Contra Celsum
- 5.45.1
Ἀλλ᾿ ἐπεὶ Κέλσος οἴεται μηδὲν διαφέρειν Δία Ὕψιστον καλεῖν ἢ Ζῆνα ἢ Ἀδωναῖον ἢ Σαβαὼθ ἢ, ὡς Αἰγύπτιοι, Ἀμοῦν ἢ, ὡς Σκύθαι, Παπαῖον, φέρε καὶ περὶ τούτων ὀλίγα διαλεχθῶμεν, ὑπομιμνήσκοντες ἅμα τὸν ἐντυγχάνοντα καὶ τῶν ἀνωτέρω εἰς τὸ τοιοῦτον πρόβλημα εἰρημένων, ὅτ᾿ ἐκάλεσεν ἡμᾶς ἡ Κέλσου λέξις ἐπὶ τὰ τοιαῦτα. καὶ νῦν οὖν φαμεν ὅτι ἡ τῶν ὀνομάτων φύσις οὐ θεμένων εἰσὶ νόμοι, ὡς Ἀριστοτέλης οἴεται. οὐδὲ γὰρ ἀπὸ ἀνθρώπων τὴν ἀρχὴν ἔχουσιν αἱ ἐν ἀνθρώποις διάλεκτοι, ὡς δῆλον τοῖς ἐφιστάνειν δυναμένοις φύσει ἐπῳδῶν, οἰκειουμένων κατὰ τὰς διαφόρους διαλέκτους καὶ τοὺς διαφόρους φθόγγους τῶν ὀνομάτων τοῖς πατράσι τῶν διαλέκτων· περὶ ὧν ἐν τοῖς ἀνωτέρω ἐπ᾿ ὀλίγον διειλήφαμεν, λέγοντες ὅτι καὶ μεταλαμβανόμενα εἰς ἄλλην διάλεκτον τὰ πεφυκότα δύνασθαι ἐν τῇ δεῖνα διαλέκτῳ οὐκέτι ἀνύει τι, ὡς ἤνυσεν ἐν ταῖς οἰκείαις φωναῖς. ἤδη δὲ καὶ ἐπ᾿ ἀνθρώπων τὸ τοιοῦτον εὑρίσκεται· τὸν γὰρ ἀπὸ γενέσεως Ἑλλάδι διαλέκτῳ καλούμενον τὸν δεῖνα οὐκ ἂν μεταλαβόντες εἰς διάλεκτον Αἰγυπτίων ἢ Ῥωμαίων ἤ τινος ἄλλου ποιήσαιμεν παθεῖν ἢ δρᾶσαι, ἅπερ πάθοι ἢ δράσαι ἂν καλούμενος τῇ πρώτῃ θέσει τοῦ ὀνόματος αὐτοῦ. ἀλλ᾿ οὐδὲ τὸν ἐξ ἀρχῆς Ῥωμαίων κληθέντα φωνῇ εἰ μεταλάβοιμεν ἐπὶ τὴν Ἑλλάδα διάλεκτον, ποιήσαιμεν ἂν, ὅπερ ποιεῖν ἐπαγγέλλεται ἡ ἐπῳδὴ, τηροῦσα τὸ κατονομασθὲν αὐτῷ πρῶτον ὄνομα.
- 5.45.2
εἰ δὲ ταῦτα περὶ ἀνθρωπίνων ὀνομάτων λεγόμενά ἐστιν ἀληθῆ, τί χρὴ νομίζειν ἐπὶ τῶν δι᾿ ἡνδήποτε αἰτίαν ἀναφερομένων ἐπὶ τὸ θεῖον ὀνομάτων; μεταλαμβάνεται γάρ (τι) φέρ᾿ εἰπεῖν εἰς Ἑλλάδα φωνὴν ἀπὸ τοῦ Ἀβραὰμ ὀνόματος καὶ σημαίνεταί τι ἀπὸ τῆς Ἰσαὰκ προσηγορίας καὶ δηλοῦταί τι ἀπὸ τῆς Ἰακὼβ φωνῆς. καὶ ἐὰν μὲν ὁ καλῶν ἢ ὁ ὁρκῶν ὀνομάζῃ θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ, τόδε τι ποιήσαι ἂν ἤτοι διὰ τὴν τούτων (τῶν ὀνομάτων) φύσιν ἢ καὶ δύναμιν αὐτῶν, καὶ δαιμόνων νικωμένων καὶ ὑποταττομένων τῷ λέγοντι ταῦτα· ἐὰν δὲ λέγῃ· ὁ θεὸς πατρὸς ἐκλεκτοῦ τῆς ἠχοῦς καὶ ὁ θεὸς τοῦ γέλωτος καὶ ὁ θεὸς τοῦ πτερνιστοῦ, οὕτως οὐδὲν ποιεῖ τὸ ὀνομαζόμενον ὡς οὐδ᾿ ἄλλο τι τῶν μηδεμίαν δύναμιν ἐχόντων. οὕτω δὲ κἂν μὲν μεταλάβωμεν τὸ Ἰσραὴλ ὄνομα εἰς Ἑλλάδα ἢ ἄλλην διάλεκτον, οὐδὲν ποιήσομεν· ἐὰν δὲ τηρήσωμεν αὐτὸ, προσάπτοντες οἷς οἱ περὶ ταῦτα δεινοὶ συμπλέκειν αὐτὸ ᾠήθησαν, τότε γένοιτ᾿ ἄν τι κατὰ τὴν ἐπαγγελίαν τῶν τοιωνδὶ ἐπικλήσεων ἐκ τῆς τοιασδὶ φωνῆς. τὸ δ᾿ ὅμοιον ἐροῦμεν καὶ περὶ τῆς Σαβαὼθ φωνῆς, πολλαχοῦ τῶν ἐπῳδῶν παραλαμβανομένης, ὅτι μεταλαμβάνοντες μὲν τὸ ὄνομα εἰς τὸ „κύριος τῶν δυνάμεων“ ἢ „κύριος στρατιῶν“ ἢ „παντοκράτωρ“ (διαφόρως γὰρ αὐτὸ ἐξεδέξαντο οἱ ἑρμηνεύοντες αὐτὸ), οὐδὲν ποιήσομεν· τηροῦντες δ᾿ αὐτὸ ἐν τοῖς ἰδίοις φθόγγοις, ποιήσομέν τι, ὥς φασιν οἱ περὶ ταῦτα δεινοί. τὸ δ᾿ ὅμοιον ἐροῦμεν καὶ περὶ τοῦ Ἀδωναΐ. εἴπερ οὖν οὔτε τὸ Σαβαὼθ οὔτε τὸ Ἀδωναῒ, μεταλαμβανόμενα εἰς ἃ δοκεῖ σημαίνειν ἐν Ἑλλάδι φωνῇ, ἀνύει τι, πόσῳ πλέον οὐδὲν ἂν ποιήσαι οὐδὲ δυνηθείη παρὰ τοῖς μηδὲν διαφέρειν οἰομένοις Δία Ὕψιστον καλεῖν ἢ Ζῆνα ἢ Ἀδωναῖον ἢ Σαβαώθ;
- 5.46.1
Ταῦτα δὴ καὶ τὰ τούτοις ἀνάλογον ἀπόῤῥητα ἐπιστάμενοι Μωϋσῆς καὶ οἱ προφῆται ἀπαγορεύουσιν „ὄνομα θεῶν ἑτέρων“ ὀνομάζειν ἐν στόματι, μελετήσαντι τῷ ἐπὶ πᾶσι μόνῳ εὔχεσθαι θεῷ, καὶ ἀναμνημονεύειν ἐν καρδίᾳ, διδασκομένῃ καθαρεύειν ἀπὸ πάσης ματαιότητος νοημάτων καὶ λέξεων. καὶ διὰ τὰ τοιαῦτα πᾶσαν αἰκίαν ὑπομένειν μᾶλλον αἱρούμεθα ἢ τὸν Δία ὁμολογῆσαι θεόν. οὐ γὰρ τὸν αὐτὸν εἶναι ὑπολαμβάνομεν Δία καὶ Σαβαὼθ, ἀλλ᾿ οὐδ᾿ ὅλως θεῖόν τι τὸν Δία, δαίμονα δέ τινα χαίρειν οὕτως ὀνομαζόμενον, οὐ φίλον ἀνθρώποις οὐδὲ τῷ ἀληθινῷ θεῷ. κἂν Αἰγύπτιοι δὲ τὸν Ἀμοῦν ἡμῖν προτείνωσιν κόλασιν ἀπειλοῦντες, τεθνηξόμεθα μᾶλλον ἢ τὸν Ἀμοῦν ἀναγορεύσομεν θεὸν, παραλαμβανόμενον ὡς εἰκὸς ἔν τισιν Αἰγυπτίαις καλούσαις τὸν δαίμονα τοῦτον ἐπῳδαῖς. λεγέτωσαν δὲ καὶ Σκύθαι τὸν Παπαῖον θεὸν εἶναι τὸν ἐπὶ πᾶσιν· ἀλλ᾿ ἡμεῖς οὐ πεισόμεθα. τιθέντες μὲν τὸν ἐπὶ πᾶσι θεὸν. ὡς δὲ φίλον τῷ λαχόντι τὴν Σκυθῶν ἐρημίαν καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν διάλεκτον οὐκ ὀνομάζοντες τὸν θεὸν ὡς κυρίῳ ὀνόματι τῷ Παπαῖον. Σκυθιστὶ γὰρ τὸ προσηγορικὸν τὸν θεὸν καὶ Αἰγυπτιστὶ καὶ πάσῃ διαλέκτῳ, ᾗ ἕκαστος ἐντέθραπται. ὀνομάζων οὐχ ἁμαρτήσεται.
- 5.47.1
Τὸ δ᾿ αἴτιον τῆς Ἰουδαίων περιτομῆς οὐ ταὐτὸν ἐστι τῷ αἰτίῳ τῆς Αἰγυπτίων περιτομῆς ἢ Κόλχων· διὸ οὐχ ἡ αὐτὴ νομισθείη ἂν περιτομή. καὶ ὥσπερ ὁ θύων οὐ τῷ αὐτῷ θύει, εἰ καὶ ὁμοίως θύειν δοκεῖ. καὶ ὁ εὐχόμενος οὐ τῷ αὐτῷ εὔχεται, εἰ καὶ τὰ αὐτὰ ἐν ταῖς εὐχαῖς ἀξιοῖ· οὕτως οὐδ᾿ εἴ τις περιτέμνεται, ἀδιαφορεῖ πάντως τῆς πρὸς ἕτερον περιτομῆς. ἡ γὰρ πρόθεσις καὶ ὁ νόμος καὶ τὸ βούλημα τοῦ περιτέμνοντος ἀλλοῖον ποιεῖ τὸ πρᾶγμα. ἵνα δ᾿ ἔτι μᾶλλον νοηθῇ τὸ κατὰ τὸν τόπον, λεκτέον ὅτι τὸ τῆς δικαιοσύνης ὄνομα ταὐτὸν μέν ἐστι παρὰ πᾶσιν Ἕλλησιν· ἤδη δὲ ἀποδείκνυται ἄλλη μὲν ἡ κατ᾿ Ἐπίκουρον δικαιοσύνη, ἄλλη δὲ ἡ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς, ἀρνουμένους τὸ τριμερὲς τῆς ψυχῆς, ἄλλη δὲ κατὰ τοὺς ἀπὸ Πλάτωνος, ἰδιοπραγίαν τῶν μερῶν τῆς ψυχῆς φάσκοντας εἶναι τὴν δικαιοσύνην. οὕτω δὲ καὶ ἄλλη μὲν ἡ Ἐπικούρου ἀνδρεία, ὑπομένοντος πόνους διὰ φυγὴν πόνων πλειόνων, ἄλλη δ᾿ ἡ τοῦ ἀπὸ τῆς Στοᾶς, δι᾿ αὐτὴν αἱρουμένου πᾶσαν ἀρετὴν. ἄλλη δ᾿ ἡ ἀπὸ Πλάτωνος, τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς φάσκοντος αὐτὴν εἶναι ἀρετὴν καὶ ἀποτάσσοντος αὐτῇ τόπον τὸν περὶ τὸν θώρακα. οὕτως δ᾿ εἴη ἂν κατὰ τὰ διάφορα τῶν περιτεμνομένων δόγματα διάφορος ἡ περιτομὴ, περὶ ἧς ἐν τοιούτῳ συγγράμματι οὐκ ἀναγκαῖον νῦν λέγειν· ὅτῳ γὰρ φίλον ἰδεῖν τὰ κινήσαντα ἡμᾶς εἰς τὸν τόπον, ἀναγνώτω περὶ αὐτοῦ ἐν τοῖς εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν Παύλου πραγματευθεῖσιν ἡμῖν.
- 5.48.1
Κἂν σεμνύνωνται τοίνυν Ἰουδαῖοι τῇ περιτομῇ, χωρίσουσιν αὐτὴν οὐ μόνον τῆς Κόλχων καὶ Αἰγυπτίων περιτομῆς ἀλλὰ καὶ τῆς Ἰσμαηλιτῶν Ἀράβων, καίτοι γε ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἀβραὰμ τοῦ Ἰσμαὴλ γεγενημένου καὶ σὺν ἐκείνῳ περιτεμνομένου. λέγουσι δὲ Ἰουδαῖοι τὴν μὲν ὀκταήμερον περιτομὴν εἶναι τὴν προηγουμένην, τὴν δὲ μὴ τοιαύτην ἐκ περιστάσεως· καὶ τάχα διά τινα πολέμιον τῷ Ἰουδαίων ἔθνει ἄγγελον αὐτὴ ἐτελεῖτο, δυνάμενον μὲν σίνεσθαι τοὺς μὴ περιτεμνομένους αὐτῶν, ἀτονοῦντα δὲ ἐν τοῖς περιτεμνομένοις. ὅπερ φήσει τις δηλοῦσθαι ἐκ τῶν ἐν τῇ Ἐξόδῳ γεγραμμένων, ἐν οἷς ὁ ἄγγελος πρὸ μὲν τῆς ιπερτομῆς τοῦ Ἐλιάζαρ ἐνεργεῖν ἐδύνατο κατὰ Μωϋσέως, περιτμηθέντος δ᾿ αὐτοῦ οὐδὲν ἴσχυσε. καὶ τοιαῦτά γε μαθοῦσα ἡ „Σεπφώρα λαβοῦσα ψῆφον περιέτεμε“ τὸ παιδίον ἑαυτῆς, κατὰ μὲν τὰ κοινὰ τῶν ἀντιγράφων λέγειν ἀναγεγραμμένη τό· „ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου,“ κατὰ δὲ τὸ Ἑβραϊκὸν αὐτό· „νυμφίος αἱμάτων σύ μοι.“ ᾔδει γὰρ τὸν περὶ τοῦ τοιουδὶ ἀγγέλου λόγον, δυναμένου πρὸ τοῦ αἵματος καὶ παυομένου διὰ τὸ τῆς περιτομῆς αἷμα· ἐφ᾿ ᾧ καὶ ἐλέχθη αὐτῷ τό· „νυμφίος αἱμάτων σύ μοι.“
- 5.48.2
ἀλλὰ ταῦτα μὲν περιεργότερά πως εἶναι δοκοῦντα καὶ οὐ κατὰ τὴν τῶν πολλῶν ἀκοὴν παρακεκινδυνευμένως ἐπὶ τοσοῦτον λελέχθω, οἷς ἔτι ἓν ὡς Χριστιανῷ πρέπον προσθεὶς ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. ἐδύνατο γὰρ οὗτος οἶμαι ὁ ἄγγελος κατὰ τῶν μὴ περιτεμνομένων ἀπὸ τοῦ λαοῦ καὶ ἁπαξαπλῶς πάντων τῶν σεβόντων μόνον τὸν δημιουργὸν, καὶ ἐπὶ τοσοῦτόν γε ἐδύνατο, ὅσον οὐκ ἀνειλήφει σῶμα ὁ Ἰησοῦς. ὅτε δ᾿ ἀνείληφε, καὶ περιετέμνετο τὸ ἐκείνου σῶμα, καθῃρέθη πᾶσα ἡ κατὰ τῶν ἐν τῇ θεοσεβείᾳ ταύτῃ περιτεμνομένων δύναμις αὐτοῦ· ἀφάτῳ γὰρ θειότητι καθεῖλεν ἐκεῖνον ὁ Ἰησοῦς. διὸ τοῖς μαθηταῖς αὐτοῦ ἀπείρηται περιτέμνεσθαι καὶ λέγεται αὐτοῖς· „ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει.“
- 5.49.1
Ἀλλ᾿ οὐδὲ ἐπὶ τῷ συῶν ἀπέχεσθαι ὡς μεγάλῳ τινὶ Ἰουδαῖοι σεμνύνονται, ἐπὶ δὲ τῷ τὴν καθαρῶν καὶ ἀκαθάρτων ζῴων φύσιν μεμαθηκότες καὶ τὴν τούτου αἰτίαν ἐγνωκέναι καὶ τὸν σῦν ἐν ἀκαθάρτοις τετάχθαι. καὶ ταῦτα δὲ σύμβολά τινων ἦν μέχρι τῆς Ἰησοῦ ἐπιδημίας, μεθ᾿ ὃν τῷ μαθητῇ αὐτοῦ λέλεκται, μηδέπω νοοῦντι τὸν περὶ τούτων λόγον καὶ φάσκοντι· „οὐδὲν κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου,“ τό· „ἃ ὁ θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.“ οὔτ᾿ οὖν πρὸς Ἰουδαίους οὔτε πρὸς ἡμᾶς ἐστι τὸ οὐ μόνον συῶν ἀλλὰ προσέτι αἰγῶν καὶ οἰῶν καὶ βοῶν καὶ ἰχθύων ἀπέχεσθαι τοὺς Αἰγυπτίων ἱερεῖς. ἀλλ᾿ ἐπεὶ „οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.“ καὶ „βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ,“ οὐ μέγα φρονοῦμεν μὴ ἐσθίοντες οὐδ᾿ ἀπὸ γαστριμαργίας ἥκομεν ἐπὶ τὸ ἐσθίειν. διόπερ τὸ ὅσον ἐφ᾿ ἡμῖν οἱ ἀπὸ Πυθαγόρου ἐμψύχων ἀπεχόμενοι χαιρόντων. ὅρα δὲ καὶ τὴν διαφορὰν τοῦ αἰτίου τῆς τῶν ἐμψύχων ἀποχῆς τῶν ἀπὸ τοῦ Πυθαγόρου καὶ τῶν ἐν ἡμῖν ἀσκητῶν. ἐκεῖνοι μὲν γὰρ διὰ τὸν περὶ ψυχῆς μετενσωματουμένης μῦθον ἐμψύχων ἀπέχονται· καὶ τίς φίλον υἱὸν ἀείρας σφάξει ἐπευχόμενος μέγα νήπιος; ἡμεῖς δὲ κἂν τὸ τοιοῦτο πράττωμεν, ποιοῦμεν αὐτὸ, ἐπεὶ ὑπωπιάζομεν „τὸ σῶμα“ καὶ δουλαγωγοῦμεν καὶ βουλόμεθα νεκροῦν „τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. πορνείαν, ἀκαθαρσίαν, ἀσέλγειαν, πάθος, ἐπιθυμίαν κακήν“· καὶ πάντα γε πράττομεν, ἵνα „τὰς πράξεις τοῦ σώματος“ θανατώσωμεν.
- 5.50.1
Ἔτι δὲ περὶ Ἰουδαίων ἀποφαινόμενος ὁ Κέλσος φησίν· οὐδ᾿ εὐδοκιμεῖν παρὰ τῷ θεῷ καὶ στέργεσθαι διαφόρως τι τῶν ἄλλων τούτους εἰκὸς, καὶ πέμπεσθαι μόνοις αὐτοῖς ἐκεῖθεν ἀγγέλους, οἷον δή τινα μακάρων χώραν λαχοῦσιν· ὁρῶμεν γὰρ αὐτοὺς καὶ τὴν χώραν τίνων ἠξίωνται. ἐλέγξομεν οὖν καὶ τοῦτο, λέγοντες ὅτι τὸ εὐδοκιμηκέναι τὸ ἔθνος τοῦτο παρὰ θεῷ δηλοῦται καὶ ἐκ τοῦ τὸν ἐπὶ πᾶσι θεὸν καὶ ὑπὸ τῶν ἀλλοτρίων τῆς ἡμετέρας πίστεως Ἑβραίων καλεῖσθαι θεόν. καὶ ὡς εὐδοκιμοῦντές γε ὅσον οὐκ ἐγκατελείποντο, καίτοι γε ὀλίγοι τυγχάνοντες τὸν ἀριθμὸν, διετέλουν φρουρούμενοι ὑπὸ θείας δυνάμενως, ὡς μηδ᾿ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος παθεῖν τι αὐτοὺς ὑπ᾿ αὐτοῦ, καίτοι γε μὴ βουληθέντας διά τινας συνθήκας καὶ ὅρκους ἀναλαμβάνειν ὅπλα κατὰ τοῦ Δαρείου. τότε φασὶ καὶ τὸν Ἰουδαίων ἀρχιερέα ἐνδύντα τὴν ἱερατικὴν στολὴν προσκεκυνῆσθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, φάσκοντος ὦφθαι αὐτῷ τούτῳ τῷ σχήματι † ἑωρακέναι τινὰ, ἐπαγγελλόμενον αὐτῷ „κατὰ τοὺς ὕπνους“ ὑποτάξειν τὴν Ἀσίαν ὅλην. ἡμεῖς οὖν οἱ Χριστιανοί φαμεν τὸ μὲν εὐδοκιμεῖν παρὰ τῷ θεῷ καὶ στέργεσθαι διαφόρως τι τῶν ἄλλων πάνυ ἐκείνοις συμβεβηκέναι, ταύτην δὲ τὴν οἰκονομίαν μεταβεβηκέναι καὶ τὴν χάριν ἐφ᾿ ἡμᾶς, μεταστήσαντος τὴν ἐν Ἰουδαίοις δύναμιν ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύσαντας (αὐ)τῷ Ἰησοῦ. διὸ πολλὰ βουληθέντες Ῥωμαῖοι κατὰ Χριστιανῶν ἐπὶ τῷ κωλῦσαι αὐτοὺς ἔτι εἶναι οὐ δεδύνηνται· ἦν γὰρ ὑπερμαχοῦσα αὐτῶν θεία χεὶρ καὶ βουλομένη τὸν τοῦ θεοῦ λόγον ἀπὸ μιᾶς τῆς κατὰ τὴν Ἰουδαίαν γῆν γωνίας ἐπισπεῖραι ὅλῳ τῷ γένει τῶν ἀνθρώπων.
- 5.51.1
Ἀλλ᾿ ἐπεὶ κατὰ τὸ δυνατὸν ἡμῖν λέλεκται πρὸς τὸν Κέλσον κατηγοροῦντα Ἰουδαίων καὶ τοῦ λόγου αὐτῶν τὰ ἐκκείμενα. φέρε τὰ ἑξῆς ἐκθέμενοι παραστήσωμεν ὅτι οὔτε ἀλαζονευόμεθα ἐπαγγελλόμενοι εἰδέναι τὸν μέγαν θεὸν οὔτε γοητείᾳ. ὡς Κέλσος οἴεται. ὑπήχθημεν Μωϋσέως ἢ καὶ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ἀλλ᾿ ἐπ᾿ ἀγαθῷ τέλει καὶ τοῦ ἐν Μωϋσεῖ θεοῦ ἀκούομεν καὶ τὸν μαρτυρούμενον ὑπ᾿ αὐτοῦ θεὸν Ἰησοῦν ὡς υἱὸν θεοῦ παρεδεξάμεθα, τὰ ἄριστα ἐλπίζοντες, ἐπὰν κατὰ τὸν λόγον αὐτοῦ βιώσωμεν.
- 5.51.2
ἑκόντες δ᾿ ὑπερβησόμεθα εἰπεῖν εἰς ἃ προλαβόντες ἐξεθέμεθα. διδάσκοντες πόθεν ἥκομεν καὶ τίνα ἀρχηγὸν ἔχομεν, καὶ τίς ὁ ἀπὸ τούτου νόμος. κἂν βούληταί γε ἡμᾶς μηδὲν διαφέρειν τῶν τὸν τράγον ἢ τὸν κριὸν ἢ τὸν κροκόδειλον ἢ τὸν βοῦν ἢ τὸν ἵππον ποτάμιον ἢ τὸν κυνοκέφαλον ἢ αἴλουρον σεβόντων Αἰγυπτίων ὁ Κέλσος, αὐτὸς ἂν εἰδείη καὶ εἴ τις αὐτῷ περὶ τούτου ὁμοδοξεῖ. ἡμεῖς δὲ ὅση δύναμις διὰ πολλῶν ἐν τοῖς πρὸ τούτων περὶ τῆς εἰς τὸν Ἰησοῦν ἡμῶν τιμῆς ἀπελογησάμεθα, δεικνύντες ὅτι κρεῖττον εὕρομεν· καὶ μόνοι ἡμεῖς τὸ καθαρῶς καὶ ἀμιγὲς πρὸς τὸ ψεῦδος ἀληθὲς ἐν τῇ Ἰησοῦ Χριστοῦ διδασκαλίᾳ ἀποφαινόμενοι εἶναι οὐχ αὑτοὺς ἀλλὰ τὸν διδάσκαλον συνίσταμεν, ὑπὸ τοῦ ἐπὶ πᾶσι θεοῦ διὰ πλειόνων μαρτυρηθέντα καὶ τῶν προφητικῶν ἐν Ἰουδαίοις λόγων καὶ αὐτῆς τῆς ἐναργείας· δείκνυται γὰρ οὐκ ἀθεεὶ τὰ τηλικαῦτα δεδυνημένος.
- 5.52.1
Ἥν δὲ βουλόμεθα ἐξετάσαι νῦν τοῦ Κέλσου λέξιν οὕτως ἔχει· καὶ δὴ παραλείπομεν ὅσα περὶ τοῦ διδασκάλου διελέγχονται. καὶ δοκείτω τις ὡς ἀληθῶς ἄγγελος. ἧκε δὲ πότερον οὗτος πρῶτος καὶ μόνος, ἢ καὶ ἄλλοι πρότερον; εἰ μὲν φαῖεν ὅτι μόνος, ἐλέγχοιντο ἂν ἐναντία σφίσι ψευδόμενοι. ἐλθεῖν γὰρ καὶ ἄλλους λέγουσι πολλάκις, καὶ ὁμοῦ γε ἑξήκοντα ἢ ἑβδομήκοντα· οὓς δὴ γενέσθαι κακοὺς καὶ κολάζεσθαι δεσμοῖς ὑποβληθέντας ἐν γῇ, ὅθεν καὶ τὰς θερμὰς πηγὰς εἶναι τὰ ἐκείνων δάκρυα. καὶ μὴν καὶ πρὸς τὸν αὐτοῦ τοῦ τοῦδε τάφον ἐλθεῖν ἄγγελον, οἱ μὲν ἕνα, οἱ δὲ δύο, τοὺς ἀποκρινομένους ταῖς γυναιξὶν ὅτι ἀνέστη. ὁ γὰρ τοῦ θεοῦ παῖς, ὡς ἔοικεν, οὐκ ἐδύνατο ἀνοῖξαι τὸν τάφον, ἀλλ᾿ ἐδεήθη ἄλλου ἀποκινήσοντος τὴν πέτραν. ἔτι μὴν καὶ ὑπὲρ τῆς Μαρίας κυούσης πρὸς τὸν τέκτονα ἧκεν ἄγγελος, καὶ ὑπὲρ τοῦ τὸ βρέφος ἐξαρπάσαντας φυγεῖν ἄλλος ἄγγελος. καὶ τί δεῖ πάντα ἀκριβολογεῖσθαι καὶ τοὺς Μωϋσεῖ τε καὶ ἄλλοις αὐτῶν πεμφθῆναι λεγομένους ἀπαριθμεῖν; εἰ τοίνυν ἐπέμφθησαν καὶ ἄλλοι, δῆλον ὅτι καὶ ὅδε παρὰ τοῦ αὐτοῦ θεοῦ. πλεῖον δέ τι ἀγγέλλειν δοκείτω, φέρε, ὥσπερ πλημμελούντων τι Ἰουδαίων ἢ παραχαραττόντων τὴν εὐσέβειαν ἢ οὐχ ὅσια δρώντων· ταῦτα γὰρ αἰνίττονται.
- 5.53.1
Ἤρκει μὲν οὖν τὰ προειρημένα ἐν τοῖς ἰδίᾳ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξετασθεῖσι πρὸς τὰς Κέλσου λέξεις· ἵνα δὲ μὴ δοκῶμεν τόπον τινὰ αὐτοῦ τῆς γραφῆς ὑπερβαίνειν ἑκόντες ὡς μὴ δεδυνημένοι λέγειν πρὸς αὐτὸν, φέρε, εἰ καὶ ταυτολογεῖν μέλλομεν, ἐπὶ τοῦτο ἡμᾶς τοῦ Κέλσου προκαλουμένου, ὅση δύναμις ἐπιτεμώμεθα τὸν λόγον, ἐὰν ἄρα τι ὑποπέσῃ περὶ τῶν αὐτῶν ἢ ἐναργέστερον ἢ καινότερον. φησὶ δὴ παραλιπεῖν ὅσα περὶ τοῦ διδασκάλου Χριστιανοὶ διελέγχονται, οὐ παραλιπών (τι) ὧν ἐδύνατο λέγειν· ὅπερ ἐστὶ φανερὸν ἐκ τῶν ἀνωτέρω αὐτῷ λελεγμένων· ἄλλως δὲ ῥητορικῇ ἐγχειρήσει κατακολουθῶν τὸ τοιοῦτο ποιεῖ. ἀλλὰ καὶ ὅτι οὐ διελεγχόμεθα περὶ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, κἂν δοκῇ ὁ ἐγκαλῶν διελέγχειν, δῆλον ἔσται τοῖς φιλαλήθως καὶ ἐξεταστικῶς ὅλοις τοῖς περὶ αὐτοῦ προφητευομένοις καὶ ἀναγεγραμμένοις ἐντυγχάνουσιν.
- 5.53.2
ἑξῆς δὲ, ἐπεὶ νομίζεται συγχωρητικῶς λέγειν περὶ τοῦ σωτῆρος οτι δοκείτω τις ὡς ἀληθῶς ἄγγελος οὗτος εἶναι, φαμὲν ὅτι τοῦτ᾿ οὐχ ὡς συγχωρούμενον ἀπὸ Κέλσου λαμβάνομεν, τῷ δ᾿ ἔργῳ αὐτοῦ ἐνορῶντες ὅλῳ τῷ γένει τῶν ἀνθρώπων ἐπιδεδημηκότος κατὰ τὸν ἑαυτοῦ λόγον καὶ τὴν διδασκαλίαν, ὡς ἕκαστος ἐχώρει τῶν προσιεμένων αὐτόν. ὅπερ ἔργον ἦν τοῦ, ὡς ὠνόμασεν ἡ περὶ αὐτοῦ προφητεία, οὐχ ἁπαξαπλῶς ἀγγέλου ἀλλὰ τοῦ τῆς „μεγάλης βουλῆς“ ἀγγέλου· ἤγγελλε γὰρ ἀνθρώποις τὴν μεγάλην τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων περὶ αὐτῶν βουλὴν, εἰκόντων μὲν τῷ βιοῦν ἐν καθαρᾷ θεοσεβείᾳ ὡς ἀναβαινόντων διὰ τῶν μεγάλων πράξεων πρὸς τὸν θεὸν, μὴ προσιεμένων δὲ ὡς ἑαυτοὺς μακρυνόντων ἀπὸ τοῦ θεοῦ καὶ ἐπὶ τὴν ἀπώλειαν διὰ τῆς περὶ θεοῦ ἀπιστίας ὁδευόντων.
- 5.53.3
εἶθ᾿ ἑξῆς φησιν· εἰ καὶ ἄγγελος οὗτος πρὸς ἀνθρώπους ἦλθεν. ἆρα πρῶτος ἧκε καὶ μόνος, ἤ καὶ ἄλλοι πρότερον; καὶ πρὸς ἑκάτερον δὲ διὰ πλειόνων οἴεται ἀπαντᾶν, οὐδενὸς δὴ τῶν ὡς ἀληθῶς Χριστιανῶν λέγοντος μόνον τὸν Χριστὸν ἐπιδεδημηκέναι τῷ (γένει τῶν ἀνθρώπων·) καὶ ἄλλους ὦφθαί φησιν ἀνθρώποις ὁ Κέλσος, εἰ μὲν δὴ φαῖεν ὅτι μόνος.
- 5.54.1
Εἶτ᾿ ἀπαντᾷ ἑαυτῷ, ὡς βούλεται· οὕτω δ᾿ οὐ μόνος ἱστόρηται ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων. ὡς καὶ τοὺς προφάσει τῆς διδασκαλίας τοῦ ὀνόματος Ἰησοῦ ἀποστάντας τοῦ δημιουργοῦ ὡς ἐλάττονος καὶ προσεληλυθότας ὡς κρείττονί τινι θεῷ καὶ πατρὶ τοῦ ἐπιδημήσαντος φάσκειν ὅτι καὶ πρὸ τούτου ἐπεδήμησάν τινες ἀπὸ τοῦ δημιουργοῦ τῷ γένει τῶν ἀνθρώπων. ἐπεὶ δὲ φιλαλήθως τὰ κατὰ τὸν τόπον ἐξετάζομεν, φήσομεν ὅτι ὁ Μαρκίωνος γνώριμος Ἀπελλῆς, αἱρέσεώς τινος γενόμενος πατὴρ καὶ μῦθον ἡγούμενος εἶναι τὰ Ἰουδαίων γράμματα. φησὶν ὅτι μόνος οὗτος ἐπιδεδήμηκε τῷ γένει τῶν ἀνθρώπων. οὐδὲ πρὸς ἐκεῖνον οὖν, λέγοντα μόνον ἐπιδεδημηκέναι τὸν Ἰησοῦν ἀπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις, εὐλόγως ἂν ὁ Κέλσος φέροι τὰ περὶ τοῦ καὶ ἄλλους ἐληλυθέναι, ἀπιστοῦντα. ὡς προείπομεν, ταῖς παραδοξότερα ἀπαγγελλούσαις Ἰουδαίων γραφαῖς· πολλῷ δὲ πλέον οὐ προσήσεται ἅπερ ἔοικε παρακούσας ἀπὸ τῶν ἐν τῷ Ἐνὼχ γεγραμμένων τεθεικέναι ὁ Κέλσος. οὐδεὶς τοίνυν ἐλέγχει ἡμᾶς ψευδομένους καὶ τὰ ἐναντία τιθέντας, ὅτι τε μόνος ἦλθεν ὁ σωτὴρ ἡμῶν καὶ ὅτι, ἐπεὶ ἄλλοι πολλοὶ πολλάκις ἐληλύθασι. πάνυ δὲ συγκεχυμένως ἐν τῇ περὶ τῶν ἐληλυθότων πρὸς ἀνθρώπους ἀγγέλων ἐξετάσει τίθησι τὰ ἀτρανώτως ἐλθόντα εἰς αὐτὸν ἀπὸ τῶν ἐν τῷ Ἐνὼχ γεγραμμένων· ἅτινα οὐδ᾿ αὐτὰ φαίνεται ἀναγνοὺς οὐδὲ γνωρίσας ὅτι ἐν ταῖς ἐκκλησίαις οὐ πάνυ φέρεται ὡς θεῖα τὰ ἐπιγεγραμμένα τοῦ Ἐνὼχ βιβλία· ὅθεν νομισθείη ἂν ἐῤῥιφέναι τὸ ὁμοῦ ἑξήκοντα ἢ ἑβδομήκοντα καταβεβηκέναι, κακοὺς γενομένους.
- 5.55.1
Ἀλλ᾿ ἵνα καὶ εὐγνωμονέστερον αὐτῷ δῶμεν ἃ μὴ ἑώρακεν ἀπὸ τῶν ἐν τῇ Γενέσει γεγραμμένων. ὅτι „ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο“· οὐδὲν ἧττον καὶ περὶ τούτων τοῖς δυναμένοις ἀκούειν προφητικοῦ βουλήματος πείσομεν ὅτι καὶ τῶν πρὸ ἡμῶν τις ταῦτα ἀνήγαγεν εἰς τὸν περὶ ψυχῶν λόγον, ἐν ἐπιθυμίᾳ γενομένων τοῦ· ἐν σώματι ἀνθρώπων βίου. ἅπερ τροπολογῶν ἔφασκε λελέχθαι „θυγατέρας ἀνθρώπων.“ πλὴν ὅπως ποτ᾿ ἂν ἔχῃ καὶ τὰ περὶ τοὺς ἐπιθυμήσαντας θυγατέρων ἀνθρώπων υἱοὺς θεῶν, οὐδὲν αὐτῷ συμβάλλεται ὁ λόγος πρὸς τὸ μὴ μόνον τὸν Ἰησοῦν ὡς ἄγγελον ἐπιδεδημηκέναι τοῖς ἀνθρώποις, σωτῆρα καὶ εὐεργέτην ἐναργῶς πάντων τῶν μεταβαλλόντων ἀπὸ τῆς χύσεως τῆς κακίας γεγενημένον.
- 5.55.2
εἶτα φύρων καὶ συγχέων ἃ ὅπως ποτὲ ἤκουσε καὶ τὰ ὅπου ποτ᾿ οὖν γεγραμμένα, εἴτε δεδογμένα θεῖα εἶναι παρὰ Χριστιανοῖς εἴτε καὶ μὴ, φησὶ τοὺς ὁμοῦ καταβεβηκότας ἑξήκοντα ἢ ἑβδομήκοντα κολάζεσθαι δεσμοῖς ὑποβληθέντας ἐν γῇ. καὶ φέρει ὡς ἀπὸ τοῦ Ἐνὼχ, οὐκ ὀνομάζων αὐτὸν, τό· ὅθεν καὶ τὰς θερμὰς πηγὰς εἶναι τὰ ἐκείνων δάκρυα, πρᾶγμα οὔτε λεγόμενον οὔτ᾿ ἀκουόμενον ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ. οὐδὲ γὰρ ἀνόητος οὕτως τις ἦν. ἵνα σωματοποιήσῃ δάκρυα παραπλήσια τοῖς τῶν ἀνθρώπων ἐν τοῖς καταβεβηκόσιν ἐξ οὐρανοῦ ἀγγέλοις. καὶ εἰ χρή γε παίζειν πρὸς τὰ καθ᾿ ἡμῶν σπουδαζόμενα τῷ Κέλσῳ, λεκτέον ὅτι οὐκ ἄν τις εἶπε τὰς θερμὰς πηγὰς, ὧν αἱ πλεῖσται γλυκεῖαί εἰσι, δάκρυα εἶναι τῶν ἀγγέλων, ἐπεὶ ἡ φύσις τῶν δακρύων ἐστὶν ἁλμυρά· εἰ μὴ ἄρα οἱ κατὰ τὸν Κέλσον ἄγγελοι γλυκέα δακρύουσιν.
- 5.56.1
Εἶτα ἑξῆς τὰ ἄμικτα καὶ ἀνόμοια μιγνὺς καὶ ἐξομοιῶν ἀλλήλοις ἐπιφέρει τῷ περὶ τῶν, ὥς φησι, καταβεβηκότων ἑξήκοντα ἢ ἑβδομήκοντα ἀγγέλων λόγῳ. πηγὰς θερμῶν κατὰ αὐτὸν δακρυσάντων, ὅτι καὶ πρὸς αὐτοῦ τοῦ Ἰησοῦ τὸν τάφον ἱστόρηνται ἐληλυθέναι ὑπό τινων μὲν ἄγγελοι δύο ὑπό τινων δὲ εἷς· οὐκ οἶμαι τηρήσας Ματθαῖον μὲν καὶ Μάρκον ἕνα ἱστορηκέναι, Λουκᾶν δὲ καὶ Ἰωάννην δύο. ἅπερ οὐκ ἦν ἐναντία. οἱ μὲν γὰρ ἀναγράφαντες ἕνα τὸν ἀποκυλίσαντα „τὸν λίθον“ ἀπὸ τοῦ μνημείου τοῦτόν φασιν εἶναι, οἱ δὲ τοὺς δύο τοὺς ἐπιστάντας „ἐν ἐσθῆτι ἀστραπτούσῃ“ ταῖς γενομέναις ἐπὶ τὸ μνημεῖον γυναιξὶν ἢ τοὺς θεωρηθέντας ἔνδον „ἐν λευκοῖς καθεζομένους.“ ἕκαστον δὲ τούτων νῦν παραδεικνύναι δυνατὸν καὶ γεγενημένον καὶ δηλωτικόν τινος εἶναι τροπολογίας, τῆς περὶ τῶν προφαινομένων τοῖς τὴν ἀνάστασιν τοῦ λόγου θεωρεῖν παρεσκευασμένοις, οὐ τῆς παρούσης ἐστὶ πραγματείας ἀλλὰ μᾶλλον τῶν τοῦ εὐαγγελίου ἐξηγητικῶν.
- 5.57.1
Παράδοξα δὲ πράγματα τοῖς ἀνθρώποις ἐπιφαίνεσθαί ποτε καὶ τῶν Ἑλλήνων ἱστόρησαν οὐ μόνον οἱ ὑπονοηθέντες αν ὡς μυθοποιοῦντες ἀλλὰ καὶ (οἱ) οἷον πολὺ ἐπιδειξάμενοι γνησίως φιλοσοφεῖν καὶ φιλαλήθως ἐκτίθεσθαι τὰ εἰς αὐτοὺς φθάσαντα. τοιαῦτα δ᾿ ἀνέγνωμεν παρὰ τῷ Σολεῖ Χρυσίππῳ, τινὰ δὲ παρὰ Πυθαγόρᾳ, ἤδη δὲ καὶ παρά τισι τῶν νεωτέρων καὶ χθὲς καὶ πρώην γεγενημένων, ὥσπερ παρὰ τῷ Χαιρωνεῖ Πλουτάρχῳ ἐν τοῖς περὶ ψυχῆς καὶ τῷ Πυθαγορείῳ Νουμηνίῳ ἐν τῷ δευτέρῳ περὶ ἀφθαρσίας ψυχῆς. ἢ Ἕλληνες μὲν ἐὰν τοιαῦτα διηγῶνται καὶ μάλιστα οἱ ἐν αὐτοῖς φιλοσοφοῦντες, οὐ χλεύη οὐδὲ γέλως τὰ λεγόμενα οὐδὲ πλάσματα καὶ μῦθοί εἰσιν, ἐὰν δ᾿ οἱ τῷ θεῷ τῶν ὅλων ἀνακείμενοι καὶ ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ψεῦδος εἰπεῖν περὶ τοῦ θεοῦ πᾶσαν αἰκίαν μέχρι θανάτου ἀναδεχόμενοι ὡς ἰδόντες ἀπαγγέλλωσιν ἀγγέλων ἐπιφανείας, οὐκ ἄξιοι τοῦ πιστεύεσθαι κρίνονται οὐδὲ οἱ λόγοι αὐτῶν ἐν ἀληθέσι κατατάττονται;
- 5.57.2
ἀλλ᾿ οὐκ εὔλογον οὕτω κρίνειν τὰ περὶ ἀληθευόντων ἢ ψευδομένων. οἱ γὰρ τὸ ἀνεξαπάτητον ἀσκοῦντες μετὰ πολλῆς καὶ ἀκριβοῦς ἐρεύνης καὶ ἐξετάσεως τῶν κατὰ τοὺς τόπους βράδιον καὶ ἀσφαλῶς ἀποφαίνονται περὶ τοῦ τοὺς τοιουσδὶ μὲν ἀληθεύειν τοὺς τοιουσδὶ δὲ ψεύδεσθαι ἐν οἷς ἱστοροῦσι παραδόξοις, οὔτε πάντων τὸ τοῦ πιστεύεσθαι ἄξιον ἐπιδεικνυμένων οὔτε πάντων [τῶν] ἐναργῶς ἀποδεικνυμένων πλάσματα καὶ μύθους τοῖς ἀνθρώποις παραδεδωκέναι. ἔτι δὲ περὶ τῆς τοῦ Ἰησοῦ ἐκ νεκρῶν ἀναστάσεως καὶ ταῦτα λεκτέον, ὅτι τότε μὲν ἕνα ἢ δεύτερον ὦφθαι ἄγγελον, ἀγγέλλοντα αὐτὸν ἐγηγέρθαι καὶ προνοεῖσθαι τῶν ἐπὶ ὠφελείᾳ ἑαυτῶν περὶ τοῦ τοιούτου πιστευόντων, οὐ θαυμαστόν· ἀεὶ δὲ τοὺς τοιούτους τῷ ἐγηγέρθαι τὸν Ἰησοῦν πιστεύοντας, καρπὸν τοῦ πιστεύειν οὐκ εὐκαταφρόνητον ἐπιδεικνυμένους τὸν ἐῤῥωμένον βίον καὶ τὴν ἀπὸ τῆς χύσεως τῶν κακῶν μεταβολὴν, οὐ χωρὶς ἐφαπτομένων τῶν βοηθούντων αὐτῶν τῇ πρὸς θεὸν ἐπιστροφῇ ἀγγέλων γίνεσθαι, οὐκ ἄλογον εἶναί μοι φαίνεται.
- 5.58.1
Κατηγορεῖ δ᾿ ὁ Κέλσος καὶ τοῦ φάσκοντος λόγου ἄγγελον ἀποκεκυλικέναι τοῦ τάφου, ἔνθα ἦν τὸ Ἰησοῦ σῶμα, „τὸν λίθον“ ὥσπερ μειράκιον, ἐν διατριβῇ λαβὸν τοπικῶς κατηγορῆσαί τινος, καί φησιν ὡς σοφόν τι κατὰ τοῦ λόγου εὑρὼν [καί φησιν] ὅτι ὁ τοῦ θεοῦ παῖς, ὡς ἔοικεν, οὐκ ἐδύνατο ἀνοῖξαι τὸν τάφον, ἀλλ᾿ ἐδεήθη ἄλλου ἀποκινήσοντος τὴν πέτραν. καὶ ἵνα γε μηδὲν περιεργάσωμαι περὶ τῶν κατὰ τὸν τόπον μηδὲ τροπολογίαν ἐπὶ τοῦ παρόντος ἐκτιθέμενος δόξω ἀκαίρως εἰς ταῦτα φιλοσοφεῖν, περὶ αὐτῆς ἐρῶ τῆς ἱστορίας ὅτι σεμνότερον αὐτόθεν φαίνεται τὸ τὸν ἐλάττονα καὶ ὑπηρέτην ἀποκεκυλικέναι „τὸν λίθον“ ἢ τὸν ἐπὶ ὠφελείᾳ ἀνθρώπων ἀνιστάμενον τοῦτο πεποιηκέναι. οὐ λέγω δ᾿ ὅτι οἱ μὲν τῷ λόγῳ ἐπιβουλεύοντες καὶ ἀποκτεῖναι αὐτὸν βουληθέντες καὶ δεῖξαι πᾶσι νεκρὸν καὶ τὸ μηδὲν τυγχάνοντα βούλονται αὐτοῦ μηδαμῶς ἀνοιχθῆναι τὸν τάφον, ἵνα μηδεὶς τὸν λόγον μετὰ τὴν ἐπιβουλὴν αὐτῶν ζῶντα θεάσηται· ὁ δὲ ὑπὲρ σωτηρίας ἀνθρώπων ἐπιδημῶν συνεργὸς τοῦ ἀγγέλου ἄγγελος θεοῦ ἰσχυρότερος ὢν τῶν ἐπιβουλευόντων ἀποκυλίει τὸν βαρὺν λίθον· ἵνα πεισθῶσιν οἱ νομίζοντες τεθνηκέναι τὸν λόγον ὅτι „οὐκ ἔστι“ „μετὰ τῶν νεκρῶν“ ἀλλὰ ζῇ καὶ „προάγει“ τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν, ἵνα ἐπιδείξηται τὰ ἑξῆς οἷς ἐπεδείξατο πρότερον, τοῖς μὴ χωροῦσί πω αὐτῶν μείζονα κατὰ τὸν πρότερον τῆς εἰσαγωγῆς αὐτῶν χρόνον.
- 5.58.2
εἶτ᾿ οὐκ οἶδ᾿ ὅπως μετὰ ταῦτα παραῤῥίπτει, οὐκ οἶδα εἰς τί τῇ προθέσει αὐτοῦ χρήσιμον εἶναι δοκοῦν, τὸ περὶ τῆς Μαρίας κυούσης ἐληλυθέναι πρὸς τὸν Ἰωσὴφ ἄγγελον καὶ πάλιν ὑπὲρ τοῦ τὸ βρέφος γεννηθὲν καὶ ἐπιβουλευόμενον ἐξαρπάσαντας φυγεῖν εἰς Αἴγυπτον. περὶ τούτων δὲ καὶ ἐν τοῖς ἀνωτέρω πρὸς τὰ ὑπ᾿ αὐτοῦ εἰρημένα διελέχθημεν. τί δὲ βούλεται Κέλσῳ (τὸ) καὶ Μωϋσεῖ καὶ τοῖς ἄλλοις ἱστορεῖσθαι κατὰ τὰς γραφὰς ἀγγέλους πέμπεσθαι; οὐδὲν γάρ μοι φαίνεται συμβάλλεσθαι αὐτῷ πρὸς ὃ βούλεται, καὶ μάλιστα ἐπεὶ οὐδεὶς μὲν ἐκείνων περὶ τοῦ γένους τῶν ἀνθρώπων ἠγωνίσατο, ἵν᾿ αὐτὸ ἐπιστρέψῃ ὅση δύναμις ἀπὸ τῶν ἁμαρτημάτων. καὶ ἄλλοι οὖν πεπέμφθωσαν ἀπὸ τοῦ θεοῦ, καὶ οὗτός τι πλέον ἀπαγγελλέτω, καὶ πλημμελούντων Ἰουδαίων καὶ μεταχαραττόντων τὴν εὐσέβειαν καὶ οὐχ ὅσια δρώντων τὴν βασιλείαν τοῦ θεοῦ μεταδεδωκέτω „ἄλλοις γεωργοῖς,“ τοῖς πανταχοῦ ἐν ταῖς ἐκκλησίαις ἑαυτῶν ἐπιμελουμένοις καὶ πάντα πράττουσιν ὑπὲρ τοῦ τὰς ἀπὸ τῆς διδασκαλίας τοῦ Ἰησοῦ ἀφορμὰς προσαγαγεῖν διὰ βίου καθαροῦ καὶ λόγου ἀκολούθου τῷ βίῳ πρὸς τὸν τῶν ὅλων θεόν.
- 5.59.1
Εἶθ᾿ ἑξῆς φησιν ὁ Κέλσος· οὐκοῦν ὁ αὐτὸς θεὸς Ἰουδαίοις τε καὶ τοῖσδε, δῆλον δ᾿ ὅτι τοῖς Χριστιανοῖς· καὶ ὡσπερεὶ τὸ οὐκ ἂν διδόμενον συνάγων τοῦτό φησι· σαφῶς γε τῶν ἀπὸ μεγάλης ἐκκλησίας τοῦτο ὁμολογούντων καὶ τὰ τῆς παρὰ Ἰουδαίοις φερομένης κοσμογονίας προσιεμένων ὡς ἀληθῆ περί γε τῶν ἓξ ἡμερῶν καὶ τῆς ἑβδόμης, ἐν ᾗ, ὡς μὲν ἡ γραφὴ λέγει, „κατέπαυσεν“ „ἀπὸ τῶν ἔργων ἑαυτοῦ“ ὁ θεὸς ἀναχωρῶν εἰς τὴν ἑαυτοῦ περιωπὴν, ὡς δ᾿ ὁ Κέλσος μὴ τηρήσας τὰ γεγραμμένα μηδὲ συνιεὶς αὐτά φησιν, ἀναπαυσάμενος, ὅπερ οὐ γέγραπται. περὶ δὲ τῆς κοσμοποιΐας καὶ τοῦ μετ᾿ αὐτὴν ἀπολειπομένου σαββατισμοῦ τῷ λαῷ τοῦ θεοῦ „πολὺς“ ἂν εἴη καὶ μυστικὸς καὶ βαθὺς καὶ „δυσερμήνευτος λόγος.“
- 5.59.2
εἶτα δοκεῖ μοι τὸ βιβλίον συμπληρῶσαι θέλων καὶ μέγα δοκεῖν εἶναι ποιῶν εἰκῇ προστιθέναι τινὰ, ὁποῖά ἐστι καὶ τὰ κατὰ τὸν πρῶτον ἄνθρωπον, ὡς ἄρα λέγομεν τὸν αὐτὸν εἶναι ὡς καὶ Ἰουδαῖοι καὶ τὴν ἀπ᾿ ἐκείνου διαδοχὴν ὁμοίως αὐτοῖς γενεαλογοῦμεν. ἀλλὰ καὶ εἰς ἀλλήλους μὲν ἐπιβουλὴν ἀδελφῶν οὐκ ἴσμεν, τὸν δὲ Κάϊν ἐπιβεβουλευκέναι τῷ Ἄβελ καὶ τὸν Ἠσαῦ τῷ Ἰακώβ· οὐ γὰρ Ἄβελ τῷ Κάϊν ἐπεβούλευσεν οὐδὲ ὁ Ἰακὼβ τῷ Ἠσαῦ· ὅπερ εἰ ἐγεγόνει, ἀκολούθως ἂν εἶπεν ὁ Κέλσος τὰς εἰς ἀλλήλους τῶν ἀδελφῶν ἐπιβουλὰς τὰς αὐτὰς ἡμᾶς Ἰουδαίοις ἱστορεῖν. ἔστω δὲ καὶ τὴν εἰς Αἴγυπτον ἡμᾶς ἀποδημίαν τὴν αὐτὴν λέγειν ἐκείνοις καὶ τὴν ἐκεῖθεν ἐπάνοδον καὶ οὐ φυγὴν, ὡς ὁ Κέλσος νομίζει· τί οὖν ταῦτα συμβάλλεται πρὸς τὴν καθ᾿ ἡμῶν ἢ κατὰ Ἰουδαίων κατηγορίαν; ἔνθα μὲν οὖν ᾤετο χλευάσειν ἡμᾶς ἐν τῷ περὶ τῶν Ἑβραίων λόγῳ, φυγὴν ὠνόμαζεν· ὅπου δ᾿ ἦν τὸ πραγματικὸν ἐξετάσαι περὶ τῶν ἀναγεγραμμένων μαστίγων ἐπεληλυθέναι τῇ Αἰγύπτῳ ἀπὸ τοῦ θεοῦ, τοῦθ᾿ ἑκὼν ἐσιώπησεν.
- 5.60.1
Εἰ δ᾿ ἀκριβῶς χρὴ ἡμᾶς λέγειν τὰ πρὸς τὸν Κέλσον, οἰόμενον τὰ αὐτὰ ἡμᾶς Ἰουδαίοις περὶ τῶν ἐκκειμένων δοξάζειν, φήσομεν ὅτι τὰ μὲν βιβλία θείῳ γεγράφθαι πνεύματι ὁμολογοῦμεν ἀμφότεροι, περὶ δὲ τῆς ἐκδοχῆς τῶν ἐν τοῖς βιβλίοις οὐκέτι τὰ ὅμοιά φαμεν, οἵ γε οὐδὲ βιοῦμεν ὡς Ἰουδαῖοι τῷ φρονεῖν οὐ τὴν κατὰ τὸ ῥητὸν ἐκδοχὴν τῶν νόμων εἶναι τὴν περιέχουσαν τὸ βούλημα τῆς νομοθεσίας. καὶ λέγομεν δ᾿ ὅτι, „ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν κεῖται“ τῷ τοῖς τὴν διὰ Ἰησοῦ Χριστοῦ μὴ ἀσπασαμένοις ὁδὸν ἐπικεκρύφθαι τὸ βούλημα τοῦ Μωϋσέως νόμου. ἴσμεν δ᾿ ὅτι, „ἐὰν ἐπιστρέψῃ τις πρὸς τὸν κύριον“ („ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι“), περιαιρεθεὶς „τὸ κάλυμμα“ „ἀνακεκαλυμμένῳ προσώπῳ τὴν“ ἐν τοῖς κεκρυμμένοις νοήμασι κατὰ τὰ γράμματα „δόξαν τοῦ κυρίου“ ὡσπερεὶ κατοπτρίζεται καὶ μεταλαμβάνει τῆς καλουμένης θείας δόξης εἰς τὴν ἑαυτοῦ δόξαν (τροπικῶς μὲν λεγομένου προσώπου γυμνότερον δ᾿, ὡς ἂν ὀνομάσαι τις, τοῦ νοῦ). ἐν ᾧ ἐστι τὸ [τοῦ] „κατὰ τὸν ἔσω ἄνθρωπον“ πρόσωπον, πληρούμενον φωτὸς καὶ δόξης ἀπὸ τῆς περὶ τῶν κατὰ τοὺς νόμους ἀληθείας.
- 5.61.1
Ἑξῆς δὲ τούτοις φησί· μή με οἰηθῇ τις ἀγνοεῖν, ὡς οἱ μὲν αὐτῶν συνθήσονται τὸν αὐτὸν εἶναι σφίσιν ὅνπερ Ἰουδαίοις θεὸν, οἱ δ᾿ ἄλλον, ᾧ τοῦτον ἐναντίον, παρ᾿ ἐκείνου τε ἐλθεῖν τὸν υἱόν. εἴπερ δὲ τὸ εἶναι αἱρέσεις πλείονας ἐν Χριστιανοῖς κατηγορίαν οἴεται χριστιανισμοῦ εἶναι, διὰ τί οὐχὶ καὶ φιλοσοφίας κατηγορία κατὰ τὸ ἀνάλογον νομισθείη ἂν ἡ ἐν ταῖς αἱρέσεσι τῶν φιλοσοφούντων διαφωνία οὐ περὶ μικρῶν καὶ τῶν τυχόντων ἀλλὰ περὶ τῶν ἀναγκαιοτάτων; ὥρα δὲ καὶ ἰατρικὴν κατηγορεῖσθαι διὰ τὰς ἐν αὐτῇ αἱρέσεις. ἔστωσαν οὖν ἐν ἡμῖν οἱ μὴ τὸν αὐτὸν λέγοντες τῷ Ἰουδαίων θεῷ θεόν· ἀλλ᾿ οὔ τι γε παρὰ τοῦτο κατηγορητέοι οἱ ἀπὸ τῶν αὐτῶν γραμμάτων ἀποδεικνύντες ὅτι εἷς καὶ ὁ αὐτὸς θεὸς Ἰουδαίων ἐστὶ καὶ ἐθνῶν· ὡς καὶ τὸν Παῦλον λέγειν σαφῶς, ἀπὸ Ἰουδαίων προσελθόντα χριστιανισμῷ· „χάριν ἔχω τῷ θεῷ μου, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει.“
- 5.61.2
ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους· οἶμαι δ᾿ αὐτὸν λέγειν τοὺς ἀπὸ Οὐαλεντίνου. καὶ τί τοῦτο πρὸς ἡμᾶς τοὺς ἀπὸ τῆς ἐκκλησίας, κατηγοροῦντας τῶν εἰσαγόντων φύσεις ἐκ κατασκευῆς σῳζομένας ἢ ἐκ κατασκευῆς ἀπολλυμένας; ἔστωσαν δέ τινες καὶ ἐπαγγελλόμενοι εἶναι Γνωστικοὶ, ἀνάλογον τοῖς ἑαυτοὺς ἀναγορεύουσι φιλοσόφους Ἐπικουρείοις. ἀλλ᾿ οὔτε οἱ τὴν πρόνοιαν ἀναιροῦντες φιλόσοφοι εἶεν ἂν ἀληθῶς, οὔτε οἱ τὰ ἀλλόκοτα ἀναπλάσματα καὶ μὴ ἀρέσκοντα τοῖς τῆς ἀπὸ τοῦ Ἰησοῦ διαδοχῆς ἐπεισαγαγόντες εἶεν ἂν Χριστιανοί. ἔστωσαν δέ τινες καὶ τὸν Ἰησοῦν ἀποδεχόμενοι ὡς παρὰ τοῦτο Χριστιανοὶ εἶναι αὐχοῦντες, ἔτι δὲ καὶ κατὰ τὸν Ἰουδαίων νόμον ὡς τὰ Ἰουδαίων πλήθη βιοῦν ἐθέλοντες· οὗτοι δ᾿ εἰσὶν οἱ διττοὶ Ἐβιωναῖοι, ἤτοι ἐκ παρθένου ὁμολογοῦντες ὁμοίως ἡμῖν τὸν Ἰησοῦν ἢ οὐχ οὕτω γεγεννῆσθαι ἀλλὰ ὡς τοὺς λοιποὺς ἀνθρώπους· τί τοῦτο φέρει ἔγκλημα τοῖς ἀπὸ τῆς ἐκκλησίας, οὓς ἀπὸ τοῦ πλήθους ὠνόμασεν ὁ Κέλσος; εἶπε δέ τινας εἶναι καὶ Σιβυλλιστὰς, τάχα παρακούσας τινῶν ἐγκαλούντων τοῖς οἰομένοις προφῆτιν γεγονέναι τὴν Σίβυλλαν καὶ Σιβυλλιστὰς τοὺς τοιούτους καλεσάντων.
- 5.62.1
Εἶτα σωρὸν καταχέων ἡμῶν ὀνομάτων φησὶν εἰδέναι τινὰς καὶ Σιμωνιανοὺς, οἳ τὴν Ἑλένην ἤτοι διδάσκαλον Ἕλενον σέβοντες Ἑλενιανοὶ λέγονται. ἀλλὰ λανθάνει τὸν Κέλσον ὅτι οὐδαμῶς τὸν Ἰησοῦν ὁμολογοῦσιν υἱὸν θεοῦ Σιμωνιανοὶ, ἀλλὰ δύναμιν θεοῦ λέγουσι τὸν Σίμωνα, τερατευόμενοι περὶ αὐτοῦ τινα, οἰηθέντος ὅτι, ἐὰν τὰ παραπλήσια προσποιήσηται οἷς ἔδοξε προσπεποιῆσθαι τὸν Ἰησοῦν, δυνήσεται καὶ αὐτὸς παρ᾿ ἀνθρώποις τοσοῦτον ὅσον Ἰησοῦς τοῖς πολλοῖς. ἀλλ᾿ οὔτε Κέλσος οὔτε Σίμων ἐδυνήθησαν νοῆσαι, πῶς Ἰησοῦς ὡς καλὸς „γεωργὸς“ λόγου θεοῦ δεδύνηται τὴν πολλὴ Ἑλλάδα καὶ τὴν πολλὴν βάρβαρον ἐπισπεῖραι καὶ πληρῶσαι λόγων, μετατιθέντων τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ καὶ ἀναγόντων πρὸς τὸν τῶν ὅλων δημιουργόν. Κέλσος μὲν οὖν οἶδε καὶ Μαρκελλιανοὺς ἀπὸ Μαρκελλίνας καὶ Ἁρποκρατιανοὺς ἀπὸ Σαλώμης καὶ ἄλλους ἀπὸ Μαριάμμης καὶ ἄλλους ἀπὸ Μάρθας· ἡμεῖς δὲ οἱ διὰ τὴν κατὰ τὸ δυνατὸν ἡμῖν φιλομάθειαν οὐ μόνα τὰ ἐν τῷ λόγῳ καὶ τὰς διαφορὰς τῶν ἐν αὐτῷ ἐξετάσαντες, ἀλλ᾿ ὅση δύναμις καὶ τὰ τῶν φιλοσοφησάντων φιλαλήθως ἐρευνήσαντες οὐδέ ποτε τούτοις ὡμιλήσαμεν. ἐμνήσθη δ᾿ ὁ Κέλσος καὶ Μαρκιωνιστῶν, προϊσταμένων Μαρκίωνα.
- 5.63.1
Εἶθ᾿ ἵνα δοκῇ καὶ ἄλλους εἰδέναι παρ᾿ οὓς ὠνόμασε, φησὶν ἑαυτῷ συνήθως ὅτι ἄλλοι ἄλλον διδάσκαλόν τε καὶ δαίμονα, κακῶς πλαζόμενοι καὶ καλινδούμενοι κατὰ σκότον πολὺν τῶν Ἀντίνου τοῦ κατ᾿ Αἴγυπτον θιασωτῶν ἀνομώτερόν τε καὶ μιαρώτερον. καὶ δοκεῖ μοι ἐπαφώμενος τῶν πραγμάτων ἀληθές τι εἰρηκέναι, ὅτι τινὲς ἄλλοι ἄλλον δαίμονα κακῶς πλαζόμενοι καὶ καλινδούμενοι εὕραντο προστάτην κατὰ πολὺν τὸν τῆς ἀγνοίας σκότον. περὶ δὲ τῶν κατὰ τὸν Ἀντίνουν, παραβαλλόμενον ἡμῶν τῷ Ἰησοῦ, ἐν τοῖς πρὸ τούτων εἰπόντες οὐ παλιλλογήσομεν.
- 5.63.2
καὶ βλασφημοῦσι δὲ, φησὶν, εἰς ἀλλήλους οὗτοι πάνδεινα ῥητὰ καὶ ἄῤῥητα· καὶ οὐκ ἂν εἴξαιεν οὐδὲ καθ᾿ ὁτιοῦν εἰς ὁμόνοιαν, πάντῃ ἀλλήλους ἀποστυγοῦντες. καὶ πρὸς ταῦτα δ᾿ ἡμῖν εἴρηται ὅτι καὶ ἐν φιλοσοφίᾳ ἔστιν εὑρεῖν αἱρέσεις αἱρέσεσι πολεμούσας καὶ ἐν ἰατρικῇ. οἱ μέντοι τῷ λόγῳ τοῦ Ἰησοῦ ἀκολουθοῦντες καὶ μεμελετηκότες αὐτοῦ τοὺς λόγους φρονεῖν καὶ λέγειν καὶ ποιεῖν „λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν·“ καὶ οὐκ ἂν ῥητὰ καὶ ἄῤῥητα λέγοιμεν τοὺς ἄλλα δοξάζοντας παρ᾿ ἃ ὑπειλήφαμεν· ἀλλ᾿, εἰ μὲν δυνάμεθα, πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι ἐπὶ τὸ βέλτιον διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ καὶ πάντα πράττειν ὡς κριθησομένους. εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα· „αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.“ ἔτι δὲ (οἱ) τὸ „μακάριοι οἱ εἰρηνοποιοὶ“ νοήσαντες καὶ τὸ „μακάριοι οἱ πρᾳεῖς“ οὐκ ἂν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ οὐδὲ Κίρκας καὶ κύκηθρα αἱμύλα λέγοιεν τοὺς πεπλανημένους.
- 5.64.1
Παρακηκοέναι δέ μοι φαίνεται τῆς τε ἀποστολικῆς λέξεως φασκούσης· „ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν οἰκείαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ᾿ εὐχαριστίας τοῖς πιστοῖς,“ παρακηκοέναι δὲ καὶ τῶν ταύταις τοῦ ἀποστόλου ταῖς λέξεσι χρησαμένων κατὰ τῶν παραχαραξάντων τὰ χριστιανισμοῦ· διόπερ εἶπεν ὁ Κέλσος ἀκοῆς καυστήριά τινας ὀνομάζεσθαι παρὰ Χριστιανοῖς. αὐτὸς δέ φησι τινὰς καλεῖσθαι αἰνίγματα, ὅπερ ἡμεῖς οὐχ ἱστορήσαμεν. ἀληθῶς δὲ τὸ τοῦ σκανδάλου ὄνομα πολὺ ἐν τοῖς γράμμασι τούτοις ἐστὶν, ὅπερ εἰώθαμεν λέγειν περὶ τῶν διαστρεφόντων ἀπὸ τῆς ὑγιοῦς διδασκαλίας τοὺς ἁπλουστέρους καὶ εὐεξαπατήτους. Σειρῆνας δέ τινας ἐξορχουμένας καὶ σοφιστρίας, κατασφραγιζομένας τὰ ὦτα καὶ ἀποσυοκεφαλούσας τοὺς πειθομένους. ἡμεῖς οὐκ ἴσμεν ὀνομαζομένους, οἶμαι δ᾿ ὅτι οὐδ᾿ ἄλλος τις τῶν ἐν τῷ λόγῳ οὐδ᾿ ἐν ταῖς αἱρέσεσιν.
- 5.64.2
ἀλλ᾿ οὗτος ὁ πάντ᾿ εἰδέναι ἐπαγγελλόμενος καὶ τοιαῦτά φησι· πάντων δὲ, φησὶν, ἀκούσει τῶν ἐπὶ τοσοῦτον διεστηκότων καὶ σφᾶς αὐτοὺς ταῖς ἔρισιν αἴσχιστα διελεγχόντων λεγόντων τό· „ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ.“ τοῦτο γὰρ μόνον ἀπὸ τοῦ Παύλου ἔοικεν ἐμνημονευκέναι ὁ Κέλσος· διὰ τί γὰρ οὔ φαμεν καὶ ἄλλα μυρία τῶν γεγραμμένων ὡς τό· „ἐν σαρκὶ γὰρ ζῶντες οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ“;
- 5.65.1
Ἐπεὶ δέ φησιν ὅτι πάντων ἀκούσει τῶν ἐπὶ τοσοῦτον διεστηκότων λεγόντων τό· „ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ,“ καὶ τοῦτο ψεῦδος διελέγξομεν. εἰσὶ γάρ τινες αἱρέσεις τὰς Παύλου ἐπιστολὰς τοῦ ἀποστόλου μὴ προσιέμεναι, ὥσπερ Ἐβιωναῖοι ἀμφότεροι καὶ οἱ καλούμενοι Ἐγκρατηταί. οὐκ ἂν οὖν οἱ μὴ χρώμενοι τῷ ἀποστόλῳ ὡς μακαρίῳ τινὶ καὶ σοφῷ λέγοιεν τό· „ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ“· διὸ καὶ ἐν τούτῳ ὁ Κέλσος ψεύδεται. καὶ ἐπιδιατρίβει γε κατηγορῶν τῆς ἐν ταῖς αἱρέσεσι διαφορᾶς· οὐ πάνυ δέ μοι δοκεῖ διαρθροῦν ἃ λέγει οὐδ᾿ ἐπιμελῶς αὐτὰ τεθεωρηκέναι οὐδὲ κατανενοηκέναι, πῶς πλεῖον Ἰουδαίων ἐπίστασθαι λέγουσιν ἑαυτοὺς οἱ ἐν τοῖς λόγοις διαβεβηκότες Χριστιανοὶ, καὶ πότερον τοῖς μὲν βιβλίοις συγκατατιθέμενοι τὸν δὲ νοῦν ἀντεξηγούμενοι, ἢ οὐδὲ συγκατατιθέμενοι τοῖς ἐκείνων γράμμασιν· ἑκάτερα γὰρ εὕροιμεν ἂν ἐν ταῖς αἱρέσεσι.
- 5.65.2
μετὰ ταῦτά φησι· φέρ᾿ οὖν, εἰ καὶ μηδεμίαν ἀρχὴν τοῦ δόγματος ἔχουσιν, αὐτὸν ἐξετάσωμεν τὸν λόγον· πρότερον δὲ ὅσα παρακηκοότες ὑπ᾿ ἀγνοίας διαφθείρουσιν, οὐκ ἐμμελῶς ἐν ἀρχαῖς εὐθὺς ἀπαυθαδιαζόμενοι περὶ ὧν οὐκ ἴσασι, λεκτέον· ἔστι δὲ τάδε. καὶ εὐθέως λέξεσί τισι, τοῖς πιστεύουσι τῷ Χριστιανῶν λόγῳ συνεχῶς ὀνομαζομέναις, ἀντιπαρατίθησιν ἀπὸ τῶν φιλοσόφων, βουλόμενος τὰ καλὰ τῶν νομιζομένων Κέλσῳ παρὰ Χριστιανοῖς λέγεσθαι καὶ βέλτιον καὶ τρανότερον εἰρῆσθαι παρὰ τοῖς φιλοσοφοῦσιν, ἵνα περισπάσῃ ἐπὶ φιλοσοφίαν τοὺς ἁλισκομένους ὑπὸ τῶν αὐτόθεν ἐμφαινόντων δογμάτων τὸ καλὸν καὶ τὸ εὐσεβές. καὶ τὸν πέμπτον δὴ τόμον αὐτόθι καταπαύσαντες ἀρξώμεθα τοῦ ἕκτου ἀπὸ τῶν ἑξῆς.
- 6.1.1
Εκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς Κέλσου κατὰ Χριστιανῶν κατηγορίας χρῄζομεν ἐν αὐτῷ, ἱερὲ Ἀμβρόσιε. ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπ᾿ αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινα καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων, φάσκων βέλτιον αὐτὰ παρ᾿ Ἕλλησιν εἰρῆσθαι καὶ χωρὶς ἀνατάσεως καὶ ἐπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ. φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι (τὰ) τῆς ἀληθείας πλείους ὅση δύναμις ὠφελεῖν καὶ προσάγειν, ὡς οἷόν τε ἐστὶν, αὐτῇ διὰ φιλανθρωπίαν πάνθ᾿ ὅντιν᾿ οὖν οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δ᾿ αἶ οὐχὶ Ἕλληνας μὲν οὐχὶ δὲ καὶ βαρβάρους πολὺ δὲ τὸ ἥμερον, ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἷός τε τις γένηται ἐπιστρέφειν· δῆλόν ἐστιν ὅτι (καὶ) χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινωφελοῦς καὶ δυναμένου πᾶσαν ἐπαγαγέσθαι ἀκοήν. ὅσοι δὲ, πολλὰ χαίρειν φράσαντες ὡς ἀνδραπόδοις τοῖς ἰδιώταις καὶ μὴ οἵοις τε κατακούειν τῆς ἐν φράσει λόγων καὶ τάξει ἀπαγγελλομένων ἀκολουθίας, μόνων ἐφρόντισαν τῶν ἀνατραφέντων ἐν λόγοις καὶ μαθήμασιν, οὗτοι τὸ κοινωνικὸν εἰς κομιδῇ στενὸν καὶ βραχὺ συνήγαγον.
- 6.2.1
Ταῦτα δέ μοι λέλεκται ἀπολογουμένῳ περὶ τῆς κατηγορουμένης ὑπὸ Κέλσου καὶ ἑτέρων ἐν λέξεσιν εὐτελείας τῶν γραφῶν, ἀμαυροῦσθαι δοκούσης ὑπὸ τῆς ἐν συνθέσει λέξεως λαμπρότητος· ἐπεὶ οἱ καθ᾿ ἡμᾶς προφῆται Ἰησοῦς τε καὶ οἱ ἀπόστολοι αὐτοῦ ἐνεῖδον τρόπῳ ἀπαγγελίας, οὐ τὰ ἀληθῆ μόνον περιεχούσης ἀλλὰ καὶ δυναμένης ἐπαγαγέσθαι τοὺς πολλοὺς, ἕως προτραπέντες καὶ εἰσαχθέντες ἕκαστος κατὰ δύναμιν ἀναβῶσιν ἐπὶ τὰ ἐν ταῖς δοκούσαις εἶναι εὐτελέσι λέξεσιν ἀποῤῥήτως εἰρημένα. καὶ εἰ χρή γε τολμήσαντα εἰπεῖν, ὀλίγους μὲν ὤνησεν, εἴ γε ὤνησεν, ἡ περικαλλὴς καὶ ἐπιτετηδευμένη Πλάτωνος καὶ τῶν παραπλησίως φρασάντων λέξις· πλείονας δὲ ἡ τῶν εὐτελέστερον ἅμα καὶ πραγματικῶς καὶ ἐστοχασμένως τῶν πολλῶν διδαξάντων καὶ γραψάντων. ἔστι γοῦν ἰδεῖν τὸν μὲν Πλάτωνα ἐν χερσὶ τῶν δοκούντων εἶναι φιλολόγων μόνον, τὸν δὲ Ἐπίκτητον καὶ ὑπὸ τῶν τυχόντων καὶ ῥοπὴν πρὸς τὸ ὠφελεῖσθαι ἐχόντων θαυμαζόμενον, αἰσθομένων τῆς ἀπὸ τῶν λόγων αὐτοῦ βελτιώσεως.
- 6.2.2
καὶ ταῦτά γε οὐκ ἐγκαλοῦντες Πλάτωνί φαμεν (ὁ γὰρ πολὺς τῶν ἀνθρώπων κόσμος χρησίμως καὶ τοῦτον ἤνεγκεν) ἀλλὰ καὶ δεικνύντες τὸ βούλημα τῶν εἰπόντων τό· „καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ᾿ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵν᾿ ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾿ ἐν δυνάμει θεοῦ.“ φησὶ δ᾿ ὁ θεῖος λόγος οὐκ αὔταρκες εἶναι τὸ λεγόμενον, κἂν καθ᾿ αὐτὸ ἀληθὲς καὶ πιστικώτατον ᾖ, πρὸς τὸ καθικέσθαι ἀνθρωπίνης ψυχῆς, ἐὰν μὴ καὶ δύναμίς τις θεόθεν δοθῇ τῷ λέγοντι καὶ χάρις ἐπανθήσῃ τοῖς λεγομένοις, καὶ αὕτη οὐκ ἀθεεὶ ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ ψαλμῷ ὅτι „κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.“
- 6.2.3
ἵν᾿ οὖν ἐπί τινων δοθῇ τὰ αὐτὰ δόγματα εἶναι Ἕλλησι καὶ τοῖς ἀπὸ τοῦ λόγου ἡμῶν, ἀλλ᾿ οὔτι γε καὶ τὰ αὐτὰ δύναται πρὸς τὸ ὑπαγαγέσθαι καὶ διαθεῖναι ψυχὰς κατὰ ταῦτα. διόπερ οἱ ἰδιῶται ὡς πρὸς φιλοσοφίαν Ἑλληνικὴν μαθηταὶ τοῦ Ἰησοῦ ἐκπεριῆλθον πολλὰ ἔθνη τῆς οἰκουμένης, διατιθέντες, ὡς ὁ λόγος ἐβούλετο, κατ᾿ ἀξίαν ἕκαστον τῶν ἀκουόντων· (οἳ) καὶ ἀνάλογον τῇ ῥοπῇ τοῦ αὐτεξουσίου αὐτῶν πρὸς ἀποδοχὴν τοῦ καλοῦ πολλῷ βελτίους ἐγένοντο.
- 6.3.1
Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις, καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν καὶ φασκέτω μηδαμῶς εἶναι „ῥητὸν“ τὸ πρῶτον ἀγαθὸν, „ἀλλ᾿ ἐκ πολλῆς συνουσίας“ ἐγγινόμενον καὶ „ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ“· ὧν καὶ ἡμεῖς ἀκούσαντες συγκατατιθέμεθα ὡς καλῶς λεγομένοις, „ὁ θεὸς γὰρ αὐτοῖς“ ταῦτα καὶ ὅσα καλῶς λέλεκται „ἐφανέρωσε.“ διὰ τοῦτο δὲ καὶ τοὺς τὰ ἀληθῆ περὶ θεοῦ ὑπολαβόντας καὶ μὴ τὴν ἀξίαν τῆς περὶ αὐτοῦ ἀληθείας θεοσέβειαν ἀσκήσαντάς φαμεν ὑποκεῖσθαι ταῖς τῶν ἁμαρτανόντων κολάσεσιν. αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος ὅτι „ἀποκαλύπτεται ὀργὴ θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.“ καὶ „ἀλήθειαν“ γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἡμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες ὅτι „ῥητὸν οὐδαμῶς ἐστι“ τὸ πρῶτον ἀγαθὸν καὶ λέγοντες ὡς „ἐκ πολλῆς συνουσίας γινομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.“
- 6.4.1
Ἀλλ᾿ οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράψαντες καταβαίνουσιν „εἰς Πειραιέα,“ προσευξόμενοι ὡς θεῷ τῇ Ἀρτέμιδι καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην πανήγυριν· καὶ τηλικαῦτά γε φιλοσοφήσαντες περὶ τῆς ψυχῆς καὶ τὴν διαγωγὴν τῆς καλῶς βεβιωκυΐας διεξελθόντες, καταλιπόντες τὸ μέγεθος ὧν „αὐτοῖς“ „ὁ θεὸς“ „ἐφανέρωσεν“ εὐτελῆ φρονοῦσι καὶ μικρὰ, „ἀλεκτρυόνα“ „τῷ Ἀσκληπιῷ“ ἀποδιδόντες· καὶ „τὰ“ „ἀόρατα“ τοῦ θεοῦ καὶ τὰς ἰδέας φαντασθέντες „ἀπὸ τῆς κτίσεως τοῦ κόσμου“ καὶ τῶν αἰσθητῶν, ἀφ᾿ ὧν ἀναβαίνουσιν ἐπὶ τὰ νοούμενα, τήν τε ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα οὐκ ἀγεννῶς ἰδόντες οὐδὲν ἧττον „ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν,“ καὶ ὡς „ἀσύνετος αὐτῶν (ἡ) καρδία“ ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας καὶ θεολογίᾳ „ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου“ προσκυνοῦντας, εἰς τιμήν φησιν ἐκείνου, ἔσθ᾿ ὅτε δὲ καὶ καταβαίνοντας μετ᾿ Αἰγυπτίων ἐπὶ τὰ πετεινὰ ἢ τετράποδα ἢ ἑρπετά. ἵνα δὲ καὶ δοκῶσί τινες ταῦτα ὑπεραναβεβηκέναι, ἀλλ᾿ εὑρεθήσονται ἀλλάξαντες „τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει“ καὶ σέβοντες καὶ λατρεύοντες „τῇ κτίσει παρὰ τὸν κτίσαντα.“ διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν τοῖς ἔργοις περὶ τὸ θεῖον πλανωμένων „ἐξελέξατο ὁ θεὸς“ „τὰ μωρὰ τοῦ κόσμου,“ „ἵνα καταισχύνῃ τοὺς σοφοὺς,“ „καὶ τὰ ἀγενῆ“ „καὶ τὰ ἀσθενῆ“ „καὶ τὰ ἐξουθενημένα“ καὶ „τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ“· καὶ ἀληθῶς, ἵνα „μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.“
- 6.4.2
πρῶτον δὲ ἡμῶν σοφοὶ, Μωϋσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἑξῆς αὐτῷ προφῆται, „οὐδαμῶς“ „ῥητὸν“ ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν ἔγραψαν μὲν, ὡς θεοῦ (ἑαυτὸν) ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι „ὤφθη“ ὁ θεὸς (φέρ᾿ εἰπεῖν) τῷ Ἀβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακώβ. τίς δὲ ὢν ὤφθη καὶ ποταπὸς καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοίπασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους ἐκείνοις, οἷς ὤφθη ὁ θεός· ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρᾷ καρδίᾳ. καὶ γὰρ κατὰ τὸν Ἰησοῦν ἡμῶν „μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.“
- 6.5.1
Τὸ δ᾿ „ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος“ ἐξάπτεσθαι „φῶς ἐν τῇ ψυχῇ“ πρότερος οἶδεν ὁ λόγος, εἰπὼν ἐν τῷ προφήτῃ· „φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.“ καὶ Ἰωάννης δὲ ὕστερον ἐκείνου γενόμενος λέγει ὅτι „ὃ γέγονεν“ ἐν τῷ λόγῳ „ζωὴ“ ἦν, „καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,“ ὅπερ „φῶς ἀληθινὸν“ „φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν“ ἀληθινὸν καὶ νοητὸν „κόσμον,“ καὶ ποιεῖ αὐτὸν „φῶς τοῦ κόσμου.“ „ἔλαμψε“ γὰρ τοῦτο τὸ φῶς „ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ.“ διό φησιν ἀρχαιότατος προφήτης πρὸ πολλῶν γενεῶν τῆς Κύρου βασιλείας προφητεύσας (ὑπὲρ τὰς τεσσαρεσκαίδεκα γὰρ γενεὰς πρεσβύτερος αὐτοῦ ἦν) τό· „κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;“ καί· „λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου,“ καί· „ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε,“ καί· „ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.“ καὶ ἐπὶ τὸ φῶς τοῦτο προτρέπων ἡμᾶς ὁ ἐν τῷ Ἡσαΐᾳ λόγος φησί· „φωτίζου, φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνέτειλεν.“ ὁ δ᾿ αὐτὸς οὗτος προφητεύων περὶ τῆς τοῦ Ἰησοῦ ἐπιδημίας, ἀφιστάντος τῆς ἀπὸ τῶν εἰδώλων καὶ ἀγαλμάτων καὶ δαιμόνων θεραπείας, φησὶν ὅτι „καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς,“ καὶ πάλιν· „λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα.“
- 6.5.2
ὅρα οὖν τὴν διαφορὰν τοῦ καλῶς λελεγμένου ὑπὸ τοῦ Πλάτωνος περὶ τοῦ πρώτου ἀγαθοῦ καὶ τῶν εἰρημένων ἐν τοῖς προφήταις περὶ τοῦ φωτὸς τῶν μακαρίων· καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὤνησε τοὺς ἐντυγχάνοντας ἀλλ᾿ οὐδ᾿ αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ φιλοσοφήσαντα, ἡ δὲ τῶν θείων γραμμάτων εὐτελὴς λέξις ἐνθουσιᾶν πεποίηκε τοὺς γνησίως ἐντυγχάνοντας αὐτῇ· παρ᾿ οἷς τρέφεται τοῦτο τὸ φῶς τῷ ἔν τινι παραβολῇ εἰρημένῳ ἐλαίῳ, τηροῦντι τῶν δᾴδων τὸ φῶς ἐν ταῖς φρονίμοις πέντε παρθένοις.
- 6.6.1
Ἐπεὶ δὲ καὶ ἄλλην λέξιν οὕτως ἔχουσαν ἐκτίθεται ἀπὸ τῆς Πλάτωνος ἐπιστολῆς ὁ Κέλσος· „εἰ δέ μοι ἐφαίνετο γραπτέα τε ἱκανῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητὰ, τί κάλλιον ἐπέπρακτο ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποις μέγα ὄφελος γράψαι καὶ τὴν φύσιν εἰς φῶς τοῖς πᾶσι προαγαγεῖν;“ φέρε καὶ περὶ τούτου βραχέα διαλεχθῶμεν, πότερον μὲν εἶχέ τι Πλάτων σεμνότερον ὧν ἔγραψε καὶ θειότερον ὧν κατέλιπεν ἢ μὴ, καταλιπόντες ἑκάστῳ ἐξετάζειν κατὰ τὸ δυνατὸν, δεικνύντες (δ᾿) ὅτι καὶ οἱ καθ᾿ ἡμᾶς προφῆται ἐφρόνουν τινὰ μείζονα γραμμάτων, ἅπερ οὐκ ἔγραψαν. ὁ μὲν γὰρ Ἰεζεκιὴλ κεφαλίδα λαμβάνει „βιβλίου,“ γεγραμμένην „ἔμπροσθεν“ καὶ ὄπισθεν, ἐν ᾗ „θρῆνος“ ἦν „καὶ μέλος καὶ οὐαὶ,“ καὶ προστάξαντος αὐτῷ τοῦ λόγου κατεσθίει τὴν βίβλον, ἵν᾿ αὐτὴν μὴ γράψῃ καὶ προδῷ ἀναξίοις· καὶ ὁ Ἰωάννης δὲ τὸ παραπλήσιον ἀναγέγραπται ἑωρακέναι καὶ πεποιηκέναι· ἀλλὰ καὶ ὁ Παῦλος „ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.“ ὁ δὲ πάντων τούτων κρείσσων Ἰησοῦς ὅτι μὲν „ἐλάλει“ τὸν τοῦ θεοῦ λόγον „τοῖς μαθηταῖς“ „κατ᾿ ἰδίαν“ καὶ μάλιστα ἐν ταῖς ἀναχωρήσεσιν εἴρηται, τίνα δ᾿ ἦν ἃ ἔλεγεν, οὐκ ἀναγέγραπται. οὐ γὰρ „ἐφαίνετο“ αὐτοῖς „γραπτέα ἱκανῶς εἶναι“ ταῦτα „πρὸς τοὺς πολλοὺς“ οὐδὲ „ῥητά.“ καὶ, εἰ μὴ φορτικὸν εἰπεῖν περὶ τῶν τηλικούτων ἀνδρῶν τὸ ἀληθὲς, φημὶ ὅτι μᾶλλον Πλάτωνος οὗτοι ἑώρων ἀφ᾿ ὧν ἐλάμβανον χάριτι θεοῦ νοημάτων, τίνα μὲν τὰ „γραπτέα“ καὶ πῶς „γραπτέα“ τίνα δὲ οὐδαμῶς „γραπτέα“ τοὺς πολλοὺς,“ καὶ τίνα μὲν „ῥητὰ“ τίνα δὲ οὐ τοιαῦτα. πάλιν τε αὖ ὁ Ἰωάννης, διδάσκων ἡμᾶς γραπτέων καὶ οὐ γραπτέων διαφορὰν, ἑπτὰ βροντῶν φησιν ἀκηκοέναι περί τινων διδασκουσῶν αὐτὸν καὶ ἀπαγορευουσῶν γραφῇ παραδοῦναι τοὺς λόγους αὐτῶν.
- 6.7.1
Πολλὰ δ᾿ ἂν καὶ παρὰ τῷ Μωϋσεῖ εὑρεθείη καὶ τοῖς προφήταις, οὐ μόνον Πλάτωνος ἀλλὰ καὶ Ὁμήρου καὶ τῆς τῶν παρ᾿ Ἕλλησι γραμμάτων εὑρέσεως πρεσβυτέροις, ἄξια τῆς εἰς αὐτοὺς χάριτος τοῦ θεοῦ καὶ μεγαλονοίας πεπληρωμένα· οἵτινες οὐχ, ὡς οἴεται Κέλσος, παρακούσαντες τοῦ Πλάτωνος τοιαῦτ᾿ εἰρήκασι. πῶς γὰρ οἷόν τ᾿ ἦν τοῦ μηδέπω γενομένου αὐτοὺς ἀκηκοέναι; ἵνα δὲ καὶ ἐπὶ τοὺς Ἰησοῦ ἀποστόλους τις, νεωτέρους γενομένους Πλάτωνος, ἀναγάγῃ τὸν Κέλσου λόγον, ὅρα εἰ μὴ αὐτόθεν ἀπίθανόν ἐστι τὸ λέγειν Παῦλον τὸν σκηνοποιὸν καὶ Πέτρον τὸν ἁλιέα καὶ Ἰωάννην τὸν καταλιπόντα τὰ δίκτυα τοῦ πατρὸς, παρακούσαντας τῶν Πλάτωνι ἐν ταῖς ἐπιστολαῖς εἰρημένων, τοιαῦτα περὶ τοῦ θεοῦ παραδεδωκέναι. πολλάκις δὲ ἤδη ὁ Κέλσος θρυλήσας ὡς ἀξιούμενον εὐθέως πιστεύειν, ὡς καινόν τι παρὰ τὰ πρότερον εἰρημένα πάλιν αὐτό φησιν· ἀρκεῖ δ᾿ ἡμῖν τὰ εἰς ταῦτα λελεγμένα.
- 6.7.2
ἐπεὶ δὲ καὶ ἄλλην λέξιν ἐκτίθεται Πλάτωνος δι᾿ ὧν φησιν, „ἐρωτήσεσι καὶ ἀποκρίσεσι χρωμένων“ ἐλλάμπειν φρόνησιν τοῖς κατ᾿ αὐτὸν φιλοσοφοῦσι, φέρε παραδείξωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων ὅτι προτρέπει καὶ ὁ θεῖος λόγος ἡμᾶς ἐπὶ διαλεκτικὴν, ὅπου μὲν Σολομῶντος λέγοντος· „παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται,“ ὅπου δὲ τοῦ τὸ σύγγραμμα τὴν Σοφίαν ἡμῖν καταλιπόντος Ἰησοῦ υἱοῦ Σιρὰχ φάσκοντος· „γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.“ εὐμενεῖς οὖν ἔλεγχοι παρ᾿ ἡμῖν εἰσι μᾶλλον. τοῖς μαθοῦσιν ὅτι δεῖ τὸν προϊστάμενον τοῦ λόγου δυνατὸν εἶναι „τοὺς ἀντιλέγοντας ἐλέγχειν.“ εἰ δὲ ῥᾳθυμοῦσί τινες, οὐκ ἀσκοῦντες προσέχειν ταῖς θείαις ἀναγνώσεσι καὶ ἐρευνᾶν „τὰς γραφὰς“ καὶ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ ζητεῖν τὴν διάνοιαν τῶν γραφῶν καὶ αἰτεῖν περὶ αὐτῶν ἀπὸ τοῦ θεοῦ καὶ κρούειν αὐτῶν τὰ κεκλεισμένα, οὐ παρὰ τοῦτο ὁ λόγος κενός ἐστι σοφίας.
- 6.8.1
Εἶτά φησι μετὰ ἄλλας λέξεις Πλατωνικὰς, δηλούσας ὅτι „ὀλίγοις“ ἐστὶ γνωστὸν τὸ ἀγαθὸν, ἐπεὶ οἱ πολλοὶ μετὰ „καταφρονήσεως οὐκ ὀρθῆς“ „ὑψηλῆς καὶ χαύνης ἐλπίδος“ πληρωθέντες „ὡς σεμνὰ ἄττα“ μεμαθηκότες λέγουσί τινα ὡς ἀληθῆ, ὅτι ταῦτα προειρηκὼς ὁ Πλάτων ὅμως οὐ τερατεύεται οὐδ᾿ ἀποφράττει τοῦ προαιρεῖσθαι βουλομένου, τί ποτε ἐστὶν ὃ ἐπαγγέλλεται, τὴν γλῶτταν, οὐδ᾿ αὐτόθεν κελεύει φθάσαντας πιστεύειν ὅτι τοιόσδε ἐστὶν ὁ θεὸς καὶ υἱὸν ἔχει τοιόνδε, καὶ οὗτος κατελθὼν ἐμοὶ διελέξατο. καὶ πρὸς ταῦτά φημι ὅτι περὶ μὲν Πλάτωνος Ἀρίστανδρος οἶμαι ἀνέγραψεν ὡς οὐκ Ἀρίστωνος υἱοῦ ἀλλὰ φάσματος, ἐν Ἀπόλλωνος εἴδει προσελθόντος τῇ Ἀμφικτιόνῃ· καὶ ἄλλοι δὲ πλείονες τῶν Πλατωνικῶν ἐν τῷ Πλάτωνος βίῳ τοιαῦτ᾿ εἰρήκασι· περὶ δὲ Πυθαγόρου, πλεῖστα ὅσα τερατευσαμένου καὶ δείξαντος μὲν ἐν πανηγύρει Ἑλλήνων ἐλεφάντινον τὸν μηρὸν ἀνεγνωρικέναι δὲ φήσαντος τὴν ἀσπίδα, ᾗ ἐχρῆτο, ὅτ᾿ Εὔφορβος ἦν, καὶ ἐν μιᾷ λεγομένου ἡμέρᾳ ἐν δύο πεφηνέναι πόλεσι, τί χρὴ καὶ λέγειν; ὁ δὲ βουλόμενος κατηγορεῖν ὡς τερατείας ἱστορουμένης περὶ Πλάτωνος καὶ Σωκράτους ἐκθήσεται καὶ τὸν συνιστάμενον Σωκράτει καθ᾿ ὕπνον κύκνον καὶ τὸν διδάσκαλον εἰπόντα ἐπὶ τῇ συστάσει τοῦ νεανίσκου· „οὗτος ἄρα ὁ κύκνος ἦν.“ ἀλλὰ καὶ ὃν τρίτον εἶδεν ὀφθαλμὸν ἑαυτὸν ἔχοντα ὁ Πλάτων εἰς τερατείαν ἀναλήψεται. οὐ λείψει δὲ τοὺς κακοήθεις καὶ κακηγορεῖν βουλομένους τὰ τοῖς κρείττοσι παρὰ τοὺς πολλοὺς ἐπιφανέντα, διαβολὴ καὶ κακηγορία· οἵτινες καὶ τὸ Σωκράτους δαιμόνιον ὡς πλάσμα χλευάσουσιν.
- 6.8.2
οὐ τερατευόμεθα οὖν τὰ περὶ τοῦ Ἰησοῦ διηγούμενοι, οὐδ᾿ οἱ γνήσιοι αὐτοῦ μαθηταὶ τοιούτους ἀνέγραψαν λόγους περὶ αὐτοῦ. ὁ δὲ πάντ᾿ ἐπαγγελλόμενος εἰδέναι Κέλσος καὶ πολλὰ τῶν Πλάτωνος παρατιθέμενος ἑκὼν οἶμαι σιωπᾷ τὸν περὶ υἱοῦ θεοῦ λόγον, τὸν παρὰ Πλάτωνι λελεγμένον ἐν τῇ πρὸς Ἑρμείαν καὶ Κορίσκον ἐπιστολῇ. οὕτω δὲ ἔχει ἡ τοῦ Πλάτωνος λέξις· „καὶ τὸν τῶν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμονικοῦ καὶ αἰτίου πατέρα καὶ κύριον ἐπομνύντας· ὃν, ἂν ὄντως φιλοσοφῶμεν, εἰσόμεθα πάντες (σαφῶς) εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.“
- 6.9.1
Καὶ ἄλλην δὲ τοῦ Πλάτωνος λέξιν ἐκτίθεται ὁ Κέλσος οὕτως ἔχουσαν· „ἔτι δὲ μακρότερα περὶ αὐτῶν ἐν νῷ μοι γέγονεν εἰπεῖν· τάχα γὰρ ἂν ὧν πέρι λέγω σαφέστερον ἂν εἴη τι λεχθέντων αὐτῶν· ἔστι γάρ τις λόγος ἀληθὴς, ἐναντίος τῷ τολμήσαντι γράφειν τῶν τοιούτων (καὶ) ὁτιοῦν, πολλάκις μὲν ὑπ᾿ ἐμοῦ καὶ πρότερον λεχθεὶς, ἔοικε δ᾿ οὖν εἶναι καὶ νῦν λεκτέος. ἔστι τῶν ὄντων ἑκάστῳ, δι᾿ ὧν τὴν ἐπιστήμην ἀνάγκη παραγίνεσθαι, τρία, τέταρτον δὲ αὕτη, πέμπτον δὲ αὐτὸ τιθέναι δεῖ, ὅ δὴ γνωστόν τε καὶ ἀληθές ἐστιν· ὧν ἓν μὲν ὄνομα, δεύτερον δὲ λόγος, τὸ δὲ τρίτον εἴδωλον, τὸ τέταρτον δὲ ἐπιστήμη.“ καὶ κατὰ ταῦτα δὲ εἴποιμεν ἂν ὅτι „φωνὴ μὲν βοῶντος ἐν τῇ ἐρήμῳ“ εἰσῆκται ὁ Ἰωάννης πρὸ τοῦ Ἰησοῦ ἀνάλογον τῷ παρὰ Πλάτωνι ὀνόματι, δεύτερος δὲ μετὰ τὸν Ἰωάννην δεικνύμενος ὑπ᾿ αὐτοῦ ὁ Ἰησοῦς, ᾧ ἐφαρμόζει τὸ „ὁ λόγος σὰρξ ἐγένετο“, ἀνάλογον ὂν τῷ παρὰ Πλάτωνι λόγῳ. Πλάτων μὲν οὖν τὸ τρίτον φησὶν εἴδωλον. ἡμεῖς δὲ τὸ ὄνομα τοῦ εἰδώλου ἐπ᾿ ἄλλου τάττοντες τρανότερον φήσομεν ἐν τῇ ψυχῇ γινόμενον μετὰ τὸν λόγον τῶν τραυμάτων τύπον, τοῦτον εἶναι τὸν ἐν ἑκάστῳ Χριστὸν ἀπὸ Χριστοῦ λόγου. εἰ δὲ καὶ ἀνάλογόν ἐστι τῷ τετάρτῳ ὄντι ἐπιστήμη ἡ „ἐν τοῖς“ καθ᾿ ἡμᾶς „τελείοις“ σοφία ὁ Χριστὸς, ἐπιστήσει ὁ δυνάμενος.
- 6.10.1
Εἶτά φησιν ὅτι ὁρᾷς ὅπως Πλάτων, καίτοι διαβεβαιωσάμενος ὅτι „ῥητὸν“ οὐκ ἔστιν, ὅμως, ἵνα μὴ εἰς ἀνεξέλεγκτον ἀναχωρεῖν δόξῃ, λογισμὸν ὑπέχει ταύτης τῆς ἀπορίας· εἴη γὰρ ἂν τυχὸν „ῥητὸν“ καὶ τὸ μηδέν. ἀλλ᾿ ἐπεὶ τοῦτο φέρει εἰς κατασκευὴν τοῦ δεῖν μὴ ἁπλῶς πιστεύειν ἀλλὰ λογισμὸν ὑπέχειν τῶν πιστευομένων, χρησόμεθα καὶ ἡμεῖς τοῦ Παύλου λέξει ἐγκαλούσῃ τῷ εἰκῇ πιστεύοντι, ἐν ᾗ φησιν· „ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.“
- 6.10.2
τὸ ὅσον δ᾿ ἐπ᾿ αὐτῷ ἀναγκάζει ἡμᾶς ταυτολογεῖν ταυτολογῶν ὁ Κέλσος, λέγων μετὰ τὰς εἰρημένας ὥσπερ ἀλαζόνων ἀλαζονείας ὅτι ὁ Πλάτων οὐκ ἀλαζονεύεται καὶ ψεύδεται φάσκων αὐτὸς καινόν τι εὑρίσκειν ἢ ἀπ᾿ οὐρανοῦ παρὼν ἀγγέλλειν, ἀλλ᾿ ὁπόθεν ἐστὶ ταῦθ᾿ ὁμολογεῖ. εἴποι ἄν τις οὖν καὶ πρὸς ταῦτα. βουλόμενος ἀπαντᾶν τῷ Κέλσῳ, ὅτι καὶ Πλάτων ἀλαζονεύεται ἐν τῇ τοῦ Διὸς κατὰ τὸν Τίμαιον δημηγορίᾳ λέγων· „θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς καὶ πατὴρ“, καὶ τὰ ἑξῆς. ἀλλ᾿ εἰ ἀπολογήσεταί τις περὶ τούτων διὰ τὸν νοῦν τοῦ δημηγοροῦντος παρὰ τῷ Πλάτωνι Διὸς, διὰ τί ὁ ἐξετάζων τὸν νοῦν τῶν λόγων τοῦ υἱοῦ τοῦ θεοῦ ἢ τῶν ἐν τοῖς προφήταις τοῦ δημιουργοῦ οὐχὶ καὶ πλεῖόν τι ἐρεῖ παρὰ τὴν ἐν τῷ Τιμαίῳ τοῦ Διὸς δημηγορίαν; τὸ γὰρ χαρακτηρίζον τὴν θεότητα ἡ περὶ μελλόντων ἐστὶν ἀπαγγελία, οὐ κατ᾿ ἀνθρωπίνην φύσιν λεγομένων καὶ ταῖς ἐκβάσεσι κρινομένων ὅτι θεῖον πνεῦμα ἦν τὸ ταῦτα ἀπαγγέλλον.
- 6.10.3
οὐ πρὸς πάντα οὖν τὸν προσιόντα φαμὲν ὅτι πρῶτον πίστευσον ὃν εἰσηγοῦμαί σοι τοῦτον εἶναι υἱὸν θεοῦ, ἀλλ᾿ ἑκάστῳ κατὰ τὸ πρέπον αὐτοῦ τῷ ἤθει καὶ τῇ καταστάσει προσάγομεν τὸν λόγον, μαθόντες „εἰδέναι, πῶς δεῖ ἡμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι.“ καὶ εἰσὶν οἷς πλεῖον μὴ δυναμένοις τοῦ προτραπῆναι εἰς τὸ πιστεύειν τοῦτο κηρύττομεν, ἄλλοις δὲ ὅση δύναμις ἀποδεικτικῶς δι᾿ ἐρωτήσεων καὶ ἀποκρίσεων προσερχόμεθα. ἀλλ᾿ οὐδὲ λέγομεν τὸ μετὰ χλεύης ὑπὸ τοῦ Κέλσου εἰρημένον. ὅτι πίστευσον ὃν εἰσηγοῦμαί σοι τοῦτον εἶναι υἱὸν θεοῦ, κἂν ᾖ δεδεμένος ἀτιμότατα ἢ κεκολασμένος αἴσχιστα, κἂν χθὲς καὶ πρώην ἐν τοῖς πάντων ὀφθαλμοῖς ἐπονειδιστότατα κεκαλινδημένος. οὐδέ φαμεν· ταύτῃ καὶ μᾶλλον πίστευσον. εἰς ἕκαστον γὰρ πειρώμεθα λέγειν καὶ πλείονα ὧν ἐν τοῖς ἀνωτέρω ἐξεθέμεθα.
- 6.11.1
Μετὰ ταῦτά φησιν ὁ Κέλσος ὅτι, ἐὰν οἵδε μὲν (λέγων Χριστιανοὺς) εἰσηγῶνται τόνδε, ἄλλοι δὲ ἄλλον, κοινὸν δὲ πάντων ᾖ καὶ πρόχειρον· πίστευσον, εἰ σωθῆναι θέλεις, ἢ ἄπιθι· τί ποιήσουσιν οἱ ἀληθῶς σῴζεσθαι θέλοντες; ἦ κύβους ἀναῤῥίψαντες μαντεύσονται, ποῖ τράπωνται καὶ τίσι προσθῶνται; καὶ πρὸς τοῦτο δὲ ἀπὸ τῆς ἐναργείας ὁρμώμενοι ταῦτα φήσομεν· εἰ μὲν πλείους ἦσαν ὁμοίως τῷ Ἰησοῦ ἱστορούμενοι τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημηκέναι ὡς υἱοὶ θεοῦ, καὶ ἕκαστος αὐτῶν περισπάσας τινὰς εἰς αὑτὸν, ὥστ᾿ ἀμφήριστον εἶναι διὰ τὴν ὁμοιότητα τῆς ἐπαγγελίας περὶ τοῦ υἱὸν εἶναι θεοῦ τὸν ὑπὸ τῶν πιστευόντων αὐτῷ μαρτυρούμενον. χώραν ἂν εἶχε τὸ ἐὰν οἵδε μὲν εἰσηγῶνται τόνδε, ἄλλοι δὲ ἄλλον, καὶ κοινὸν δὲ πάντων ᾖ καὶ πρόχειρον· πίστευσον. εἰ σωθῆναι θέλεις. ἢ ἄπιθι καὶ τὰ ἑξῆς· νυνὶ δὲ εἰς πᾶσαν τὴν οἰκουμένην Ἰησοῦς κεκήρυκται. ἐπιδημήσας τῷ γένει τῶν ἀνθρώπων μόνος υἱὸς θεοῦ. οἱ γὰρ ὁμοίως Κέλσῳ ὑπολαβόντες τετερατεῦσθαι καὶ διὰ τοῦτο βουληθέντες ὁμοίως τερατεύσασθαι, ὡς καὶ αὐτοὶ παραπλησίως κρατήσοντες τῶν ἀνθρώπων, τὸ οὐδὲν εἶναι ἐξηλέγχθησαν. Σίμων τε ὁ Σαμαρεὺς μάγος καὶ Δοσίθεος ὁ ἀπὸ τῆς αὐτῆς χώρας ἐκείνῳ τυγχάνων. ἐπεὶ ὁ μὲν ἔφασκεν αὑτὸν εἶναι δύναμιν θεοῦ τὴν καλουμένην μεγάλην. ὁ δὲ καὶ αὐτὸς υἱὸς τοῦ θεοῦ. οὐδαμοῦ γὰρ τῆς οἰκουμένης Σιμωνιανοί· καίτοι γε ὑπὲρ τοῦ πλείονας ὑπαγαγέσθαι ὁ Σίμων τὸν περὶ τοῦ θανάτου κίνδυνον. ὃν Χριστιανοὶ αἱρεῖσθαι ἐδιδάχθησαν, περιεῖλε τῶν μαθητῶν, ἐναδιαφορεῖν αὐτοὺς διδάξας πρὸς τὴν εἰδωλολατρείαν. ἀλλ᾿ οὐδὲ τὴν ἀρχὴν Σιμωνιανοὶ ἐπεβουλεύθησαν· ᾔδει γὰρ ὁ ἐπιβουλεύων δαίμων πονηρὸς τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ οὐδὲν τῶν ἰδίων παραλυθησόμενον βούλημα ἐκ τῶν Σίμωνος μαθημάτων. οἱ δὲ Δοσιθεηνοὶ οὐδὲ πρότερον ἤκμασαν· νῦν δὴ παντελῶς ἐπιλελοίπασιν, ὥστε τὸν ὅλον αὐτῶν ἱστορεῖσθαι ἀριθμὸν οὐκ εἶναι ἐν τοῖς τριάκοντα. καὶ „Ἰούδας“ δὲ „ὁ Γαλιλαῖος“, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἔγραψεν, ἐβουλήθη ἑαυτόν τινα εἰπεῖν μέγαν, καὶ πρὸ ἐκείνου „Θευδᾶς“· ἀλλ᾿ ἐπεὶ οὐκ ἦν ἐκ θεοῦ αὐτῶν ἡ διδαχὴ, ἀνῃρέθησαν, „καὶ πάντες ὅσοι ἐπείθοντο“ αὐτοῖς παραχρῆμα διεσκεδάσθησαν. οὐ κύβους οὖν ἀναῤῥιπτοῦντες μαντευόμεθα, ποῖ τραπώμεθα καὶ τίνι προσθώμεθα, ὡς δυναμένων πλειόνων περισπάσαι ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεόθεν ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων. ἀλλὰ γὰρ καὶ περὶ τούτων ἅλις.
- 6.12.1
Διὸ μεταβαίνομεν ἐπ᾿ ἄλλην Κέλσου κατηγορίαν. οὐδὲ τὰς λέξεις ἡμῶν εἰδότος ἀλλ᾿ ἐκ παρακουσματίων φήσαντος ὅτι φαμὲν τὴν ἐν ἀνθρώποις σοφίαν μωρίαν εἶναι παρὰ θεῷ, τοῦ Παύλου λέγοντος· „ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστι.“ καί φησιν ὁ Κέλσος ὅτι ἡ τούτου αἰτία καὶ πάλαι εἴρηται. οἴεται δὲ αἰτίαν εἶναι τὸ βούλεσθαι ἡμᾶς διὰ τῆς λέξεως ταύτης τοὺς ἀπαιδεύτους καὶ ἠλιθίους προσάγεσθαι μόνους. ἀλλ᾿ ὡς καὶ αὐτὸς ἐσημειώσατο, ταὐτὸ εἶπεν ἀνωτέρω, καὶ ἡμεῖς πρὸς τὸν λόγον κατὰ τὸ δυνατὸν ἡμῖν ἀπηντήσαμεν. ὅμως μέντοι ἐβουλήθη καὶ τοῦτο δεῖξαι πεπλασμένον ἡμῖν καὶ ληφθὲν ἀπὸ τῶν παρ᾿ Ἕλλησι σοφῶν. ἄλλην μὲν εἶναι φησάντων τὴν ἀνθρωπίνην σοφίαν ἄλλην δὲ τὴν θείαν. καὶ ἐκτίθεταί γε Ἡρακλείτου λέξεις, μίαν μὲν, ἐν ᾗ φησιν· „ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει,“ ἑτέραν δέ· „ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκως περ παῖς πρὸς ἀνδρός.“ ἐκτίθεται δὲ καὶ ἀπὸ τῆς Πλάτωνος γεγραμμένης Σωκράτους ἀπολογίας ταῦτα· „ἐγὼ γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, δι᾿ οὐδὲν ἄλλο ἢ διὰ σοφίαν τοῦτο τὸ ὄνομα ἔσχηκα. ποίαν δὲ σοφίαν ταύτην; ἥπερ ἐστὶν ἴσως ἀνθρωπίνη σοφία· τῷ ὄντι γὰρ κινδυνεύω ταύτην εἶναι σοφός.“ ἃ μὲν οὖν ἐκτίθεται ὁ Κέλσος ταῦτά ἐστιν. ἐγὼ δὲ ἀπὸ τῆς πρὸς Ἑρμείαν καὶ Ἔραστον καὶ Κορίσκον Πλάτωνος ἐπιστολῆς καὶ ταῦτα παραθήσομαι· „Ἐράστῳ δὲ καὶ Κορίσκῳ πρὸς τῇ τῶν εἰδῶν σοφίᾳ τῇ καλῇ ταύτῃ φημὶ ἐγὼ καίπερ γέρων ὢν προσδεῖν σοφίας τῆς περὶ τοὺς πονηροὺς καὶ ἀδίκους φυλακτικῆς καί τινος ἀμυντικῆς δυνάμεως. ἄπειροι γάρ εἰσι διὰ τὸ μεθ᾿ ἡμῶν μετρίων ὄντων καὶ οὐ κακῶν συχνὸν διατετριφέναι τοῦ βίου· διὸ δὴ τούτων προσδεῖν εἶπον, ἵνα μὴ ἀναγκάζωνται τῆς ἀληθινῆς μὲν ἀμελεῖν σοφίας, τῆς δ᾿ ἀνθρωπίνης τε καὶ ἀναγκαίας ἐπιμελεῖσθαι μειζόνως ἢ δεῖ.“
- 6.13.1
Οὐκοῦν κατὰ ταῦτα ἡ μέν τις θεία σοφία ἐστὶν, ἡ δ᾿ ἀνθρωπίνη. καὶ ἡ μὲν ἀνθρωπίνη ἐστὶν ἡ καθ᾿ ἡμᾶς λεγομένη „σοφία τοῦ κόσμου“. ἥτις ἐστὶ „μωρία παρὰ τῷ θεῷ“· ἡ δὲ θεία καὶ ἑτέρα παρὰ τὴν ἀνθρωπίνην, εἴπερ ἐστὶ θεία, χάριτι θεοῦ δωρουμένου αὐτὴν τοῖς ἑαυτοὺς ἐπιτηδείους πρὸς παραδοχὴν αὐτῆς κατασκευάσασι παραγίνεται, καὶ μάλιστα τοῖς ἐκ τοῦ ἐγνωκέναι τὴν διαφορὰν ἑκατέρας σοφίας πρὸς τὴν ἑτέραν ἐν ταῖς πρὸς θεὸν εὐχαῖς λέγουσι· „κἂν γάρ τις τέλειος ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται.“ καὶ γυμνάσιον μέν φαμεν εἶναι τῆς ψυχῆς τὴν ἀνθρωπίνην σοφίαν, τέλος δὲ τὴν θείαν· ἥτις καὶ „στερεὰ“ λέγεται τῆς ψυχῆς εἶναι „τροφὴ“ παρὰ τῷ φήσαντι· „τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.“
- 6.13.2
καὶ ἀρχαία μὲν ἀληθῶς ἐστιν ἥδε ἡ δόξα. οὐχ, ὡς οἴεται δὲ Κέλσος, τῆς περὶ αὐτῶν ἀρχαιότητος εἰς Ἡράκλειτον καὶ Πλάτωνα ἀναφερομένης. ἀνωτέρω γὰρ τούτων οἱ προφῆται διέστειλαν τὸ περὶ ἑκατέρας σοφίας· ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος εἰπεῖν ἀπὸ τῶν λόγων τοῦ Δαυῒδ τὸ περὶ τοῦ κατὰ τὴν θείαν σοφίαν σοφοῦ λεγόμενον, ὅστις „οὐκ ὄψεται καταφθορὰν,“ φησὶν, „ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας.“ ἡ θεία τοίνυν σοφία, ἑτέρα οὖσα τῆς πίστεως, πρῶτόν ἐστι τῶν καλουμένων· „χαρισμάτων“ τοῦ θεοῦ, καὶ μετ᾿ ἐκείνην δεύτερον τοῖς ἀκριβοῦν τὰ τοιαῦτα ἐπισταμένοις ἡ καλουμένη γνῶσις, καὶ τρίτον, ἐπεὶ σῴζεσθαι χρὴ καὶ τοὺς ἁπλουστέρους προσιόντας κατὰ δύναμιν τῇ θεοσεβείᾳ, ἡ πίστις. διὸ λέγεται παρὰ τῷ Παύλῳ· „ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι.“ διόπερ οὐ τοὺς τυχόντας εὕροις ἂν μετειληφότας τῆς θείας σοφίας ἀλλὰ τοὺς ὑπερέχοντας καὶ διαφέροντας πάντων τῶν χριστιανισμῷ προσεχόντων, οὐδὲ τοῖς ἀπαιδευτοτάτοις ἢ ἀνδραπόδοις ἢ ἀμαθεστάτοις διέξεισί τις τὰ περὶ τῆς θείας σοφίας.
- 6.14.1
Καίτοι γε ἄλλους μέν φησιν ἀπαιδευτοτάτους εἶναι καὶ ἀνδράποδα καὶ ἀμαθεστάτους ὁ Κέλσος, τοὺς μὴ ἐπισταμένους αὐτοῦ τὰ προστάγματα μηδὲ παιδευθέντας τὰ Ἑλλήνων μαθήματα· ἡμεῖς δὲ ἀπαιδευτοτάτους φαμὲν τοὺς μὴ αἰσχυνομένους ἐν τῷ τοῖς ἀψύχοις προσλαλεῖν καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλουμένους περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῦντας περὶ δ᾿ ἐπικουρίας τὸ ἀπορώτατον ἱκετεύοντας. κἄν τινες δὲ μὴ ταῦτα φῶσιν εἶναι τοὺς θεοὺς ἀλλὰ μιμήματα τῶν ἀληθινῶν κἀκείνων σύμβολα. οὐδὲν ἧττον καὶ οὗτοι. ἐν βαναύσων χερσὶ τὰ μιμήματα τῆς θειότητος φανταζόμενοι εἶναι. ἀπαίδευτοί εἰσι καὶ ἀνδράποδα καὶ ἀμαθεῖς· ὡς τοὺς ἐσχάτους τῶν ἐν ἡμῖν ἀπηλλάχθαι ταύτης τῆς ἀπαιδευσίας καὶ τῆς ἀμαθίας, καὶ φρονιμωτάτοις δὲ τὴν θείαν ἐλπίδα νοεῖσθαι καὶ καταλαμβάνεσθαί φαμεν. λέγομεν δὲ καὶ οὐχ οἷόν τ᾿ εἶναι μὴ ἐγγυμνασάμενον τῇ ἀνθρωπίνῃ σοφίᾳ χωρεῖν τὴν θειοτέραν, καὶ μωρίαν πᾶσαν τὴν ἀνθρωπίνην σοφίαν ὡς πρὸς τὴν θείαν ὁμολογοῦμεν.
- 6.14.2
εἶτα δέον αὐτὸν ἀγωνίζεσθαι περὶ τοῦ λόγου, ὁ δὲ γόητας ἡμᾶς καλεῖ καί φησιν ὅτί φεύγομεν τοὺς χαριεστέρους προτροπάδην ὡς οὐχ ἑτοίμους ἀπατᾶσθαι. παλεύομεν δὲ τοὺς ἀγροικοτέρους. οὐ γὰρ εἶδεν ἄνωθεν καὶ ἐξ ἀρχῆς καὶ τοῖς ἔξωθεν μαθήμασι πεπαιδευμένους τοὺς παρ᾿ ἡμῖν σοφοὺς, Μωϋσέα μὲν „πάσῃ Αἰγυπτίων σοφίᾳ,“ Δανιὴλ δὲ καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαὴλ πᾶσι τοῖς Ἀσσυρίων γράμμασιν, ὥστ᾿ αὐτοὺς εὑρεθῆναι πάντων τῶν ἐκεῖ σοφῶν δεκαπλασίους. καὶ νῦν δὲ αἱ ἐκκλησίαι ἔχουσι μὲν ἀνάλογον τοῖς πλήθεσιν ὀλίγους σοφοὺς προσελθόντας καὶ ἀπὸ τῆς καλουμένης παρ᾿ ἡμῖν „κατὰ σάρκα“ σοφίας, ἔχουσι δὲ καὶ τοὺς διαβεβηκότας ἀπ᾿ ἐκείνης ἐπὶ τὴν θείαν σοφίαν.
- 6.15.1
Εἶτα μετὰ ταῦτα ὁ Κέλσος ὡς περιηχηθεὶς τὰ περὶ ταπεινοφροσύνης καὶ μὴ ἐπιμελῶς αὐτὴν νοήσας βούλεται μὲν τὴν παρ᾿ ἡμῖν κακολογεῖν. οἴεται δ᾿ αὐτὴν παράκουσμα εἶναι τῶν Πλάτωνος λόγων, ὅς φησι ποὺ ἐν τοῖς Νόμοις· „ὁ μὲν δὴ θεὸς, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δ᾿ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολελειμμένων τοῦ θείου νόμου τιμωρὸς, ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος“· οὐχ ὁρῶν ὅτι παρὰ τοῖς πολὺ Πλάτωνος ἀρχαιοτέροις λέλεκται ἐν εὐχῇ τό· „κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμὲ, εἰ μὴ ἐταπεινοφρόνουν.“ ἅμα δὲ δηλοῦται διὰ τούτων ὅτι οὐ πάντως ὁ ταπεινοφρονῶν ἀσχημόνως καὶ ἀπαισίως ταπεινοῦται, χαμαιπετὴς ἐπὶ τῶν γονάτων καὶ πρηνὴς ἐῤῥιμμένος. ἐσθῆτα δυστήνων ἀμφισκόμενος καὶ κόνιν ἐπαμώμενος. ὁ γὰρ κατὰ τὸν προφήτην ταπεινοφρονῶν, πορευόμενος „ἐν μεγάλοις καὶ θαυμασίοις“ τοῖς ὑπὲρ αὐτὸν, τοῖς ἀληθῶς „μεγάλοις“ δόγμασι καὶ τοῖς „θαυμασίοις“ νοήμασι, ταπεινοῖ ἑαυτὸν „ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ.“
- 6.15.2
εἰ δέ τινες διὰ τὴν ἰδιωτείαν μὴ τρανώσαντες τὸ περὶ τῆς ταπεινοφροσύνης δόγμα τοιαῦτα ποιοῦσιν, οὐ τὸν λόγον αἰτιατέον, ἀλλὰ τῇ ἰδιωτείᾳ τῶν προθεμένων μὲν τὰ κρείττονα διὰ δὲ τὸν ἰδιωτισμὸν ἀποτυγχανόντων συγγνωστέον. μᾶλλον γὰρ τοῦ κατὰ Πλάτωνα ταπεινοῦ καὶ κεκοσμημένου „ταπεινὸς καὶ κεκοσμημένος“ ἐστὶν ὁ κεκοσμημένος μὲν διὰ τὸ πορεύεσθαι „ἐν μεγάλοις“ καὶ „θαυμασίοις“ ὑπὲρ αὐτόν· ταπεινὸς δὲ, ἐπεὶ καὶ ἐν τούτοις ὢν ταπεινοῦται ἑκὼν. οὐχ ὑπὸ τὸν τυχόντα ἀλλ᾿ „ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ,“ διὰ τοῦ διδασκάλου τῶν τοιούτων μαθημάτων Ἰησοῦ· „ὃς“ „οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν,“ „καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.“ καὶ οὕτω μέγα δόγμα τὸ περὶ ταπεινοφροσύνης ἐστὶν, ὡς μὴ τὸν τυχόντα διδάσκαλον ἔχειν περὶ αὐτοῦ, ἀλλ᾿ αὐτὸν λέγειν τὸν τηλικοῦτον ἡμῶν σωτῆρα· „μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.“
- 6.16.1
Μετὰ ταῦτα τὴν κατὰ τῶν πλουσίων ἀπόφασιν τοῦ Ἰησοῦ, εἰπόντος· „εὐκοπώτερον κάμηλον εἰσελθεῖν διὰ τρήματος ῥαφίδος ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ,“ φησὶν ἄντικρυς ἀπὸ Πλάτωνος εἰρῆσθαι, τοῦ Ἰησοῦ παραφθείροντος τὸ Πλατωνικὸν, ἐν οἷς εἶπεν ὁ Πλάτων ὅτι „ἀγαθὸν ὄντα διαφόρως καὶ πλούσιον εἶναι διαφερόντως εἶναι ἀδύνατον.“ τίς δ᾿ οὐκ ἂν καὶ μετρίως ἐφιστάνειν τοῖς πράγμασι δυνάμενος τὸν Κέλσον γελάσαι, οὐ τῶν πιστευόντων τῷ Ἰησοῦ μόνων ἀλλὰ καὶ τῶν λοιπῶν ἀνθρώπων. ἀκούων ὅτι Ἰησοῦς ὁ παρὰ Ἰουδαίοις γεγενημένος καὶ ἀνατεθραμμένος καὶ Ἰωσὴφ „τοῦ τέκτονος“ νομισθεὶς εἶναι υἱὸς καὶ μηδὲ γράμματα μεμαθηκὼς οὐ μόνον τὰ Ἑλλήνων ἀλλ᾿ οὐδὲ τὰ Ἑβραίων, ὅπερ καὶ αἱ φιλαλήθεις μαρτυροῦσι γραφαὶ τῶν περὶ αὐτὸν, ἀνέγνω Πλάτωνα καὶ ἀρεσθεὶς τῇ περὶ τῶν πλουσίων ἀποφαινομένῃ αὐτοῦ λέξει, ὡς „ἀδύνατόν ἐστιν ἀγαθὸν εἶναι διαφερόντως καὶ πλούσιον,“ παρέφθειρεν αὐτὴν καὶ πεποίηκε τὸ „εὐκοπώτερον κάμηλον διὰ τρήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ“;
- 6.16.2
εἰ δὲ μὴ μετὰ τοῦ μισεῖν καὶ ἀπεχθάνεσθαι ἐντυχὼν τοῖς εὐαγγελίοις φιλαλήθης ἦν ὁ Κέλσος, ἐπέστησεν ἂν, τί δή ποτε παρελήφθη κάμηλος, τὸ τῶν ζῴων ὅσον ἐπὶ τῇ κατασκευῇ σκολιὸν, παραβαλλόμενον τῷ πλουσίῳ, καὶ τί αὐτῷ ἐβούλετο ἡ στενὴ „τῆς ῥαφίδος“ τρυμαλιὰ, στενὴν φάσκοντι εἶναι καὶ τεθλιμμένην τὴν ὁδὸν τὴν ἀπάγουσαν „εἰς τὴν ζωὴν,“ καὶ τὸ κατὰ τὸν νόμον δὲ „ἀκάθαρτον“ τὸ ζῷον ἀναγεγράφθαι τοῦτο, ἔχον μέν τι ἀποδεκτὸν τὸ μαρυκᾶσθαι, ἔχον δὲ καὶ ψεκτὸν τὸ μὴ διχηλεῖν· ἐξήτασεν ἂν καὶ ὁσάκις ἐν ταῖς θείαις παρελήφθη κάμηλος γραφαῖς καὶ ἐπὶ τίνων, ἵνα θεωρήσῃ τὸ περὶ τῶν πλουσίων τοῦ λόγου βούλημα· οὐκ εἴασεν ἂν ἀβασάνιστον καὶ τὸ μακαρίζεσθαι μὲν τοὺς πτωχοὺς ὑπὸ τοῦ Ἰησοῦ ταλανίζεσθαι δὲ τοὺς πλουσίους πότερον ἐπὶ τῶν αἰσθητῶν αὐτῷ ταῦτα . . . . πτωχῶν καὶ πλουσίων, ἢ οἶδέ τινα πτωχείαν πάντως μακαριζομένην ὁ λόγος καὶ πλοῦτον πάντως ψεκτόν· οὐκ ἂν γὰρ οὐδ᾿ ὁ τυχὼν ἀκρίτως τοὺς πτωχοὺς ἐπῄνεσεν, ὧν οἱ πολλοὶ καὶ φαυλόττοί εἰσι τὰ ἤθη. ἀλλὰ ταῦτα μὲν ταύτῃ.
- 6.17.1
Ἐπεὶ δ᾿ ἑξῆς ἐξευτελίσαι βουλόμενος τὰ περὶ βασιλείας θεοῦ γεγραμμένα παρ᾿ ἡμῖν τούτων μὲν οὐδὲν παρέθετο ὡς οὐδὲ τῆς παρ᾿ αὐτῷ ἄξιον ἀναγραφῆς, τάχα ἐπεὶ μηδὲ ᾔδει αὐτὰ, Πλάτωνος δὲ λέξεις ἐκτίθεται ἀπό τε τῶν ἐπιστολῶν καὶ τοῦ Φαίδρου, ὡς τούτων μὲν ἐνθέως εἰρημένων, οὐδὲν δὲ τοιοῦτον ἐχόντων τῶν ἡμετέρων γραμμάτων· φέρε ὀλίγα παραβάλωμεν παραθέσεως ἕνεκεν τῆς πρὸς τὰ Πλάτωνι οὐκ ἀπιθάνως μὲν εἰρημένα, οὐ μὴν καὶ διαθέντα τὸν φιλόσοφον ἀξίως κἂν αὐτῷ ἀναστραφῆναι ἐν τῇ πρὸς τὸν ποιητὴν τῶν ὅλων εὐσεβείᾳ· ἣν ἐχρῆν μὴ νοθεύειν μηδὲ μιαίνειν τῇ, ὡς ἡμεῖς ὀνομάζομεν, εἰδωλολατρείᾳ. ὡς δὲ καὶ οἱ πολλοὶ λέγοιεν ἂν χρώμενοι τῷ ὀνόματι, καὶ τῇ δεισιδαιμονίᾳ.
- 6.17.2
τρόπῳ δὴ Ἑβραϊκῷ τινι λέγεται περὶ τοῦ θεοῦ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ ὅτι „ἔθετο σκότος ἀποκρυφὴν ὁ θεός“· ἵνα δηλωθῇ ὅτι ἀφανῆ καὶ ἄγνωστά ἐστι τὰ κατ᾿ ἀξίαν νοηθέντα ἄν περὶ τοῦ θεοῦ, ἀποκρύψαντος ἑαυτὸν οἱονεὶ ἐν σκότῳ τοῖς μὴ φέρουσι τὰς τῆς γνώσεως αὐτοῦ μαρμαρυγὰς μηδὲ δυναμένοις αὐτὸν ὁρᾶν πῇ μὲν διὰ τὸν μιασμὸν τοῦ νοῦ, σώματι „ταπεινώσεως“ ἀνθρώπων ἐνδεδεμένου, πῇ δὲ διὰ τὴν βραχυτέραν δύναμιν αὐτοῦ τῆς κατανοήσεως τοῦ θεοῦ. ἵνα δὲ δηλωθῇ τὸ σπανίως εἰς ἀνθρώπους φθάνον καὶ ἐν πάνυ ὀλίγοις εὑρισκόμενον τῆς γνώσεως τοῦ θεοῦ, Μωϋσῆς ἀναγέγραπται εἰσεληλυθέναι „εἰς τὸν γνόφον, ὅπου ἦν ὁ θεός“· καὶ περὶ Μωϋσέως πάλιν· „ἐγγιεῖ Μωϋσῆς μόνος πρὸς τὸν θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσι.“ πάλιν τε αὖ ἵνα τὸ βάθος παραστήσῃ ὁ προφήτης τῶν περὶ θεοῦ δογμάτων, ἄληπτον τυγχάνον τοῖς μὴ ἔχουσι „πνεῦμα“ τὸ πάντ᾿ ἐρευνῶν, ἐρευνῶν δὲ „καὶ τὰ βάθη τοῦ θεοῦ,“ εἶπε τό· „ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ.“·
- 6.17.3
ἀλλὰ καὶ ὁ σωτὴρ ἡμῶν καὶ κύριος λόγος τοῦ θεοῦ τὸ μέγεθος παριστὰς τῆς γνώσεως τοῦ πατρὸς. ὅτι κατ᾿ ἀξίαν προηγουμένως αὐτῷ μόνῳ. λαμβάνεται καὶ γινώσκεται. δευτέρως δὲ τοῖς ἐλλαμπομένοις τὸ ἡγεμονικὸν ὑπ᾿ αὐτοῦ τοῦ λόγου καὶ θεοῦ, φησίν· „οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.“ οὔτε γὰρ τὸν ἀγένητον καὶ πάσης γενητῆς φύσεως πρωτότοκον κατ᾿ ἀξίαν εἰδέναι τις δύναται ὡς ὁ γεννήσας αὐτὸν πατὴρ, οὔτε τὸν πατέρα ὡς ὁ ἔμψυχος λόγος καὶ σοφία αὐτοῦ καὶ ἀλήθεια· οὗ μετοχῇ περιαιροῦντος ἀπὸ τοῦ πατρὸς τὸ λεγόμενον „σκότος,“ ὃ „ἔθετο ἀποκρυφὴν αὐτοῦ,“ καὶ τὸ λεγόμενον „περιβόλαιον“ αὐτοῦ, τὴν ἄβυσσον, καὶ ἀποκαλύπτοντος οὕτω τὸν πατέρα ὅστις ποτ᾿ ἂν χωρῇ γινώσκειν αὐτὸν γινώσκει.
- 6.18.1
Ταῦτα δ᾿ ἡγησάμην βραχέα ἀπὸ πλείστων ὅσων τῶν περὶ θεοῦ τοῖς ἱεροῖς ἀνδράσι νενοημένων παραθέσθαι, δεικνὺς ὅτι τῶν θαυμασθέντων ὑπὸ Κέλσου Πλατωνικῶν λόγων ἔχει τι σεμνότερον τοῖς ἔχουσιν ὀφθαλμοὺς, βλέπειν τὰ σεμνὰ τῶν γραφῶν δυναμένους, τὰ ἱερὰ τῶν προφητῶν γράμματα. ἔχει δ᾿ ἡ Πλάτωνος λέξις, ἣν ὁ Κέλσος ἐξέθετο, τοῦτον τὸν τρόπον· „περὶ τὸν πάντων βασιλέα πάντ᾿ ἐστὶ, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων καλῶν. δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν, ποῖα ἄττα ἐστὶ, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. τοῦ δὴ βασιλέως πέρι καὶ ὧν εἶπον, οὐδέν ἐστι τοιοῦτον.“ ἐδυνάμην δὲ παραθέσθαι τὰ περὶ τῶν παρ᾿ Ἑβραίοις καλουμένων „σεραφὶμ,“ ἀναγεγραμμένων ἐν τῷ Ἡσαΐᾳ, καλυπτόντων „τὸ πρόσωπον“ καὶ „τοὺς πόδας“ τοῦ θεοῦ, καὶ τὰ περὶ τῶν. ὀνομαζομένων „χερουβὶμ,“ ἃ διέγραψεν ὁ Ἰεζεκιὴλ, καὶ τῶν ὡσανεὶ σχημάτων αὐτῶν, καὶ τίνα τρόπον ὀχεῖσθαι λέγεται ἐπὶ τῶν χερουβὶμ ὁ θεός· ἀλλ᾿ ἐπεὶ πάνυ κεκρυμμένως εἴρηται διὰ τοὺς ἀναξίους καὶ ἀσέμνους, μὴ δυναμένους παρακολουθῆσαι μεγαλονοίᾳ καὶ σεμνότητι θεολογίας, οὐχ ἡγησάμην πρέπον εἶναι ἐν τῷ συγγράμματι τούτῳ περὶ αὐτῶν διαλεχθῆναι.
- 6.19.1
Ἑξῆς δὲ τούτοις φησὶν ὁ Κέλσος παρακούσαντάς τινας Χριστιανοὺς Πλατωνικῶν λέξεων αὐχεῖν τὸν ὑπερουράνιον θεὸν, ὑπεραναβαίνοντας τὸν Ἰουδαίων οὐρανόν. ἐν τούτοις δὲ οὐ διασαφεῖ, πότερον καὶ τὸν Ἰουδαίων θεὸν ὑπεραναβαίνουσιν ἢ μόνον ὃν ὀμνύουσιν οὐρανόν. περὶ μὲν οὖν τῶν ἕτερον ἐπαγγελλομένων θεὸν παρὰ τὸν καὶ ὑπὸ Ἰουδαίων προσκυνούμενον οὐ πρόκειται νῦν ἡμῖν λέγειν, περὶ δὲ ἑαυτῶν ἀπολογεῖσθαι καὶ δεικνύναι ὅτι οὐ δύνανται οἱ παρ᾿ ἡμῖν Ἰουδαίων προφῆται ἀπὸ Πλάτωνός τι εἰληφέναι· πρεσβύτεροι γὰρ ἦσαν αὐτοῦ. οὔτ᾿ οὖν τὴν φάσκουσαν λέξιν· „περὶ τὸν πάντων βασιλέα πάντ᾿ ἐστὶ. καὶ ἐκείνου ἕνεκα πάντα“ ἀπὸ Πλάτωνος εἰλήφαμεν, ἀλλὰ τούτων κρειττόνως εἰρημένα ἀπὸ τῶν προφητῶν μεμαθήκαμεν, σαφηνίσαντος τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ τὸ βούλημα τοῦ ἐν τοῖς προφήταις πνεύματος (ὅπερ οὐκ ἄλλο ἦν τοῦ πνεύματος τοῦ Χριστοῦ), οὔτε τὰ περὶ τοῦ ὑπερουρανίου τόπου πρῶτος ὁ φιλόσοφος παρίστησιν, ἀλλὰ Δαυῒδ τὴν βαθύτητα τοῦ πλήθους τῶν ἐν τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ τῶν περὶ θεοῦ θεωρημάτων πάλαι παρέστησεν εἰπὼν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν· „αἰνεῖτε τὸν θεὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· αἰνεσάτωσαν τὸ ὄνομα κυρίου.“
- 6.19.2
ἐγὼ δὲ οὐκ ἀπογινώσκω τὰς ἀπὸ τοῦ Φαίδρου λέξεις ἀπό τινων Ἑβραίων μεμαθηκότα τὸν Πλάτωνα, ὡς δέ τινες ἀνέγραψαν, ἔτι καὶ τοῖς προφητικοῖς ἐντυχόντα λόγοις ἐκτεθεῖσθαι, ἐν οἷς ἔλεγεν· „τὸν ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατ᾿ ἀξίαν“ καὶ τὰ ἑξῆς, ἐν οἷς ἐστι καὶ τὸ„ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ νῷ μόνῳ θεατὴ, περὶ ὅν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος τοῦτον ἔχει τὸν τόπον.“ καὶ ἀπ᾿ ἐκείνων γε τῶν λόγων παιδευθεὶς ὁ Παῦλος ἡμῶν καὶ ποθῶν τὰ ὑπερκόσμια καὶ ὑπερου ράνια καὶ δι᾿ ἐκεῖνα πάντα πράττων, ἵν᾿ αὐτῶν τύχῃ, φησὶν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους ἐπιστολῇ· „τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.“
- 6.20.1
Ἄντικρυς γὰρ τοῖς ἀκούειν δυναμένοις παρίστησι τὰ μὲν αἰσθητὰ λέγων αὐτὰ „βλεπόμενα,“ τὰ δὲ νοητὰ καὶ νῷ μόνῳ καταληπτὰ ὀνομάζων „μὴ βλεπόμενα.“ οὗτος δὲ καὶ „πρόσκαιρα“ μὲν οἶδε τὰ αἰσθητὰ καὶ „βλεπόμενα,“ „αἰώνια“ δὲ τὰ νοητὰ καὶ „μὴ βλεπόμενα“· καὶ βουλόμενος πρὸς τῇ ἐκείνων θέᾳ γενέσθαι ὑπὸ τοῦ πρὸς ἐκεῖνα πόθου βοηθούμενος πᾶσαν θλῖψιν τὸ οὐδὲν καὶ ἐλαφράν τινα ἐνόμιζεν εἶναι· καὶ παρ᾿ αὐτὸν τὸν „τῆς θλίψεως“ καὶ τῶν πόνων καιρὸν μηδαμῶς μὲν βαρούμενος ὑπ᾿ αὐτῶν, ἐπελαφρίζων δὲ διὰ τὴν περὶ ἐκεῖνα θέαν πᾶσαν περίστασιν· ἐπεὶ καὶ ἔχομεν ἡμεῖς „ἀρχιερέα μέγαν“ τῷ μεγέθει τῆς δυνάμεως καὶ τοῦ νοῦ αὐτοῦ „διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ,“ ἐπαγγειλάμενον τοῖς γνησίως μαθοῦσι τὰ θεῖα καὶ ἀξίως αὐτῶν βιώσασι προάξειν αὐτοὺς ἐπὶ τὰ ὑπερκόσμια· φησὶ γάρ· „ἵν᾿ ὅπου ἐγὼ ὑπάγω καὶ ὑμεῖς ἦτε.“ διὰ τοῦτο ἡμεῖς μετὰ τοὺς ἐνταῦθα πόνους καὶ τοὺς ἀγῶνας ἐλπίζομεν πρὸς ἄκροις γενέσθαι τοῖς οὐρανοῖς, καὶ πηγὰς „ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον“ ἀναλαβόντες κατὰ τὴν Ἰησοῦ διδασκαλίαν ποταμούς τε χωρήσαντες τῶν θεωρημάτων σὺν τοῖς λεγομένοις ὕδασιν „ὑπεράνω τῶν οὐρανῶν.“ αἰνοῦσι „τὸ ὄνομα κυρίου,“ ἔσεσθαι. καὶ ὅσον γε αἰνοῦμεν αὐτὸν, οὐ περιαχθησόμεθα ἀπὸ τῆς τοῦ οὐρανοῦ περιφορᾶς, ἀεὶ δὲ πρὸς τῇ θέᾳ ἐσόμεθα τῶν ἀοράτων τοῦ θεοῦ, οὐκέτι „ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι“ νοουμένων ἡμῖν, ἀλλ᾿ ὡς ὠνόμασεν ὁ γνήσιος τοῦ Ἰησοῦ μαθητὴς λέγων· „τότε δὲ πρόσωπον πρὸς πρόσωπον“ καὶ τό· „ἐὰν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.“
- 6.21.1
Ἑπτὰ δὲ οὐρανοὺς ἢ ὅλως περιωρισμένον ἀριθμὸν αὐτῶν αἱ φερόμεναι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ οὐκ ἀπαγγέλλουσι γραφαὶ, ἀλλ᾿ οὐρανοὺς, εἴτε τὰς σφαίρας τῶν παρ᾿ Ἕλλησι λεγομένων πλανήτων εἴτε καὶ ἄλλο τι ἀποῤῥητότερον ἐοίκασι διδάσκειν οἱ λόγοι. καὶ τὸ ὁδὸν δὲ εἶναι ταῖς ψυχαῖς ἐς γῆν καὶ ἀπὸ γῆς Κέλσος μὲν κατὰ Πλάτωνά φησι γίνεσθαι διὰ τῶν πλανήτων· Μωϋσῆς δὲ, ὁ ἀρχαιότατος ἡμῶν προφήτης. ἐν ὄψει τοῦ πατριάρχου ἡμῶν Ἰακώβ φησιν ἑωρᾶσθαι θεῖον ἐνύπνιον, κλίμακα „εἰς οὐρανὸν“ φθάνουσαν καὶ ἀγγέλους „τοῦ θεοῦ“ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ᾿ αὐτῆς, τὸν δὲ κύριον ἐπεστηριγμένον ἐπὶ τοῖς ἄκροις αὐτῆς, εἴτε ταῦτα εἴτε τινὰ μείζονα τούτων αἰνιττόμενος ἐν τῷ περὶ τῆς κλίμακος λόγῳ· περὶ ἧς καὶ τῷ Φίλωνι συντέτακται βιβλίον, ἄξιον φρονίμου καὶ συνετῆς παρὰ τοῖς φιλαλήθεσιν ἐξετάσεως.
- 6.22.1
Ἑξῆς δὲ τούτοις βουλόμενος ὁ Κέλσος πολυμάθειαν ἑαυτοῦ ἐπιδείξασθαι ἐν τῷ καθ᾿ ἡμῶν λόγῳ ἐκτίθεταί τινα καὶ Περσικὰ μυστήρια ἐν οἷς φησιν· αἰνίττεται ταῦτα καὶ ὁ Περσῶν λόγος, καὶ ἡ τοῦ Μίθρου τελετὴ, (ἣ) παρ᾿ αὐτοῖς ἐστιν. ἔστι γάρ τι ἐν αὐτῇ σύμβολον τῶν δύο τῶν ἐν οὐρανῷ περιόδων, τῆς τε ἀπλανοῦς καὶ τῆς εἰς τοὺς πλανήτας αὖ νενεμημένης, καὶ τῆς δι᾿ αὐτῶν τῆς ψυχῆς διεξόδου. τοιόνδε τὸ σύμβολον· κλῖμαξ ἑπτάπυλος, ἐπὶ δ᾿ αὐτῇ πύλη ὀγδόη. ἡ πρώτη τῶν πυλῶν μολίβδου, ἡ δευτέρα κασσιτέρου, ἡ τρίτη χαλκοῦ, ἡ τετάρτη σιδήρου, ἡ πέμπτη κεραστοῦ νομίσματος, ἡ ἕκτη ἀργύρου, χρυσοῦ δὲ ἡ ἑβδόμη. τὴν πρώτην τίθενται Κρόνου, τῷ μολίβδῳ τεκμηριούμενοι τὴν βραδυτῆτα τοῦ ἀστέρος, τὴν δευτέραν Ἀφροδίτης, παραβάλλοντες αὐτῇ τὸ φαιδρόν τε καὶ μαλακὸν τοῦ κασσιτέρου, τὴν τρίτην τοὺ Διὸς, τὴν χαλκοβατῆ καὶ στεῤῥὰν, τὴν τετάρτην Ἑρμοῦ, τλήμονα γὰρ ἔργων ἁπάντων καὶ χρηματιστὴν καὶ πολύκμητον εἶναι τόν τε σίδηρον καὶ τὸν Ἑρμῆν, τὴν πέμπτην Ἄρεος, τὴν ἐκ τοῦ κράματος ἀνώμαλόν τε καὶ ποικίλην, ἕκτην Σελήνης τὴν ἀργυρᾶν, ἑβδόμην Ἡλίου τὴν χρυσῆν, μιμούμενοι τὰς χρόας αὐτῶν.
- 6.22.2
ἑξῆς ἐξετάζει τὴν αἰτίαν τῆς οὕτω κατειλεγμένης τάξεως τῶν ἀστέρων, δηλουμένης διὰ συμβόλων ἐν τοῖς ὀνόμασι τῆς λοιπῆς ὕλης, καὶ μουσικοὺς λόγους προσάπτει ᾗ ἐκτίθεται Περσῶν θεολογίᾳ· προσφιλοτιμεῖται δὲ τούτοις καὶ δευτέραν ἐκθέσθαι διήγησιν, πάλιν ἐχομένην μουσικῶν θεωρημάτων. ἔδοξε δέ μοι τὸ ἐκθέσθαι τὴν λέξιν ἐν τούτοις τοῦ Κέλσου ἄτοπον εἶναι καὶ ὅμοιον ᾧ αὐτὸς πεποίηκεν, εἰς τὴν περὶ Χριστιανῶν καὶ Ἰουδαίων κατηγορίαν ἀκαίρως παραλαβὼν οὐ μόνον τὰ Πλάτωνος, ὡς ἐκείνοις ἀρκεῖσθαι, ἀλλὰ καὶ τὰ, ὥς φησι, Περσῶν τοῦ Μίθρου μυστήρια καὶ τὴν διήγησιν αὐτῶν. ὅπως ποτὲ γὰρ ἐχέτω ταῦτα, εἴτε ψευδῶς εἴτ᾿ ἀληθῶς, τοῖς τὰ τοῦ Μίθρου πρεσβεύουσι καὶ Πέρσαις· τί δὴ οὖν μᾶλλον ταῦτ᾿ ἐξέθετο ἤ τι τῶν λοιπῶν μυστηρίων μετὰ τῆς διηγήσεως αὐτῶν; οὐ γὰρ δοκεῖ παρ᾿ Ἕλλησιν εἶναι ἐξαίρετα τὰ τοῦ Μίθρου παρὰ τὰ Ἐλευσίνια ἢ τὰ παραδιδόμενα τοῖς ἐν Αἰγίνῃ μυουμένοις τὰ τῆς Ἑκάτης. τί δὲ μᾶλλον εἴπερ βαρβαρικὰ ἐβούλετο μυστήρια ἐκτίθεσθαι μετὰ τῆς διηγήσεως αὐτῶν, οὐ μᾶλλον τὰ Αἰγυπτίων, ἐν οἷς πολλοὶ σεμνύνονται, ἢ τὰ Καππαδοκῶν περὶ τῆς ἐν Κομάνοις Ἀρτέμιδος ἢ τὰ Θρᾳκῶν ἢ καὶ τὰ Ῥωμαίων αὐτῶν, τελούντων τοὺς εὐγενεστάτους τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς; ἀλλ᾿ εἰ ἄκαιρον αὐτῷ ἔδοξεν ἐκείνων τι παραβαλεῖν ὡς μηδαμῶς συμβαλλόμενον εἰς τὴν Ἰουδαίων ἢ Χριστιανῶν κατηγορίαν, πῶς οὐχὶ τὸ αὐτὸ ἄκαιρον καὶ ἐπὶ τῆς ἐκθέσεως τῶν Μιθραϊκῶν αὐτῷ ἐφαίνετο;
- 6.23.1
Εἰ δέ τις βούλοιτο μὴ ἀφ᾿ ἧς παρέθετο αἱρέσεως ἀσημοτάτης ἀλλὰ ἀπὸ βιβλίων πῇ μὲν Ἰουδαϊκῶν καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν ἀναγινωσκομένων, ἅπερ Χριστιανοὶ προσίενται, πῇ δὲ Χριστιανῶν μόνων λαβεῖν ἀφορμὰς τῆς μυστικωτέρας περὶ εἰσόδου ψυχῶν εἰς τὰ θεῖα θεωρίας, ἀναγνώτω τὰ ἐπὶ τέλει τῆς τοῦ Ἰεζεκιὴλ προφητείας ἑωραμένα τῷ προφήτῃ, ἐν οἷς διάφοροι πύλαι καταγεγραμμέναι εἰσὶν, αἰνισσόμεναί τινα περὶ τῆς διαφόρου εἰσόδου τῶν θειοτέρων ψυχῶν ἐπὶ τὰ κρείττονα· ἀναγνώτω δὲ καὶ ἐκ τῆς Ἰωάννου Ἀποκαλύψεως τὰ περὶ τῆς πόλεως τοῦ θεοῦ Ἱερουσαλὴμ ἐπουρανίον καὶ τῶν θεμελίων καὶ τῶν πυλῶν αὐτῆς. εἰ δὲ δύναται διὰ συμβόλων καὶ τὴν ὁδὸν δεδηλωμένην τῶν ὁδευσόντων ἐπὶ τὰ θεῖα μαθεῖν, ἀναγνώτω τοὺς ἐπιγεγραμμένους Ἀριθμοὺς Μωϋσέως καὶ ζητησάτω τὸν δυνάμενον αὐτὸν μυσταγωγῆσαι ἐπὶ τὰ περὶ τῶν παρεμβολῶν τῶν υἱῶν Ἰσραὴλ ἀναγεγραμμένα, ποῖαι μὲν κατὰ τὰ ἀνατολικὰ τεταγμέναι εἰσὶ μέρη ὡς πρῶται, ποῖαι δὲ ἐπὶ τὰ κατὰ λίβα (ἢ) κατὰ νότον, καὶ τίνες αἱ κατὰ θάλασσαν, καὶ τίνες αἱ τελευταῖαι κατὰ βοῤῥᾶν. ὄψεται γὰρ θεωρήματα οὐκ εὐκαταφρόνητα ἐν τοῖς τόποις οὐδ᾿, ὡς Κέλσος οἴεται, μωρῶν τινων ἀκροατῶν καὶ ἀνδραπόδων δεόμενα· διαλήψεται γὰρ, τίνες ἐν αὐτοῖς, καὶ (τίνα) τὰ περὶ τῆς φύσεως τῶν κατειλεγμένων ἐν αὐτοῖς ἀριθμῶν καὶ ἐφαρμοσθέντων ἑκάστῃ φυλῇ, περὶ ὧν νῦν ἡμῖν ἐκθέσθαι ἔδοξεν οὐκ εὔκαιρον εἶναι.
- 6.23.2
ἴστω δὲ Κέλσος καὶ οἱ ἐντυγχάνοντες αὐτοῦ τῷ βιβλίῳ ὅτι οὐδαμοῦ τῶν γνησίων καὶ θείων πεπιστευμένων γραφῶν ἑπτὰ εἴρηνται οὐρανοί· οὔτ᾿ ἀπὸ Περσῶν ἢ Καβείρων λαβόντες ἡμῶν οἱ προφῆται λέγουσί τινα οὐδ᾿ οἱ τοῦ Ἰησοῦ ἀπόστολοι οὐδ᾿ αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ.
- 6.24.1
Ἑξῆς δὲ τῷ ἀπὸ τῶν Μιθραϊκῶν ληφθέντι λόγῳ ἐπαγγέλλεται ὁ Κέλσος τελετήν τινα Χριστιανῶν τελετῇ προειρημένῃ Περσῶν τὸν βουλόμενον συνεξετάσαι, ταῦτα ἀλλήλοις παραβαλόντα καὶ γυμνώσαντα καὶ τὰ Χριστιανῶν, οὕτω θεάσασθαι τὴν διαφορὰν αὐτῶν. καὶ ὅπου μὲν ᾔδει ὀνόματα εἰπεῖν αἱρέσεων, οὐκ ὤκνησεν ἐκθέσθαι ἃς ἐδόκει εἰδέναι· ὅπου δὲ μᾶλλον ἐχρῆν, εἴπερ ἠπίστατο, τοῦτο ποιῆσαι καὶ διδάξαι, ποία αἵρεσις χρῆται τῷ διατυπωθέντι διαγράμματι, τοῦτ᾿ οὐ πεποίηκε.
- 6.24.2
δοκεῖ δέ μοι καὶ ἐκ τούτων ἐκ παρακουσμάτων ἀσημοτάτης αἱρέσεως Ὀφιανῶν οἶμαι ἐκτεθεῖσθαι τὰ τοῦ διαγράμματος ἀπὸ μέρους. τούτῳ δ᾿ ἡμεῖς κατὰ τὸ φιλομαθὲς ἡμῶν περιτετεύχαμεν, ἐν ᾧ εὕρομεν πλάσματα ἀνθρώπων, ὡς ὁ Παῦλος ὠνόμασεν, ἐνδυνόντων „εἰς τὰς οἰκίας καὶ“ αἰχμαλωτιζόντων „γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.“ οὕτω δὲ πᾶσαν ἀπιθανότητα εἶχε τὸ διάγραμμα, ὡς μηδὲ τὰ εὐεξαπάτητα „γυναικάρια“ μηδὲ τοὺς ἀγροικοτάτους καὶ ὑφ᾿ οὑτινοσοῦν πιθανοῦ ἑτοίμως ἔχοντας ἄγεσθαι συγκατατεθεῖσθαι τῷ διαγράμματι. οὐδενὶ γοῦν, καίτοι γε πολλοὺς ἐκπεριελθόντες τόπους τῆς γῆς καὶ τοὺς πανταχοῦ ἐπαγγελλομένους τι εἰδέναι ζητήσαντες, περιτετεύχαμεν πρεσβεύοντι τὰ τοῦ διαγράμματος.
- 6.25.1
Ἐν ᾧ ἦν διαγραφὴ κύκλων, ἀπολελυμένων μὲν ἀπ᾿ ἀλλήλων δέκα συνδουμένων δὲ ὑφ᾿ ἑνὸς κύκλου, ὃς ἐλέγετο εἶναι ἡ τῶν ὅλων ψυχὴ καὶ ὠνομάζετο Λευϊαθὰν, ὅντινα αἱ Ἰουδαίων γραφαὶ ὅ τι ποτ᾿ οὖν αἰνισσόμεναι ἔλεγον πεπλάσθαι ὑπὸ τοῦ θεοῦ παίγνιον. ἐν γὰρ ψαλμοῖς εὕρομεν· „πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ πλοῖα διαπορεύονται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.“ ἀντὶ δὲ τοῦ „δράκων“ Λευϊαθὰν ἦν ἐν τῷ Ἑβραϊκῷ. τὸ τοίνυν ἀσεβὲς διάγραμμα τὸν σαφῶς οὕτως κατηγορηθέντα ἐν τῷ προφήτῃ Λευϊαθὰν ἔλεγεν εἶναι τὴν διὰ τῶν ὅλων πεφοιτηκυῖαν ψυχήν. εὕρομεν δ᾿ ἐν αὐτῷ καὶ τὸν Βεημὼν ὀνομαζόμενον ὡσπερεὶ τεταγμένον τινὰ μετὰ τὸν κατωτάτω κύκλον. τοῦτον δὲ τὸν Λευϊαθὰν ὁ τὸ μιαρὸν ἐκεῖνο διάγραμμα ἀναπλάσας ἐπὶ τοῦ κύκλου καὶ τοῦ κέντρου αὐτοῦ κατέγραψε, δὶς ἐκθέμενος αὐτοῦ τὸ ὄνομα.
- 6.25.2
ἔτι δὲ ὁ Κέλσος μελαίνῃ γραμμῇ παχείᾳ φησὶ διειλημμένον εἶναι τὸ διάγραμμα, καὶ ταύτην ἔφασκεν εἰρῆσθαι αὐτῷ τὴν Γέενναν, οὖσαν καὶ Τάρταρον. τὴν δὲ Γέενναν ἡμεῖς ἐν τῷ εὐαγγελίῳ γεγραμμένην ὡς κολαστήριον εὑρόντες, ἐζητήσαμεν, εἴ που τῶν παλαιῶν γραμμάτων ὠνομάσθη, καὶ μάλιστα ἐπείπερ καὶ Ἰουδαῖοι χρῶνται τῷ ὀνόματι. εὕρομεν δὲ ὅπου μὲν Φάραγξ „υἱοῦ Ἐννὸμ“ ὀνομαζομένην ἐν τῇ γραφῇ, ἐν δὲ τῷ Ἑβραϊκῷ ἀντὶ τοῦ Φάραγξ μεμαθήκαμεν ὅτι κατὰ τοῦ αὐτοῦ ὑποκειμένου ἐλέγετο ἡ Φάραγξ Ἐννὸμ καὶ ἡ Γέεννα. ἐπιτηροῦντες δὲ τὰ ἀναγνώσματα εὑρίσκομεν καὶ ἐν τῷ κλήρῳ τῆς φυλῆς Βενιαμὶν τὴν Γέενναν ἢ Φάραγγα Ἐννὸμ κατειλεγμένην, οὗ ἦν καὶ Ἱερουσαλήμ. καὶ ἐξετάζοντες τὴν ἀκολουθίαν τοῦ εἶναι ἐπουράνιον Ἰερουσαλὴμ ἀπὸ τοῦ κλήρου Βενιαμὶν καὶ τῆς Φάραγγος Ἐννὸμ εὑρίσκομέν τι εἰς τὸν περὶ κολάσεων τόπον, μεταλαμβανομένων εἰς τὴν μετὰ βασάνου κάθαρσιν τῶν τοιωνδὶ ψυχῶν κατὰ τὸ „ἰδοὺ κύριος εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς ποία πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων (ὡς) τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον“
- 6.26.1
καὶ κατὰ τὸ περὶ τὴν Ἱερουσαλὴμ γίνεσθαι κολάσεις χωνευομένων, τῶν ἀναλαβόντων εἰς τὴν ἑαυτῶν τῆς ψυχῆς ὑπόστασιν τὰ ἀπὸ κακίας, τροπικῶς που ὀνομαζομένης μολίβδου· διὸ ἡ ἀνομία παρὰ τῷ Ζαχαρίᾳ ἐπὶ „τάλαντον μολίβδου“ ἐκαθέζετο.
- 6.26.2
Ὅσα δ᾿ εἰς τὸν τόπον λεχθείη ἂν, οὔτε πᾶσιν οὔτε τοῦ παρόντος καιροῦ ἐστι διηγήσασθαι· ἀλλ᾿ οὐδ᾿ ἀκίνδυνον τὴν τῶν τοιούτων σαφήνειαν πιστεῦσαι γραφῇ. ἅτε τῶν πολῶν οὐ χρῃζόντων πλείονος διδασκαλίας παρὰ τὴν περὶ τῆς κατὰ τῶν ἁμαρτανόντων κολάσεως. εἰς γὰρ τὰ ὑπερέκεινα αὐτῆς οὐ χρήσιμον ἀναβαίνειν διὰ τοὺς μόγις φόβῳ τῆς αἰωνίου κολάσεως κἂν συστέλλοντας ἐπὶ ποσὸν τῆς κακίας καὶ τῶν ἀπ᾿ αὐτῆς ἁμαρτανομένων χύσιν.
- 6.26.3
οὔτ᾿ οὖν τὸ διάγραμμα οὔτε Κέλσος οἶδε τὸν περὶ Γεέννης λόγον· ἐπεὶ οὔτ᾿ ἂν ἐκεῖνοι ζωγραφίας καὶ διαγράμματα ἐσεμνοποίουν ὡς δι᾿ αὐτῶν παριστάντες τὸ ἀληθὲς. οὔτ᾿ ἂν ὁ Κέλσος ἐν τῷ κατὰ Χριστιανῶν συγγράμματι τὰ μηδαμῶς ὑπὸ Χριστιανῶν λεγόμενα ἀλλά τινων, τάχα οὐδ᾿ ἔτι ὄντων ἀλλὰ πάντῃ ἐκλελοιπότων καὶ εἰς πάνυ ὀλίγους καὶ εὐαριθμήτους καταστάντων, ἐνετίθει ταῖς κατὰ Χριστιανῶν κατηγορίαις. καὶ ὥσπερ οὐ καθήκει τοῖς τὰ Πλάτωνος φιλοσοφοῦσιν ἀπολογεῖσθαι περὶ Ἐπικούρου καὶ τῶν ἀσεβῶν αὐτοῦ δογμάτων, οὕτως οὐδ᾿ ἡμῖν περὶ τῶν ἐν τῷ διαγράμματι καὶ τῶν κατ᾿ αὐτοῦ λεγομένων ὑπὸ Κέλσου. διόπερ ὡς περισσὰ καὶ μάτην ἐκκείμενα ἐῶμεν τὰ ὑπὸ Κέλσου εἰς ταῦτα λελεγμένα· μᾶλλον γὰρ Κέλσου ἡμεῖς αὐτῶν παρὰ τοῖς κεκρατημένοις ὑπὸ τοιούτων λόγων κατηγορήσομεν.
- 6.27.1
Ἑξῆς δὲ τοῖς περὶ τοῦ διαγράμματος μηδὲ παρακούσας τῶν περὶ τῆς καλουμένης παρὰ τοῖς ἐκκλησιαστικοῖς σφραγῖδος ἑαυτῷ τινα ἐκτίθεται ἀλλόκοτα καὶ ἀμοιβαίας φωνὰς, ὡς τοῦ μὲν τὴν σφραγῖδα περιτιθέντος καλουμένου πατρὸς, τοῦ δὲ σφραγιζομένου λεγομένου νέου καὶ υἱοῦ καὶ ἀποκρινομένου· κέχρισμαι χρίσματι λευκῷ ἐκ ξύλου ζωῆς, ὅπερ οὐδ᾿ ἐν τοῖς ἀπὸ τῶν αἱρέσεων ἠκούσαμεν γίνεσθαι. εἶτα καὶ ἀριθμὸν ὁρίζει λεγόμενον ὑπὸ τῶν παραδιδόντων τὴν σφραγῖδα ἀγγέλων ἑπτὰ, ἑκατέρωθεν τῇ ψυχῇ τοῦ ἀπαλλαττομένου σώματος ἐφισταμένων, τῶν μὲν τοῦ φωτὸς ἑτέρων δὲ τῶν ὀνομαζομένων ἁρχοντικῶν, καὶ λέγει τὸν ἄρχοντα τῶν ὀνομαζομένων ἀρχοντικῶν λέγεσθαι θεὸν κατηραμένον.
- 6.27.2
εἶτ᾿ ἐπιλαβόμενος τῆς λέξεως εὐλόγως κατηγορεῖ τῶν τοῦτο τολμώντων λέγειν· τούτου δ᾿ ἕνεκα καὶ ἡμεῖς συναγανακτοῦμεν τοῖς μεμφομένοις τοὺς τοιούτους. εἰ δή τινες εἰσὶ λέγοντες θεὸν κατηραμένον τὸν Ἰουδαίων, τὸν ὕοντα καὶ βροντῶντα καὶ τοῦδε τοῦ κόσμου δημιουργὸν καὶ Μωϋσέως καὶ τῆς κατ᾿ αὐτὸν κοσμοποιΐας θεόν. ἀλλ᾿ ἔοικε βεβουλῆσθαί τι διὰ τούτων ὁ Κέλσος οὐκ εὔγνωμον ἀλλ᾿ ἀπὸ τοῦ καθ᾿ ἡμῶν ἀφιλοσόφου μίσους πάνυ ἀγνωμονέστατον. ἐβουλήθη γὰρ τοὺς ἀπείρους τῶν ἡμετέρων ἐντυχόντας αὐτοῦ τῇ γραφῇ πολεμῶσαι πρὸς ἡμᾶς, ὡς θεὸν κατηραμένον λέγοντας τὸν τοῦδε τοῦ κόσμου καλὸν δημιουργόν. καὶ δοκεῖ μοι παραπλήσιον Ἰουδαίοις πεποιηκέναι, τοῖς κατὰ τὴν ἀρχὴν (τῆς) τοῦ χριστιανισμοῦ διδασκαλίας κατασκεδάσασι δυσφημίαν τοῦ λόγου, ὡς ἄρα καταθύσαντες παιδίον μεταλαμβάνουσιν αὐτοῦ τῶν σαρκῶν, καὶ πάλιν ὅτι οἱ ἀπὸ τοῦ λόγου τὰ τοῦ σκότου πράττειν βουλόμενοι σβεννύουσι μὲν τὸ φῶς. ἕκαστος δὲ τῇ παρατυχούσῃ μίγνυται· ἥτις δυσφημία παραλόγως πάλαι μὲν πλείστων ὅσων ἐκράτει πείθουσα τοὺς ἀλλοτρίους τοῦ λόγου ὅτι τοιοῦτοί εἰσι Χριστιανοὶ, καὶ νῦν δὲ ἔτι ἀπατᾷ τινας ἀποτρεπομένους διὰ τὰ τοιαῦτα κἂν εἰς κοινωνίαν ἁπλουστέραν λόγων ἥκειν πρὸς Χριστιανούς.
- 6.28.1
Τοιοῦτόν τι δή μοι φαίνεται ὁ Κέλσος οἰκονομῶν ἐκτεθεῖσθαι, ὡς ἄρα Χριστιανοὶ λέγουσι κατηραμένον θεὸν τὸν δημιουργὸν, ἵν᾿ ὁ πιστεύων αὐτῷ ταῦτα καθ᾿ ἡμῶν λέγοντι εἰ δυνατὸν καὶ ἐπὶ τὸ αἱρεῖν ὁρμήσαι Χριστιανοὺς ὡς πάντων ἀσεβεστάτους. φύρων δὲ τὰ πράγματα καὶ τὴν αἰτίαν ἐκτίθεται τοῦ κατηραμένον λέγεσθαι τὸν τῆς κατὰ Μωϋσέα κοσμοποιΐας θεὸν φάσκων ὅτι τοιοῦτός ἐστιν καὶ ἀρᾶς ἄξιος κατὰ τοὺς ταῦτα περὶ αὐτοῦ δοξάζοντας, ἐπείπερ τῷ ὄφει, γνῶσιν καλοῦ καὶ κακοῦ τοῖς πρώτοις ἀνθρώποις εἰσηγουμένῳ, κατηράσατο.
- 6.28.2
εἰδέναι δ᾿ αὐτὸν ἐχρῆν ὅτι οἱ τὰ τοῦ ὄφεως ἑλόμενοι ὡς καλῶς τοῖς πρώτοις ἀνθρώποις συμβουλεύσαντος καὶ Τιτᾶνας καὶ Γίγαντας τοὺς μυθικοὺς ὑπερβαλόντες καὶ Ὀφιανοὶ διὰ τοῦτο καλούμενοι τοσοῦτον ἀποδέουσι τοῦ εἶναι Χριστιανοὶ, ὥστ᾿ οὐκ ἔλαττον Κέλσου κατηγορεῖν αὐτοὺς τοῦ Ἰησοῦ καὶ μὴ πρότερον προσίεσθαί τινα ἐπὶ τὸ συνέδριον ἑαυτῶν. ἐὰν μὴ ἀρὰς θῆται κατὰ τοῦ Ἰησοῦ. ὅρα γοῦν πῶς ἀλογώτατον πεποίηκεν ὁ Κέλσος ἐν τοῖς κατὰ Χριστιανῶν λόγοις παραλαβὼν ὡς Χριστιανοὺς τοὺς μηδ᾿ ἀκούειν θέλοντας τὸ ὄνομα τοῦ Ἰησοῦ, κἂν ὅτι σοφός τις ἢ μέτριος τὰ ἤθη ἢ ἄνθρωπός τις ἦν. τί οὖν εἴη ἂν ἠλιθιώτερον ἢ μανικώτερον οὐ μόνον τῶν ἀπὸ τοῦ ὄφεως ὡς ἀρχηγοῦ τῶν καλῶν χρηματίσαι βουληθέντων ἀλλὰ καὶ Κέλσου, νομίσαντος κατὰ Χριστιανῶν εἶναι κατηγορίας τὰς κατὰ τῶν Ὀφιανῶν; πάλαι μὲν οὖν ὁ τὴν εὐτέλειαν ἀγαπήσας φιλόσοφος Ἑλλήνων καὶ παράδειγμα ἐκθεὶς εὐδαίμονος βίου, ὡς οὐ κωλυόμενος εὐδαιμονεῖν ἀπὸ τῆς παντελοῦς ἀκτημοσύνης, Κυνικὸν ἑαυτὸν ἀνηγόρευσεν· οὗτοι δὲ οἱ ἀνόσιοι ἀπὸ τοῦ πολεμιωτάτου ἀνθρώποις ὄφεως καὶ φρικτοτάτου ὡς οὐκ ἄνθρωποι, ὧν ἐχθρός ἐστιν ὄφις, ἀλλ᾿ ὡς ὄφεις σεμνύνονται ἐπὶ τῷ Ὀφιανοὶ καλεῖσθαι, Εὐφράτην τινὰ εἰσηγητὴν τῶν ἀνοσίων αὐχοῦντες λόγων.
- 6.29.1
Εἶθ᾿ ἑξῆς ὡς Χριστιανοῖς λοιδορούμενος καὶ κατηγορῶν τῶν κατηραμένον εἰπόντων τὸν Μωϋσέως καὶ τοῦ κατ᾿ αὐτὸν νόμου θεὸν καὶ οἰόμενος Χριστιανοὺς εἶναι τοὺς ταῦτα λέγοντάς φησι· τί ἂν ἠλιθιώτερον ἢ μανικώτερον ταύτης τῆς ἀναισθήτου σοφίας γένοιτο; τί γὰρ ἐσφάλετο ὁ Ἰουδαίων νομοθέτης; καὶ πῶς τὴν ἐκείνου κοσμογένειαν σαυτῷ διά τινος, ὡς φῂς, τυ πώδους ἀλληγορίας λαμβάνεις ἢ τὸν Ἰουδαίων νόμον, ἐπαινεῖς δὲ ἄκων, ὦ δυσσεβέστατε, τὸν τοῦ κόσμου δημιουργὸν, τὸν πάντα ὑποσχόμενον αὐτοῖς, τὸν τὸ γένος αὐτῶν αὐξήσειν μέχρι περάτων γῆς ἐπαγειλάμενον καὶ ἀναστήσειν ἐκ νεκρῶν αὐτῇ σαρκὶ καὶ αἵματι καὶ τοῖς προφήταις ἐμπνέοντα. καὶ πάλιν τοῦτον λοιδορεῖς; ἀλλ᾿ ὅταν μὲν ὑπὸ τούτων βιάζῃ, τὸν αὐτὸν θεὸν σέβειν ὁμολογεῖς· ὅταν δὲ τὰ ἐναντία ὁ σὸς διδάσκαλος Ἰησοῦς καὶ ὁ Ἰουδαίων Μωϋσῆς νομοθετῇ, θεὸν ἄλλον ἀντὶ τούτου καὶ τοῦ πατρὸς ζητεῖς.
- 6.29.2
καὶ ἐν τούτοις δὴ ὁ γενναιότατος φιλόσοφος Κέλσος σαφῶς Χριστιανοὺς συκοφαντεῖ. λέγων τοὺς αὐτοὺς, ἡνίκα μὲν ἂν Ἰουδαῖοι αὐτοὺς βιάζωνται, τὸν αὐτὸν αὐτοῖς θεὸν ὁμολογεῖν· ὅταν δὲ τὰ ἐναντία Ἰησοῦς Μωϋσεῖ νομοθετῇ, ἄλλον ἀντὶ τούτου ζητεῖν. εἴτε γὰρ Ἰουδαίοις διαλεγόμενοι εἴτε καθ᾿ ἑαυτοὺς ὄντες ἕνα καὶ τὸν αὐτὸν ἴσμεν, ὃν καὶ πάλαι ἔσεβον Ἰουδαῖοι καὶ νῦν σέβειν ἐπαγγέλλονται θεὸν, οὐδαμῶς εἰς αὐτὸν ἀσεβοῦντες. ἀλλ᾿ οὐδ᾿ ἀναστήσειν ἐκ νεκρῶν αὐτῇ σαρκὶ καὶ αἵματί φαμεν τὸν θεὸν, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται· οὐ γὰρ τὸ σπειρόμενον „ἐν φθορᾷ“ καὶ „ἐν ἀτιμίᾳ“ καὶ „ἐν ἀσθενείᾳ“ „σῶμα ψυχικόν“ φαμεν ἀνίστασθαι, ὁποῖον ἐσπάρη. ἀλλὰ γὰρ περὶ τούτων ἐν τοῖς ἀνωτέρω μετρίως ἡμῖν λέλεκται.
- 6.30.1
Εἶθ᾿ ἑξῆς ἐπαναλαμβάνει τὰ περὶ τῶν ἑπτὰ ἀρχόντων δαιμόνων, μηδαμῶς μὲν ὑπὸ Χριστιανῶν ὀνομαζομένων οἶμαι δ᾿ ὑπὸ Ὀφιανῶν παραλαμβανομένων. καὶ εὕρομέν γε ἐν ᾧ καὶ ἡμεῖς δι᾿ ἐκείνους ἐκτησάμεθα διαγράμματι τὴν τάξιν ὁμοίως ἐκκειμένην οἷς ὁ Κέλσος ἐξέθετο. ὁ μὲν οὖν Κέλσος ἔλεγε τὸν πρῶτον ἰδέᾳ λέοντος μεμορφωμένον, οὐκ ἐκθέμενος, τίνα αὐτὸν ὀνομάζουσιν οἱ ἀληθῶς δυσσεβέστατοι· ἡμεῖς δὲ εὕρομεν ὅτι τὸν ἐν ταῖς ἱεραῖς γραφαῖς εὐφημούμενον ἄγγελον τοῦ δημιουργοῦ, τοῦτον τὸ μιαρὸν ἐκεῖνο διάγραμμα ἔλεγεν εἶναι Μιχαὴλ τὸν λεοντοειδῆ. πάλιν τ᾿ αὖ μὲν Κέλσος ἔφασκε τὸν ἑξῆς καὶ δεύτερον εἶναι ταῦρον· ὃ δ᾿ εἴχομεν διάγραμμα τὸν Σουριὴλ ἔλεγεν εἶναι τὸν ταυροειδῆ. εἶτα ὁ μὲν Κέλσος τρίτον ἀμφίβιόν τινα καὶ φρικῶδες ἐπισυρίζοντα· τὸ δὲ διάγραμμα τρίτον Ῥαφαὴλ ἔλεγεν εἶναι δρακοντοειδῆ. πάλιν τε αὖ ὁ μὲν Κέλσος τὸν τέταρτον ἀετοῦ ἔφασκεν ἔχειν μορφήν· τὸ δὲ διάγραμμα Γαβριὴλ ἔλεγεν εἶναι τὸν ἀετοειδῆ. εἶθ᾿ μὲν Κέλσος τὸν πέμπτον ἔφασκεν εἶναι ἄρκου πρόσωπον ἔχοντα· τὸ δὲ διάγραμμα τὸν Θαυθαβαὼθ ἔφασκεν εἶναι τὸν ἀρκοειδῆ. εἶθ᾿ ὁ μὲν Κέλσος τὸν ἕκτον κυνὸς πρόσωπον ἔλεγεν ἱστορεῖσθαι ἔχειν παρ᾿ ἐκείνοις· τὸ δὲ διάγραμμα ἔφασκεν εἶναι αὐτὸν Ἐραθαώθ. εἶθ᾿ ὁ μὲν Κέλσος τὸν ἕβδομον ἔφασκεν ὄνου ἔχειν πρόσωπον, καὶ ὀνομάζεσθαι αὐτὸν Θαφαβαὼθ ἢ Ὀνοήλ· ἡμεῖς δ᾿ ἐν τῷ διαγράμματι εὕρομεν ὅτι οὗτος καλεῖται Ὀνοὴλ ἢ Θαρθαραὼθ, ὀνοειδής τις τυγχάνων. ἔδοξε δὲ καὶ ἡμῖν ἀκριβῶς ἐκθέσθαι τὰ τοιαῦτα, ἵνα μὴ δοκῶμεν ἀγνοεῖν ἃ Κέλσος ἐπηγγέλλετο εἰδέναι· ἀλλὰ καὶ παραστήσωμεν ἀκριβέστερον ἐκείνου αὐτὰ ἐγνωκότες οἱ Χριστιανοὶ, ὡς οὐ Χριστιανῶν λόγους ἀλλὰ πάντῃ ἀλλοτρίων σωτηρίας καὶ οὐδαμῶς ἐπιγραφομένων Ἰησοῦν ἢ σωτῆρα ἢ θεὸν ἢ διδάσκαλον ἢ υἱὸν θεοῦ.
- 6.31.1
Εἰ δέ τις βούλεται καὶ τὰ πλάσματα τῶν γοήτων ἐκείνων μαθεῖν, δι᾿ ὧν ἐβουλήθησαν μὲν ὑπάγειν ἀνθρώπους ἑαυτῶν τῇ διδασκαλίᾳ ὡς ἀπόῤῥητά τινα ἔχοντες οὐ πάνυ δ᾿ ἐδυνήθησαν, ἀκουέτω ὃ διδάσκονται λέγειν μετὰ τὸ διελθεῖν ὃν ὀνομάζουσι „φραγμὸν κακίας“, πύλας ἀρχόντων αἰῶνι δεδεμένας· „βασιλέα μονότροπον, δεσμὸν ἀβλεψίας, λήθην ἀπερίσκεπτον ἀσπάζομαι, πρώτην δύναμιν, πνεύματι προνοίας καὶ σοφίᾳ τηρουμένην· ἔνθεν εἰλικρινὴς πέμπομαι, φωτὸς ἤδη μέρος υἱοῦ καὶ πατρός· ἡ χάρις συνέστω μοι, ναὶ πάτερ, συνέστω.“ καί φασι τῆς ὀγδοάδος τὰς ἀρχὰς ἐντεῦθεν εἶναι. εἶθ᾿ ἑξῆς διδάσκονται λέγειν διερχόμενοι ὅν φασιν Ἰαλδαβαώθ· „σὺ δὲ μετὰ πεποιθήσεως πρῶτε καὶ ἕβδομε γεγονὼς κρατεῖν Ἰαλδαβαὼθ, ἄρχων λόγος ὑπάρχων νοὸς εἰλικρινοῦς, ἔργον τέλειον υἱῷ καὶ πατρὶ, χαρακτῆρι τύπου ζωῆς σύμβολον ἐπιφέρων, ἣν ἔκλεισας αἰῶνι σῷ πύλην κόσμῳ ἀνοίξας. παροδεύω τὴν σὴν ἐλεύθερος πάλιν ἐξουσίαν· ἡ χάρις συνέστω μοι, ναὶ πάτερ, συνέστω.“ φασὶ δὲ τῷ λεοντοειδεῖ ἄρχοντι συμπαθεῖν ἄστρον τὸν Φαίνοντα. εἶτα οἴονται τὸν διελθόντα τὸν Ἰαλδαβαὼθ καὶ φθάσαντα ἐπὶ τὸν Ἰα(ὼ) δεῖν λέγειν· „σὺ δὲ κρυπτομένων μυστηρίων υἱοῦ καὶ πατρὸς ἄρχων νυκτοφαὴς δεύτερε Ἰαὼ καὶ πρῶτε δέσποτα θανάτου, μέρος ἀθώου. φέρων ἤδη τὴν ἰδίαν ὑπήνην σύμβολον, παροδεύων σὴν ἕτοιμος ἀρχήν· κατίσχυσας τὸν ἀπὸ σοῦ γενόμενον λόγῳ ζῶντι· ἡ χάρις συνέστω, πάτερ, συνέστω.“ εἶθ᾿ ἑξῆς τὸν Σαβαὼθ, πρὸς ὃν οἴονται λέξειν· „πέμπτης ἐξουσίας ἄρχων, δυνάστα Σαβαὼθ. προήγορε νόμου τῆς σῆς κτίσεως χάριτι λυομένης, πεντάδι δυνατωτέρᾳ, πάρες με, σύμβολον ὁρῶν σῆς τέχνης ἀνεπίληπτον, εἰκόνι τύπου τετηρημένον, πεντάδι λυθὲν σῶμα· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.“ ἑξῆς δὲ αὐτῷ τὸν Ἀσταφαιὸν, ᾧ πιστεύουσι τοιαῦτα ἐρεῖν· „τρίτης ἄρχων πύλης Ἀσταφαιὲ, ἐπίσκοπε πρώτης ὕδατος ἀρχῆς, ἕνα βλέπων μύστην πάρες με παρθένου πνεύματι κεκαθαρμένον, ὁρῶν οὐσίαν κόσμου· ἡ χάρις συνέστω μοι. πάτερ, συνέστω.“ μετὰ δ᾿ αὐτὸν τὸν Αἰλωαιὸν, ᾧ τοιαῦτα λέγειν οἴονται· „δευτέρας ἄρχων πύλης Αἰλωαιὲ, πάρες με τῆς σῆς μητρὸς φέροντά σοι σύμβολον, χάριν κρυπτομένην δυνάμεσιν ἐξουσιῶν· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.“ τελευταῖον δὲ τὸν Ὡραῖον ὀνομάζουσι καὶ πρὸς αὐτὸν λέγειν οἴονται· „ὑπερβὰς φραγμὸν πυρὸς ἀφόβως. πρώτης λαχὼν ἀρχὴν πύλης Ὡραῖς, πάρες με, σῆς ὁρῶν δυνάμεως σύμβολον καταλυθὲν τύπῳ ζωῆς ξύλου, εἰκόνι καθ᾿ ὁμοίωσιν ληφθὲν ἀθώου· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.“
- 6.32.1
Ἐπὶ ταῦτα δὲ ἡμᾶς ἡ Κέλσου νομιζομένη μὲν πολυμάθεια, μᾶλλον δ᾿ οὖσα περιεργία καὶ φλυαρία, προεκαλέσατο βουλομένους παραστῆσαι τῷ ἐντυχόντι τῇ ἐκείνου γραφῇ καὶ τοῖς ἡμῖν πρὸς αὐτὴν γεγραμμένοις ὅτι οὐκ ἔστιν ἀπορία ἡμῖν τῶν Κέλσου μαθημάτων, ἐφ᾿ οἷς καταψεύδεται Χριστιανῶν, οὔτε φρονούντων οὔτ᾿ εἰδότων τὰ τοιαῦτα, εἰ καὶ ἡμεῖς ἐβουλήθημεν καὶ ταῦτα γνῶναι καὶ ἐκθέσθαι· ἵνα μὴ τῇ ἐπαγγελίᾳ τοῦ εἰδέναι τι πλεῖον ἡμῶν οἱ γόητες ἐξαπατῶσι τοὺς ὑπὸ τῆς τῶν ὀνομάτων φαντασίας συναρπαζομένους. ἐδυνάμην δὲ καὶ ἄλλα πλείονα παραθέμενος παραστῆσαι ὅτι ἴσμεν μὲν τὰ τῶν ἀπατεώνων, ἀρνούμεθα δὲ αὐτὰ ὡς ἀλλότρια καὶ ἀσεβῆ καὶ οὐ συνυπάρχοντα τοῖς μέχρι θανάτου ὑφ᾿ ἡμῶν ὁμολογουμένοις ἀληθῶς Χριστιανῶν λόγοις.
- 6.32.2
χρὴ μέντοι εἰδέναι ὅτι οἱ ταῦτα συνταξάμενοι, οὔτε τὰ μαγείας νοήσαντες οὔτε τὰ τῶν θείων γραφῶν διακρίναντες. πάντ᾿ ἔφυραν· ἀπὸ μὲν μαγείας τὸν Ἰαλδαβαὼθ καὶ τὸν Ἀσταφαιὸν καὶ τὸν Ὡραῖον, ἀπὸ δὲ τῶν Ἑβραϊκῶν γραφῶν τὸν Ἰαωΐα παρ᾿ Ἑβραίοις ὀνομαζόμενον καὶ τὸν Σαβαὼθ καὶ τὸν Ἀδωναῖον καὶ τὸν Ἐλωαῖον. τὰ δὲ ἀπὸ τῶν γραφῶν ληφθέντα ὀνόματα ἐπώνυμά ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς θεοῦ· ὅπερ μὴ συνέντες οἱ ἐχθροὶ θεῷ, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν, ᾠήθησαν ἄλλον μὲν εἶναι τὸν Ἰαὼ ἕτερον δὲ τὸν Σαβαὼθ καὶ τρίτον παρὰ τοῦτον τὸν Ἀδωναῖον, ὃν λέγουσιν αἱ γραφαὶ Ἀδωναῒ, καὶ ἄλλον τὸν Ἐλωαῖον, ὃν οἱ προφῆται ὀνομάζουσιν Ἑβραϊστὶ Ἐλωαΐ.
- 6.33.1
Εἶθ᾿ ἑξῆς ἄλλους μύθους ὁ Κέλσος ἐκτίθεται, ὥς τινων εἰς τὰς ἀρχοντικὰς μορφὰς ἐπανερχομένων, ὥστε τινὰς μὲν γίνεσθαι λέοντας ἄλλους δὲ ταύρους καὶ ἄλλους δράκοντας ἢ ἀετοὺς ἢ ἄρκους ἢ κύνας. εὕρομεν δὲ ἐν ᾧ εἴχομεν διαγράμματι καὶ ὃ ὠνόμασε Κέλσος τετράγωνον σχῆμα καὶ τὸ ἐπὶ τῶν τοῦ παραδείσου πυλῶν λεγόμενον ὑπὸ τῶν ἀθλίων ἐκείνων. ἐζωγραφεῖτο δὲ ὡς διάμετρος κύκλου τινὸς πυροειδοῦς ἡ φλογίνη ῥομφαία ὡς δορυφορουμένη τῷ τε τῆς γνώσεως ξύλῳ καὶ τῆς ζωῆς. ὁ μὲν οὖν Κέλσος οὐκ ἠθέλησε τὰς δημηγορίας ἢ οὐκ ἐδυνήθη ἐκθέσθαι, ἃς καθ᾿ ἑκάστην πύλην κατὰ τοὺς τῶν ἀσεβῶν μύθους ἐροῦσιν οἱ διϊόντες αὐτάς· ἡμεῖς δὲ καὶ τοῦτο πεποιήκαμεν, ἵνα τὸ τῆς ἀτελέστου τελετῆς πέρας δείξωμεν τῷ Κέλσῳ καὶ τοῖς ἐντυγχάνουσι τῇ γραφῇ ἐγνωκέναι ὡς ἀλλότριον τῆς Χριστιανῶν περὶ τὸ θεῖον εὐσεβείας.
- 6.34.1
Μετὰ δὲ τὸ ἐκθέσθαι τὰ προειρημένα καὶ τὰ ἀνάλογον αὐτοῖς. ἅτινα ἡμεῖς προσεθήκαμεν, τοιαῦτά φησιν ὁ Κέλσος· οἱ δ᾿ ἔτι προστιθέασιν ἄλλα ἐπ᾿ ἄλλοις, προφητῶν λόγους καὶ κύκλους ἐπὶ κύκλοις καὶ ἀποῤῥοίας ἐκκλησίας ἐπιγείου καὶ περιτομῆς καὶ Προυνικοῦ τινος ῥέουσαν δύναμιν παρθένου καὶ ψυχὴν ζῶσαν καὶ σφαζόμενον οὐρανὸν, ἵνα ζήσῃ, καὶ γῆν σφαζομένην μαχαίρᾳ καὶ πολλοὺς σφαζομένους. ἵνα ζήσωσι, καὶ παυόμενον ἐν κόσμῳ θάνατον, ὅταν ἀποθάνῃ ἡ τοῦ κόσμου ἁμαρτία, καὶ κάθοδον αὖθις στενὴν καὶ αὐτομάτως ἀνοιγομένας πύλας· πανταχοῦ δὲ ἐκεῖ τὸ τῆς ζωῆς ξύλον καὶ ἀνάστασιν σαρκὸς ἀπὸ ξύλου, διότι οἶμαι ὁ διδάσκαλος αὐτῶν σταυρῷ ἐνηλώθη καὶ ἦν τέκτων τὴν τέχνην. ὡς εἰ ἔτυχεν ἐκεῖνος ἀπὸ κρημνοῦ ἐῤῥιμμένος ἢ εἰς βάραθρον ἐωσμένος ἢ ἀγχόνῃ πεπνιγμένος ἢ σκυτοτόμος ἢ λιθοξόος ἢ σιδηρεὺς. ἦν ἂν ὑπὲρ τοὺς οὐρανοὺς κρημνὸς ζωῆς ἢ βάραθρον ἀνα- στάσεως ἢ σχοινίον ἀθανασίας ἢ λίθος μακάριος ἢ σίδηρος ἀγάπης ἢ σκῦτος ἅγιόν [ἐστιν]. ἢ τίς γραῦς, ἐπὶ τῷ βαυκαλῆσαι παιδίον μῦθον ἐπᾴδουσα, τοιαῦτα ψιθυρίζειν οὐκ ἂν ᾐσχύνθη; ἐν τούτοις δὲ δοκεῖ μοι φύρειν τὰ παρακούσματα ὁ Κέλσος. εἰκὸς γὰρ ὅτι, εἴ τι ἤκουσεν οἱασδηποτοῦν αἱρέσεως λεξείδιον, μὴ τρανώσας αὐτὸ κἂν κατὰ τὸ βούλημα ἐκείνης ἀλλὰ τὰ ῥημάτια συμφορήσας, ἐπεδείκνυτο ἐν τοῖς μηδὲν ἐπισταμένοις μήτε τῶν ἡμετέρων μήτε τῶν ἐν ταῖς αἱρέσεσιν ὡς ἄρα πάντα τὰ Χριστιανῶν γινώσκοι. τοῦτο δὲ δῆλον ποιεῖ καὶ ἡ προκειμένη λέξις.
- 6.35.1
Τὸ μὲν γὰρ χρῆσθαι προφητῶν λόγοις ἡμῶν ἐστι, τῶν παριστάντων Ἰησοῦν εἶναι τὸν προκεκηρυγμένον ὑπ᾿ αὐτῶν Χριστὸν καὶ ἀποδεικνύντων ἐκ τῶν προφητικῶν τὰ ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ Ἰησοῦ πληρωθέντα. τὸ δὲ κύκλους ἐπὶ κύκλοις λέγειν τάχα μὲν καὶ τῆς προειρημένης ἐστὶν αἱρέσεως, κύκλῳ περιλαμβανούσης ἑνὶ, ἥν φασιν εἶναι τὴν τῶν ὅλων ψυχὴν καὶ Λευϊαθὰν, τοὺς ἑπτὰ τῶν ἀρχοντικῶν κύκλους. τάχα δὲ καὶ ἀπὸ τοῦ Ἐκκλησιαστοῦ ἐστι παράκουσμα λέγοντος· „κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.“
- 6.35.2
τὸ δ᾿ ἀποῤῥοίας ἐκκλησίας ἐπιγείου καὶ περιτομῆς τάχα ἐλήφθη ἀπὸ τοῦ ὑπό τινων λέγεσθαι ἐκκλησίας τινὸς ἐπουρανίου καὶ κρείττονος αἰῶνος ἀπόῤῥοιαν εἶναι τὴν ἐπὶ γῆς ἐκκλησίαν, καὶ περιτομῆς τινος ἐν καθαρσίῳ τινὶ ἐκεῖ γεγενημένης σύμβολον εἶναι τὴν ἐν τῷ νόμῳ γεγραμμένην. Προυνικὸν δέ τινα σοφίαν οἱ ἀπὸ Οὐαλεντίνου ὀνομάζουσι κατὰ τὴν πεπλανημένην ἑαυτῶν σοφίαν, ης σύμβολον εἶναι βούλονται καὶ δώδεκα ἔτεσιν αἱμοῤῥοοῦσαν· ἣν παρακούσας ὁ ἅμα πάντα φύρων τὰ Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν ἐν ταῖς αἱρέσεσιν εἶπε τό· Προυνικοῦ τινος δύναμιν ῥέουσαν παρθένου.
- 6.35.3
ψυχὴ δὲ ζῶσα τάχα μὲν ἐν ἀποῤῥήτοις λέλεκται παρά τισι τῶν ἀπὸ Οὐαλεντίνου εἰς τὸν ὑπ᾿ αὐτῶν ὀνομαζόμενον „ψυχικὸν δημιουργὸν,“ τάχα δὲ καὶ πρὸς ἀντιδιαστολὴν ψυχῆς νεκρᾶς ἡ ζῶσα ψυχὴ οὐκ ἀγεννῶς παρά τισι λέλεκται ἡ τοῦ σῳζομένου. σφαζόμενον δ᾿ οὐκ οἶδα οὐρανὸν λελεγμένον ἢ γῆν σφαζομένην μαχαίρᾳ καὶ πολλοὺς σφαζομένους, ἵνα ζήσωσι. καὶ οὐκ ἀπεικός ἐστιν ἀφ᾿ ἑαυτοῦ ταῦτα κεκομικέναι τὸν Κέλσον.
- 6.36.1
Παυόμενον δὲ ἐν κόσμῳ θάνατον, ὅταν ἀποθάνῃ ἡ τοῦ κόσμου ἁμαρτία, λέγοιμεν ἂν ἡμεῖς τὸ παρὰ τῷ ἀποστόλῳ μυστικὸν διηγούμενοι οὕτως ἔχον· ὅταν δὲ „πάντας τοὺς ἐχθροὺς“ ὑποτάξῃ „ὑπὸ τοὺς πόδας αὐτοῦ“. τότε „ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.“ λέλεκται δὲ καί· „ὅταν τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν“, „τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος.“ κάθοδον δὲ αὖθις στενὴν τάχα οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες φήσουσιν. αὐτομάτως δὲ ἀνοιγομένας πύλας λελέχθαι οὐκ ἀπίθανόν ἐστιν ὑπό τινων αἰνισσομένων καὶ διηγουμένων τὸ „ἀνοίξατέ μοι πύλας δικαιοσύνης. ἵν᾿ εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσωμαι τῷ κυρίῳ· αὕτη ἡ πύλη τοῦ κυρίου. δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.“ καὶ πάλιν ἐν ἐνάτῳ ψαλμῷ λέγεται· „ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.“ πύλας δὲ „θανάτου“ τὰς ἐπὶ τὴν ἀπώλειαν φερούσας ἁμαρτίας φησὶν εἶναι ὁ λόγος, ὥσπερ καὶ „πύλας Σιὼν“ ἐκ τοῦ ἐναντίου τὰς καλὰς πράξεις· οὕτω δὲ καὶ „πύλας δικαιοσύνης“, ὅπερ ἴσον ἐστὶ τῷ „τὰς πύλας τῆς ἀρετῆς“· αὗται δὲ ἐξ ἑτοίμου ἀνοίγονται τῷ μεταδιώκοντι τὰς κατ᾿ ἀρετὴν πράξεις.
- 6.36.2
περὶ δὲ τοῦ τῆς ζωῆς ξύλου εὐκαιρότερόν τις διηγήσεται ἑρμηνεύων τὰ περὶ τὸν ἐν τῇ Γενέσει ἀναγεγραμμένον παράδεισον τοῦ θεοῦ φυτευόμενον ὑπ᾿ αὐτοῦ. πολλάκις μὲν οὖν ἐχλεύασεν ὁ Κέλσος ἣν οὐκ ἐνόησεν ἀνάστασιν· νῦν δ᾿ οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις φησὶ λέγεσθαι ἀνάστασιν σαρκὸς ἀπὸ ξύλου, παρακούσας οἶμαι τοῦ συμβολικῶς εἰρημένου, ὅτι διὰ ξύλου θάνατος καὶ διὰ ξύλου ζωὴ, θάνατος μὲν κατὰ τὸν Ἀδὰμ ζωὴ δὲ κατὰ τὸν Χριστόν. εἶτα παίζων τὰ περὶ τοῦ ξύλου ἀπὸ δύο τόπων αὐτὸ χλευάζει λέγων διὰ τοῦτο αὐτὸ παραλαμβάνεσθαι, ἤτοι ἐπεὶ σταυρῷ ἐνηλώθη ὁ διδάσκαλος ἡμῶν ἢ ἐπεὶ τέκτων ἦν τὴν τέχνην, οὐχ ὁρῶν ὅτι τὸ ξύλον τῆς ζωῆς ἐν τοῖς Μωϋσέως ἀναγέγραπται γράμμασιν, ἀλλὰ καὶ οὐ βλέπων ὅτι οὐδαμοῦ τῶν ἐν ταῖς ἐκκλησίαις φερομένων εὐαγγελίων „τέκτων“ αὐτὸς ὁ Ἰησοῦς ἀναγέγραπται.
- 6.37.1
Οἴεται δὲ καὶ τροπολογοῦντας ἡμᾶς περὶ τοῦ σταυροῦ ἀναπεπλακέναι τὸ ξύλον τῆς ζωῆς καὶ ἀκολούθως ἑαυτοῦ τῷ περὶ τούτου σφάλματί φησιν ὅτι, εἴπερ ἔτυχεν ἐκεῖνος κατὰ κρημνοῦ ἐῤῥιμμένος ἢ (εἰς) βάραθρον ἐωσμένος ἢ ἀγχόνῃ πεπνιγμένος, ἦν ἂν ὑπὲρ τοὺς οὐρανοὺς ἀναπεπλασμένος κρημνὸς ζωῆς ἢ βάραθρον ἀναστάσεως ἢ σχοινίον ἀθανασίας. πάλιν τε αὖ φησιν ὅτι, εἴπερ διὰ τὸ τέκτονα αὐτὸν γεγονέναι ἀναπέπλασται τὸ ξύλον τῆς ζωῆς, ἠκολούθησεν ἂν, εἰ μὲν σκυτοτόμος ἦν, λέγεσθαί τινα περὶ σκύτους ἁγίου, εἰ δὲ λιθοξόος, περὶ λίθου μακαρίου, εἰ δὲ σιδηρεὺς, περὶ σιδήρου ἀγάπης. τίς οὖν οὐχ ὁρᾷ αὐτόθεν τὸ εὐτελὲς αὐτοῦ τῆς κατηγορίας, διαλοιδορουμένου ἀνθρώπους, οὓς ἐπηγγείλατο ἐπιστρέφειν ὡς ἀπατωμένους;
- 6.37.2
ἑξῆς δὲ τούτοις λέγει ἁρμόζοντα μὲν τοῖς ἀναπλάσασι τούς τε λεοντοειδεῖς καὶ ὀνοκεφάλους καὶ δρακοντοειδεῖς ἄρχοντας, καὶ εἴ τις ἐκείνοις παραπλησίως ἐμυθολόγησεν, οὐ μὴν καὶ τοῖς ἀπὸ τῆς ἐκκλησίας. ἀληθῶς γὰρ καὶ γραῦς ἐπὶ τῷ βαυκαλῆσαι παιδίον μεθύουσα μῦθον ἐπᾴδειν τοιοῦτον καὶ ψιθυρίζειν τῷ παιδίῳ ἐπῃσχύνθη, ὁποῖον οἱ τοὺς ὀνοκεφάλους ἀναπλάσαντες καὶ τὰς καθ᾿ ἑκάστην πύλην ὡσπερεὶ δημηγορίας. τὰ δὲ τῶν ἀπὸ τῆς ἐκκλησίας ὁ Κέλσος οὐκ ἐπίσταται, ἅπερ πάνυ ὀλίγοι ἠσκήκασι συνιέναι, οἱ πάντα τὸν βίον ἑαυτῶν ἀναθέντες κατὰ τὴν Ἰησοῦ ἐντολὴν τῷ ἐρευνᾶν „τὰς γραφὰς“ καὶ μᾶλλον τῶν φιλοσοφησάντων Ἑλλήνων περί τινος νομιζομένης ἐπιστήμης ἀνάληψιν κεκμηκότες περὶ τὴν ἐξέτασιν τοῦ βουλήματος τῶν ἱερῶν γραμμάτων.
← Previous · Next → — showing 501–600 of 962
First Thousand Years of Greek. CTS URN tlg2042.tlg001.perseus-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.