Ancient Textssearch the texts themselves, not just their titles

← Library

Epistulae

Perseus Greek · Perseus Greek · 149 sections

  1. 50.3.1

    Ἀλλὰ τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων εἶναι ὀβολῶν, τὸ λεγόμενον, ἀξίαν; οὐκ οἶσθ’ ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο, καὶ Ὀδυσσεὺς μὲν αὐτὸν ὁ συνετώτατος ἔπαι ετῷ σκήπτρῳ, τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παροινίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τῆς παροιμίας; πλὴν οὐ μέγα ἔργον ἐστὶ νἐπιτιμᾶν ἄλλοις, ἑαυτὸν δὲ ἀνεπιτίμητον παρασχεῖν. εἰ δέ σοι ταύτης μέτεστι τῆς μερίδος, ἐπίδειξον ἡμῖν. ἆρ’ ὅτε νέος ἦσθα, καλὰς ἔδωκας ὑπὲρ σαυτοῦ τοῖς πρεσβυτέροις ὁμιλίας; ἀλλ’ ἐγὼ κατὰ τὴν Εὐριπίδειον Ἤλεκτραν τὰς τοιαύτας σιγῶ τύχας. ἐπεὶ δὲ ἀνὴρ γέγονας καὶ στρατοπέδῳ παρέβαλες, ἔπραξας πῶς πρὸς τοῦ Διός; ὑπὲρ τῆς ἀληθείας φὴς προσκρούσας ἀπηλλάχθαι. ἐκ τίνων τοῦτο ἔχων δεῖξαι, ὥσπερ οὐ πολλῶν καὶ πονηροτάτων, ὑφ’ ὧνπερ καὶ αὐτὸς ἀπηλάθης, ἐκτοπισθέντων; οὐ τοῦτό ἐστιν, ὦ συνετώτατε Διονύσιε, σπουδαίου καὶ σώφρονος ἀνδρός, ἀπεχθανόμενον ἀπελθεῖν τοῖς κρατοῦσιν. ἦσθα δὲ ἂν βελτίων, εἰ τοὺς ἀνθρώπους ἐκ τῆς πρὸς σεαυτὸν συνουσίας ἀπέφηνας ἡμῖν μετριωτέρους. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σέ, μὰ τοὺς θεούς, οὐδὲ κατὰ μυρίους ἄλλους, ὅσοι ζηλοῦσι τὸν σὸν τρόπον· πέτραι γὰρ πέτραις καὶ λίθοι λίθοις προσαραττόμενοι οὐκ ὠφελοῦσι μὲν ἀλλήλους, ὁ δ’ ἰσχυρότερος τὸν ἥττονα εὐχερῶς συντρίβει.

  2. 50.4.1

    Ἆρα μὴ Λακωνικῶς ταῦτα καὶ συντόμως λέγω; ἀλλ’ ἐγὼ μέν οἶμαι λαλίστερος διὰ σὲ καὶ τῶν Ἀττικῶν ἀποπεφάνθαι τεττίγων. ὑπὲρ δὲ ὧν εἰς ἐμὲ πεπαρῴνηκας, ἐπιθήσω σοι δίκην τὴν πρέπουσαν, ἐθελόντων θεῶν καὶ τῆς δεσποίνης Ἀδραστείας. τίς οὖν ἡ δίκη καὶ τί μάλιστα τὸ δυνάμενόν σου τὴν γλῶτταν καὶ τὴν διάνοιαν ὀδυνῆσαι; ὡς ἐλάχιστα πειράσομαι διά τε τῶν λόγων καὶ διὰ τῶν ἔργων ἐξαμαρτὼν μὴ παρασχέσθαι σου τῇ κακηγόρῳ γλώττῃ πολλὴν φλυαρίαν. καίτοι με οὐ λέληθεν, ὅτι καὶ τῆς Ἀφροδίτης φασὶν ὑπὸ τοῦ Μώμου ἐσκῶφθαι τὸ σάνδαλον. ἀλλ’ ὁρᾷς ὅτι πολλὰ καὶ ὁ Μῶμος ἐρρήγνυτο, καὶ μόλις ἐλαμβάνετο τοῦ σανδάλου. εἴη δὲ καὶ σὲ περὶ ταῦτα τριβόμενον καταγηρᾶσαι καὶ τοῦ Τιθωνοῦ βαθύτερον καὶ τοῦ Κινύρου πλουσιώτερον καὶ τοῦ Σαρδαναπάλου τρυφηλότερον, ὅπως τὸ τῆς παροιμίας ἐπὶ σοῦ πληρωθῇ Δὶς παῖδες οἱ γέροντες.

  3. 50.5.1

    Ἀλλ’ ὁ θεσπέσιος Ἀλέξανδρος ἐκ τίνων ἐφάνη σοι τηλικοῦτος; ἆρ’ ὅτι μιμητὴς αὐτοῦ γενόμενος ἐζήλωσας ὅσα ἐκείνῳ τὸ μειράκιον ὁ Ἑρμόλαος ὠνείδισεν; ἢ τοῦτο μὲν οὐδεὶς οὕτως ἐστὶν ἀνόητος ὡς ὑπονοῆσαι περὶ σοῦ· τοὐναντίον δὲ καὶ ὅπερ ἀπωδύρετο παθὼν Ἑρμόλαος, καὶ διόπερ διενοεῖτο τὸν Ἀλέξανδρον, ὥς φασιν, ἀποκτεῖναι, τοῦτο δὲ οὐδεὶς ὅστις πεπεισμένος οὐκ ἔστι περὶ σοῦ; πολλῶν δὲ ἐγὼ νὴ τοὺς θεοὺς καὶ σφόδρα σε φαμένων φιλεῖν ἀκήκοα πολλὰ ὑπὲρ ταύτης ἀπολογουμένων τῆς ἁμαρτίας, ἤδη δέ τινος καὶ ἀπιστοῦντος. ἀλλ’ οὗτός ἐστιν ἡ μία χελιδών, οὐ ποιεῖ τὸ ἔαρ. ἀλλ’ ἴσως ἐκεῖθεν Ἀλέξανδρος ὤφθη σοι μέγας, ὅτι Καλλισθένη μὲν ἀπέκτεινε πικρῶς, Κλεῖτος δὲ αὐτοῦ τῆς παροινίας ἔργον ἐγένετο, Φιλώτας τε καὶ Παρμενίων καὶ τὸ Παρμενίωνος παιδίον. ἐπεὶ τὰ περὶ τὸν Ἕκτορα τὸν ἐν Αἰγύπτῳ τοῦ Νείλου ταῖς δίναις ἢ ταῖς Εὐφράτου· λέγεται γὰρ ἑκάτερον· ἐναποπνιγέντα καὶ τὰς ἄλλας αὐτοῦ παιδιὰς σιωπῶ, μὴ βλασφημεῖν ἄνδρα δόξω τὸ κατωρθωμένον μὲν οὐδαμῶς ἔχοντα, κράτιστον μέντοι τὰ πολεμικὰ στρατηγόν. ὧν σὺ κατὰ τὴν προαίρεσιν καὶ κατὰ τὴν ἀνδρείαν ἔλαττον μετέχεις ἢ τριχῶν ἰχθύες. ἄκουε δὴ τῆς παραινέσεως μὴ λίαν ὀργίλως, οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα, τὸ δὲ ἑξῆς οὐ παραγράφω σοι, αἰσχύνομαι γὰρ νὴ τοὺς θεούς. ἀξιῶ μέντοι σε προσυπακούειν αὐτό· καὶ γὰρ εὔλογον ἕπεσθαι τοῖς ἔργοις τοὺς λόγους, ἀλλὰ μὴ φεύγειν τὰ ῥήματα τὸν μηδαμῶς διαπεφευγότα τὰ ἔργα.

  4. 50.6.1

    Ἀλλ’ ὁ τὴν Μαγνεντίου καὶ Κώνσταντος ὁσίαν αἰσχυνόμενος, ἀνθ’ ὅτου τοῖς ζῶσι πολεμεῖς καὶ τοῖς ὁπωσοῦν βελτίστοις λοιδορῇ; πότερον ὅτι μᾶλλον ἐκεῖνοι δύνανται τῶν ζώντων ἀμύνεσθαι τοὺς λυποῦντας; ἀλλὰ σοὶ τοῦτο οὐ προσήκει λεγειν· εἶ γάρ, ὡς γράφεις, θαρραλεώτατος. ἀλλ’ εἰ μὴ τοῦτο, τυχὸν ἕτερον· ὡς γὰρ οὐκ αἰσθανομένους ἐπισκώπτειν ἴσως οὐ βούλει. τῶν ζώντων δὲ ἆρά τις οὕτως εὐήθης ἐστὶν ἢ μικρόψυχος, ὃς ἀξιώσειεν ἂν αὑτοῦ παρὰ σοὶ λόγον εἶναί τινα, καὶ οὐ βουλήσεται μάλιστα μὲν ἀγνοεῖσθαι παρὰ σοῦ παντάπασιν, εἰ δ’ ἀδύνατον εἴη, λοιδορεῖσθαι παρὰ σοῦ μᾶλλον, καθάπερ ἐγὼ νῦν, ἢ τιμᾶσθαι; μήποτε οὕτω κακῶς φρονήσαιμι, μήποτε τῶν παρὰ σοῦ μᾶλλον ἐπαίνων ἢ ψόγων ἀντιποιησαίμην.

  5. 50.7.1

    Ἀλλ’ αὐτὸ τοῦτο τὸ γράφειν πρὸς σε δακνομένου τυχὸν ἴσως ἐστίν; οὐ μὰ τοὺς θεοὺς τοὺς σωτῆρας, ἀλλ’ ἐπικόπτοντος τὴν ἄγαν αὐθάδειαν καὶ τὴν θρασύτητα καὶ τὴν ἀκολασίαν τὴν τῆς γλώττης καὶ τὸ τῆς ψυχῆς ἄγριον καὶ τὸ μαινόμενον τῶν φρενῶν καὶ τὸ παρακεκινηκὸς ἐν πᾶσιν. ἐξῆν γοῦν, εἴπερ ἐδεδήγμην, ἔργοις ἀλλὰ μὴ λόγοις σε σφόδρα νομίμως κολάσαι. πολίτης γὰρ ὢν καὶ τῆς γερουσίας μετέχων αὐτοκράτορος ἐπίταγμα παρῃτήσω· τοῦτο δὲ οὐκ ἐξῆν δήπουθεν τῷ μὴ μεγάλην ἀνάγκην προϊσχομένῳ. οὔκουν ἐξήρκει μοι ὑπὲρ τούτου ζημιῶσαί σε παντοίαν ζημίαν, ἀλλ’ ᾠήθην δεῖν γράψαι πρός σε πρῶτον, νομίζων ἰάσιμον ἐπιστολίῳ βραχεῖ. ὡς δέ ς̓ ἐμμένοντα τοῖς αὐτοῖς, μᾶλλον δὲ τὸ λεληθὸς τέως τῆς μανίας ἐφώρασα, μή τι καὶ νομισθείης ἀνήρ, οὐκ ἀνὴρ ὤν, καὶ παρρησίας μεστός, ἐμβροντησίας ὢν πλήρης, καὶ παιδείας μετεσχηκώς, οὐδὲ γρὺ λόγων ἁψάμενος, ὅσα γε εἰκός ἐστι ταῖς ἐπιστολαῖς σου τεκμήρασθαι. τὸ γὰρ φροῦδον οὐδεὶς εἶπε τῶν ἀρχαίων ἐπὶ τοῦ προφανοῦς, ὥσπερ σὺ νῦν, ἐπεὶ τὰς ἄλλας σου τῆς ἐπιστολῆς ἁμαρτίας οὐδεὶς ἂν ἐπεξελθεῖν ἐν μακρῷ βιβλίῳ δυνηθείη καὶ τὸ μαστροπὸν ἐκεῖνο καὶ βδελυρὸν ἦθος, ὑφ’ οὗ σεαυτὸν προαγωγεύεις. οὐ γὰρ τοὺς ἐξ ἑτοίμου φὴς ἥκοντας οὐδὲ τοὺς ἐφεδρεύοντας ταῖς ἀρχαῖς, ἀλλὰ τοὺς βεβαίᾳ κρίσει χρωμένους καὶ κατὰ τοῦτο τὸ δέον αἱρουμένους τούτους δεῖν, ἀλλ’ οὐ τοὺς ἑτοίμως ὑπακούοντας, αἱρεῖσθαι. καλάς γε ἡμῖν ἐλπίδας ὑποφαίνεις οὐδὲν δεομένοις ὡς ὑπείξων, ἢν αὖθίς σε καλῶμεν ἐπὶ κοινωνίαν πραγμάτων. ἐμοὶ δὲ τοσοῦτον μέρος τούτου περίεστιν, ὥστε σε, τῶν ἄλλων εἰσιεμένων, οὐδὲ προσείρηκα πώποτε. καίτοι γε πρὸς πολλοὺς ἔγωγε τοῦτο ἐποίησα γνωρίμων τε καὶ ἀγνοουμένων ἐμοὶ κατὰ τὴν θεοφιλῆ Ῥώμην διατρίβοντας. οὕτω σου τῆς φιλίας ἀντεποιούμην, οὕτω σε σπουδῆς ἄξιον ᾠόμην. εἰκὸς οὖν ὅτι καὶ τὰ μέλλοντα πρός σε τοιαῦτα ἔσται. καὶ γὰρ νῦν ἔγραψα ταυτηνὶ τὴν ἐπιστολήν, οὐ σοὶ μόνον ἀνάγνωσμα, ἐπεὶ καὶ ἀναγκαίαν πολλοῖς αὐτὴν ᾔδειν, καὶ δώσω γε πᾶσιν οὐκ ἄκουσιν, ὡς ἐμαυτὸν πείθω, ληψομένοις· σεμνότερον γὰρ ὁρῶντές σε καὶ ὀγκωδέστερον τῶν ἔμπροσθέν σοι βεβιωμένων ἄχθονται.

  6. 50.8.1

    Τελείαν ἔχεις παρ’ ἡμῶν τὴν ἀπόκρισιν, ὥστε σε μηδὲν ἐπιποθεῖν. οὔκουν οὐδὲ ἡμεῖς παρὰ σοῦ τι πλέον ἀπαιτοῦμεν· ἀλλ’ ἐντυχών, εἰς ὅ τι βούλει τοῖς γράμμασι χρῆσαι· τὰ γὰρ τῆς ἡμετέρας φιλίας πεπέρανταί σοι. ἔρρωσο τρυφῶν καὶ λοιδορούμενος ἐμοὶ παραπλησίως.

  7. 51.1.1

    Πάνυ ὑμῖν φορτικώτατον γεγένηται ἐπὶ τῶν παρῳχηκότων καιρῶν τῶν ζυγῶν τῆς δουλείας τὸ διαγραφαῖς ἀκηρύκτοις ὑποτάττεσθαι ὑμᾶς καὶ χρυσίου πλῆθος ἄφατον εἰσκομίζειν τοῖς τοῦ ταμιείου λόγοις· ὧν πολλὰ μὲν αὐτοψεὶ ἐθεώρουν, πλείονα δὲ τούτων ἔμαθον εὑρὼν τὰ βρέβια τὰ καθ’ ὑμῶν φυλαττόμενα· ἔτι δὲ καὶ μέλλουσαν πάλιν εἰσφορὰν καθ’ ὑμῶν προστάττεσθαι εἶρξα, καὶ τὸ τῆς τοιαύτης δυσφημίας ἀσέβημα ἐνταῦθα ἐβιασάμην στῆσαι, καὶ πυρὶ παρέδωκα τὰ βρέβια τὰ καθ’ ὑμῶν ἐν τοῖς ἐμοῖς σκρινίοις ἀποκείμενα, ὡς μηκέτι δύνασθαι καθ’ ὑμῶν τινὰ τοιαύτην ἀκοντίζειν ἀσεβείας φήμην. καὶ τούτων μὲν ὑμῖν οὐ τοσοῦτον αἴτιος κατέστη ὁ τῆς μνήμης ἄξιος Κωνστάντιος ὁ ἀδελφός, ὅσον οἱ τὴν γνώμην βάρβαροι καὶ τὴν ψυχὴν ἄθεοι, οἱ τὴν τούτου τράπεζαν ἑστιώμενοι, οὓς ἐγὼ μὲν ἐν χερσὶν ἐμαῖς λαβόμενος εἰς βόθρον ὤσας ὤλεσα, ὡς μηδὲ μνήμην ἔτι φέρεσθαι παρ’ ἡμῖν τῆς αὐτῶν ἀπωλείας. ἐπὶ πλέον δὲ ὑμᾶς εὐωχεῖσθαι βουλόμενος, τὸν ἀδελφὸν Ἴουλον, τὸν αἰδεσιμώτατον πατριάρχην, παρῄνεσα καὶ τὴν λεγομένην εἶναι παρ’ ὑμῖν ἀποστολὴν κωλυθῆναι, καὶ μηκέτι δύνασθαι τὰ πλήθη ὑμῶν τινὰ ἀδικεῖν τοιαύταις φόρων εἰσπράξεσιν, ὡς πανταχόθεν ὑμῖν τὸ ἀμέριμνον ὑπάρχειν ἐπὶ τῆς ἐμῆς βασιλείας, ἵνα ἀπολαύοντες εἰρήνης ἔτι μείζονας εὐχὰς ποιῆσθε ὑπὲρ τῆς ἐμῆς βασιλείας τῷ πάντων κρείττονι καὶ δημιουργῷ θεῷ, τῷ καταξιώσαντι στέψαι με τῇ ἀχράντῳ αὐτοῦ δεξιᾷ. πέφυκε γὰρ τοὺς ἔν τινι μερίμνῃ ἐξεταζομένους περιδεῖσθαι τὴν διάνοιαν καὶ μὴ τοσοῦτον εἰς τὴν προσευχὴν τὰς χεῖρας ἀνατείνειν τολμᾶν, τοὺς δὲ πανταχόθεν ἔχοντας τὸ ἀμέριμνον ὁλοκλήρῳ ψυχῇ χαίροντας ὑπὲρ τοῦ βασιλείου ἱκετηρίους λατρείας ποιεῖσθαι τῷ μείζονι, τῷ δυναμένῳ κατευθῦναι τὴν βασιλείαν ἡμῶν ἐπὶ τὰ κάλλιστα, καθάπερ προαιρούμεθα. ὅπερ χρὴ ποιεῖν ὑμᾶς, ἵνα κἀγὼ τὸν τῶν Περσῶν πόλεμον διορθωσάμενος τὴν ἐκ πολλῶν ἐτῶν ἐπιθυμουμένην παρ’ ὑμῶν ἰδεῖν οἰκουμένην πόλιν ἁγίαν Ἱερουσαλὴμ ἐμοῖς καμάτοις ἀνοικοδομήσας οἰκίσω καὶ ἐν αὐτῇ δόξαν δῶ μεθ’ ὑμῶν τῷ κρείττονι.

  8. 52.1.1

    Ἐπειδὴ τῆς ὑποσχέσεως ἐπελάθου· τρίτη γοῦν ἐστὶ σήμερον, καὶ ὁ φιλόσοφος Πρίσκος αὐτὸς μὲν οὐχ ἧκε, γράμματα δ’ ἀπέστειλεν ὡς ἔτι χρονίζων· ὑπομιμνήσκω σε τὸ χρέος ἀπαιτῶν. ὄφλημα δέ ἐστιν, ὡς οἶσθα, σοὶ μὲν ἀποδοῦναι ῥᾴδιον, ἐμοὶ δὲ ἥδιστον πάνυ κομίσασθαι. πέμπε δὴ τὸν λόγον καὶ τὴν ἱερὰν συμβουλήν, ἀλλὰ πρὸς Ἑρμοῦ καὶ Μουσῶν ταχέως, ἐπεὶ καὶ τούτων με τῶν τριῶν ἡμερῶν ἴσθι συντρίψας, εἴπερ ἀληθῆ φησιν ὁ Σικελιώτης ποιητής, ἐν ἤματι φάσκων τοὺς ποθοῦντας γηράσκειν. εἰ δὲ ταῦτα ἔστιν, ὥσπερ οὖν ἔστι, τὸ γῆρας ἡμῖν ἐτριπλασίασας, ὦ γενναῖε. ταῦτα μεταξὺ τοῦ πράττειν ὑπηγόρευσά σοι· γράφειν γὰρ οὐχ οἷός τε ἦν, ἀργοτέραν ἔχων τῆς γλώττης τὴν χεῖρα. καίτοι μοι καὶ τὴν γλῶτταν εἶναι συμβέβηκεν ὑπὸ τῆς ἀνασκησίας ἀργοτέραν καὶ ἀδιάρθρωτον. ἔρρωσό μοι, ἀδελφὲ ποθεινότατε καὶ προσφιλέστατε.

  9. 53.1.1

    Ἀποδέδωκας Ἀριστοφάνει τὰς ἀμοιβὰς τῆς τε περὶ τοὺς θεοὺς εὐσεβείας καὶ τῆς περὶ σεαυτὸν προθυμίας, ἀμείψας αὐτῷ καὶ μεταθεὶς τὰ πρόσθεν ἐπονείδιστα πρὸς εὔκλειαν, οὐ τὴν νῦν μόνον, ἀλλὰ καὶ εἰς τὸν ἔπειτα χρόνον, ὡς οὐχ ὅμοιόν γε ἡ Παύλου συκοφαντία καὶ ἡ τοῦ δεῖνος κρίσις τοῖς ὑπὸ σοῦ γραφομένοις λόγοις· ἐκεῖνα μὲν γὰρ ἀνθοῦντά τε ἐμισεῖτο καὶ συναπέσβη τοῖς δράσασιν, οἱ δὲ σοὶ λόγοι καὶ νῦν ὑπὸ τῶν ἀληθῶς Ἑλλήνων ἀγαπῶνται, καὶ εἰς τὸν ἔπειτα χρόνον, εἰ μή τι σφάλλομαι κρίσεως ὀρθῆς, ἀγαπήσονται. πεύσῃ δὴ λοιπὸν εἰ πέπεικάς με, μᾶλλον δὲ μεταπέπεικας ὑπὲρ Ἀριστοφάνους. μὴ νομίζειν αὐτὸν ἡδονῶν ἥττονα καὶ χρημάτων ὁμολογῶ. τί δὲ οὐ μέλλω τῷ φιλοσοφωτάτῳ καὶ φιλαληθεστάτῳ τῶν ῥητόρων εἴκειν; ἕπεται καὶ τὸ ἐπὶ τούτοις παρὰ σοῦ προσανερωτᾶσθαι· τί οὖν οὐ μετατίθεμεν αὐτῷ τὰς συμφορὰς εἰς ἀμείνω τύχην καὶ ἀφανίζομεν τὰ κατασχόντα διὰ τὰς δυσπραγίας ὀνείδη; σύν τε δὔ ἐρχομένω, φασίν, ἐγὼ καὶ σὺ βουλευσώμεθα. δίκαιος δὲ εἶ μὴ συμβουλεύειν μόνον, ὅτι χρὴ βοηθεῖν ἀνδρὶ τοὺς θεοὺς ἀδόλως τετιμηκότι, ἀλλὰ καὶ ὃν χρὴ τρόπον. καίτοι καὶ τοῦτο ᾐνίξω τρόπον τινά. βέλτιον δὲ ἴσως ὑπὲρ τῶν τοιούτων οὐ γράφειν, ἀλλὰ διαλέγεσθαι πρὸς ἀλλήλους. ἔρρωσό μοι, ἀδελφὲ ποθεινότατε καὶ προσφιλέστατε.

  10. 53.2.1

    Ἀνέγνων δὲ χθὲς τὸν λόγον πρὸ ἀρίστου σχεδόν, ἀριστήσας δὲ, πρὶν ἀναπαύσασθαι, τὸ λοιπὸν προσαπέδωκα τῆς ἀναγνώσεως. μακάριος εἶ λέγειν οὕτω, μᾶλλον δὲ φρονεῖν οὕτω δυνάμενος. ὢ λόγος, ὢ φρένες, ὢ σύνεσις, ὢ διαίρεσις, ὢ ἐπιχειρήματα, ὢ τάξις, ὢ ἀφορμαί, ὢ λέξις, ὢ ἁρμονία, ὢ συνθήκη.

  11. 54.1.1

    Ἡσιόδῳ μὲν δοκεῖ τῷ σοφῷ καλεῖν ἐπὶ τὰς ἑορτὰς τοὺς γείτονας ὡς συνησθησομένους, ἐπειδὴ καὶ συναλγοῦσι καὶ συναγωνιῶσιν, ὅταν τις ἀπροσδόκητος ἐμπέσῃ ταραχή. ἐγὼ δέ φημι τοὺς φίλους δεῖν καλεῖν, οὐχὶ τοὺς γείτονας· τὸ αἴτιον δέ, ὅτι γείτονα μὲν ἔνεστιν ἐχθρὸν ἔχειν, φίλον δὲ ἐχθρὸν οὐ μᾶλλον ἢ τὸ λευκὸν μέλαν εἶναι καὶ τὸ θερμὸν ψυχρόν. ὅτι δὲ ἡμῖν οὐ νῦν μόνον, ἀλλὰ καὶ πάλαι φίλος εἶ καὶ διετέλεσας εὐνοικῶς ἔχων, εἰ καὶ μηδὲν ὑπῆρχεν ἄλλο τεκμήριον, ἀλλὰ τό γε ἡμᾶς οὕτω διατεθεῖσθαι καὶ διακεῖσθαι περὶ σὲ μέγα ἂν εἴη τούτου σημεῖον. ἧκε τοίνυν μεθέξων τῆς ὑπατείας αὐτός. ἄξει δέ σε ὁ δημόσιος δρόμος ὀχήματι χρώμενον ἑνὶ καὶ παρίππῳ. εἰ δὲ χρή τι καὶ ἐπεύξασθαι, εὐμενῆ σοι καὶ τὸν Ἐνόδιον παρακεκλήκαμεν.

  12. 56.1.1

    Χρῆν μὲν οἴκοθεν διανοηθέντα ὃ δὴ νῦν ἔδοξε κρατῦναι τῷ νόμῳ, τὸ παλαιὸν ἔθος ἀναλαβεῖν, ὃ διανοούμενοι μὲν οἱ πάλαι καλῶς θέμενοι τοὺς νόμους, εἶναι πλεῖστον ὑπέλαβον ἐν μέσῳ ζωῆς τε καὶ θανάτου, ἰδίᾳ δὲ ἑκατέρῳ πρέπειν ἐνόμισαν τὰ ἐπιτηδεύματα τῶν ἔργων. εἶναι μὲν γὰρ τὸν θάνατον ἡσυχίαν διηνεκῆ—καὶ τοῦτο ἄρα ἐστὶν ὁ χαλκοῦς ὕπνος ὁ ὑπὸ τῶν ποιητῶν ὑμνούμενος—, ἀπεναντίας δὲ τὴν ζωὴν ἔχειν πολλὰ μὲν ἀλγεινὰ πολλὰ δὲ ἡδέα, καὶ τὸ πράττειν νῦν μὲν ἑτέρως, αὖθις δὲ ἄμεινον. ὃ δὴ διανοηθέντες ἔταξαν ἰδίᾳ μὲν ἀφοσιοῦσθαι τὰ πρὸς τοὺς κατοιχομένους, ἰδίᾳ δὲ τὰ πρὸς τὸν καθ’ ἡμέραν οἰκονομεῖσθαι βίον. ἔτι δὲ πάντων ὑπελάμβανον ἀρχὴν εἶναι καὶ τέλος τοὺς θεούς, ζῶντάς τε ἡμᾶς ἐνόμισαν ὑπὸ θεοῖς εἶναι καὶ ἀπιόντας πάλιν πρὸς τοὺς θεοὺς πορεύεσθαι. τὸ μὲν οὖν ὑπὲρ τούτων λέγειν, εἴτε τοῖς αὐτοῖς ἀμφότερα προσήκει θεοῖς, εἴτε ἕτεροι μὲν ἐπιτροπεύουσι τοὺς ζῶντας, ἕτεροι δὲ τοὺς τεθνεῶτας, οὐδ’ ἄξιον ἴσως δημοσιεύειν. εἴ γε μὴν καθάπερ ἡμέρας καὶ νυκτὸς αἴτιος ἥλιος καὶ χειμῶνος καὶ θέρους ἀπιὼν καὶ προσιών, οὕτω δὲ καὶ αὐτῶν τῶν θεῶν ὁ πρεσβύτατος, εἰς ὃν πάντα καὶ ἐξ οὗ πάντα, ζῶσί τε ἔταξεν ἄρχοντας καὶ τελευτήσασιν ἀπεκλήρωσε κυρίους, ἑκατέρῳ τὰ πρέποντα χρὴ νέμειν ἐν μέρει, καὶ μιμεῖσθαι διὰ τοῦ καθ’ ἡμέραν βίου τὴν ἐν τοῖς οὖσι τῶν θεῶν διακόσμησιν.

  13. 56.2.1

    Οὐκοῦν ἡσυχία μὲν ὁ θάνατός ἐστιν, ἡσυχίᾳ δὲ ἡ νὺξ ἁρμόττει. διόπερ οἶμαι πρέπειν ἐν αὐτῇ τὰ περὶ τὰς ταφὰς πραγματεύεσθαι τῶν τελευτησάντων, ἐπεὶ τό γε ἐν ἡμέρᾳ πράττειν τι τοιοῦτο πολλῶν ἕνεκα παραιτητέον. ἄλλος ἐπ’ ἄλλῃ πράξει στρέφεται κατὰ τὴν πόλιν, καὶ μεστὰ πάντα ἐστὶ τῶν μὲν εἰς δικαστήρια πορευομένων τῶν δὲ εἰς ἀγορὰν καὶ ἐξ ἀγορᾶς, τῶν δὲ ταῖς τέχναις προσκαθημένων, τῶν δὲ ἐπὶ τὰ ἱερὰ φοιτώντων, ὅπως τὰς ἀγαθὰς ἐλπίδας παρὰ τῶν θεῶν βεβαιώσαιντο· εἶτα οὐκ οἶδα οἵτινες ἀναθέντες ἐν κλίνῃ νεκρὸν διὰ μέσων ὠθοῦνται τῶν ταῦτα σπουδαζόντων. καὶ τὸ πρᾶγμά ἐστι πάντα τρόπον οὐκ ἀνεκτόν. ἀναπίμπλανται γὰρ οἱ προστυχόντες πολλάκις ἀηδίας, οἱ μὲν οἰόμενοι πονηρὸν τὸ οἰώνισμα, τοῖς δὲ εἰς ἱερὰ βαδίζουσιν οὐ θέμις προσελθεῖν ἐστι πρὶν ἀπολούσασθαι. τοῖς γὰρ αἰτίοις τοῦ ζῆν θεοῖς καὶ μάλιστα πάντων ἀλλοτριώτατα πρὸς φθορὰν διακειμένοις οὐ θέμις προσελθεῖν ἀπὸ τοιαύτης ὄψεως. καὶ οὔπω τὰ μείζω κατηγόρηκα τοῦ γιγνομένου. τίνα δὲ ταῦτά ἐστιν; ἱεροὶ περίβολοι καὶ θεῶν ναοὶ ἀνεῴγασι· καὶ πολλάκις θύει τις ἔνδον καὶ σπένδει καὶ εὔχεται, οἱ δὲ παρέρχονται παρ’ αὐτὸ τὸ ἱερὸν νεκρὸν κομίζοντες, καὶ ἡ τῶν ὀδυρμῶν φωνὴ καὶ δυσφημία ἄχρι τῶν βωμῶν φέρεται.

  14. 56.3.1

    Οὐκ ἴστε ὅτι πρὸ πάντων τῶν ἄλλων τὰ τῆς ἡμέρας καὶ τὰ τῆς νυκτὸς ἔργα διῄρηται; οὕτως οὖν εἰκότως τῆς μὲν ἀφῃρέθη, τῇ δὲ ἂν ἀνακέοιτο. οὐ γὰρ δὴ τῆς ἐσθῆτος τὴν λευκὴν ἐπὶ τοῖς πένθεσιν ὀρθῶς ἔχον ἐστὶ παραιτεῖσθαι, θάπτειν δὲ τοὺς τελευτήσαντας ἐν ἡμέρᾳ καὶ φωτί. βέλτιον ἦν ἐκεῖνο, εἴ γε εἰς οὐδένα τῶν θεῶν ἐπλημμελεῖτο, τοῦτο δὲ οὐκ ἐκφεύγει τὸ μὴ εἰς ἅπαντας τοὺς θεοὺς εἶναι δυσσέβειαν. τοῖς τε γὰρ Ὀλυμπίοις οὐ δέον αὐτὸ προσνέμουσι, καὶ τῶν χθονίων, ἢ ὁπωσοῦν ἄλλως οἱ τῶν ψυχῶν ἐπίτροποι καὶ κύριοι χαίρουσιν ὀνομαζόμενοι, παρὰ τὸ δέον ἀλλοτριοῦσιν. ἐγὼ δὲ οἶδα καὶ τοὺς περιττοὺς καὶ ἀκριβεῖς τὰ θεῖα θεοῖς τοῖς κάτω νύκτωρ ἢ πάντως μετὰ δεκάτην ἡμέρας ὥραν ἱερὰ δρᾶν ἀξιοῦντας. εἰ δὲ τῆς ἐκείνων θεραπείας οὗτος ἀμείνων ὁ καιρός, οὐδὲ τῇ θεραπείᾳ πάντως τῶν τεθνεώτων ἕτερον ἀποδώσομεν.

  15. 56.4.1

    Τοῖς μὲν οὖν ἑκοῦσι πειθομένοις ἐξαρκεῖ ταῦτα. ἃ γὰρ ἡμάρτανον μαθόντες, μετατιθέσθων πρὸς τὸ βέλτιον. εἰ δέ τις τοιοῦτός ἐστιν οἷος ἀπειλῆς καὶ ζημίας δεῖσθαι, ἴστω τὴν μεγίστην ὑφέξων δίκην, εἰ πρὸ δεκάτης ἡμερινῆς ὥρας τολμήσει τε τῶν ἀπογινομένων τινὸς κηδεῦσαι σῶμα καὶ διὰ τῆς πόλεως ἐνεγκεῖν· ἀλλὰ δύντος ἡλίου καὶ αὖ πρὶν ἀνίσχειν ταῦτα γενέσθω, ἡ δὲ ἡμέρα καθαρὰ καθαροῖς τοῖς τε ἔργοις καὶ τοῖς Ὀλυμπίοις ἀνακείσθω θεοῖς.

  16. 57.1.1

    Ἐπείχθητι πρὸς τὴν τῶν πολεμίων παράταξιν, Ἀρσάκιε, θᾶττον ἢ λόγος, τὴν δεξιὰν κατὰ τῆς Περσικῆς μανίας ὁπλίσας. ἡ γὰρ ἡμετέρα παρασκευή τε καὶ προθυμία δυοῖν θάτερον βεβούλευται, ἢ τὸ χρεὼν ἀποδοῦναι ἐπὶ τῆς Παρθυαίων ἐνορίας τὰ μέγιστα διαπραξαμένους καὶ τὰ δεινότατα διαθεμένους τοὺς ἀντιπάλους, ἢ τούτους χειρωσαμένους, πρυτανευόντων ἡμῖν τῶν θεῶν, καλλινίκους ἐπανελθεῖν ἐπὶ τὴν ἐνεγκαμένην, τρόπαια κατὰ τῶν πολεμίων ἐγείραντας. πᾶσαν οὖν ῥᾳστώνην καὶ φενακισμὸν ἀποθέμενος, καὶ τὸν μακαρίτην Κωνσταντῖνον καὶ τὰς τῶν εὖ γεγονότων περιουσίας τὰς εἰς σέ τε καὶ τοὺς ὁμοτρόπους σοι βαρβάρους ὑπὸ τοῦ ἁβροτάτου καὶ πολυτελοῦς Κωνσταντίου κενωθείσας, νῦν μοι τὸν Ἰουλιανόν, τὸν ἀρχιερέα, τὸν καίσαρα, τὸν αὔγουστον, τὸν θεῶν τε καὶ Ἄρεως θεραπευτὴν ἐννόησον, τὸν Φραγκῶν τε καὶ βαρβάρων ὀλετῆρα, τὸν Γάλλων τε καὶ Ἰταλῶν ἐλευθερωτήν. εἰ δὲ ἕτερόν τι βουλεύσαιο· πυνθάνομαι γὰρ εἶναί σε πανοῦργον καὶ κακὸν στρατιώτην καὶ ἀλαζόνα, ὡς τὰ παρόντα μοι πράγματα δείκνυσιν· ἐχθρὸν γάρ τινα τῆς κοινῆς λυσιτελείας λανθάνοντα ἀποκρύπτειν παρὰ σοὶ πειρᾶσθαι· τέως μὲν τοῦτο ὑπερτίθεμαι διὰ τὴν τοῦ πολέμου τύχην· ἀρκεῖ γὰρ ἡμῖν ἡ τῶν θεῶν συμμαχία πρὸς τὴν τῶν πολεμίων καθαίρεσιν. εἰ δέ τι τὰ τῆς εἱμαρμένης κρίνειε· θεῶν γὰρ βούλησις ἡ ταύτης ἐξουσία· ἀδεῶς καὶ γενναίως οἴσω τοῦτο. ἴσθι δὲ ὡς σὺ μὲν πάρεργον ἔσῃ τῆς Περσικῆς χειρός, συναφθείσης σοι παγγενεὶ τῆς ἑστίας καὶ τῆς Ἀρμενίων ἀρχῆς· κοινωνήσει δέ σοι τῆς δυστυχίας καὶ ἡ Νισιβίων πόλις, τῶν οὐρανίων θεῶν τοῦτο πάλαι ἡμῖν προαγορευσάντων.

  17. 58.1.1

    Μέχρι τῶν Λιτάρβων ἦλθον· ἔστι δὲ κώμη Χαλκίδος· καὶ ἐνέτυχον ὁδῷ λείψανα ἐχούσῃ χειμαδίων Ἀντιοχικῶν. ἦν δὲ αὐτῆς, οἶμαι, τὸ μὲν τέλμα τὸ δὲ ὄρος, τραχεῖα δὲ πᾶσα, καὶ ἐνέκειντο τῷ τέλματι λίθοι ὥσπερ ἐπίτηδες ἐρριμμένοις ἐοικότες, ὑπ’ οὐδεμιᾶς τέχνης συγκείμενοι, ὃν τρόπον εἰώθασιν ἐν ταῖς ἄλλαις πόλεσι τὰς λεωφόρους οἱ ἐξοικοδομοῦντες ποιεῖν, ἀντὶ μὲν τῆς κονίας πολὺν τὸν χοῦν ἐποικοδομοῦντες, πυκνοὺς δὲ ὥσπερ ἐν τοίχῳ τιθέντες τοὺς λίθους. ἐπεὶ δὲ διαβὰς μόλις ἦλθον εἰς τὸν πρῶτον σταθμόν, ἐννέα που σχεδὸν ἦσαν ὧραι, καὶ ἐδεξάμην εἴσω τῆς αὐλῆς τὸ πλεῖστον τῆς παρ’ ὑμῖν βουλῆς. ἃ δὲ διελέχθημεν πρὸς ἀλλήλους, ἴσως ἐπύθου· μάθοις δ’ ἂν καὶ ἡμῶν ἀκούσας, εἰ θεοὶ θέλοιεν.

  18. 58.2.1

    Ἀπὸ τῶν Λιτάρβων εἰς τὴν Βέρροιαν ἐπορευόμην, καὶ ὁ Ζεὺς αἴσια πάντα ἐσήμηνεν, ἐναργῆ δείξας τὴν διοσημείαν. ἐπιμείνας δὲ ἡμέραν ἐκεῖ τὴν ἀκρόπολιν εἶδον, καὶ ἔθυσα τῷ Διὶ βασιλικῶς ταῦρον λευκόν, διελέχθην δὲ ὀλίγα τῇ βουλῇ περὶ θεοσεβείας. ἀλλὰ τοὺς λόγους ἐπῄνουν μὲν ἅπαντες, ἐπείσθησαν δὲ αὐτοῖς ὀλίγοι πάνυ, καὶ οὗτοι οἳ καὶ πρὸ τῶν ἐμῶν λόγων ἐδόκουν ἔχειν ὑγιῶς. εὐλαβοῦντο δὲ ὥσπερ παρρησίας ἀποτρίψασθαι τὴν αἰδῶ καὶ ἀποθέσθαι· περίεστι γάρ, ὦ θεοί, τοῖς ἀνθρώποις ἐπὶ μὲν τοῖς καλοῖς ἐρυθριᾶν, ἀνδρείᾳ ψυχῆς καὶ εὐσεβείᾳ, καλλωπίζεσθαι δὲ ὥσπερ τοῖς χειρίστοις, ἱεροσυλίᾳ καὶ μαλακίᾳ γνώμης καὶ σώματος.

  19. 58.3.1

    Ἔνθεν ὑποδέχονταί με Βάτναι, χωρίον οἷον παρ’ ὑμῖν οὐκ εἶδον ἔξω τῆς Δάφνης, ἣ νῦν ἔοικε ταῖς Βάτναις· ὡς τά γε πρὸ μικροῦ, σωζομένου τοῦ νεὼ καὶ τοῦ ἀγάλματος, Ὄσσῃ καὶ Πηλίῳ καὶ ταῖς Ὀλύμπου κορυφαῖς καὶ τοῖς Θετταλικοῖς Τέμπεσιν ἄγων ἐπίσης ἢ καὶ προτιμῶν ἁπάντων ὁμοῦ τὴν Δάφνην οὐκ ἂν αἰσχυνοίμην. ἀλλ’ ἐπὶ μὲν τῇ Δάφνῃ γέγραπταί σοι λόγος, ὁποῖον ἄλλος οὐδ’ ἂν εἷς τῶν οἳ νῦν βροτοί εἰσι καὶ μάλα ἐπιχειρήσας καμεῖν ἐργάσαιτο, νομίζω δὲ καὶ τῶν ἔμπροσθεν οὐ πολλοὺς πάνυ. τί οὖν ἐγὼ νῦν ἐπιχειρῶ περὶ αὐτῆς γράφειν, οὕτω λαμπρᾶς μονῳδίας ἐπ’ αὐτῇ συγγεγραμμένης; ὡς μήποτε ὤφελε τοιοῦτον. αἵ γε μὴν Βάτναι· βαρβαρικὸν ὄνομα τοῦτο· χωρίον ἐστὶν Ἑλληνικόν, πρῶτον μὲν ὅτι διὰ πάσης τῆς πέριξ χώρας ἀτμοὶ λιβανωτοῦ πανταχόθεν ᾖσαν, ἱερεῖά τε ἐβλέπομεν εὐτρεπῆ πανταχοῦ. τοῦτο μὲν οὖν εἰ καὶ λίαν ηὔφραινέ με, θερμότερον ὅμως ἐδόκει καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ἀλλότριον. ἐκτὸς πάτου γὰρ εἶναι χρὴ καὶ δρᾶσθαι καθ’ ἡσυχίαν, ἐπ’ αὐτὸ τοῦτο πορευομένων, οὐκ ἐπ’ ἄλλο τι βαδιζόντων, τὰ πρὸς τοὺς θεοὺς ἱερά τε καὶ ὅσια. τοῦτο μὲν οὖν ἴσως τεύξεται τῆς ἁρμοζούσης ἐπιμελείας αὐτίκα.

  20. 58.4.1

    Τὰς Βάτνας δὲ ἑώρων πεδίον λάσιον ἄλση κυπαρίττων ἔχον νέων· καὶ ἦν ἐν ταύταις οὐδὲν γεράνδρυον οὐδὲ σαπρόν, ἀλλὰ ἐξ ἴσης ἅπαντα θάλλοντα τῇ κόμῃ· καὶ τὰ βασίλεια πολυτελῆ μὲν ἥκιστα· πηλοῦ γὰρ ἦν μόνον καὶ ξύλων οὐδὲν ποικίλον ἔχοντα· κῆπον δὲ τοῦ μὲν Ἀλκίνου καταδεέστερον, παραπλήσιον δὲ τῷ Λαέρτου, καὶ ἐν αὐτῷ μικρὸν ἄλσος πάνυ, κυπαρίττων μεστόν, καὶ τῷ θριγκίῳ δὲ πολλὰ τοιαῦτα παραπεφυτευμένα δένδρα στίχῳ καὶ ἐφεξῆς. εἶτα τὸ μέσον πρασιαί, καὶ ἐν ταύταις λάχανα καὶ δένδρα παντοίαν ὀπώραν φέροντα. τί οὖν ἐνταῦθα; ἔθυσα δείλης, εἶτ’ ὄρθρου βαθέος, ὅπερ εἴωθα ποιεῖν ἐπιεικῶς ἑκάστης ἡμέρας. ἐπεὶ δὲ ἦν καλὰ τὰ ἱερά, τῆς Ἱερᾶς πόλεως εἰχόμεθα, καὶ ὑπαντῶσιν ἡμῖν οἱ πολῖται, καὶ ὑποδέχεταί με ξένος, ὀφθεὶς μὲν ἄρτι, φιλούμενος δὲ ὑπ’ ἐμοῦ πάλαι. τὴν δὲ αἰτίαν αὐτὸς μὲν εὖ οἶδα ὅτι συνῄδεις, ἐμοὶ δὲ ἡδὺ καὶ ἄλλως φράσαι· τὸ γὰρ ἀεὶ περὶ αὐτῶν ἀκούειν καὶ λέγειν ἐστί μοι νέκταρ. Ἰαμβλίχου τοῦ θειοτάτου τὸ θρέμμα Σώπατρος ἐγένετο ὁ τούτου κηδεστής· ἐξίσου ἐμοὶ γὰρ τὸ μὴ πάντα ἐκείνων τῶν ἀνδρῶν ἀγαπᾶν ἀδικημάτων οὐδενὸς τῶν φαυλοτάτων ἔλαττον εἶναι δοκεῖ. πρόσεστι ταύτης αἰτία μείζων. ὑποδεξάμενος γὰρ πολλάκις τόν τε ἀνεψιὸν τὸν ἐμὸν καὶ τὸν ὁμοπάτριον ἀδελφὸν καὶ προτραπεὶς ὑπ’ αὐτῶν, οἷα εἰκός, πολλάκις ἀποστῆναι τῆς εἰς τοὺς θεοὺς εὐσεβείας, ὃ χαλεπόν ἐστιν, οὐκ ἐλήφθη τῇ νόσῳ.

  21. 58.5.1

    Ταῦτα εἶχον ἀπὸ τῆς Ἱερᾶς πόλεώς σοι γράφειν ὑπὲρ τῶν ἐμαυτοῦ. τὰς δὲ στρατιωτικὰς ἢ πολιτικὰς οἰκονομίας αὐτὸν ἐχρῆν οἶμαι παρόντα ἐφορᾶν καὶ ἐπιμελεῖσθαι· μεῖζον γάρ ἐστιν ἢ κατ’ ἐπιστολήν, εὖ ἴσθι, καὶ τοσοῦτον ὅσον οὐ ῥᾴδιον οὐδὲ τριπλασίᾳ ταύτης περιλαβεῖν σκοποῦντι τἀκριβές. ἐπὶ κεφαλαίου δέ σοι καὶ ταῦτα φράσω δι’ ὀλίγων. πρὸς τοὺς Σαρακηνοὺς ἔπεμψα πρέσβεις, ὑπομιμνήσκων αὐτοὺς ἥκειν, εἰ βούλοιντο. ἓν μὲν δὴ τοιοῦτον· ἕτερον δέ, λίαν ἐγρηγορότας ὡς ἐνεδέχετο τοὺς παραφυλάξοντας ἐξέπεμψα, μή τις ἐνθένδε πρὸς τοὺς πολεμίους ἐξέλθῃ λαθών, ἐσόμενος αὐτοῖς ὡς κεκινήμεθα μηνυτής. ἐκεῖθεν ἐδίκασα δίκην στρατιωτικήν, ὡς ἐμαυτὸν πείθω, πρᾳότατα καὶ δικαιότατα. ἵππους περιττοὺς καὶ ἡμιόνους παρεσκεύασα, τὸ στρατόπεδον εἰς ταὐτὸ συναγαγών. ναῦς πληροῦνται ποτάμιαι πυροῦ, μᾶλλον δὲ ἄρτων ξηρῶν καὶ ὄξους. καὶ τούτων ἕκαστον ὅπως ἐπράχθη καὶ τίνες ἐφ’ ἑκάστῳ γεγόνασι λόγοι, πόσου μήκους ἐστὶ συγγράφειν ἐννοεῖς. ἐπιστολαῖς δὲ ὅσαις ὑπέγραψα καὶ βίβλοις· ἑπόμενα γὰρ ὡσπερεὶ σκιά μοι καὶ ταῦτα συμπερινοστεῖ πανταχοῦ· τί δεῖ νῦν πράγματα ἔχειν ἀπαριθμούμενον;

  22. 59.1.1

    Ὁ μὲν μῦθος ποιεῖ τὸν ἀετόν, ἐπειδὰν τὰ γνήσια τῶν κυημάτων βασανίζῃ, φέρειν ἄπτιλα πρὸς τὸν αἰθέρα καὶ ταῖς ἡλίου προσάγειν ἀκτῖσιν, ὥσπερ ὑπὸ μάρτυρι τῷ θεῷ πατέρα τε ἀληθοῦς νεοττοῦ γινόμενον καὶ νόθου γονῆς ἀλλοτριούμενον· ἡμεῖς δέ σοι καθάπερ Ἑρμῇ λογίῳ τοὺς ἡμετέρους λόγους ἐγχειρίζομεν. κἂν μὲν ὑπομείνωσι τὴν ἀκοὴν τὴν σήν, ἐπὶ σοὶ τὸ κρῖναι περὶ αὐτῶν, εἰ καὶ πρὸς τοὺς ἄλλους εἰσὶ πτήσιμοι· εἰ δὲ μή, ῥῖψον εἰκῆ καθάπερ Μουσῶν ἀλλοτρίους, ἢ ποταμῷ κλύσον ὡς νόθους. πάντως οὐδὲ ὁ Ῥῆνος ἀδικεῖ τοὺς Κελτούς, ὃς τὰ μὲν νόθα τῶν βρεφῶν ὑποβρύχια ταῖς δίναις ποιεῖ, καθάπερ ἀκολάστου λέχους τιμωρὸς πρέπων· ὅσα δ’ ἂν ἐπιγνῷ καθαροῦ σπέρματος, ὑπεράνω τοῦ ὕδατος αἰωρεῖ, καὶ τῇ μητρὶ τρεμούσῃ πάλιν εἰς χεῖρας δίδωσιν, ὥσπερ ἀδέκαστόν τινα μαρτυρίαν αὐτῇ καθαρῶν καὶ ἀμέμπτων γάμων τὴν τοῦ παιδὸς σωτηρίαν ἀντιδωρούμενος.

  23. 60.1.1

    Δαίδαλον μὲν Ἰκάρῳ φασὶν ἐκ κηροῦ πτερὰ συμπλάσαντα τολμῆσαι τὴν φύσιν βιάσασθαι τῇ τέχνῃ. ἐγὼ δὲ ἐκεῖνον μὲν εἰ καὶ τῆς τέχνης ἐπαινῶ, τῆς γνώμης οὐκ ἄγαμαι· μόνος γὰρ κηρῷ λυσίμῳ τοῦ παιδὸς ὑπέμεινε τὴν σωτηρίαν πιστεῦσαι. εἰ δέ μοι θέμις ἦν κατὰ τὸν Τήιον ἐκεῖνον μελοποιὸν τὴν τῶν ὀρνίθων ἀλλάξασθαι φύσιν, οὐκ ἂν δήπου πρὸς Ὄλυμπον οὐδὲ ὑπὲρ μέμψεως ἐρωτικῆς, ἀλλ’ εἰς αὐτοὺς ἂν τῶν ὑμετέρων ὀρῶν τοὺς πρόποδας ἔπτην, ἵνα σὲ τὸ μέλημα τοὐμόν, ὥς φησιν ἡ Σαπφώ, περιπτύξωμαι. ἐπεὶ δέ με ἀνθρωπίνου σώματος δεσμῷ κατακλείσασα ἡ φύσις οὐκ ἐθέλει πρὸς τὸ μετέωρον ἁπλῶσαι, τῶν λόγων οἷς ἔχω σε πτεροῖς μετέρχομαι, καὶ γράφω, καὶ σύνειμι τὸν δυνατὸν τρόπον. πάντως που καὶ Ὅμηρος αὐτοὺς οὐκ ἄλλου του χάριν ἢ τούτου πτερόεντας ὀνομάζει, διότι δύνανται πανταχοῦ φοιτᾶν, ὥσπερ οἱ ταχύτατοι τῶν ὀρνίθων ᾗ ἂν ἐθέλωσιν ᾄττοντες. γράφε δὲ καὶ αὐτός, ὦ φίλος· ἴση γὰρ δήπου σοι τῶν λόγων, εἰ μὴ καὶ μείζων, ὑπάρχει πτέρωσις, ᾗ τοὺς ἑταίρους μεταβῆναι δύνασαι καὶ πανταχόθεν ὡς παρὼν εὐφραίνειν.

  24. 61.1.1

    Ἔστι τις ἡδονῆς ἀφορμὴ πλείων, ὅταν ἐξῇ δι’ ἀνδρὸς οἰκείου τοὺς φίλους προσφωνεῖν· οὐ γὰρ μόνον οἷς γράφεις τὸ τῆς σεαυτοῦ ψυχῆς ἴνδαλμα τοῖς ἐντυγχάνουσι ξυναρμόττῃ. ὃ δὴ καὶ αὐτὸς ποιῶ. τὸν γὰρ τροφέα τῶν ἐμαυτοῦ παίδων Ἀντίοχον ὡς ὑμᾶς ἐκπέμπων, ἀπρόσρητόν σε καταλιπεῖν οὐκ ἠνεσχόμην· ὥστε, εἴ τι τῶν καθ’ ἡμᾶς ποθεῖς, ἔχοις ἂν οἰκειότερον παρ’ αὐτοῦ γνῶναι. εἰ δέ τι καὶ σοὶ μέλει τῶν σῶν ἐραστῶν, ὡς ἔγωγεὅτι μέλει πιστεύω, δείξεις ἕως ἂν ἐξῇ γράφειν μηδαμῶς ἐλλείπων.

  25. 62.1.1

    Πότε γὰρ ἡμῶν ἀπελείφθης, ἵνα καὶ γράφωμεν, ἢ πότε οὐχὶ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὡς παρόντα σε θεωροῦμεν; οἵ γε οὐ μόνον ἀεί σοι συνεῖναι καὶ συνομιλεῖν δοκοῦμεν, ἀλλὰ καὶ τῶν γε νῦν προσηκόντων ὡς ὑπὸ παρουσίᾳ τῇ σῇ τὰ εἰκότα κηδόμεθα. εἴ δὲ καὶ γράφεσθαί σοι παρ’ ἡμῶν ὡς ἀπόντι θέλεις, ὅρα μὲν ὅπως μὴ αὐτὸς τὸ δοκεῖν ἡμῶν ἀπεῖναι μᾶλλον αὐτῷ τῷ γράφειν ἐθέλειν ἐκφήνῃς· πλὴν ἀλλ’ εἴ γε σοι φίλον ἐστί, καὶ πρὸ ςτοῦτο ἑκόντες ὑπακούομεν. πάντως γε, τὸ τοῦ λόγου, θέοντα τῇ παρακελεύσει τὸν ἵππον εἰς πεδίον ἄξεις. ἄγε οὖν ὅπως ἀντιδώσεις τὰ ἴσα, καὶ πρὸς τὴν ἀντίκλησιν ἐν τῇ τῶν ἀμοιβαίων συνεχείᾳ μὴ κατοκνήσεις. καίτοι ἔγωγε εἰς τὴν ὑπὲρ τοῦ κοινοῦ σοι γινομένην σπουδὴν οὐκ ἐθέλω διοχλεῖν, ἀλλ’ ὅσῳ σε φυλάττω τῇ θήρᾳ τῶν καλῶν, οὐ μόνον οὐκ ἀδικεῖν, ἀλλὰ καὶ ξύμπαν ὁμοῦ τὸ Ἑλληνικὸν ὠφελεῖν ἂν δοκοίην, ὥσπερ σκύλακα γενναῖον, ἀόχλητον ἀφιεὶς ἐσχολακέναι σε τοῖς περὶ τοὺς λόγους ἴχνεσιν ὁλοκλήρῳ τῷ λήματι· εἰ δέ σοι τοσοῦτον τάχος περίεστιν, ὡς μήτε τῶν φίλων ἀμελεῖν μήτ’ ἐκείνοις ἐνδεῖν, ἴθι χρῆσαι παρ’ ἄμφω τῷ δρόμῳ.

  26. 63.1.1

    Πινδάρῳ μὲν ἀργυρέας εἶναι δοκεῖ τὰς Μούσας, οἱονεὶ τὸ ἔκδηλον αὐτῶν καὶ περιφανὲς τῆς τέχνης ἐς τὸ τῆς ὕλης λαμπρότερον ἀπεικάζοντι· Ὅμηρος δὲ ὁ σοφὸς τόν τε ἄργυρον αἰγλήεντα λέγει καὶ τὸ ὕδωρ ἀργύρεον ὀνομάζει, καθάπερ ἡλίου καθαραῖς ἀκτῖσιν αὐτῷ τῷ τῆς εἰκόνος φαιδρῷ μαρμαρύσσον· Σαπφὼ δ’ ἡ καλὴ τὴν σελήνην ἀργυρέαν φησὶ καὶ διὰ τοῦτο τῶν ἄλλων ἀστέρων ἀποκρύπτειν τὴν ὄψιν. οὕτω καὶ θεοῖς τὸν ἄργυρον μᾶλλον ἢ τὸν χρυσὸν εἰκάσειεν ἄν τις πρέπειν· ἀνθρώποις γε μὴν ὅτι πρὸς τὴν χρείαν ἐστὶν ὁ ἄργυρος τοῦ χρυσοῦ τιμιώτερος καὶ σύνεστι μᾶλλον αὐτοῖς, οὐχ ὥσπερ ὁ χρυσὸς ὑπὸ γῆς κρυπτόμενος ἢ φεύγων αὐτῶν τὴν ὄψιν, ἀλλὰ καὶ ὀφθῆναι καλὸς καὶ ἐν διαιτήματι κρείττων, οὐκ ἐμὸς ἴδιος, ἀλλὰ παλαιῶν ἀνδρῶν ὁ λόγος ἐστίν. εἰ δέ σοι τοῦ πεμφθέντος ὑπὸ σοῦ χρυσοῦ νομίσματος εἰς τὸ ἴσον τῆς τιμῆς ἕτερον ἀργύρεον ἀντιδίδομεν, μὴ κρίνῃς ἥττω τὴν χάριν, μηδὲ ὥσπερ τῷ Γλαύκῳ πρὸς τὸ ἔλαττον οἰηθῇς εἶναι τὴν ἀντίδοσιν, ἐπεὶ μηδὲ ὁ Διομήδης ἴσως ἀργυρᾶ χρυσῶν ἀντέδωκεν ἄν, ἅτε δὴ πολλῷ τῶν ἑτέρων ὄντα χρησιμώτερα καὶ τὰς αἰχμὰς οἱονεὶ μολίβδου δίκην ἐκτρέπειν εἰδότα. ταῦτά σοι προσπαίζομεν, ἀφ’ ὧν αὐτὸς γράφεις τὸ ἐνδόσιμον εἰς σὲ τῆς παρρησίας λαμβάνοντες. σὺ δὲ εἰ τῷ ὄντι χρυσοῦ τιμιώτερα ἡμῖν δῶρα ἐθέλεις ἐκπέμπειν, γράφε, καὶ μὴ λῆγε συνεχῶς τοῦτο πράττων· ἐμοὶ γὰρ καὶ γράμμα παρὰ σοῦ μικρὸν ὅτου περ ἂν εἴπῃ τις ἀγαθοῦ κάλλιον εἶναι κρίνεται.

  27. 64.1.1

    Καὶ γράφω καὶ ἀντιτυχεῖν ἀξιῶ τῶν ἴσων. εἰ δὲ ἀδικῶ συνεχῶς ἐπιστέλλων, ἀνταδικηθῆναι δέομαιτὰ ὅμοια παθών.

  28. 65.1.1

    Ἔστι καὶ μικροῦ γράμματος ἡδονὴ μείζων, ὅταν ἡ τοῦ γράφοντος εὔνοια μὴ τῇ τῆς ἐπιστολῆς σμικρότητι μᾶλλον ἢ τῷ τῆς ψυχῆς μεγέθει μετρῆται· εἰ δὲ δὴ καὶ νῦν βραχέα τὰ τῆς προσρήσεως ὑφ’ ἡμῶν γεγένηται, μηδ’ οὕτω τὸν ἐπ’ αὐτοῖς πόθον τεκμηριώσῃ, ἀλλ’ εἰδώς, ἐφ’ ὅσον ὁ παρ’ ἡμῶν ἔρως ἐπὶ σοὶ τέταται, τῇ μὲν τοῦ γράμματος βραχύτητι συγγνώμην νέμε, τοῖς ἴσοις δὲ ἡμᾶς ἀμείβεσθαι μὴ κατόκνει. πᾶν γὰρ ὅ τι ἂν διδῷς, κἂν μικρὸν ᾖ, παντὸς ἀγαθοῦ γνώρισμα παρ’ ἡμῖν σώζει.

  29. 66.1.1

    Ἡ μὲν ἠχὼ θεὸς ἔστω κατὰ σὲ καὶ λάλος, εἰ δὲ βούλει, καὶ Πανὶ σύζυγος· οὐ γὰρ διοίσομαι. κἂν γὰρ ἐθέλῃ με διδάσκειν ἡ φύσις ὅτι ἐστὶν ἠχὼ φωνῆς ἐς ἀέρος πλῆξιν ἀντίτυπος ἠχὴ πρὸς τοὔμπαλιν τῆς ἀκοῆς ἀντανακλωμένη, ὅμως, παλαιῶν ἀνδρῶν ἔτι καὶ νέων οὐκ ἔλαττον ἢ τῷ σῷ πειθόμενος λόγῳ, θεὸν εἶναι τὴν ἠχὼ δυσωποῦμαι. τί γοῦν ἂν εἴη τοῦτο πρὸς ἡμᾶς, εἰ πολλῷ τῷ μέτρῳ τοῖς πρὸς σὲ φιλικοῖς τὴν ἠχὼ νικῶμεν; ἡ μὲν γὰρ οὐ πρὸς ἅπαντα, ὅ τι ἂν ἀκούσῃ, μᾶλλον ἢ πρὸς τὰ ἔσχατα τῆς φωνῆς ἀντιφθέγγεται, καθάπερ ἐρωμένη φειδωλὸς ἄκροις ἀντιφιλοῦσα τὸν ἐραστὴν τοῖς χείλεσιν· ἡμεῖς δὲ καὶ τῶν πρὸς σὲ κατάρχομεν ἡδέως, καὶ αὖθις εἰς τὴν παρὰ σοῦ πρόκλησιν οἱονεὶ σφαίρας δίκην τὸ ἴσον ἀντιπέμπομεν. ὥστε οὐκ ἂν φθάνοις αὐτὸς ἔνοχος ὢν οἷς γράφεις, καὶ σαυτόν, ἀφ’ ὧν πλέον λαμβάνων ἐλάχιστον ἀντιδίδως, οὐχ ἡμᾶς, ἐν οἷς ἐπ’ ἄμφω πλεονεκτεῖν σπεύδομεν, ἐς τὸ ὅμοιον τῆς εἰκόνος ἐγκρίνων· πλὴν ἄν τε ἴσῳ τῷ μέτρῳ διδῷς ᾧπερ ἂν λάβῃς, ἄν τε μή, ἡμῖν ὅ τι ἂν ἐξῇ παρὰ σοῦ λαβεῖν ἡδὺ καὶ πρὸς τὸ ὅλον ἀρκεῖν πιστεύεται.

  30. 67.1.1

    Ἦλθες, Τηλέμαχε, φησὶ τὸ ἔπος· ἐγὼ δέ σε καὶ εἶδον ἤδη τοῖς γράμμασι, καὶ τῆς ἱερᾶς σοῦ ψυχῆς τὴν εἰκόνα καθάπερ ὀλίγῃ σφραγῖδι μεγάλου χαρακτῆρος τύπον ἀνεμαξάμην. ἔστι γὰρ ἐν ὀλίγῳ πολλὰ δειχθῆναι· ἐπεὶ καὶ Φειδίας ὁ σοφὸς οὐκ ἐκ τῆς Ὀλυμπίασι μόνον ἢ Ἀθήνησιν εἰκόνος ἐγνωρίζετο, ἀλλ’ ᾔδει καὶ μικρῷ γλύμματι μεγάλης τέχνης ἔργον ἐγκλεῖσαι, οἷον δὴ τὸν τέττιγά φασιν αὐτοῦ καὶ τὴν μέλιτταν, εἰ δὲ βούλει, καὶ τὴν μυῖαν εἶναι· ὧν ἕκαστον, εἰ καὶ τῇ φύσει κεχάλκωται, τῇ τέχνῃ γ’ ἐψύχωται. ἀλλ’ ἐν ἐκείνοις μὲν ἴσως αὐτῷ καὶ ἡ σμικρότης τῶν ζῴων εἰς τὴν κατὰ λόγον τέχνην τὸ εἰκὸς ἐχαρίζετο· σὺ δ’ ἀλλὰ τὸν ἀφ’ ἵππου θηρῶντα Ἀλέξανδρον, εἰ δοκεῖ, σκόπει, οὗ τὸ μέτρον ἐστὶ πᾶν ὄνυχος οὐ μεῖζον. οὕτω δ’ ἐφ’ ἑκάστου τὸ θαῦμα τῆς τέχνης κέχυται, ὥστε ὁ μὲν Ἀλέξανδρος ἤδη τὸ θηρίον βάλλει καὶ τὸν θεατὴν φοβεῖ, δι’ ὅλου δυσωπῶν τοῦ σχήματος, ὁ δὲ ἵππος, ἐν ἄκρᾳ τῶν ποδῶν τῇ βάσει τὴν στάσιν φεύγων, ἐν τῇ τῆς ἐνεργείας κλοπῇ τῇ τέχνῃ κινεῖται· ὃ δὴ καὶ αὐτὸς ἡμῖν, ὦ γενναῖε, ποιεῖς. ὥσπερ γὰρ ἐν Ἑρμοῦ λογίου σταδίοις δι’ ὅλου πολλάκις τοῦ δρόμου στεφανωθεὶς ἤδη, δι’ ὧν ἐν ὀλίγοις γράφεις τῆς ἀρετῆς τὸ ἄκρον ἐμφαίνεις, καὶ τῷ ὄντι τὸν Ὀδυσσέα τὸν Ὁμήρου ζηλοῖς, ὃς καὶ μόνον εἰπὼν ὅστις ἦν ἤρκει τοὺς Φαίακας ἐκπλῆξαι. εἰ δέ τι καὶ παρ’ ἡμῶν τοῦ κατὰ σὲ φιλικοῦ καπνοῦ δέει, φθόνος οὐδείς. πάντως που καὶ παρὰ τῶν ἡττόνων εἶναί τι χρηστὸν ὁ μῦς τὸν λέοντα ἐν τῷ μύθῳ σώσας ἀρκούντως δείκνυσιν.

  31. 68.1.1

    Μικροῦ μοι ἐπῆλθε δακρῦσαι· καίτοι γε ἐχρῆν εὐφημεῖν τοὔνομα τὸ σὸν φθεγξάμενον· ἀνεμνήσθην γὰρ τοῦ γενναίου καὶ πάντα θαυμασίου πατρὸς ἡμῶν, ὃν εἰ μὲν ζηλώσεις, αὐτός τε εὐδαίμων ἔσῃ, καὶ τῷ βίῳ δώσεις, ὥσπερ ἐκεῖνος, ἐφ’ ὅτῳ φιλοτιμήσεται· ῥᾳθυμήσας δὲ λυπήσεις ἐμέ, σαυτῷ δὲ ὅτε μηδὲν ὄφελος μέμψῃ.

  32. 69.1.1

    Οὐκ ἀδακρυτί σου τὴν ἐπιστολὴν ἀνέγνων, ἣν ἐπὶ τῷ τῆς συνοικούσης θανάτῳ πεποίησαι, τοῦ πάθους τὴν ὑπερβολὴν ἀγγείλας. πρὸς γὰρ τῷ καὶ καθ’ ἑαυτὸ λύπης τὸ ξυμβὰν ἄξιον εἶναι, γυναῖκα νέαν καὶ σώφρονα καὶ θυμήρη τῷ γήμαντι, πρὸς δὲ καὶ παίδων ἱερῶν μητέρα, πρὸ ὥρας ἀναρπασθῆναι καθάπερ δᾷδα λαμπρῶς ἡμμένην, εἶτα ἐν ὀλίγῳ καταβαλοῦσαν τὴν φλόγα, ἔτι καὶ τὸ τὰ τοῦ πάθους εἰς σὲ τείνειν οὐχ ἧττόν μοι δοκεῖ λυπηρὸν εἶναι. ἥκιστα γὰρ δὴ πάντων ἄξιος ἦν ὁ καλὸς ἡμῖν Ἱμέριος ἀλγεινοῦ τινὸς εἰς πεῖραν ἐλθεῖν, ἀνὴρ καὶ λόγῳ χρηστὸς καὶ ἡμῖν εἰς τὰ μάλιστα τῶν φίλων ὁ ποθεινότατος. οὐ μὴν ἀλλ’ εἰ μὲν ἕτερος ἦν, ᾧ γράφειν περὶ τούτων ἐχρῆν, πάντως ἂν ἔδει μοι πλειόνων εἰς τοῦτο λόγων, τό τε συμβὰν ὡς ἀνθρώπινον καὶ τὸ φέρειν ὡς ἀναγκαῖον καὶ τὸ μηδὲν ἐκ τοῦ μᾶλλον ἀλγεῖν ἔχειν πλέον, καὶ πάντα ὅσα ἐδόκει πρὸς τὴν τοῦ πάθους παραμυθίαν ἁρμόττειν ὡς ἀγνοοῦντα διδάσκοντι. ἐπεὶ δὲ αἰσχρὸν ἡγοῦμαι πρὸς ἄνδρα καὶ τοὺς ἄλλους νουθετεῖν εἰδότα ποιεῖσθαι λόγους, οἷς χρὴ τοὺς μὴ εἰδότας σωφρονεῖν παιδεύειν, φέρε σοι τὰ ἄλλα παρεὶς ἀνδρὸς εἴτ’ εἴπω σοφοῦ μῦθον εἴτε δὴ λόγον ἀληθῆ, σοὶ μὲν ἴσως οὐ ξένον, τοῖς πλείοσι δέ, ὡς εἰκός, ἄγνωστον, ᾧ δὴ καὶ μόνῳ χρησάμενος ὥσπερ φαρμάκῳ νηπενθεῖ λύσιν ἂν εὕροις τοῦ πάθους οὐκ ἐλάττω τῆς κύλικος, ἣν ἡ Λάκαινα τῷ Τηλεμάχῳ πρὸς τὸ ἴσον τῆς χρείας ὀρέξαι πιστεύεται. φασὶ γὰρ Δημόκριτον τὸν Ἀβδηρίτην, ἐπειδὴ Δαρείῳ γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ εἶχεν ὅ τι ἂν εἰπὼν εἰς παραμυθίαν ἀρκέσειεν, ὑποσχέσθαι οἱ τὴν ἀπελθοῦσαν εἰς φῶς ἀνάξειν, ἢν ἐθελήσῃ τῶν εἰς τὴν χρείαν ἡκόντων ὑποστῆναι τὴν χορηγίαν. κελεύσαντος δ’ ἐκείνου μηδενὸς φείσασθαι, ὅ τι δ’ ἂν ἐξῇ λαβόντα τὴν ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα χρόνον εἰπεῖν, ὅτι τὰ μὲν ἄλλα αὐτῷ πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορισθείη, μόνου δὲ ἑνὸς προσδέοιτο, ὃ δὴ αὐτὸν μὲν οὐκ ἔχειν ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς βασιλέα ὅλης τῆς Ἀσίας οὐ χαλεπῶς ἂν ἴσως εὑρεῖν. ἐρομένου δ’ ἐκείνου, τί ἂν εἴη τοσοῦτον ὃ μόνῳ βασιλεῖ γνωσθῆναι συγχωρεῖται, ὑπολαβόντα φασὶ τὸν Δημόκριτον εἰπεῖν, εἰ τριῶν ἀπενθήτων ὀνόματα τῷ τάφῳ τῆς γυναικὸς ἐπιγράψειεν, εὐθὺς αὐτὴν ἀναβιώσεσθαι τῷ τῆς τελετῆς νόμῳ δυσωπουμένην. ἀπορήσαντος δὲ τοῦ Δαρείου καὶ μηδένα ἄρα δυνηθέντος εὑρεῖν ὅτῳ μὴ καὶ παθεῖν λυπηρόν τι συνηνέχθη, γελάσαντα συνήθως τὸν Δημόκριτον εἰπεῖν Τί οὖν, ὦ πάντων ἀτοπώτατε, θρηνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῷ τοσούτῳ συμπλακείς, ὁ μηδὲ ἕνα τῶν πώποτε γεγονότων ἄμοιρον οἰκείου πάθους ἔχων εὑρεῖν. ἀλλὰ ταῦτα μὲν ἀκούειν ἔδει Δαρεῖον, ἄνδρα βάρβαρον καὶ ἀπαίδευτον, ἔκδοτον ἡδονῇ καὶ πάθει· σὲ δέ, ἄνδρα Ἕλληνα καὶ παιδείαν ἀληθῆ πρεσβεύοντα, καὶ παρὰ σαυτοῦ τὸ ἄκος ἐχρῆν ἔχειν, ἐπεὶ καὶ ἄλλως αἰσχύνη τῷ λογισμῷ γένοιτ’ ἄν, εἰ μὴ ταὐτὸν σθένοι τῷ χρόνῳ.

  33. 70.1.1

    Διογένης ὁ σὸς υἱὸς ὀφθείς μοι μετὰ τὴν ἔξοδον τὴν σὴν καὶ φήσας ὠργίσθαι σέ τι πρὸς αὐτόν, οἷον ἂν πατὴρ πρὸς παῖδα χαλεπήνειεν, ἐδεήθη μέσον με τῶν πρὸς αὐτὸν καταλλαγῶν παρὰ σοὶ γενέσθαι. εἰ μὲν οὖν μέτρια καὶ οἷα δύνασθαι φέρειν ἥμαρτεν, εἶξον τῇ φύσει καὶ τὸ πατὴρ εἶναι γνοὺς ἐπάνελθε πρὸς τὸν παῖδα τῇ γνώμῃ· εἰ δέ τι μεῖζον ἔπταικεν ἢ οἷον πρὸς συγγνώμην ἐλθεῖν, αὐτὸς ἂν εἴης δικαιότερος κριτής, εἴτε δεῖ καὶ τοῦτο γενναίως ἐνεγκόντα νικῆσαι τοῦ παιδὸς τὴν βουλὴν γνώμῃ κρείττονι, εἴτε καὶ πλείονος χρόνου σωφρονισμῷ τὴν ἐπὶ τῷ πταισθέντι βάσανον πιστεῦσαι.

  34. 71.1.1

    Ἐμοὶ καὶ γράμμα παρὰ σοῦ μικρὸν ἀρκεῖ μεγάλης ἡδονῆς πρόφασιν μνηστεῦσαι. καὶ τοίνυν, οἷς ἔγραψας ἄγαν ἡσθεὶς, ἀντιδίδωμι καὶ αὐτὸς τὴν ἴσην, οὐ τῷ τῶν ἐπιστολῶν μήκει μᾶλλον ἢ τῷ τῆς εὐνοίας μεγέθει τὰς τῶν ἑταίρων φιλίας ἐκτίνεσθαι δεῖν κρίνων.

  35. 72.1.1

    Πάντων μὲν ἕνεκά μοι τὸ σῶμα διάκειται μετρίως, οὐ μὴν ἀλλὰ καὶ τὰ τῆς γνώμης ἔχει καλῶς. οἶμαι δ’ ἐγὼ τούτου προοίμιον εἶναι μηδὲν κρεῖττον ἐπιστολῇ φίλῳ παρὰ φίλου πεμπομένῃ. τίνος οὖν ἐστι τὸ προοίμιον; αἰτήσεως, οἶμαι. τίς δὲ ἡ αἴτησις; ἐπιστολῶν ἀμοιβαίων, ἃς εἴη γε καὶ κατὰ διάνοιαν ὁμολογῆσαι ταῖς ἐμαῖς, αἴσια παρὰ σοῦ ταὐτὰ πρὸς ἡμᾶς ἐξαγγελλούσας.

  36. 73.1.1

    Ναῦς ἐπέταξα γενέσθαι περὶ τὰς Κεγχρέας· τὸ μὲν οὖν ὅσας ὁ τῶν Ἑλλήνων ἡγούμενος φράσει, τὸ δὲ ὅπως χρὴ ποιεῖσθαι τὴν ἐπιμέλειαν ἄκουε παρ’ ἡμῶν· ἀδωροδοκήτως καὶ ταχέως. ὅπως δὲ μὴ μεταμελήσει σοι τῆς τοιαύτης ὑπουργίας, αὐτὸς σὺν θεοῖς ἐπιμελήσομαι.

  37. 74.1.1

    Ἐχρῆν μὲν ἡμᾶς τῷ γράμματι πειθομένους τῷ Δελφικῷ γιγνώσκειν ἑαυτοὺς καὶ μὴ τολμᾶν ἀνδρὸς ἀκοῆς τοσούτου καταθαρρεῖν, ᾧ καὶ ὀφθέντι μόνον ἀντιβλέψαι δυσχερές, ἤ που τὴν πάνσοφον ἁρμονίαν κινοῦντι πρὸς τὸ ἴσον ἐλθεῖν, ἐπεὶ κἂν Πανὶ μέλος λιγυρὸν ἠχοῦντι πᾶς ὅστις ἐκσταίη, κἂν Ἀρισταῖος ᾖ, καὶ Ἀπόλλωνι πρὸς κιθάραν ψάλλοντι πᾶς ὅστις ἠρεμοίη, κἂν τὴν Ὀρφέως μουσικὴν εἰδῇ. τὸ γὰρ ἧττον τῷ κρείττονι, καθ’ ὅσον ἐστιν, εἴκοι ἂν δικαίως, εἰ μέλλοι τό τε οἰκεῖον καὶ τὸ μὴ τί ἐστι γιγνώσκειν. ὅστις δ’ ἐνθέῳ μουσικῇ θνητὸν ἀνθαρμόσαι μέλος ἤλπισεν, οὐκ ἔμαθέ που τὸ Μαρσύου τοῦ Φρυγὸς πάθος, οὐδὲ τὸν ὁμώνυμον ἐκείνῳ ποταμόν, ὃς μανέντος αὐλητοῦ τιμωρίαν μαρτυρεῖ, ἀλλ’ οὐδὲ τὴν Θαμύριδος τοῦ Θρακὸς τελευτὴν ἤκουσεν, ὃς ταῖς Μούσαις οὐκ εὐτυχῶς ἀντεφθέγξατο. τί γὰρ δεῖ τὰς Σειρῆνας λέγειν, ὧν ἔτι τὸ πτερὸν ἐπὶ τοῦ μετώπου φέρουσιν αἱ νικήσασαι; ἀλλ’ ἐκείνων μὲν ἕκαστος ἀμούσου τόλμης ἀρκοῦσαν ἔτι καὶ νῦν ἐκτίνει τῇ μνήμῃ δίκην, ἡμᾶς δὲ ἔδει μέν, ὡς ἔφην, εἴσω τῶν οἰκείων ὅρων ἑστάναι καὶ τῆς ὑπὸ σοῦ μουσικῆς ἐμφορουμένους ἠρεμεῖν, ὥσπερ οἳ τὴν Ἀπόλλωνος μαντείαν ἐξ ἀδύτων ἱερῶν προϊοῦσαν ἡσυχῇ δέχονται· ἐπεὶ δ’ αὐτὸς ἡμῖν τοῦ μέλους τὸ ἐνδόσιμον μνηστεύεις καὶ οἷον Ἑρμοῦ ῥάβδῳ τῷ παρὰ σαυτοῦ λόγῳ κινεῖς καὶ διεγείρεις καθεύδοντας, φέρε σοι, καθάπερ οἱ τῷ Διονύσῳ τὸν θύρσον κρούσαντι πρὸς τὴν χορείαν ἄνετοι φέρονται, οὕτω καὶ ἡμεῖς ὑπὸ τῷ σῷ πλήκτρῳ τὸ εἰκὸς ἀντηχήσωμεν, ὥσπερ οἱ τῷ χοροστάτῃ πρὸς τὸ ἀνάκλημα τοῦ ῥυθμοῦ συνομαρτοῦντες. καὶ πρῶτόν σοι τῶν λόγων, οὓς βασιλεῖ κελεύσαντι πρὸς τὴν ἀοίδιμον τοῦ πορθμοῦ ζεῦξιν ἔναγχος ἐξειργασάμεθα, ἐπειδὴ τοῦτό ἐστί σοι δοκοῦν, ἀπαρξώμεθα, μικρὰ μὲν ἀντὶ μεγάλων καὶ τῷ ὄντι χαλκᾶ χρυσῶν ἀντιδιδόντες, οἷς δὲ ἔχομεν ξενίοις τὸν Ἑρμῆν τὸν ἡμέτερον ἑστιῶντες. πάντως οὐδὲ τῆς Ἑκάλης ὁ Θησεὺς τοῦ δείπνου τὸ λιτὸν ἀπηξίωσεν, ἀλλ’ ᾔδει καὶ μικροῖς ἐς τὸ ἀναγκαῖον ἀρκεῖσθαι. ὁ Πὰν δὲ ὁ νόμιος τοῦ παιδὸς τοῦ βουκόλου τὴν σύριγγα προσαρμόσαι τοῖς χείλεσιν οὐκ ἠτίμασε. προσοῦ δὴ καὶ αὐτὸς τὸν λόγον εὐμενεῖ νεύματι, καὶ μὴ ἀποκνήσῃς ὀλίγῳ μέλει μεγάλην ἀκοὴν ἐνδοῦναι. ἀλλ’ ἐὰν μὲν ἔχῃ τι δεξιόν, αὐτός τε ὁ λόγος εὐτυχεῖ καὶ ὁ ποιητὴς αὐτοῦ τῆς παρὰ τῆς Ἀθηνᾶς ψήφου τὴν μαρτυρίαν προσλαβών. εἰ δ’ ἔτι χειρὸς ἐντελοῦς εἰς τὸ τοῦ ὅλου πλήρωμα προσδεῖται, μὴ ἀπαξιώσῃς αὐτὸς τὸ ἐνδέον προσθεῖναι. ἤδη που καὶ ἀνδρὶ τοξότῃ κληθεὶς ὁ θεὸς παρέστη καὶ συνεφήψατο τοῦ βέλους, καὶ κιθαρῳδῷ τὸν ὄρθιον ᾄδοντι πρὸς τὸ ἐλλεῖπον τῆς χορδῆς ὑπὸ τῷ τέττιγι τὸ ἴσον ὁ Πύθιος ἀντεφθέγξατο.

  38. 75.1.1

    Ὦ Ζεῦ, πῶς ἔχει καλῶς ἡμᾶς μὲν ἐν Θρᾴκῃ διάγειν μέσῃ καὶ τοῖς ἐνταῦθα σιροῖς ἐγχειμάζειν, παρ’ Ἰαμβλίχου δὲ τοῦ καλοῦ καθάπερ ἑῴου τινὸς ἔαρος ἡμῖν τὰς ἐπιστολὰς ἀντὶ χελιδόνων πέμπεσθαι, καὶ μήτε ἡμῖν εἶναι μηδέπω παρ’ αὐτὸν ἐλθεῖν μήτ’ αὐτῷ παρ’ ἡμᾶς ἥκειν ἐξεῖναι; τίς ἂν ἑκὼν εἶναι ταῦτα δέξαιτο, ἐὰν μὴ Θρᾴξ τις ᾖ καὶ Τηρέως ἀντάξιος; Ζεῦ ἄνα, ἀλλὰ σὺ ῥῦσαι ἀπὸ Θρῄκηθεν Ἀχαιούς· ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι ποτὲ τὸν ἡμέτερον Ἑρμῆν καὶ τά τε ἀνάκτορα αὐτοῦ προσειπεῖν καὶ τοῖς ἕδεσιν ἐμφῦναι, καθάπερ τὸν Οδυσσέα φασίν, ὅτε ἐκ τῆς ἄλης τὴν Ἰθάκην εἶδεν. ἀλλ’ ἐκεῖνον μὲν οἱ Φαίακες ἔτι καθεύδοντα ὥσπερ τι φορτίον ἐκθέμενοι τῆς νεὼς ᾤχοντο· ἡμᾶς δὲ οὐδὲ ὕπνος αἱρεῖ, μέχρις ἂν σέ, τὸ μέγα τῆς οἰκουμένης ὄφελος, ἰδεῖν ἐγγένηται. καίτοι σὺ μὲν τὴν ἑῴαν ὅλην ἐμέ τε καὶ τὸν ἑταῖρον Σώπατρον εἰς τὴν Θρᾴκην μετενηνοχέναι προσπαίζεις· ἡμῖν δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἕως ἂν Ἰάμβλιχος μὴ παρῇ, Κιμμερίων ἀχλὺς συνοικεῖ. καὶ σὺ μὲν δυοῖν θάτερον αἰτεῖς, ἢ ἡμᾶς παρὰ σὲ ἥκειν ἢ αὐτόν σε παρ’ ἡμᾶς. ἡμῖν δὲ τὸ μὲν ἕτερον εὐκταῖόν τε ὁμοῦ καὶ σύμφορον, αὐτοὺς ἐπανελθεῖν ὡς σὲ καὶ τῶν παρὰ σοὶ καλῶν ἀπολαῦσαι· τὸ δὲ ἕτερον εὐχῆς μὲν ἁπάσης κρεῖττον. ἐπεὶ δὲ ἀδύνατόν σοί γε καὶ ἀξύμφορόν ἐστι, σὺ μὲν οἴκοι μένειν καὶ χαίρειν καὶ τὴν ἡσυχίαν ἣν ἔχεις σώζειν, ἡμεῖς δὲ ὅ, τι ἂν θεὸς διδῷ γενναίως οἴσομεν. ἀνδρῶν γὰρ ἀγαθῶν εἶναί φασι τὸ μὲν εὔελπι κεκτῆσθαι καὶ τὰ δέοντα πράττειν, ἕπεσθαι δὲ τοῖς ἀναγκαίοις τοῦ δαίμονος.

  39. 76.1.1

    Ἱκανὴν ὁμολογῶ τῆς σῆς ἀπολείψεως ἐκτετικέναι δίκην οὐ μόνον οἷς παρὰ τὴν ἀποδημίαν συνηνέχθην ἀνιαροῖς, ἀλλὰ γὰρ καὶ αὐτῷ τούτῳ πλέον, ὅτι σου τὸν τοσοῦτον ἀπελείφθην χρόνον, καίτοι πολλαῖς καὶ ποικίλαις πανταχοῦ χρησάμενος τύχαις, ὡς μηδὲν ἀπείρατον καταλιπεῖν. ἀλλὰ καὶ πολέμων θορύβους καὶ πολιορκίας ἀνάγκην καὶ φυγῆς πλάνην καὶ φόβους παντοίους, ἔτι δὲ χειμώνων ὑπερβολὰς καὶ νόσων κινδύνους καὶ τὰς ἐκ Παννονίας τῆς ἄνω μέχρι τοῦ κατὰ τὸν Καλχηδόνιον πορθμὸν διάπλου μυρίας δὴ καὶ πολυτρόπους συμφορὰς ὑπομείνας οὐδὲν οὕτω λυπηρὸν οὐδὲ δυσχερὲς ἐμαυτῷ συμβεβηκέναι φαίην ἂν ὡς ὅτι σὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἀγαθὸν ἐπὶ τοσοῦτον χρόνον τὴν ἑῴαν ἀπολιπὼν οὐκ εἶδον· ὥστ’ εἴπερ ἀχλύν τινα τοῖς ἐμοῖς ὀφθαλμοῖς καὶ νέφος πολὺ περικεῖσθαι λέγοιμι, μὴ θαυμάσῃς. τότε γὰρ δή με καὶ ἀὴρ εὔδιος καὶ φέγγος ἡλίου λαμπρότατον καὶ οἷον ἔαρ ἀληθῶς τοῦ βίου περιέξει κάλλιστον, ὅταν σὲ τὸ μέγα τῆς οἰκουμένης ἄγαλμα περιπτύξωμαι καὶ, καθάπερ ἀγαθῷ πατρὶ παῖς γνήσιος ἐκ πολέμου τινὸς ἢ διαποντίου κλύδωνος ἀνελπίστως ὀφθεὶς, εἶτα ὅσα ἔπαθον καὶ δι’ ὅσων ἦλθον κινδύνων εἰπὼν καὶ οἷον ἐπ’ ἀγκύρας ἱερᾶς ὁρμιζόμενος ἀρκοῦσαν ἤδη παραψυχὴν τῶν ἀλγεινῶν εὕρωμαι. παραμυθεῖται γάρ, ὡς εἰκός, καὶ ἐπικουφίζει τὰς συμφοράς, ὅταν τις ἃ πέπονθεν εἰς τοὺς ἄλλους ἔκφορα καθιστὰς διανείμῃ τοῦ πάθους τὴν γνῶσιν ἐν τῇ κοινωνίᾳ τοῦ λόγου. τέως γε μὴν οἷς ἔχω σε κατὰ δύναμιν τὴν ἐμὴν μέτειμι· καὶ γὰρ οὐ παύσομαι τὸν ἐν μέσῳ τῆς ἀπολείψεως χρόνον ἐν τῷ τῶν γραμμάτων θεραπεύων συνθήματι. εἰ δὲ δὴ καὶ ἀντιτύχοιμι παρὰ σοῦ τῶν ἴσων, ὑφήσω τί καὶ μικρόν, οἷον ἀντὶ σωτηρίου τινὸς συμβόλου τοῖς σοῖς ὁμιλῶν γράμμασι. σὺ δὲ δέχοιο μὲν εὐμενῶς τὰ παρ’ ἡμῶν, παρέχοις δὲ καὶ σεαυτὸν εἰς ἀμοιβὴν εὐμενέστερον, ὡς ὅ τι ἄν σημήνῃς καλὸν ἢ γράψῇς, τοῦτο ἀντὶ τῆς Ἑρμοῦ λογίου φωνῆς ἢ τῆς Ἀσκληπιοῦ χειρὸς παρ’ ἡμῶν κρίνεται.

  40. 77.1.1

    Ἦλθες κάλ’ ἐπόησας· ἦλθες γὰρ δὴ καὶ ἀπὼν οἷς γράφεις· ἐγὼ δέ σε μαόμαν, ἂν δ’ ἔφλεξας ἐμὰν φρένα καιομέναν πόθῳ. οὔκουν οὔτε ἀρνοῦμαι τὸ φίλτρον οὔτε ἀπολείπω σε κατ’ οὐδέν ἀλλὰ καὶ ὡς παρόντα τῇ ψυχῇ θεωρῶ καὶ ἀπόντι σύνειμι, καὶ οὐδὲν ἱκανόν ἐστί μοι πρὸς κόρον ἀρκέσαι. καίτοι σύ γε οὐκ ἀνίης καὶ παρόντας εὖ ποιῶν ἀεὶ καὶ ἀπόντας οὐκ εὐφραίνων μόνον οἷς γράφεις, ἀλλὰ καὶ σώζων. ὅτε γοῦν ἀπήγειλέ μοί τις ἔναγχος, ὡς παρὰ σοῦ γράμματα κομίσας ἑταῖρος ἥκοι, ἐτύγχανον μὲν ἐν ἀηδίᾳ τοῦ στομάχου τριταῖος ἤδη καθεστὼς καί τι καὶ περιαλγῶς ἔχων τοῦ σώματος, ὡς μηδὲ ἔξω πυρετοῦ μεῖναι· σημανθὲν δέ, ὡς ἔφην, ὅτι μοι πρὸς ταῖς θύραις ὁ τὰ γράμματα ἔχων εἴη, ἐγὼ μὲν ὥσπερ τις ἀκρατὴς ἑαυτοῦ καὶ κάτοχος ἀναπηδήσας ᾖξα πρὶν ὅ τι δέοι παρεῖναι. ἐπεὶ δὲ καὶ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν μόνον, ὀμνύω τοὺς θεοὺς αὐτοὺς καὶ τὸν ἐπὶ σοί με ἀνάψαντα πόθον, ὡς ἅμα τε ἔφυγον οἱ πόνοι καί με καὶ ὁ πυρετὸς ἀνῆκεν εὐθύς, ὥσπερ τινὶ τοῦ σωτῆρος ἐναργεῖ παρουσίᾳ δυσωπούμενος. ὡς δὲ καὶ λύσας ἀνέγνων, τίνα με ἡγῇ ψυχὴν ἐσχηκέναι τότε ἢ πόσης ἡδονῆς ἀνάπλεων γεγενῆσθαι, τὸν φίλτατον, ὡς φής, ἀνέμων, τὸν ἐρωτικὸν ἀληθῶς, τὸν διάκονον τῶν καλῶν ὑπερεπαινοῦντά τε καὶ φιλοῦντα δικαίως, ὅτι μοι τῶν παρὰ σοῦ γραμμάτων ὑπηρέτης γέγονεν, οἱονεὶ πτηνοῦ δίκην ἡμῖν τὴν ἐπιστολὴν διευθύνας οὐρίῳ τε καὶ πομπίμῳ πνεύματι, δι’ ἧς οὐ μόνον ὑπῆρξεν ἡσθῆναί μοι τὰ εἰκότα περὶ σοῦ γνόντι, ἀλλὰ καὶ αὐτῷ κάμνοντι παρὰ σοῦ σωθῆναι; τά γε μὴν ἄλλα πῶς ἃ πρῶτον πρὸς τὴν ἐπιστολὴν ἔπαθον εἴποιμ’ ἄν, ἢ πῶς ἂν ἀρκούντως ἐμαυτοῦ τὸν ἔρωτα καταμηνύσαιμι; ποσάκις ἀνέδραμον εἰς ἀρχὴν ἐκ μέσου; ποσάκις ἔδεισα μὴ πληρώσας λάθω; ποσάκις ὥσπερ ἐν κύκλῳ τινὶ καὶ στροφῆς περιόδῳ τοῦ συμπεράσματος τὸ πλήρωμα πρὸς τὴν ἀρχὴν ἀνεῖλκον, οἷον ἐν ᾄσματι μουσικῷ ταὐτὸν τοῦ ῥυθμοῦ τῷ τέλει τὸ πρὸς τὴν ἀρχὴν ἡγούμενον μέλος ἀντιδιδούς· ἢ καὶ νὴ Δία τὰ ἑξῆς τούτων, ὁσάκις μὲν τῷ στόματι τὴν ἐπιστολὴν προσήγαγον, ὥσπερ αἱ μητέρες τὰ παιδία περιπλέκονται, ὁσάκις δὲ ἐνέφυν τῷ στόματι καθάπερ ἐρωμένην ἐμαυτοῦ φιλτάτην ἀσπαζόμενος, ὁσάκις δὲ τὴν ἐπιγραφὴν αὐτήν, ἣ χειρὶ σῇ καθάπερ ἐναργεῖ σφραγῖδι ἐσεσήμαντο, προσειπὼν καὶ φιλήσας, εἶτα ἐπέβαλον τοῖς ὀφθαλμοῖς, οἱονεὶ τοῖς τῆς ἱερᾶς ἐκείνης δεξιᾶς δακτύλοις τῷ τῶν γραμμάτων ἴχνει προσπεφυκώς. χαῖρε δὲ καὶ αὐτὸς ἡμῖν πολλά, καθάπερ ἡ καλὴ Σαπφώ φησι, καὶ οὐκ ἰσάριθμα μόνον τῷ χρόνῳ, ὃν ἀλλήλων ἀπελείφθημεν, ἀλλὰ γὰρ καὶ ἀεὶ χαῖρε, καὶ γράφε καὶ μέμνησο ἡμῶν τὰ εἰκότα. ὡς ἡμᾶς γε οὐκ ἐπιλείψει χρόνος, ἐν ᾧ σε μὴ πάντη καὶ ἐν παντὶ καιρῷ καὶ λόγῳ διὰ μνήμης ἕξομεν. ἀλλ’ ἡμῖν εἴ ποθι Ζεὺς δοίη ἱκέσθαι ἐς πατρίδα γαῖαν, καί σου τὴν ἱερὰν ἐκείνην ἑστίαν αὖθις ὑπέλθοιμεν, μὴ φείσῃ λοιπὸν ὡς φυγάδος, ἀλλὰ δῆσον, εἰ δοκεῖ, πρὸς τοῖς σεαυτοῦ θώκοις τοῖς φιλτάτοις, ὥσπερ τινὰ Μουσῶν λιποτάκτην ἑλών, εἶτα τοῖς εἰς τιμωρίαν ἀρκοῦσι παιδεύων. πάντως οὐδὲ ἄκων ὑποστήσομαι τὴν δίκην, ἀλλ’ ἑκὼν δὴ καὶ χαίρων, ὥσπερ ἀγαθοῦ πατρὸς ἐπανόρθωσιν προμηθῆ καὶ σωτήριον. εἰ δὲ δή μοι καὶ κατ’ ἐμαυτοῦ τὴν κρίσιν ἐθέλοις πιστεῦσαι καὶ διδοίης ἐνεγκεῖν ἣν βούλομαι, ἐμαυτόν, ὦ γενναῖε, τῷ σῷ χιτωνίσκῳ προσάψαιμι ἂν ἡδέως, ἵνα σου κατὰ μηδὲν ἀπολειποίμην, ἀλλὰ συνείην ἀεὶ καὶ πανταχῆ προσφεροίμην, ὥσπερ οὓς οἱ μῦθοι διφυεῖς ἀνθρώπους πλάττουσιν. εἰ μὴ κἀκεῖνο οἱ μῦθοι λέγουσι μὲν ὡς παίζοντες, αἰνίττονται δὲ εἰς τὸ τῆς φιλίας ἐξαίρετον, ἐν τῷ τῆς κοινωνίας δεσμῷ τὸ δι’ ἑκατέρου τῆς ψυχῆς ὁμογενὲς ἐμφαίνοντες.

  41. 78.1.1

    Αἰσθάνομαί σου τῆς ἐν τῇ μέμψει γλυκύτητος, καὶ ὡς ἑκάτερον ἐξ ἴσου πράττεις, καὶ οἷς γράφεις τιμῶν καὶ οἷς ἐγκαλεῖς παιδεύων. ἐγὼ δὲ εἰ μέν τι συνῄδειν ἐμαυτῷ τοῦ πρὸς σὲ γιγνομένου καὶ κατὰ μικρὸν ἐλλιπόντι, πάντως ἢ προφάσεις εὐλόγους εἰπὼν ἐπειρώμην ἂν τὴν μέμψιν ἐκκλίνειν, ἢ συγγνώμην ἁμαρτὼν αἰτεῖν οὐκ ἠρνούμην, ἐπεὶ μηδὲ ἄλλως ἀσύγγνωστον οἶδά σε πρὸς τοὺς σούς, εἴ τι τῶν πρὸς σὲ φιλικῶν ἐξήμαρτον ἄκοντες. νῦν δέ· οὐ γὰρ ἦν οὔτε σὲ παροφθῆναι θέμις οὔτε ἡμᾶς ἀμελεῖν, ἵνα τύχοιμεν ὧν ἀεὶ ζητοῦντες ποθοῦμεν· φέρε σοι καθάπερ ἐν ὅρῳ γραφῆς ἀπολογήσωμαι, καὶ δείξω μηδὲν ἐμαυτὸν ὧν ἐχρῆν εἰς σὲ παριδεῖν, ἀλλὰ μηδὲ μελλῆσαι τολμήσαντα.

  42. 78.2.1

    Ἦλθον ἐκ Παννονίας ἤδη τρίτον ἔτος τουτί, μόλις ἀφ’ ὧν οἶσθα κινδύνων καὶ πόνων σωθείς.ὑπερβὰς δὲ τὸν Καλχηδόνιον πορθμὸν καὶ ἐπιστὰς τῇ Νικομήδους πόλει σοὶ πρώτῳ καθάπερ πατρίῳ θεῷ τὰ πρωτόλεια τῶν ἐμαυτοῦ σώστρων ἀπέδωκα, σύμβολον τῆς ἀφίξεως τῆς ἐμῆς οἷον ἀντ’ ἀναθήματος ἱεροῦ τὴν εἰς σὲ πρόσρησιν ἐκπέμπων. καὶ ἦν ὁ κομίζων τὰ γράμματα τῶν βασιλείων ὑπασπιστῶν εἷς, Ἰουλιανὸς ὄνομα, Βακχύλου παῖς, Ἀπαμεὺς τὸ γένος, ᾧ διὰ τοῦτο μάλιστα τὴν ἐπιστολὴν ἐνεχείριζον, ὅτι καὶ πρὸς ὑμᾶς ἥξειν καί σε ἀκριβῶς εἰδέναι καθυπισχνεῖτο. μετὰ ταῦτά μοι καθάπερ ἐξ Ἀπόλλωνος ἱερὸν ἐφοίτα παρὰ σοῦ γράμμα, τὴν ἄφιξιν τὴν ἡμετέραν ἀσμένως σε ἀκηκοέναι δηλοῦν· ἦν δὲ τοῦτο ἐμοὶ δεξιὸν οἰώνισμα καὶ χρηστῶν ἐλπίδων ἀρχή, Ἰάμβλιχος ὁ σοφὸς καὶ τὰ Ἰαμβλίχου πρὸς ἡμᾶς γράμματα. τί με δεῖ λέγειν ὅπως ηὐφράνθην ἢ ἃ περὶ τὴν ἐπιστολὴν ἔπαθον σημαίνειν; εἰ γὰρ ἐδέξω τὰ παρ’ ἡμῶν ἕνεκα τούτων γραφέντα· ἦν δὲ δι’ ἡμεροδρόμου τῶν ἐκεῖθεν ἡκόντων ὡς σὲ πεμφθέντα· πάντως ἂν ὁπόσην ἐπ’ αὐτοῖς ἡδονὴν ἔσχον ἀφ’ ὧν ἐδήλουν ἐγίνωσκες. πάλιν ἐπανιόντος οἴκαδε τοῦ τροφέως τῶν ἐμαυτοῦ παιδίων, ἑτέρων ἦρχον πρὸς σὲ γραμμάτων, ὁμοῦ καὶ τὴν ἐπὶ τοῖς φθάνουσι χάριν ὁμολογῶν καὶ πρὸς τὸ ἑξῆς ἐν ἴσῳ παρὰ σοῦ τὴν ἀντίδοσιν αἰτῶν. μετὰ ταῦτα ἐπρέσβευσεν ὡς ἡμᾶς ὁ καλὸς Σώπατρος· ἐγὼ δὲ ὡς ἔγνων, εὐθὺς ἀναπηδήσας ᾖξα καὶ περιπλακεὶς ἐδάκρυον ὑφ’ ἡδονῆς, οὐδὲν ἄλλο ἢ σὲ καὶ τὰ παρὰ σοῦ πρὸς ἡμᾶς ὀνειροπολῶν γράμματα. ὡς δὲ ἔλαβον, ἐφίλουν καὶ τοῖς ὀφθαλμοῖς προσῆγον, καὶ ἀπρὶξ εἰχόμην, ὥσπερ δεδιὼς μὴ λάθῃ με ἀποπτὰν ἐν τῇ τῶν γραμμάτων ἀναγνώσει τὸτῆς σῆς εἰκόνος ἴνδαλμα. καὶ δὴ καὶ ἀντέγραφονεὐθύς, οὐ πρὸς σὲ μόνον, ἀλλὰ καὶ πρὸς τὸν ἱερὸν Σώπατρον, τὸν ἐκείνου παῖδα, καθάπερ θρυπτόμενος ὅτι τὸν κοινὸν ἑταῖρον ἐκ τῆς Ἀπαμείας οἷον ἐνέχυρον τῆς ὑμετέρας ἀπουσίας ἀντειληφότες εἴημεν. ἐξ ἐκείνου τρίτην ἤδη πρὸς σὲ γεγραφώς, αὐτὸς οὐδεμίαν ἄλλην ἢ τὴν ἐν ᾗ μέμφεσθαι δοκεῖς ἐπιστολὴν ἐδεξάμην.

  43. 78.3.1

    Εἰ μὲν δὴ διὰ τοῦτο ἐγκαλεῖς, ἵνα τῷ τῆς αἰτίας σχήματι πλείονας ἡμῖν ἀφορμὰς τοῦ γράφειν προξενῇς, δέχομαι τὴν μέμψιν ἄσμενος πάνυ, καὶ ἐν οἷς λαμβάνω τὸ πᾶν τῆς χάριτος εἰς ἐμαυτὸν οἰκειοῦμαι· εἰ δὲ ὡς ἀληθῶς ἐλλιπόντα τι τοῦ πρὸς σὲ καθήκοντος αἰτιᾷ, τίς ἂν ἐμοῦ γένοιτ’ ἂν ἀθλιώτερος διὰ γραμματοφόρων ἀδικίαν ἢ ῥᾳθυμίαν πάντων ἥκιστα ἀξίου τούτου τυγχάνειν ὄντος; καίτοι ἐγὼ μέν, κἂν μὴ πλεονάκις γράφω, δίκαιός εἰμι συγγνώμης παρὰ σοῦ τυγχάνειν· οὐ τῆς ἀσχολίας ἣν ἐν χερσὶν ἔχω φαίην ἄν· μὴ γὰρ οὕτω πράξαιμι κακῶς, ὡς μὴ καὶ ἀσχολίας ἁπάσης, καθά φησι Πίνδαρος, τὸ κατὰ σὲ κρεῖττον ἡγεῖσθαι· ἀλλ’ ὅτι πρὸς ἄνδρα τηλικοῦτον, οὗ καὶ μνησθῆναι φόβος, ὁ καὶ γράφειν κατοκνῶν τοῦ πλέον ἢ προσήκει θαρροῦντός ἐστι σωφρονέστερος. ὥσπερ γὰρ οἱ ταῖς Ἡλίου μαρμαρυγαῖς ἀντιβλέπειν συνεχῶς τολμῶντες, ἂν μὴ θεῖοί τινες ὦσι καὶ τῶν ἀκτίνων αὐτοῦ καθάπερ οἱ τῶν ἀετῶν γνήσιοι καταθαρρῶσιν, οὔτε ἃ μὴ θέμις ὀφθῆναι θεωρεῖν ἔχουσι, καὶ ὅσῳπερ μᾶλλον φιλονεικοῦσι, τοσούτῳ πλέον ὅτι μὴ δύνανται τυχεῖν ἐμφαίνουσιν, οὕτω καὶ ὁ πρὸς σὲ γράφειν τολμῶν, ὅσῳπερ ἂν ἐθέλῃ θαρρεῖν, τοσούτῳ μᾶλλον ὅτι χρὴ δεδιέναι καθαρῶς δείκνυσι. σοί γε μήν, ὦ γενναῖε, παντὸς ὡς εἰπεῖν τοῦ Ἑλληνικοῦ σωτῆρι καθεστῶτι, πρέπον ἦν ἀφθόνως τε ἡμῖν γράφειν καὶ τὸν παρ’ ἡμῖν ὄκνον ἐφ’ ὅσον ἐξῆν καταστέλλειν. ὥσπερ γὰρ ὁ Ἥλιος· ἵνα δὴ πάλιν ἐκ τοῦ θεοῦ πρός σε τὴν εἰκόνα λάβῃ ὁ λόγος· ὁ δ’ οὖν Ἥλιος ὥσπερ, ὅταν ἀκτῖσι καθαραῖς ὅλος λάμπῃ, οὐδὲν ἀποκρίνει τοῦ πρὸς τὴν αἴγλην ἐλθόντος, ἀλλὰ τὸ οἰκεῖον ἐργάζεται, οὕτω δὲ καὶ σὲ χρῆν ἀφθόνως τῶν παρὰ σοῦ καλῶν οἷον φωτὸς τὸ Ἑλληνικὸν ἐπαρδεύοντα μὴ ἀποκνεῖν, εἴ τις ἢ αἰδοῦς ἢ δέους ἕνεκα τοῦ πρὸς σὲ τὴν ἀντίδοσιν δυσωπεῖται. οὐδὲ γὰρ ὁ Ἀσκληπιὸς ἐπ’ ἀμοιβῆς ἐλπίδι τοὺς ἀνθρώπους ἰᾶται, ἀλλὰ τὸ οἰκεῖον αὐτῷ φιλανθρώπευμα πανταχοῦ πληροῖ. ὃ δὴ καὶ σὲ χρῆν ὡσπερεὶ ψυχῶν ἐλλογίμων ἰατρὸν ὄντα ποιεῖν καὶ το τῆς ἀρετῆς παράγγελμα διὰ πάντων σώζειν, οἷον ἀγαθὸν τοξότην, ὅς, κἂν μὴ τὸν ἀντίπαλον ἔχῃ, πάντως ἐς τὸ καίριον ἀεὶ τὴν χεῖρα γυμνάζει. ἐπεὶ μηδὲ ὁ σκοπὸς ἑκατέροις ὁ αὐτός, ἡμῖν δὲ τῶν παρὰ σοῦ δεξιῶν τυχεῖν καὶ σοὶ τοῖς παρ’ ἡμῶν διδομένοις ἐντυχεῖν. ἀλλ’ ἡμεῖς, κἂν μυριάκις γράφωμεν, ἴσα τοῖς Ὁμηρικοῖς παισὶ παίζομεν, οἳ παρὰ τὰς θῖνας ὅτι ἂν ἐκ πηλοῦ πλάσωσιν ἀφιᾶσιν κλύζεσθαι· παρὰ σοῦ δὲ καὶ μικρὸν γράμμα παντός ἔστι γονίμου ῥεύματος κρεῖττον, καὶ δεξαίμην ἂν ἔγωγε Ἰαμβλίχου μᾶλλον ἐπιστολὴν μίαν ἢ τὸν ἐκ Λυδίας χρυσὸν κεκτῆσθαι. εἰ δὲ μέλει τί σοι τῶν ἐραστῶν τῶν σῶν· μέλει δέ, εἰ μὴ σφάλλομαι· μὴ περιίδῃς ὥσπερ νεοττοὺς ἡμᾶς ἀεὶ τῶν παρὰ σοῦ τροφῶν ἐν χρείᾳ τυγχάνοντας, ἀλλὰ καὶ γράφε συνεχῶς καὶ τοῖς παρὰ σαυτοῦ καλοῖς ἑστιᾶν μὴ κατόκνει. κἂν ἐλλίπωμεν, αὐτὸς ἑκατέρου τὴν χρείαν οἰκειοῦ, καὶ ὧν δίδως καὶ ὧν ἀνθ’ ἡμῶν τὸ ἴσον πρεσβεύεις. πρέπει δὲ Ἑρμοῦ λογίου μαθητήν, εἰ δὲ βούλει καὶ τρόφιμον ὄντα σε, τὴν ἐκείνου ῥάβδον οὐκ ἐν τῷ καθεύδειν ποιεῖν, ἀλλ’ ἐν τῷ κινεῖν καὶ διεγείρειν μᾶλλον ἐθέλειν μιμεῖσθαι.

  44. 79.1.1

    Ὀδυσσεῖ μὲν ἐξήρκει τοῦ παιδὸς τὴν ἐφ’ αὑτῷ φαντασίαν ἀναστέλλοντι λέγειν οὔτις τοι θεός εἰμι· τί μ’ ἀθανάτοισιν ἐίσκεις; ἐγὼ δὲ οὐδ’ ἐν ἀνθρώποις εἶναι φαίην ἂν ὅλως, ἕως ἂν Ἰαμβλίχῳ μὴ συνῶ. ἀλλ’ ἐραστὴς μὲν εἶναι σὸς ὁμολογῶ, καθάπερ ἐκεῖνος τοῦ Τηλεμάχου πατήρ. κἂν γὰρ ἀνάξιόν με λέγῃ τις εἶναι, οὐδὲ οὕτω τοῦ ποθεῖν ἀφαιρήσεται· ἐπεὶ καὶ ἀγαλμάτων καλῶν ἀκούω πολλοὺς ἐραστὰς γενέσθαι μὴ μόνον τοῦ δημιουργοῦ τὴν τέχνην μὴ βλάπτοντας, ἀλλὰ καὶ τῷ περὶ αὐτὰ πάθει τὴν ἔμψυχον ἡδονὴν τῷ ἔργῳ προστιθέντας. τῶν γε μὴν παλαιῶν καὶ σοφῶν ἀνδρῶν, οἷς ἡμᾶς ἐγκρίνειν ἐθέλεις παίζων, τοσοῦτον ἀπέχειν ἂν φαίην, ὁπόσον αὐτῷ σοι τῶν ἀνδρῶν μετεῖναι πιστεύω. καίτοι σύ γε οὐ Πίνδαρον μόνον οὐδὲ Δημόκριτον ἢ Ὀρφέα τὸν παλαιότατον, ἀλλὰ καὶ ξύμπαν ὁμοῦ τὸ Ἑλληνικόν, ὁπόσον εἰς ἄκρον φιλοσοφίας ἐλθεῖν μνημονεύεται, καθάπερ ἐν λύρᾳ ποικίλων φθόγγων ἐναρμονίῳ συστάσει πρὸς τὸ ἐντελὲς τῆς μουσικῆς κεράσας ἔχεις. καὶ ὥσπερ Ἄργον τὸν φύλακα τῆς Ἰοῦς οἱ μῦθοι πρόνοιαν ἔχοντα τῶν Διὸς παιδικῶν ἀκοιμήτοις πανταχόθεν ὀμμάτων βολαῖς περιφράττουσιν, οὕτω καὶ σὲ γνήσιον ἀρετῆς φύλακα μυρίοις παιδεύσεως ὀφθαλμοῖς ὁ λόγος φωτίζει. Πρωτέα μὲν δὴ τὸν Αἰγύπτιόν φασι ποικίλαις μορφαῖς ἑαυτὸν ἐξαλλάττειν, ὥσπερ δεδιότα μὴ λάθῃ τοῖς δεομένοις ὡς ἦν σοφὸς ἐκφήνας· ἐγὼ δὲ εἴπερ ἦν ὄντως σοφὸς ὁ Πρωτεὺς καὶ οἷος πολλὰ τῶν ὄντων γινώσκειν, ὡς Ὅμηρος λέγει, τῆς μὲν φύσεως αὐτὸν ἐπαινῶ, τῆς γνώμης δ’ οὐκ ἄγαμαι, διότι μὴ φιλανθρώπου τινός, ἀλλ’ ἀπατεῶνος ἔργον ἐποίει κρύπτων ἑαυτόν, ἵνα μὴ χρήσιμος ἀνθρώποις ᾖ. σὲ δέ, ὦ γενναῖς, τίς οὐκ ἂν ἀληθῶς θαυμάσειεν, ὡς οὐδέν τι τοῦ Πρωτέως τοῦ σοφοῦ μείων εἶ, εἰ μὴ καὶ μᾶλλον εἰς ἀρετὴν ἄκραν τελεσθεὶς ὧν ἔχεις καλῶν οὐ φθονεῖς ἀνθρώποις ,ἀλλ’ ἡλίου καθαροῦ δίκην ἀκτῖνας σοφίας ἀκραιφνοῦς ἐπὶ πάντας ἄγεις, οὐ μόνον παροῦσι τὰ εἰκότα ξυνών, ἀλλὰ καὶ ἀπόντας ἐφ’ ὅσον ἔξεστι τοῖς παρὰ σαυτοῦ σεμνύνων. νικῴης δ’ ἂν οὕτω καὶ τὸν Ὀρφέα τὸν καλὸν οἷς πράττεις, εἴγε ὁ μὲν τὴν οἰκείαν μουσικὴν εἰς τὰς τῶν θηρίων ἀκοὰς κατανάλισκε, σὺ δ’ ὥσπερ ἐπὶ σωτηρίᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων γένους τεχθείς, τὴν Ἀσκληπιοῦ χεῖρα πανταχοῦ ζηλῶν, ἅπαντα ἐπέρχῃ λογίῳ τε καὶ σωτηρίῳ νεύματι. ὥστ’ ἔμοιγε δοκεῖ καὶ Ὅμηρος, εἰ ἀνεβίω, πολλῷ δικαιότερον ἂν ἐπὶ σοὶ τὸ ἔπος αἰνίξασθαι τὸ εἷς δ’ ἔτι που ζωὸς κατερύκεται εὐρέι κόσμῳ. τῷ γὰρ ὄντι τοῦ παλαιοῦ κόμματος ἡμῖν οἱονεὶ σπινθήρ τις ἱερὸς ἀληθοῦς καὶ γονίμου παιδεύσεω ςὑπὸ σοὶ μόνῳ ζωπυρεῖται. καὶ εἴη γε, Ζεῦ σῶτερ καὶ Ἑρμῆ λόγιε, τὸ κοινὸν ἁπάσης τῆς οἰκουμένης ὄφελος, Ἰάμβλιχον τὸν καλόν, ἐπὶ μήκιστον χρόνου τηρεῖσθαι. πάντως που καὶ ἐφ’ Ὁμήρῳ καὶ Πλάτωνι καὶ Σωκράτει καὶ εἴ τις ἄλλος ἄξιος τοῦ χοροῦ τούτου, δικαίας εὐχῆς ἐπίτευγμα τοῖς πρότερον εὐτυχηθὲν οὕτω τοὺς ἐκείνων καιροὺς ἐπὶ μεῖζον ηὔξησεν. οὐδὲν δὴ κωλύει καὶ ἐφ’ ἡμῶν ἄνδρα καὶ λόγῳ καὶ βίῳ τῶν ἀνδρῶν ἐκείνων ἀντάξιον ὑφ’ ὁμοίαις εὐχαῖς ἐς τὸ ἀκρότατον τοῦ γήρως ἐπ’ εὐδαιμονίᾳ τῶν ἀνθρώπων παραπεμφθῆναι.

  45. 80.1.1

    Ἄλλοι μὲν ἄλλως τὰς πανηγύρεις νομίζουσιν, ἐγὼ δὲ ἡδύ σοι γλυκείας ἑορτῆς σύνθημα τῶν ἐπιχωρίων ἰσχάδων μακροκέντρους ἑκατὸν ἐκπέμπω, τῷ μὲν τοῦ δώρου μεγέθει μικράν, τῷ κάλλει δὲ ἴσως ἀρκοῦσαν ἡδονὴν μνηστεύων. Ἀριστοφάνει μὲν οὖν δοκεῖ εἶναι πλὴν μέλιτος τῶν ἄλλων γλυκύτερον τὰς ἰσχάδας, καὶ οὐδὲ τοῦτ’ ἀνέχεται τῶν ἰσχάδων εἶναι γλυκύτερον, ὡς αὐτὸς ἐπικρίνας λέγει· Ἡροδότῳ δὲ ἄρα τῷ συγγραφεῖ πρὸς ἐπίδειξιν ἐρημίας ἀληθοῦς ἤρκεσεν εἰπόντι Παρ’ οἷς οὔτε σῦκά ἐστιν οὔτε ἄλλο ἀγαθὸν οὐδέν, ὡς ἄρ’ οὔτε ἄλλου τινὸς ἐν καρποῖς ἀγαθοῦ προτέρου τῶν σύκων ὄντος, οὔτε ἔτι πάντως ἀγαθοῦ δέον τοῖς παρ’ οἷς ἂν ᾖ τὸ σῦκον. Ὅμηρος δὲ ὁ σοφὸς τὰ μὲν ἄλλα τῶν καρπῶν εἰς μέγεθος ἢ χρόαν ἢ κάλλος ἐπαινεῖ, μόνῳ δὲ τῷ σύκῳ τὴν τῆς γλυκύτητος ἐπωνυμίαν συγχωρεῖ. καὶ τὸ μέλι χλωρὸν καλεῖ, δεδιὼς μὴ λάθῃ γλυκὺ προσειπών, ὃ καὶ πικρὸν εἶναι πολλαχοῦ συμβαίνει· τῷ σύκῳ δὲ ἄρα μόνῳ ἀποδίδωσι τὴν οἰκείαν εὐφημίαν, ὥσ περτῷ νέκταρι, διότι καὶ μόνον γλυκὺ τῶν ἄλλων ἐστί. καὶ μέλι μὲν Ἱπποκράτης φησὶ γλυκὺ μὲν εἶναι τὴν αἴσθησιν, πικρὸν δὲ πάντως τὴν ἀνάδοσιν, καὶ οὐκ ἀπιστῶ τῷ λόγῳ· χολῆς γὰρ αὐτὸ ποιητικὸν εἶναι ξύμπαντες ὁμολογοῦσι καὶ τρέπειν τοὺς χυμοὺς εἰς τοὐναντίον τῆς γεύσεως. ὃ δὴ καὶ μᾶλλον τῆς ἐκ φύσεως αὐτοῦ πικρότητος κατηγορεῖ τὴν γένεσιν· οὐ γὰρ ἂν εἰς τοῦτο μετέβαλλεν ὃ πικρόν ἐστιν, εἰ μὴ καὶ πάντως αὐτῷ προσῆν ἐξ ἀρχῆς τοῦτο, ἀφ’ οὗ πρὸς τὸ ἕτερον μετέπιπτε. σῦκον δὲ οὐκ αἰσθήσει μόνον ἡδύ, ἀλλὰ καὶ ἀναδόσει κρεῖττόν ἐστιν. οὕτω δέ ἐστιν ἀνθρώποις ὠφέλιμον, ὥστε καὶ ἀλεξιφάρμακον αὐτὸ παντὸς ὀλεθρίου φαρμάκου φησὶν Ἀριστοτέλης εἶναι, κἀν τοῖς δείπνοις οὐκ ἄλλου τινὸς ἢ τούτου χάριν τῶν ἐδεσμάτων προπαρατίθεσθαί τε καὶ ἐπιτραγηματίζεσθαι, καθάπερ ἀντ’ ἄλλης τινὸς ἀλεξήσεως ἱερᾶς ταῖς τῶν βρωμάτων ἀδικίαις περιπτυσσόμενον. καὶ μὴν ὅτι καὶ θεοῖς τὸ σῦκον ἀνάκειται, καὶ θυσίας ἐστὶν ἁπάσης ἐμβώμιον, καὶ ὅτι παντὸς λιβανωτοῦ κρεῖττον ἐς θυμιάματος σκευασίαν ἐστίν, οὐκ ἐμὸς ἴδιος οὗτος ὁ λόγος, ἀλλ’ ὅστις τὴν χρείαν αὐτοῦ ἔμαθεν, οἶδεν ὡς ἀνδρὸς σοφοῦ καὶ ἱεροφάντου λόγος ἐστί. Θεόφραστος δὲ ὁ καλὸς ἐν γεωργίας παραγγέλμασι τὰς τῶν ἑτεροφύτων δένδρων γενέσεις ἐκτιθεὶς καὶ ὅσα ἀλληλούχοις ἐγκεντρίσεσιν εἴκει, πάντων, οἶμαι, τῶν φυτῶν μᾶλλον ἐπαινεῖ τῆς συκῆς τὸ δένδρον ὡς ἂν ποικίλης καὶ διαφόρου γενέσεως δεκτικὸν καὶ μόνον τῶν ἄλλων εὔκολον παντοίου γένους ἐνεγκεῖν βλάστην, εἴ τις αὐτοῦ τῶν κλάδων ἐκτεμὼν ἕκαστον, εἶτα ἐκρήξας ἄλλην ἐς ἄλλο τῶν πρέμνων ἐμφυῆ γονὴν ἐναρμόσειεν, ὡς ἀρκεῖν ἤδη πολλάκις αὐτοῦ καὶ ἀνθ’ ὁλοκλήρου κήπου τὴν ὄψιν, οἷον ἐν λειμῶνι χαριεστάτῳ ποικίλην τινὰ καὶ πολυειδῆ τῶν καρπῶν ἀφ’ ἑαυτοῦ τὴν ἀγλαΐαν ἀντιπεπομφότος. καὶ τὰ μὲν ἄλλα τῶν ἀκροδρύων ἐστὶν ὀλιγοχρόνια καὶ τὴν μονὴν οὐκ ἀνέχεται, μόνῳ δὲ τῷ σύκῳ καὶ ὑπερενιαυτίζειν ἔξεστι καὶ τῇ τοῦ μέλλοντος καρποῦ γενέσει συνενεχθῆναι. ὥστε φησὶ καὶ Ὅμηρος ἐν Ἀλκίνου κήπῳ τοὺς καρποὺς ἀλλήλοις ἐπιγηράσκειν. ἐπὶ μὲν οὖν τῶν ἄλλων ἴσως ἂν μῦθος ποιητικὸς εἶναι δόξειε· μόνῳ δὲ τῷ σύκῳ πρὸς τὸ τῆς ἀληθείας ἐναργὲς ἂν συμφέροιτο, διότι καὶ μόνον τῶν ἄλλων καρπῶν ἐστὶ μονιμώτερον. τοιαύτην δὲ ἔχον, οἶμαι, τὸ σῦκον τὴν φύσιν, πολλῷ κρεῖττόν ἐστι παρ’ ἡμῖν τὴν γένεσιν, ὡς εἶναι τῶν μὲν ἄλλων φυτῶν αὐτὸ τιμιώτερον, αὐτοῦ δὲ τοῦ σύκου τὸ παρ’ ἡμῖν θαυμασιώτερον, καὶ νικᾶν μὲν αὐτὸ τῶν ἄλλων τὴν γένεσιν, αὖθις δ’ ὑπὸ τοῦ παρ’ ἡμῖν ἡττᾶσθαι καὶ τῇ πρὸς ἑκάτερον ἐγκρίσει πάλιν σώζεσθαι, κρατοῦντι μὲν ἐοικός, οἷς δ’ αὖ κρατεῖσθαι δοκεῖ, πάλιν ἐς τὸ καθόλου νικῶντι. καὶ τοῦτο οὐκ ἀπεικότως παρ’ ἡμῖν μόνοις συμβαίνει· ἔδει γὰρ, οἶμαι, τὴν Διὸς πόλιν ἀληθῶς καὶ τὸν τῆς ἑῴας ἁπάσης ὀφθαλμόν· τὴν ἱερὰν καὶ μεγίστην Δαμασκὸν λέγω· τοῖς τε ἄλλοις σύμπασιν, οἷον ἱερῶν κάλλει καὶ νεῶν μεγέθει καὶ ὡρῶν εὐκρασίᾳ καὶ πηγῶν ἀγλαΐᾳ, καὶ ποταμῶν πλήθει καὶ γῆς εὐφορίᾳ νικῶσαν μόνην ἄρα καὶ τῷ τοιούτῳ φυτῷ πρὸς τὴν τοῦ θαύματος ὑπεροχὴν ἀρκέσαι. οὐδὲν οὖν ἀνέχεται μεταβολῆς τὸ δένδρον, οὐδὲ ὑπερβαίνει τοὺς ἐπιχωρίους ὅρους τῆς βλάστης, ἀλλ’ αὐτόχθονος φυτοῦ νόμῳ τὴν ἐξ ἀποικίας γένεσιν ἀρνεῖται. καὶ χρυσὸς μὲν, οἶμαι, καὶ ἄργυρος ὁ αὐτὸς πολλαχοῦ φύεται, μόνη δὲ ἡ παρ’ ἡμῖν χώρα τίκτει φυτὸν ἀλλαχοῦ φῦναι μὴ δυνάμενον. ὥσπερ δὲ τὰ ἐξ Ἰνδῶν ἀγώγιμα καὶ οἱ Περσικοὶ σῆρες ἢ ὅσα ἐν τῇ Αἰθιόπων γῇ τίκτεται μὲν καὶ λέγεται, τῷ δὲ τῆς ἐμπορίας νόμῳ πανταχοῦ διαβαίνει· οὕτω δὴ καὶ τὸ παρ’ ἡμῖν σῦκον, ἀλλαχοῦ τῆς γῆς οὐ γινόμενον, πανταχοῦ παρ’ ἡμῶν στέλλεται, καὶ οὔτε πόλις οὔτε νῆσός ἐστιν, ἣν οὐκ ἐπέρχεται τῷ τῆς ἡδονῆς θαύματι. ἀλλὰ καὶ τράπεζαν βασιλικὴν κοσμεῖ, καὶ παντὸς δείπνου σεμνόν ἐστιν ἐγκαλλώπισμα, καὶ οὔτ’ ἔνθρυπτον οὔτε στρεπτὸν οὔτε νεήλατον οὔτε ἄλλο καρυκείας γένος ἥδυσμα ἴσον ἧ ἂν ἀφίκηται· τοσοῦτον αὐτῷ τῶν τε ἄλλων ἐδεσμάτων καὶ δὴ καὶ τῶν ἑκασταχοῦ σύκων περίεστι τοῦ θαύματος. καὶ τὰ μὲν ἄλλα τῶν σύκων ἢ ὀπωρινὴν ἔχει τὴν βρῶσιν ἢ τερσαινόμενα ἐς τὸ ταμεῖον ἔρχεται, τὸ δὲ παρ’ ἡμῖν μόνον ἀμφοτερίζει τῇ χρείᾳ, καὶ καλὸν μέν ἐστιν ἐπιδένδριον, πολλῷ δὲ κάλλιον, εἰ ἐς τὴν τερσιὰν ἔλθοι. εἰ δὲ καὶ τὴν ὥραν αὐτοῦ τὴν ἐν τοῖς δένδροις ὀφθαλμῷ λάβοις, καὶ ὅπως ἑκάστου τῶν πρέμνων ἐπιμήκεσι τοῖς κέντροις οἱονεὶ καλύκων δίκην ἀπήρτηται, ἢ ὅπως ἐν κύκλῳ περιθεῖ τῷ καρπῷ τὸ δένδρον, ἄλλας ἐπ’ ἄλλαις ἐν στόιχῳ περιφερεῖ πολυειδεῖς ἀγλαΐας μηχανᾶσθαι φαίης ἂν αὐτὸ καθάπερ ἐν ὅρμῳ δέρης. αἱ δὲ τῶν δένδρων ἐξαιρέσεις αὐτοῦ καὶ ἡ πρὸς χρονίαν μονὴν ἐπιτέχνησις οὐκ ἐλάττονα τῆς ἐς τὴν χρείαν ἡδονῆς ἔχει τὴν φιλοτιμίαν· οὐ γὰρ ὥσπερ τὰ ἄλλα τῶν σύκων ὁμοῦ καὶ κατὰ ταὐτὸν ἔρριπται, οὐδὲ σωρηδὸν ἢ χύδην ἡλίῳ τερσαίνεται, ἀλλὰ πρῶτον μὲν ἠρέμα τῶν δένδρων αὐτὰ ταῖς χερσὶν ἀποδρέπουσιν, ἔπειτα ὅρπηξιν ἢ ῥάβδοις ἀκανθώδεσι τῶν τοίχων ἀπαρτῶσιν, ἵνα λευκαίνηται μὲν ἡλίῳ καθαρῷ προσομιλοῦντα, μένῃ δ’ ἀνεπιβούλευτα τῶν ζῴων καὶ τῶν ὀρνιθίων, οἱονεὶ τῶν κέντρων τῇ ἀλεξήσει δορυφορούμενα. καὶ περὶ μὲν γενέσεως αὐτῶν καὶ γλυκύτητος καὶ ὥρας καὶ ποιήσεως καὶ χρείας ταῦτά σοι παρ’ ἡμῶν ἡ ἐπιστολὴ προσπαίζει.

  46. 80.2.1

    Ὅ γε μὴν τῶν ἑκατὸν ἀριθμὸς ὡς ἔστι τῶν ἄλλων τιμιώτερος καὶ τὸ τέλεον ἐν αὑτῷ τῶν ἀριθμῶν περιγράφων, μάθοι ἄν τις θεωρῶν τῇδε. καὶ οὐκ ἀγνοῶ μὲν ὡς παλαιῶν καὶ σοφῶν ἀνδρῶν ὁ λόγος, τοῦ ἀρτίου τὸν περιττὸν προκεῖσθαι, οὐδὲ ὡς ἀρχήν φασιν αὐξήσεως εἶναι τὸ μὴ συνδυάζον· τὸ γὰρ ὅμοιον θατέρῳ μένειν ὁποῖον καὶ τὸ ἕτερον, δυοῖν δὲ γενομένοιν τὸν τρίτον εἶναι τὴν περιττότητα. ἐγὼ δ’ ἄν, εἰ καὶ τολμηρότερος ὁ λόγος ἐστί, φαίην ὅμως· ἀρχῆς μὲν εἰσιν οἱ ἀριθμοὶ πάντως ἐξηρτημένοι, καὶ τὸ προσεχὲς τῆς αὐξήσεως διὰ παντὸς ἂν κομίζοιντο. πολλῷ γε μὴν οἶμαι δικαιότερον τῷ ἀρτίῳ μᾶλλον ἢ τῷ περιττῷ τὴν τῆς αὐξήσεως αἰτίαν προσκεῖσθαι. ὁ μὲν γὰρ εἷς ἀριθμὸς οὐκ ἂν εἴη περιττός, οὐκ ἔχων ὅτου περιττὸς γένοιτο· ἡ δὲ τῆς δυάδος συζυγία τίκτει διπλῆν τὴν περιττότητα, κἀκ τῶν δυοῖν ἀριθμῶν ὁ τρίτος εἰκότως εἰς αὔξησιν ἔρχεται. πάλιν τε ἐν τῇ τῆς ἑτέρας δυάδος μίξει τῆς τετράδος τὴν ὑπεροχὴν λαμβάνει, καὶ ὅλως ἡ πρὸς ἄλληλα κοινωνία τὴν ἐξ ἑκατέρου περιττότητα φαίνουσα εἰς τὸν τῆς δυάδος ἀριθμὸν περικλείεται. δεδομένου δὴ τούτου, φαίην ἂν, οἶμαι, τῆς πρώτης δεκάδος τὴν εἰς αὑτὴν περιφέρειαν ἀνακυκλούσης εἰς τὸν τῆς ἑκατοντάδος ἀριθμὸν τὸ ὅλον διαβαίνειν, ὡς τῷ μὲν ἑνὶ τὴν αὔξησιν ἂν εἰς δέκα συντείνειν, πάλιν δ’ αὖ τὴν δεκάδα δι’ αὑτῆς ἀνιοῦσαν εἰς τὸν τῶν ἑκατὸν ἀριθμὸν συντελεῖσθαι. κἀντεῦθεν αὖ πάλιν ἐξ ἑκατοντάδων τὸ ὅλον τῶν ἀριθμῶν τὴν δύναμιν καρποῦσθαι, μήτε τοῦ ἑνὸς ἠρεμοῦντος, εἰ μή τι τῆς δυάδος ἐν τῇ μίξει τὸ περιττὸν ἀεὶ τικτούσης τε καὶ εἰς ἑαυτὴν αὖθις ἀνακαλουμένης, ἄχρις ἂν ἑτέρᾳ πάλιν ἑκατοντάδι τῶν ἀριθμῶν τὸ συναγόμενον κατακλείσῃ, καὶ τὸ τέλεον αὐτῷ προσάπτουσα πάλιν ἐξ αὐτοῦ πρὸς τὸ ἕτερον ἑρπύσῃ, ταῖς τῶν ἑκατοντάδων ἐπηγορίαις ἀεὶ τὸ ὅλον εἰς τὸ τῆς καταλήψεως ἄπειρον ἀναφέρουσα. δοκεῖ δέ μοι καὶ Ὅμηρος οὐχ ἁπλῶς οὐδὲ ἀργῶς ἐν τοῖς ἔπεσι τὴν ἑκατονταθύσανον αἰγίδα τῷ Διὶ περιθεῖναι, ἀλλά τινι κρείττονι καὶ ἀπορρήτῳ λόγῳ τοῦτο αἰνίττεσθαι λέγων, ὡς ἄρα τῷ τελεωτάτῳ θεῷ τὸν τελεώτατον ἀριθμὸν περιάψειε καὶ ᾧ μόνῳ παρὰ τοὺς ἄλλους ἂν δικαιότερον κοσμοῖτο, ἢ ὅτι τὸν ξύμπαντα κόσμον, ὃν εἰς αἰγίδος σχῆμα τῷ τῆς εἰκόνος περιφερεῖ ξυνείληφεν, οὐκ ἄλλος πως ἢ ὁ τῶν ἑκατὸν ἀριθμὸς περιγράφει, τῇ κατὰ κύκλον ἑκατοντάδι τὴν ἐς τὸ ὅλον τοῦ νοητοῦ κατανόησιν ἐφαρμόττων. ὁ δ’ αὐτὸς λόγος οὗτος καὶ τὸν ἑκατοντάχειρα, τὸν Βριάρεω, καθίζει πάρεδρον τῷ Διί, καὶ πρὸς τὴν τοῦ πατρὸς ἁμιλλᾶσθαι συγχωρεῖ δύναμιν, οἷον ἐν τῷ τοῦ ἀριθμοῦ τελέῳ τὸ τέλεον αὐτῷ τῆς ἰσχύος ἀποδιδούς. καὶ μὴν καὶ Πίνδαρος ὁ Θηβαῖος τὴν ἀναίρεσιν τὴν Τυφωέως ἐν ἐπινικίοις κηρύττων καὶ τὸ τοῦ μεγίστου τούτου γίγαντος κράτος τῷ μεγίστῳ βασιλεῖ τῶν θεῶν περιτιθεὶς οὐχ ἑτέρωθεν αὐτῷ τῆς εὐφημίας κρατύνει τὴν ὑπερβολὴν ἢ ὅτι τὸν γίγαντα τὸν ἑκατοντακέφαλον ἑνὶ βλήματι καθελεῖν ἤρκεσεν, ὡς οὔτε τινὸς ἄλλου εἰς χεῖρα τοῦ Διὸς ἐλθεῖν ἀντιμάχου γίγαντος νομισθέντος ἢ ὃν ἡ μήτηρ μόνον τῶν ἄλλων ἑκατὸν κεφαλαῖς ὥπλισεν, οὔτε ἑτέρου τινὸς θεῶν ἢ μόνου Διὸς ἀξιονικοτέρου πρὸς τὴν τοῦ τοσούτου γίγαντος καθαίρεσιν ὄντος. Σιμωνίδῃ δὲ ἄρα τῷ μελικῷ πρὸς τὴν Ἀπόλλωνος εὐφημίαν ἀρκεῖ τὸν θεὸν Ἕκατον προσειπόντι καὶ καθάπερ ἀντ’ ἄλλου τινὸς ἱεροῦ γνωρίσματος αὐτοῦ τὴν ἐπωνυμίαν κοσμῆσαι, διότι τὸν Πύθωνα, τὸν δράκοντα, βέλεσιν ἑκατόν, ὥς φησιν, ἐχειρώσατο, καὶ μᾶλλον αὐτὸν Ἕκατον ἢ Πύθιον χαίρειν προσαγορευόμενον, οἷον ὁλοκλήρου τινὸς ἐπωνυμίας συμβόλῳ προσφωνούμενον. ἥ γε μὴν τὸν Δία θρεψαμένη νῆσος, ἡ Κρήτη, καθάπερ τροφεῖα τῆς Διὸς ὑποδοχῆς ἀντιλαβοῦσα τῷ τῶν ἑκατὸν πόλεων ἀριθμῷ τετίμηται. καὶ Θήβας δὲ ἄρα τὰς ἑκατονταπύλους οὐκ ἄλλου τινὸς ἢ τούτου χάριν ἐπαινεῖ Ὅμηρος, διότι ταῖς πύλαις ταῖς ἑκατὸν κάλλος ἦν θαυμαστόν. καὶ σιωπῶ θεῶν ἑκατόμβας καὶ νεὼς ἑκατονταπέδους καὶ βωμοὺς ἑκατοντακρήπιδας καὶ τοὺς ἑκατονταδόχους ἀνδρῶνας καὶ τὰς ἀρούρας δὲ τὰς ἑκατονταπλέθρους καὶ ὅσα ἄλλα θεῖά τε καὶ ἀνθρώπινα τῇ τοῦ ἀριθμοῦ τοῦδε προσηγορίᾳ συνείληπται. ὅ γε μὲν ἀριθμὸς οὗτος οἶδε καὶ στρατιωτικὴν ὁμοῦ καὶ εἰρηνικὴν τάξιν κοσμῆσαι, καὶ φαιδρύνει μὲν τὴν ἑκατόντανδρον λοχαγίαν, τιμᾷ δὲ ἥδε καὶ δικαστῶν ἐς τὸ ἴσον ἥκουσαν ἐπωνυμίαν. καί με καὶ πλείω τούτων ἔχοντα λέγειν ὁ τῆς ἐπιστολῆς ἐπιστρέφει νόμος· σὺ δὲ ἀλλὰ συγγνώμην ἔχειν τῷ λόγῳ, διότι καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηται. καὶ εἰ μὲν ἔχει μέτριον ἐπὶ σοὶ κριτῇ κάλλος τὸ ἐγχείρημα, πάντως καὶ πρὸς τοὺς ἄλλους ἔκφορον ἔσται, τῆς παρὰ σοῦ ψήφου τὴν μαρτυρίαν δεξάμενον· εἰ δὲ χειρὸς ἑτέρας προσδεῖται πρὸς τὸ τοῦ σκοποῦ συμπλήρωμα, τίς ἂν σοῦ κάλλιον εἰδείη τὴν γραφὴν εἰς κάλλος ἀκριβώσας πρὸς τὴν τῆς θέας ἡδονὴν ἀπολεᾶναι;

  47. 81.1.1

    Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι γε τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομισάμην τοὺς οἰκοῦντας τὴν ὑφ’ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων ὠκεανοῦ ποταμοῦ δῶρά μοι κομίζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς, ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες καὶ Γόττοι ποικιλοκαρόμορφοι, οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώποις, ἀλλὰ μορφὴ ἀγριαίνουσα. οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνται ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοι ποιεῖν ἐκεῖνα, ἅπερ τῇ ἐμῇ ἁρμόζει βασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνον ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι τὸν Σάπωριν ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐντεῦθεν δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴν Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗ καὶ αὐτοὶ πάντες ἐν δευτέρᾳ τάξει βασιλείας γένωνται τῆς ἐμῆς ὑπόφοροι καὶ ὑποτελεῖς. ἀλλ’ αὐτὸς ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας, εὐλάβειαν μὲν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προβαλλόμενος, καὶ πανταχοῦ διαφημίζων ἀνάξιόν με τῆς τῶν Ῥωμαίων βασιλείας γεγονέναι. ἢ οὐκ οἶσθα αὐτός, ὡς Κώνστα τοῦ κρατίστου γέγονα ἀπόγονος; καὶ τούτων οὕτω γνωσθέντων ἡμῖν σου ἕνεκα οὐδὲ τῆς προτέρας ἐξέστημεν διαθέσεως, ἧσπερ ἔτι νέοι ὄντες τῇ ἡλικίᾳ ἐγώ τε καὶ σὺ μετεσχήκαμεν. ἀλλὰ γαληνῷ τῷ φρονήματι θεσπίζω δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐν τῇ παρόδῳ μου τῇ κατὰ τὴν Καίσαρος, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος, σὺν πολλῷ τῷ τάχει μέλλοντός μου βαδίζειν ἐπὶ τὸν Περσικὸν πόλεμον, ἑτοίμου ὄντος μου, εἰ μὴ τοῦτο ποιήσεις, πάντα τόπον ἀνασκευάσαι τῆς Καίσαρος, καὶ τὰ πάλαι αὐτῆς ἐγηγερμένα καλλιουργήματα κατασκάψαι κατὰ τόπον, ναούς τε καὶ ἀγάλματα ἀναστῆσαι, ὥστε με πεῖσαι πάντας εἴκειν βασιλεῖ Ῥωμαίων καὶ μὴ ὑπεραίρεσθαι. τὸ οὖν ἐξονομασθὲν χρυσίον ἐξ ἀριθμοῦ ζυγῷ Καμπανῷ πρυτανίσας καὶ διαμετρήσας ἀσφαλῶς ἐξαπόστειλόν μοι δι’ οἰκείου πιστοῦ σοι ὄντος, δακτυλίῳ τῷ σῷ σφραγισάμενος, ὥστε με ἐπεγνωκότι, κἂν ὀψέ ποτε, τοῦ καιροῦ τὸ ἀπαραίτητον γαληνόν σοι γενέσθαι περὶ τὰ ἐπταισμένα. ἃ γὰρ ἀνέγνων, ἔγνων καὶ κατέγνων.

  48. 82.1.1

    Ἡ γειτνίασις τῆς χώρας, λέγω δὲ τὴς Ἰωνίας, πλεῖστον ὅσον κέρδος εἰς ἡμᾶς ἤνεγκεν. ἀνιωμένους γὰρ ἡμᾶς καὶ δυσχεραίνοντας ἐπὶ ταῖς πρώταις φήμαις παρεμυθήσατο. τί δὲ ἔστιν ὃ λέγω, γνώσῃ. ἧκεν εἰς ἡμετέρας ἀκοὰς ἀποστῆναι μέν σε τῆς προτέρας θρησκείας τῆς ἐκ προγόνων παραδοθείσης, ἐπὶ δὲ τὴν μάταιον δεισιδαιμονίαν ἐληλακέναι, οἴστρῳ τινὶ κακῷ συμβούλῳ εἰς τοῦτο ἐλαθέντα. καὶ τί οὐκ ἔμελλον πάσχειν δυσχεραίνων; ὡς γὰρ εἰ μέν τι τῶν ἐν σοὶ καλῶν διαβοώμενον γνοίην, κέρδος οἰκεῖον ἡγοῦμαι, οὕτω δέ τι τῶν δυσχερῶν, ὅπερ οὐκ οἶμαι, ἐξίσης ζημίωμα μᾶλλον ἐμὸν νομίζω. ἐπὶ τούτοις οὖν ἀνιώμενόν με ἡ παρουσία τοῦ πατρὸς ἡμῶν Ἀετίου ηὔφραινεν, ἀπαγγέλλοντος μὲν ἐναντία, ἡμῖν δὲ εὐκτά· καὶ γὰρ σπουδάζειν σε ἔφη εἰς οἴκους εὐχῶν, καὶ μὴ πόρρω τῆς μνείας τῶν ἀθλητῶν ἀνδρῶν ἀποσπᾶσθαι, ὅλως δὲ ἔχεσθαι διεβεβαιοῦτο τῆς θεοσεβείας τῶν ἡμετέρων. ἐγὼ δέ σοι τοῦτ’ ἂν εἴποιμι κατὰ τὸ Ὁμηρικὸν Βάλλ’ οὕτως, καὶ ἐπὶ τοιαύταις μνείαις εὔφραινε τοὺς ἀγαπῶντας, μεμνημένος ὡς οὐκ ἔστι τι θεοσεβείας ἀνώτερον. ἡ γὰρ εἰς ἄκρον ἀρετὴ παιδεύει τὸ μὲν ψεῦδος ὡς ἀπατηλὸν μισεῖν, τοῦ δὲ ἀληθοῦς ἔχεσθαι, ὅπερ μάλιστα ἐν τῇ περὶ τὸ θεῖον φαίνεται θρησκείᾳ. ὄχλος γὰρ πάντως φιλόνεικον καὶ ἄστατον· τὸ δὲ μόνον σὺν ἑνὶ ὑπουργὸν ὂν βασιλεύει τοῦ παντός, οὐκ ἐκ δασμοῦ καὶ κλήρου, καθάπερ οἱ Κρόνου παῖδες, ἀλλ’ αὐτοαρχὴ ὄν, καὶ κρατοῦν τῶν ἁπάντων, οὐδὲ δεξάμενον βίᾳ παρ’ ἑτέρου, ἀλλὰ πρὸ πάντων ὄν. τοῦτο ὄντως θεός, ὅνπερ σὺν τῷ ὀφειλομένῳ σεβάσματι προσκυνεῖν χρή. ἔρρωσο.

  49. 83.1.1

    Ὡς ὤνησέ γε τὸ σύνθημα ἡμῖν μελλῆσαν· ἀντὶ γὰρ τοῦ τρέμειν καὶ δεδιέναι φερόμενον ἐπὶ τῆς δημοσίας ἀπήνης καὶ περιπίπτοντα κραιπαλῶσιν ὀρεωκόμοις καὶ ἡμιόνοις ἀκοστήσασι καθ’ Ὅμηρον δι’ ἀργίαν καὶ πλησμονὴν ἀνέχεσθαι κονιορτοῦ καὶ φωνῆς ἀλλοκότου καὶ ψόφου μαστίγων, βαδίζειν ἐπὶ σχολῆς περιέστη μοι δι’ ὁδοῦ συνηρεφοῦς καὶ ἐπισκίου, πολλὰς μὲν κρήνας, πολλὰς δὲ ἐχούσης καταγωγὰς ἐπιτηδείους τῇ ὥρᾳ μεταξὺ τὸν κόπον διαναπαύοντι, ἵνα μοι φανείη κατάλυσις εὔπνους τε καὶ ἀμφιλαφὴς ὑπὸ πλατάνοις τισὶν ἢ κυπαρίττοις, τὸν Φαῖδρον ἔχοντι ἐν χερσὶ ἢ ἕτερόν τινα τῶν Πλάτωνος λόγων. ταῦτά τοι, ὦ φίλη κεφαλή, ἀπολαύων τῆς ἐλευθέρας ὁδοιπορίας, ἄτοπον ὑπέλαβον τὸ μὴ καὶ τοῦτο κοινώσασθαί σοι καὶ ἀποσημῆναι.

← Previous — showing 101149 of 149

Perseus Greek. CTS URN tlg2003.tlg013.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.