De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)
- Τ.101.1
Τιμωρεῖν καὶ Τιμωρεῖσθαι διαφέρει. Τιμωρεῖν μὲν γὰρ τὸ τοῖς ἀδικουμένοις βοηθεῖν· Τιμωρεῖσθαι δὲ τὸν ἀδικήσαντα. Τιμωρὸς Πατρόκλου Ἀχιλλεὺς, Τιμωρεῖται δὲ Ἕκτορα.
- Τ.102.1
Τοὔνεκα καὶ Οὕνεκα διαφέρει. τὸ μὲν γάρ ἐστι τούτον ἕνεκα· τὸ δὲ Οὕνεκα διότι.
- Τ.103.1
Τήθη καὶ Τηθὺς διαφέρει. Τήθη μὲν γάρ ἐστιν ἡ μάμμη· Τηθὺς, ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή.
- Τ.104.1
Τύραννοι καὶ Βασιλεῖς διαφέρουσιν. Τύραννοι μὲν γὰρ οἱ ἐξ ὠμότητος ἢ ἁρπαγῆς τὴν βασιλείαν δεξάμενοι· Βασι λεῖς δὲ, οἱ πατροπαραδοτ .....
- Υ.105.1
Ὑποψία Ὑφοράσεως διαφέρει. Ὑποψία μὲν γάρ ἐστι κακοῦ τινος ὑπόνοια· Ὑφόρασις δὲ, δόξα ἐπὶ τὸ χεῖρον ταχθεῖσα.
- Υ.106.1
Ὑπόσχεσις Ἐπαγγελίας διαφέρει. Ὑπισχνεῖται μὲν ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων· Ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν τι δυνάμενος ἢ βουλόμενος.
- Φ.107.1
Φλαῦρον καὶ Φαῦλον διαφέρει. Φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν καὶ κοῦφον κακόν· Φαῦλον δὲ, τὸ μέγα. ὡς καὶ ἐν ἄλλοις παρεδηλώσαμεν.
← Previous — showing 101–107 of 107
First Thousand Years of Greek. CTS URN tlg1416.tlg007.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.