Ancient Texts

← Library

Allegoriae (= Quaestiones Homericae)

First Thousand Years of Greek · First Thousand Years of Greek · 97 sections

  1. 1.1

    Μέγας ἀπ’ οὐρανοῦ καὶ χαλεπὸς ἀγὼν Ὁμήρῳ καταγγέλλεται περὶ τῆς εἰς τὸ θεῖον ὀλιγωρίας. Πάντως γὰρ ἠσέβησεν, εἰ μηδὲν ἠλληγόρησεν· ἱερόσυλοι δὲ μῦθος καὶ θεομάχου γέμοντες ἀπονοίας δι’ ἀμφοτέρων τῶν σωματίων μεμήνασιν. ὥστε εἴ τις ἄνευ φιλοσόφου θεωρίας, μηδενὸς αὐτοῖς ὑφεδρεύοντος ἀλληγορικοῦ τρόπου νομίζοι κατὰ ποιητικὴν παράδοσιν εἰρῆσθαι, Σαλμωνεὺς ἂν Ὅμηρος εἴη, καὶ Τάνταλος, ἀκόλαστον γλῶσσαν ἔχων, αἰσχίστην νόσον, ὥστε ἔμοιγε καὶ σφόδρα συμβέβηκε θαυμάζειν, πῶς ὁ δεισιδαίμων βίος, ὁ ναοῖς καὶ τεμένεσι καὶ ταῖς διὰ ἔτους ἑορταῖς προςτρεπόμενος, οὕτω τὴν ὁμηρικὴν ἀσέβειαν ἐνηγκάλισται φιλοστόργως τοὺς ἐναγεῖς λόγους διὰ στόματος ἄγων· εὐθὺς γὰρ ἐκ πρώτης ἡλικίας τὰ νήπια τῶν ἀρτιμαθῶν παίδων διδασκαλίᾳ παρ’ ἐκείνῳ τιτθεύεται, καὶ μονονοὺ ἐνεσπαργανωμένοις τοῖς ἔπεσιν αὐτοῦ καθαπερεὶ ποτίμῳ γάλακτι τὰς ψυχὰς ἐπάρδομεν. ἀρχομένῳ δ’ ἑκάστῳ συμπαρέστηκε, καὶ κατ’ ὀλίγον ἀπανδρουμένῳ ἐς τελείους συνακμάζει, καὶ κόρος οὐδὲ εἷς ἄχρε γήρως· ἀλλὰ πανσάμενοι διψῶμεν αὐτοῦ πάλιῳ· καὶ σχεδὸν. ἓν πέρας Ὁμήρῳ παρ’ ἀνθρώποις, ὃ καὶ τοῦ βίου.

  2. 2.1

    Δι’ ὧν σαφὲς οἶμαι καὶ πᾶσιν εὔδηλον, ὅτι οὐδεμία κηλὶς ἐναγῶν μύθων τοῖς ἔπεσιν ἐνεσπείρηται· καθαρὰν δὲ καὶ πάντως ἁγνεύουσαν λύμης ἰλιὰς πρώτη, καὶ μετὰ ταύτην ὀδύσσεια, σύμφωνον ἑκατέρα περὶ τῆς ἰδίας εὐσεβείας κέκραγε φωνήν· Οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. Νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν ἰσοφαρίζειν.

  3. 2.2

    Οἷος μὲν ἐν οὐρανῷ διὰ τῶν ἐπῶν καθιέρωται Ζεὺς ἀφανεῖ νεύματι σείων· ὡς δὲ Ποσειδῶνος ὁρμήσαντος αἰφνιδίως τρέμεν οὔρεα μακρὰ καὶ ὕλη. τὰ αὐτὰ δ’ ὅπερ Ἥρας ἄν τις εἴποι·

  4. 2.3

    Σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον. ὁμοίως δὲ Ἀθηνᾶν παρεστάναι· Θάμβησεν δ’ Ἀχιλεὺς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὅσσε φάανθεν. Οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα ἢ κατὰ Τηύγετον περιμήκετον, ἢ Ἑρύμανθον, Τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν. Ἃ μὲν γὰρ ἐξ ἴσου καὶ κατὰ κοινὸν ὑπὲρ ἁπάντων ἱεροπρεπῶς τεθεολόγηται, τί δεῖ καὶ λέγειν; — — μάκαρες θεοὶ αἰὲν ἐόντες, καὶ — — ἄφθιτα μήδε’ ἔχοντες· ἢ νὴ Δία, δωτῆρες ἐάων, καὶ ῥεῖα ζώοντες. Οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’ αἴθοπα οἶνον, Τοὒνεκ’ ἀναίμονές εἰσι, καὶ ἀθάνατοι καλέονται.

  5. 3.1

    Τίς δ’ ἐπὶ τούτοις Ὅμηρον ἀσεβῆ λέγειν τολμᾷ; Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων. ’Ηέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, Καὶ ποταμοὶ, καὶ γαῖα, καὶ οἱ ὑπένερθε καμόντας Ἀνθρώπους τίνυσθον, ὅ τις κ’ ἐπίορκον ὀμόσσῃ· Ὑμεῖς μάρτυροι ἐστὲ τῆς Ὁμήρου θεοσεβείας, ὅτι πάθεσιν ἐξαιρέτοις ἅπαν νεωκορεῖ τὸ δαιμόνιον, ἐπεὶ καὶ αὐτός ἐστι θεῖος, εἰ δ’ ἀμαθεῖς τινες ἄνθρωποι τὴν ὁμηρικὴν ἀλληγορίαν ἀγνοοῦσιν, οὐδ’ εἰς τὰ μύχια τῆς ἐκείνου σοφίας καταβεβήκασιν, ἀλλ’ ἀβασάνιστος αὐτοῖς ἡ τῆς ἀληθείας κρίσις ἔρριπται, καὶ τὸ φιλοσόφως ῥηθὲν οὐκ εἰδότες, ὃ μυθικῶς δοκεῖ πλάσαι, προςαρμόζουσιν, οὗτοι μὲν ἐρρέτωσαν. Ἡμεῖς δ’, οἳ τῶν ἀβεβήλων ἐντὸς περιρραντηρίων ἡγνίσμεθα, σεμνὴν ὑπὸ νόμῳ τῶν ποιημάτων τὴν ἀλήθειαν ἰχνεύωμεν.

  6. 4.1

    Ἐρρίφθω δὲ καὶ Πλάτων ὁ κόλαξ, Ὁμήρου συκοφάντης, ἔνδοξον ἀπὸ τῆς ἰδίας πολιτείας τὸν φυγάδα προπέμπων, λευκοῖς ἐρίοις ἀνεστεμμένον, καὶ πολυτελεῖ μύρῳ τὴν κεφαλὴν διάβροχον. οὐδ’ Ἐπικούρου φροντὶς ἡμῖν, ὃς τῆς ἀσέμνου περὶ τοὺς ἰδίους κήπους ἡδονῆς γεωργός ἐστιν, ἅπασαν ὁμοῦ ποιητικὴν, ὥσπερ ολέθριον μύθων δέλεαρ ἀφοσιούμενος. πρὸς οὓς μέγα δή τι στενάξας εἴποιμ’ ἄν· Ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται Καὶ τὸ πικρότατον, ἀρχὴν ἑκάτεροι τῶν παρ’ ἑαυτοῖς δογμάτων ἔχοντες Ὅμηρον, ἀφ’ οὗ τὰ πλεῖστα τῆς ἐπιστήμης ὠφέληνται, περὶ τοῦτον ἀχαρίστως εἰσιν ἀσεβεῖς. ἀλλ’ ὑπὲρ μὲν Ἐπικούρου καὶ Πλάτωνος αὖθις ἐξέσται λέγειν.

  7. 5.1

    Νυνὶ δ’ ἀναγκαῖον ἴσως μικρὰ καὶ σύντομα περὶ τῆς ἀλληγορίας τεχνολογῆσαι. σχεδὸν γὰρ αὐτὸ τοὔνομα, καὶ λίαν ἐτύμως εἰρημένον, ἐλέγχει τὴν δύναμιν αὐτῆς. Ὁ γὰρ ἄλλα μὲν ἀγορεύων τρόπος, ἕτερα δὲ, ὧν λέγει, σημαίνων, ἐπωνύμως ἀλληγορία καλεῖται· καθάπερ Ἀρχίλοχος μὲν ἐν τοῖς Θρᾳκικοῖς ἀπειλημμένος δεινοῖς τὸν πόλεμον εἰκάζει θαλαττίῳ κλύδωνι, λέγων ὧδέ πως· Γλαῦκ’ ὅρα, βάθυς γὰρ ἤδη κύμασιν ταράσσεται ποντος, ἀμφὶ δ’ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος, σῆμα χειμῶνος· κιχάνει δ’ ἐξ ἀελπτίης φόβος.

  8. 5.2

    Ἐν ἱκανοῖς δὲ καὶ τὸν Μυτιληναῖον μελοποιὸν εὑρήσομεν ἀλληγοροῦντα. τὰς γὰρ τυραννικὰς ταραχὰς ἐξίσου χειμερίῳ προςεικάζει καταστήματι θαλάσσης Ἀσυνέτημι τῶν ἀνέμων στάσιν· τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται, τὸ δ’ ἔνθεν· ἄμμες δ’ ὀν τὸ μέσσον νᾶι φορήμεθα σὺν μελαίνᾳ χειμῶνι μοχθεῦντες μεγάλῳ μάλα. πὲρ μὲν γὰρ ἄντλος ἰσοπέδαν ἔχει, λαῖφος δὲ πὰν ζάδηλον ἤδη καὶ λάκιδες μεγάλαι κατ’ αὖτο. Χόλαισι δ’ ἄγκυραι. Τίς οὐκ ἂν εὐθὺς ἐκ τῆς προτρεχούσης περὶ τὸν πόντον εἰκασίας, ἀνδρῶν πλωϊζομένων θαλάττιον εἶναι νομίσειε φόβον; ἀλλ’ οὐχ οὕτως ἔχει. Μύρσιλος γὰρ ὁ δηλούμενός ἐστι, καὶ τυραννικὴ κατὰ Μυτιληναίων ἐγειρομένη σύστασις. ὁμοίως δὲ τὰ ὑπὸ τούτου αἰνιττόμενος ἑτέρωθί που λέγει· Τὸ δ’ ηὖτε κῦμα τῶν προτέρων ὄνω στείχει, παρέξει δ’ ἄμμι πόνον πολὺν ἄντλην, ἐπεί κα νᾶος ἔμβᾳ. κατακόρως ἐν ταῖς ἀλληγορίαις ὁ νησιώτης θαλασσεύει, καὶ τὰ πλεῖστα τῶν διὰ τοὺς τυράννους ἐπεχόντων κακῶν πελαγίοις χειμῶσιν εἰκάζει. Καὶ μὴν ὁ Τήιος Ἀνακρέων ἑταιρικὸν φρόνημα καὶ σοβαρᾶς γυναικὸς ὑπερηφανίαν ὀνειδίζων, τὸν ἐν αὐτῇ σκιρτῶντα νοῦν ὡς ἵππον ἠλληγόρησεν, οὕτω λέγων· Πῶλε Θρῃκίη, τί δή με λοξὸν ὄμμασιν βλέπουσα νηλεῶς φεύγεις, δοκέεις δέ μ’ οὐδὲν εἰδέναι σοφόν; ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι, ἡνίας δ’ ἔχων στρέφοιμ’ ἄν σ’ ἀμφὶ τέρματα δρόμου. νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις· δεξιὸν γὰρ ἱπποσείρην οὐκ ἔχεις ἐπεμβάτην.

  9. 5.3

    Καθόλου μακρὸς ἂν εἴην ἐπεξιὼν ἕκαστα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἠλληγορημένων. ἀπόχρη ὀλίγαις εἰκόσι τὴν ὅλην τοῦ πράγματος τεκμηριώσασθαι φύσιν. Ἀλλ’ οὐκ αὐτὸς Ὅμηρος ἀμφιβόλοις, ἔσθ’ ὅτε καὶ ζητουμέναις ἔτι ταῖς ἀλληγορίαις εὑρίσκεται χρώμενος, ἐναργῆ τὸν τρόπον ἡμῖν τῆς ἑρμηνείας παραδεδωκὼς τοῦτον, ἐν οἷς Ὀδυσσεὺς, τὰ πολέμου καὶ μάχης κακὰ διεξιὼν, φησίν; Ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, Ἀμητὸς δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς. Τὸ μὲν γὰρ λεγόμενόν ἐστι γεωργία, τὸ δὲ νοούμενον μάχη· πλὴν ὅμως δι’ ἐναντίων ἀλλήλοις πραγμάτων τὸ δηλούμενον ἐπεῖπεν.

  10. 6.1

    Ὁπότ’ οὖν συνήθης μὲν ἅπασι τοῖς ἄλλοις ὁ τῆς ἀλληγορίας τρόπος, ἠγνόηται δὲ οὐδὲ παρ’ Ὁμήρῳ, τί παθόντες, ὅσα φαύλως ἔχειν δοκεῖ περὶ θεῶν, οὐ διὰ τῆς αὐτῆς ἀπολογίας θεραπεύσομεν; τάξις δέ μοι γενήσεται τῶν λόγων ἡ τῶν ὁμηρικῶν ἐπῶν τάξις, ἐν ἑκάστῃ ῥαψῳδίᾳ διὰ λεπτῆς ἐπιστήμης δεικνύντι τὰ περὶ θεῶν ἠλληγορημένα. Ὁ τοίνυν μιαρὸς ἀεὶ καὶ βάσκανος φθόνος οὐδὲ τῆς πρώτης ἐν ἀρχῇ πέφεισται. πολὺς γὰρ αὐτῷ θρυλεῖται περὶ τῆς Ἀπόλλωνος ὀργῆς λόγος, ὅτι τοὺς οὐδὲν αἰτίους Ἕλληνας οἱ μάτην ἀφεθέντες ὀϊστοὶ παρανάλωσαν, καὶ οὕτως ἄδικός ἐστιν ἡ τούτου μῆνις, ὥςθ’ ὁ μὲν ὑβρίσας Χρύσην Ἀγαμέμνων οὐδὲν ἐξαίρετον ἔπαθεν, ὀφείλων, εἴπερ ἠδίκει, κολασθῆναι· οἱ δ’ ἐπιβοήσαντες, αἰδεῖσθαι θ’ ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα τῆς ἀγνωμοσύνης τοῦ μὴ πεπεισμένου γεγόνασι παρανάλωμα. Πλὴν ἔγωγε τὴν ὑπολελημμένην ἐν τοῖς ἔπεσιν ἀλήθειαν ἀκριβῶς διαθρήσας, οὐκ Ἀπόλλωνος ὀργὴν οἶμαι ταῦτα, λοιμικῆς δὲ νόσου κακὸν, οὐ θεόπεμπτον, ἀλλ’ αὐτόματον φθορὰν, συστᾶσαν τότε καὶ πολλαχῇ, ὥστε καὶ μέχρι τῶν δεῦρο χρόνων ἐκνέμεσθαι τὸν ἀνθρώπινον βίον. ὅτι μὲν τοίνυν ὁ αὐτὸς Ἀπόλλων ἡλίῳ, καὶ θεὸς εἷς δυσὶν ὀνόμασι κοσμεῖται, σαφὲς ἡμῖν ἔκ τε τῶν μυστικῶν λόγων, οὓς αἱ ἀπόρρητοι τελεταὶ θεολογοῦσι, καὶ τὸ δημῶδες ἄνω καὶ κάτω θρυλούμενον· ἥλιος Ἀπόλλων, ὁ δέ γ’ Ἀπόλλων ἥλιος.

  11. 7.1

    Ἠκρίβωται δ’ ἡ περὶ τούτων ἀπόδειξις καὶ Ἀπολλοδώρῳ, περὶ πᾶσαν ἱστορίαν ἀνδρὶ δεινῷ· τοῦτ’ ἔγωγε τὴν ἐπὶ πλέον ἐξεργασίαν καὶ ἀκαίρου λόγου περιττὸν ὑπερθήσομαι μῆκος· ἐκεῖνο δὲ, ὃ ἐκ τῆς ἡμετέρας εἰκασίας ἀναγκαῖον εἰπεῖν, οὐ παρήσω, δεικνὺς, ὅτι καὶ καθ’ Ὅμηρον αὑτός ἐστιν Ἀπόλλων καὶ ἥλιος. τοῦτο δὲ, εἰ λεπτῶς ἐθέλει σκοπεῖν τις, ἐξ ἁπάντων εὑρήσει τῶν ἐπιθέτων γνώριμον ὄν. Ἀμελεὶ Φοῖβον αὐτὸν εἴωθε συνεχῶς ὀνομάζειν, οὐ μὰ Δία οὐκ ἀπὸ Φοίβης, ἣν Λητοῦς φασὶν εἶναι μητέρα· σύνηθες γὰρ Ὁμήρῳ τοῖς πατρόθεν ἐπιθέτοις χρῆσθαι, τὰ δ’ ἐκ μητέρων οὐκ ἂν εὕροι τις ὅλως παρ’ αὐτῷ. Φοῖβον οὖν, ἀπὸ τῶν ἀκτίνων λαμπρῶν αὐτὸν ὀνομάζει, τὸ μόνον ἡλίῳ προςῆκον ἐξ ἴσου κοινώσας Ἀπόλλωνι. Καὶ μὴν οὐδ’ ἑκάεργον εἰκός ἐστιν Ἑκαέργης ὁμώνυμον εἶναι, τῆς ἐξ Ὑπερβορέων πρῶτον ἀπαρχὰς ἐπὶ Δῆλον ἐνεγκούσης, ἀλλ’ ἔστιν ἐτύμως ἑκάεργος, ὁ τὰ ἕκαθεν ἐργαζόμενος, τουτέστιν ὁ ἥλιος, ὁ πόρρωθεν ἀφεστὼς τῆς ἡμετέρας γῆς, ὡρῶν ἐπετείων γεωργὸς εὐκαίρως ἐφίσταται, πνίγῃ χειμῶσιν ἀντιμετρῶν, καὶ πλωτοῦ ἀρότου τε, καὶ σπορᾶς ἀμητοῦ τε, καὶ τῶν κατὰ γεωργίαν ἔργων αἴτιος ἀνθρώποις γενόμενος. Λυκηγενῆ δὲ προςηγόρευσεν αὐτὸν, οὐχ ὡς ἐν Λυκίᾳ γεγενημένον. ἔξω γὰρ τῆς Ὁμηρικῆς ἀναγνώσεως οὗτρς ὁ νεώτερος μῦθος· ἀλλ’ ὥσπερ, οἶμαι, τὴν ἡμέραν ἠριγένειαν ὀνομάζει, τὴν τὸ ἦρ γεννῶσαν, ὅπερ ἐστὶν ὄρθρον, οὕτω λυκηγενῆ προςηγόρευσε τὸν ἥλιον, ἐπειδὴ τοῦ κατὰ τὴ ὄρθριον ὥραν λυκαυγοῦς αὐτός ἐστιν αἴτιος, ἠ ὅτι τὸν λυκάβαντα γεννᾷ, τουτέστι τὸν ἐνιαυτόν· ὅρος γὰρ ἐτησίου χρόνου διαδραμὼν ἥλιος ἐν μέρει τὰ δώδεκα ζώδια. Καὶ μὴν χρυσάορον αὐτὸν ὠνόμασεν, οὐχ ὡς ὑπεζωσμένον χρυσοῦν ξίφος· ἀνοίκειον γὰρ Ἀπόλλωνι τὸ ὅπλον τοῦτο· τοξότης γὰρ ὁ θεός· ἀλλ’ ἐπειδήπερ ἐξ ἀνατολῶν χρυσῷ μάλιστα τὸ φέγγος ὁραθὲν ἔοικεν, εὑρέθη πρέπον ἐπίθετον τῷ ἡλίῳ διὰ τὰς ἀκτῖνας τὸ χρυσάωρ. Ὅθεν, οἶμαι, κἀν τῇ θεομαχίᾳ Ποσειδῶνι ἵσταται διαμιλλώμενος. αἰεὶ γὰρ ἄσπειστος ἔχθρα πυρὶ καὶ ὕδατι, τῶν δύο στοιχείων ἐναντίαν πρὸς ἄλληλα φύσιν ἀποκεκληρωμένων· διὰ τοῦθ’ ὁ Ποσειδῶν, ὑγρά τις ὕλη, καὶ παρὰ τὴν πόσιν οὕτως ὠνομασμένος, ἐξ ἀντιπάλου μάχεται ταῖς διαπύροις ἀκτῖσι τοῦ ἡλίου. πρὸς γὰρ Ἀπόλλωνα ποίαν Ποσειδῶν ἔχει πρόφασιν ἐξαίρετον ἀπεχθείας;

  12. 8.1

    Ταῦτα τοίνυν εἰρήσεται, ἀνθ’ ὅτου ποτὲ τὸν αὐτόν ἀπεφηνάμην ἥλιον Ἀπόλλωνι. καὶ τί πειρώμενος κατασκευάζειν; ὅτι αἱ λοιμικαὶ νόσοι τὴν μεγίστην ἔχουσι τῆς φθορᾶς πρόφασιν τὸν ἥλιον· ὅταν μὲν γὰρ ἡ θέρειος αὐγὴ, μαλακὴ καὶ πραεῖα, δι’ εὐκράτου τῆς ἀλέας ἡσυχῆ διαθάλπηται, σωτήριον ἀνθρώποις ἐπιμειδιᾷ φέγγος· αὐχμηρὰ δὲ καὶ διάπυρος ἐκκαεῖσα, νοσεροὺς ἀπὸ γῆς ἀτμοὺς ἐφέλκεται, κάμνοντα δὲ τὰ σώματα καὶ διὰ τὴν ἀήθη τοῦ περιέχοντος τροπὴν νοσοῦντα, λοιμικοῖς πάθεσιν ἀναλοῦται. τῶν δ’ ὀξέων συμφορῶν αἴτιον Ὅμηρος ὑπεστήσατο τὸν Ἀπόλλωνα, διαρρήδην τοῖς αἰφνιδίοις θανάτοις ἐπιγράφων τὸν θεόν. φησὶ γάρ· Ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν. Ἐπειδήπερ οὖν ἕνα μὲν καὶ τὸν αὐτὸν ὑφίσταται τῷ Ἀπόλλωνι τὸν ἥλιον, ἐκ δὲ τοῦ λίου τὰ τοιαῦτα τῶν παθημάτων συνίσταται, φυσικῶς ἐπέστησε τῷ λοιμῷ τὸν Ἀπόλλωνα καὶ ὅτι, καθ’ ὃν καιρὸν συνέβαινε τοὺς Ἕλληνας ἐν τῷ λοιμῷ νοσεῖν, θέρειος ἦν ὁ καιρὸς, ἤδη πειράσομαι διδάσκειν· ὥστε οὐκ ὀργὴν Ἀπόλλωνος, ἀλλ’ αὐτόματον φθορὰν ἀέρος εἶναι τὸ συμβεβηκός. Αὐτίκα τῶν ἡμερῶν τὸ μῆκος εἰς πλείστην ἀμετρίαν ἐκτεινόμενον, ἐλέγχει τὴν ἀκμὴν τοῦ θέρους· ὅτε τ’ ἤματα μακρὰ πέλονται. μία γὰρ ἀπὸ τῆς Ἀγαμέμνονος ἀριστείας ἐπὶ τὴν Ἀχιλλέως ἄνοπλον ἔξοδον ἡμέρα παρατείνεται, καὶ τὸ μεῖζον, οὐδ’ ὁλόκληρος· Ἡέλιον δ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη Πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι. χρεωκοπήσασα τῶν ὑπολειπομένων ὡρῶν οὐκ ὀλίγον, οἶμαι, μέρος.

  13. 9.1

    Αἱ δὲ μεταξὺ πράξεις εἰς ὀκτὼ ῥαψῳδίας μερίζονται. Καὶ πρώτη μὲν ἡ ἐν πεδιάδι· μάχη, πολλὰς ἀνδραγαθίας ἑκατέρων ἐμπεριέχουσα· μετ’ αὐτὴν δὲ ἡ παρὰ τοῖς ἑλληνικοῖς τείχεσι· καὶ τρίτην προστίθημι τὴν ἐπὶ ναυσὶ μάχην ἄχρι τῆς ἀναιρέσεως. Πατρόκλου, καὶ τῆς δι’ ἐκεῖνον Ἀχιλλέως ἐξόδου· πλὴν ὅμως τὸν ἀριθμὸν, οὕτω πολὺν ὂντα, τῶν ἔργων οὐκ ἄπιστον ἡ θέρειος ὥρα πεποίηκεν, αἵ τε νύκτες ἥκιστα χειμέριοι. Πῶς γὰρ ἂν κρύους Ἕκτωρ ἐτόλμησε ταῖς Ἀχαϊκαῖς ἐπινυκτερεῦσαι ναυσίν; Οὐδ’ ἂν αὐλῶν συρίγγων τ’ ἐνοπὴ διὰ τοῦ βαρβαρικοῦ στρατοῦ ἐπαννυχίζετο. στιβὰς γὰρ ἀλεεινὴ καὶ στρατόπεδα τοῖς πολεμοῦσι χειμῶνος εὐτρεπίζεται, τῶν δὲ ὑπαίθρων ἀγώνων ἐκτός εἰσιν. ὥστ’ οὐκ ἂν Ἕκτωρ, τὴν πόλιν ἐκλιπὼν, ἐν ᾗ μετ’ ἀσφαλείας διέτριβεν, ἐλθὼν ἂν ἐπὶ τῇ θαλάττῃ γυμνὰ τὰ στρατεύματα καθίδρυσεν Πῶς δὲ τῶν κατὰ συμμαχίαν ἐληλυθότων ἕκαστος οὕτω ῥιψοκίνδυνος ἂν ἦν ὡς παρ’ ὥραν ἐφεδρεύειν τοῖς πολεμίοις, καὶ μάλιστα τῆς Ἴδης ὑπερκειμένης ὄρους δυςχειμέρου, καὶ ῥεῖθρα ποταμῶν ἄπειρα πηγαζούσης. ἐκρήγνυται γὰρ ἀπὸ τῶν κατὰ μέρη λαγόνων Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος Καὶ Σιμόεις. οἳ καὶ δίχα τῶν ἀπ’ οὐρανοῦ φερομένων ὑετῶν ἱκανοὶ τὸ πεδίον ἦσαν ἐκλιμνάσαι. Φέρε δ’ οὖν. ὑπ’ ἀναισθησίας τοὺς βαρβάρους τὸ ἀσύμφορον ἑλέσθαι ποιεῖν· ἀντὶ τίνος δ’ οἱ πάντας φρονήσει διαφέροντες Ἕλληνες ἐπιλεξάμενοι τοὺς ἀρίστους ἐπὶ τὴν κατασκοπὴν νύκτωρ ἀποπέμπουσι ἵν’ ἐκ τοῦ κατορθῶσαι. τί τηλικοῦτον ὠφεληθῶσιν, ὁπόσῃ βλάβη διαμαρτόντων ἀπήντα; νιφετὸς γὰρ εἶς, καὶ χειμερίων ὑδάτων ἐπομβρία ῥᾳδίως ἂν ἀμφοτέρους κατέκλυσεν· ἐγὼ μὲν γὰρ αὐτὴν νομίζω τὴν ἀπὸ τῆς πόλεως ἔξοδον ἐπὶ τὴν μάχην, οὐκ ἄλλου τινὸς εἶναι καιροῦ σημεῖον, ἢ θέρους. ἅπας γὰρ ἀναπαύεται πόλεμος ἐν χειμῶνι, καὶ τὴν πρὸς ἀλλήλους ἐκεχειρίαν ἄγουσιν, οὔθ’ ὅπλα δυνάμενοι βαστάζειν, οὔτε τὰς πολεμικὰς ὑπηρεσίας φέρειν. πῶς γὰρ ἢ διῶξαι ῥᾴδιον, ἢ φυγεῖν; πῶς δ’ ἂν αἱ χεῖρες εὔστοχα βάλλοιεν, ὑπὸ τοῦ κρύους δεδεμέναι; θέρει δ’ ἐν τῷ μεσαιτάτῳ τὰ πλήθη τέτραπται πρὸς τὴν μάχην, καὶ κοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ἀπ’ οὐδεμιᾶς εἰκασίας, ἀλλ’ ἐναργῶς σκεπτέον.

  14. 10.1

    Μετὰ γὰρ τὴν στρατηγικὴν Ἀγαμέμνονος διάπειραν, ἐξαναστάντες οἱ Ἕλληνες ἐπὶ τὰς ναῦς κατατρέχουσιν, ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν. οὐ δήπου, κατὰ πρῷραν ἐστηκότων τῶν ἀνέμων, οὐδ’ ἀπειλούσης τῆς θαλάττης· τίς γὰρ ἂν ἦν κυβερνήτης ἐπὶ πρόδηλον οὕτω κίνδυνον ἐξιοῦσιν, ἄλλως τε μηδ’ ὀλίγην περαιοῦσθαι μέλλουσιν αὐτοῖς θάλατταν; οὐ γάρ εἰς Τένεδον ἀπῆρον, οὐδ’ ἐπὶ Λέσβου καὶ Χίου παρευτρεπίζοντο τὸν πλοῦν· ἡ δ’ Ἑλλὰς ἀπῴκιστο πόρρω, καὶ τὸ πέλαγος ἦν χαλεπὸν, ὃ καὶ θέρους ποτέ πλέοντες ἐσφάλησαν. ἔτι τοίνυν φερομένων ἀπὸ τῆς ἐκκλησίας αὐτῶν ἐγείρεται δαψιλὴς κόνις· τοὶ δ’ ἀλαλητῶ Νῆας· ἒπ’ ἐσσεύοντο, ποδῶν δ’ ὑπένερθε κονίη Ἳστατ’ ἀειρομένη. τίνι τρόπῳ τῆς γῆς ἔτι διάβροχον ἐχούσης τοὔδαφος; ἔν τε ταῖς ἐφεξῆς παρατάξεσιν εἴωθε συνεχῶς λέγειν, Λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι’ αὐτῶν Οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων. Τί δ’ ἐπὶ τοῦ τετρωμένον Σαρπηδόνος; οὐ ῥιπὴ βόρειος Ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν, ἀναψύξεως δεομένου τοῦ σώματος ἐν ἀέρι διαπύρῳ. καὶ πάλιν ἑτέρωθί που, Δίψῃ καρχαλέοι, κεκονιμένοι ἐκ πεδίοιο, Καὶ Ἱδρῶ ἀπεψύχοντο, πίον τ’, ἀκέοντό τε δίψαν. ἅπερ ἐν χειμῶνι μὲν ἀμήχανα συμβῆναί τινι, θέρους δὲ μαχομένοις ἦν ἀλεξήματα. τί δεῖ τὰ πολλὰ μηκύνειν; σχεδὸν γὰρ ἀπόχρη, κἂν εἴ τι τῶν εἰρημένων ἓν ἀπεδείξαμεν, ἐκφῆναι τοῦ ἔτους τὸν καιρόν Καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, Καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον.

  15. 11.1

    Εἰ δὲ θέρος μὲν ὡμολόγηται κατ’ ἐκεῖνον εἶναι τὸν χρόνον, αἱ δὲ νόσοι· περὶ τὴν θέρειον ὥραν συνίστανται, τῶν δὲ λοιμικῶν παθημάπων προστάτης Ἀπόλλων, τί λοιπὸν, ἠ δοκεῖν τὸ συμβεβηκὸς οὐ θεοῦ μῆνιν, ἀλλὰ συντυχίαν ἀέρος γενέσθαι; σφόδρα γοῦν πιθανῶς Ἡρόδικος ἀποφαίνεται, μὴ δι’ ὅλην τὴν δεκαετίαν ἐν Ἰλίῳ μεμενηκέναι τοὺς Ἕλληνας, ἀλλ’ ἐπὶ τέλει τοῦ καθειμαρμένου χρόνου τῆς ἁλώσεως ἀνεληλυθέναι. Καὶ γὰρ ἦν ἄλογον εἰδότας ἐξ ὧν προεῖπεν ὁ Κάλχας, ὅτι τῷ, δεκάτῳ πόλιν αἱρήσουσιν εὐρυάγυιαν, ἐπ’ ουδενὶ χρησίμῳ τοσούτων ἐτῶν ἀργίαν ἀναλίσκειν, ἀλλ’ εἰκὸς ἐν τοῖς μεταξὺ καιροῖς περιπλέοντας ἄνω καὶ κάτω τὴν Ἀσίαν, ἅμα τάς τε πολεμιστηρίους ἀσκήσεις ὑπογυμνάζειν, καὶ λαφύρων τὸ στρατόπεδον ἐμπιμπλάναι; τοῦ δεκάτου δ’ ἐνστάντος ἔτους, ἐν ᾧ πεπρωμένον ἦν τὸ τῆς ἁλώσεως τέλος, ἀθρόους καταχθῆναι. κοῖλα δ’ αὐτοὺς τενάγη καὶ τόπος ἑλώδης ἐξεδέχετο. Καὶ διὰ τοῦτο θέρους ἡ λοιμικὴ νόσος ἐγκάτέσκηψε.

  16. 12.1

    Νῦν τοίνυν καὶ τὰ κατὰ μέρος εἰρημένα περὶ τῆς νό· σου διασκεψώμεθα. σχεδὸν γὰρ ἅπαντα συνᾴδει τοῖς ὑφ’ ἡμῶν λεγομένοις. καὶ πρῶτόν γε φυσικὴν ὑπεστήσατο τὴν φερομένην ἀπὸ τῶν ὀιστῶν φωνήν. οὐ μὰ Δί’, οὐ μυθικῶς βέλη φθεγγόμενα τερατευόμενος, ἀλλὰ φιλόσοφός ἐστι θεωρία ἐν τῷ στίχῳ τῷ· Ἔκλαγξαν δ’ ἄρ’ ὀιστοὶ ἐπ’ ὤμων χωομένοιο Αὐτοῦ κινηθέντος. εἰσὶ γὰρ, εἰσί τινες οὐράνιοι μεθ’ ἁρμονίας ἐμμελοῦς ἦχοι, κατὰ τὴν ἀίδιον φορὰν ἀποψαλλόμενοι, μάλιστα δὲ τῆς ἡλιακῆς περιόδου συντόνως φερομένης. οὐ γὰρ δήπου, εἰ ῥάβδῳ μὲν ὑγρᾷ πλήξας τις εἰκῇ τὸν ἀέρα, καὶ λίθον ἀπὸ σφενδόνης ἀφεὶς, ῥοίζους ἀποτελεῖ καὶ συριγμὸν οὕτω βαρύφθογγον, τηλικούτων σωμάτων ἡ κυκλοπόρος βία ἀπ’ ἀνατολῆς εἰς δύσιν ἁρματηλατουμένη μεθ’ ἡσυχίας τὸν σφοδρὸν ὁδοιπορεῖ δρόμον. τούτους δὲ τοὺς διηνεκῶς ἐν οὐρανῷ τελουμένους φθόγγους ἀγνοοῦμεν, ἢ διὰ τὴν ἀπὸ πρώτης γονῆς συνήθειαν ἐνδελεχῶς ἐνοικοῦσαν ἡμῖν, ἢ διὰ τὴν ἄμετρον ὑπερβολὴν τοῦ διαστήματος, ἐκλυομένου τοῦ ψόφου τῷ διείργοντι μέτρῳ. Καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ὁ φυγαδεύων Ὅμηρον ἐκ τῆς ἰδίας πολιτείας συγκαταινεῖ Πλάτων, οὕτω λέγων· Ἐπὶ δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφ’ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην, φωνὴν μίαν ἱεῖσαν ἀνάτονον. ἐκ πασῶν δ’ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν ξυμφωνεῖν. Ὁμοίως δὲ καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος ἐπεξελθὼν ὅπως κατὰ τάξιν οἱ πλάνητες ἀστέρες ὁδεύουσιν, ἐπάγει περὶ τῶν ἑκάστου φθόγγων· Πάντες δ’ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδοί Ἁρμονίην προχέουσι, διαστάσει ἄλλος ἐπ’ ἄλλῃ ἐξ ὧν ἂν εἴη γνώριμον, ὡς οὐ κωφὸς οὐδ’ ἄφθογγός ἐστιν ὁ κόσμος.

  17. 13.1

    Ἀρχὴ δὲ ταύτης τῆς δόξης Ὅμηρος, εἰπὼν τὰς ἡλιακὰς ἀκτῖνας ἀλληγορικῶς βέλη, προςθεὶς δ’, ὅτι φερόμεναι διὰ τοῦ ἀέρος ἔκλαγξαν ἡδεῖάν τινα καὶ ἔνθεον φωνήν. τὰ κοινὰ δὲ τῶν φθόγγων παραστήσας ἐπὶ τὸ ἴδιον εὐθὺς τοῦ λόγου μετέβη, προςθείς· Ὁ δ’ ἤιε νυκτὶ ἐοικώς. Οὐ γὰρ ἀκήρατον φῶς, οὐδ’ ἀμιγὲς ἀχλύος μελαίνης ὑφίσταται τὸ τοῦ ἡλίου, νυκτὶ δ’ αὐτὸ ἐθόλωσεν, ὁποία σχεδὸν εἴωθεν ἐν τοῖς λοιμικοῖς πάθεσιν ἐπιπροσθεῖν τῷ δι’ ἡμέρας φέγγει. πῶς γε μὴν τοξάζειν ἐσπουδακὼς Ἀπόλλων Ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκεν· Δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο; Εἰ γοῦν δι’ ὀργὴν ἐτόξευεν, ἐγγὺς ἔδει τῶν τιτρωσκομένων ἑστάναι τὸν βάλλοντα νῦν δ’ ἀλληγορῶν τὸν ἥλιον, εἰκότως ἄποθεν τὴν φορὰν τῆς λοιμικῆς ἀκτῖνος ὑπεστήσατο.

  18. 14.1

    Καὶ μὴν ἐναργέστατον ἐπιφέρει μετὰ τοῦτο σημεῖον εἰπὼν· Οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς. οὐ γὰρ οὕτως ἄκριτον ἦν παρανάλωμα τῆς Ἀπόλλωνος ὀργῆς τὰ ἄλογα τῶν ζῴων οὐδ’ ἂν ὁ θυμὸς ἀφρόνως ἡμιόνοις ἐνήκμαζε καὶ κυσὶν, ὡς τὸ Θρᾳκικὸν ἀνδράποδον Ὁμήρου κατεξανίσταται, λέγω δὲ τὸν Ἀμφιπολίτην Ζωίλον, ἄνω καὶ κάτω τοιούτους τινὰς λήρους φληναφοῦντα. Ὅμηρος δὲ καὶ σφόδρα φυσικῶς τὴν περὶ τὰ λοιμικὰ τῶν παθημάτων συντυχίαν διὰ τούτου παρίστησιν· οἱ γὰρ ἐμπειρίαν ἰατρικῆς τε καὶ φιλοσοφίας ἔχοντες, δι’ ἀκριβοῦς παρατηρήσεως ἔγνωσαν ἐν ταῖς λοιμικαῖς νόσοις τὸ δεινὸν. ἀπὸ τῶν τετραπόδων ζῳων ἀρχόμενον. κατ’ ἄμφω δ’ ἡ πρόφασίς ἐστιν εὔλογος, ὥστ’ εὐάλωτα πρὸς τὸ δεινὸν εἶναι· τῆς τε γὰρ διαίτης τὸ ἀκριβὲς οὐ θηρᾶται, δι’ ἣν ἀταμιεύτως σιτίων τε καὶ ποτῶν ἐμπιμπλάμενα διαφθείρεται, μηδενὸς λογισμοῦ τὴν ἐπὶ τὸ πλέον ὁρμὴν χαλινοῦντος. ἔπειθ’, ὃ καὶ μᾶλλον ἀληθές ἐστιν, οἱ μὲν ἄνθρωποι μεταρσίοις ταῖς ἀναπνοαῖς τὸν καθαρώτερον ἕλκοντες ἀέρα βραδύτερον ἁλίσκονται τῷ πάθει. Τὰ δ’ ἐπὶ γῆς ἕρποντα ζῷα τοὺς νοσώδεις ἐκεῖθεν ἀτμοὺς εὐμαρέστερον ἕλκει. πάνυ γε μὴν ἀληθῶς οὐκ ἐν ἀρτίοις ἡμέραις τὴν ἀπαλλαγὴν τῆς νόσου δεδήλωκεν, ἀλλ’ ἐν περιτταῖς. Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾢχετο κῆλα θεοῖο. μάλιστα γὰρ ἐν τῇ παρ’ ἕκαστα πείρᾳ γνώριμόν ἐστι τοῦθ’, ὅτι κρίσιμοι τῶν σωματικῶν παθημάτων αἱ περιτταὶ γίγνονται τῶν ἡμερῶν.

  19. 15.1

    Λυτὴρ δ’ Ἀχιλλεὺς τῆς νόσου· Χείρων γὰρ αὐτὸν ἐδίδαξε, δικαιότατος Κενταύρων, ὃς πάσῃ μὲν ἐκέκαστο σοφίᾳ, περιττὸς δ’ ἦν τὴν ἰατρικὴν, ὅθεν γνώριμον αὐτῷ φασὶν εἶναι καὶ Ἀσκληπιόν. προςέθηκε δ’ Ἀχιλλεῖ θεραπεύοντι, φυσικῶς ἀλληγορήσας, θεὰν Ἥραν· Τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρῃ. δύο γὰρ ὄντων κατὰ τοὺς φυσικοὺς τῶν πνευματικῶν στοιχείων, αἰθέρος τε καὶ ἀέρος, τὸν μὲν Δία, τὴν πυρώδη φαμὲν οὐσίαν. ἡ δὲ Ἥρα μετ’ αὐτόν ἐστιν ἀήρ, μαλακώτερον στοιχεῖον, διὰ τοῦτο καὶ θῆλυ. τὰ δ’ ἀκριβῆ περὶ τούτου διαλεξόμεθα μικρὸν ὕστερον. νῦν δ’ ἀπόχρη τοσοῦτον εἰπεῖν, ὅτι τοῦ πάλαι θολεροῦ διαχυθέντος ἀέρος, αἰφνιδίως διεκρίθη τὸ σύμβαμα. οὐδὲ γὰρ ἀλόγως λευκώλενον εἶπε τὴν Ἥραν, ἀλλ’ ἀπὸ τοῦ συμβεβηκότος, ὅτι τὴν νυκτὶ προςεοικυῖαν ἀχλὺν ὁ λευκὸς ἀὴρ ἐπὶ τὸ καθαρώτερον ἐλάμπρυνεν. εἶτ’ ἀνεθὲν τῆς νόσου τὸ Ἑλληνικὸν πλῆθος ἐπὶ τὴν συνήθη τοῖς ἀπηλλαγμένοις ὁδὸν ἐτράπη· λέγω δὲ τοὺς ὀνομαξομένους ἀποτροπιασμούς τε καὶ καθαρμούς· Οἱ δ’ ἀπελυμαίνοντο, καὶ εἰς ἅλα λύματ’ ἔβαλλον.

  20. 16.1

    Δοκεῖ δέ μοι καὶ Ὀδυσσεὺς οὐδένα ἄλλον ἡ τὸν ἥλιον ἱλάσκεσθαι, δι’ ἧς προςηνέγκατο θυσίας. ἀμέλει πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, Δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός. πέρας γάρ ἐστι τῆς εὐσεβείας ἡ δύσις, ἕως ἀκούοντα καὶ βλέποντα τὸν θεὸν ἐτίμων· μηκέτι δ’ αυτοῦ τοῖς τελουμένοις παρεῖναι τὸ λοιπὸν δυναμένου, τὸ τῆς ἑορτῆς πέπαυται. Πρός γε μὴν βαθὺν τὸν ὄρθρον ἀναχθέντων, φησὶν ὁ ποιητής· Τοῖσιν δ’ ἴκμενον οὖρον ἳει ἑκάεργος Ἀπόλλων, τὸ περὶ τὸν ἥλιον ἐσπουδακὼς ἰδίωμα δηλοῦν. ἄχρι γὰρ οὐδέπω φλογώδης, οὐδ’ ἔμπυρος πρὸς μεσημβρίαν ὁ δρόμος αὐτοῦ νένευκεν, ἡ δροσώδης ἰκμὰς, ὑγρὸν τὸ περιέχον ἀφεῖσα, ἀμυδρὰ καὶ νωθῆ παραπέμπεται τὰ πρὸς ἕω πνεύματα. διὰ τοῦτο το ὄρθριον ὁ ἥλιος αὐτοὺς ἐναυστόλησεν, ἴκμενον ἀποστείλας ἄνεμον, τὸν ἀπὸ τῆς ἰκμάδος πνέοντα. τὴν μὲν οὖν πρώτην ἀλληγορίαν ἐπεδείξαμεν οὐ θυμὸν Ἀπόλλωνος ὀργισαμένου μάτην, ἀλλὰ φυσικῆς θεωρίας φιλοσοφοῦσαν ἔννοιαν.

  21. 17.1

    Ἐφεξῆς δ’ ἡμῖν σκεπτέον ὑπὲρ τῆς ἐφισταμένης Ἀθηνᾶς Ἀχιλλεῖ· Ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος· ἦλθε δ’ Ἀθήνῃ Οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη, Ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε. Στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα, Οἴῳ φαινομένη· τῶν δ’ ἄλλων οὔτις ὁρᾶτο. Θάμβησεν δ’ Ἀχιλεὺς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν.

  22. 17.2

    Τὸ μὲν γὰρ πρόχειρον ἐκ τῶν λεγομένων ἔστιν εἰπεῖν, ὅτι μεταξὺ τοῦ σπωμένου σιδήρου, ἡ θεὰ, παντὸς ὀξυτέρα τάχους τὴν οὐράνιον ἐκλιποῦσα διατριβὴν, ἐμποδὼν ἔστη τῇ μιαιφονίᾳ, πάνυ γραφικῷ σχήματι τῆς κόμης ἀπρὶξ ὄπισθεν Ἀχιλλέως λαβομένη. λαμπρά γε μὴν καὶ λίαν φιλόσοφος ὑφεδρεύει τοῖς νοουμένοις κατ’ ἀλληγορίαν ἐπιστήμη. πάλιν οὖν ὁ πρὸς Ὅμηρον ἀχάριστος [ἐν τῇ πολιτείᾳ] Πλάτων ἐλέγχεται διὰ τούτων τῶν· ἐπῶν, τὸ περὶ τῆς ψυχῆς δόγμα νοσφισάμενος ἀπ’ αὐτοῦ· τὴν γὰρ ὅλην ψυχὴν διῄρηκεν εἰς γένη δύο, τό τε λογικὸν καὶ τὸ ἄλογον ὑπ’ αὐτοῦ προσαγορευόμενον. Τοῦ δ’ ἀλόγου μέρους εἰδικωτέραν ὑφίσταται διαίρεσιν, εἰς δύο μερίζων· καὶ τὸ μὲν ἐπιθυμητικὸν ὀνομάζει, τὸ δ’ ἕτερον θυμοειδές· Καθάπερ δ’ οἴκους τινὰς ἑκάστῳ μερίζει, καὶ διατριβὰς ἐν τῷ σώματι διανέμει· τὸ μὲν οὖν λογικὸν τῆς ψυχῆς, ὡς ἀκρόπολίν τινα, τὴν ἀνωτάτω τῆς κεφαλῆς μοῖραν εἰληχέναι νομίζει, πᾶσι τοῖς αἰσθητηρίοις ἐν κύκλῳ δορυφορούμενον· τοῦ δ’ ἀλόγου μέρους ὁ μὲν θυμὸς οἰκεῖ περὶ τὴν καρδίαν, αἱ δὲ τῶν ἐπιθυμιῶν ὀρέξεις ἐν ἥπατι. Ταῦτα δ’ ἀλληγορικῶς ἐν τῷ Φαίδρῳ προσωμοίωσεν ἵπποις τε καὶ ἡνιόχῳ, διαρρήδην λέγων· ὁ μὲν τοίνυν αὐτοῖν ἐν τῇ καλλίονι στάσει ὤν, τό τ’ εἶδος ὀρθὸς, καὶ διηρθρωμένος, ὑψαύχην, ἐπίγρυπος, λευκὸς ἰδεῖν, μελανόμματος, τιμῆς ἐραστὴς μετὰ σωφροσύνης τε καὶ αἰδοῦς, καὶ ἀληθινῆς δόξης ἑταῖρος, ἄπληκτος, κελεύσματι μόνον καὶ λόγῳ ἡνιοχεῖται. ταῦτα μὲν περὶ θατέρου μέρους τῆς ψυχῆς. περὶ δὲ τοῦ λοιποῦ φησίν· ὁ δ’ αὖ σκολιὸς, πρλὺς, εἰκῆ συμπεφορημένος, κρατεραύχην, βραχυτράχηλος, σιμοπρόσωπος, μελάγχρως, γλαυκόμματος, ὕφαιμος, ὕβρεως καὶ αλαζονείας ἑταῖρος, περὶ ὦτα λάσιος, [ὑπό]κωφος, μάστιγι μετὰ κέντρων μόγις ὑπείκων. τὸ μέντοι λογικὸν μέρος τῆς ψυχῆς, ὃ ἐν τῇ κεφαλῇ καθίδρυται, τῶν ὅλων πεποίηκεν ἡνίοχον, οὑτωσὶ λέγων· ἐπὶ δὲ τοῦ κυριωτάτου παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα θεὸς ἑκάστῳ δέδωκε τοῦτο, ὃ δὴ φαμὲν οἰκεῖν μὲν ἡμῶν ἐν ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν, ὡς ὄντας φυτὸν οὐκ ἔγγειον, ἀλλ’ οὐράνιον.

  23. 18.1

    Ταῦτα τοίνυν ὥςπερ ἐκ πηγῆς τῶν ὁμηρικῶν ἐπῶν εἰς τοὺς ἰδίους διαλόγους ὁ Πλάτων μετηρδευσεν. Καὶ πρῶτόν γε περὶ τῶν ἀλόγων μερῶν τῆς ψυχῆς σκεπτέον· ὅτι μὲν γὰρ ό θυμὸς εἴληχε τὸν ὑποκάρδιον χῶρον, ὁ Ὀδυσσεὺς τοῦτο ποιήσει σαφὲς ἐν.τῇ κατὰ μνηστήρων ὀργῇ, καθάπερ οἶκόν τινα τῆς μισοπονηρίας θυροκρουστῶν τὴν καρδίαν· Στῆθος δὲ πλῆξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δὴ κραδίῃ· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.

  24. 18.2

    Ἀφ’ ἧς γὰρ αἱ θυμικαὶ ῥέουσι πηγαὶ, πρὸς ταύτην ὁ λόγος ἀποκλίνει· τόν γε μὴν Τιτυὸν ἐρασθέντα τῶν Διὸς γάμων, ἀφ’ οὗ μέρους ἤρξατο νοσεῖν, εἰς τοῦτο ὑφίσταται κολαζόμενον· Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον. Ἀντὶ τίνος, Ὁμηρε; Δητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν.

  25. 18.3

    Ὥσπερ γὰρ οἱ νομοθέται τοὺς πατροτύπτας χειροκοποῦσι, τὸ δυσσεβῆσαν αὐτῶν μέρος ἐξαιρέτως ἀποτέμνοντες, οὕτως Ὅμηρος ἐν ἥπατι κολάζει τὸν δι’ ἧπαρ ἀσεβήσαντα. περὶ μὲν δὴ τῶν ἀλόγων τῆς ψυχῆς μερῶν οὑτωσὶ πεφιλοσόφηκεν.

  26. 19.1

    Λοιπὸν οὖν καταλείπεται ζητεῖν, ἐν ᾧ τόπῳ τὸ λογικόν ἵδρυται μέρος. ἔστι τοίνυν ἡ κεφαλὴ καθ’ Ὅμηρον ἐν τῷ σώματι τὴν κυριωτάτην εἰληχυῖα τάξιν. ὅλον οὖν εἴωθεν ὀνομάζειν τὸν ἄνθρωπον, ἐξαιρέτως ἀφ’ ἑνός τοῦ κρατίστου τὰ λοιπὰ δηλῶν, Τοίην γὰρ κεφαλὴν ἕνεκ’ αὐτῶν γαῖα κατέσχεν, Αἴανθ’. καὶ σαφέστερον ἔτι ἐπὶ τοῦ Νέστορος ἵππου, κυριώτατον ἀποφαίνεται τοῦτο τὸ μέρος· ὅθι τε πρῶται τρίχες ἵππων Κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. ταύτην δὲ τὴν δόξαν ἀλληγορικῶς βεβαιῶν, τὰ κατὰ τὴν Ἀθηνᾶν ἡμῖν παραδέδωκεν. ἐπειδὴ γὰρ ὁ Ἀχιλλεὺς, ὑπόπλεως ὀργῆς γενόμενος, ὥρμησεν ἐπὶ τὸν σίδηρον, ἐπισκοτουμένου τοῦ κατὰ τὴν κεφαλὴν λογισμοῦ τοῖς περὶ τὰ στέρνα θυμοῖς, κατ’ ὀλίγον ἐκ τῆς ἀγανακτούσης μέθης ὁ νοῦς ἐπὶ τὸ βέλτιον ἀνένηψεν. ἡ δὲ σὺν φρονήσει μετάνοια δικαίως ἐν τοῖς ποιήμασιν Ἀθηνᾶ ὀνομάζεται. σχεδὸν γὰρ ἡ θεὸς, οὐκ ἄλλου τινὸς ἠ συνέσεως ἐπώνυμός ἐστιν, ἀθρηνᾶ τις οὖσα, καὶ πάντα τοῖς λεπτοτάτοις ὄμμασι τῶν λογισμῶν διαθροῦσα· διὸ δὴ καὶ παρθένον αὐτὴν ἐτήρησαν· ἄφθορον γὰρ ἀεὶ τὸ φρόνημα, οὐδεμιᾷ κηλῖδι μιανθῆναι δυνάμενον, ἔκ τε τῆς τοῦ Διὸς κεφαλῆς γεγενῆσθαι δοκεῖ· τοῦτον γὰρ ἀπεφηνάμεθα τὸν χῶρον ἰδίως λογισμῶν εἶναι μητέρα.

  27. 20.1

    Καὶ τί δεῖ τὰ πολλὰ μηκύνειν; οὐδὲν, ἤ τελέως φρόνησις αὕτη· τοιγαροῦν ἐπὶ τῶν διαφλεξάντων Ἀχιλλέα θυμῶν, ὥσπερ τι σβεστήριον κακοῦ φάρμακον ἐπέστη ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα. παρ’ ὃν μὲν γὰρ ὀργίζεται καιρὸν, ἐν τοῖς στέρνοις ὁ θυμὸς ἕστηκεν· ἕλκων γὰρ τὸ ξίφος, Στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν.

  28. 20.2

    Ἡνίκα δ’ ἡ ὀργὴ πέπειρα γίνεται, μετειλήφασί τ’ αὐτὸν, οἷα μετανοοῦντα ἤδη, λογισμοὶ, τῆς κεφαλῆς ἀπρὶξ ἡ φρόνησις εἴληπται. Θάμβησεν δ’ Ἀχιλεὺς, τὸ πρὸς πάντα κίνδυνον ἀτρεμὲς αὑτοῦ καὶ ἀκατάπληκτον ὁρῶν, καὶ ἐφοβήθη τὴν ἐκ λογισμῶν μετάνοιαν. ἐπιγνοὺς δ’ εἰς οἷον κακὸν προκυλισθῆναι ἔμελλεν, ὡς ἡνίοχον εὐλαβήθη τὸν ἐφεστῶτα νοῦν· ὅθεν οὐδὲ παντελῶς ἀπήλλακται τῆς ὀργῆς, ἐπιφέρει γοῦν· Ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον, ὡς ἔσεταί περ. θεὰ μὲν οὖν βοηθοῦσα πάντως ἂν ὁλόκληρον εἰρήνην τοῦ πάθους κατεσκεύασεν. ἐπειδὴ δὲ λογισμὸς ἀνθρώπινος ἦν, τὸ ξίφος ἀνεῖρξεν ἀναγκαίως, καὶ τὸ μὲν ἄχρι τῶν ἔργων τολμηρὸν ἐκκέκοπται· ὑπομένει δ’ ἔτι λείψανα τῆς ὀργῆς. οὐ γὰρ ἀθρόοι ὑφ’ ἕνα καιρὸν οἱ μεγάλοι θυμοὶ τῶν παθῶν ἀποκόπτονται. καὶ τὰ μὲν περὶ Ἀθηνᾶς, ἣν μεσῖτιν ὑπεστήσατο τοῦ πρὸς Ἀγαμέμνονα θυμοῦ, ταύτης τῆς ἀλληγορίας ἀξιούσθω.

  29. 21.1

    Βαρύτατον δ’ ἔγκλημα κατὰ Ὁμήρου, καὶ πάσης καταδίκης ἄξιον, εἴπερ ἄρα μεμύθευκεν, ὡς ἐν τοῖς ἐφεξῆς ἔστιν, εὗρον, ὅτι τὸν ἁπάντων ἡγεμόνα ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. Ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν, Ὦχ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον, Ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίων’· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων.

  30. 21.2

    Ἐν τούτοις τοῖς στίχοις ἄξιός ἐστιν Ὅμηρος οὐκ ἐκ μιᾶς τῆς Πλάτωνος ἐλαύνεσθαι πολιτείας, ἀλλ’ ὑπὲρ Ἡρακλέους, φασὶν, ἐσχάτας στήλας, [καὶ τὴν ἄβατον Ὠκεανοῦ θάλασσαν]. Ζεὺς γὰρ ὀλίγον δεσμῶν πεπείραται, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συνιστᾶσιν οὐχ οἱ Τιτᾶνες, οὐδὲ τὸ κατὰ Παλλήνην θράσος Γιγάντων, ἀλλ’ Ἥρα, διπλοῦν ὄνομα, φύσεως καὶ συμβιώσεως, ὃ τ’ ἀδελφὸς Ποσειδῶν, ἐξ ἴσου νεμηθεὶς ἅπαντα, καὶ οὐχὶ τοῦ διαμαρτεῖν, ἧς ὤφειλε τιμῆς ἠξιῶσθαι, κατὰ τοῦ πλεονεκτήσαντος ἠγανακτηκώς· τρίτη δ’ Ἀθηνᾶ, διὰ μιᾶς ἐπιβουλῆς εἰς πατέρα καὶ μητέρα δυσσεβοῦσα. νομίζω δ’ ἔγωγε τῆς ἐπιβουλῆς Διὶ τὴν σωτηρίαν ἀπρεπεστέραν· Θέτις γὰρ αὐτὸν ἀπήλλαξε τῶν δεσμῶν, καὶ Βριάρεως. ἀπρεπεῖς δ’ αἱ τοιαῦται ἐλπίδες, ὡς τοιούτων δεηθῆναι συμμάχων.

  31. 22.1

    Ταύτης τοίνυν τῆς ἀσεβείας ἕν ἐστιν ἀντιφάρμακον, ἐὰν ἐπιδείξωμεν ἠλληγορημένον τὸν μῦθον· ἡ γὰρ ἀρχέγονος ἁπάντων καὶ πρεσβυτάτη φύσις ἐν τούτοις τοῖς ἔπεσι θεολογεῖται, καὶ τῶν φυσικῶν κατὰ τὰ στοιχεῖα δογμάτων εἷς ἀρχηγὸς Ὅμηρος, ἑκάστῳ τινὶ τῶν μετ’ αυτὸν, ἧς ἔδοξεν εὑρεῖν, ἐπινοίας γεγονὼς διδάσκαλος. Θάλητα μέν γε τὸν Μιλήσιον ὁμολογοῦσι πρῶτον ὑποστήσασθαι τῶν ὅλων κοσμόγονον στοιχεῖον τὸ ὕδωρ· ἡ γὰρ ὑγρὰ φύσις, εὐμαρῶς εἰς ἕκαστα μεταπλαττομένη, πρὸς τὸ ποικίλον εἴωθε μορφοῦσθαι. Τό τε γὰρ ἐξατμιζόμενον αὐτῆς ἀεροῦται, καὶ τὸ λεπτότατον ἀπὸ ἀέρος αἰθὴρ ἀνάπτεται, συνιζάνον τε τὸ ὕδωρ καὶ μεταβαλλόμενον εἰς ἰλὺν ἀπογαιοῦται· διὸ δὴ τῆς τετράδος τῶν στοιχείων ὥσπερ αἰτιώτατον ὁ Θάλης ἀπεφήνατο [στοιχεῖον εἶναι] τὸ ὕδωρ. Τίς οὖν ἐγέννησε ταύτην τὴν δόξαν; οὐχ Ὅμηρος, εἰπών· Ὠκεανὸς, ὅσπερ γένεσις πάντεσσι τέτυκται; φερωνύμως μὲν ὠκεανὸν εἰπὼν τὴν ὑγρὰν φύσιν, παρὰ τὸ ὠκέως νάειν, τοῦτον δ’ ὑποστησάμενος ἁπάντων γενεάρχην ἀλλ’ ὁ Κλαζομένιος. Ἀναξαγόρας, κατὰ διαδοχὴν γνώριμος ὧν Θάλητος, συνέζευξε τῷ ὕδατι δεύτερον στοιχεῖον τὴν γῆν, ἵνα ξηρῷ μιχθὲν ὑγρὸν ἐξ ἀντιπάλου φύσεως εἰς μίαν ὁμόνοιαν ἀνακραθῇ. καὶ ταύτην δὲ τὴν ἀπόφασιν πρῶτος Ὅμηρος ἐγεώργησεν, Ἀναξαγόρᾳ σπέρματα τῆς ἐπινοίας χαρισάμενος, ἐν οἷς φησί· Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. πᾶν γὰρ τὸ φυόμενον ἔκ τινων εἰς ταὐτὰ ἀναλύεται διαφθειρόμενον, ὡσπερεὶ τῆς φύσεως, ἃ δεδάνεικεν ἐν ἀρχῇ χρέα, κομιζομένης ἐπὶ τέλει. διὸ δὴ τοῖς Κλαζομενίοις δόγμασιν ἑπόμενος Εὐριπίδης φησὶ· Χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας· φύντ’ εἰς γαῖαν, τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς εἰς αἰθέρα. Καταρώμενος οὖν ὁ ποιητὴς τοῖς Ἕλλησι, μίαν εὗρεν ἀρχὴν φιλόσοφον, εἰ πάλιν ὕδωρ καὶ γῆ γένοιντο, διαλυθέντες εἰς ταὐτὰ, ἀφ’ ὧν ἐπήχθησαν, ὅτε ἐγεννῶντο. ἐσχάτη τοίνυν ὑπὸ τῶν μεγίστων. φιλοσόφων ἡ τελεία τετρὰς ἐν τοῖς στοιχείοις συνεπληρώθη· δύο μὲν γὰρ ὑλικά φασιν εἶναι, γῆν τε καὶ ὕδωρ, δύο δὲ πνευματικὰ, αἰθέρα τε καὶ ἀέρα, τούτων δὲ τὰς φύσεις, ἀλλήλαις ἐναντία φρονούσας, ὅταν εἰς τὸ αὐτὸ κραθῶσιν, ὁμονοεῖν.

  32. 23.1

    Ἆρ’ οὖν, εἴ τις θέλει τἀληθὲς ἐξετάζειν, οὐχὶ καὶ ταῦτα τὰ στοιχεῖα παρ’ Ὁμήρῳ φιλοσοφεῖται; καὶ περὶ μὲν τῶν Ἥρας δεσμῶν, ἐν οἷς ἡ τάξις ἠλληγόρηται τῶν τεττάρων στοιχείων, εὐκαιρότερον αὖθις ἐροῦμεν· νῦν δ’ ἀποχρῶσιν οἱ κατὰ τὴν τρίτην ῥαψῳδίαν ὅρκοι τὸ λεγόμενον ὑφ’ ἡμῶν βεβαιῶσαι· Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων, Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς, καὶ πάντ’ ἐπακούεις, Καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας Ἀνθρώπους τίνυσθον, ὅ τίς κ’ ἐπίορκον ὀμόσσῃ. πρῶτον ἐπικαλεῖται τὸν ὀξύτατον αἰθέρα, τὴν ἀνωτάτω τάξιν εἰληχότα. πυρὸς δ’ εἰλικρινοῦς φύσις, ἅτ’ οἶμαι κουφοτάτη, τὸν ὑψηλότατον ἀποκεκλήρωται χῶρον· εἴη δ’ ἂν, οἶμαι, τοῦτο Ζεὺς ἐπώνυμος, ἤτοι τὸ ζῆν παρεχόμενος ἀνθρώποις, ἢ παρὰ τὴν ἔμπυρον ζέσιν οὕτως ὠνομασμένος. ἀμέλει δὲ καὶ ὁ Εὐριπίδης τὸν ὑπερτεταμένον αἰθέρα φησίν· Ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα Καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; Τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν. Ὁ μὲν οὖν πρῶτος αἰθὴρ καλεῖται μεσίτης τῶν ὁρκίων. ποταμοὶ δὲ καὶ γῆ, τὰ ὑλικὰ στοιχεῖα, μετὰ τὴν πρώτην φύσιν αἰθέρος. τὸν δ’ ὑπένερθεν ἀέρα ἀλληγορικῶς ἀίδην προσαγορεύει. μέλαν γὰρ τουτὶ τὸ στοιχεῖον, ὡς ἂν, οἶμαι, παχυτέρας καὶ διύγρου λαχὸν μοίρας. δίχα γοῦν τῶν καταφωτίζειν δυναμένων ἀλαμπής ἐστιν. ὅθεν εὐλόγως αὐτὸν ἀίδην προσηγόρευσε. τί οὖν τὸ πέμπτον, ὁ ἥλιος; ἵνα τι καὶ περιπατητικοῖς φιλοσόφοις χαρίσηται Ὅμηρος, ἐπεκαλέσατο καὶ τοῦτον· ἀξιοῦσι γὰρ ἑτέραν τοῦ πυρὸς εἶναι ταύτην τὴν φύσιν, ἣν κυκλοφορητικὴν ὀνομάζουσιν, πέμπτον εἶναι τοῦτο στοιχεῖον ὁμολογοῦντες. ὁ μὲν γὰρ αἰθὴρ διὰ τὴν κουφότητα πρὸς τοὺς ἀνωτάτω χωρεῖ τόπους· ἥλιος δὲ καὶ σελήνη καὶ τῶν ὁμοδρόμων αὐτοῖς ἕκαστον ἄστρων, τὴν ἐν κύκλῳ φορὰν δινούμενα διατελεῖ, τῆς πυρώδους οὐσίας ἄλλην τινὰ δύναμιν ἔχοντα. διὰ τούτων ἁπάντων ὑπεσήμηνεν ἡμῖν τὰ πρωτοπαγῆ στοιχεῖα τῆς φύσεως.

  33. 24.1

    Καὶ περὶ αὐτοῦ μηδεὶς λεγέτω, πῶς μὲν ὁ αἰθὴρ προσαγορεύεται Ζεὺς, ἀίδην δ’ ὀνομάζει τὸν ἀέρα, καὶ συμβολικοῖς ὀνόμασι τὴν φιλοσοφίαν ἀμαυροῖ· παράδοξον γὰρ οὐδὲν, εἰ ποιητής τε ὢν ἀλληγορεῖ, καὶ τῶν προηγουμένως φιλοσοφούντων τούτῳ τῷ τρόπῳ χρωμένων· ὁ γοῦν σκοτεινὸς Ἡράκλειτος ἀσαφῆ καὶ διὰ συμβόλων εἰκάζεσθαι δυνάμενα θεολογεῖ τὰ φυσικὰ, δι’ ὧν φησί· ἄνθρωποι θεοὶ θνητοί· θεοί τ’ ἄνθρωποι ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θίενατον, Θνήσκοντες τὴν ἐκείνων ζωήν· καὶ πάλιν· ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν. ὅλον τε τὸ περὶ φύσεως αἰνιγματωδῶς ἀλληγορεῖ. Τί δ’ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς; οὐχὶ τὰ τέτταρα στοιχεῖα βουλόμενος ἡμῖν ὑποσημῆναι, τὴν ὁμηρικὴν ἀλληγορίαν μεμίμηται; Ζεὺς ἀργὴς, Ἥρῃ τε φερέσβιος, ἠδ’ Αιδωνεὺς, Νῆστίς θ’, ἢ δακρύοις τέγγει κρούνωμα βρότειον·

  34. 24.2

    Ζῆνα μὲν εἶπε τὸν αἰθέρα, γῆν δὲ τὴν Ἥραν, Ἀιδωνέα δὲ τὸν ἀέρα, τὸ δὲ δακρύοις τεγγόμενον κρούνωμα βρότειον τὸ ὕδωρ. οὐ δὴ παράδοξον, εἰ τῶν προηγουμένως ὁμολογούντων φιλοσοφεῖν ἀλληγορικοῖς ὀνόμασι χρησαμένων, ὁ ποιητικὴν ἐπαγγελλόμενος ἐξίσου [τοῖς φιλοσόφοις] ἠλληγόρησε.

  35. 25.1

    Λοιπὸν οὖν σκοπῶμεν, εἰ ἡ κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις, καὶ φυσικωτέρας ἅπτεται θεωρίας. φασὶ τοίνυν οἱ δοκιμώτατοι φιλόσοφοι ταῦτα περὶ τῆς διαμονῆς τῶν ὅλων· ἕως μὲν ἂν ἀφιλόνεικος ἁρμονία τὰ τέτταρα στοιχεῖα διακρατῇ, μηδενὸς ἐξαιρέτως ὑπερδυναστεύοντος, ἀλλ’ ἑκάστου [κατ’ ἐμμέλειαν], ἣν εἴληχε τάξιν οἰκονομοῦντος, ἀκινήτως ἕκαστα μενεῖν. εἰ δ’ ἐπικρατήσειε ἕν τι τῶν ἄλλῶν, καὶ τυραννῆσαν εἰς πλείω φορὰν παρέλθοι, τὰ λοιπὰ συγχυθέντα τῇ τοῦ κρατοῦντος ἰσχύι μετ’ ἀνάγκης ὑπείξειν. πυρὸς μὲν οὖν αἰφνιδίως ἐκζέσαντος, ἁπάντων ἔσεσθαι κοινὴν ἐκπύρωσιν. εἰ δ’ ἀθροῦν ὕδωρ ἐκραγείη, κατακλυσμῷ τὸν κόσμον ἀπολεῖσθαι. διὰ τούτων τοίνυν τῶν ἐπῶν μέλλουσάν τινα ταραχὴν ἐν τοῖς ὅλοις Ὅμηρος ὑποσημαίνει· Ζεὺς γὰρ, ἡ δυνατωτάτη φύσις, ὑπὸ τῶν ἄλλων ἐπιβουλεύεται στοιχείων, Ἥρας μὲν, τοῦ ἀέρος, Ποσειδῶνος δὲ, τῆς ὑγρᾶς φύσεως, Ἀθηνᾶς δὲ, τῆς γῆς· ἐπεὶ δημιουργός ἐστιν ἁπάντων, καὶ θεός ἐργάνῃ. ταῦτα δὴ τὰ στοιχεῖα πρῶτον μὲν σνγγενῆ διὰ τὴν ἐν ἀλλήλοις ἀνάκρασιν· εἶτα, συγχύσεως παρὰ μικρὸν αὐτῶν γενομένης, εὑρέθη βοηθὸς ἡ πρόνοια. Θέτιν δ’ αὐτὴν εὐλόγως ὠνόμασεν, αὓτη γὰρ ὑπεστησατο τῶν ὅλων εὔκαιρον διάθεσιν, ἐν τοῖς ἰδίοις νόμοις ἱδρύσασα τὰ στοιχεῖα. σύμμαχος δ’ αὐτῇ γέγονεν ἡ βριαρὰ καὶ πολύχειρ δύναμις· τὰ γὰρ τηλικαῦτα τῶν πραγμάτων νοσήσαντα, πῶς ἂν ἄλλως δύναιτο, πλὴν μετὰ μεγάλης βίας ἀναρρωσθῆναι; καὶ τὸ μὲν ἄφυκτον ἔγκλημα περὶ τῶν Διὸς ἀσεβῶν δεσμῶν οὕτω φυσικῆς ἀλληγορίας ἔχει θεωρίαν.

  36. 26.1

    Ἐγκαλοῦσι δ’ Ὁμήρῳ καὶ περὶ τῆς Ἡφαίστου ῥίψεως· τὸ μὲν πρῶτον, ὅτι χωλὸν αὐτὸν ὑφίσταται, τὴν θείαν ἀκρωτηριάζων φύσιν· εἶθ’, ὅτι καὶ παρὰ μικρὸν ἧκε κινδύνου. φησὶ γάρ, Πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι Κάππεσον ἐν Αήμνῳ. ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν. Καὶ τούτοις δ’ ὑποκρύπτεταί τις Ὁμήρῳ φιλόσοφος νοῦς· οὐ γὰρ πλάσμασι ποιητικοῖς τοὺς ἀκούοντας τέρπων αὐτίκα χωλὸν ἡμῖν παραδέδωκεν Ἥφαιστον, τὸν ἐξ Ἥρας καὶ Διὸς μυθούμενον παῖδα· τοῦτο γὰρ ἀπρεπὲς ὄντως ἱστορεῖν περὶ θεοῦ. ἀλλ’ ἐπεὶ ἡ τοῦ πυρὸς οὐσία διπλῆ, καὶ τὸ μὲν αἰθέριον (ὡς ἔναγχος εἰρήκαμεν) ἐπὶ τῆς ἀνωτάτω τοῦ παντὸς αἰώρας οὐδὲν ὑστεροῦν ἔχει πρὸς τελειότητα, τοῦ δὲ παρ’ ἡμῖν πυρὸς ἡ ὕλη, πρόσγειος οὖσα, φθαρτὴ, καὶ διὰ τῆς ὑποτρεφούσης παρ’ ἕκαστα ζωπυρουμένη, διὰ τοῦτο τὴν μὲν ὀξντάτην φλόγα συνεχῶς ἥλιόν τε καὶ Δία προσαγορεύει, τὸ δ’ ἐπὶ γῆς πῦρ Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ σβεννύμενον. ὅθεν εἰκότως, κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου, τοῦτο νενόμισται χωλὸν εἶναι τὸ πῦρ. ἄλλως τε καὶ πᾶσα ποδῶν πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου· τὸ δὲ παρ’ ἡμῖν πῦρ, ἄνευ τῆς τῶν ξύλων ἐπιθέσεως οὐ δυνηθὲν ἂν ἐπιπλέον παραμεῖναι, συμβολικῶς χωλὸν εἴρηται. τὸν γοῦν Ἥφαιστον οὐκ ἀλληγορικῶς ἐν ἑτέροις, ἀλλὰ διαρρήδην πῦρ φησὶν Ὅμηρος εἶναι· Σπλάγχνα δ’ ἂρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο.

  37. 26.2

    Μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν ὀπτᾶσθαι. Καὶ μὴν ἀπ’ οὐρανοῦ ῥιπτόμενον αὐτὸν ὑφίσταται φυσικῶς. Κατὰ γὰρ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης, ἅνθρωποι χρονικῶς χαλκοῖς τισιν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ τὰς μεσημβρίας ἐναντία τῷ ἡλίῳ [τὰ ὄργανα] τιθέντες· ὅθεν οἶμαι δοκεῖ καὶ Προμηθεὺς ἀπ’ οὐρανοῦ διακλέψαι τό πῦρ. ἐπειδήπερ [τέχνης] προμηθεια τῶν ἀνθρώπων ἐπενόησε τὴν ἐκεῖθεν ἀπόρροιαν αὐτοῦ. Λῆμνον δὲ πρῶτον οὐκ ἀλόγως ἐμύθευσε τὴν ὑποδεξαμένην τὸ θεόβλητον πῦρ· ἐνταῦθα γὰρ ἀνίενται [ἐγ]γηγενοῦς πυρὸς αὐτόματοι φλόγες. δηλοῖ δὲ σαφῶς, ὅτι τοῦτο θνητόν ἐστι τὸ πῦρ, ἐξ ὧν ἐπήνεγκεν· ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν. ἀπόλλυται γὰρ εὐθέως μαρανθὲν, εἰ μὴ λάβοιτο τῆς διαφυλάττειν αὐτὸ δυναμένης προνοίας.

  38. 27.1

    Καὶ ταῦτα μὲν περὶ Ἡφαίστου φιλοσοφητέον. ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος, ὡς τερατείαν τινὰ, τὴν Κράτητος φιλοσοφίαν, ὅτι Ζεὺς, ἀναμέτρησιν τοῦ παντὸς ἐσπουδακὼς γενέσθαι, δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαίστῳ τε καὶ ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα· τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δ’ ἀπ’ ἀνατολῆς εἰς δύσιν ἀφεὶς φέρεσθαι. διὰ τοῦτ’ ἀμφότεροι καὶ συνεχρόνισαν. ἅμα γὰρ ἠελίῳ καταδύντι κάππεσεν Ἥφαιστος ἐν Λήμνῳ· τοῦτο τοίνυν, εἲτε κοσμική τις ἀναμέτρησις, εἴθ’, ὅτι μᾶλλον ἀληθὲς, ἔστιν ἀλληγορικὴ τοῦ καθ’ ἡμᾶς πυρὸς ἀνθρώποις] παράδοσις, οὐδὲν ἀσεβὲς περὶ Ἡφαίστου παρ’ Ὁμήρῳ λέλεκται.

  39. 28.1

    Καὶ μὴν ἐπὶ τῆς δευτέρας ῥαψῳδίας, ἀνακομιζομένων τῶν Ἑλλήνων, Ὀδυσσεῖ διαποροῦντι παρέστηκεν οὐκ ἄλλη τις, ἀλλ’ ἡ θεία φρόνησις, ἣν Ἀθηνᾶν ὀνομάζει. Καὶ τὴν ἀποστελλομένην Ἶριν ἄγγελον τοῦ Διὸς, τὸν εἴροντα λόγον ὑφίσταται, ὥσπερ Ἑρμῆν τὸν ἑρμηνεύοντα· δύο γὰρ ἄγγελοι θεῶν, οὐδενὸς ἄλλου πλὴν ἐπώνυμοι τῆς κατὰ τὸν λόγον ἑρμηνείας. Ἀλλ’ ἀπρεπῶς Ἀφροδίτη μαστροπεύει πρὸς Ἀλέξανδρον Ἑλένην. ἀγνοοῦσι γὰρ, ὅτι νῦν λέγει τὴν ἐν τοῖς ἐρωτικοῖς πάθεσιν ἀφροσύνην, ἢ μεσῖτίς ἐστι καὶ διάκονος ἀεὶ μειρακιώδους ἐπιθυμίας· αὕτη καὶ τόπον εὗρεν ἐπιτήδειον, ὅπου τὸν Ἑλένης δίφρον ἀφιδρύσει, καὶ ποικίλοις μαγγάνοις ἑκατέρων κινεῖ τὸν πόθον, Ἀλεξάνδρου μὲν ἐρωτικῶς ἔτι διακειμένου, τῆς δ’ Ἑλένης μετανοεῖν ἀρχομένης. διὸ δη κατ’ ἀρχὰς ἀντειποῦσα, τοὔσχατον ὑπείκει, μεταξὺ δυοῖν φερομένη παθῶν, ἔρωτός τε τοῦ πρὸς Ἀλέξανδρον, καὶ αἰδοῦς τῆς πρὸς Μενέλαον.

  40. 29.1

    Ἣ γε μὴν εὐωχουμένοις τοῖς θεοῖς ὑποδιακόνουμένη κατ’ ἀρχὰς Ἣβη, τίς ἂν εἴη, πλὴν ἡ διηνεκῶς ἓν ταῖς ἁβροσύναις νεότης; οὐδὲ γὰρ ἐν οὐρανῷ γῆρας, οὐδ’ ὕπεστί τι τῆς θείας φύσεως ἔσχατον βίου νόσημα. πασης δ’ ἐξαιρέτως θυμηδίας, ὡσπερεὶ συνεκτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνεληλυθότων ἐπὶ τὴν ἅβροσύνην ἀκμή Περὶ γε τῆς Ἔριδος οὐδ’ ὑπεσταλμένως ἠλληγόρησεν, οὐδ’ ὥστε δεῖσθαι λεπτῆς τινος εἰκασίας· ἀλλ’ ἐκ τοῦ φανεροῦ τὰ κατ’ αὐτὴν πεπόμπευκεν· Ἥτ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει. διὰ γὰρ τούτων τῶν ἐπῶν οὐ θεά τις οὕτω παντάπασιν τερατώδης ὑφ’ Ὁμήρου μεμόρφωται, τὰς προς ἑκάτερον μεταβολὰς τοῦ σώματος ἀπίστους ἔχουσα, καὶ ποτὲ μὲν ἐπὶ γῆς ἐρριμμένη ταπεινὴ, ποτὲ δ’ εἰς ἄπειρον αἰθέρος ἐκτειναμένη μέγεθος· ἀλλ’, ὃ συμβέβηκεν ἀεὶ τοῖς φιλονεικοῦσι πάθος, ἐκ ταύτης τῆς ἀλληγορίας διετύπωσεν. ἀρξαμένη γὰρ ἀπὸ λιτῆς αἰτίας ἡ ἔρις, ἐπειδὰν ὑποκινηθῇ, πρὸς μέγα δή τι κακὸν διογκοῦται.

  41. 30.1

    Καὶ ταυτὶ μὲν ἴσως μετριώτερα. πολλὴ δὲ κατ’ Ὁμήρου τραγῳδία σκηνοβατεῖται παρὰ τοῖς ἀγνωμόνως αὐτὸν ἐθέλουσι συκοφαντεῖν, ὅτι παρεισάγει κατὰ τὴν πέμπτην ῥαψῳδίαν τιτρωσκομένους θεοὺς, Ἀφροδίτην τὸ πρῶτον ὑπὸ Διομήδους, εἶτ’ Ἄρην. προστιθέασι δὲ τούτοις, ὅσα κατὰ παρηγορίαν ἡ Διώνη περὶ τῶν ἔτι πρότερον ἠτυχηκότων ἀπαγγέλλει θεῶν. ἐν μέρει δ’ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς, οὐδεμιᾶς ἐκτὸς ὄντα φιλοσοφίας Διομήδης γὰρ, Ἀθηνᾶν ἔχων σύμμαχον, τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην τὴν ἀφροσύνην· οὐ μὰ Δία, οὐ θεάν τινα, τὴν δὲ τῶν μαχομένων βαρβάρων ἀλογιστίαν. αὐτὸς μὲν γὰρ, ἅτε διὰ πάσης ἐληλυθὼς πολεμικῆς μαθήσεως καὶ τοῦτο μὲν ἐν Θήβαις, τοῦτο δ’ ἐν Ἰλίῳ δεκαετῆ χρόνον ἐμφρόνως τοῦ μάχεσθαι προϊστάμενος, ἐξ εὐμαροῦς διώκει τοὺς βαρβάρους· οἱ δ’, ἀναίσθητοι καὶ λογισμῶν ὀλίγα κοινωνοῦντες, ὑπ’ αὐτοῦ διώκονται, καθάπερ Ὄιες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ. πολλῶν οὖν φονευομένων, ἀλληγορικῶς Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην ὑπὸ Διομήδους τετρῶσθαι παρεισήγαγεν.

  42. 31.1

    Ὁμοίως δ’ ὁ Ἄρης οὐδέν ἐστιν ἄλλο πλὴν ὁ πόλεμος, παρὰ τὴν ἀρὴν ὠνομασμένος, ἥπερ ἐστὶ βλάβη. γένοιτο δ’ ἂν ἡμῖν τοῦτο σαφὲς ἐκ τοῦ λέγειν αὐτὸν μαινόμενον τυκτὸν κακὸν, ἀλλοπρόσαλλον ἐπιθέτοις γὰρ ἁρμόζουσι πολέμῳ κέχρηται μᾶλλον ἤ θεῷ· μανίας γάρ εἰσι πλήρεις ἅπαντες οἱ μαχόμενοι, πρὸς τὸν κατ’ ἀλλήλων φόνον ἐνθουσιαστικῶς ζέσαντες· καὶ τὸ ἀλλοπρόσαλλον ἑτέρωθί που διὰ πλειόνων ἐξηγεῖται, λέγων· Ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα νεμεσηταὶ γὰρ αἱ πολέμων ἐπ’ ἀμφότερα ῥοπαὶ, καὶ τὸ νικηθὲν οὐδὲ προσαντῆσαν αἰφνιδίως πολλάκις ἐκράτησεν ὥστε, τῆς ἐν ταῖς μάχαις ἀμφιβολίας ἄλλοτε πρὸς ἄλλους μεταφοιτώσης, ἐτύμως κακὸν ἀλλοπρόσαλλον προσείρηκε τὸν πόλεμον. ἐτρώθη δ’ ὑπὸ Διομήδους Ἄρης, οὐ κατ’ ἄλλο τι μέρος, ἀλλὰ νείατον ἐς κενεῶνα. σφόδρα πιθανῶς. ἐπὶ γὰρ τὰ κενὰ τῆς μὴ πάνυ φρουρουμένης τῶν ἀντιπάλων τάξεως παρεισελθὼν, εὐμαρῶς ἐτρέψατο τοὺς βαρβάρους. καὶ μὴν χάλκεον λέγει τὸν Ἄρην, τὰς τῶν μαχομένων πανοπλίας ὑποσημαίνων· σπάνιος γὰρ ἦν ὁ σίδηρος ἐν τῷ πάλαι χρόνῳ· τὸ δὲ σύμπαν ἐσκέποντο χαλκῷ. διὰ τοῦτό φησιν· Ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων, θωρήκων τε νεοσμήκτων. ἀναβοᾷ δὲ τρωθεὶς, ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι. Καὶ τοῦτο δὲ τεκμήριον πολλῶν διωκομένων πολεμίων· οὐ γὰρ ἂν εἷς θεὸς ἀνεβόησε τοσοῦτον, ἀλλ’ ἡ φεύγουσα μυρίανδρος, οἶμαι, τῶν βαρβάρων φάλαγξ. ὥστ’ ἐναργέσι τεκμηρίοις καὶ διὰ τῶν κατὰ μέρος ἐδείξαμεν, οὐ τὸν Ἄρην τετρωμένον ὑπὸ Διομήδους, ἀλλὰ τὸν πόλεμον.

  43. 32.1

    Αὗται δ’ ἐν παρεκβάσει τῶν προτέρων ἀλληγοριῶν, δι’ ὧν καὶ τεχνικωτέραν ἔχουσιν ἐμπειρίαν ἐν οἷς φησί· Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης, Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ.

  44. 32.2

    γεννικοὶ γὰρ οὗτοι καὶ κατ’ ἀλκὴν ἰσχυροὶ νεανίαι γεγονότες, ἐπειδὴ ταραχῆς καὶ πολέμου μεστὸν ᾔδεσαν τὸν βίον, οὐδεμιᾶς εἰρηνικῆς ἀναπαύσεως μέσης τοὺς παρ’ ἕκαστα κάμνοντας ἀνιείσης, ἰδίοις ὅπλοις ἐκστρατευσάμενοι, τὴν ἐπιπολάζουσαν ἀηδίαν ἀνέστειλαν. ἄχρι μὲν οὖν τρισκαίδεκα μηνῶν ἀκλινής τ’ ἦν καὶ ἀστασίαστος αὐτῶν ὁ οἶκος, ἐν ὁμονοίᾳ τε τὴν εἰρήνην διεστρατήγουν· μητρυιὰ δὲ παρεισπεσοῦσα φιλόνεικος, οἰκίας νόσος, ἀνέτρεψε πάντα καὶ διέφθειρε τὴν πρότερον· εὐστάθειαν· ἐκ δευτέρου δὲ πάλιν, ὁμοίας ταραχῆς ἀναφθείσης, ἔδοξεν ὁ Ἀρης ἀπὸ τοῦ δεσμωτηρίου λελύσθαι [τουτέστιν ὁ πόλεμος].

  45. 33.1

    Ἡρακλέα δὲ νομιστέον οὐκ ἀπὸ σωματικῆς δυνάμεως ἀναχθέντα τοσοῦτον ἰσχῦσαι τοῖς τότε χρόνοις. ἀλλ’ ἀνὴρ ἔμφρων καὶ σοφίας οὐρανίου μύστης γεγονὼς, ὡσπερεὶ κατὰ βαθείας ἀχλύος ὑποδεδυκυῖαν ἐφώτισε τὴν φιλοσοφίαν, καθ’ ἅπερ ὁμολογοῦσι καὶ Στωικῶν οἱ δοκιμώτατοι. περὶ μὲν οὖν τῶν ἄλλων ἄθλων, ὁπόσοι τῆς παρ’ Ὁμήρῳ μνήμης ὑστεροῦσι, τί δεῖ παρὰ καιρὸν ἐκμηκύνειν φιλοτεχνοῦντας; ὅτι κάπρον μὲν εἷλε, τὴν ἐπιπολάζουσαν ἀνθρώποις ἀκολασίαν, λέοντα δὲ, τὴν ἀκρίτως ὁρμῶσαν ἐφ’ ἃ μὴ δεῖ φορὰν, κατ’ αὐτὸ δὲ θυμοὺς ἀλογίστους πεδήσας, τὸν ὑβριστὴν ταῦρον ἐνομίσθη δεδεκέναι· δειλίαν γε μὴν ἐφυγάδευσεν ἐκ τοῦ βίου, τὴν Κερυνείαν ἔλαφον. καί τις ἀπρεπῶς ὀνομαζόμενος ἆθλος ἐκμεμόχθηται διακαθήραντος αὐτοῦ τὴν πολύχουν κόπρον, ἐπιτρέχουσαν ἀνθρώποις ἀηδίαν. ὄρνις δὲ, τὰς ὑπηνέμους ἐλπίδας, αἱ βόσκουσι τὸν βίον ἡμῶν, ἀπεσκέδασέ τε καὶ τὴν πολυκέφαλον ὕδραν, τὴν ἡδονὴν, ἥτις, ὅταν ἐκκοπῇ, πάλιν ἄρχεται βλαστάνειν, ὥσπερ διὰ πυρός τινος τῆς παραινέσεως ἐξέκαυσεν. αὐτὸς γε μὴν ὁ τρικέφαλος δειχθεὶς ἡλίῳ κέρβερος εἰκότως ἂν τὴν τριμερῆ φιλοσοφίαν ὑπαινίττοιτο. τὸ μὲν γὰρ αὐτῆς λογικὸν, τὸ δὲ φυσικὸν, τὸ δὲ ἠθικὸν ὀνομάζεται· ταῦτα δ’, ὥσπερ ἀφ’ ἑνὸς αὐχένος ἐκπεφυκότα, τριχῆ πατὰ τὴν κεφαλὴν μερίζεται.

  46. 34.1

    Περὶ μὲν δὴ τῶν ἄλλων, ὥσπερ εἶπον, ἄθλων, ἐν συντόμῳ δεδήλωται. τετρωμένην δ’ Ὅμηρος ὑπεστήσατο τὴν Ἥραν, τοῦτο ἀκριβῶς παραστῆσαι βουλόμενος, ὅτι τὸν θολερὸν ἀέρα, καὶ πρὸ τῆς ἑκάστου διανοίας ἐπαχλύοντα, πρῶτος Ἡρακλῆς, θείῳ χρησάμενος λόγῳ, διώρθρωσε, τὴν ἑκάστου τῶν ἀνθρώπων ἀμαθίαν πολλαῖς νουθεσίαις κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ τόξα. πᾶς γὰρ ἀνὴρ φιλόσοφος ἐν θνητῷ καὶ ἐπιγείῳ τῷ σώματι πτηνὸν ὥσπερ τι βέλος, τὸν νοῦν, εἰς τὰ μετάρσια διαπέμπεται. τεχνικῶς δὲ προσέθηκεν εἰπὼν· ἰῷ τριγλώχινι βαλών. ἵνα διὰ συντόμου τὴν τριμερῆ φιλοσοφίαν ὑπὸ τοῦ τριγλώχινος ὑποσημήνῃ βέλους. Μεθ’ Ἥραν δὲ τετόξευκε καὶ τὸν Ἅιδην. οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος. ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν, ἵνα μηδὲ τῶν νέρθεν ἀμύητος ᾖ. τὸν οὖν ἀλαμπῆ καὶ πᾶσιν ἀνθρώποις ἄβατον ᾅδην ὁ τῆς σοφίας οἰστὸς, εὔστοχα βληθεὶς, διευκρίνησεν· ὥσθ’ αἱ Ἡρακλέους χεῖρες ἁγνεύουσι παντὸς Ὀλυμπίου μύσους. ἀρχηγὸς δὲ πάσης σοφίας γενόμενος Ὅμηρος, ἀλληγορικῶς παρέδωκε τοῖς μετ’ αὐτὸν ἀρύσασθαι κατὰ μέρη πάνθ’, ὅσα πρῶτος πεφιλοσόφηκε.

  47. 35.1

    Νομίζουσι τοίνυν ἔνιοι μηδὲ Διόνυσον εἶναι παρ’ Ὁμήρῳ θεόν. ἐπειδήπερ ὑπὸ Λυκούργου διώκεται, καὶ μόλις δοκεῖ σωτηρίας τυχεῖν, Θέτιδος αὐτῷ παραστάσης. τὸ δ’ ἐστὶν οἴνου συγκομιδῆς γεωργικὴ ἀλληγορία, δι’ ὧν φησίν· Ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας Σεῦε κατ’ ἠγάθεον Νυσήιον· αἱ δ’ ἅμα· πᾶσαι Θύσθλα χαμαὶ κατέχευον, ὑπ’ ἀνδροφόνοιο Λυκούργου Θεινόμεναι βουπλῆγι. Διώνυσος δὲ φοβηθείς Δύσεθ’ ἁλὸς κατὰ κῦμα, Θέτις δ’ ὑπεδέξατο κόλπῳ Δειδιότα. μαινόμενον μὲν εἴρηκε Διόνυσον ἀντὶ τοῦ οἴνου· ἐπειδήπερ οἱ πλείονι τῷ ποτῷ χρώμενοι τοὺς λογισμοὺς διασφάλλονται. ὥσπερ τὸ δέος, εἰ τύχοι, χλωρὸν λέγει, καὶ πευκεδανὸν τὸν πόλεμον· ἃ γὰρ ἀπ’ αὐτῶν συμβαίνει, ταῦτα ἐκείνοις περιῆψεν, ὅθεν ἄρχεται τὰ πάθη. τιθήνας δὲ νομίζειν δεῖ τὰς ἀμπέλους. Αυκοῦργος δ’, ἀνὴρ εὐαμπέλου λήξεως δεσπότης, μετὰ τὴν ὀπωρινὴν ὥραν, ὅτε συγκομιδὴ τῶν διονυσιακῶν καρπῶν ἐστὶν, ἐπὶ τὴν εὐφορωτάτην ἐξεληλύθει Νύσαν. καὶ μετὰ τοῦτο, ἔτι δρεπομένων τῶν βοτρύων φησί· Διώνυσος δὲ φοβηθείς· ἐπειδήπερ ὁ μὲν φόβος εἴωθε τρέπειν τὴν διάνοιαν. ὁ δὲ τῆς σταφυλῆς καρπὸς τρέπεται θλιβόμενος εἰς οἶνον. ἔθος γε μὴν τοῖς πολλοῖς, ἐπὶ φυλακῇ τοῦ διαμένειν ἀκλινῆ τὸν καρπὸν, ἐπικιρνάναι θαλαττίῳ ὕδατι· παρὰ τοῦτο ὁ Διόνυσος Δύσεθ’ ἁλὸς κατὰ κῦμα.

  48. 35.2

    Θέτις δ’ ὑπεδέξατο κόλπῳ, ἡ τελευταία μετὰ τὴν ἀπόθλιψιν τοῦ καρποῦ θέσις. αὕτη γὰρ ἐσχάτη δέχεται τὸν οἶνον· δειδιότα δὲ, διὰ τὸν ἐν ἀρχῇ τοῦ νεοθλιβοῦς γλεύκους παλμὸν, καὶ τὴν μεθαρμόζουσαν ὁρμήν· δέος εἶπε γὰρ τὸν τρόμον. οὕτως Ὅμηρος οὐ φιλοσοφεῖν μόνον ἀλληγορικῶς, ἀλλὰ καὶ γεωργεῖν ἐπίσταται.

  49. 36.1

    Φυσικῆς δ’ ἅπτεται θεωρίας καὶ ὅταν ὁ Ζεὺς, εἰς τὸ αὐτὸ συναθροίσας τοὺς θεοὺς ἅπαντας, ἄρχηται τῶν μεγάλων ἀπειλῶν, καθήμενος Ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. πρῶτος ἕστηκεν αὐτός· ἐπειδὴ τὴν ἀνωτάτω τάξιν, ὥσπερ ἐδηλοῦμεν, ἡ αἰθεριώδης ἐπέχει φύσις. σειρὰν δ’ ἀπήρτησεν ἀπὸ τοῦ αἰθέρος ἐπὶ πάντα χρυσῆν. οἱ γὰρ δεινοὶ τῶν φιλοσόφων περὶ ταῦτα, ἀνάμματα πυρὸς εἶναι τὰς τῶν ἀστέρων περιόδους νομίζουσι· τὸ δὲ σφαιρικὸν ἡμῖν τοῦ κόσμου σχῆμα δι’ ἑνὸς ἐμέτρησε στίχου· Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης. μεσαιτάτη γὰρ ἁπάντων ἑστία τις οὖσα, καὶ δύναμιν κέντρου ἐπέχουσα, καθίδρυται βεβαίως ἡ γῆ πᾶσα. κύκλῳ δ’ ὑπὲρ αὐτὴν ὁ οὐρανὸς, ἀπαύστοις περιφοραῖς εἱλούμενος, ἀπ’ ἀνατολῆς εἰς δύσιν τὸν ἀεὶ δρόμον ἐλαύνει. συγκαθέλκεται δ’ ἡ τῶν ἀπλανῶν σφαῖρα. πᾶσαί γε μὴν αἱ ἀπὸ τοῦ περιέχοντος ἄνω καὶ κάτω κύκλου φορούμεναι πρὸς τὸ κέντρον εὐθεῖαι, κατ’ ἀναγωγάς εἰσιν ἀλλήλαις ἴσαι. διὰ τοῦτο γεωμετρικῇ θεωρίᾳ τὸ σφαιρικὸν σχῆμα διεμέτρησεν, εἰπών· Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης,

  50. 37.1

    Ἔνιοι δ’ εἰσὶν οὕτως ἀμαθεῖς, ὥστ’ αἰτιᾶσθαι τὸν Ὅμηρον καὶ περὶ τῶν Λιτῶν, εἰ τὰς Διὸς γονὰς οὕτως ὕβρισε, διάστροφον αὐταῖς περιθεὶς ἀμορφίας χαρακτῆρα· Καὶ γάρ τε Αιταί εἰσι Διὸς κοῦραι μεγάλοιο, Χωλαί τε, ῥυσαί τε, παραβλῶπές τ’ ὀφθαλμώ. ἐν δὲ τούτοις τοῖς ἔπεσι τὸ τῶν ἱκετευόντων σχῆμα διαπέπλασται. πᾶσα γὰρ οὖν συνείδησις ἁμαρτόντος ἀνθρώπου βραδεῖα, καὶ μόλις οἱ δεόμενοι τοῖς ἱκετευομένοις προσέρχονται, τὴν αἰδῶ κατὰ ῥῆμα μετροῦντες. οὔτε μὴν ἀτρεμὲς δεδόρκασιν, ἀλλ’ ὀπίσω τὰς τῶν ὀμμάτων βολὰς ἀποστρέφουσι· καὶ μὴν ἔν γε τοῖς πρώτοις οὐδὲν γεγηθὸς τῶν ἱκετευόντων ἡ διάνοια περιτίθησιν ἔρευθος, ἀλλ’ ὠχροὶ καὶ κατηφεῖς, διὰ πρώτης τῆς ὄψεως ἐκκαλούμενοι τὸν ἔλεον. ὅθεν εὐλόγως οὐ τὰς Διὸς θυγατέρας, ἀλλὰ τοὺς ἱκετεύοντας ἀπεφήνατο, Χωλούς τε ῥυσούς τε, παραβλῶπάς τ’ ὀφθαλμώ, τοὒμπαλιν δὲ τὴν Ἄτην, σθεναράν τε καὶ ἀρτίπουν. κρατερὸν γὰρ αὐτῆς τὸ ἄφρον, ἀλογίστου γὰρ ὁρμῆς ὑπόπλεως, δρομὰς ὣς, ἐπὶ πᾶσαν ἀδικίαν ἵεται. παθῶν οὖν ἀνθρωπίνων ὡσπερεὶ ζωγράφος Ὅμηρός ἐστιν, ἀλληγορικῶς τὸ συμβαῖνον ἡμῖν θεῶν περιθεὶς ὀνόμασιν.

  51. 38.1

    Οἶμαι δ’ ἔγωγε καὶ τὸ ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆσθαι Ποσειδῶνος, ἀλλ’ ὡς ὑετοῦ δαψιλοῦς γενομένου, καὶ τῶν ἀπ’ Ἴδης ποταμῶν πλημμυράντων, συνέβη κατερειφθῆναι. ὅθεν ἐπώνυμος τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προστάτης Ποσειδῶν. εἰκὸς δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ δ’ ὁ Ποσειδῶν ἐννοσίγαιος καὶ σεισίχθων εἶναι, τοῖς τοιούτοις τῶν παθημάτων ἐπιγραφόμενος. ἀμέλει φησίν· Αὐτὸς δ’ Ἐννοσίγαιος, ἔχων χείρεσσι τρίαιναν, ἡγεῖτ’· ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, σεισμοῦ τινος φορᾷ διαδονήσας ἐκ βάθρων τὰ τοῦ τείχους θεμέλια, δοκεῖ δέ μοι, λεπτῶς ἐξετάζοντι τὰ τοιαῦτα, μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλοσόφητον εἶναι, δι’ ἦς ὑφίσταται τοὺς λίθους ἀναμεμοχλεῦσθαι τοῦ τείχους. τὰ γάρ τοι σεισμῶν διαφέροντα τοῖς παθήμασιν οἱ φυσικοὶ λέγουσιν εἶναι, ὅσον καί τινας ἰδίους χαρακτῆρας ὀνομάτων ἐπιγράφουσιν αὐτοῖς, βρασματίαν τινὰ καὶ χασματίαν καὶ κλιματίαν προσαγορεύοντες. τριπλαῖς οὖν καθώπλισεν ἀκμαῖς τὸν τῶν σεισμῶν αἴτιον θεὸν· ἀμέλει; πρὸς βραχὺ κινηθέντος αὐτοῦ, Τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη, τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διασημήναντος ἡμῖν.

  52. 39.1

    Ἔτι τοίνυν πολλήν τινα χλεύην, καὶ μακρὸν ἡγοῦνται καταγέλων, τοὺς ἀκαίρους Διὸς ὕπνους ἐν Ἴδῃ, καὶ τὴν ὄρειον ὥσπερ ἀλόγοις ζῴοις ὑπεστρωμένην εὐνήν. ἐν ᾖ δυσὶ τοῖς ἀφρονεστάτοις πάθεσι δεδούλωται Ζεὺς, ἔρωτι καὶ ὕπνῳ. νομίζω τοίνυν ἔγωγε, αὐτὰ ταῦτα δι’ ἀλληγορίας ἐαρινὴν ὥραν ἔτους εἶναι, καθ’ ἥν ἅπαντα φυτὰ καὶ πᾶσα ἐκ γῆς ἀνίεται χλόη, τοῦ παγετώδους ἡσυχῇ λυομένου κρύους. ὑφίσταται δὲ τὴν Ἥραν, τουτέστι τὸν ἀέρα στυγνὸν ἀπὸ τοῦ χειμῶνος ἔτι καὶ κατηφῆ, καὶ διὰ τοῦτο, οἶμαι, πιθανῶς αὐτῆς στυγερὸς ἔπλετο θυμός· μετὰ μικρὸν δ’, ἀποκρουσαμένη τὸ συννεφὲς τῆς ἀηδίας Λὐματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ, Ἀμβροσίῳ, ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· ἡ λιπαρὰ καὶ γόνιμος ὥρα μετὰ τῆς τῶν ἀνθέων εὐωδίας ὑποσημαίνεται τούτῳ τῷ χρίσματι τῆς Ἥρας [ἀλειψαμένης]. τοὺς τε πλοκάμους φησιν αὐτὴν ἀναπλέξασθαι καλοὺς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο, τὴν τῶν φυτῶν αἰνιττόμενος αὔξησιν, ἐπειδὴ δένδρον ἅπαν κομᾷ, καὶ θριξὶν ὁμοίως ἀπὸ τῶν κλάδων ἀπαρτᾶται τὰ φύλλα. δίδωσι δ’ ἐγκόλπιον τῷ ἔαρι καὶ τὸν κεστὸν ἱμάντα, ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστύς, ἐπειδήπερ αὕτη μάλιστα τοῦ ἔτους ἡ ὥρᾳ τὸ τερπνότατον ἐπεκληρώσατο τῶν ἡδονῶν μέρος. οὔτε γὰρ λίαν ὑπὸ τοῦ κρύους πεπήγαμεν, οὔτ’ ἄγαν θαλπόμεθα. μεταίχμιον δέ τι τῆς ἑκατέρωθεν εὐκρασίας ἐν τοῖς σώμασιν ἀνεῖται. τοῦτον τοίνυν τὸν ἀέρα συνέμιξεν Ὅμηρος μετὰ μικρὸν τῷ αἰθέρι. διὰ τοῦτο ἐπὶ τῆς ὑψηλοτάτης ἀκρωρείας καταλαμβάνεται Ζεὺς, ἐν ἡ δι’ ἠέρος αἰθέρ’ ἵκανεν. ἔνθα δὲ κίρναται, καθ’ ἕν ἀναμιχθεὶς, ὁ ἀὴρ τῷ αἰθέρι. ἐμφαντικῶς οὖν τοῖς ὀνόμασιν εἶπεν· Ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν. ἐναγκαλίζεται γὰρ ἐν κύκλῳ περιέχων ὁ αἰθὴρ ὑφηπλωμένον αὐτῷ τὸν ἀέρα, τῆς δὲ συνόδου καὶ κράσεως αὐτῶν τὸ πέρας ἐδήλωσε τὴν ἐαρινὴν ὥραν· Τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην Λωτόν θ’ ἑρσήεντα, ἰδὲ κρόκον, ἠδ’ ὑάκινθον, Πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ’ ἔεργεν. ἴδια στέφη ταῦτα τῆς ἀρτιθαλοῦς ὥρας, ἐπειδὰν ἐκ τῶν χειμερίων παγετῶν ἡ (γῆ) στερίφη καὶ μεμυκυῖα πηγὰς ὡς κυοφορουμένας ἔνδον ὠδῖνας ἐκφήνῃ. προσεπισφραγιζόμενος δὲ τοῦτο, τὸν λωτὸν εἶπεν ἑρσήεντα, τὸν δροσερὸν, τῆς ἐαρινῆς καταστάσεως ἐμφανέστερον ποιῶν τὸν καιρόν. ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν, χρυσείην· στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι. τίς ἀγνοεῖ τοῦθ’, ὅτι χειμῶνος μὲν ἐπάλληλα πυκνώματα τῶν νεφῶν ἐκμελαίνεται, καὶ μετὰ θολερᾶς ἀχλύος κατηφὴς ἅπας ὁ οὐρανὸς ἀμαυροῦται· τοῦ δ’ ἀέρος ὑποσχίζοντος, ἀργὰ τὰ νέφη μαλακῶς ὑποσπείρεται, ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐναγκαλιζόμενα, καὶ παραπλήσιόν τι χρυσαῖς μαρμαρυγαῖς ἀποστίλβει· τοῦτο δὴ τὸ περὶ τὴν Ἴδην κορυφαῖον ἡμῖν νέφος ὁ τῆς ἐαρινῆς ὥρας δημιουργὸς Ὅμηρος ἐδήλωσεν.

  53. 40.1

    Ἀλλ’ ἐφεξῆς ἡ τῶν ἐπιφυομένων αὐτῷ τόλμα τοὺς Ἥρας δεσμοὺς αἰτιᾶται, καὶ νομίζουσιν ὕλην τινὰ δαψιλῇ τῆς ἀθέου πρὸς Ὅμηρον ἔχειν μανίας· ἦ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν· ἐκ δὲ ποδοῖν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον· σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω. λέληθε δ’ αὐτοὺς, ὅτι τούτοις τοῖς ἔπεσιν ἡ τοῦ παντὸς ἐκτεθεολόγηται γένεσις, καὶ τὰ συνεχῶς ᾀδόμενα τέτταρα στοιχεῖα· τούτων τῶν στίχων ἐστὶ τάξις, καθάπερ ἤδη μοι λέλεκται· πρῶτος αἰθὴρ, καὶ μετὰ τοῦτον ἀὴρ, εἶθ’ ὕδωρ τε καὶ γῆ τελευταία, τὰ πάντων δημιουργὰ στοιχεῖα. ταῦτα δ’ ἀλλήλοις ἐπικιρνάμενα ζῳογονεῖται καὶ τῶν ἀψύχων ἀρχέγονα καθίσταται. Ζεὺς τοίνυν ὁ πρῶτος τὸν ἑαυτοῦ ἀέρα κατήρτηκε. στερεοὶ δ’ ἄκμονες ὑπὸ ταῖς ἐσχάταις ἀέρος βάσεσιν, ὕδωρ τε καὶ γῆ, καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ἐφ’ ἑκάστης λέξεως, εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν τἀληθές, εὑρήσει. Ἦ οὺ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν. ἀπὸ γὰρ τῶν ἀνωτάτω καὶ μετεώρων τόπων φησὶν αὐτὴν ἀπηρτῆσθαι. περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον. τί τοῦτο τὸ καινὸν αἴνιγμα τῆς κολακευούσης τιμωρίας; πῶς ὀργιζόμενος ὁ Ζεὺς πολυτελεῖ δεσμῷ τὴν κολαζομένην ἠμύνατο, χρυσοῦν ἀντὶ τοῦ κραταιοτέρου σιδήρου τὸν δεσμὸν ἐπινοήσας; ἀλλ’ ἔοικε τὸ μεταίχμιον αἰθέρος τε καὶ ἀέρος χρυσῷ μάλιστα τὴν χρόαν ἐμφερὲς εἶναι· πάνυ δὴ πιθανῶς, καθ’ ὃ μέρος ἀλλήλοις ἐπισυνάπτουσι, λήγων μὲν ὁ αἰθὴρ, ἀρχόμενος δὲ μετ’ ἐκεῖνον ὁ ἀὴρ, χρυσοῦν ὑπεστήσατο δεσμόν, ἐπιφέρει γοῦν· Σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω,. τὸν ἄχρι νεφῶν τόπον ὁρίσας μέτρον ἀέρος. ἐκ δὲ τῶν τελευταίων μερῶν τοῦ ἀέρος, ἃ καλεῖ τοὺς πόδας, ἀπήρτησε στιβαρὰ βρίθη, γῆν τε καὶ ὕδωρ· ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω. πῶς ἂν οὖν εἶπεδεσομὸν ἄρρηκτον, αὐτίκα τῆς Ἥρας λυθείσης, εἴγε τῷ μύθῳ προσεκτέον; ἀλλ’ ἐπειδήπερ ἡ τῶν ὅλων ἁρμονία δεσμοῖς ἀρραγέσι συνωχύρωται, καὶ δυσχερὴς ἡ τοῦ παντὸς εἰς τἀναντία μεταβολὴ, τὸ μὴ δυνηθὲν ἂν διαζευχθῆναί ποτε, κυρίως ὠνόμασεν ἄρρηκτον.

  54. 41.1

    Ταύτην δὲ τὴν τετράδα τῶν στοιχείων καὶ μετὰ μικρὸν ἐν τοῖς ὅρκοις διεσάφησεν Ἥρα· ἴστω νῦν τόδε γαῖα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ. τρισὶ γὰρ ὅρκοις τὴν ὁμόφυλον αὐτῆς καὶ συγγενῆ φύσιν ὠνόμασεν, ὕδωρ τε καὶ γῆν, καὶ τὸν ὕπερθεν οὐρανὸν, τουτέστι τὸν αἰθέρα· τέταρτον γὰρ στοιχεῖον ἦν ἡ ὀμνύουσα. διευπορῶν γέ τοι καὶ ἐπὶ πολλοῖς ἀλληγορικῶς παριστάναι βουλόμενος ταυτὶ τὰ στοιχεῖα, καὶ μετ’ ὀλίγον ἐν τοῖς Ποσειδῶνος πρὸς Ἶριν λόγοις αὐτὰ ταῦθ’ ὑφίσταται λέγων Ἦτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί Παλλομένων, Ἀίδης δ’ ἔλαχε ζόφον ἠερόεντα. Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. οὐ μὰ Δί’ οὐ κλῆρος ὁ μυθευόμενος ἐν Σικυῶνι ταῦτα, καὶ διαίρεσις ἀδελφῶν οὕτως ἀνώμαλος, ὥστ’ οὐρανὸν ἀντιθεῖναι θαλάττῃ καὶ ταρτάρῳ. πᾶς γὰρ ὁ μῦθος ἠλληγόρηται περὶ τῶν ἀπ’ ἀρχῆς τεττάρων στοιχείων. Κρόνον μὲν γὰρ ὀνομάζει τὸν χρόνον κατὰ μετάληψιν ἑνὸς στοιχείου. πατὴρ δὲ τῶν ὅλων ὁ χρόνος, καὶ τελέως ἀμήχανόν τι γενέσθαι τῶν ὄντων δίχα χρόνου· διὸ δὴ ῥίζα τῶν τεττάρων στοιχείων οὗτός ἐστι. μητέρα δ’ αὐτοῖς ἔνειμε Ῥέαν, ἐπεὶ ῥύσει τινὶ καὶ ἀεννάῳ κινήσει τὸ πᾶν οἰκονομεῖται. χρόνου δὴ καὶ ῥύσεως τέκνα, γῆν τε καὶ ὕδωρ, αἰθέρα τε καὶ ἀέρα σὺν αὐτῷ ὑπεστήσατο· καὶ τῇ μὲν πυρώδει φύσει τόπον ἔνειμεν οὐρανόν· τὴν δ’ ὑγρὰν οὐσίαν Ποσειδῶνι προσέθηκε· τρίτον δ’ Ἀίδην, τὸν ἀφώτιστον ἀέρα δηλοῖ. κοινὸν δὲ πάντων καὶ ἑδραιότατον ἀπεφήνατο στοιχεῖον εἶναι τὴν γῆν, ὥσπερ ἑστίαν τινὰ τὴν τῶν ὅλων δημιουργὸν· Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. Διὰ τοῦτο δέ μοι δοκεῖ συνεχῶς ἀλληγορεῖν ὑπὲρ αὐτῶν, ἵν’ ἡ δοκοῦσα τοῖς ἔπεσιν ὑφεδρεύειν ἀσάφεια τῷ διηνεκεῖ τῆς παραδόσεως ᾖ γνωριμωτέρα.

  55. 42.1

    Τάγε μὴν ἐπὶ Σαρπηδόνος δάκρυα λύπην μὲν οὐ καταψεύδεται θεοῦ, ὃ καὶ παρ’ ἀνθρώποις νόσημα. τῷ δὲ βουλομένῳ τἀκριβὲς ἐρευνᾶν, ἐπινοεῖται τρόπος ἀλληγορουμένης ἀληθείας· πολλάκις γὰρ ἐν ταῖς μεταβολαῖς τῶν μεγάλων πραγμάτων ἱστοροῦσι τεράστια τῷ βίῳ συμφέρεσθαι σημεῖα ποταμῶν τε καὶ πηγαίων ναμάτων αἱμοφορύκτοις ῥεύμασιν ἐκμιαινομένων ὡς ἐπ’ Ἀσωποῦ τε καὶ Δίρκης παραδιδόασιν οἱ παλαιοὶ μῦθοι. λόγος δ’ ἔχει καὶ κατὰ νεφῶν ψεκάδας ὕεσθαι, φονίοις τισὶ κηλῖσιν ἐπικεχρωσμένας. ἐπεὶ τοίνυν ἡ μεταβολὴ τῆς μάχης ἀθρόαν φυγὴν ἐμποιήσειν ἔμελλε τοῖς βαρβάροις, ἐγγὺς δ’ ἦν ὁ τοῦ κατ’ ἀλκὴν ἀρίστου Σαρπηδόνος ὄλεθρος, ὡσπερεὶ τεράστια προὐφάνη ταύτης τῆς συμφορᾶς ἀγγελτικά· Αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε. τοῦτον δὴ τὸν φόνιον ὄμβρον ἀλληγορικῶς εἶπεν αἰθέρος δάκρυα, Διὸς μὲν οὔ, ἄκλαυστος γὰρ, ἐκ δὲ τῶν ὑπεράνω τόπων ὡσπερεὶ θρήνοις μεμιγμένου καταρραγέντος ὑετοῦ.

  56. 43.1

    Ταυτὶ μὲν ἴσως ἐλάττω τεκμήρια περὶ τῶν ἠλληγορημένων. ἐπὶ μέντοι τῆς ὁπλοποιίας μεγάλῃ τινὶ καὶ κοσμοτόκῳ διανοίᾳ τὴν τῶν ὅλων περιήθροισε γένεσιν. ὅθεν γὰρ αἱ πρῶται τοῦ παντὸς ἔφυσαν ἀρχαὶ, καὶ τίς ὁ τούτων δημιουργὸς, καὶ πῶς ἕκαστα πληρωθέντα διεκρίθη, σαφέσι τεκμηρίοις παρέστησε, τὴν Ἀχιλλέως ἀσπίδα τῆς κοσμικῆς περιόδου χαλκευσάμενος εἰκόνα. καὶ τὸ πρῶτον ὑπεστήσατο τῆς παντελοῦς δημιουργίας νύκτα καιρόν. ἐπειδήπερ αὕτη χρόνου πτερὰ πάτρια πρεσβεῖα κεκλήρωται, καὶ πρὶν ἢ δια κριθῆναι τὰ νῦν βλεπόμενα, νὺξ ἦν τὸ σύμπαν, ὃ δὴ χάος ποιητῶν ὀνομάζουσι παῖδες. οὐ γὰρ οὕτως ἄθλιόν τινα καὶ κακοδαίμονα παρεισάγει τὸν Ἥφαιστον, ὡς μηδὲ νυκτὸς ἀνάπαυσιν ἔχειν τῆς χειρωνακτικῆς ἐργασίας, ὅπου γε καὶ παρ’ ἀνθρώποις ἄθλιον εἶναι δοκεῖ τὸ μηδὲ νυκτὸς τῶν πόνων ἐκεχειρίαν ἄγειν. ἀλλ’ οὐκ ἐστὶ ταῦτα χαλκεύων Ἀχιλλεῖ πανοπλίαν Ἥφαιστος, οὐδ’ ἐν οὐρανῷ βουνοὶ χαλκοῦ καὶ κασσιτέρου, ἀργύρου τε καὶ χρυσοῦ εἰσίν. ἀμήχανον γὰρ τὰς ἀηδεῖς καὶ φιλαργύρους γῆς νόσους ἐπ’ οὐρανὸν ἀναβῆναι. φυσικῶς δὲ τῆς ἀμόρφου ποτὲ καὶ μὴ διακεκριμένης ὕλης τὸν καιρὸν ἀποφηνάμενος εἶναι νύκτα, δημιουργόν, ἡνίκα ἔμελλε πάντα μορφοῦσθαι, τὸν Ἥφαιστον ἐπέστησε, τουτέστι τὴν θερμὴν οὐσίαν· πυρὸς γὰρ δὴ, κατὰ τὸν φυσικὸν Ἡράκλειτον, ἀμοιβῇ τὰ πάντα γίνεται. ὅθεν συνοικοῦσαν οὐκ ἀπιθάνως τῷ τῶν ὅλων ἀρχιτέκτονι πεποίηκε τὴν Χάριν. ἔμελλε γὰρ ἤδη τῷ κόσμῳ χαριεῖσθαι τὸν ἴδιον κόσμον. ὗλαι δὲ τίνες αὐτῷ τῆς κατασκευῆς; χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε. εἰ μὲν Ἀχιλλεῖ κατεσκεύαζε πανοπλίαν, πάντ’ ἔδει χρυσὸν εἶναι· καὶ γὰρ οἶμαι σχέτλιον, Ἀχιλλέα μηδὲ Γλαύκῳ κατὰ τὴν πολυτέλειαν ἴσον εἶναι. νῦν δὲ τὰ τέτταρα στοιχεῖα κίρναται. καὶ χρυσὸν μὲν ὠνόμασε τὴν αἰθεριώδη φύσιν, ἄργυρον δὲ τὸν αὐτῇ τῇ χροιᾷ συνομοιούμενον ἀέρα· χαλκὸς δὲ καὶ κασσίτερος, ὕδωρ τε καὶ γῆ προσαγορεύεται διὰ τὴν ἐν ἀμφοτέροις βαρύτητα. πρώτη δ’ ἀπὸ τούτων τῶν στοιχείων ἀσπὶς ὑπ’ αὐτοῦ χαλκεύεται, σφαιροειδὲς ἔχουσα τὸ σχῆμα, ὑφ’ οὗ τὸν κόσμον ἡμῖν ἐμφανῶς ἐσήμηνεν. ὃν οὐκ ἀπὸ τῆς ὁπλοποιίας μόνον, ἀλλὰ καὶ δι’ ἄλλων τεκμηρίων ὑφίσταται κυκλοειδῆ.

  57. 44.1

    Συντόμως δ’ ἐν παρεκβάσει τὰς ὑπὲρ τούτων φιλοτεχνοῦντες ἀποδείξεις δηλώσομεν. συνεχῶς τοίνυν τὸν ἥλιον ἀκάμαντα, καὶ ἠλέκτορα, καὶ ὑπερίονα προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τοῦτο τὸ σχῆμα σημαίνων. ὅ τε γὰρ ἀκάμας, ὁ μὴ κάμνων, ἔοικεν ὅρους ἔχειν οὐκ ἀνατολὴν καὶ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. ἠλέκτωρ δὲ δυοῖν θάτερον· ἢ γὰρ ἄλεκτρος ὁ θεὸς ὀνομάζεται, ὡς μηδέποτε κοίτης ἐπιψαύων· ἢ τάχα πιθανώτερον ἔτι ἑλίκτωρ τις ὤν, καὶ κυκλοτερεῖ φορᾷ δι’ ἡμέρας καὶ νυκτὸς ἀναμετρούμενος τὸν κόσμον. ὑπερίονα δὲ νομιστέον αὐτὸν, τὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ, οἶμαι, καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν· Ἠέλιός θ’ ὑπεριέμενος, γαῖάν τ’ ἐπιθάλπων. εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν ἂν Ὑπεριονίδην· [ὡς Ἀτρείδην, εἰ τύχοι, τὸν Ἀγαμέμνονος, καὶ Πηλείδην τὸν Ἀχιλλέα].

  58. 45.1

    Ἥτε θοὴ νὺξ οὐκ ἄλλο τι σημαίνει, πλὴν τὸ σφαιροειδὲς ὅλου τοῦ πόλου σχῆμα· τὸν γὰρ αὐτὸν ἡλίῳ δρόμον ἡ νὺξ ἀνύει, καὶ πᾶς καταλειφθεὶς ὑπ’ ἐκείνου τόπος ὑπὸ ταύτης εὐθὺς ἐκμελαίνεται. σαφῶς γοῦν ἑτέρωθί που τοῦτο μηνύων, φησί· Ἐν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν. ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτοῦ, τὴν νύκτα κατόπιν ἐφέλκεται, συγχρονοῦσαν τοῖς ἡλίου τάχεσιν. εἰκότως οὖν αὐτὴν Ὅμηρος εἴρηκε θοήν, δύναταί γε μὴν πιθανώτερόν τις ἐπιχειρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς, οὐ τὴν κατὰ κίνησιν ὀξεῖαν, ἀλλὰ τὴν κατὰ σχῆμα· καὶ γὰρ ἑτέρωθί που φησίν· Ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν. οὐ τὸ τάχος τῶν ἐρριζωμένων νήσων ἠλιθίως δηλῶσαι ἐσπουδακὼς, ἀλλὰ τὸ σχῆμα, πρὸς ὀξὺ ἀπολήγουσαν ἀποτελοῦν γραμμήν. εἰκότως οὐν θοὴν νύκτα λέγεσθαι τὴν ἐπ’ ὀξὺ τέλος τῆς ἐσχάτης σκιᾶς ἀποτερματίζουσαν.

  59. 46.1

    Φυσικῶς δὲ διὰ τούτου τοῦ λόγου ἀποδείκνυσιν, ὅτι σφαιροειδής ἐστιν ὁ κόσμος. τριχῇ γὰρ οἱ μαθηματικοὶ τὰ σχήματα τῶν σκιῶν φασὶν ἀποπίπτειν· ἐπειδὰν ἔλαττον ᾗ τὸ καταλάμπον φῶς τοῦ καταλαμπομένου τόπου, τὴν σκιὰν συμβέβηκε καλαθοειδῶς ἐπὶ τὴν ὑστάτην πλατύνεσθαι βάσιν, ἀπὸ λεπτῆς ἀνισταμένην τῆς κατὰ κορυφὴν ἀρχῆς· ὅταν δὲ μεῖζον ᾖ τὸ καταλάμπον φῶς τοῦ καταλαμπομένου τόπου, κωνοειδῆ συμβέβηκε τὴν σκιὰν ἀπὸ πλατείας τῆς ἀρχῆς εἰς λεπτὸν ἀποστενοῦσθαι πέρας. ἐπειδάν γε μὴν ἴσον ᾖ τῷ καταλαμπομένῳ τὸ καταλάμπον, κυλίνδρου δίκην ἡ σκιὰ πρὸς ἴσον ἐν ταῖς ἑκατέρωθεν ἔχει γραμμαῖς. βουλόμενος οὖν Ὅμηρος τὸν ἥλιον ἀλληγορικῶς μείζονα τῆς γῆς κατὰ τὴν τῶν πλείστων φιλοσόφων ἔννοιαν ἀποδεῖξαι, εὐλόγως θοὴν τὴν νύκτα προσηγόρευσεν, εἰς ὀξὺ τὸ πρὸς τῷ πέρατι σχῆμα λήγουσαν. ἅτ’, οἶμαι, μήτε κυλινδροειδῶς, μήτε καλαθοειδῶς τῆς σκιᾶς πίπτειν δυναμένης, ἀλλὰ τὸν λεγόμενον κῶνον ἀποτελούσης. ὃ δὴ πρῶτος Ὅμηρος ἐκ μιᾶς λέξεως ὑπαινιξάμενος, τὰς μυρίας τῶν φιλοσόφων ἁμίλλας ὑποτέτμηκεν.

  60. 47.1

    Καὶ μὴν αἱ φοραὶ τῶν ἐναντίων ἀνέμων δηλοῦσι τὸ τοῦ κόσμου σφαιροειδές. βορέας μὲν γὰρ, ἀπὸ τῆς ἄρκτου πνέων μετέωρος μέγα κῦμα κυλίνδει· τὴν γὰρ ἀπὸ τοῦ μεταρσίου φορὰν ἐπὶ τὸ ταπεινότερον ἐκ μιᾶς λέξεως κατεκύλισεν ὁ στίχος. τοὔμπαλιν δ’ ἐπὶ τοῦ νότου, πνέοντος ἀπὸ τῶν κάτω τόπων, ἱστόρησεν· Ἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ, τὴν ἀπὸ τοῦ ταπεινοτέρου κίνησιν εἰς τὸ μετέωρον ἀνακυλίει. ἔτι γε μὴν μετὰ τῶν ἄλλων ἀπείρονα γαῖαν ὀνομάζει. καὶ πάλιν ἐπὶ τῆς Ἥρας· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης.

  61. 47.2

    Οὐ δή που μαχομέναις δόξαις πρὸς αὑτὸν στασιάζων· ἀλλ’ ἐπειδὴ πᾶν σφαιροειδὲς σχῆμα καὶ ἄπειρόν ἐστι καὶ πεπερασμένον· τῷ μὲν γὰρ ὅρον τινὰ καὶ περιγραφὴν ἔχειν, εὐλόγως αὐτὸ πεπεράνθαι νομιστέον· ἄπειρον δ’ ἂν ὁ κύκλος ὀνομάζοιτο δικαίως, ἐπειδήπερ ἀμήχανόν ἐστι δεῖξαι πέρας ἐν αὐτῷ τι· τὸ γὰρ νομισθὲν εἶναι τέλος ἐξ ἴσου γένοιτ’ ἂν ἀρχή.

  62. 48.1

    Ταυτὶ μὲν οὖν ἀθρόα τεκμήρια τοῦ σφαιροειδῆ τὸν κόσμον εἶναι παρ’ Ὁμήρῳ. τὸ δ’ ἐναργέστατόν ἐστι σύμβολον ἡ τῆς Ἀχιλλέως ἀσπίδος κατασκευή· κυκλοτερὲς γὰρ τῷ σχήματι κεχάλκευκεν ὅπλον Ἥφαιστος, ὥσπερ εἰκόνα τῆς κοσμικῆς περιόδου· μυθικῶς μὲν οὖν ἀσπίδα χαλκευομένην ὑποστησάμενος ἁρμόζουσαν Ἀχιλλεῖ, τῆν διὰ πάντων ἐνεχάραξε πορείαν τίς δ’ ἦν αὕτη; στησάμενοι δὲ μάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας, βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. ἐν δ’ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δ’ ὀλοὴ κήρ ἄλλον ζῳὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν. Ταῦτα γὰρ ἦν ὁ διηνεκὴς Ἀχιλλέως βίος. νῦν δ’ Ὅμηρος, ἰδίᾳ τινὶ φιλοσοφίᾳ δημιουργῶν τὸν κόσμον, εὐθὺς τὰ μέγιστα τῆς προνοίας ἔργα μετὰ τὴν ἀδιευκρίνητον καὶ κεχυμένην ὕλην ἐχάλκευσεν· ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν. ἡ τῆς κοσμικῆς γενέσεως εἱμαρμένη πρῶτον θεμελιοῦχον ἐκρότησε τὴν γῆν· εἶτα ἐπὶ ταύτῃ, καθάπερ τινὰ θείαν στέγην τὸν οὐρανὸν ἐπωρόφωσε, καὶ κατὰ τῶν ἀναπεπταμένων αὐτῆς κόλπων ἀθρόαν ἔχεε τὴν θάλατταν, εὐθύς θ’ ἡλίῳ καὶ σελήνῃ τὰ διακριθέντα τῶν στοιχείων ἀπὸ τοῦ πάλαι χάους ἐφώτισεν. ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται. δι’ οὗ μάλιστα σφαιροειδῆ παραδέδωκεν ἡμῖν τὸν κόσμον. ὥσπερ γὰρ ὁ στέφανος κυκλοτερὴς τῆς κεφαλῆς κόσμος ἐστὶν, οὕτω τὰ διεζωκότα τὴν ὀυράνιον ἀψῖδα, κατὰ σφαιροειδοῦς ἐπηρμένα σχήματος, εἰκότως οὐρανοῦ στέφανος ὠνόμασται.

  63. 49.1

    Διακριβολογησάμενος δ’ ὑπὲρ τῶν ὁλοσχερῶν ἀστέρων, τὰ κατὰ μέρος. ἐπιφανέστατα δεδήλωκεν· οὐ γὰρ ἠδυνατο πάντα θεολογεῖν, ὥσπερ Εὔδοξος ἢ Ἄρατος, Ἰλιάδα γράφων· πάλιν δ’ ἀλληγορικῶς μεταβέβηκεν ἐπὶ τὰς δύο πόλεις, τὴν μὲν εἰρήνης, τὴν δὲ πολέμου παρεισάγων, ἵνα μηδ’ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος παρ’ ἄλλου τινὸς ἢ παρ’ Ὁμήρου τὴν. Σικελικὴν ἀρύσηται δόξαν. ἅμα γὰρ τοῖς τέσσὰρσι στοιχείοις κατὰ τὴν φυσικὴν θεωρίαν παραδέδωκε τὸ νεῖκος καὶ τὴν φιλίαν· τούτων δ’ ἑκάτερον Ὅμηρος ὑποσημαίνων, δύο· πόλεις ἐνεχάλκευσε τῇ ἀσπίδι, τὴν μὲν εἰρήνης, τουτέστι φιλίας, τὴν δὲ πολέμου, τουτέστι νείκους.

  64. 50.1

    Πτύχας δ’ ὑπεστήσατο τῆς ἀσπίδος πέντε, σχέδον οὐκ ἄλλο τι, πλὴν . τὰς ἐμπεποικιλμένας τῷ κόσμῳ ζώνας ὑπαινιξάμενος. ἡ μὲν γὰρ ἀνωτάτω περὶ τὸν βόρειον εἰλεῖται πόλον· ἀρκτικὴν δ’ αὐτὴν ὀνομάζουσιν, ἡ δ’ ἐφεξῆς εὔκρατός ἐστιν. εἶτα τὴν τρίτην διακεκαυμένην καλοῦσιν. ἡ τετάρτῃ δ’ ὁμωνύμως τῇ δευτέρᾳ εὒκρατος ὀνομάζεται. πέμπτη δ’ ἐπωνύμως τοῦ νοτίου μέρους, ἡ νότιός τε καὶ ἀντάρκτιος καλουμένη. τουτων αἱ μὲν δύο τελέως ἀοίκητοι διὰ τὸ κρύος, ἥ τε τὸν βόρειον εἰληχυῖα πόλον, καὶ ἡ τὸν ἀπαντικρὺ νότιον· ὁμοίως δ’ ἐν αὐταῖς ἡ διακεκαυμένῃ καθ’ ὑπερβολὴν τῆς πυρώδους οὐσίας οὐδενὶ βατὴ ζῴῳ, δύο δὲ τὰς εὐκράτους φασὶν οἰκεῖσθαι, τὴν μέσην ἀφ’ ἑκατέρας ζώνης κρᾶσιν ἐπιδεχομένας. ὁ γοῦν Ἐρατοσθένης καὶ σφοδρότερον ἐν τῷ Ἑρμῇ ταῦτα διηκρίβωσεν, εἰπών· Πέντε δέ οἷ ζῶναι περιηγέες ἐσπείρηνται. Αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο. Ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς, οἷον ἐρυθρή, Τυπτομένη φλογμοῖσιν· ἐπεί ῥά ἑ μοῖραν ἐπ’ αὐτήν Κεκλιμέναι ἀκτῖνες ἀειθερέες πυρόωσιν. Αἱ δὲ δύω, ἑκάτερθε πόλοιο περιπεπτηυῖαι, Αἰεὶ κρυμαλέαι, αἰεὶ δ’ ὕδατι μογέουσαι.

  65. 51.1

    Ταύτας οὖν Ὅμηρος πτύχας ὠνόμασεν, δι’ ὧν φησίν· ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, Τὰς δύο χαλκείας, δύο δ’ ἔνδοθι κασσιτέροιο, Τὴν δὲ μίαν χρυσῆν· τὰς μὲν ἀνωτάτω κατὰ τοὺς ἀλαμπεῖς μυχοὺς τοῦ κόσμου κειμένας δύο ζώνας χαλκῷ προσεικάσας· ψυχρὰ γὰρ ἡ ὕλη, καὶ κρύους μεστή. λέγει γοῦν ἑτέρωθί που· ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσι. τὴν δὲ μίαν χρυσῆν τὴν διακεκαυμένην· ἐπειδήπερ ἡ πυρώδης οὐσία κατὰ τὴν χρόαν ἐμφερεστάτῃ χρυσῷ. δύο δ’ ἐνδόθι κασσιτέροιο, τὰς εὐκράτους ὑποσημαίνων· ὑγρὰ γὰρ ἡ ὕλη, καὶ τελέως εὔτηκτος ἡ τοῦ κασσιτέρου, δι’ ἧς τὸ περὶ τὰς ζώνας εὐαφὲς ἡμῖν καὶ μαλθακὸν δεδήλωκε. τὸ μὲν οὖν ἐν οὐρανῷ σεμνὸν ἐργαστήριον Ἡφαίστου τὴν ἱερὰν φύσιν οὔτως ἐδημιούργησεν.

  66. 52.1

    Ἀνίσταται δ’ εὐθὺς ὁ φρικώδης καὶ χαλεπὸς ἐφ’ Ὁμήρῳ τῶν συκοφαντούντων φθόνος ὑπὲρ τῆς θεομαχίας. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνὴ παρ’ αὐτῷ συνέρρωγεν, ἀλλ’ οὐράνιοι ταραχαὶ καὶ στάσεις τὸ θεῖον ἐπινέμονται· Ἠτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ’ Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα· Ἄντα δ’ Ἐκυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνῃ. Ἥρῃ δ’ ἀντέστη χρνσηλάκατος, κελαδεινή, Ἄρτεμις ἰοχέαιρα, κασιχνήτῃ Ἑκάτοιο. Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς. Ἄντα δ’ἂρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης. οὐκέτι ταῦθ’ Ἕκτωρ πρὸς Αἴαντα μαχόμενος, οὐδ’ Ἀχιλλεὺς· πρὸς Ἓκτορα, καὶ μετὰ Πατρόκλου Σαρπηδών· ἀλλὰ τὸν μέγαν οὐρανοῦ πόλεμον ἀγωνοτεθήσας Ὅμηρος, οὐδ’ ἄχρι μελλήσεως τὸ κακὸν ὥπλισεν, ἀλλ’ ὁμόσε τοὺς θεοὺς συνέρραξεν ἀλλήλοις. ἑπτὰ μὲν γὰρ Ἄρης ἐπέσχε πέλεθρα πεσὼν, μετὰ ταῦτα δ’ Ἀφροδίτης λύτο γούνατα καὶ φίλον ἦτορ. Ἄρτεμις δὲ καὶ προσεξυβρίσθη, τοῖς ἰδίοις τόξοις, ὡς νηπία κόρη σωφρονισθεῖσα, Ξάνθος δὲ παρ’ ὀλίγον οὐδὲ ποταμὸς ἐρρύη διὰ Ἥφαιστον.

  67. 53.1

    Ὅμως δ’ οὖν πάντα ταῦτα κατ’ ἀρχὰς μὲν οὐδ’ ὅλως σφόδρα πείθειν δύναται τοὺς πολλούς. εἰ δὲ θελήσει τίς, ἐνδοτέρω καταβὰς τῶν ὁμηρικῶν ὀργίων, ἐποπτεῦσαι τὴν μυστικὴν αὐτοῦ σοφίαν, ἐπιγνώσεται τὸ δοκοῦν αὐτῷ ἀσέβημα πηλίκης μεστόν ἐστι φιλοσοφίας. ἐνίοις μὲν οὖν ἀρέσκει, τὴν τῶν ἑπτὰ πλανήτων ἀστέρων ἐν ἑνὶ ζῳδίῳ σύνοδον ὑφ’ Ὁμήρου διὰ τούτων ἐλεγχθῆναι. φθορὰ δὲ παντελὴς, ὅταν τοῦτο γένηται. σύγχυσιν οὖν τοῦ παντὸς ὑπαινίττεται, συνάγων εἰς ἓν Ἀπόλλωνα, τουτέστιν ἥλιον, καὶ Ἄρτεμιν, ἣν φαμὲν εἶναι σελήνην, τόν τε τῆς Ἀφροδίτης καὶ Ἄρεος, ἔτι δὲ καὶ Ἑρμοῦ καὶ Διὸς ἀστέρα. ταύτην μὲν οὖν πιθανότητος μᾶλλον ἢ ἀληθείας ἐχομένην τὴν ἀλληγορίαν ἄχρι τοῦ μὴ δοκεῖν ἀγνοεῖν παρειλήφαμεν. ἃ δ’ ἔστιν ἐναργέστερα καὶ τῆς Ὁμήρου σοφίας ἐχόμενα, ταῦτα δὴ σκοπεῖν ἀναγκαῖον.

  68. 54.1

    Ἀντέταξε γοῦν κακίαις μὲν ἀρετὰς, ταῖς δὲ μαχομέναις φύσεσι τὰς ἀντιπάλους. αὐτίκα γοῦν πῶν θεῶν ἡ ζεῦξις οὕτω πεφιλοσόφηται τῆς μάχης· Ἀθηνᾶ καὶ Ἄρης, τουτέστιν ἀφροσύνη καὶ φρόνησις. ὁ μὲν γὰρ, ὥσπερ ἔφην, μαινόμενός ἐστι, τυκτὸν κακόν, ἀλλοπρόσαλλος. ἡ δ’ ἐν πᾶσι θεοῖς μήτι τε κλέεται καὶ κέρδεσιν. Ἀδιάλλακτός γε μὴν ἔχθρα τοῖς τὰ βέλτιστα διευκρινοῦσι λογισμοῖς πρὸς τὴν οὐδὲν ὁρῶσαν ἀφροσύνην. ὡς δὲ μάλιστα τὸν βίον ὀνήσειν ἔμελλεν, οὕτω τὰ τῆς μάχης διευκρίνησεν. οὐ γὰρ ἡ μεμηνυῖα καὶ παραπλὴξ ἀναισθησία τῆς συνέσεως γέγονε κρείσσων. ἐνίκησε δ’ Ἀθηνᾶ τὸν Ἄρην, καὶ κατὰ γῆς ἐξέτεινεν· ἐπειδήπερ ἅπασα κακία χαμαιπετὴς ἐν τοῖς ταπεινοτάτοις ἔρριπται βαράθροις, πατούμενον νόσημα, καὶ πρὸς πᾶσαν ὕβριν ὑποκείμενον, ἀμέλει συνεξέτεινεν αὐτῷ τὴν Ἀφροδίτην, τουτέστι τὴν ἀκολασίαν. Τὼ μὲν ἄρ’ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ, συγγενῆ καὶ τοῖς πάθεσι γειτνιῶντα νοσήματα.

  69. 55.1

    Λητοῖ δ’ ἀνθέστηκεν Ἑρμῆς· ἐπειδήπερ ὁ μὲν οὐδὲν ἄλλο πλὴν λόγος ἐστὶ τῶν ἔνδον ἐν ἡμῖν παθῶν ἑρμηνεύς. λόγῳ δὲ πάντα μάχεται Λητὼ, οἱονεὶ Ληθώ τις οὖσα καθ’ ἑνὸς στοιχείου μετάθεσιν· τὸ γὰρ ἀμνημονούμενον οὐκ ἔτι ἀγγελθῆναι δύναται. διὸ δὴ καὶ μητέρα Μουσῶν Μνημοσύνην ἱστοροῦσι, τὰς προστατίδας λόγου θεὰς ἀπὸ μνήμης γεγενῆσθαι λέγοντες· εἰκὸς οὖν τὴν λήθην πρὸς ἀντίπαλον ἅμιλλαν ἐξωρμηκέναι· δικαίως δ’ ὑπεῖξεν αὐτή· λόγου γὰρ ἧττα λήθῃ, καὶ τὸ φανερόν ὑπ’ ἀμνηστίας ἐν κωφῇ νενίκηται σιωπῇ· τῶν γε μὴν ὑπολειπομένων θεῶν ἡ μάχη φυσικωτέρα.

  70. 56.1

    Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ’ Ἀπόλλων Φοῖβος. ὕδατι πῦρ ἀντέθηκε, τὸν μὲν ἥλιον Ἀπόλλωνα προσαγορεύσας, τὴν δ’ ὑγρὰν φύσιν Ποσειδῶνα. τούτων δ’ ἑκάτερον ὡς ἐναντίαν ἔχει φύσιν, τί δεῖ καὶ λέγειν; φθαρτικὸν γὰρ κατ’ ἐπικράτειαν ἀεὶ θατέρου θάτερον. καὶ μὴν ἀπὸ λεπτῆς τῆς περὶ τὴν ἀλήθειαν θεωρίας διαλύει ἀμφοῖν τὴν μάχην, ἐπειδήπερ ἡλίου τροφὴν ἀπεφηνάμεθα τὴν ἔνυγρον οὐσίαν, καὶ μάλιστα. τὴν ἁλμυράν· λεληθότως γὰρ ἀπὸ γῆς τὸ δίυγρον ἀνασπῶν τῆς ἀτμίδος, τούτῳ μάλιστα τὴν πυρώδη φύσιν αὔξει. χαλεπὸν δ’ ἦν τῷ τρέφοντι τὸ τρεφόμενον ἀνθεστάναι. διὰ τοῦθ’ ὑπεῖξαν ἀλλήλοις.

  71. 57.1

    Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος, κελαδεινή, Ἄρτεμις ἰοχέαιρα.

  72. 57.2

    Οὐδὲ τοῦτ’ ἀλόγως εἰσήγαγεν Ὅμηρος· ἀλλ’, ὥσπερ ἔφην, Ἥρα μέν ἐστιν ὁ ἀήρ· τὴν δὲ Σελήνην Ἄρτεμιν ὀνομάζει· πᾶν δὲ τὸ τεμνόμενον ἀεὶ πολέμιόν ἐστι τῷ τέμνοντι· καὶ διὰ τοῦτ’ ἐχθρὰν ἀέρι τὴν σελήνην ὑπεστήσατο, τὴν ἐν ἀέρι αὐτῆς φορὰν καὶ τοὺς δρόμους ὑποσημαίνων. εἰκὸς δὲ ταχέως νενικῆσθαι τὴν σελήνην· ἐπειδήπερ ὁ μὲν ἀὴρ πολὺς, καὶ πάντῃ κεχυμένος, ἡ δ’ ἐλάττων καὶ συνεχῶς ὑπὸ τῶν ἀερίων παθημάτων ἀμαυρουμένη, τοῦτο μὲν ἐκλείψεσι, τοῦτο δ’ ἀχλύϊ, καὶ ταῖς ὑποτρεχούσαις νεφέλαις· διὰ τοῦτο τῆς νίκης τὰ βραβεῖα τῷ μείζονι καὶ συνεχῶς βλάπτοντι προσέθηκεν.

  73. 58.1

    Ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μεγὰς ποταμὸς βαθυδίνης·

  74. 58.2

    Ἐν τοῖς ὑπὲρ Ἀπόλλωνος καὶ Ποσειδῶνος λόγοις τὸν οὐράνιον ἡμῖν αἰθέρα καὶ τὴν ἀκήρατον ἡλίου φλόγα δηλώσας, νῦν μεταβέβηκεν. ἐπὶ τὸ θνητὸν πῦρ, καὶ τοῦτο ἀνθώπλισε ποταμῷ, τὴν διάφορον ἑκατέρου φύσιν εἰς μάχην παροξύνας. πρότερον μὲν οὖν εἴκοντα τὸν ἥλιον Ποσειδῶνι παρεισάγει, νῦν δὲ τὴν ὑγρὰν οὐσίαν ὑπὸ τῆς πυρώδους ἡττωμένην· δυνατώτερον γὰρ τόδε τὸ στοιχεῖον θατέρου. τίς οὖν οὕτω μέμηνεν, ὡς θεοὺς μαχομένους ἀλλήλοις παρεισάγειν, Ὁμήρου φυσικῆς ταῦτα δι’ ἀλληγορίας θεολογήσαντος.

  75. 59.1

    Ἐπὶ τέλει οὖν τῆς Ἰλιάδος καὶ σφόδρα τὸν Ἑρμῆν ἐναργῶς ἀκολουθοῦντα Πριάμῳ δεδήλωκεν, ἀλληγορήσας. οὐδὲν γὰρ ἔοικεν οὕτω πειθήνιον ἀνδράσιν ὀργιζομένοις, οὐκ ἄργνρος, οὐ χρυσὸς, οὐ δώρων πολυτέλεια· μειλίχιον δὲ καὶ προσηνὲς ἱκεσίας ὅπλον ἐστὶν ἡ διὰ τοῦ λόγου πειθώ. Πάνυ γοῦν ἀληθῶς Εὐριπίδης· Οὐκ ἔστι Πειθοῦς ἱρὸν ἄλλο, πλὴν λόγος.

  76. 59.2

    Τούτῳ τε Πρίαμος, ὥσπερ ὀχυρᾷ παντευχίᾳ καθώπλισται· ᾧ καὶ μάλιστα τὴν Ἀχιλλέως ἐπέκλασεν ὀργὴν, οὐκ ἐν ἀρχῇ δείξας δώδεκα πέπλους, δώδεκα δ’ ἁπλοΐδας χλαίνας, τά τε λοιπὰ τῶν κομισθέντων δώρων· ἀλλ’ αἱ πρῶται τῆς ἰκεσίας φωναὶ τοὺς ἄρσενας αὐτοῦ θυμοὺς ἐξεθήλυναν· Μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ, Τηλίκου ὥσπερ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ. δι’ ὀλίγου προοιμίου τῶν λόγων συνήρπασεν Ἀχιλλέα, καὶ σχεδὸν ἀντὶ Πριάμου γέγονε Πηλεύς. διὰ τοῦτο ἠλέηται μὲν ἄχρι τραπέζης· λουτροῖς. δὲ κοσμηθὲν ἀποδίδοται τὸ Ἕκτορος σῶμα· τοσοῦτον ἴσχυσεν ὁ τῶν παθῶν ἑρμηνεὺς λόγος, ὃν συναπέστειλεν Ὅμηρος αὐτῷ, τῆς ἱκετείας παράκλητον.

  77. 60.1

    Ἆρ’ οὐκ ἀπόχρη δι’ ὅλης τῆς Ἰλιάδος συνᾴδουσα ἡ Ὁμήρου φιλοσοφία, ἐν ᾖ τὰ περὶ θεῶν ἠλληγόρησε; ζητῶμεν δὲ τούτων τι περιττότερον, καὶ μετὰ τοσαύτας ἀποδείξεις ἐνδεῖν ἔτι τὰ κατὰ τὴν Ὀδύσσειαν ἡγώμεθα;

  78. 60.2

    Πλὴν ὅμως, ἀκόρεστον γὰρ ἅπαν τὸ καλὸν, ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μεταβῶμεν Ὀδύσσειαν. οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος· ἀλλ’ ἐν ἑκατέροις τοῖς σωματίοις ὅμοιον εὑρίσκομεν Ὅμηρον, μηδὲν περὶ θεῶν ἀπρεπὲς ἱστοροῦντα [δίχα δὲ τῆς τοιαύτης ἐμπειρίας αἰνιττόμενον].

  79. 61.1

    Αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην πρὸς Τηλέμαχον εὑρίσκομεν εὐλόγως. ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσαετῆ ἡλικίαν ὑπερκύπτων, μετέβαινεν εἰς τὸν ἄνδρα, καί τις αὐτὸν ὑπέδραμε τῶν γιγνομένων λογισμὸς, ὡς οὑκ ἔτι χρὴ διακαρτερεῖν ἐπὶ τῇ τετραετεῖ τῶν μνηστήρων ἀσωτίᾳ· τοῦτον οὖν τὸν ἀθροιζόμενον ἐν Τηλεμάχῳ λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν. ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει· παλαιὸς γοῦν ὁμολογεῖται ξένος Ὀδυσσέως ὁ Μέντης εἶναι. πολιὰ δὲ καὶ γῆρας; ἱεροὶ τῶν τελευταίων χρόνων λιμένες, ἀσφαλὲς ἀνθρώποις ὅρμισμα, καὶ ὅσον ἡ τοῦ σώματος ἰσχὺς ὑποφθίνει, τοσοῦτον ἡ τῆς διανοίας αὔξεται ῥῶσις.

  80. 62.1

    Ἴδιος τοίνυν παρεισελθὼν ὁ νοῦς ἐξεπαίδευσε τὸν Τηλέμαχον, οὐ θεὰ παρακαθημένη, καὶ ταῦθ’ ἃ λέγει παραινοῦσα διαπεττεύοντος· ἄγε δή, φησὶν, ὦ Τηλέμαχε, μειρακίου γὰρ ἤδη τὶ φρονεῖς πλέον· νῆ’ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο· πρῶτος εὐσεβὴς καὶ δίκαιος ἐκ βαθείας τῆς διὰ τὴν ἡλικίαν ἀφροσύνης ὑπεισῆλθε λογισμὸς, ὡς οὐκ ἄξιον ἔτι ἀργοὺς ἐν Ἰθάκῃ κατατρίβειν χρόνους, ἀμνηστίαν ἔχοντα τοῦ γεγεννηκότος· ἀλλ’ ἀναγκαῖον ἤδη ποτὲ τὸν φιλοπάτορα, ναῦν εὐτρεπισάμενον, ἐπὶ τὰς διαποντίους ἐκδραμεῖν Κληδόνας, ἵνα τὴν Ὀδυσσέως ἀπόδημον ἄγνοιαν ἀνιχνεύσῃ. δεύτερον δ’ ἐπὶ τούτοις διεσκέψατο, ὅπου μάλιστα δεῖ τήν πατρῴαν ἐρευνῆσαι τύχην· ὑπηγόρευσε δ’ ἡ φρόνησις, ἐγγὺς αὐτοῦ καθεζομένη· Πρῶτα μὲν ἐς Πύλον ἐλθέ καὶ εἴρεο Νέστορα δῖον, Κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον. ὁ μὲν γὰρ εἶχε τὴν ἀπὸ γήρως ἐμπειρίαν· ὁ δ’ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανεληλύθει νεωστί· δεύτατος γὰρ ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. ἔμελλεν οὖν ὠφέλιμος αὐτῷ παραινῶν γενήσεσθαι Νέστωρ, τἀληθῆ δὲ περὶ τῆς Ὀδυσσέως πλάνης ἐρεῖν Μενέλαος.

  81. 63.1

    Ἅμα δὲ ταῦτ’ ἐννοούμενος, ὡσπερεὶ παρακροτῶν ἑαυτὸν εἶπεν· οὐδέ τί σε χρή Νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί. εἶτα καθ’ ὁμοίωσιν τῆς Ὀρέστου ἡλικιώτιδος ἀρετῆς εἰς τὴν ἴσην φρόνησιν ὥσπερ παιδαγωγὸς καὶ πατὴρ ὁ λογισμὸς αὐτὸν παρακέκληκεν· ἡ οὐκ ἀίεις, οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα; τοιούτοις ἐπαρθεὶς λογισμοῖς, εὐλόγως μετέωρον αὐτοῦ τὴν διάνοιαν ἐλαφρίζει. διὸ καὶ προσείκασεν αὐτὴν Ὅμηρος ὄρνιθι, λέγων· Ὄρνις δ’ ὣς ἀνοπαῖα διέπτατο. μεταρσία γὰρ ἡ φρόνησις, ὡς ἂν οἶμαι τηλικοῦτον ὄγκον ἐν αὑτῇ πραγμάτων κυοφοροῦσα διανέστηκεν. ἀμέλει ταχέως ἐκκλησία συναθροίζεται, καὶ πατρῴοις λόγοις ἐνρητορεύει. τὸν δ’ ἀπόπλουν εὐτρεπίζει ὁ τῆς ἀλληγορίας ἐπώνυμος, Φρονίου μὲν υἱὸς, Νοήμων δὲ τοὔνομα· δι’ ὧν ἀμφοτέρων οὐδὲν ἄλλο, πλὴν τοὺς ὑπογυίους αὐτοῦ λογισμοὺς ὑπεσήμαινεν. ἐμβαίνοντι δ’ αὐτῷ τῆς νεὼς πάλιν συνεμβέβηκεν Ἀθηνᾶ, Μέντορι τὴν μορφὴν εἰκασμένη, ἀνδρὶ πρὸς φροντίδας τὴν διάνοιαν ἔχοντι, φρονήσεως μητέρα. δι’ ὧν ἁπάντων ἡ κατ’ ὀλίγον ἐν τῷ Τηλεμάχῳ τρεφομένη σύνεσις ἐν τοῖς ἔπεσιν ἱστόρηται.

  82. 64.1

    Καὶ μὴν ὁ περὶ Πρωτέως λόγος, οὕτω πολὺς ἐκταθεὶς ὑπὸ Μενελάου, τὴν ἐξαπατῶσαν εὐθὺς ἔχει φαντασίαν, πάνυ μυθώδης ὤν. γεγονέναι τῆς ἐν Αἰγύπτῳ νησίδος ἄθλιον ἔποικον, εἰς ἀθανάτου μέτρα τιμωρίας παρελκόμενον, ᾧ βίος ἠπείρου καὶ θαλάσσης κοινὸς, ἀτυχεῖς ὕπνους μετὰ φωκῶν κοιμωμένῳ, ἵν’ αὐτοῦ κολάζηται καὶ τὸ τερπνόν· θυγάτηρ δ’ Εἰδοθέα, διὰ πατρὸς ἀδικίας ξένον εὖ ποιοῦσα καὶ γενομένη προδότις αὐτοῦ· δεσμοὶ μετὰ τοῦτο, καὶ Μενέλαος ἐνεδρεύων· εἶθ’ ἡ πολυπρόσωπος εἰς ἅπαντα, ἃ βούλεται, Πρωτέως μεταμόρφωσις, ποιητικοὶ καὶ τεράστιοι μῦθοι δοκοῦσιν, εἰ μή τις οὐρανίῳ ψυχῇ τοὺς ὀλυμπίους Ὁμήρου μύθους ἱεροφαντήσειε.

  83. 65.1

    Τὴν γοῦν προμήτορα τῶν ὅλων ὑφίσταται γένεσιν, ἀφ’ ἧς τὸ πᾶν ῥιζωθὲν, εἰς ὃ νῦν βλέπομεν, ἥκει κατάστημα· παλαιοὶ γὰρ ἦσάν ποτε χρόνοι, καθ’ οὓς ἀτύπωτον ἢ ὑπόλιμνον ἦν, οὐδέπω κεκριμένοις χαρακτῆρσιν εἰς τέλειον ἥκουσα μορφῆς· οὔτε γὰρ γῇ, τῇ τῶν ὅλων ἑστίᾳ, κέντρον ἐπεπήγει βέβαιον, οὔτ’ οὐρανὸς περὶ τὴν ἀίδιον φορὰν ἱδρυμένος ἐκυκλεῖτο. πάντα δ’ ἦν ἀνήλιος ἠρεμία καὶ κατηφὴς σιγὴ, καὶ πλέον οὐδὲν ἢ κεχυμένης ὕλης· ἄμορφος γὰρ ἀργία, πρὶν ἤ δημιουργὸς ἁπάντων καὶ κοσμοτόκος ἀρχὴ σωτήριον ἑλκύσασα τῷ βίῳ τὸν τύπον, τὸν κόσμον ἀπέδωκε τῷ κόσμῳ, διεζεύγνυ τὸν μὲν οὐρανὸν τῆς γῆς, ἐχώριζε δὲ τὴν ἢπειρον τῆς θαλάττης, τέτταρα δὲ στοιχεῖα, τῶν ὅλων ῥίζα καὶ γέννα, ἐν τάξει τὴν ἰδίαν μορφὴν ἐκομίζετο· [τούτων δὲ προμηθέως κιρναμένων, ὁ θεὸς (πάντα διευκρίνησεν), μηδεμιᾶς οὔσης διακρίσεως περὶ τὴν ἄμορφον ὕλην].

  84. 66.1

    Πρωτέως δὲ θυγάτηρ Εἰδοθέα, δικαίως εἴδους ἐκάστου γενομένη θέα. διὰ τοῦτο, μία τὸ πρὶν ὤν φύσις, Πρωτεὺς εἰς πολλὰς ἐμερίζετο μορφὰς, ὑπὸ τῆς προνοίας διαπλαττόμενος· Ἤτοι μὲν πρώτιστα λέων γένετ’ ἠυγένειος, Αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· Γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δενδρέον ὑψιπέτηλον. διὰ μὲν οὖν τοῦ λεόντος, ἐμπύρου ζῴου, τὸν αἰθέρα δηλοῖ. δράκων δ’ ἐστὶν ἡ γῆ· τὸ γὰρ αὐτόχθον αὐτοῦ καὶ γηγενὲς οὐδὲν ἄλλο πλὴν τοῦτο σημαίνει. δένδρον γε μὴν ἅπαν αὐξανόμενον, καὶ τὴν ἀπὸ γῆς ὁρμὴν μεταρσίαν λαμβάνον, συμβολικῶς εἶπεν ἀέρα. τό μὲν γὰρ ὕδωρ εἰς ἀσφαλεστέραν ὧν προῃνίξατο δήλωσιν ἐκ τοῦ φανερωτέρου παρέστησεν εἰπών· Γίνετο δ’ ὑγρὸν ὕδωρ· ὥστε εὔλογον, τὴν μὲν ἄμορφον ὕλην Πρωτέα καλεῖσθαι, τὴν δ’ εἰδωλοπλαστήσασαν ἕκαστα πρόνοιαν Εἰδοθέαν. ἐξ ἀμφοῖν δὲ πᾶν διακριθὲν εἰς τὰ συνεχῆ καὶ προστατικὰ τῶν ὅλων σχισθῆναι. πιθανῶς δὲ καὶ τὴν νῆσον, ἐν ᾗ ταῦτα διέπλασε, Φάρον ὠνόμασεν· ἐπειδήπερ ἐστὶ τὸ φαρῶσαι γεννῆσαι. καὶ τὴν γῆν ἀφάρωτον ὁ Καλλίμαχος εἶπε τὴν ἄγονον· ἀφάρωτος οἷον. ... .γύη. φυσικῶς οὖν ἁπάνπων πατέρα χῶρον ὠνόμασε Φάρον, ἐκ τῆς γονίμου προσηγορίας, ὃ μάλιστα ἐβούλετο, σημήνας.

  85. 67.1

    Τίσι γε μὴν ἐπιθέτοις καὶ τὸν Πρωτέα κεκόσμηκεν, ἢδη σκοπῶμεν· Πωλεῖταί τις δεῦρο γέρων ἃλιος, νημερτής. Τὸ μὲν γέρων, οἶμαι, τὸ τῆς ἀρχεγόνου καὶ πρώτης οὐσίας σημαίνει γεραίτερον, ὥστε ἀποσεμνῦναι τῇ πολιᾷ τοῦ χρόνου τὴν ἄμορφον ὕλην. ἅλιον δ’ ὠνόμασεν, οὐ μὰ Δί’, οὐ θαλάττίον τινα δαίμονα, καὶ κατὰ κυμάτων ζῶντα, τὸ δ’ ἐκ πολλῶν καὶ παντοδαπῶν συνηλισμένον, ὅπερ ἐστὶ συνηθροισμένον. νημερτὴς δ’ εὐλόγως εἴρηται· τί γὰρ ταύτης τῆς οὐσίας ἀληθουργέστερον, ἐξ ἧς ἅπαντα γεγενῆσθαι νομιστέον. Καὶ μὴν καὶ ἡ Καλυψὼ τὴν πειθὼ τῶν ποικίλων παρ’ Ὀδυσσέως λόγων Ἑρμῆν προσηγόρευσε, μόγις μὲν, ἀλλ’ ὅμως καταθέλξαντος αὐτοῦ τὸν ἔρωτα τῆς νύμφης, ἵνα εἰς Ἰθάκην προπεμφθείη. διὰ τοῦτ’ ὄρνιθι προσωμοιωμένος Ἑρμῆς ἐλήλυθεν ἀπ’ Ὀλύμπου· πτερόεντα γὰρ τὰ ἔπη κατὰ τὸν Ὅμηρον, καὶ τάχιον οὐδὲν ἐν ἀνθρώποις λόγου.

  86. 68.1

    Δεῖ δ’ ἡμᾶς οὐδὲ τὰ μικρὰ παροδεύειν, ἀλλὰ καὶ δι’ ἐκείνων τὴν λεπτὴν ἐξετάζειν Ὁμήρου φροντίδα· τὸν γὰρ Ἡμέρας καὶ Ὠρίωνος ἔρωτα, πάθος οὐδ’ ἀνθρώποις εὔσχημον, ἠλληγόρησεν· Ὣς μὲν, ὃτ’ Ὠρίων’ ἕλετο ῥοδοδάκτυλος Ἠώς.

  87. 68.2

    Παρεισάγει γὰρ αὐτὸν ἔτι νεανίαν, ἐν ἀκμῇ τοῦ σώματος, ὑπὸ τοῦ χρεὼν πρὸ μοίρας ἀνηρπασμένον. ἦν δὲ παλαιὸν ἔθος, τὰ σώματα τῶν καμόντων, ἐπειδὰν ἀναπαύσηται τοῦ βίου, μήτε νύκτωρ ἐκκομίζειν, μήθ’ ὅταν ὑπὲρ γῆς τὸ μεσημβρινὸν ἐπιτείνηται θάλπος, ἀλλὰ πρὸς βαθὺν ὄρθρον, ἀπύροις ἡλίου ἀκτῖσιν ἀνιόντος. ἐπειδὰν οὖν εὐγενὴς νεανίας ἅμα καὶ κάλλει προέχων τελευτήσῃ, τὴν ὄρθριον ἐκκομιδὴν ἐπευφήμουν Ἡμέρας ἁρπαγὴν, ὡς οὐκ ἀποθανόντος, ἀλλὰ δι’ ἐρωτικὴν ἐπιθυμίαν ἀνηρπασμένου. Καθ’ Ὃμηρον δὲ καὶ τοῦτο φασίν. Ἰασίων, ἀνὴρ γεωργίας ἐπιμελούμενος, καὶ δαψιλεῖς τοὺς ἀπὸ τῶν ἰδίων ἀγρῶν καρποὺς λαμβάνων, εἰκότως ὑπὸ τῆς Δήμητρος ἔδοξεν ἠγαπῆσθαι· δι’ ὧν Ὅμηρος οὐκ ἀσελγεῖς ἔρωτας ἱστορεῖ θεῶν, οὐδ’ ἀκολασίας. Σημαίνων δὲ τὰς εὐαγεστάτας, [Ἡμέραν τε καὶ Δημήτραν], τοῖς ἀκριβῶς ἐρευνᾶν ἐθέλουσι φυσικῆς θεωρίας εὐσεβῆ ἀφορμὴν χαρίζεται.

  88. 69.1

    Νῦν τοίνυν ἅπαντα τἄλλα ἀφέντες, ἐπὶ τὴν διηνεκῆ καὶ χαλεπῶς θρυλουμένην ὑπὸ τῶν συκοφαντῶν κατηγορίαν τραπώμεθα. ἄνω γοῦν καὶ κάτω τραγῳδοῦσι, τὰ περὶ Ἄρεος καὶ Ἀφροδίτης ἀσεβῶς διαπεπλάσθαι λέγοντες. ἀκολασίαν γὰρ ἐμπεπολίτευκεν ἐν οὐρανῷ, καὶ τὸ παρ’ ἀνθρώποις, ὅταν γένηται, θανάτου τιμώμενον οὐκ ἐδυσωπήθη παρὰ θεοῖς ἱστορῆσαι, λέγω δὲ μοιχείαν. ἀμφ Ἄρεος φιλότητος ἐυστεφάνου τ’ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισιν.

  89. 69.2

    Εἶτα μετὰ τοῦτο δεσμοὶ, καὶ θεῶν γέλωτες, ἱκεσία τε πρὸς Ἥφαιστον Ποσειδῶνος. ἅπερ εἰ θεοὶ νοσοῦσιν, οὐκέτι τοὺς παρ’ ἀνθρώποις ἀδικοῦντας ἔδει κολάζεσθαι. νομίζω δ’ ἔγωγε, καίπερ ἐν Φαίαξιν ἀνθρώποις ἡδονῇ δεδουλωμένοις ᾀδόμενα ταῦτα φιλοσόφου τινὸς ἐπιστήμης ἔχεσθαι. τὰ γὰρ Σικελικὰ δόγματα καὶ τὴν Ἐμπεδόκλειον γνώμην ἔοικεν ἀπὸ τούτων βεβαιοῦν, Ἄρην μὲν ὀνομάσας τὸ νεῖκος, Ἀφροδίτην δὲ τὴν φιλίαν. τούτους οὖν διεστηκότας ἐν ἀρχῇ παρεισήγαγεν Ὅμηρος ἐκ τῆς πάλαι φιλονεικίας εἰς μίαν ὁμόνοιαν κιρναμένους. ὅθεν εὐλόγως ἐξ ἀμφοῖν Ἁρμονία γεγένηται, τοῦ παντὸς ἀσαλεύτως καὶ κατ’ ἐμμέλειαν ἁρμοσθέντος· γελᾶν δ’ ἐπὶ τούτοις εἰκὸς ἦν, καὶ συνήδεσθαι τοὺς θεοὺς, ἅτε δὴ τῶν ἰδίων χαρίτων οὐκ ἐπὶ φθοραῖς διϊσταμένων, ἀλλ’ ὁμονοοῦσαν εἰρήνην ἀγόντων· δύναταί γε μὴν καὶ περὶ τῆς χαλκευτικῆς τέχνης ἀλληγορεῖν. ὁ μὲν γὰρ Ἄρης εἰκότως ἂν ὀνομάζοιτο σίδηρος, τοῦτον δὲ ῥᾳδίως Ἥφαιστος ἐχειρώσατο· τὸ γὰρ πῦρ, ἅτ’, οἶμαι, σιδήρου κρατσιοτέρας δυνάμεις μετειληχός, εὐκόλως ἐν αὐτῷ τὴν ἐκείνου στερρότητα θηλύνει. δεῖ δὲ τῷ τεχνίτῃ πρὸς τὸ κατασκευαζόμενον καὶ Ἀφροδίτης· ὅθεν, οἶμαι, διὰ πυρὸς μαλάξας τὸν σίδηρον, ἐπαφροδίτῳ τινὶ τέχνῃ τὴν ἐργασίαν κατώρθωσε. Ποσειδῶν δ’ ἐστὶν ὁ ῥυόμενος παρ’ Ἡφαίστου τὸν Ἄρη πιθανῶς· ἐπειδήπερ ἐκ τῶν βαύνων διάπυρος ὁ τοῦ σιδήρου μύδρος ἑλκυσθεὶς ὕδατι βαπτίζεται, καὶ τὸ φλογῶδες ὑπὸ τῆς ὑγρᾶς φύσεως κατασβεσθὲν ἀναπαύεται.

  90. 70.1

    Καθόλου δὲ τὴν Ὀδυσσέως πλάνην; εἴ τῖς ἀκριβῶς ἐθέλει σκοπεῖν, ἠλληγορημένην εὑρήσει· πάσης γὰρ ἀρετῆς καθάπερ ὄργανόν τι τὸν Ὀδυσσέα παραστησάμενος ἑαυτῷ, διὰ τούτου πεφιλοσόφηκεν, ἐπειδὴ τὰς ἐκνεμομένας τὸν ἀνθρώπινον βίον ἤχθηρε κακίας, ἡδονὴν μὲν, τὸ Λωτοφάγων χωρίον, ξένης γεωργὸν ἀπολαύσεως, ἣν Ὀδυσσεὺς ἐγκρατῶς παρέπλευσε· τὸν δ’ ἄγριον ἑκάστου θυμὸν, ὡσπερεὶ καυτῆρι τῇ παραινέσει τῶν λόγων ἐπήρωσε. Κύκλωψ δ’ οὗτος ὠνόμασται ὁ τοὺς λογισμοὺς ὑποκλωπώμενος. τί δ’, οὐχὶ πρῶτος, εὔδιον πλοῦν δι’ ἐπιστήμης ἀστρονόμου τεκμηράμενος, ἔδοξεν ἀνέμους δεδεκέναι; φαρμάκων τε τῶν παρὰ Κίρκης γέγονε κρείττων, ὑπὸ πολλῆς σοφίας πομάτων ἐπεισάκτων κακῶν λύσιν εὑρόμενος· ἡ δὲ φρόνησις ἕως Ἅιδου καταβέβηκεν, ἵνα μηδέ τι τῶν νέρθεν ἀδιερεύνητον ᾖ· ἔτι δὲ Σειρήνων ἀκούει, τὰς πολυπείρους ἱστορίας παντὸς αἰῶνος ἐκμαθών· καὶ Χάρυβδις μὲν ἡ πολυδάπανος ἀσωτία καὶ περὶ πότους ἄπληστος εὐλόγως ὠνόμασται. Σκύλλαν δὲ, τὴν πολύμορφον ἀναίδειαν ἠλληγόρησε. διὸ δὴ καὶ κυνῶν οὐκ ἀλόγως ὑπέζωσται προτομὰς, ἁρπαγῇ, τόλμῃ καὶ πλεονεξίᾳ πεφραγμένας. αἱ δ’ ἡλίου βόες ἐγκράτεια γαστρός εἰσιν· εἰ μηδὲ λιμὸν ἔσχεν, ἀδικίας ἀνάγκην· ἃ δὴ μυθικῶς μέν ἐστιν εἰρημένα παρὰ τοὺς ἀκούοντας· εἰ δέ τις ἐπὶ τὴν ἠλληγορημένην σοφίαν καταβέβηκεν, ὠφελιμώτατα τοῖς μιμουμένοις γενήσεται.

  91. 71.1

    Τὸν μὲν γὰρ Αἴολον ἐξαιρέτως ἔγωγε νομίζω τὸν ἐνιαυτὸν εἶναι, ταῖς δωδεκαμήνοις τοῦ χρόνου περιόδοις ἐνδεδεμένον. ὠνόμασται γοῦν αἲολος, τουτέστι ποικίλος, ἐπειδήπερ οὐκ ἰσοχρόνῳ καὶ μονοειδεῖ κατὰ πᾶσαν ὥραν τῇ φύσει συνήνωται, διάφοροι δ’ αὐτὸν αἱ παρ’ ἕκαστα μεταβολαὶ ποικίλλουσιν. ἔκ τε γὰρ ἀργαλέου κρύους εἰς πραεῖαν ἡδονὴν ἔαρος γαληνοῦται, καὶ τὸ νοτερὸν τῆς ἐαριζούσης καταστάσεως ἔμπυρος ἡ τοῦ θέρους βία πυκνοῖ. μετόπωρον δὲ, φθινὰς ὥρα καρπῶν ἐτησίων, τὸ θέρειον ἐκλύσασα θάλπος, ὥραις χειμερίαις προοιμιάζεται. ταύτης δὲ τῆς ποικιλίας ὁ ἐνιαυτὸς ὤν πατὴρ, εἰκότως αἴολος ὠνόμασται, παῖδα δ’ αὐτὸν ὠνόμασεν Ἱππότου· τί γὰρ ὀξύτερον χρόνου, ἀεὶ φερομένῳ καὶ ῥέοντι τῷ τάχει τοὺς ὅλους αἰῶνας ἐκμετρουμένου; τί δ’ οὕτω ποδῶκες; δώδεκα δ’ αὐτοῦ παῖδές εἰσιν οἱ μῆνες· Ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες. Τὸ μὲν εὔκαρπον καὶ γόνιμον τῶν τὸ θέρος ἐμπιμπλάντων μηνῶν θηλείᾳ γονῇ προσείκασε, τὸ δὲ στερρὸν καὶ πεπηγὸς τῶν χειμερίων ἠρρένωσεν. οὐκ ἀσεβὴς δ’ οὐδ’ ὁ περὶ τῶν γάμων μῦθος. ἀλλὰ τοὺς ἀδελφοὺς ἀνέμιξε ταῖς ἀδελφαῖς· ἐπειδήπερ ὑπ’ ἀλλήλων συμβέβηκε τὰς ὥρας ὀχεῖσθαι. ταμίας δ’ ἐστὶν ἀνέμων, Ἠμὲν παυέμεναι, ἠδ’ ὀρνύμεν, ὅν κ’ ἐθέλῃσιν.

  92. 71.2

    Ἔμμηνοι γὰρ αἱ τούτων φοραὶ, καὶ κατὰ προθεσμίαν πνέουσαι, δεσπότης δ’ ἁπάντων ὁ ἐνιαυτός.

  93. 72.1

    Καὶ τὰ μὲν ὑπὲρ Αἰόλου τοιαύτης ἠξίωται φυσιολογίας. ὁ δὲ Κίρκης κυκεὼν ἡδονῆς ἐστὶν ἀγγεῖον, ὃ πίνοντες οἱ ἀκόλαστοι διὰ τῆς ἐφημέρου πλησμονῆς συῶν ἀθλιώτερον βίον ζῶσιν. διὰ τοῦτο οἱ μὲν Ὀδυσσέως ἑταῖροι χορὸς ὄντες ἠλίθιος ἥττηνται τῆς γαστριμαργίας. ἡ δ’ Ὀδυσσέως φρόνησις ἐνίκησε τὴν παρὰ Κίρκῃ τρυφήν. ἀμέλει τὸ πρῶτον ἐκ τῆς νεὼς ἀνιόντι καὶ πλησίον ὄντι τοῖς προθύροις Ἑρμῆς ἐφίσταται, τουτέστιν ὁ ἔμφρων λόγος. ὑφιστάμεθα γοῦν ἐτύμως αὐτὸν Ἑρμῆν λέγεσθαι παντὸς τοῦ νοουμένου κατὰ ψυχὴν ἑρμηνέα τινὰ ὄντα. τετράγωνόν τε ζωγράφων καὶ λιθοξόων χεῖρες αὐτὸν ἐλείαναν, ὅτι πᾶς ὀρθὸς λόγος ἑδραίαν ἔχει τὴν βάσιν οὐκ ὀλισθηρῶς ἐφ’ ἑκάτερα κυλινδούμενος. καὶ μὴν καὶ πτεροῖς ἀνέστεψαν αὐτὸν, αἰνιττόμενοι τὸ παντὸς λόγου τάχος, εἰρήνῃ τε χαίρει· πόλεμοι γὰρ ἥκιστα λόγων ἐνδεεῖς, τὸ γὰρ πλεῖστον ἐν αὐτοῖς κράτος εἰλήχασι χεῖρες. Ὅμηρος δὲ καὶ διὰ τῶν ἐπιθέτων τοῦτ’ ἔοικεν ἡμῖν σαφέστερον ποιεῖν. ἀργειφόντην τε γὰρ αὐτὸν ὀνομάζει, οὐ μὰ Δί’ οὐ τοὺς Ἡσιοδείους μύθους ἐπιστάμενος, ὅτι τὸν βουκόλον Ἰοῦς ἐφόνευσεν, ἀλλ’ ἐπειδὴ μία παντὸς λόγου φύσις, ἐκφαίνειν, ἐναργῶς τὸ νοούμενον, διὰ τοῦτο εἶπεν αὐτὸν ἀργειφόντην. ἐριούνιον δὲ καὶ σῶκον, ἔτι δ’ ἀκάκητα, ὅτι ἐκτὸς τῆς κακίας ὁ λόγος ᾤκισται, σώζει τε πάντα τὸν χρώμενον αὐτῷ καὶ μέγα ὠφέλησεν. τί δὴ οὖν διπλᾶς καὶ διχρόνους διένειμε τῷ θεῷ τιμὰς, τὴν μὲν ὑπὸ γῆν χθονίαν, τὴν δ’ ὑπὲρ ἡμᾶς οὐράνιον; ἐπειδή διπλοῦς ὁ λόγος. τούτων δ’ οἱ φιλόσοφοι τὸν μὲν ἐνδιάθετον καλοῦσι, τὸν δὲ προφορικόν. ὁ μὲν οὖν τῶν ἔνδον λογισμῶν ἐστὶν ἐξάγγελος, ὁ δ’ ὑπὸ τοῖς στέρνοις καθεῖρκται. φασὶ δὲ τούτῳ χρῆσθαι καὶ τὸ θεῖον. μηδενὸς γὰρ ὄντες ἐνδεεῖς τὴν φωνὴν τῆς χρείας ἐν αὐτοῖς στέργουσι. διὰ τοῦτο οὖν Ὅμηρος τὸν μὲν ἐνδιάθετον εἶπε χθόνιον. ἀφανὴς γὰρ ἐν τοῖς τῆς διανοίας βυθοῖς ἀπεσκότωται, τὸν δὲ προφορικὸν, ἐπεὶ πόρρωθέν ἐστι δῆλος, ἐν οὐρανῷ κατῴκισεν. γλῶττα δ’ αὐτῷ θυσία, τὸ μόνον λόγου μέρος, καὶ τελευταίῳ ἐπὶ κοίτην ἰόντες Ἑρμῇ σπένδουσιν, ἐπεὶ πάσης φωνῆς ἔστιν ὅρος ὕπνος. οὗτος οὖν Ὀδυσσεῖ παρέστηκε σύμβουλος ἐπὶ Κίρκην βαδίζοντι. καὶ κατ’ ἀρχὰς μὲν ὑπ’ ὀργῆς τε καὶ λύπης ὧν ἐπύθετο φερόμενος, ἀκρίτως ἐνθουσιᾷ. μετὰ μικρὸν δ’ ἐκείνων τῶν παθῶν μαραινομένων ὑπαναφύεται τὸ μετὰ τοῦ συμφέροντος εὐλόγιστον. ὅθεν Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν αὐτῷ. τὸ μέν γε χρυσοῦν ἀντὶ τοῦ καλοῦ παρείληπται. τὸ δὲ ῥάπτειν μεταφορικῶς ἀντὶ τοῦ συντιθέναι τε καὶ διανοεῖσθαι. λέγει γοῦν ἐν ἑτέροις· κακὰ ῥάπτομεν ἀμφιέποντες. διὰ τοῦτο καὶ μύθους εἶπε πλοκίους, ἐπεὶ λόγος ἐκ λόγου γινόμενος καἱ συρραφεὶς ἑαυτῷ εὑρίσκει τὸ συμφέρον. οὐκοῦν χρυσόρραπιν εἶπε τὸν λόγον ἐκ τοῦ δύνασθαι καλῶς βουλεύεσθαί τε καὶ ῥάπτειν πράγματα.. παραστὰς οὖν οὗτος ὁ λογισμὸς ἀπὸ τῆς ἀκρατοῦς ὀργῆς ἐπέπληξεν αὐτῷ, μάτην κατασπεύδοντι· τίπτ’ αὖτ’ ὦ δύστηνε δι’ ἀκρίας ἔρχεαι οἶος, χώρου ἄιδρις ἐών; ταῦτα πρὸς ἑαυτὸν ἐλάλησεν Ὀδυσσεὺς, μετανοοῦντι λογισμῷ τὴν πρότερον ὁρμὴν χαλινώσας. τὴν δὲ φρόνησιν οὐκ ἀπιθάνως μῶλυ προσεῖπε, μόλις εἰς ἀνθρώπους ἐρχομένην. φύσις δ’ αὐτῆς ῥίζα μέλαινα, γάλακτι δὲ εἴκελον ἄνθος, πάντα γὰρ οὖν συλλήβδην τὰ τηλικαῦτα τῶν ἀγαθῶν τὰς μὲν ἀρχὰς προσάντεις καὶ χαλεπὰς ἔχει· γεννικῶς δ’ ὅταν ὑποστῇ τις ἐναθλήσας τῷ κατ’ ἀρχὰς πόνῳ, τηνικαῦτα γλυκὺς ἐν φωτὶ τῶν ὠφελειῶν ὁ καρπός· ὑπὸ τοῦ τοιούτου φρουρούμενος Ὀδυσσεὺς λογισμοῦ τὰ Κίρκης νενίκηκε φάρμακα.

  94. 73.1

    Μεταβὰς δ’ ἐκ τῶν ὑπὲρ γῆς θεωρημάτων οὐδὲ τὴν ἀφανῆ καὶ νεκρὰν φύσιν εἴασεν ἀναλληγόρητον. ἀλλὰ καὶ τὰ ἐν Ἃιδου συμβολικῶς ἐφιλοσόφησε. Κωκυτὸς οὖν ὁ πρῶτος ὀνομάζεται ποταμὸς, ἐπώνυμον ἀνθρωπίνου πάθους κακόν. θρῆνοι γὰρ ἐπὶ τοῖς τεθνεῶσιν οἱ παρὰ τῶν ζώντων. Πυριφλεγέθοντα δ’ ἐφεξῆς ὀνομάζει. μετὰ γὰρ τὰ δάκρυα ταφαὶ καὶ πῦρ ἀφανίζον, ὅ ἐστι θνητῆς σαρκὸς ἐν ἡμῖν. ἀμφοτέρους δὲ τοὺς ποταμοὺς εἰς ἕνα τὸν Ἀχέροντα συρρέοντας οἶδεν, ἐπείπερ ἐκδέχεται μετὰ τοὺς πρώτους κωκυτοὺς παὶ τὴν ὀφειλομένην ταφὴν ἄχη τινὰ καὶ λῦπαι χρόνιοι, πρὸς ὀλίγας ὑπομνήσεις ἐρεθίζουσαι τὰ πάθη. Στυγὸς δ’ ἀπορρῶγες οἱ ποταμοὶ διὰ τὴν στυγνότητα, καὶ τὴν ἐπὶ τῷ θανάτῳ. κατήφειαν. αἵδης μὲν οὖν ὁ ἀφανὴς τόπος ἐπωνύμως ὠνόμασται. Φερσεφόνη δ’ ἀλληγορικῶς ἡ τὰ πάντα πεφυκυῖα διαφθείρειν, ἐν οἷς οὐκ ὄγχνῃ ἐπ’ ὄγχνῃ γηράσκει μῆλον δ’ ἐπὶ μήλῳ. τὰ δ’ ἐνερριζωμένα πρέμνα τοῖς ἄλσεσιν αἴγειροι καἱ ἰτέαι ὠλεσίκαρποι. τὰς δὲ θυσίας. συνῳκείωσε τῷ τόπῳ...... τῆς σελήνης ἀμαυρουμένης ὁ τοῦ ἡλίου κύκλος ἀμβλύνεται, καὶ πολλάκις ἄστρων διαφεγγεῖς ὁρῶμεν μαρμαρυγάς. εὐλόγως οὖν τοῦτο Θεοκλύμενος εἶπεν, ὁ τὰ θεῖα κλύων. εὗρε γὰρ ἄξιον τῆς φυσικῆς θεωρίας καὶ τοὔνομα. νυκτὶ μὲν ὑμέων. Εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.

  95. 73.2

    Καὶ μὴν ἐν ταῖς ἐκλείψεσιν αἵματι προσφερὲς χροιᾷ τὸ φαινόμενον. ἐκφοινίσσεται γάρ· διὰ τοῦτο καὶ ἐπήγαγεν· αἵματι δ’ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι. προθεσμία δὲ τῆς ἐκλείψεως, ἣν Ἵππαρχος ἠκρίβωσε κατὰ τὴν ὀνομαζομένην τριακάδα καὶ νουμηνίαν, ἣν Ἀττικῶν παῖδες ἕνην τε καὶ νέαν ὀνομάζουσιν. οὐδ’ ἂν ἄλλην τις εὕροι τῆς ἐκλείψεως ἡμέραν. ὅ τε οὖν Θεοκλύμενος ἱστορεῖ ταῦτα. τίς δ’ ἦν ὁ χρόνος, ἔξεστι παρ’ αὐτοῦ μαθεῖν Ὁμήρου· τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ’ ἱσταμένοιο. τοσαύτη καὶ περὶ τῶν παρακολουθούντων καὶ τῆς προθεσμίας ἡ κατὰ τὴν ἔκλειψιν ἀκρίβεια. τί δεῖ τούτοις ἅπασι προσθεῖναι τὴν ἐπὶ τέλει μνηστηροφονίας παρεστῶσαν Ἀθηνᾶν Ὀδυσσεῖ, τουτέστι τὴν φρόνησιν; εἰ μὲν γὰρ ἐκ τοῦ φανεροῦ καὶ βιαζόμενος ἠμύνατο τοὺς λελυπηκότας, Ἄρης ἀν αὐτῷ συνηγωνίζετο. νῦν δὲ δόλῳ καὶ τέχνῃ περιελθὼν, ἵν’ ἀγνοούμενος ἕλῃ, διὰ συνέσεως κατώρθωσε. ἃ δὴ πάντα καθ’ ἓν ἀθροίσαντες, ἀλληγορίας πλήρη τὴν ὅλην ποίησιν εὑρίσκομεν.

  96. 74.1

    Ἆρ’ οὖν ἐπὶ τούτοις ὁ μέγας οὐρανοῦ καὶ θεῶν ἱεροφάντης Ὅμηρος, ὁ τὰς ἀβάτους καὶ κεκλεισμένας ἀνθρωπίναις ψυχαῖς ἀτραποὺς ἐπ’ οὐρανὸν ἀνοίξας, ἐπιτήδειός· ἐστι κατακριθῆναι δυσσεβεῖν, ἵνα ταύτης τῆς ἀνοσίου καὶ μιαρᾶς ψήφου διενεχθείσης, ἀναιρεθέντων τε τῶν ποιημάτων, ἄφωνος ἀμαθία τοῦ κόσμου κατασκεδασθῇ, καὶ μήτε νηπίων παίδων χορὸς ὠφελῆται, τὰς σοφίας παρ’ Ὁμήρου πρῶτον ὡς ἀπὸ τιθήνης ποτιζόμενος γάλα, μήτ’ ἀντὶ παίδων οἱ νεανίαι καὶ τὸ παρηβηκὸς ἤδη τῷ χρόνῳ γῆρας ἀπολαύῃ τινὸς ἡδονῆς, πᾶς δ’ ὁ βίος ἀφαιρεθεὶς τὴν γλῶτταν ἐν κωφότητι διάγῃ; Φυγαδενέτω τοίνυν ἀπὸ τῆς ἰδίας πολιτείας Πλάτων Ὅμηρον, ὃς αὑτὸν ἐξ Ἀθηνῶν ἐφυγάδενσεν εἰς Σικελίαν. ἔδει δὲ ταύτης τῆς πολιτείας Κριτίαν ἀπωστὸν εἶναι, τύραννος γὰρ, ἢ Ἀλκιβιάδην, τὸν ἐν παισὶ μὲν ἀπρεπῶς θῆλυν, ἐν δὲ μειρακίοις ἄνδρα, τὸν ἐν συμποσίοις Ἐλευσίνια παίζοντα, καὶ Σικελίας μὲν ἀποστάτην, Δεκελείας δὲ κτιστήν. ἀλλά τοι Πλάτων μὲν Ὅμηρον τῆς ἰδίας ἐξώρισε πόλεως. ὁ δὲ σύμπας κόσμος Ὁμήρον μία φησὶν εἶναι πατρίς· Ὁπποίας τὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης, Κεῖνον ἐφ’ ὃν πᾶσαι χεῖρ’ ὀρέγουσι πόλεις, ἐξόχως δ’ Ἀθῆναι, αἱ Σωκράτην μὲν ἀρνησάμεναι πολίτην μέχρι φαρμάκου, μίαν δ’ εὐχὴν ἔχουσαι δοκεῖν Ὁμήρου πατρὶς εἶναι. Πῶς γε μὴν αὐτὸς Ὅμηρος ἐμπολιτεύεσθαι τοῖς Πλάτωνος ἂν ἐκαρτέρησε νόμοις, οὕτως ἐναντίᾳ καὶ μαχομένῃ στάσει διῳκισμένων αὐτῶν; ὁ μὲν γὰρ συμβουλεύει κοινοὺς γάμους τε καὶ τέκνα. τῷ δ’ ἄμφω τὰ σωμάτια γάμοις σώφροσι καθωσίωται. διὰ μὲν γὰρ Ἑλένην ἐστρατεύκασιν Ἕλληνες. διὰ Πηνελόπην δ’ Ὀδυσσεὺς πλανᾶται καὶ θεσμοὶ δικαιότατοι δι’ ἀμφοῖν τῶν Ὁμήρου σωματίων παντὸς ἀνθρωπίνου βίου ἐμπολιτεύονται. τοὺς δὲ Πλάτωνος διαλόγους ἄνω καὶ κάτω παιδικοὶ καθυβρίζουσιν ἔρωτες, οὐδαμοῦ δ’ οὐχὶ τῆς ἄρρενος ἐπιθυμίας μεστός ἐστιν ὁ ἀνήρ. Μούσας μὲν Ὅμηρος ἐπικαλεῖται θεὰς παρθένους ἐπὶ τοῖς λαμπροτάτοις τῶν κατορθωμάτων, ὅπου τι καὶ γεννικόν ἐστιν ἐπίτευγμα καὶ τῆς Ὁμηρικῆς θειότητος ἄξιον. . . . . . . . οὐκ ἔλασσον ἢ κατὰ πόλιν διαταττομένη καὶ μεγάλαις ἡρώων ἀριστείαις. συνεχῶς οὖν καθάπερ εἰς χῶρον αὐτῷ συνήθη τὸν Ἑλικώνιον ἐφίσταται λέγων· Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι, Οἵτινες ἡγέμονες Δαναῶν καὶ κοίρανοι ἦσαν Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι. Ὅστις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν· ἢ πάλιν ἡνίκα τῆς Ἀγαμέμνονος ἀνδραγαθίας ἐνάρχεται, τοῖς τρισὶ θεοῖς ἥρωα σύμμορφον ὑμνῶν. ἀλλ’ ὅ γε θαυμαστὸς ἐν τῷ περικαλλεῖ Φαίδρῳ τῆς σώφρονος ὑπὲρ ἐρώτων διακρίσεως ἀρχόμενος ἐτόλμησεν ὡς ὁ Λοκρὸς Αἴας ἐν τῷ παρθενῶνι τῆς ἁγιωτάτης θεᾶς, ἄγος τι Μουσῶν κατασπείσας, τὰς σώφρονας ἔργων ἀσελγῶν καλέσαι βοηθούς. « Ἄγετε δὴ, ὦ Μοῦσαι, εἴτε δι’ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετ’ ἐπωνυμίαν, ξύμ μοι λάβεσθε τοῦ μύθου.” περὶ τίνος, εἴποιμεν ἂν, ὦ θαυμασιώτατε Πλάτων, περὶ οὐρανοῦ καὶ τῆς τῶν ὅλων φύσεως ἢ περὶ γῆς καὶ θαλάσσης; ἀλλ’ οὐδὲ περὶ ἡλίου καὶ σελήνης οὐδὲ περὶ ἀπλανῶν τε καὶ πλανήτων κινήσεως. ἀλλὰ τί τῆς εὐχῆς πέρας ἐστὶν, αἰσχύνομαι καὶ λέγειν· ἦν οὕτω δὴ παῖς καλὸς, μᾶλλον δὲ μειρακίσκος, οὗ πολλοὶ μὲν ἦσαν ἐρασταὶ, εἷς δέ τις αἱμύλος, ὃς ἐπεπείκει αὐτὸν ἐρῶν ὅτι οὐκ ἐρῴη καί ποτε αὐτὸν αἰτῶν ἔλεγεν ὧδε γνμνοῖς τοῖς ὄμμασι τὴν ἀσέλγειαν οὐδ’ εὐπρεπεῖ σχήματι τὸ τοῦ πράγματος αἰσχρὸν ὑποκλέψας. τοιγαροῦν εἰκότως ὁ μὲν Ὁμήρου λόγος ἡρώων ἐστὶ βίος, οἱ δὲ Πλάτωνος διάλογοι μειρακίων εἰσὶν ἔρωτες καὶ πάντα παρ’ Ὁμήρῳ γεννικῆς ἀρετῆς γέμει. φρόνιμος Ὀδυσσεὺς, ἀνδρεῖος Αἴας, σώφρων Πηνελόπη, δίκαιος ἐν ἅπασι Νέστωρ, εὐσεβὴς εἰς πατέρα Τηλέμαχος, ἐν φιλίαις πιστὸς ὁ Ἀχιλλεὺς, ὑπὲρ ὧν παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐξώρισται τῆς πόλεως. πλὴν εἰ μὴ διὰ βίου ὠφέλειαν φήσομεν εἶναι τὰ σεμνὰ τῶν ἰδεῶν τερετίσματα καὶ παρ’ Ἀριστοτέλει τῷ μαθητῇ γελώμενα. διὰ τοῦτο ἀξίας οἶμαι τῶν καθ’ Ὁμήρου λόγων τὰς δίκας ὑπέσχεν, ἀκόλαστον γλῶσσαν ἐχων αἰσχίστην νόσον, ὡς ὁ Τάνταλος, ὡς ὁ Καπανεὺς, ὡς οἱ διὰ γλωσσαλγίαν μυρίαις κεχρημένοι συμφοραῖς. πολλάκις ἐπὶ τὰς τυραννικὰς ἐφθείρετο θύρας, ἐν ἐλευθέρῳ δὲ σώματι δουλικὴν ἠνέσχετο τύχην καὶ μέχρι πράσεως. οὐδ’ εἷς γὰρ ἀγνοεῖ τὸν Σπαρτιάτην Πόλλιν, ᾧ οὐδ’ ὡς Λιβυκοῦ χάρις ἐλέου σέσωσται, καὶ μνῶν εἴκοσι καθάπερ ἀνδράποδον εὐτελὲς ἐτιμήθη, καὶ ταῦτα τῶν εἰς Ὅμηρον ἀσεβημάτων ὀφειλομένην τιμωρίαν ὑποσχὼν ἀχαλίνου γλώσσης.

  97. 75.1

    Πρὸς μὲν οὖν Πλάτωνα καὶ πλείω λέγειν δυνάμενος ἐῶ, τοὔνομα τῆς Σωκρατικῆς φιλοσοφίας αἰδούμενος. Ὁ δὲ Φαίαξ φιλόσοφος Ἐπίκουρος, ὁ τῆς ἡδονῆς ἐν τοῖς ἰδίοις κήποις γεωργὸς, ὁ πᾶσαν ποιητικὴν ἄστροις σημειωσάμενος, οὐκ ἐξαιρέτως μόνον Ὅμηρον, ἆρ’ οὐχὶ καὶ ταῦθ’ ἃ μόνα τῷ βίῳ παρέδωκε αἰσχρῶς ἀγνοήσας παρ’ Ὁμήρου κέκλοφεν; ἃ γὰρ Ὀδυσσεὺς ὑποκρίσει παρ’ Ἀλκίνῳ μὴ φρονῶν ἐψεύσατο ταῦτα ὡς ἀληθεύων ἀπεφήνατο τέλος βίου, ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα Δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ, Τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι· λέγει δ’ Ὀδυσσεὺς οὐχ ὁ παρὰ Τρωσὶν ἀριστεύων, οὐχ ὁ Θρᾴκην κατασκάπτων οὐδ’ ὁ τὰς παρὰ Λωτοφάγοις ἡδονὰς παραπλέων, οὐδ’ ὁ τοῦ μεγίστου Κύκλωπος ἔτι μείζων, ὃς ἔτι ζῶν εἶδεν αἵδην, οὐχ οὗτος Ὀδυσσεύς ἐστιν ὁ ταῦτα λέγων, ἀλλὰ τὸ βραχὺ τῆς Ποσειδῶνος ὀργῆς λείψανον, ὃν οἱ βαρεῖς χειμῶνες ἐπὶ τὸν Φαιάκων ἔλεον ἐξεκύμηναν. ἃ δὴ παρὰ τοῖς ὑποδεξαμένοις ἐνομίζετο τίμια τούτοις ἐξ ἀνάγκης συγκαταινεῖ, μίαν εὐχὴν πεποιημένος ἣν ἀτυχῶν ἐπαρᾶται· δός μ’ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν. ἃ δὴ πραττόμενα φαύλως οὐκ ἐνῆν διδάσκοντα βελτίω ποιεῖν τούτοις διὰ τὸ χρειῶδες ἠναγκάσθη μαρτυρεῖν. Ἀλλ’ ὅγ’ Ἐπίκουρος ἀμαθίᾳ τὴν Ὀδυσσέως πρόσκαιρον ἀνάγκην βίου κατεβάλετο δόξαν, ἃ παρὰ Φαίαξιν ἐκεῖνος ἀπεφήνατο κάλλιστα, ταῦτα τοῖς καλοῖς κήποις φυτὰ ἐμφυτεύσας. Ἐπίκουρος μὲν οὖν οἰχέσθω πλείονας οἶμαι περὶ τὴν ψυχὴν ἐσχηκὼς νόσους ἢ περὶ τὸ σῶμα· τὴν δ’ Ὁμήρου σοφίαν ἐκτεθείακεν αἰὼν σύμπας καὶ προϊόντι τῷ χρόνῳ νεάζουσιν ἀεὶ αἱ ἐκείνου χάριτες. οὐδ’ εἷς δέ ἐστιν ὃς οὐκ εὔφημον ὑπὲρ αὐτοῦ γλῶσσαν ἀνέῳξεν. ἱερεῖς δὲ καὶ ζάκοροι τῶν δαιμονίων ἔτι τῶν αὐτῶν πάντες ἐσμὲν ἐξ ἴσου. Τούσδε δ’ ἔα φθινύθειν, ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν νόσφιν βουλεύωσ’ — ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν. —

First Thousand Years of Greek. CTS URN tlg1414.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.