Christus patiens [Dub.] (fort. auctore Constantino Manasse)
- 1.570
Οὐκ ἄλλο γὰρ φάρμακον ἐν θνητοῖς μόρου,
- 1.571
φθορᾶς ὃ παύσει τοὺς ταλαιπώρους κακῶν.
- 1.572
Κἀγὼ διδάξω σ’, ὡς καλῶς ἔχει τόδε·
- 1.573
ὁ γὰρ διδάσκων γνῶσιν ἄνθρωπον Λόγος
- 1.574
ἐμοὶ κατεσκήσωσε καὶ χάριν νέμει.
- 1.575
Ἐπεὶ βροτὸν πέπλακεν ἐκ γῆς ὁ Πλάσας,
- 1.576
λείμακί τ᾿ ἐντέθεικε φυτῶν ἐργάτην
- 1.577
ἐντεῦθεν εἰς ὄλυμπον ἀνάγειν θέλων,
- 1.578
δράκων δέ νιν ἔσπευσε γυναικὸς πλάνῃ
- 1.579
λειμῶνος ἐκβαλεῖν τε καὶ ῥέψαι πόλου,
- 1.580
ὅδ’ ἀντεμηχανήσατ᾿, οἷα δὴ Θεὸς,
- 1.581
γυναικὸς ἐκφῦναι τε καὶ Θεὸς μένων
- 1.582
βροτὸς γενέσθαι καὶ βροτῶν ἀναιρέτην
- 1.583
σφαγεὶς κατασκάψαι τε καὶ ῥίψαι ποσίν.
- 1.584
Οὕτως σὺ πείθου καὶ Θεὸν πρὸς γῆν δέχου
- 1.585
ἐλθόντ’ ἀγαγεῖν πρὸς πόλον βροτῶν γένος
- 1.586
καὶ σπένδε καὶ κλέϊζε καὶ τόνδ’ εὐλόγει.
- 1.587
Αὐ γάρ νιν ὄψει πρὸς χθόν’ ὡς ἐκ παστάδος
- 1.588
θρώσκοντα τύμβου κᾆτ᾿ ᾆτ᾿ ἀνιόντ᾿ εἰς
- 1.589
ὡς αὐτὸς εἶπε καὶ πρὸ τοῦ θεοπρόποι.
- 1.590
Ἐλπὶς δέ μοι ξύνεστιν ἀσφαλεστάτη·
- 1.591
ἐμοὶ γὰρ ὑπὲρ πάντας, οἷσι λείπεται,
- 1.592
ξύνεστιν ἐλπὶς, οὐδὲ κλέπτομαι φρένας,
- 1.593
ἕξειν τι κεδνόν· ἡδὺ δ’ ἐστὶ καὶ δοκεῖν
- 1.594
ὅταν δὲ μᾶλλον ἐλπὶς ἀσφαλὴς μένῃ,
- 1.595
τὸ χάρμα ποῖον· Ἀλλὰ νικῶμαι πόνοις
- 1.596
καὶ προβλέ‘πω μὲν ταῦθ’, ὅπως ἔσται τάχει,
- 1.597
λύπη δὲ κρείσσων τῶν ἐμῶν ἐλπισμάτων.
- 1.598
Πάγκλυτε, παγκαλλίστα κούρη, παρθένε,
- 1.599
ἔμβρυον, ὡς φὴς, τὸν Θεὸν πλουτήσασα,
- 1.600
σὺ ταῦτ᾿ ἐπέγνως· καὶ τὰ λοιπὰ νῦν σκόπει·
- 1.601
σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν
- 1.602
καὶ ταῦθ’ ὁρῶσαν καὶ συνιέναι τέλος·
- 1.603
ὡς φρικτὰ πάντα καὶ βροτησίῳ γένει
- 1.604
πλὴν τῆς τεκούσης δυσμαθῆ συνιέναι.
- 1.605
Ὦ δυστάλαινα τῶν ἐμῶν ἀλγημάτων·
- 1.606
ὡς οἶδα μὲν πόλλ’, οἶδα δ’ οὐχ, ὅπως φράσω·
- 1.607
ὡς θάμβος ἐστὶ τοῦτον ᾐωρημένον
- 1.608
ἰδεῖν με καὶ θανόντα κἂν ἑκουσίως.
- 1.609
Ἰώ μοι, ἰώ· αἰ αἴ·
- 1.610
Τί γοῦν, τί δράσεις, ὦ παθοῦσ’ αμήχανα;
- 1.611
Οὐκ οἶδα πλὴν ἒν, κατθανεῖν, εἰ μὴ τάχει
- 1.612
τῶν νῦν παρόντων πημάτων ἄκος λάβω,
- 1.613
ὡς ἐστὶν ἐλπὶς λίαν ἀσφαλεστάτη·
- 1.614
μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον,
- 1.615
ὡς ξυμπερανθῇ φροντὶς, ἥ με νῦν τρύχει.
- 1.616
Ἀλλ’, ὦ φίλ’ Υἱὲ, μή μ’ ἔρημόν σου λίπῃς.
- 1.616+1
Αἲ αἴ·
- 1.617
Θρηνοῦσα πολλὰ τρανὸν οὐδὲν δεικνύεις·
- 1.618
πη γάρ μ’ ἀπαγγελεῖς ἀκούειν δείματα
- 1.619
πείθεις τε πολλὰ δειματοῦσθαι τοῖς λόγοις,
- 1.620
πη δὲ θρασύνεις, κοὐδὲν ἄρα καθαρῶς.
- 1.621
Οὐ μακρὰν ἔσται τέρμα τῶν ἠλπισμένων.
- 1.622
Αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
- 1.623
γραφῇ δ’ ἰδοῦσα καὶ κλύουσ’ ἐπίσταμαι·
- 1.624
ναύταις γὰρ ἢν μέτριος ᾖ χειμὼν φέρειν,
- 1.625
προθυμίαν ἔχουσι σωθῆναι πόνων,
- 1.626
ὁ μὲν παρ’ οἴαχ”, ὁ δ’ ἐπὶ λαίφεσι βεβὼς,
- 1.627
ὁ δ’ ἄντλον εἵργων ναός· ἢν δ’ ὑπερβάλῃ
- 1.628
πολὺς ταραχθεὶς πόντος, ἐνδόντες φορᾷ
- 1.629
παρῆκαν αὐτοὺς κυμάτων δρομήμασιν.
- 1.630
Οὕτως δὲ κἀγὼ δείν’ ὁρῶσα πήματα
- 1.631
ἄφθογγός εἰμι καὶ παρεῖσ’ ἐῶ στόμα·
- 1.632
νικᾷ γὰρ, ὡς οὐκ ἐκ Θεοῦ, δεινὸς κλύδων.
- 1.633
Σὲ δ’ ἐλπὶς ἀσφαλεστάτη δ’ εἴθε τρέφοι,
- 1.634
δέσποινα παγκοίρανε, μῆτερ Κοιράνου.
- 1.635
Ἀλλ’ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
- 1.636
τίν’ ὧδε δ’ αὖ δέδορκ’ ἰθύνοντα δρόμον;
- 1.637
Ἂ ἄ· τίνα στείχοντ᾿ νῦν ἐνθάδε
- 1.638
στυγνοπρόσωπον, δακρύων πεπλησμένον;
- 1.639
Δέσποινα κούρη, Δεσπότου μῆτερ Λόγου,
- 1.640
μή με στυγήσῃς· οὐχ ἑκὼν, ἑκὼν δ’ ὅμως
- 1.641
λύπρ’ ἀγγελῶ σοι πρὸς παλαιοῖς καὶ νέα.
- 1.642
τέ δ᾿ ἐστίν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.
- 1.643
Δέσποινα κούρη, πῶς ἐρῶ; πῶς σοι φράσω,.
- 1.644
σοὶ γὰρ μερίμνης ἄξιον φέρω λόγον
- 1.645
σφοδρᾶς τ᾿ ἀνίας καὶ πικρῶν ἀλγηδόνων.
- 1.646
Ὦ πότνα κούρη, σεμνότατα παρθένε,
- 1.647
ὥς σε στενάζω λυγρὸς ὢν μύστης, ὅμως
- 1.648
τῷ Μυσταγωγῷ πιστὸς, κἂν πάσχονθ’ ὁρῶ.
- 1.649
Τί δ’ ἐστίν; ‘Eβραίων τί μηνύεις νέον;
- 1.650
Παῖς νῦν σὸς οὐκέτ᾿ ἔστιν, ὡς εἰπεῖν ἔπος·
- 1.651
δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.
- 1.652
Πῶς φής; τί τοῦτ᾿ ἔλεξας; οἶδας δ’ αὖ πόθεν;
- 1.653
Ἄγ’, εἰπέ μοι, φράσον, τίνι θνήσκειν μόρῳ
- 1.654
Χριστὸν τανῦν φὴς, Παῖδ’ ἀθανάτου Πατρός;
- 1.655
ὡς ἐλπὶς ἦν καὶ τόνδ’ ἀθάνατον μένειν
- 1.656
ῥύστην τ᾿ ἔσεσθαι παντὸς Ἰσραὴλ γένους.
- 1.657
Ἐπεὶ πόλιν γε τῆσδε Σαλομὼν χθονὸς
- 1.658
λιπόντες ἀφίκανον ἐς στρωτοὺς λίθους
- 1.659
ἄνακτ᾿ ἐμὸν σύροντες ἀλάστωρ ὄχλος,
- 1.660
αὐτίχ᾿ ὅμιλος οὐρανοδρόμῳ ξύλῳ
- 1.661
ἀνῆγον, ἦγον, ἦγον εἰς ἄκρον τέλος,
- 1.662
ὀρθὸς δ’ ἐς ὀρθὸν αἰθέρ’ ἐστηρίζετο.
- 1.663
Ἐς κλῶνα δ’ ἐγκάρσιον ἄλλον εὐθέως
- 1.664
ἔτεινον, ἐξέτεινον, ἥλωσαν χέρας,
- 1.665
πόδας δὲ καθήλωσαν ἐν πηκτῷ ξύλῳ.
- 1.666
Ὡς δ’ ἔσχον οὕτως Δεσπότην ἠρτημένον,
- 1.667
ἄλλοι μὲν αὐτὸν καλάμῳ κραταιβόλῳ
- 1.668
ἔβαλλον, ἀντίπυργον εἰσβάντες πέτραν,
← Previous · Next → — showing 601–700 of 2,643
First Thousand Years of Greek. CTS URN tlg2022.tlg003.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.