Ancient Texts

← Library

Anacephalaeosis [Sp.]

First Thousand Years of Greek · First Thousand Years of Greek · 124 sections

  1. 48.1.1

    μݲηݲ. Κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται, οἵτινες παλαιὰν καὶ νέαν διαθήκην δέχονται, ἑτέρους δὲ προφήτας παρεισφέρουσι μετὰ τοὺς προφήτας, Μοντανόν τινα αὐχοῦντες καὶ Πρίσκιλλαν.

  2. 49.1.1

    μݲθݲ. Πεπουζιανοί, οἱ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, ἐκ τούων μέν εἰσι τῶων κατὰ Φρίγας, ἕρεαρα δὲ παρ’ ἐκείνους δογματίζουσι, Πέπουζάν τινα πόλιν ἔρημον ἀνὰ μέσον Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας ἐκθειάζουζα), γυναιζί τε ἀποδιδόντες λὴμ ἡγούμενοι (ἕστιν δὲ καὶ ἄλλη Πέπουζα), γυναιξί τε ἀποδιδόντες τὸ ἄρχειν τε καὶ ἱερατεύειν.

  3. 49.2.1

    μυοῦνται δέ τινα παῖδα κατακεντῶντες Πεπούζῃ ἀποκεκαλύφθαι ἐν ἰδέᾳ θηλείας μυθολογοῦσι.

  4. 49.3.1

    κέχρνται δὲ ὡσαύμενοι.

  5. 50.1.1

    νݲ Τεσσαρσκαιδεκατῖται, οἱ μίαν ἡμέραν τοῦ ἔτους τὸ Πάσαχα ἐκτελοῦντες, ἐν ὁποίᾳ δἄν ἡμέρᾳ ἐμπέσῃ ἡ τῆς σελήνης τεσσαραρεσκαὶ- δεκάτη, ἤτοι ἔν σαββάτῳ ἤτοι ἐν κυριακῇ, ἐκείνην τε νηστεύοντες καὶ ἅμα ἀγρυπνοῦντες.

  6. 51.1.1

    νݲαݲ. Ἄλογοι, ὑφ’ ἡμῶν καληθέντες, οἱ τὸ εὐαγγέλιον Ἰωάννου καὶ τὸν ἐν ἀυτῷ ἄνωθεν ἀπὸ πατρὸς ἀεὶ θεὸν Λόγον παρεκβάλλοντες, τὸ εὐαηγγέλιον αὐτὸ δὴ τό κατὰ Ἰωάννην μὴ δεχόμενοι μήτε τὴν αὐτοῦ Ἀποκάλυψιν. |

  7. 52.1.1

    νݲβݲ. Ἀδαμιανοί, παρὰ δέ τισιν Ἀδαμίζοντες καλούμενοι, χλεύης ἤ τε καὶ γυναῖκες τὸ δόγμα ἔχοντες.

  8. 52.2.1

    γυμνοὶ γὰρ ὡς ἐκ μητρὸς ἄνδρες καὶ εὐχὰς καὶ πᾶν γάμον μὴ δεχόμενοι, τὴν αὐτῶν ἐκκλησίαν παράδεισον ἡγούμενοι.

  9. 53.1.1

    νݲγݲ. Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες, καθύπερθεν τῆς νεκρᾶς θαλάσσης κειμένην χώραν·

  10. 53.2.1

    οἵτινες τοῦ γένους ὐπῆρχον Μαρθοῦς καὶ Μαρθάνα, γυναῖκες δόο προσκυνούμεναι ὑπὸ τῆς αἱρέσεως ὡς θεαί, παραπλησίως τοῖς Ἐβιωναίοις τὰ πάντα ἔχουσιν.

  11. 54.1.1

    νݲδݲ. Θεοδοτιανοί, οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως τοῦ ἀπὸ Βυζαντίου. οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ γέγονεν ἄκρος, ἅμα δὲ ἄλλοις ὤν ἐν ἡμέραις τοῦ τότε διωγμοῦ μόνος ἐκπεσὼν καὶ ἐκείνων μαρτυρησάντων διὰ τὸ ὀνειδίζεσθαι ἐπινοήσας ψιλὸν ἄνθρωπον λέγειν τὸν Χριστόν, ἵνα μὴ ὑπὸ ἔγκλημα γένηται θεὸν ἀρνησάμενος, οὕτως ἐδίδαξεν.

  12. 55.1.1

    νݲεݲ. Μελχισεδεκιανοί, οἱ τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτὸν φάσκοντες καὶ μὴ ἄνθρωπον ψιλὸν καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν τε καὶ λέγειν τετολμηκότες.

  13. 56.1.1

    νݲςݲ. Βαρδησιανισταί. Βαρδησιάνης οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο, τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πισιτως ὑπάρχων καὶ ἐν σοφίᾳ διαπρέπων, ἐκκλίνας δὲ τῆς ἀληθείας παραπλησίως Οὐαλεντίνῳ ἐδογμάτισε, χωρὶς ἐνίων ὀλίγων <περὶ> ὧν διαφέρεται πρὸς Οὐαλεντῖνον.

  14. 57.1.1

    νݲζݲ. Νοητιανοί. Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχε τῆς Ἀσίας. ἐπάρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις τισὶν υἱοπάτορα τὸν Χριστὸν ἐδίδαξε, τὸν αὐτὸν εἶναι <λέγων> πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.

  15. 57.2.1

    ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωυσέα καὶ τὸν αὐτοῦ ἀδελφὸν ἔλεγεν εἶναι τὸν Ἀαρών.

  16. 58.1.1

    νݲηݲ. Οὐαλήσιοι. οὗτοι, καθὼς ὑπειλήφαμεν, [οἱ] τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν Ἀραβίας τῆς Φιλαδελφίας, οἱ τοὺς παρατυγχάνοντας | καὶ ἐπιξενουμένους παρ’ αὐτοῖς εὐνουχίζοντες· οἱ πλείους δὲ καὶ αὐτῶν εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι.

  17. 58.2.1

    τινὰ δὲ ἕτερα διδάσκουσιν αἱρέσεως ἔμπλε, ἀφανίζοντες <τὰ> τοῦ νόμου καὶ τῶν προφητῶν καί τινας ἑτρας αἰσχρουργίας παρεισφέροντες.

  18. 59.1.1

    νݲθݲ. Καθαροί, οἱ ἅμα Ναυάτῳ συναφθέντες τῷ Ῥωμαίῳ καὶ τοὺς διγάμους παντελῶς ἀποβαλλόμενοι καὶ μετάνοιαν μὴ δεχόμενοι.

  19. 60.1.1

    ξݲ. Ἀγγελικοί. οὗτοι παντελῶς ἐξέλιπον· αὐχοῦντες δὲ ἦσαν ἀγγελικὴν ἔχειν τάξιν ἤ διὰ τὸ ἀγγέλους † προσκεκλῆσθαι.

  20. 61.1.1

    ξݲαݲ. Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί, καὶ αὐτοὶ περὶ τὴν Πισιδίαν <οἰκοῦντες>, μόνον Ἀποτακτικοὺς δεχόμενοι, καθ’ ἑαυτοὺς δὲ εὐχόμενοι. παραπλησιάζουσι δὲ τοῖς Ἐγκρατίταις, ἄλλα δὲ παρ’ αὐτοὺς φρονοῦσιν.

  21. 62.1.1

    ξݲβݲ. Σαβαλλιανοί, οἱ τὰ ὅμοια Νοητιανῶν δοξάζοντες, παρὰ τὸ μὴ τὸν πατέρα πεπουθέναι λέγειν.

  22. 63.1.1

    ξݲγݲ. Ὠριγενιανοί, τινὸς Ὠριγένους. αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀρρητοποιοῦντες καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες.

  23. 63.1.2

    ξݲδ. ݲ Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου τοῦ συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον πνεῦμα εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρανοὺς καὶ τὸ ἅγιον πάντα ἀλληγοροῦντες, Χριστοῦ δὲ τὴν βασιλείαν παυθήσεσθαι ληροῦντες.

  24. 63.1.3

    Αὗται πάλιν αἱ τοῦ δευτέρου βιβλίου, πρώτου δὲ τόμου αἱρέσεις ιݲηݲ.

← Previous — showing 101124 of 124

First Thousand Years of Greek. CTS URN tlg2021.tlg003.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.