Ars rhetorica
- 11.7.1
Τὸ δυνατὸν ἐκ τῶν ἐκτὸς μάλιστα κατασκευάζεται, φίλων, χρημάτων, συμμάχων, τόπου, καιροῦ, θεῶν εὐνοίας. κατασκευάζεται δὲ καὶ ἐκ παραδειγμάτων, ὅτι καὶ πρότερον οὐκ ἐλάττονας πολέμους εὖ ἔθεντο. τελεία δὲ κατασκευὴ δυνατοῦ, εἰ δείξαιμεν, ὅτι καὶ ἡμεῖς ἰσχυροὶ καὶ οἱ πολέμιοι ἀσθενεῖς, ὡς ἐν Φιλιππικοῖς πολλαχοῦ.
- 11.8.1
Τὸ ἔνδοξον κατασκευάζεται ἀπὸ τοῦ ταῖς τῶν πολλῶν διανοίαις συντρέχειν.
- 11.9.1
Αἱ δὲ ἄτεχνοι πίστεις ἔγγραφα, βάσανοι, περὶ ὧν ἐν τῷ νομίμῳ λέλεκται, μαρτυρίαι καὶ μάρτυς, ὅτι ἀληθής, συνίσταται ἐκ ποιότητος προσώπου, τίς ὁ μεάρτυς, ὅτι καλὸς καὶ ἀγαθός· ἐκ τῶν προγεγονότων, εἰ καὶ ἤδη τινὰ μαρτυρίαν ἀληθῆ μεμαρτυρηκὼς φαίνεται· ἐκ διανοίας, ὅτι οὐ πρὸς ἔχθραν οὐδὲ πρὸς χάριν οὐδὲ πρὸς λῆμμά τι· ἐκ τοῦ πράγματος, ὅτι καὶ αὐτὸ τὸ λεγόμενον ἐκ τῶν ἄλλων εἰκότων συνίσταται ἀληθὲς ὄν.
- 12.1.1
12 Ὁ ἐπίλογος τόπος τριμερής ἐστιν· ἔχει γὰρ καὶ ἀνάμνησιν τῶν εἰρημένων καὶ ἔλεον καὶ δείνωσιν, ἡ δὲ δείνωσις κατὰ τὴν αὔξῃσιν θεωρεῖται τούτων τοίνυν περὶ πρώτου τοῦ τῆς ἀναμνήσεως διαλέξομαι.
- 12.2.1
Κατὰ τοῦτον δὲ θεωρεῖται ἡ καλουμένη ἀνακεφαλαίωσις τῶν διὰ πολλῶν εἰρημένων, τῆς δὲ ἰδέας τοῦ λόγου τῆς πραγματικῆς καλουμένης· εἰς δύο γὰρ εἴδη ὁ πᾶς λόγος διαιρεῖται, (λέγω δὲ νῦν λόγον τὸν δικανικόν) τό τε πραγματικὸν καὶ τὸ παθητικόν· ὑποτάσσεται δὲ τῷ πραγματικῷ μὲν ἥ τε διήγησις καὶ ἡ ἀπόδειξις· τῷ δὲ παθητικῷ τὸ προοίμιον καὶ ὁ ἐπίλογος. πῶς οὖν εἰπόντες τοῦ λόγου τῆς ἰδέας τῆς παθητικῆς τὸν ἐπίλογον τὴν ἀνάμνησιν τόπον οὖσαν αὐτοῦ μέρος πραγματικῆς εἶναί φαμεν; ὅτι κατὰ τοῦτον τὸν τόπον ἀνακεφαλαίωσιν ποιούμεθα τῶν ἀποδείξεων· ἐπεὶ οὖν τῶν πραγμάτων ἀνάμνησιν κεφαλαιώδη ποιούμεθα, διὰ τοῦτο πραγματτικὸς οὗτος ὁ τόπος, ἰδικὸς ὢν τοῦ ἐπιλόγου.
- 12.3.1
Ζητεῖται δὲ εἰ ἐπὶ τέλους τῇ ἀνακεφαλαιώσει δεῖ χρῆσθαι τῶν λόγων, ἢ μίαν χώραν οὐκ ἔχει, ἀλλὰ πολλαχοῦ 12 ἡ χρῆσις αὐτῆς γίνεται. ἔνιοι μὲν οὖν ἐπὶ τέλους εἰσὶν αὐτῇ κεχρημένοι, ὡς καὶ ἐν τῇ κατηγορίᾳ τῇ Δημάδου ἐποίησεν ὁ Ὑπερείδης, καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ Τιμοκράτους. ἔνιοι δὲ καὶ κατὰ μέσον τοῦ λόγου ἐχρήσαντο τῇ ἀναμνήσει, τουτέστι τῇ ἀνακεφαλαιώσει, ὡς ἀμέλει καὶ αὐτὸς ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἕτεροι δὲ ἤδη μεταξὺ τῶν προειρημένων καὶ τῶν ἀναγκαίων πίστεων ἀνέμνησαν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς μέλλοντες περὶ τῶν ἀναγκαίων διαλέγεσθαι. ἔστι δὲ καὶ ἕτερος τόπος τῆς ἀναμνήσεως γιγνόμενος ἐπὶ ἑνὶ ἀποδειχθέντι κεφαλαίῳ, οἷον ὡς μὲν οὖν παράνομόν ἐστι τὸ ψήφισμα μεμαθήκατε ἐκ τοῦδε καὶ τοῦδε τοῦ νόμου. ἢ οὕτως· ὡς μὲν οὖν ἠδίκηκε τὴν πόλιν οὐκ ἐν καιρῷ πλεύσας ἐπὶ τὴν Ὄλυνθον, τοῦθʼ ὑμῖν γέγονε γνώριμον ἐκ τῆς δαπάνης τῆς γεγενημένης, ἐκ τῶν ἐλπίδων ὧν ἐσφάλητε, ἐκ τοῦ γεγενῆσθαι τὸν Φίλιππον καθ᾿ ἡμῶν μέγαν. τρεῖς οὖν ἔχει τόπους ἡ ἀνάμνησις, τουτέστιν ἡ ἀνακεφαλαίωσις, τὸν ἐπ τέλει τοῦ λόγου, τὸν μεταξὺ γινόμενον τῶν τε ἀναγκαίων καὶ τῶν προηγουμένων ἀποδείξεων, καὶ τὸν γινόμενον ἐπὶ ἐνὶ κεφαλαίῳ ἀποδεδειγμένῳ. ταύτῃ δὲ διαφέρουσιν ἀλλήλων αἱ ἀναμνήσεις, ὅτι ἡ μὲν ἐπὶ τέλει ἔκθεσιν ἔχει κεφαλαιώδη τῶν ζητημάτων ἁπάντων καὶ ἀνάμνησιν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς καὶ τῶν ἀναγκαίων, ἡ δὲ μεταξὺ γιγνομένη ἀνάμνησιν περιέχει τῶν ἀναγκαίων πίστεων, ἡ δὲ ἐπὶ κεφαλαίῳ ἑνὶ ἀποδειχθέντι γινομένη οὐκ ἔτι κεφαλαίων ἀνάμνησις, ἀλλὰ τῶν λημμάτων δἰ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον.
- 12.4.1
Πῶς οὖν ἀναμνήσομεν, ὑποδείξομεν ἤδη τοὺς τόπους τῆς ἀναμνήσεως κεφαλαιωδῶς λέγοντες, ἐπέδειξα μὲν 12 τοὺς νόμους ὑμῖν παῤ οὕς ἐστι τὸ ψήφισμα εἰρημένον, ἐξήτασα τὰ τῷ Χαριδήμῳ πεπραγμένα ἐξ ὧν ἐφάνη δίκαιος οὐκ ὢν τῆς δωρεᾶς ταύτης τυχεῖν, καὶ ὡς οὐ συνοίσει: τῇ πόλει, καὶ τοῦτο γέγονε γνώριμον.
- 12.5.1
Ἀναμνήσομεν δὲ καὶ διὰ προσωποποιΐας. τί δ᾿ ἐστὶν ἡ προσωποποιΐα, ἀλλαχόθι που δεδηλώκαμεν, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον τί τέ ἐστι καὶ πῶς δἰ αὐτῆς ἀναμνήσομεν, δῆλον ποιήσω. ἔστι μὲν οὖν προσωποποιΐα παραγόμενον πρόσωπον τὸ οὐκ εἰς τὸ δικαστήριον παρόν, ἀποδημῶν πατὴρ ἢ τεθνεώς, ἢ πατρίς, ἢ στρατηγία, ἢ νομοθεσία, ἢ ἕτερον τῶν τούτοις παρεοικότων. τοιοῦτο μὲν οὖν ἐστὶν ἡ προσωποποιΐα. διὰ ταύτης δὲ τῶν εἰρημένων ἀνάμνησις οὕτω γίνεται, οἷον ἐπὶ Μιλτιάδου κρινομένου μετὰ Πάρον. ἀναμνῆσαι γάρ ἐστι τοῦ Μιλτιάδου καὶ Κίμωνος δικαίων παρεισάγοντας τὸν καιρὸν τὸν Μηδικόν ὑπολάβετε, ω Ἀθηναῖοι, τὸν καιρὸν ἐκεῖνον αὐτὸν παρόντα νῦν ὑπὲρ Μιλτιάδου ποιεῖσθαι τοὺς λόγους. καὶ ὑποθεὶς τὸ πρόσωπόν τις τοὺ καιροῦ κεφαλαιωδῶς ὑπομνήσει τοῦ φόβου τοῦ κατασχόντος αὐτούς, τῶν τε τοῖς Ναξίοις συμβεβηκότων καὶ τῆς τῶν Ἐρετριέων ἀναστάσεως, πῶς ἔπεισε τὸν πολέμαρχον τῆς ψήφου τῆς αὐτοῦ γενέσθαι, πῶς δὲ τῶν στρατιωτῶν ἡγήσατο τῆς νίκης, τῆς φυγῆς τῆς τῶν βαρβάρων. κέχρηται δὲ καὶ ὁ Δημοσθένης προσωποποιΐᾳ πρόσωπον ὑποθεὶς τὸν καιρὸν αὐτὸς αὐτῷ. ἐκεῖνος μὲν οὖν ἐν ἀρχῇ τοῦ πρώτου τῶν Ὀλυνθιακῶν τὸν καιρὸν παρεισήγαγε, καὶ ἐπὶ τέλει δὲ τοῦ λόγου ἥρμοσεν ἂν παρεισαχθεὶς εἰς τὴν ἀνάμνησιν τῶν εἰρημένων· „ὁ γὰρ παρὼν καιρὸς ταύτας ἀφίησι τὰς φωνάς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστίν, ὅτι ἡ τῆς πόλεως τύχη βελτίων τῆς Φιλίππου, ὅτι πολλὰ πρὸς τὸ νικᾶν ἐστὶν ὑμῖν πλεονεκτήματα, ὅτι ἀσθενῆ τὰ τοῦ Φιλίππου παντάπασιν, ὅτι ἀναιρεθέντων Ὀλυνθίων ἐν τῇ ὑμῶν αὐτῶν ἀμυνεῖσθε τὸν βάρβαρον. οὕτως ἀνέμνησεν ἂν διὰ τῆς προσωποποιΐας τὰ κεφαλαιωδῶς τῶν εἰρημένων.
- 12.6.1
Ἔτι ἀναμνήσομεν ἐξ ὑποτυπώσεως τινὸς μέλλοντος γίνεσθαι πράγματος, ὡς Πολύευκτος ἐν τῷ κατὰ Δημάδου. ἐγράφη μὲν γὰρ ψήφισμα χαλκῆς εἰκόνος τῷ Δημάθῃ, ὁ δὲ κατηγορεῖ τοῦ ψηφίσματος. ὅσα οὖν ἦν αὐτῷ διὰ πλειόνων εἰρημένα εἰς τὴν κατασκευὴν τοῦ ὅτι μὴ ἦν ἄξιος τῆς τιμῆς τυχεῖν ταύτης, ταῦτα κεφαλαιωδῶς ἀνέμνησεν ὑποτυπῶν τὸ σχῆμα τοῦ ἀνδριάντος. ,,τί γάρ, φησί, ,,σχῆμα ἕξει, τὴν ἀσπίδα προβαλεῖται; ἀλλὰ ταύτην γε ἀπέβαλεν ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ· ἀλλὰ ἀκροστόλιον νεὼς ἕξει; “ ἔπειτα πυνθάνεται, ,,ποίας; ἢ τῆς τοῦ πατρός; ἀλλὰ βιβλίον, ἐν ᾧ φάσεις καὶ εἰςαγγελίαι ἔσονται γεγραμμέναι. ἀλλὰ νὴ Δία στήσεται προσευχόμενος τοῖς θεοῖς, κακόνους ὢν τῇ πόλει καὶ τὰ ἐναντία πᾶσιν ὑμῖν ηὐγμένος; ἀλλὰ τοῖς ἐχθροῖς ὑπηρετῶν; οὕτως μὲν οὖν ἀνέμνησε κεφαλαιωδῶς, ἐξ ὧν αὐτὸν ἐδείκνυεν οὐκ ὄντα τῆς τιμῆς τυχεῖν ταύτης ἄξιον.
- 12.7.1
Ἔτι ἀναμιμνήσκειν ἐστὶν ἐκ τῆς καλουμένης ἠθοποιΐας. ἔστι δὲ ἠθοποιΐα λόγος περιτιθέμενος προσώποις ὑποῦσιν, οἷον,τίνα νῦν ἐροῦσιν οἱ θεασόμενοί με ἀγόμενον εἰς τὸ οἴκημα; Μιλτιάδης οὗτος ὁ στρατηγήσας τῆς ἐν Μαραθῶνι μάχης, ὁ τὴν νίκην παρασκευάσας τῇ πόλει, ὁ τοὺς βαρβάρους σφήλας τῆς ἐλπίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ Ὑπερείδης ὑπὲρ Λυκούργου λέγων· ,,τίνα φήσουσιν οἱ παριόντες αὐτοῦ τὸν τάφον; οὗτος ἐβίω μὲν σωφρόνως, ταχθεὶς δὲ ἐπὶ τῇ διοικήσει τῶν χρημάτων εὗρε πόρους, ᾠκοδόμησε δὲ τὸ θέατρον, τὸ ᾠδεῖον,τὰ νεώρια, τριήρεις ἐποιήσατο, λιμένας. τοῦτον ἡ πόλις ἡμῶν ἠτίμωσε, καὶ τοὺς παῖδας ἔδησεν αὐτοῦ.“ κέχρηται καὶ Σοφοκλῆς ἐν Ἠλέκτρᾳ τὴν ἀδελφὴν αὑτῆς τὸν Αἴγισθον καὶ τὴν μητέρα ἀποκτεῖναι κελευούσῃ καὶ τὴν Κλυταιμνήστραν, πειρᾶται δὲ αὐτὴν ἀναπείθειν ἐξ ἠθοποιΐας· οἱ γὰρ βλέποντες ἡμὰς, φησί, τὰ καὶ τὰ ἐροῦσι. καὶ ἐν Ἀπολογίᾳ δὲ Σωκράτους ὁ Πλάτων διʼ ἠθοποιΐας ἀναμιμνήσκει. τοιοῦτος μὲν οὖν ἐστὶν οὗτος ὁ λόγος.
- 12.8.1
Ἐπαναμνήσομεν δὲ καὶ διὰ τῆς συγκρίσεως τῶν ἀμφοτέροις δικαίων,οἷον,ὁ μὲν ἤκει πρὸς ὑμᾶς τῆς ἀδείας τυχεῖν βουλόμενος, ἐμπρήσας μὲν ὑμῶν τὰς τριήρεις, γεγονὼς δὲ ὑμἴν τηλικαύτης αἴτιος ζημίας, προβαλλόμενος δὲ τὴν στρατηγίαν, ἐν ταῦτα διεπράξατο ἐγὼ δὲ ὑπάγων αὐτὸν τοῖς νόμοις καὶ βουλόμενος ὑμῖν αὐτὸν τιμωρίαν ὑποσχεῖν ἀνθʼ ὧν ἐζημίωσε τὸ κοινόν. καὶ ὁ μὲν πρὸς τῷ τὴν πόλιν αὐτὸς ἠδικηκέναι καὶ τοῖς ἄλλοις στρατηγοῖς οἴεται ἄδειαν παρασχεῖν τοῦ τὰ ὅμοια πράττειν· ἐγὼ δὲ καὶ τούτους ἡγοῦμαι τῷ τὰ ὅμοια τούτῳ παθεῖν δεδοικέναι μηδὲν ὅμοιον αὐτῷ ζημιῶσαι τὴν πόλιν. ἢ οὕτως ἀντιπαραβαλοῦμεν τὰ ἀλλήλων δίκαια· ἐγὼ μὲν ἀξιῶν ὑμῖν τούς νόμους εἶναι κυρίους δευρὶ πάρειμι, ὁ δὲ ἀκύρους αὐτοὺς καὶ μηδενὸς ἀξίους· κἀγὼ μὲν τιμᾶσθαι παρʼ ὑμῖν τούς ὑμετέρους εὐεργέτας, ὁ δὲ τούς ἄνωθεν ὑμᾶς λελυπηκότας· κἀγὡ μὲν τοῦτο γενέσθαι ὃ πραχθὲν οὐ ζημιώσει τὴν πόλιν, ὁ δὲ ἐξ οὗ τὸ κοινὸν μέλλει βλάπτεσθαι.
- 12.9.1
Ἔτι δὲ ἀναμνήσομεν διὰ ψηφίσματος εἰσφορᾶς, ὡς ὁ Ὑπερίδης ψηφίσματος κατηγορῶν ὑπὸ Δημάδου γραφέντος, πρόξενον Εὐθυκράτην εἶναι γράψαντος, αὐτοῦ εἰσφέρει ψήφισμα διʼ οὗ ποιεῖται τὴν ἀνακεφαλαίωσιν τῶν εἰρημένων ἃ μὲν γὰρ οὗτος, φησίν, εἰσκεκόμικεν, οὐκ ἔχει τὰς ἀληθεῖς αἰτίας τῆς προξενίας, ἐγὼ δὲ εἰ δεῖ πρόξενον ὑμῶν αὐτὸν γενέσθαι, διʼ ἃ τούτων τεύξεται γράψας εἰσφέρω. ἔπειτα τὸ ψήφισμα εἰσφέρει δεδόχθαι γάρ φησι πρόξενον αὐτὸν εἶναι, διότι τὰ Φιλίππῳ συμφέροντα καὶ πράττει καὶ λέγει, ὅτι γενόμενος ἵππαρχος τοὺς Ὀλυνθίων ἱππέας προὔδωκε Φιλίππῳ, ὅτι τοῦτο πράξας αἴτιος τοῦ Χαλκιδέων. ὑπῆρξεν ὀλέθρου, ὅτι ἀλούσης Ὀλύνθου τιμητὴς ἐγένετο τῶν αἰχμαλώτων, ὅτι ἀντέπραξε τῇ πόλει περὶ τοῦ ἱεροῦ τοῦ Δηλίων, ὅτι τῆς πόλεως περὶ Χαιρώνειαν ἡττηθείσης οὔτε ἔθαψε τῶν τεθνεώτων τινάς, οὔτε τῶν ἁλόντων οὐδένα ἐλύσατο· διὰ τούτων κεφαλαιωδῶς ἀναμιμνήσκει τῶν παρʼ ὅλην τὴν κατηγορίαν εἰρημένων κατʼ αὐτοῦ.
- 12.10.1
Ἔτι ἀναμνήσομεν ἐπὶ τῆς καλουμένης γνωσιγραφίας, κατὰ ταύτην κεφαλαιούμενοι τὰ εἰρημένα· ἔστι δὲ ἡ γνωσιγραφία ἀπόφασις δικαστῶν, οἷον, τί δὲ ἀφιέντες γράψετε; ἐξεῖναι καταλύειν τοὺς νόμους, πράττειν τὰ τῇ πόλει μὴ συμφέροντα, δημεύειν ἀλλοτρίας οὐσίας.
- 12.11.1
Ἔστιν ἀναμιμνήσκειν διὰ νόμων εἰσφορὰς, ὡς ἀναμιμνήσκειν ὑπάρχει διὰ ψηφίσματος εἰσφορᾶς, οἷον, ὑπολαμβάνετέ με νῦν νόμον εἰσφέρειν μηδένα ἐπιβουλεύειν τοῖς ἀλλοτρίοις παισίν, ἐξουσίαν ἔχειν τοὺς πατέρας τῶν υἱέων, τούς στρατιώτας μὴ ἐπιβουλεύειν τοῖς εὐεργέταις τοῖς ἑαυτῶν, μὴ ποιεῖσθαι κέρδη τὰς ἀλλοτρίας συμφοράς, εἰ τοῦτον εἰσέφερε τὸν νόμον, οὐκ ἂν ἐκυρώσατε; τοῦτον δὲ ἀντὶ τούτου εἰσφέρειν ἕτερον νόμον τὸν τὰ ἐναντία τούτοις ποιεῖν κελεύοντα, κυρίους εἶναι τῶν ἀλλοτρίων παίδων τούς μηδὲν προσήκοντας αὐτοῖς, τούς ἀδικήσαντας μηδεμίαν τιμωρίαν ἐκτίνειν, ἄδειαν τοὺς στρατιώτας ἔχειν τοῦ ποιεῖν ἅπαντας κακῶς.
- 12.12.1
Ἔτι ἀναμνήσομεν διʼ ὑπογραφῆς ἤτοι εἰκόνος ἢ ἀνδριάντος ἢ τάφου ἢ τῶν τοιούτων τινός, οἷον καὶ τὸν Ἐπαμεινώνδαν φασὶ θανάτου κρινόμενον παρὰ τοῖς Θηβαίοις ποιῆσαι. παρελθών γὰρ ἔφη ,,ἀποκτείνατέ με, ὦ Θηβαῖοι.ἐκεῖνο δέ μοι παρʼ ὑμῶν ὑπαρξάτω ἐν τῇ στήλῃ, ὅτι παραλαβὼν τὴν πόλιν δουλεύουσαν τὴν ἑαυτοῦ ἠλευθέρωσε, καὶ Λακεδαιμονίους ἐκράτησε μάχῃ, καὶ διέβη εἰς Πελοπόννησον, τὰ καὶ τὰ διεπράξατο. δύναται δὲ ὁ Ἐπαμεινώνδας καὶ οὕτω λέγειν· μὴ ποιήσητέ μου τάφον· παριών γάρ τις μνημονεύσει καὶ ἐρεῖ τὰ καὶ τά. ἔστι δὲ ὑπομιμνήσκειν οὐ μόνον διὰ τῆς ἐπιγραφῆς τῆς γιγνομένης διὰ γραμμάτων, ἀλλὰ καὶ τῆς ἐκτύπωσιν ἐχούσης τῶν γεγενημένων, ὡς ἐπὶ Θεμιστοκλέους, εἰ δὲ ἀποκτενεῖτέ με, ἔστω μνῆμα δηλοῦν ἐπὶ τῷ ἐμῷ τάφῳ τούτων ἕκαστον, διʼ ἃ νῦν φθονούμενος κρίνομαι, Ἀρτεμίσιόν που καὶ Σαλαμὶς γεγράφθω καὶ στόλος βασιλικὸς καὶ τὸ Ἀθηναίων ναυτικὸν καὶ τῶν ἄλλων ἕκαστον ἀξιώσει τούτοις ἐγγεγράφθαι.
- 12.13.1
Ἔστι δὲ ἀναμιμνήσκειν τῶν εἰρημένων καὶ καθʼ ἕτερον τρόπον τῷ σχήματι τῆς πεύσεως χρώμενον, ἀνερωτῶντα τοὺς δικαστάς, διὰ τί ἀφήσετε τὸν φεύγοντα, ὡς Αἰσχίνης πεποίηκε. πυνθάνεται γὰρ τῶν δικαστῶν διὰ τί ἀφήσετε τὸν Κτησιφῶντα; ὅτι νόμιμον τὸ ψήφισμα; ἀλλὰ δέδεικται παρὰ τοὺς νόμους γεγραμμένον· ὅτι Δημοσθένης εὔνους τῇ πόλει; ἀλλὰ καὶ οὗτος δέδεικται κακόνους ὢν τῷ δήμῳ. ὅτι Κτησιφῶν αὐτὸς ἐξ ἀγνοίας τὸ ψήφισμα ἁμαρτὼν ἔγραψεν,ἀναγκάσαντος αὐτόν τινος; οὐδὲ διὰ τούτων οὐδὲν αὐτοῦ ἀποψηφιεῖσθε.
- 12.14.1
Τοσαυταχῶς οὖν ἀναμιμνήσκειν ὑπάρχει, τουτέστι χρῆσθαι τῇ ἀνακεφαλαιώσει καλουμένῃ· ἀναμνήσομεν γὰρ καὶ ἐπερωτῶντες τοὺς δικαστὰς τὰς αἰτίας, διὰ τί φήσουσι τούς κρινομένους ἐᾶν, ἔπειτα ἐξ ἐπιγράμματος, καὶ τούτου διχῶς θεωρουμένου, ἐξ εἰσφορὰς νόμου, ἐκ ψηφίσματος, ἐκ τῆς γνωσιγραφίας, ἐκ τῆς παραθέσεως ἀμφοτέρων τῶν δικαίων συγκρίσεως, πάλιν ἐξ ἠθοποιΐας, ἐξ ὑποτυπώσεως, ἐκ προσωποποιΐας, ἐκ τῆς κεφαλαιώδους ἐκθέσεως τῶν εἰρημένων. καὶ περὶ μὲν τῆς ἀνακεφαλαιώσεως ταῦτα λέγειν ὑπάρχει.
- 12.15.1
Ἐπειδὰν δὲ μέλλωμεν κινεῖν ἔλεον, προπαρασκευάσομεν τὸν δικαστὴν πρὸς τοῦτο ἡμῖν ἐπιτηδείως ἔχειν· οὐ γὰρ ἐξαίφνης ἐπιχειρεῖν δεῖ τούτῳ τῷ τόπῳ, ἀλλὰ μετὰ προπαρασκευῆς τινος· ἀνύσομεν γάρ τι καὶ οὕτω μᾶλλον τῶν δικαστῶν ἀναπεπεισμένων καὶ παρωξυσμένων πρὸς τὸ ἐλεεῖν τὸν κρινόμενον. πῶς οὖν προπαρασκευάσομεν; τοῦτον τὸν τρόπον· κοινῷ τόπῳ χρησόμεθα τῷ περὶ ἐλέου καὶ φιλανθρωπίας, καὶ περὶ τοῦ δεῖν φρονεῖν ἀνθρώπινα καὶ ἡμέροις χαίρειν μᾶλλον ἤπερ ἀποτόμοις, τὸ τοιοῦτονεἶναι λέγοντες πολύ καὶ χρηστὸν καὶ φιλάνθρωπον καὶ τρόπου πεπαιδευμένου, καὶ τοὺς ρὕτως ἔχοντας ἐπαινεῖσθαι μᾶλλον τῶν οὕτως οὐκ ἐχόντων, καὶ ὅσον διαφέρουσιν οἱ ἄνθρωποι τῶν θηρίων, τοσοῦτον διαφέρειν τούς ἐλεήμονας τῶν ἀνηλεῶν. καὶ ἔτι φήσομεν τοὺς οὕτως ἔχοντας εἴ ποτε ἄρα δεηθεῖεν τῆς παρʼ ἄλλων φιλανθρωπίας, ῥᾷον αὐτῆς τυγχάνειν. δεῖν δʼ ὄντας ἀνθρώπους προορᾶσθαι τὸ μέλλον. Ἀθήνῃσι μὲν οὖν λέγοντες καὶ ἀπὸ κρίσεως καὶ ἀπὸ ἔργων γεγενημένων τὸν κοινὸν τόπον τοῦτον κατασκεάσομεν· Ἐλέου βωμός ἐστι παρʼ ὑμῖν, θεὸς εἶναι δοκεῖ παρʼ ὑμῖν ἡ κοινὴ πάντων φιλανθρωπία, ἐπὶ τούτῳ παρὰ τοῖς ἄλλρις εὐδοκιμεῖτε πᾶσι, μὴ οὖν ἀλλοιωθῆτε νῦν. καὶ παραδείγματα προοισόμεθα, τοὺς καταφυγόντας μὲν ἐπὶ τὸν βωμόν, μὴ ἀτυχήσαντας δὲ ὧν ἠξίωσαν, οἷον τοὺς Ἡρακλείδας, καὶ εἰ δή τινες ἕτεροι λέγονται τὸ ὅμοιον αὐτοῖς ποιῆσαι. εἰ δὲ παρʼ ἄλλοις ἐσμέν, παράδειγμα τὸ τῶν Ἀθηναίων προοισόμεθα καὶ ἐπαινεσόμεθα τοὺς Ἀθηναίους, καὶ ἐὰν μὲν ὦσι φίλοι, ὡς καὶ περὶ φίλων διαλεξόμεθα, εἰ δʼ ἐχθροὶ τῶν Ἀθηναίων τινές, προθεραπεύσομεν τὸν λόγον, ὡς ὁ Αἰσχίνης· μέλλων γὰρ λέγειν πεπραγμιένον τι τοῖς Λακεδαιμονίοις, προθεραπεύει τοῦτο καλὸν εἶναι λέγων μιμεῖσθαι καὶ τὰς ἀλλοτρίας καὶ τὰς οἰκείας ἀρετάς.
- 12.16.1
Οὐ μόνον δὲ τούτῳ τῷ τόπῳ πρὸς τὸν ἔλεον τοὺς δικαστὰς παρασκευάσομεν, ἀλλὰ καὶ ἀναμιμνήσκοντες τῶν τοῖς φεύγουσι διʼ αὐτοὺς πεπραγμένων, λόγου χάριν, οὗτος μέντοι πένης ὢν οὐκ ὂν αὐτῷ φιλοτιμεῖσθαι πρὸς ὑμᾶς ἐκ χρημάτων γέγονεν ὑμῖν καὶ ἐκ τῶν ὄντων τὰ δυνατὰ αὐτῷ χρήσιμος, αὑτόν γε μὴν ἔταξεν ἐπὶ τὰ τῇ πόλει συμφέροντα. καὶ γάρ τοι δημηγορῶν ὠφέλει τὸ κοινὸν νόμους εἰσφέρων ψηφίσματα· ὑπὲρ δὲ τῶν δικαίων ἐπρέσβευσεν,ἐστρατήγησεν.ἔτι προπαρασκευάσομεν πρὸς τὸ ἐλεεῖσθαι τοὺς κρινομένους τὰ ὑπʼ αὐτῶν φιλανθρώπως πρὸς ἄλλους πεπραγμένα διεξιόντες· ἐνὸν αὐτῷ παρὰ τοῦ δεῖνος τιμωρίαν ἀδικηθέντι λαβεῖν ἀφεῖκεν· ἐν μέντοι τῷ παρασκευαστικῷ πρὸς τὸν ἔλεον τούτῳ οἰκείῳ χρησόμεθα τῷ παρόντι πράγματι.
- 12.17.1
Μετὰ μέντοι τοὺς κοινοὺς τόπους τοὺς τὴν παρασκευὴν ἔχοντας πρὸς τὸν ἔλεον ἀπὸ τοῦ παρὰ τὴν ἀξίαν καλουμένου τὸν ἔλεον κινήσομεν· παρὰ τὴν ἀξίαν δὲ ἔστι τὸ ταῦτα πάσχειν τινά, ἅπερ αὐτῷ δοκεῖεἶναι ἧττον, οἷον τὸ πένεσθαι τοὺς ἐν πλούτῳ γεγονότας, τὸ φεύγειν δημαγωγούς, τὸ ἀτιμίᾳ περιπεπτωκέναι στρατηγούς, συνελόντι δʼ εἰπεῖν ἡ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρω μεταβολὴ κατὰ τὸν τόπον θεωρεῖται τὸν παρὰ τὴν ἀξίαν καλούμενον, οἷον ὁ Δημοσθένης ἐπιστέλλει πως τοῖς Ἀθηναίοις περὶ τῆς καθόδου τῆς ἑαυτοῦ. οἶμαι μὲν ὅτι καὶ αὐτὸς κινεῖ τὸν ἔλεον ἐκτοῦ παρὰ τὴν ἀξίαν θεωρεῖσθαι εἰ δὲ καὶ παραλέλειπται τοῦτο αὐτῷ, ὑπῆρχεν ἄν κινῆσαι τὸν ἔλεον αὐτῷ τόνδε τὸν τρόπον, ἀλλὰ νῦν ὁ πρότερον διοικῶν τὰ ὑμέτερα πράγματα κε λαμπρὸς καὶ περίβλεπτος ὢν καὶ ὑπὸ τῶν πάντων ζηλούμενος οὐ μόνον τούτων ἀφῄρημαι, ἀλλὰ καὶ τῆς πατρίδος ἐξελήλαμαι. καὶ ἱκέτης ἄλλων γίνομαι ὁ τέως ἄλλους εὐεργετῶν.
- 12.18.1
Ἔτι κινήσομεν ἔλεον καὶ ἀπὸ τοῦ καλουμένου παρὰ τὴν ἐλπίδα, οἷον, ἤλπιζον δημαγωγῶν καὶ τὰ ὑμέτερα πράττων καὶ τολμήσας διὰ τὰ ὑμῖν συμφέροντα προςκροῦσαι τοῖς πλουσίοις ἀποκεῖσθαί μοι παρʼ ὑμῖν ἀντὶ τούτου τὴν χάριν, εἰ δὲ μὴ μᾶλλον εὐδοκιμήσειν τῶν πλουσίων, ἀλλʼ οὖν ἀπολαύσειν αὐτοῖς τῆς τιμῆς τῆς ἴσης· νυνὶ δὲ τούτων ἀπάντων ἐσφάλην, ᾔτησέ με παρʼ ὑμῶν ὁ πλούσιος δωρεάν, ὑμεῖς ἔδοτε, ψήφισμα περὶ τούτων ἐκυρώσατε. δύναται δέ τις τὸν τόπον τοῦτον κινεῖν πολλαχῶς· ἤλπισα γηροβοσκὸν παῖδα ἔσεσθαί μοι. ὁ δὲ οὐ μόνον οὐδὲν τούτων ποιεῖ, ἀλλὰ καὶ συκοφαντεῖ καὶ παρανοεῖν φησὶ καὶ δῆσαι βούλεται. καὶ στρατηγὸς κρινόμενος ἐπὶ νίκῃ γεγενημένῃ ἀπὸ τούτου τοῦ τόπου εἰς τὸν ἔλεον εὐπορήσει λημμάτων.
- 12.19.1
Ἔτι ἔλεον κινήσομεν ἀπὸ τῆς εὐδαιμονίας τῆς πρὸ τοῦ αὔξοντες αὐτήν, ὡς ἐπὶ Μιλτιάδου, οὗτος μέντοι παρʼ ὑμῖν εὐδοκιμῶν πρὸ τοῦ καὶ τιμῆς καὶ στρατηγίας ἠξιωμένος οὐκ ἐπὶ τῆς αὐτῆς τούτοις χώρας μένει, ἀλλʼ, ὁρᾶτε γὰρ τὴν μεταβολὴν αὐτοῦ τῆς τύχης, κρίνεται μὲν ὡς ἀδικῶν τὴν πόλιν, κεκόμισται δὲ νοσῶν εἰς τὸ δικαστήριον, ἔχει δὲ τὴν ἐλπίδα τῆς ἀφέσεως οὐκ ἐν τοῖς ἑαυτοῦ λόγοις, ἀλλʼ ἐν οἷς ἄλλοι μέλλουσιν ὑπὲρ αὐτοῦ λέγειν. καὶ ὡς ἐπὶ τῶν Ἀθηναίων λόγου χάριν, εἴ τινες ἠξίουν τοὺς Λακεδαιμονίους καταλῦσαι τὴν ἀρχὴν τῶν τριάκοντα. τὴν γὰρ εὐδαιμονίαν τὴν οὖσαν τῇ πόλει πρὸ τοῦ ἐπιών τις καὶ αὔξων καὶ τὰ παρόντα δεινὰ νῦν αὐτοῖς καταριθμούμενος καὶ ἀξιῶν ἐλέου τυχεῖν αὐτοὺς νῦν δόξει δικαίως κεκινηκέναι τὸν τόπον τοῦτον, ὅτι καὶ αὐτῶν τῶν Δακεδαιμονίων οἱ Ἀθηναῖοι μείζονες ὄντες οὐκέτι μὲν ἀμφισβητοῦσι τῶν πρωτείων τῆς Ἑλλάδος, κεῖνται δʼ ἐπʼ ἄλλοις κριθησόμενοι ἐν τῇ τῶν ἠδικημένων φιλανθρωπίᾳ, καὶ ὁμηρεύοντες ὡς Ἀλέξανδρον ἀπάγονται· ἡμεῖς δέ φησιν ἡ κοινὴ τῆς Ἐλλάδος καταφυγή, πρὸς ἣν ἐβάδιζον αἱ πανταχόθεν πρεσβεῖαι, νῦν κινδυνεύομεν περὶ τοῦ ἐδάφους τῆς πατρίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ ὁ Εὐριπίδης. λέγει γοῦν καὶ ἡ Ἑκάβη παρʼ αὐτῷ ἤμην τύραννος κεἰς τύραννʼ ἐγημάμην, κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν. οὐ Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε. τὴν εὐπαιδίαν καὶ τὸ γήμασθαι τυράννῳ καὶ τὸ ἐκ τυράννων γεγενῆσθαι ἀντιπαρατίθησι καὶ τὰ παρόντα δεινά. φησὶν οὖν εὐθὺς καὶ ταῦτʼ ἐπεῖδον δορὶ πεσόνθʼ Ἑλληνικῷ, καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα ἤκουον, ἀλλὰ τοῖσδʼ ἐπεῖδον ὄμμασιν αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείου Διός, αὐτὴ δὲ δούλη ναῦς ἐπʼ Ἀργείων ἔβην. ἡ ἀντιπαράθεσις τοῖς ἀγαθοῖς τῶν κακῶν τὸν ἔλεον κεκίνηκεν. ἐλεεινοὶ μὲν γάρ εἰσι καὶ οἱ ὁπωσοῦν δυστυχοῦντες, ἐλεεινότεροι δὲ εἶναι δοκοῦσιν οἱ ἐκ λαμπρᾶς εὐδαιμονίας συμφοραῖς μεγάλαις χρώμενοι. ἐπειδὰν δέ τινας τὸν περὶ αὐτῶν κινοῦντες ἔλεον ἀτυχοῦντας ἐπιδεῖξαι θέλωμεν, πάσχοντας αὐτούς κακῶς ἀποδείξομεν ἀπὸ τριῶν τόπων, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα καὶ κατὰ τὰ ἐκτὸς καλούμενα· καὶ κατὰ μὲν ψυχὴν οὕτως, λύπην περὶ αὐτὸν λέγοντες ἢ παράνοιαν ἢ τι τῶν τούτοις ἐοικότων. ἔστι δὲ καὶ ὁ ἔρως τῶν τῆς ψυχῆς παθῶν ἔλεον οὖν κινήσει τις καὶ περὶ τοῦ ἔρωτος διεξελθὼν εἰ βιασάμενός τις ἧς ἤρα, ἐπὶ ταύτῃ κινδυνεύοι. τὰ δὲ κατὰ σῶμα οὕτω θεασόμεθα, εἰ τέτρωται, εἰ πληγὰς ἢ μάστιγας ἀνεδέξατο περὶ τὸ σῶμα, εἰ δεσμοῖς κέχρηται, ἤ τινι τοιαύτῃ ταλαιπωρίᾳ. ἐπειδὰν δὲ τῶν τοιούτων ὁτιοῦν προφερόμενος ἐθέλοι τὸν ἔλεον ἐξεργάσασθαι, οὐχ ἀπλῶς δεῖ τὸ στοιχεῖον τοῦ ἐλέου λέγειν, ἀλλʼ ἐπεξιένα σαφῶς καὶ τὰ παρακολουθοῦντα αὐτοῖς, οἷον εἰ λύπη ἢ ἔρως ἢ μανία· τούτων γὰρ ἕκαστον πρᾶγμά ἐστι, καὶ κινεῖ μὲν ἔλεον καὶ ἀπλῶς λεχθέν, μᾶλλον δὲ κινήσει, ὅταν τὰ παρακολουθοῦντατῷ ἔρωτι ἐπεκδιδάσκωμεν ἢ τῇ μανίᾳ ἢ τῇ λύπῃ ἢ ὁτῳδήποτε τῶν τῆς ψυχῆς παθῶν, οἷον, ἐν τίσι γάρ ἐστιν οὗτος, οὐκ οἶδεν, οὐ γυναῖκα γνωρίζει, οὐ παῖδας τοὺς ἑαυτοῦ, οὐ νόμους, οὐ τὸ δίκαιον ἐπίσταται. οὐ συνίησιν ἡμέρας, οὐχ ἡλίου φῶς. φεύγει τὰ τοῖς ἄλλοις ἥδιστα δοκοῦντα εἶναι, ποθεῖ δὲ ἃ φεύγουσιν ἄλλοι, ἐρημίᾳ χαίρει καὶ ἐπεμβαίνει πυρί, καὶ τὸν μετὰ θηρίων μᾶλλον ἀσπάζεται βίον. ἔλαβον τὰ παρακολουθοῦντα τῇ μανίᾳ ἁρμοζόντων ἀπάντων αὐτῶν εἰς τὸν ἔλεον. ὁμοίως καὶ ἐπὶ τοῦ λυπουμένου καὶ ἐπὶ τοῦ ἐρῶντος ἐν μέρει ἐκ τῶν παρακολουθούντων καὶ ἔρωτι καὶ λύπαις λαμβάνοιντʼ ἂν καὶ οἱ περὶ τούτων ἑκάστουλόγοι, ἅμα τε αὐξήσουσι τὸ στοιχεῖον τοῦ ἐλέου καὶ τοὺς δικαστὰς ἐπισπάσονται πρὸς τὸ οἰκεῖον αὐτοῦ. τὸν αὐτὸν τρόπον καὶ ὅταν τῶν ἀπὸ τοὺ σώματος παθῶν κινήσωμεν τὸν ἔλεον, πηρώσεως ἢ δεσμῶν ἢ ἀπὸ τραύματος, καὶ τὰ τούτοις παρακολουθοῦντα ληψόμεθα.τίνα τοίνυν τῇ πηρώσει παρακολουθεῖ; σκότος πολὺ καὶ τὸ μηδενὶ χαίρειν τοῖς αὐτοῖς τοῖς ἄλλοις δύνασθαι, καὶ τῶν ἄλλων ἕκαστα. τὰ δὲ ἐκτὸς καλούμενα θεωρεῖται ἐν σπάνει τροφῆς ἢ χρημάτων. καὶ ἀπὸ τούτων οὖν ἔλεον κινήσομεν λόγου χάριν. καὶ ὁ τέως σὺν πᾶσι τρυφῶν καὶ ἑτέρους εὐ ποιῶν ἐνδεής ἐστι καὶ τοῦ πιεῖν καὶ τοῦ φαγεῖν, παρʼ ἄλλων ἐρανίζεται τροφάς. ὁπόταν μέντοι λαμβάνωμεν τὰ παρακολουθοῦντα τοῖς ἐκτὸς καὶ τοῖς κατὰ σῶμα καὶ τοῖς κατὰ ψυχήν, παραπεφυλαγμένως τοῦτο ποιήσομεν· οὐ γὰρ ταῦτα πάντα ἐροῦμεν κινεῖν τὸν ἔλεον πειρώμενοι τὰ λεχθέντα· ἔλεον οὖν ὁμοίως κινεῖ οἷον ζημία εἰς χρήματα καὶ ἀφαίρεσις οἰκέτου, καὶ τούτων ἕκαστον, ἀλλὰ δουλεία,αίχμαλωσία, θάνατος παιδὸς ἢ γυναικός, τὰ δὲ ἐξέχειν δοκοῦντα τῶν κακῶν καὶ ἐφʼ οἷς λεχθεῖσιν παρακολουθεῖ τὸ δακρύειν, ταῦτα προοισόμεθα καὶ τὰ παρακολουθοῦντα αὐτοῖς ἐπελευσόμεθα, τίνα παιδοτροφίᾳ παρηκολούθησεν, ἐν τίσι νῦν ἐστιν γάμων χηρείᾳ.
- 12.20.1
Κινεῖ δὲ ἔλεον καὶ τὰ ἀπρεπῆ καὶ τὰ αἰσχρά, καὶ οἶς ἂν ὄνειδος προσῇ περί τινων λεγόμενα, ἐπειδὴ νῦν αὐτῶν κίνδυνος καὶ παθεῖν, ὡς Ὅμηρος περὶ τῆς Ἀνδρομάχης καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις. καὶ τὰ ἑξῆς ἅπαντα ὑπὸ τοῦ Ἕκτορος εἰρημένα τὸν ἔλεον τὸν τῆς Ἀνδρομάχης κινεῖ. ἀλλὰ καὶ ἡ Ἀνδρομάχη τὰ παρακολουθοῦντα τῇ ὀρφανίᾳ περὶ τοῦ παιδὸς λέγουσα τοῦ ἑαυτῆς καὶ αὐτὴ τὸν ἔλεον κινεῖ, ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος καὶ τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε καὶ χείλεα μέντʼ ἐδίηνε καὶ δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέραχήρην. ἐν πολιτικῷ δὲ ζητήματι ἀπὸ τῶν ἀπρεπῶν οὕτως ἔλεον κινήσομεν, οἷον πλούσιος ἐχθροῦ πένητος παῖδα ἀριστεὺς πρὸς ἀναίρεσιν ᾔτησεν,ἔδωκεν ἡ πόλις, εὐθὺς αὐτὸν ὁ πατὴρ ἀναιρεῖσθαι βούλεται. ἐνταῦθα ἀπὸ τῶν αἰσχρῶν καὶ τῶν ἀπρεπῶν ἔλεον ὁ πένης κινήσει, ἥξεις πρὸς τὸν πλούσιον, παιδίον, καὶ οὗτος ἔσται σου κύριος, ἐξουσίαν ἀνελεῖν ἔχων· πῶς οὖν σοι χρήσεται νέῳ ὄντι καὶ ὥραν ἔχοντι ;τὰ ὑπὸ τῶν νόμων ἀπειρημένα ποιήσει μετʼ ἐξουσίας, ἃ καὶ τούς παθόντας οἱ νόμοι κωλύουσι δημηγορεῖν, ἐπεὶ τῶν αἰσχρῶν καὶ τῶν ἀπρεπῶν ἕκαστον ἔλεον κινήσει. ἀλλὰ καὶ ὁ Ἀγαμέμνων ἔλεον ἐκίνησεν ἐπὶ τοῦ Μενελάου τετρωμένου ἔκ τινος τῶν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων καί κέ τις ὧδʼ ἐρέει Τρώωνὑπερηνορεόντων τύμβῳ ἐπιθρώσκων Μενελάου κυδαλίμοιο, καὶ τὰ ἑξῆς. δύναται τοίνυν τούτοις ὁμοίως ὁ πένης ἐπὶ τοῦ παιδὸς ἔλεον κινῆσαι· οὐ γὰρ μόνον ἅ τις πείσεται ὄντα αἰσχρὰ λέγειν χρή, ἀλλὰ καὶ τί περὶ αὐτῶν ἐροῦσιν ἕτεροί τινες· τίνα τοίνυν ἐρεῖ ὑμῶν αὐτῶν ἕκαστος; οὐ ταῦτα δή, τὴν ὕβριν, τὴν αἰσχύνην τοῦ σώματος, τὰ ὄνειδος ἡμῖν ἀμφοτέροις φέροντα; ἐπὶ ταῦτα οὖν αὐτὸν δώσετε;
- 12.21.1
Τὰ μέντοι δεινὰ τὰ συμβεβηκότα τισὶν ἤ συμβησόμενα οὐ δεῖ κεφαλαιωδῶς ἐκτίθεσθαι· ἡ γὰρ ἀθρόα τούτων δήλωσις ἔκπληξιν ἔχει μᾶλλον τῶν ἀκουόντων αὐτά, ἢ ἔλεον τῶν πεπονθότων. παράδειγμα τὸ Αἰσχίνου ἀθρόας δηλώσεως κακῶν τὸ περὶ τῶν Θηβαίων εἰρημένον· ,,Θῆβαι δὲ Θῆβαι πόλις ἀστυγείτων μεθʼ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται ἀλλʼ οὐχ ὁ Δείναρχος, ἀλλʼ ἐπὶ τὸν αὐτὸν ἐλθών τόπον καὶ ἄλλα μὲν εἶπε δεινὰ διʼ ὧν τὸν ἔλεον ἐκίνησε, καὶ μέντοι γε καὶ τὴν ἰσχυρὰν ἐρημίαν τῶν Θηβαίων παραστῆσαι βουλόμενος εἶπε· ,,περιπέτονται δὲ τὸ τῶν ταλαιπώρων Θηβαίων ἄστυ χελιδόνες. ὡς δὲ τὸ ἀθρόως λέγειν τὰς τινῶν συμφορὰς ὀξὺ ἄκουσμα ὄν ἀλλοτρίως ἔχει πρὸς τὸν ἔλεον, οὕτως ἐπακριβὲς ἐπὶ πάντα ἐπεξιέναι πειρᾶσθαι καὶ καταβάλλει τὸν ἔλεον· τὴν μέσην οὖν βαδίζειν δεῖ, ὡς Ὅμηρος, ἄνδρας μὲν κτείνουσι, πόλιν θέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας, ἀπὸ τῶν ἐνεχομένων ἁλώσει πόλεως τὸν ἔλεον ἐκίνησεν, ὧν ἐκινδύνευσεν ἡ πόλις παθεῖν εἰ δὲ δὴ πάντα διεξῄει τὰ παρακολουθοῦντα πόλεως ἁλώσει, γελοῖος ἄν ἦν καὶ μικροπρεπής.
- 12.22.1
Κινεῖ δὲ ἔλεον ἐν τοῖς μάλιστα καὶ ἡ ἐνάργεια ἡ τῶν ἀτυχούντων καὶ ἠθοποιΐα καὶ χαρακτηρισμὸς ὁ περὶ αὐτῶν γινόμενος, ὡς ὁ Δημοσθένης περὶ τοῦ Στράτωνος· ,κάλει δὲ καὶ τὸν Στράτωνα αὐτὸν τὸν τὰ τοιαῦτα πεπονθότα. οὗτος τὰς ἐφʼ ἡλικίας στρατείας ἐστρατευμένος ἔστηκε τὰ νῦν σιωπῶν, οὐδὲ ὀδύρασθαι τὰς ἑαυτοῦ συμφορὰς ἐξουσίαν ἔχων. ἐχαρακτήρισε γὰρ αὐτὸν σιωπῶντα παραστήσας δικαστηρίῳ, καὶ ἦθος περιέθηκεν αὐτῷ τὸ τοῦ σιωπῶντος καὶ δεδοικότος λέγειν. ἠθοποιΐαν δὲ τὴν διὰ λόγων τόνδε τὸν τρόπον ποιήσομεν, οἷον, τίνα δʼ ἔλεγε σφαττόμενός τις, ἢ βιαζομένη παρθένος ἢ ὁτιοῦν τις κινδυνεύων παθεῖν; ὡς ἐπὶ ταύτης τῆς ὑποθέσεως, τοῖς φυγάσι συμφεύγειν τοὺς παῖδας, ἔφευγέ τις, συνέφευγεν αὐτῷ καὶ ἡ γυνὴ κύουσα, τὸ τεχθὲν παιδίον κατιὸν μετὰ τῆς μητρὸς ἀπέκτεινέ τις, καὶ φόνου κρίνεται. ἐνταῦθα ἔστι διʼ ἠθοποιΐας ἔλεον κινῆσαι περιθέντας λόγους τινὰς τῇ μητρὶ τοῦ παιδός, οὓς εἶπε παραιτουμένη τὴν ἀναίρεσιν αὐτοῦ.
- 12.23.1
Κινεῖ δὲ ἔλεον καὶ τὸ τῆς ὁμοιοπαθείας στοιχεῖον, οἷον ὑπὲρ παιδός τις ἀγωνίζεται ἢ μητρὸς ἢ πατρός οὗτος εἰ καὶ λέγοι τούς δικαστὰς ἐν τοῖς αὐτοῦ γενέσθαι πεάθεσιν, ἔλεον κινήσει, οἶς αὐτὸς ἐπεπόνθει, ἐπιστήσας τοὺς ὄντας κυρίους τῆς ψήφου. κεκίνηκε τοῦτον τὸν τόπον καὶ Ὅμηρος ἐν Λύτροις· τὸ γὰρ μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, καὶ τὰ τούτοις ἐξῆς εἰς τὴν ὁμοιοπάθειαν αὐτὸν ἄγει. ἐπειδὰν μέντοι πρὸς τοὺς δικαστὰς τοιοῦτόν τι λέγωμεν, τὸ δοκεῖν τι κατʼ αὐτῶν φυλαξόμεθα. χρησόμεθα οὖν τῇ προδιορθώσει καλουμένῃ, οἷον, τὰ μὲν οὖν ἐμοὶ συμβεβηκότα μηδενὶ συμβαίη παθεῖν ὑμῶν, ἀλλʼ οὐδὲ συμβήσεται τῶν θεῶν ὑμῖν εὐμενῶν ὄντων ὅσοις δὲ ὑμῶν θυγατέρες εἰσὶ παρθένοι, νομισάτω τούτων ἕκαστος ἡρπάσθαι τὴν ἑαυτοῦ καὶ ὑπὸ τοσούτων τὴν βίαν πεπρᾶχθαι, καὶ τὰ ἑξῆς εἰ λέγοι, ἔλεόν τινα κινήσει ἀπὸ τοῦ στοιχείου τοῦ προειρημένου.
- 12.24.1
Ἔτι κινήσομεν ἔλεον αὐτοὶ κατηγοροῦντες ἑαυτῶν. τοῦτό ἐστι μὲν εὑρεῖν καὶ παρὰ τοῖς τραγικοῖς ποιηταῖς, ἀμέλει παρὰ τῷ Εὐριπίδῃ ἡ τοῦ Πενθέως μήτηρ Ἀγαυὴ ἀπαλλαγεῖσα τῆς μανίας καὶ γνωρίσασα τὸν παῖδα τὸν ἑαυτῆς διεσπασμένον κατηγορεῖ μὲν αὐτῆς, ἔλεον δὲ κινεῖ. ἐν δικανικῇ δὲ ὑποθέσει οὕτως· πένης μὲν ὑπὸ πλουσίου ἐξῃτημένος, ἀξιῶν δὲ ἤδη τεθνάναι μέλλοντος τοῦ πλουσίου καὶ διατρίβοντος· οὗτος αὐτοῦ κατηγορῶν τῆς προαιρέσεως καὶ τῆς ἀντιπολιτείας ἔλεον κινήσει. τί γὰρ ἔδει μοι τῆς ἔχθρας τῆς πρὸς τὸν πλούσιον; τί δὲ ἐμαυτὸν παρεξῆγον; διὰ τοὺς νόμους ἐρεῖ τις ἴσως καὶ τὴν δημοκρατίαν καὶ ὑμῶν αὐτῶν ἕκαστον τί οὖν ὤνησέ με ταῦτα; οἱ νόμοι προδεδώκασιν, ἐγκαταλέλοιπεν ἡ δημοκρατία, ὑμεῖς αὐτοί μἐ καταψηφίσασθε. καὶ πάλιν, γήμας τις καὶ ἐκ τοῦ γάμου δίκας ἔχων καὶ πράγματα αὐτὸς ἑαυτοῦ κατηγορεῖ, καὶ παῖδας ποιησάμενος ἄλλος. καὶ συνελόντι εἰπεῖν πολλαχῶς ὁ τόπος οὗτος μεθοδεύεσθαι πέφυκε.
- 12.25.1
Κινεῖ δὲ ἔλεον καὶ λόγος πρὸς τόπον τινὰ γιγνόμενος, οἷον πρὸς βῆμα, πρὸς δικαστήριον· παράδειγμα τούτου τὸ τοῦ Σοφοκλέους, πεποίηκε δὲ Οἰδίποδα πρὸς τὸν Κιθαιρῶνα διαλεγόμενον ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου,τί μʼ οὐ λαβὼν ἔκτεινας; καὶ πάλιν Ἡρακλέα που διαλεγόμενον πεποίηκε πρὸς τοὺς βραχίονας αὐτοῦ καὶ τὸ στέρνον· ξαινόμενος γὰρ ὑπὸ τοῦ φαρμάκου φησίν· ὦ στέρνʼ, ὦ φίλοι βραχίονες, ὑμεῖς, καὶ τὰ ἑξῆς. δύνανται δὲ καὶ οἱ προσόντες λόγοι γινόμενοι κινεῖν ἔλεον κατὰ τὸ ὑποκείμενον· εἴ τις ἠριστευκὼς πολλάκις κρίνοιτο προδοσίας διὰ τὰ ἀπὸ τῶν πολεμίων εἰλημμένα. ὡς εἰ Δημοσθένης παρὰ τοῖς Ἀθηναίοις κρίνοιτο περὶ τῶν ἐν Αἰτωλίᾳ τὰ ἐξ Ἀμβρακίας ὅπλα κομίσας, ἄγοι δὲ αἰχμάλωτα.
- 12.26.1
Κινεῖ δʼ ἔλεον καὶ τὸ δέον γενέσθαι οὐ γεγενημένον, γενόμενον δὲ ὅπερ οὐκ ἔδει γενέσθαι, οἷον εἰ πατὴρ ὑπὲρ παιδὸς εἰσίοι δίκην ἀνῃρημένου, τὸ δέον γενέσθαι λέγων, δεικνύς αὐτὸ μὴ γεγενημένον, ἔλεον κινήσει, οἷον, ὃν ἔδει περιόντα μου καὶ γηροκόμον εἶναι καὶ θεραπευτήν, καὶ ὃν εἰκὸς ἀποθανόντα με περιστεῖλαι, καὶ τῶν νενομισμένων ἀξιῶσαι, οὗτος μὲν οἴχεται καὶ τέθνηκεν. ἐγὼ δὲ αὐτὸν προὐθέμην καὶ τῶν νενομισμένων ἠξίωσα τὸν νέον ὁ τηλικοῦτος, ὁ πατὴρ τὸν υἱόν.
- 12.27.1
Κινεῖ δʼ ἔλεον καὶ λόγος τις γινόμενος πρὸς κτήματα τοῦ τεθνεῶτος, ὡς ὁ Κτησίας πεποίηκε τὴν τοῦ Κύρου μητέρα περὶ τῶν ἵππων αὐτοῦ καὶ τῶν κυνῶν καὶ τῶν ὅπλων διαλεγομένην, καὶ ἀπὸ τούτων οἶκτον κεκίνηκε. δύναται δὲ καὶ ἐν δίκῃ πατὴρ υἱοῦ τεθνεῶτος ἀπʼ εἰκόνος ἔλεον αὐτοῦ κινεῖν, χλαμύδος διαβολάς. καὶ ἡ Ἠλέκτρα ἐν τῷ Ὀρέστῃ θεασαμένη τὴν ὑδρίαν ἐν ᾗ πλαστῶς κεκομισμένα ὀστέα αὐτοῦ, διαλέγεται μὲν πρὸς αὐτήν, κινεῖ δὲ ἔλεον· φησὶ γοῦν ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς Ὀρέστου λοιπόν. ἔπειτατούτοις συνάπτει τὸν παρʼ ἐλπίδας τόπον καλούμενον καὶ αὐτὸν ἔλεον κινεῖν δυνάμενον· φησὶ γὰρ κοίτης μικρὸς ἐν μικρῷ, καὶ ἐπιτίμησιν αὐτῷ συνέπλεξεν, ὥσπερ μήποτε ὤφελε, φησίν, ἀλλὰ πρότερον τεθνήκειν· ἔπειθʼ ἃ ἔδει τεθνεῶτος αὐτοῦ γεγονέναι ὡς οὐ γεγονότα διέξεισιν· οὐ γὰρ ἔθαψά σε φησὶν οὐδὲ περιέστειλα.
- 12.28.1
Κινεῖ δὲ ἔλεον καὶ ὁ πρὸς πατρίδα λόγος γινόμενος περὶ τοῦ τεθνεῶτος, λόγου χάριν, ἔστω τις Ἀθηναῖος ἀνῃρημένος· ἐὰν ἀποστρέφῃ τις τὸν λόγον εἰς τὰς Ἀθήνας, ἔλεον κινήσει παρὰ τοῦ τεθνεῶτος, οἷον ἡ μὲν ὠτακουστεῖ καὶ καραδοκεῖ περὶ αὐτοῦ τὸ μέλλον καὶ ὅσον οὐδέπω ἥξειν οἴεται, καὶ ἕξειν δημηγόρον, στρατηγόν, ὁ δὲ πόρρω τῆς ἑαυτοῦ τέθνηκε. καὶ οἱ πρὸς τὰ παιδία τῶν τεθνεώτων γονέων λόγοι γινόμενοι κινοῦσιν ἔλεον, ἵνα τῶν μέν τις τὴν ὀρφανίαν ὀδύρηται καὶ τὰς ταύτῃ παρακολουθούσας συμφορὰς καὶ τὸ ἀναίσθητον αὐτῶν ἐν οἷς δυστυχοῦσιν· τῶν γονέων δὲ τό τε γῆρας καὶ τὴν ἐρημίαν καὶ τὰ ταύτῃ παρακολουθοῦντα· γυναικὸς πάλιν δὲ χηρείαν, καὶ ὅσα ταύτῃ παρακολουθεῖν πέφυκε. καὶ ἀπʼ αὐτοῦ δέ τις τοῦ τεθνεῶτος ἔλεον κινεῖν δύναται, ἐὰν μὲν ᾖ διὰ φαρμάκων ἀνῃρημένος, καὶ τὰ παρακολουθήσαντα τῇ φαρμακίᾳ διεξιὼν τὰς ὀδύνας, ταλαιπωρίας, τὸ μῆκος τῆς νόσου, τὸ σῶμα λυμανθὲν τοῦ ἀνθρώπου ὑπὸ τῶν φαρμάκων ἐὰν δὲ βιαίως, τὰ ἐπόντα τραύματα, τὸν τρόπον τῆς ἀναιρέσεως. τοῦτον τὸν τόπον κεκίνηκεν Εὐριπίδης οἶκτον ἐπὶ τῷ Πενθεῖ κινῆσαι βουλόμενος. ἕκαστον γὰρ αὐτοῦ τῶν μελῶν ἡ μήτηρ ἐν ταῖς χερσὶ κρατοῦσα καθʼ ἕκαστον αὐτῶν οἰπτίζεται. ἀπὸ τούτου τοῦ τόπου καὶ Ξενορῶν τὴν Πάνθειαν ἄριστα συνεπέδειξεν οἶκτόν τινα καὶ ἔλεον περιτιθεὶς τῷ πάθει. πρῶτον μὲν γὰρ ἠθοποίησε τὸ σχῆμα τῆς γυναικός, ἱσταμένης ἐπὶ πένθει καὶ δακρυούσης, ἔπειτα τὸν Ἀβραδάτην παρακείμενον διηγήσατο, καὶ πῶς δεξαμένη τὴν χεῖρα ἀποκοπεῖσαν κατεφίλησε. καὶ Ἑκάβη τὸν Ἀστυάνακτα τοῦτον πενθοῦσα τὸν τρόπον, κεφαλῆς τε αὐτοῦ ψαύουσα καὶ χειρῶν καὶ τοῦ λοιποῦ σώματος.
- 12.29.1
Κινεῖ δὲ ἔλεον καὶ ἡ ἀνάμνησις ὧν εἶπεν ἢ ἐποίησεν, οἷον, ἀνῃρήσθω πένης καὶ κρινέσθω ἐπʼ αὐτῷ πλούσιος· ἔλεον οὖν αὐτῷ κινήσουσιν ἀναμιμνήσκοντες τοὺς δικαστὰς δημηγοριῶν αὐτοῦ, πρεσβειῶν, τῶν ἄλλων αὐτοῦ πολιτευμάτων, ὡς ἐπὶ τοῦ Μιλτιάδου κρινομένου μετὰ Πάρον ἢ καὶ Θεμιστοκλέους προδοσίας κρινομένου, ὁποῖος ἦν τὸν χρησμὸν ἐξηγούμενος τῶν ἄλλων ἕκαστόν ἐστιν ἐπιέναι. κατὰ τοῦτον τὸν τρόπον καὶ Σοφοκλῆς τοιούτους τινὰς λόγους τῇ Ἠλέκτρᾳ περιτέθεικε· θρηνοῦσα γὰρ τὸν ἀδελφόν ἐστι τεθνεῶτα, ὡς ᾤετο, διέξεισι τὰς ἀγγελίας ἃς ἔπεμπε πρὸς αὐτὴν ὡς ἥξων αὐτὸς οὐκ εἰς μακρὰν τιμωρησόμενος τὸν Αἴγισθον.
- 12.30.1
Κινεῖ δὲ ἔλεον καὶ ἡ τῶν ἐχθρῶν ἐπʼ αὐτοῖς ἐσομένη χαρὰ δηλουμένη καὶ νὴ Δία τις ἡδονή· ἡ γοῦν λέκτρα καὶ ἀπὸ τῆς περὶ τὸν Αἴγισθον καὶ Κλυταιμνήστραν χαρᾶς οὔσης κινεῖ τὸν ἔλεον· γελῶσι δέ, φησίν, οἱ ἐχθροί, καὶ μαίνεται ἡ μήτηρ ὑπὸ τῆς ἡδονῆς. καὶ ὁ Δημοσθένης κεκίνηκε τοῦτον τὸν ἔλεον· ὁποῖον γάρ ἐστιν ἐχθρὸν ἰδεῖν ἐπʼ αὐτῷ ἡδόμενον καὶ χαίροντα τῇ καταδίκῃ τινός;
- 12.31.1
Κινήσομεν δὲ ἔλεον κἂν ὑποδεικνύωμεν πάθος τὸ συμβεβηκὸς περί τινας τῶν οἰκείων τοῦ κρινομένου ἢ τοῦ τεθνεῶτος Ὑπερείδης ἐν τῷ κατὰ Ἀρχεστράτου ἐπέξεισι γὰρ τὰ συμβεβηκότα τῇ τοῦ Ὀνείδου μητρί, καὶ Λυσίας ἐν τῷ ὑπὲρ Ἀχιλλείδου τὸ πάθος τὸ τῇ ἀδελφῇ συμβὰν αὐτοῦ λέγει γάρ, ὡς ἀκρατὴς λύπης γενηθεῖσα. αὐτὴν ἀπέκτεινε. κεκίνηκε τοῦτον τὸν λόγον καὶ ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ ἀπὸ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ ἐλεεινούς αὐτούς εἰπών αὐτῷ προσφαίνεσθαι. ὑπάρχει δὲ ἐν τοῖς ἀληθινοῖς ἀγῶσι καὶ περὶ μητρός τι λέγειν τοῦ κρινομένου καὶ περὶ πατρὸς καὶ τῶν ἄλλων τῶν παρόντων ὑπογράφοντας ἐναργῶς τὰ περὶ αὐτοὺς ὄντα πάθη λόγῳ, πῶς τέ εἰσιν ἱστάμενοι, καὶ πῶς δεδοίκασι, καὶ πῶς ὁ φόβος αὐτοὺς ἐξίστησι.
- 12.32.1
Κινεῖ δὲ ἔλεον καὶ τὰ ὑπὸ τῶν ἀτυχούντων ἢ λεγόμενα ἢ πραττόμενα δηλούμενα, ὥς πού τις τῶν παλαιῶν τῶν Θηβῶν ἁλουσῶν ἔλεον κεκίνηκε τὰ ὑπὸ τῶν ἀγομένων εἰς τὴν αἰχμαλωσίαν Θηβαίων πεπραγμένα διεξιών, τούς μετὰ βίας ἀγομένους ἀπὸ ἱερῶν,ἀπὸ ἀναθημάτων, ἐγκολπιζομένους τὴν γῆν τὴν πατρῴαν ἐναργῶς ὑπὸ τὴν ὄψιν ἄγων τοῖς ἀκούουσι· καὶ ἐπʼ Ὀλυνθίων ἢ Φωκέων ἤ τινων ἄλλων ἔχοι τις ἄν λέγειν. καὶ ἐκ τῆς διαθέσεως τῶν ἀτυχούντων ἔλεόν ἐστι κινεῖν, ὡς Εὐριπίδης τὴν Κλυταιμνήστραν ἔλεον εἰσάγει κινοῦσαν αὐτὴν μετὰ τὸν τῆς Ἰφιγενείας θάνατον, τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς, ὅταν δόμους μὲν τούσδε προσίδω κενούς, κενοὺς δὲ παρθενῶνας; καὶ τὰ ἑξῆς ἐπὶ τούτοις. καὶ πένητα δὲ ἐκ τῶν περὶ αὐτὸν γενησομένων παθῶν, εἰ μὴ δημηγορήσει διὰ τὸν πλούσιον, ἐστὶ κινῆσαι τὸν ἔλεον· εἰ γὰρ τοῦτον δημηγοροῦντα βλέποιμι αὐτὸς τούτου τυχεῖν μὴ δυνάμενος, τίνα με ψυχὴν ἔχειν δοκεῖτε τηνικαῦτα; λέγει παράνομα, σιωπῶ· καταλύει τοὺς νόμους, οὐ φθέγξομαι. ἐκ τούτων ἔλεον κινήσει καὶ τῶν ἄλλων ἐπιών ἕκαστον τῶν τούτοις ὁμοίων.
- 12.33.1
Ἔτι ἔλεον κινήσομεν τὴν ἐρημίαν ὀδυρόμενοι τὴν ἑαυτῶν, οἷον ἐπὶ γῆς ἀλλοτρίας τις κρίνεται. ἀπὸ τῆς ἐρημίας οὖν οἶκτον κινήσει· ὁ μὲν ἀγών ἐστί μοι τηλικοῦτος, κινδυνεύω περὶ ψυχῆς καὶ τοῦ σώματος, καὶ μόνος ἐν ὑμῖν ἀγωνίζομαι, οὐ συγγενεῖς ἔχων, οὐχ ἡλικιώτας, ἐπʼ ἀλλοτρίας ἀγνὼς καὶ ἐν ἀγνῶσι καὶ ἐπὶ τῆς αὐτοῦ δέ τις ἀγωνιζόμενος ὀδύροιτʼ ἄν τὴν ἐρημίαν τὴν οὖσαν αὐτῷ πένης ὢν ἢ κατεστασιασμένος οἰκείους οὐκ ἔχων, ἢ ἔχων μὲν ὑπʼ αὐτῶν δὲ προδεδομένος.
- 12.34.1
Κινεῖ δὲ ἔλεον κἀν τοῖς μάλιστα καὶ ὁ τῆς ἐντολῆς καλούμενος τόπος· πολλαχῶς δὲ αὐτῷ χρησόμεθα, οἷον, τίνα δὲ ἐνετείλατο ὁ τελευτῶν καὶ ὑπονοῶν ἐκ φαρμάκων ἀνῃρῆσθαι, ἢ τίνα πάλιν τρωθεὶς μέν τις, μέλλων δὲ τελευτᾶν, ἢ καὶ νὴ· Δία τίνα ἀριστεύς ἐνετείλατο τῇ γυναικί, οὐκ ἀξιῶν αὐτὴν γήμασθαι ἐντὸς πενταετίας, ἢ ἀποθνήσκων πατὴρ ἐγχειρίζων παῖδας ἐπιτρόποις, καὶ παρακαταθήκην διδούς, ἢ μέλλων ἀποδημεῖν, ἢ ἀγόμενος παρὰ τύραννον. ἔστι δὲ ἐντελλομένους ποιεῖν καὶ τοὺς κρινομένους· ἐπισκήπτω δὲ ὑμῖν, εἰ καταψηφιεῖσθέ μου ὡς προδεδωκότος μετὰ τρεῖς ἀριστείας τὴν πόλιν, ἀνελεῖν μου τὰς εἰκόνας, ἐξαλεῖψαί μου τὸ ὄνομα, καθελεῖν τὰ τρόπαια, τὰ ὑπομνήματα τῶν ἀριστειῶν. κέχρηται τῷ τῆς ἐντολῆς τόπῳ καὶ ὁ Σωκράτης· μέλλων γὰρ πιεῖσθαι τὸ κώνιον ἐντέλλεται τοῖς ἐπιτηδείοιςαὑτοῦ μήτε κλαῦσαι μήτε ὀδύρασθαι, καὶ ἁ ποιοῦντες περὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν γυναῖκα χαρίζοιντʼ ἂν αὐτῷ. δεῖ δὲ τὰς ἐντολὰς εὔγνωμόν τι ἔχειν καὶ εὐσεβές, ὁποία ἐστὶν ἡ Σωκράτους καὶ τῶν δέκα στρατηγῶν ἀπολογία.
- 12.35.1
Τὸ πάθος πολὺ μὲν ἐν ποιήσει τῇ τραγικῇ, ἥξει δέ ποτε καὶ εἰς τὸν πολιτικόν, ὅταν πόλει ἢ προσώπῳ τινὶ τῶν παῤ ἀξίαν συμβάντων κακῶν μινημονεύσῃς, οἷα τὰ περὶ Φωκέας. τὴν δὲ λέξιν δεῖ εἶναι ἄπλαστον καὶ ἀκαλλώπιστον· τὸ γὰρ καλλωπίζειν οὐ τοῦ θρηνοῦντος, τὴν δὲ σύνθεσιν μᾶλλον ἄνετον, τὰ δὲ σχήματα γοργότερα καὶ ἀκμαιότερα. καὶ ταῦτα μὲν ἀμυδρότερα, ἴδωμεν δὲ καὶ καθʼ ἕκαστα.
- 12.36.1
Πάθος ποιοῦσιν αἱ ἀντεξετάσεις μάλιστα πρὸς τὰ πρότερα, οἷον πρότερον μὲν ἐν ᾦ ἦν ἡ τύχη καὶ ὅτι λαμπροτέρα, νῦν δὲ οἵοις πέπτωκεν, ὡς παῤ Εὐριπίδῃ, πρῶτον μὲν οὖν μοι τἀγάθ’ ἐξᾷσαι φίλον· πρὸς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.
- 12.37.1
Πάθος ποιοῦσι καὶ αἱ παραθέσεις πρὸς ἕτερον· οἷον εἰ λέγοις ἐν ἐκείνῳ τῷ ζητήματι· οἱ Ἀθηναῖοι πρεσβεύονται ἐπὶ τῶν τριάκοντα πρὸς Λακεδαιμονίους ἀξιοῦντες ὑφʼ ἑνὸς τυραννεῖσθαι εἰ οὖν λέγοις, οὐδὲν τοσοῦτον ἡ λοιμώδης νόσος, οὐχ ἡ Σικελία ἤνεγκε ταῖς Ἀθήναις πάθος, ὅσον οἱ τριάκοντα. ἐκεῖνα μὲν γὰρ εἴς γε μοῖράν τινα τῆς δυνάμεως ἐλυμήναντο, οἱ δὲ διὰ πάντων διήκουσι.
- 12.38.1
Πάθος ποιοῦσι καὶ αἱ ὑπερβολαὶ ἐν τῷ ἀορίστῳ· τούτων δὲ δεινότερα οὐ γέγονεν οὐδὲ μείζω πράγματα ἐφʼ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δὲ οὐδʼ ἐν τῷ πρόσθεν χρόνῳ.
- 12.39.1
Πάθος ποιοῦσι καὶ αἱ ποιότητες τῶν προσώπων ἐξεταζόμεναι, τίς ὢν δεινὰ πέπονθεν, οἷον ὅτι καλὸς κἀγαθός, ἢ ὅτι εὐεργέτης· ὡς περὶ τῶν Φωκέων ὁ Δημοσθένης· τίνες ὄντες ταῦτα πεπόνθασι. καὶ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ὑπὲρ ἡμῶν ἔθεντο. πάθος γίνεται καὶ ἀπὸ τοῦ ἐναντίου· οὐ μόνον τίς ὢν πέπονθεν, ἀλλὰ καὶ ὑπὸ τίνος, ὡς ἐν τῷ περὶ Στράτωνος λόγῳ Δημοσθένης· ,,καὶ ταῦτα πέπονθεν ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου.”
- 12.40.1
Ἐν τοῖς πάθεσι καὶ αἱ διαπορήσεις χρήσιμοι εὐθὺς ἐν ἀρχῇ· τί πρῶτον ἢ τί τελευταῖον εἴπω; οὕτως· ἀπορῶ τί χρὴ δρᾶσαι; πότερον μεθεῖναι ἀμνημόνευτα; ἀλλʼ ἀλυσιτελὲς τοῦτό γε·ἀλλὰδιεξελθεῖν δεῖ; ἀλλ᾿ οὐ ῥᾴδιον ἀδακρυτὶ τοῦτο δρᾶν.
- 12.41.1
Πάθος ποιοῦσιν καὶ αἱ δεινώσεις· ,,θέαμα δεινόν. πάθος ποιοῦσι καὶ οἱ σχετλιασμοί, φεῦ καὶ οἴμοι· πάθος ποιεῖ καὶ τὰ ἀνακλητικά· ,,θέαμα δεινόν, ὦ γῆ καὶ θεοί.“ πάθος ποιοῦσι καὶ οἱ διπλασιασμοί, Θῆβαι δὲ Θῆβαι.
- 12.42.1
Ἐν τοῖς πάθεσιν οὐ πολύν δεῖ εἶναι τὸν κόσμον, οὐδʼ ἐπεμβάλλεσθαι τὰς ἐννοίας, ἀλλὰ κομματικὰ τὰ πλείω. ἐὰν μὲν βουληθῇς συνέχειαν ποιῆσαι ἐν τῷ πάθει, κατὰ τὸ ἀσύνδετον εἰσάξεις· ,,οἰκίαικατεσκαμμέναι, τείχη περιῃρημένα ἐὰν δὲ βουληθῇς ἔτι μᾶλλον αὐξῆσαι, τοῖς δικαστικοῖς σχήμασι χρήσῃ· οὐ τοίνυν τοῦτο ἀπέχρησε μόνον, ἀλλʼ ἐκεῖνο τούτου οἰκτρότερον συνέβη.
- 12.43.1
Πάθος δὲ κινήσομεν οὐ μόνον ἐφʼ οἷς προπεπόνθαμεν, ἀλλὰ καὶ ἐφʼ οἷς δέος ἐστὶ μὴ πάθωμεν, ὡς ἐν τῇ Πλαταιέων δημηγορίᾳ· τὰ γὰρ συμβησόμενα ἐν πάθει εἰσάγει· μηδὲ τὴν Πλαταιΐδα Θηβαΐδα ποιήσητε, μηδὲ ἱερὰ καὶ τάφους προπατόρων ἀτιμωρήτους, καὶ ὅσα ἄλλα παθαινόμενος λέγει.
- 12.44.1
Ἐν τοῖς πάθεσι καὶ αἱ πλάσεις ἐνίοτε, οἷα εἰκὸς εἰρηκέναι ἐχθρὸν ἐπεμβαίνοντα, οἵας φωνὰς ἀφεῖναι τὸν πάσχοντα. τὰ πάθη ὑποπτά ἐστι τοῖς ἀκούουσι· δοκεῖ γάρ τις οὐ θαρρῶν τοῖς λογισμοῖς ἐξ ἐπιβουλῆς ἐπὶ τὸ ἐλεεινὸν καταφεύγειν· διὸ δεῖ ἐμφαίνειν, ὅτι καὶ τοῖς λογισμοῖς τεθαρρήκαμεν, καὶ τὸ πάθος δὲ ἀναγκαῖόν ἐστι λεχθῆναι. δεῖ δὲ τὸ πάθος ἐν τῷ πολιτικῷ μέτρον ἔχειν, ἵνα μὴ εἰς τραγῳδίαν ἐμπέσῃ, πλὴν εἰ μὴ ἡ ὑπόθεσις τραγικὴ εἴη.
← Previous — showing 101–147 of 147
First Thousand Years of Greek. CTS URN tlg2027.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.