλὰ καὶ τούτων ἔτι μείζονα καὶ θειότερα λέλεκται μὲν παρὰ τοῖς θείοις ἀνδράσι, προφήταις τοῦ θεοῦ καὶ ἀποστόλοις τοῦ Ἰησοῦ, ἐξετάζεται δὲ παρὰ τοῖς τελειότερον χριστιανίζειν ἐθέλουσι καὶ ἐπισταμένοις ὅτι „στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν· ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ.“ ἀλλὰ καὶ παρ᾿ οἷς εἴτε διὰ πολλὴν ἰδιωτείαν εἴτε δι᾿ ἁπλότητα εἴτε καὶ δι᾿ ἀπορίαν τῶν προτρεψάντων [μὲν] ἐπὶ τὴν λογικὴν εὐσέβειαν ταῦτα μὲν οὐ τετράνωται θεὸς δὲ ὁ ἐπὶ πᾶσι πιστεύεται καὶ ὁ τούτου „μονογενὴς υἱὸς“ λόγος καὶ θεὸς, εὑρεθείη ἂν σεμνότητος καὶ καθαρότητος καὶ ἤθους ἀφέλεια καὶ ἁπλότης πολλάκις κρείττων, ἣν οἱ „φάσκοντες εἶναι σοφοὶ“ μὴ ἀνειληφότες ἐγκαλινδοῦνται μετὰ παίδων ἐν οἷς οὐ θέμις, „ἄῤῥενες ἐν ἄῤῥεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.“
- 7.50.1
Ὁ μὲν οὖν οὐκ ἐσαφήνισε, πῶς μετὰ γενέσεώς ἐστι πλάνη, οὐδὲ παρέστησεν ὅ τι περ ἐβούλετο, ἵνα κατανοήσωμεν συγκρίνοντες τὰ αὐτοῦ τοῖς ἡμετέροις· οἱ δὲ προφῆται, αἰνιττόμενοι ὅ τι περὶ τῶν γενέσεως πραγμάτων σοφὸν, θυσίαν „περὶ ἁμαρτίας“ λέγουσιν ἀναφέρεσθαι καὶ περὶ τῶν ἄρτι γεγενημένων ὡς οὐ καθαρῶν ἀπὸ ἁμαρτίας. φασὶ δὲ καὶ τό· „ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.“ ἀλλὰ καὶ ἀποφαίνονται ὅτι „ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας,“ παραδόξως λέγοντες καὶ τό· „ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ.“
- 7.50.2
οὕτω δὲ πᾶσαν τὴν τῶν αἰσθητῶν διαβάλλουσιν οἱ καθ᾿ ἡμᾶς σοφοὶ φύσιν, ὥστε πῇ μὲν ματαιότητα εἰρῆσθαι τὰ σώματα ἐν τῷ „τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι,“ πῇ δὲ ματαιότητα „ματαιοτήτων“ (ὧν) εἶπεν ὁ ἐκκλησιαστής· „ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.“ τίς δ᾿ οὕτω διαβέβληκε τὴν ἐνταῦθα τῆς ἀνθρώπου ψυχῆς ζωὴν, ὡς ὁ εἰπών· „πλὴν τὰ σύμπαντα ματαιότης. πᾶς ἄνθρωπος ζῶν;“ οὐ γὰρ ἐδίστασε περὶ τῆς διαφορᾶς τοῦ ζῆν τῆς ψυχῆς ἐνταῦθα καὶ ἔξω τῶν ἐνθάδε, οὐδ᾿ ἔλεγε μέν· τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν; θαῤῥεῖ δὲ λέγειν τὰ ἀληθῆ ἐν τῷ „ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν“ καὶ „εἰς χοῦν θανάτου κατήγαγές με“· καθὸ καὶ τὸ „τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;“ λέλεκται καὶ τὸ „ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν.“ προφήτης δέ ἐστι καὶ ὁ εἰπὼν τό· „ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως.“ „κακώσεως“ τόπον λέγων τὸν περίγειον τόπον, ἐφ ὃν ἐκβληθεὶς ἀπὸ τοῦ παραδείσου διὰ τὴν κακίαν ἐλήλυθεν ὁ Ἀδὰμ, ὅπερ ἐστὶν ἄνθρωπος. καὶ ὁ λέγων δὲ ὅτι „βλέπομεν ἄρτι δι᾿ ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.“ ἔτι δὲ καὶ τό· „ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου,“ διὸ „εὐδοκοῦμεν ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον,“ ὅρα πηλίκα περὶ τῆς διαφόρου ζωῆς τῶν ψυχῶν τεθεωρήκει.
- 7.51.1
Καὶ τί με δεῖ ἐπὶ πλεῖον ἀντιπαρατιθέναι τῇ λέξει Κέλσου. ὡς πολλῷ πρότερον τούτων παρ᾿ ἡμῖν λελεγμένων, ὅτε καὶ ἐκ τῶν εἰρημένων σαφές ἐστι τὸ βούλημα ἡμῶν; ἐν τούτοις δὲ καὶ οἱονεὶ τίθησιν, εἰπὼν πνεῦμα θεῖον κατιὸν ἐκ θεοῦ προαγγέλλειν τὰ θεῖα, τοῦτ᾿ ἂν εἴη τὸ πνεῦμα τὸ ταῦτα κηρύττον. οὗ δὴ πλησθέντες ἄνδρες παλαιοὶ πολλὰ κἀγαθὰ ἤγγειλαν. οὐκ εἶδε δὲ διαφορὰν τῶν παρ᾿ ἡμῖν ἠκριβωμένων. τοῖς λέγουσιν ὅτι καὶ „τὸ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσι. διὸ τοὺς παραπίπτοντας κατ᾿ ὀλίγον“ ἐλέγχει ὁ θεὸς, φάσκουσι δὲ ἄλλα καὶ τὸ „λάβετε πνεῦμα ἅγιον“ τὴν ποσότητα τοῦ διδομένου ἑτέραν ἐμφαίνειν παρὰ τὴν δηλουμένην ἐκ τοῦ „βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.“
- 7.51.2
ἔργον δέ ἐστι ταῦτ᾿ ἐπιμελῶς νοήσαντα ἰδεῖν διαφορὰν τῶν ἐκ διαλειμμάτων πλειόνων χωρησάντων τὴν τῆς ἀληθείας κατάληψιν (καὶ) βραχεῖαν ἐπίνοιαν θεοῦ καὶ τῶν ἐπὶ πλεῖον θεοφορηθέντων καὶ ἀεὶ μετὰ θεοῦ ἑστηκότων καὶ διὰ παντὸς ὑπὸ θείου πνεύματος ἀγομένων· ὅπερ εἰ ἦν ἐξετασθὲν καὶ νενοημένον Κέλσῳ, οὐκ (ἂν) ἀμαθίαν ἡμῖν ἐνεκάλει οὐδὲ προσέταττε μὴ λέγειν τυφλώττειν τοὺς ἐν ὑλικαῖς τέχναις ἀνθρώπων, ταῖς κατὰ τὰ ἀγάλματα, οἰομένους ἐνδείκνυσθαι τὴν εὐσέβειαν. οὐδεὶς γὰρ βλέπων τῆς ψυχῆς ὀφθαλμοῖς ἄλλῳ τρόπῳ σέβει τὸ θεῖον παρὰ τὸν ὑποδεικνύντα ἐνορᾶν ἀεὶ τῷ τοῦ παντὸς δημιουργῷ καὶ πᾶσαν εὐχὴν ἀναφέρειν ἐκείνῳ καὶ πάντα πράττειν ὡς ἐν ὀφθαλμοῖς θεοῦ, ἐπὶ θεατοῦ, ἐνορῶντος ἡμῶν καὶ τοῖς λογισμοῖς.
- 7.51.3
εὐχόμεθα οὖν ἡμεῖς καὶ βλέπειν καὶ ὁδηγοὶ εἶναι τυφλῶν, ἕως προσελθόντες τῷ λόγῳ τοῦ θεοῦ ἀπολάβωσι τὰς ὑπὸ τῆς ἀγνοίας τυφλωθείσας ὄψεις τῆς ψυχῆς αὐτῶν. ἐὰν δὲ καὶ ποιῶμεν ἄξια τοῦ εἰπόντος τοῖς μαθηταῖς· „ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου“ καὶ τοῦ διδάξαντος λόγου ὅτι „τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,“ ἐσόμεθα καὶ „φῶς“ τῶν ἐν σκότει καὶ παιδεύσομεν τοὺς ἄφρονας καὶ διδάξομεν τοὺς νηπίους.
- 7.52.1
Μὴ ἀγανακτείτω δὲ Κέλσος, ἐπὰν χωλοὺς λέγωμεν καὶ τὰς βάσεις τῆς ψυχῆς πεπηρωμένους τοὺς ἐπὶ τὰ νομιζόμενα ἱερὰ ὡς ἀληθινὰ ἱερὰ σπεύδοντας καὶ μὴ ὁρῶντας ὅτι οὐδὲν βαναύσων ἔργον δύναται εἶναι ἱερόν. τρέχουσι δὲ καὶ οἱ κατὰ τὴν διδασκαλίαν Ἰησοῦ εὐσεβοῦντες, ἕως ἐπὶ τὸ τέλος φθάσαντες δρόμου εἴπωσιν ἐῤῥωμένῃ καὶ ἀληθευούσῃ τῇ διαθέσει· „τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.“ καὶ ἕκαστός γε ἡμῶν „οὕτως“ τρέχει „ὡς οὐκ ἀδήλως“ καὶ „οὕτω“ πρὸς τὴν κακίαν πυκτεύει „ὡς οὐκ ἀέρα δέρων“ ἀλλὰ τοὺς ὑπὸ „τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.“ λεγέτω δ᾿ ἡμᾶς ὁ Κέλσος σώματι τῷ νεκρῷ ζῶντας. ἀκούοντας· „εἰ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε,“ καὶ μανθάνοντας τὸ „εἰ πνεύματι ζῶμεν, πνεύματι καὶ στοιχῶμεν“· εἴη τε τοῖς ἔργοις ἡμᾶς δεικνύναι ψευδόμενον τὸν λέγοντα περὶ ἡμῶν ὅτι τῷ σώματι ζῶμεν τῷ νεκρῷ.
- 7.53.1
Μετὰ ταῦτα τοίνυν, πρὸς ἃ κατὰ δύναμιν ἀπηντήσαμεν, φησὶ πρὸς ἡμᾶς· πόσῳ δ᾿ ἦν ὑμῖν ἄμεινον, ἐπειδή γε καινοτομῆσαί τι ἐπεθυμήσατε, περὶ ἄλλον τινὰ τῶν γενναίως ἀποθανόντων καὶ θεῖον μῦθον δέξασθαι δυναμένων σπουδάσαι; φέρε, εἰ μὴ ἤρεσκεν Ἡρακλῆς καὶ Ἀσκληπιὸς καὶ οἱ πάλαι δεδοξασμένοι, Ὀρφέα εἴχετε, ἄνδρα ὁμολογουμένως ὁσίῳ χρησάμενον πνεύματι καὶ αὐτὸν βιαίως ἀποθανόντα. ἀλλ᾿ ἴσως ὑπ᾿ ἄλλων προείληπτο. Ἀνάξαρχον γοῦν. ὃς εἰς ὅλμον ἐμβληθεὶς καὶ παρανομώτατα συντριβόμενος εὖ μάλα κατεφρόνει τῆς κολάσεως λέγων· „πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον, αὐτὸν γὰρ οὐ πτίσσεις“· θείου τινὸς ὡς ἀληθῶς πνεύματος ἡ φωνή. ἀλλὰ καὶ τούτῳ φθάσαντές τινες ἠκολούθησαν φυσικοί, οὐκοῦν Ἐπίκτητον; ὃς τοῦ δεσπότου στρεβλοῦντος αὐτοῦ τὸ σκέλος ὑπομειδιῶν ἀνεκπλήκτως ἔλεγε· „κατάσσεις,“ καὶ κατάξαντος „οὐκ ἔλεγον,“ εἶπεν, „ὅτι κατάσσεις;“ τί τοιοῦτον ὁ ὑμέτερος θεὸς κολαζόμενος ἐφθέγξατο; ὑμεῖς δὲ κἂν Σίβυλλαν. ᾗ χρῶνταί τινες ὑμῶν, εἰκότως αν μᾶλλον προεστήσασθε ὡς τοῦ θεοῦ παῖδα· νῦν δὲ παρεγγράφειν μὲν εἰς τὰ ἐκείνης πολλὰ καὶ βλάσφημα εἰκῇ δύνασθε, τὸν δὲ βίῳ μὲν ἐπιῤῥητοτάτῳ θανάτῳ δὲ οἰκτίστῳ χρησάμενον θεὸν τίθεσθε. πόσῳ τοῦδε ἐπιτηδειότερος ἦν ὑμῖν Ἰωνᾶς „ἐπὶ τῇ κολοκύντῃ“ ἢ Δανιὴλ ὁ ἐκ τῶν θηρίων ἢ οἱ τῶνδε ἔτι τερατωδέστεροι;
- 7.54.1
Ἐπεὶ ουν ἀναπέμπει ἡμᾶς ἐπὶ τὸν Ἡρακλέα, ἀπομνημονεύματα λόγων αὐτοῦ ἡμῖν παραστησάτω καὶ περὶ τῆς παρ᾿ Ὀμφάλῃ ἀσέμνου δουλείας αὐτοῦ ἀπολογησάσθω, δεικνύτω δὲ εἰ θείας τιμῆς ἄξιος ἦν ὁ τοῦ γεωργοῦ βίᾳ καὶ λῃστρικῶς τὸν βοῦν λαβὼν καὶ καταθοινησάμενος καὶ ἡσθεὶς ἐφ᾿ οἷς ἐκεῖνος καταρώμενος ἔλεγε πρὸς αὐτὸν ἐσθίοντα· ὡς καὶ μέχρι τοῦδε ἱστορεῖσθαι τὸν Ἡρακλέος δαίμονα λαμβάνειν μετὰ τῶν ἀρῶν τὴν θυσίαν. καλεῖ δ᾿ ἡμᾶς ἐπὶ τὴν περὶ Ἀσκληπιοῦ ταυτολογίαν, προειρηκότας καὶ περὶ αὐτοῦ. ἀλλ᾿ ἡμεῖς ἐκείνοις ἀρκούμεθα. τί δὲ καὶ θαυμάσας Ὀρφέως ὁμολογουμένως φησὶν αὐτὸν ὁσίῳ χρησάμενον πνεύματι καλῶς βεβιωκέναι; θαυμάζω δὲ εἰ μὴ καὶ Κέλσος διὰ μὲν τὴν πρὸς ἡμᾶς φιλονεικίαν, καὶ ἵνα Ἰησοῦν ἐξευτελίσῃ, νῦν ὑμνεῖ Ὀρφέα, ὅτε δ᾿ ἐνετύγχανεν· αὐτοῦ τοῖς ὡς περὶ θεῶν ἀσεβέσι μύθοις, οὐκ ἀπεστρέφετο τὰ ποιήματα ὡς μᾶλλον καὶ τῶν Ὁμήρου ἄξια ἐκβάλλεσθαι τῆς καλῆς πολιτείας· καὶ γὰρ πολλῷ χείρονα περὶ τῶν νομιζομένων εἶπε θεῶν Ὀρφεὺς ἢ Ὅμηρος.
- 7.54.2
γενναῖος μὲν οὖν ὁ Ἀνάξαρχος, λέγων τῷ τῆς Κύπρου τυράννῳ Ἀριστοκρέοντι· „πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον“· μονογενὲς δὲ τοῦτο περὶ Ἀναξάρχου ἴσασι θαυμαζόμενον Ἕλληνες, ἐφ᾿ ᾧ εἰ καὶ, ὡς Κέλσος, ἀξίως ἐχρῆν τινας σέβειν ἄνθρωπον δι᾿ ἀρετὴν, οὐκ ἦν εὔλογον ἀναγορεύεσθαι τὸν Ἀνάξαρχον θεόν. καὶ ἐπὶ Ἐπίκτητον δὲ ἡμᾶς ἀναπέμπει, θαυμάσας τὸ εὐγενῶς μὲν αὐτῷ λελεγμένον, οὐ μὴν ὥστε παραβληθῆναι αὐτοῦ τὸν ἐπὶ τῇ κατάξει τοῦ σκέλους λόγον τοῖς παραδόξοις τοῦ Ἰησοῦ ἔργοις ἀπιστουμένοις ὑπὸ Κέλσου καὶ λόγοις, διὰ τὸ καὶ δυνάμει λελέχθαι θείᾳ μέχρι δεῦρο ἐπιστρέφοντας οὐ τῶν ἁπλουστέρων τινὰς μόνον ἀλλὰ καὶ πολλοὺς τῶν συνετωτέρων.
- 7.55.1
Ἐπεὶ δέ φησι μετὰ τὸν κατάλογον τῶν τοσούτων ἀνδρῶν τό· τί τοιοῦτον ὁ ὑμέτερος θεὸς κολαζόμενος ἐφθέγξατο; εἴποιμεν ἂν πρὸς αὐτὸν ὅτι παρὰ ταῖς μάστιξι καὶ ταῖς πολλαῖς αἰκίαις αὐτοῦ σιωπῇ παντὸς τοῦ ἐν Ἕλλησιν ἐν περιστάσεσι τυγχάνοντος φθεγξαμένου μᾶλλον ἐνέφηνε καρτερίαν καὶ ὑπομονήν· εἴ γε κἂν τούτῳ πιστεύειν ὁ Κέλσος βούλεται εὐγνωμόνως ἀναγεγραμμένῳ ὑπὸ φιλαλήθων ἀνδρῶν, τῶν καὶ τὰ παράδοξα ἀψευδῶς εἰρηκότων καὶ τὴν παρὰ ταῖς μάστιξι σιωπὴν αὐτοῦ ἐκείνοις συναριθμησάντων. ἀλλὰ καὶ ἐμπαιζόμενος καὶ ἐνδυόμενος τὴν „κοκκίνην χλαμύδα“ καὶ τὸν „ἀκάνθινον στέφανον“ τῇ κεφαλῇ περιτιθέμενος καὶ τὸν „κάλαμον“ λαμβάνων ἐπὶ τῆς χειρὸς ἀντὶ σκήπτρου ἄκρᾳ πρᾳότητι ἐχρήσατο, μηδὲν μηδ᾿ ἀγενὲς μηδ᾿ ἀγανακτητικὸν εἰπὼν πρὸς αὐτοὺς, τοσαῦτα κατ᾿ αὐτοῦ τολμήσαντας.
- 7.55.2
οὐκ ἦν οὖν κατὰ τὸν ἀπὸ καρτερίας παρὰ ταῖς μάστιξι σιωπήσαντα καὶ ἀπὸ πρᾳότητος πάντα ὑπομένοντα τὰ παρὰ τῶν ἐμπαιζόντων προσαγόμενα εἰρηκέναι ἀπὸ ἀγεννείας, ὡς οἴονταί τινες, καὶ τό· „πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον παρελθέτω τοῦτο ἀπ᾿ ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.“ ἔχει μὲν οὖν λόγον ἡ δοκοῦσα ὑποπαραίτησις εἶναι τοῦ καλουμένου ποτηρίου, ὃν ἐν ἄλλοις ἐπὶ πλεῖον ἐξητάσαμεν καὶ ἀποδεδώκαμεν. ἵνα δ᾿ ἁπλούστερον ἀκούσωμεν τοῦ λελεγμένου. ὅρα εἰ μὴ μετὰ τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ εὐχὴ εἴρηται, παντὸς οὑτινοσοῦν τὸ περιστατικὸν οὐ προηγούμενον εἶναι νομίζοντος, ἀλλ᾿ ὑπομένοντος τὸ μὴ προηγουμένως συμβαῖνον, ὅταν καιρὸς καλῇ. ἀλλὰ καὶ οὐκ ἐνδεδωκότος ην ἡ φωνὴ, εὐαρεστουμένου δὲ τοῖς συμβαίνουσι καὶ προτιμῶντος τὰ ἀπὸ προνοίας περιστατικὰ ἡ λέγουσα φωνή· „πλὴν οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.“
- 7.56.1
Εἶτ᾿ οὐκ οἶδ᾿ ὅπως ἐβούλετο ἡμᾶς μᾶλλον Σίβυλλαν ἀναγορεῦσαι παῖδα θεοῦ ἢ Ἰησοῦν, ἀποφηνάμενος ὅτι παρενεγράψαμεν εἰς τὰ ἐκείνης πολλὰ καὶ βλάσφημα καὶ μὴ ἀποδείξας μηδ᾿ ὅ τι παρενεγράψαμεν. ἀπέδειξε δ᾿ ἂν, εἰ τὰ ἀρχαιότερα καθαρώτερα ἐδείκνυε καὶ οὐκ ἔχοντα ἅπερ οἴεται παρεγγεγράφθαι· μὴ ἀποδείξας δὲ μηδ᾿ ὅτι βλάσφημά ἐστι ταῦτα, εἶτα πάλιν οὐ δὶς οὐδὲ τρὶς ἀλλὰ δὴ πολλάκις ἐπιῤῥητότατον εἶπε τὸν Ἰησοῦ βίον, οὐ στὰς καθ᾿ ἕκαστον τῶν ἐν τῷ βίῳ αὐτοῦ πεπραγμένων καὶ νομιζομένων εἶναι ἐπιῤῥητοτάτων, ἵνα τοῦτ᾿ εἰπὼν δόξῃ μὴ μόνον ἀναποδείκτως ἀποφαίνεσθαι (ἀλλὰ) καὶ λοιδορεῖν ὃν οὐκ ἐπίσταται. εἰ γὰρ τὰ εἴδη τοῦ ἐπιῤῥητοτάτου βίου ἐν ταῖς πράξεσιν αὐτοῦ φαινόμενα αὐτῷ ἐκτιθέμενος ἦν, κἂν ἠγωνισάμεθα πρὸς ἕκαστον τῶν δοκούντων εἶναι αὐτῷ ἐπιῤῥητοτάτων.
- 7.56.2
τὸ δὲ καὶ θανάτῳ οἰκτίστῳ κεχρῆσθαι τὸν Ἰησοῦν δύναιτ᾿ ἂν λέγεσθαι καὶ περὶ Σωκράτους καὶ περὶ Ἀναξάρχου, οὗ πρὸ βραχέος ἐμνημόνευσε, καὶ περὶ ἄλλων μυρίων. ἢ οἴκτιστος μέν ἐστιν ὁ Ἰησοῦ θάνατος, οὐχὶ δὲ καὶ ὁ ἐκείνων; ἢ ὁ ἐκείνων μὲν οὐκ οἴκτιστος, ὁ δὲ τοῦ Ἰησοῦ οἴκτιστος; ὁρᾷς οὖν καὶ ἐνταῦθα ὅτι σκοπὸς ἦν τῷ Κέλσῳ τὸ διαλοιδορεῖσθαι πρὸς τὸν Ἰησοῦν, κινουμένῳ οἶμαι ὑπό τινος πνεύματος, καταλυθέντος ὑπὸ τοῦ Ἰησοῦ καὶ καθαιρεθέντος. ἵνα μηκέτι ἔχῃ κνίσσας καὶ αἵματα, οἷς τρεφόμενον ἠπάτα τοὺς ἐν τοῖς ἐπὶ γῆς ἀγάλμασι ζητοῦντας θεὸν καὶ μὴ ἀναβλέποντας εἰς τὸν ἐπὶ πᾶσιν ἀληθῶς θεόν.
- 7.57.1
Εἶθ᾿ ἑξῆς ὡσπερεὶ σκοπὸν ἔχων τὸ συμπληροῦν βιβλίον ἐβούλετο ἡμᾶς μᾶλλον τὸν Ἰωνᾶν νομίσαι θεὸν ἤπερ Ἰησοῦν, Ἰωνᾶν, τὸν κηρύξαντα μετάνοιαν μιᾷ πόλει τῇ Νινευὴ, προκρίνων Ἰησοῦ, τοῦ κηρύξαντος μετάνοιαν ὅλῳ τῷ κόσμῳ καὶ μᾶλλον ἐκείνου ἀνύσαντος. καὶ τὸν μὲν „ἐν τῇ κοιλίᾳ τοῦ κήτους“ τεραστίως ποιήσαντα καὶ παραδόξως „τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας“ ἐβούλετο ἡμᾶς ἀναγορεῦσαι θεὸν, τὸν δ᾿ ἀναδεξάμενον ὑπὲρ ἀνθρώπων ἀποθανεῖν οὐκ ἤθελε Κέλσος, μαρτυρούμενον ὑπὸ τοῦ θεοῦ διὰ τῶν προφητῶν, ἄξιον εἶναι τῆς δευτερευούσης μετὰ τὸν θεὸν τῶν ὅλων, δι᾿ ἃ ἐποίησεν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἀνδραγαθήματα, τιμῆς. καὶ Ἰωνᾶς μὲν, ἵνα ·μὴ κηρύξῃ τὸ προστεταγμένον ὑπὸ τοῦ θεοῦ, κατεπόθη ὑπὸ τοῦ κήτους, Ἰησοῦς δὲ, ἐπεὶ ἐδίδαξεν ἅπερ ὁ θεὸς ἐβούλετο, τὸν ὑπὲρ ἀνθρώπων θάνατον ἀνεδέξατο.
- 7.57.2
ἑξῆς δέ φησιν ὅτι ἔδει μᾶλλον τὸν Δανιὴλ, ἀναβάντα ἀπὸ τῶν λεόντων, προσκυνεῖσθαι ὑφ᾿ ἡμῶν ἤπερ τὸν Ἰησοῦν. τὴν ἀγριότητα πάσης δυνάμεως ἀντικειμένης καταπατήσαντα καὶ ἡμῖν δόντα „ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ“. εἶτα μὴ ἔχων ἄλλους λέγειν φησίν· ἢ οἱ τῶνδε ἔτι τερατωδέστεροι, ἅμα ἵνα λοιδορήσῃ τὸν Ἰωνᾶν καὶ τὸν Δανιήλ· τὸ γὰρ ἐν Κέλσῳ πνεῦμα εὐλογεῖν δικαίους οὐκ ἠπίστατο.
← Previous · Next → — showing 701–800 of 962
First Thousand Years of Greek. CTS URN tlg2042.tlg001.perseus-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.