Cyranides
- 3.21.9.1
Ἡ δὲ χολὴ ὀξυωπίαν παρέχει.
- 3.21.10.1
Φαλαρίς, πτηνὸν τὸ λεγόμενον λευκομέτωπον· ὅλον γάρ ἐστι μέλαν, τὸ δὲ μέτωπον ἔχει λευκόν. Εὑρίσκεται δὲ ἐν ποταμοῖς καὶ λίμναις.
- 3.21.11.1
Τούτου ὁ ἐγκέφαλος σὺν ἐλαίῳ παλαιῷ μιχθεὶς πάντα ἐν ἕδρᾳ πάθη θεραπεύει τὰ καταστίκτοντα τὸν ἄνθρωπον.
- 3.21.12.1
Βρωθεὶς δὲ ὁ ὄρνις ἀντιφάρμακον δηλητηρίων ἐστὶν ἀναγκαῖον.
- 3.22.1.1
Χελιδὼν ἡ τὸ ἔαρ πάντας διυπνίζουσα ἔχει πρᾶξιν τοιαύτην· ἐάν τις τοὺς νεοσσοὺς αὐτῆς βάλλῃ εἰς χύτραν καὶ προσπηλώσας ὀπτάσῃ, ἔπειτα δὲ ἀνοίξας τὴν χύτραν κατανοήσῃ, εὑρήσει τοὺς νόσσους δύο ἀποστρεφομένους ἀλλήλοις.
- 3.22.2.1
Ἐὰν οὖν λάβης τοὺς φιλοῦντας καὶ λειώσῃς μετὰ ῥοδίνου καὶ ἀλείψῃς γυναῖκα, παραχρῆμα σοὶ ἀκολουθήσει.
- 3.22.3.1
Εἰ δὲ καὶ δῴης πιεῖν ἐκ τῆς τέφρας, μανήσεται ἀπὸ τοῦ ἔρωτος· λύσεις δὲ τοῦτο. Λαβὼν ἐκ τῆς τέφρας τῶν νεοσσῶν τῶν ἀποστρεφομένων, ἄλειψον ἢ πότισον· καὶ ἀποστρεφήσεται ὁ ἔρως ὁ πολύς.
- 3.22.4.1
Ἡ δὲ τέφρα αὐτῶν τε καὶ τῶν μητέρων σὺν μέλιτι διαχριομένη συναγχικοὺς ἰᾶται, καὶ βρόγχου ἕλκη σὺν μελικράτῳ πινομένη.
- 3.22.5.1
Αὐτὴ δὲ ἡ χελιδὼν συνεχῶς ἐσθιομένη ἱερὰν νόσον θεραπεύει.
- 3.22.6.1
Οἱ δὲ ἐντὸς τῆς κοιλίας τῶν νεοσσῶν λίθοι περιαπτόμενοι δεξιῷ βραχίονι ἡπατικοὺς ἰῶνται. Προφυλακτικοὶ δέ εἰσιν βηχός, κορύζης, σταφυλῆς παρισθμίων καὶ πάσης ὀφθαλμίας.
- 3.22.7.1
Οἱ δὲ ὀφθαλμοὶ περιαπτόμενοι μετώπῳ ὀφθαλμίαν παύουσι καὶ παντοῖον ῥιγοπύρετον ἰῶνται. Ἐσθιόμενοι δὲ ἐπιληψίαν παύουσι καὶ ὠκυτοκίαν παρέχουσιν.
- 3.22.8.1
Ἡ δὲ τέφρα σὺν μέλιτι χριομένη ὀξυωπίαν ποιεῖ. Διαχριομένη δὲ ὡσαύτως ἕλκη τὰ ἐν φάρυγξι καὶ γλώττῃ τὰ ἤδῃ νεμόμενα καὶ γαγγραίνας ἄκρως θεραπεύει.
- 3.22.9.1
Ὁ δὲ πηλὸς τῆς καλιᾶς αὐτοῦ μεθ’ ὕδατος λειωθεὶς καὶ περιχριόμενος τραχήλῳ καὶ φάρυγγι φλεγμονὰς καὶ συνάγχην ἰᾶται· σὺν ὄξει δὲ κεφαλαλγίαν παύει.
- 3.22.10.1
Ἡ δὲ κόπρος αὐτῆς ποθεῖσα φύματα ἰᾶται. Μετὰ χολῆς δὲ αἰγείας μιχθεῖσα βάπτει τρίχας μελαίνας καὶ ἀλφοὺς [μελαίνας] ἰᾶται.
- 3.22.11.1
Χαραδριός, ὄρνεον βασιλικὸν προγνωστικόν· ἐὰν γάρ τις ἀρρωστῇ καὶ εἰσάξουν ἔμπροσθεν αὐτοῦ τὸ ὄρνεον καὶ ἀποστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ νοσοῦντος, ἀποθνήσκει· εἰ δὲ ἀτενίσει τῷ νοσοῦντι, αἴρει ἅπασαν νόσον καὶ ἀνίπταται εἰς τὸν ἥλιον καὶ ἀπορρίπτει τὴν νόσον, καὶ σώζεται καὶ ὁ ἀσθενῶν καὶ τὸ πτηνόν.
- 3.22.12.1
Τούτου ἡ καρδία καὶ ἡ κεφαλὴ φορουμένη ἄνοσον καὶ ἀβλαβῆ ἀπὸ παντὸς πάθους ποιεῖ τὸν φοροῦντα ἐπὶ παντὸς βίου αὐτοῦ.
- 3.22.13.1
Χήν ἐστι ζῶον ὄρνεον γνωστόν.
- 3.22.14.1
Ζώσης οὖν χηνὸς ἐάν τις ἀποκόψῃ τὴν γλῶσσαν ψαλίδι καὶ ἀποθῆται ἐν τῷ στήθει καθεύδοντος ἀνδρὸς ἡ γυναικός, ἐξομολογήσεται πάντα ὅσα ἔπραξεν.
- 3.22.15.1
Ὁ δὲ ἐγκέφαλος αὐτῆς σὺν τῷ ἰδίῳ στέατι καὶ μελιλώτῳ καὶ ἑψήματι ἑφθὸς προστεθεὶς ῥαγάδας καὶ αἱμορροΐδας καὶ πᾶσαν φλεγμονὴν δακτυλίου θεραπεύει. Σὺν δὲ ῥοδίνῳ 〈καὶ〉 στέατι καὶ ὀπτοῖς λεκίθοις ὤων λειωθεὶς πρὸς φλεγμονὴν μήτρας ποιεῖ. Μετὰ δὲ μυελοῦ ἐλαφείου πρὸς ῥαγάδας χειλῶν καὶ χείμετλα ἁρμόζει. Σὺν κρινίνῳ ἐλαίῳ δὲ ἐνιέμενος ἕλκει νεκρὰ ἔμβρυα. Πρὸς δὲ τὰς ἀφθὰς χρήσιμος, μετὰ χυλοῦ στρύχνων. Σὺν μέλιτι δὲ τὰ πεῖ γλῶσσαν ἰᾶται. Σὺν δὲ νάρδῳ ποιεῖ πρὸς τὰ ῥευματιζόμενα ὦτα καὶ χρόνια. Σὺν δὲ σταφίσιν ἀγρίαις λειωθεὶς ἄνθρακας καθαίρει.
- 3.22.16.1
Ἡ δὲ χολὴ αὐτοῦ, μάλιστα τοῦ ἀγρίου, μετὰ χυλοῦ πρασίου ἢ πολυγόνου πεσσῷ τεθεῖσα σύλληψιν ποιεῖ ἀνδράσι τε ἔντασιν.
- 3.22.17.1
Τὸ δὲ στέαρ χρήσιμον πεσσοῖς, ἀκόποις, μαλάγμασιν.
- 3.22.18.1
Ἡ δὲ κόπρος σὺν ὕδατι ποθεῖσα βῆχας παύει· ἡ δὲ τοῦ ἀγρίου χηνὸς κόπρος θυμιωμένη δαίμονας ἀπελαύνει καὶ ληθαργὸν ἰᾶται καὶ ὑστερικὴν πνιγάδα.
- 3.22.19.1
Ἡ δὲ χολὴ μετὰ χολῆς βοὸς καὶ χυλοῦ δάφνης κώφωσιν ἰᾶται.
- 3.22.20.1
Ὁ δὲ ζωμὸς αὐτοῦ ποθεὶς σὺν οἴνῳ βοηθεῖ τοῖς πίνουσιν οἶνον ἢ ἀκόνιτον ἢ δορύκνιον.
- 3.22.21.1
Τὰ δὲ σπλάγχνα τοῦ χηνὸς ὀπτὰ ἐσθιόμενα τὸ μὲν ἧπαρ ὠφελεῖ στομαχικούς, ἡ δὲ κοιλία κοιλιακούς, τὰ δὲ ἔντερα κωλικούς, ἡ δὲ καρδία καὶ ὁ πνεύμων φθισικοὺς ἰῶνται.
- 3.23.1.1
Ψιττακός ἐστι πτηνὸν ὡραῖον πράσινον. Πόδες δὲ αὐτοῦ καὶ στόμα πυρρόν. Εὑρίσκεται ἐν Θηβαΐδι τῆς Αἰγύπτου καὶ ἐν τῇ Ἰνδίᾳ. Ἰσχυρὸν στόμα ἔχει ὡς καὶ σίδηρα ἀνταναιρεῖ. Μιμεῖται δὲ καὶ ἀνθρώπους τὴν φωνὴν καὶ πᾶν ζῶον.
- 3.23.2.1
Τούτου τὸ στόμα φορούμενον δαίμονας ἀποδιώκει καὶ πᾶν ῥιγοπύρετον καὶ δύναται ὅσα καὶ ὁ χήν.
- 3.23.3.1
Ἐσθιόμενος δὲ ἰκτεριῶντας καὶ τοὺς φθισικοὺς καλῶς ἰᾶται.
- 3.23.4.1
Ψάρος, στρουθίον κατάστικτον πᾶσι γνωστὸν ὅπερ ἐσθίει κώνειον, ὡς ὄρτυξ τὸν ἐλλέβορον.
- 3.23.5.1
Τοῦτο ἐσθιόμενον βοηθεῖ πᾶσιν τοῖς δηλητήριον πεπωκόσι παντοῖον· ἐὰν δὲ καὶ προφάγῃ, οὐ μὴ ἀδικηθῇ, οὐδὲ μὴ βλαβῇ.
- 3.24.1.1
Ὠὰ ὀρνίθων νεαρὰ ἐπιχρισθέντα πυρικαύστους ἰᾶται.
- 3.24.2.1
Ὠὸν δὲ εὐθύτοκον περιαφθὲν ὠκυτόκιόν ἐστι· ἔστι δὲ πολύχρηστον καὶ ἀναγκαῖον τοῖς περὶ τοῖς ὀφθαλμοῖς πάθεσι.
- 3.24.3.1
Ὠῶν δὲ λέκιθος ὀπτὴ μετὰ μυρσίνης τὰ ἐξ ὑποδημάτων παρατρίμματα ἰᾶται, καὶ πᾶσαν φλεγμονὴν καὶ ῥευματισμὸν καταστέλλει. Χρήσιμον δὲ καὶ πεσσοῖς, καὶ τοῖς περὶ τὴν ἕδραν ὑστερῶν πάθεσι, καὶ πᾶσαν ὀδύνην ἰᾶται, μάλιστα δὲ φλεγμονὰς ἐρυσιπέλων καὶ φυμάτων. Ὠμὸν δὲ ῥοφούμενον στέλλει οὖν γυναικὸς καὶ ἀναγωγὰς αἱμάτων καὶ ἀρτηρίας λαμπρύνει. Ποιεῖ δὲ πρὸς φλεγμονὴν δακτυλίου καὶ ῥαγάδας καὶ πᾶσαν ὀδύνην ἄκρως.
- 3.24.4.1
Τὸ δὲ κέλυφος αὐτοῦ καυθὲν καὶ λειωθὲν ἐμφυσᾶται πρὸς αἱμορραγίας μυκτήρων· σμηχόμενον δὲ ὄδοντας λαμπρύνει.
- 3.24.5.1
Ὁ δὲ ὑμὴν πεποίηται πρὸς χείλη ἐρρωγότα καὶ τραχεῖαν γλῶσσαν. Ποιεῖ δὲ ἁρμοδίως πρὸς χρυσοποιίαν. Ὁμοίως δὲ καὶ τὰ τοῦ χηνός καὶ τοῦ ταῶνος.
- 3.24.6.1
Τὸ δὲ ὠὸν τῆς ἴβεως θηρία διώκει ὀπτόμενος.
- 3.24.7.1
Τὰ δὲ κορώνης ὠὰ χριόμενα τοῖς αἰδοίοις ἡδονικά ἐστι καὶ φίλτρον ποιεῖ. Ὁμοίως δὲ καὶ τὰ τῆς χελιδόνος καὶ μελαίνουσι τρίχας 〈καὶ〉 λευκώματα.
- 3.24.8.1
Τὰ δὲ τῆς περιστερᾶς ἐσθιόμενα ἔντασιν ποιοῦσιν.
- 3.24.9.1
Ὠὰ δὲ πέρδικος λεῖα σὺν μέλιτι ὠξυωπίαν παρέχουσι καὶ ὠκυτόκιά εἰσι.
- 3.24.10.1
Στρουθοκαμήλου ὠὸν ποδαγροὺς χριόμενον ὠφελεῖ.
- 3.24.11.1
Ὠὰ ἀράχνης ποθέντα, τρία ἐπὶ τριταίου καὶ τέσσαρα ἐπὶ τεταρταίου καὶ ἀμφημερινὸν καὶ πάντα κακὸν ἀποδιώκουσιν.
- 3.24.12.1
Ὠὰ δὲ ὀρνίθων ἄζυγα ὄνου οὔρῳ ἑψήσας δὸς φαγεῖν νεφριτικοῖς καὶ κωλικοῖς, καὶ ἰάσεις ὥστε θαυμάσαι.
- 3.24.13.1
Ὠὰ δὲ θαλασσίας χελώνης βρωθέντα σεληνιακοὺς θεραπεύουσιν. Τέλος τῆς τρίτης βίβλου κυρανίδος.
- 4.1.1.1
Ἀετός ἐστιν ἰχθὺς θαλάσσιος ἀλέπιδος, ὅμοιος ἱέρακι χρόᾳ, μελανώτερος δέ, παρεοικὼς κατὰ πάντα τρυγόνι δίχα τοῦ κέντρου.
- 4.1.2.1
Τούτου οὖν τοῦ ἰχθύος οἱ ἐν τῇ κεφαλῇ λίθοι περιαπτόμενοι τετραΐζοντας ἰῶνται.
- 4.1.3.1
Ἡ δὲ χολὴ χριομένη ὀξυωπίαν παρέχει.
- 4.1.4.1
Τὰ δὲ ὀστέα αὐτοῦ καιόμενα ἐπὶ ἀμπελίνων ξύλων δαίμονας διώκει.
- 4.1.5.1
Ἐσθιόμενος δὲ ὁ ἰχθὺς ἐπιληψίαν ἰᾶται.
- 4.1.6.1
Ἀνθίας, ἰχθὺς μέγιστος.
- 4.1.7.1
Τούτου ἡ χολὴ σὺν μέλιτι χριομένη ἐξανθήματα θεραπεύει καὶ ἀνθηρὸν τὸ πρόσωπον ποιεῖ.
- 4.1.8.1
Τὸ δὲ στέαρ αὐτοῦ σὺν κηρωτῇ ἐξωφάκας καὶ στεατώματα καὶ ἀποστήματα καὶ μασθοὺς καὶ χοιράδας καὶ δοθιῆνας ὠφελεῖ.
- 4.1.9.1
Λίθοι δὲ τῆς κεφαλῆς περιαπτόμενοι κεφαλαλγίας ἰῶνται καὶ ὅσα κεφαλῆς πάθη καὶ τραχήλου.
- 4.1.10.1
Ἀμία, ἰχθὺς τολμηρὸς καὶ τοὺς ἄλλους ἰχθῦς ἐπιτρέχων.
- 4.1.11.1
Τούτου οἱ ὄδοντες φορούμενοι, ὀδοντοφυεῖ τὰ παιδία.
- 4.1.12.1
Ἐσθιομένη δὲ δυσουρίαν παύει.
- 4.1.13.1
Οἱ δὲ ὄδοντες χωννύμενοι εἰς τὰς ῥίζας τῶν δένδρων ἢ εἰς ῥοδωνιᾶς ἄνθη πολλὰ φέρουσιν.
- 4.1.14.1
ACHARNI pisciculi sunt parvi: horum vis ventrem mollit, renibusque prodest.
- 4.1.14.2
* Ὀστακὸς ὀστρακόδερμός ἐστιν. Τούτου τὸ ὄστρακον κεκαυμένον καὶ λειωθὲν μετὰ χυλοῦ ὀρύζου καὶ διδόμενον κοιλιακοὺς ὠφελεῖ καὶ αἱμορραγίαν ἵστησι.
- 4.2.1.1
Βάτος (οἱ δὲ βατίς), ἀλέπιδον ὀψάριον. Ῥωμαῖοι τούπαιναν αὐτὴν καλοῦσιν.
- 4.2.2.1
Ἐσθιόμενον συνεχέστερον ἀφροδισίαν παρορμᾷ.
- 4.2.3.1
Βούγλωσσον θαλάσσιον τὸ λεγόμενον σκυθόπομα, ἐπιτεθὲν σπληνὶ καὶ φασκιωθὲν τήκει αὐτὸν φυσικῷ τρόπῳ. Δεῖ δὲ μετὰ τρεῖς ἡμέρας ὑπὸ καπνὸν αὐτὸ κρημνᾶν.
- 4.2.4.1
Βδελλῶν καυθεισῶν τὴν τέφραν ὄξει λειώσας καὶ ἐκτίλας τὰς ἐν βλεφάροις τρίχας ὑπόχριε, καὶ οὐκέτι φυήσονται...
- 4.2.5.1
Ἁρμόζουσι δὲ καὶ σπληνικοῖς, ὑδρωπικοῖς, ὄμμασι ῥευματιζομένοις, τῷ μετώπῳ ἐπιτεθεῖσαι.
- 4.2.6.1
Καπνιζόμεναι δὲ κόριδας ἀναιροῦσι.
- 4.2.7.1
Βδέλλας δὲ καταποθείσας ἐξάγουσι κόριδες ὑποθυμιώμεναι· ἀντιπαθοῦσι γὰρ ἀλλήλαις.
- 4.2.8.1
BLANIUS (forte leg. βλακείας) piscis est fluviatilis.
- 4.2.9.1
Hujus caput incensum el cum melle solutum et superlitum visus acutissimos praestat; fel quoque ejus idem facit.
- 4.2.10.1
ΒOBES, alii vero Bufeos dicunt pisces, sunt similes parvis cephalis. Hi esi renibus prosunt. Fel autem visum acuit. Spinae autem succensae et xerion factae ulcera sanant.
- 4.3.1.1
Γῆς ἔντερα ἐπιτεθέντα νευροτρόπους ἄκρως ἰᾶται.
- 4.3.2.1
Ποιοῦσι δὲ καὶ πρὸς ἀποστήματα μασθῶν, καὶ γαγγλίαν ἀναλύουσι σὺν μέλιτι λειωθέντα καὶ ἐπιτεθέντα καὶ σκορπτοπλήκτους ἰῶνται, καὶ νύγμα ζμυραίνης θαλασσίας.
- 4.3.3.1
Σὺν οἴνῳ δὲ λεῖα ποθέντα λαθραίως λίθους θρύπτουσι καὶ δυσουρίαν ἰῶνται· γάλα δὲ πολὺ ἄγει ταῖς θηλαζούσαις, ὡς εἴρηται ποθέντα· ὀδονταλγίαν δὲ ἐπιτεθέντα πάνυ θεραπεύουσι· σὺν ἐλαίῳ δὲ ἐψηθέντα μέχρι τακῶσι, τοῦ ἐλαίου ἐγχριο μένου ὠταλγίας ἰῶνται· καέντων δὲ τέφρα σὺν ὄξει λειωθεῖσα καὶ ἐπιχρισθεῖσα ἐρυσιπέλατα ἰᾶται.
- 4.3.4.1
Εἰς δὲ τὰ βρώματα τῶν μυλῶν ἐντιθέμενοι ἐξαιροῦσιν αὐτοὺς ἀνωδύνως, ὥστε ἀκολουθεῖν ἀπὸ τῆς ῥίζης τὴν μύλην τῇ χειρὶ ἐκριζωμένην· μετὰ δὲ κηρωτῆς γινόμενοι λεῖοι διὰ ὠῶν ἐπιτεθέντα ποδάγραν ἰῶνται.
- 4.3.5.1
Γόγγρος ἐστὶν ἰχθὺς θαλάσσιος μέγας ἐγχέλιδι ἐοικώς. Οὗτος ἑψηθεὶς σὺν ἐλαίῳ ἕως οὗ λυθῇ καὶ διηθουμένου τοῦ ἐλαίου καὶ κηρῷ ἐπιβαλλομένου, ἐὰν ἐπιπλάσσῃς τὴν κηρωτήν, γυναιξὶν ἐγκύοις οὐκ ἐᾷ ῥήγνυσθαι τὰς κοιλίας αὐτῶν. Ὠφελεῖ δὲ καὶ ἀρθρῖτιν καὶ ῥαγάδας ποδῶν.
- 4.3.6.1
Γλάνεος ἰχθύς ἐστι ποτάμιος καὶ λιμναῖος. Τοῦτου τὰ ὀστᾶ καιόμενα δαίμονας ἀποδιώκει.
- 4.3.7.1
Ἡ δὲ χολὴ ἐγχριομένη λευκώματα καθαίρει.
- 4.3.8.1
Τὸ δὲ ἧπαρ ἐσθιόμενον ἐπιληψίαν ἰᾶται.
- 4.3.9.1
Ὅλος δὲ ἰχθὺς εὐστόμαχος, κἂν αἰτιῶνται τοῦτόν τινες.
- 4.3.10.1
Γλαῦκος, ἰχθὺς ἐνάλιος μέγιστος. Οὗτος μετὰ λαχάνων ἢ μαράθρων ἑψηθεὶς καὶ ἐσθιόμενος γάλα πολὺ ποιεῖ γυναιξίν.
- 4.3.11.1
Οἱ δὲ ἐν κεφαλῇ λίθοι περιαπτόμενοι ὀφθαλμίαν ἰῶνται.
- 4.3.12.1
Ἡ δὲ χολὴ γλαυκοφθαλμίαν παιδίων μελαίνει, ὄμματα καὶ λευ κώματα ἰᾶται.
- 4.3.13.1
Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἀμφότεροι καὶ ὄρφου ὁμοίως καὶ θύννου καὶ ἀστέρος θαλασσίου καὶ χολὴ ὑαίνης συλλειόμενα, ἐὰν μίξῃς οἵου βούλει θηρίου στέαρ καὶ λύχνου καιομένου θυμιάσῃς, οἱ ὁρῶντες νομίσουσιν τὸ θηρίον ἐκεῖνο εἶναι οὗ τὸ στέαρ ἔμιξας. Ὁμοίως δὲ καὶ ὕδωρ θαλάσσιον μίξας, δόξουσιν θάλασσαν εἶναι, εἰ δὲ ἀπὸ ποταμοῦ, ποταμόν, εἰ δὲ ἀπὸ βροχῆς, βροχήν. Τὸν δὲ ἀστέρα ὁλόκληρον βάλε συνθλάσας.
- 4.4.1.1
Δελφὶς τὸ κητῶέν ἐστιν ἐνάλιον ζῶον. Πλῆθος δὲ ἐκβλίσκεται κατὰ τὸν Εὔξεινον Πόντον, ὅθεν τὸ δελφινέλαιον καὶ ἡ ἰχθυόκολλα γίνεται.
- 4.4.2.1
Τούτου ὁ ἀσκὸς φυσηθεὶς καὶ τιθεὶς πρὸς ἄρκτον ποιεῖ βορρᾶν φυσᾶν· εἰ δὲ τιθεὶς πρὸς μεσημβρίαν, νότον· ὁμοίως καὶ εἰς τοὺς ἄλλους ἀνέμους δρᾷ.
- 4.4.3.1
Οἱ δὲ ὄδοντες αὐτοῦ περιαπτόμενοι παισὶν ὀδοντοφυοῦσιν ἁρμόδιοι.
- 4.4.4.1
Ἡ δὲ κοιλία αὐτοῦ ξηρὰ λεία ποθεῖσα σπληνικοὺς ἰᾶται.
- 4.4.5.1
Δράκων ἰχθὺς θαλάσσιος ἰοβόλος λίαν· οὗτος ἀναπτυχθεὶς τὴν ἰδίαν πληγὴν θεραπεύει.
- 4.4.6.1
Τὸ δὲ κέντρον αὐτοῦ καὲν καὶ 〈ὄδοντι〉 ἐπιτεθὲν 〈με〉τὰ χυλοῦ ὀποῦ τιθυμάλλου ἐκριζοῖ αὐτόν.
- 4.4.7.1
Οἱ δὲ ἐν τῇ κεφαλῇ λίθοι ποθέντες λιθουρίαν θεραπεύουσιν.
- 4.4.8.1
Ἐὰν δὲ τεφρωθῇ καὶ ἐπιπασθέν, ἐκ τῆς πληγῆς αὐτοῦ ἕλκη μετὰ θείου θεραπεύει.
- 4.4.9.1
Τὸ δὲ κέντρον αὐτοῦ δένδρῳ πηχθὲν αὐτίκα ξηραίνει αὐτό.
- 4.5.1.1
Ἐγχέλυος τὸ ἧπαρ ὅλον σὺν τῇ χολῇ, ἐὰν λειώσας σὺν οἴνῳ δῴης πιεῖν λάθρα τινί, οὐδέποτε δυνήσεται πιεῖν οἶνον.
- 4.5.2.1
Αὕτη δὲ ἡ ἔγχελυς ἐν οἴνῳ πνιγεῖσα ἀμέθυσός ἐστιν, ἐὰν δῷς πιεῖν ἐν οἴνῳ ᾧ ἀπεπνίγη.
- 4.5.3.1
Ὀπτὴ δὲ ἐσθιομένη στομαχικοὺς καὶ δυσεντερικοὺς ἰᾶται.
- 4.5.4.1
ELOPS piscis est magnus, similis glauco. Hujus adeps et fel omnem caliginem oculorum curant. Jecur autem ejus esum et assum epaticos curat. In capite vero lapides ejus suspensi omnem cephalalgiam et hemicraniam 〈 sanant 〉.
- 4.5.5.1
Ἐχίνου θαλασσίου ἡ σὰρξ ἐσθιομένη κοιλίαν μαλάσσει καὶ νεφροὺς καὶ λιθουρίαν ἄκρως θεραπεύει σὺν κονδίτῳ λαμβανομένη.
- 4.5.6.1
Αὐτὸς δὲ ὁ ἐχῖνος καυθεὶς καὶ λειωθεὶς τὴς τέφρας καὶ σμηχομένη λέπραν ἰᾶται καὶ ἕλκη ὀφρύων ταχέως ἐπουλοῖ καὶ πᾶν ἕλκος ταχέως εἰς οὐλὴν ἄγει.
- 4.5.7.1
Ἀλωπεκίαν δὲ δασύνει μετὰ στέατος ἀρκτείου ἢ δελφινείου ἢ θείου ἀλειφόμενον.
- 4.5.8.1
Ἐχενηὶς ἰχθύς ἐστιν ἐνεργής. Οὗτος, ἐὰν κολλωθῇ πλοίῳ ἀρμενίζοντι φερομένῳ οὐρείᾳ, ἵστησιν αὐτό.
- 4.5.9.1
Λαβὼν οὖν ἐχενηίδα ζῶσαν βάλε αὐτὴν εἰς καπνέλαιον ἵνα πνιγῇ, καὶ ὅτε βούλει ἑψῆσαι, στάθμισον τὸ ὀψάριν· ἐὰν οὖν ἔχῃ λίτραν α′. βάλε καπνέλαιον ξέστην α′ καταλυθέντος τοῦ ἰχθύος, καὶ ἕψει μαλακῷ πυρί· καὶ ὅταν γνώσῃς ὅτι ἐλύθη τὸ ὀψάριον καὶ ἔστιν ὁ χυλὸς μετὰ ἐλαίου, διήθησον 〈καὶ 〉 πρόσμιγε βουτύρου πρωτείου γο γ′ εἰς τὸν χυλὸν τοῦ ὀψαρίου καὶ εἰς τὸν ξέστην, καὶ ὅταν ἑψηθῇ, ἀπόθου ἐν ὑελίνῳ ἄγγει, χρῶ δὲ ἀλείφων ἐκ τούτου πόδας, χεῖρας, ἄρθρα· ἐὰν γὰρ ὡς δέκα ἐτῶν ἐστιν τὸ πάθος τῆς ποδάγρας θεραπευθήσεται, κἂν ποδάγρα, κἂν χειράγρα ἐστίν, κἂν τε γονάγρα. Χρῶ δὲ ἐν κοίτῃ καὶ ἀπὸ λούτρου. Ἑψῶν πρόσεχε μὴ ὑπερζέσῃ τὸ καπνέλαιον, ἐπεὶ ἐμπρησμὸν ποῖει. Ἕψει οὖν αὐτὸ ἐν ὑπαίθρῳ καὶ οὐκ ἐν οἰκίᾳ τὸν σταθμὸν τὸν προειρημένον βαλών. Εἰ δὲ ἔχει ὁ ἰχθὺς λίτρας θ′ ἢ ζ′ ἢ ἐλαττότερον, βάλε καὶ καπνέλαιον τόσον, τὸ δὲ βούτυρον γο θ′. Τὸ δὲ καπνέλαιον νάφθα ἐστίν.
- 4.6.1.1
Ζμύραινά ἐστιν θηρίον θαλάσσιον καὶ κακουργὸν καὶ πονηρόν, ἀλέπιδον, ἔχον φολίδας μελαίνας ἐν τῇ ῥάχει καὶ ἐν τῇ δορᾷ, ἰοβόλον δὲ καὶ ὁρμητικὸν ἐπ’ ἀνθρώ πους. Ἐναντία ἐστὶν ἡ ζμύραινα τῷ ὀκτάποδι καὶ ἀναιρεῖ αὐτόν. Τὴν δὲ ζμύραιναν ἀναιρεῖ κάραβος, ὥστε ζμυραίνης καὶ καράβου ἄμφω ἑψημένων ἀφανίζεται ἡ ζμύραινα. Τὸν δὲ κάραβον πάλιν ἀναιρεῖ ὁ πολύπους.
← Previous · Next → — showing 901–1000 of 1,156
First Thousand Years of Greek. CTS URN tlg1482.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.