Ancient Textssearch the texts themselves, not just their titles

← Library

De mensuris

First Thousand Years of Greek · First Thousand Years of Greek · 103 sections

  1. 61.11.1

    Ἀρτάβη παῤ Ἑβραίοις ξεστῶν οβ, ὁμοίως δὲ καὶ ὁ μετρητὴς οβ ἐστὶ ξεστῶν κατὰ τὸ μέτρον τὸ ἅγιον ὅ τε ὑγρὸς μετρητὴς καὶ ἡ ἀρτάβη τοῦ γενήματος. ἀρτάβη δὲ ἐκλήθη ἀπὸ τοῦ παῤ Αἰγυπτίοις ὀρτόβ, ὅ ἐστι καλῶς συνηγμένον.

  2. 61.12.1

    Μέτρα γ τὸ μικρὸν γόμορ, ὅ ἐστι ξεστῶν ϛ, ὥστε εἶναι τὸ ι΄ τῆς ἀρτάβης.

  3. 61.13.1

    Τρία μέτρα σεμιδάλεως. ταῦτα τὰ τρία μέτρα ἕκαστον γόμορ ἐχώρει, τὸ δὲ γόμορ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τουτέστι τῆς ἀρτάβης, ὃ γίνεται ζ ξέσται καὶ ε΄· ὥστε τῷ αὐτῷ μέτρῳ τοῦ γόμορ τρία μέτρα πάλιν ὑπῆρχεν, ἃ ἐγίνοντο ἀπὸ ξεστῶν β καὶ γ΄ ιε΄. καὶ τὸ μὲν μέτρον τοῦτον ἔχει τὸν τρόπον· καὶ γὰρ τὸ μάνα ἢ γόμορ ἐν μέτρῳ παρείχετο, ὅ ἐστι κατὰ μὲν τὴν ἱερωσύνην γ δεκάτωσις, κατὰ δὲ τὸ σύμβολον τοῦ ὀνόματος, ἐπεὶ πᾶν δέκατον γίνεται μέτρου ἰῶτα δηλοῖ, ὅ ἐστι ἄρτου ὀνομα ῑῡ, ἐν ᾧ μέτρῳ τὰ τρία μέτρα συναγόμενα ἐν ἑνὶ παρεῖχεν αὐτῆς τῆς ἁγίας τριάδος τὴν ὁμοουσιότητα.

← Previous — showing 101103 of 103

First Thousand Years of Greek. CTS URN tlg0559.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.