Ancient Textssearch the texts themselves, not just their titles

← All works

De Chaerea et Callirhoe

Perseus Greek · Perseus Greek · 760 sections

  1. 8.4.7.1

    Σφραγίσασα δὲ τὴν ἐπιστολὴν ἀπέκρυψεν ἐν τοῖς κόλποις καὶ ὅτε ἔδει λοιπὸν ἀνάγεσθαι καὶ ταῖς τριήρεσι πάντας ἐμβαίνειν, αὐτὴ χεῖρα δοῦσα τῇ Στατείρᾳ εἰς τὸ πλοῖον εἰσήγαγε. Κατεσκευάκει δὲ Δημήτριος ἐν τῇ νηὶ σκηνὴν βασιλικήν, πορφυρίδα καὶ χρυσοϋφῆ Βαβυλώνια περιθείς.

  2. 8.4.8.1

    Πάνυ δὲ κολακευτικῶς κατακλίνασα αὐτὴν Καλλιρρόη “ἔρρωσό μοι” φησίν, “ὦ Στάτειρα, καὶ μέμνησό μου καὶ γράφε μοι πολλάκις εἰς Συρακούσας· ῥᾴδια γὰρ πάντα βασιλεῖ. Κἀγὼ δέ σοι χάριν εἴσομαι παρὰ τοῖς γονεῦσί μου καὶ τοῖς θεοῖς τοῖς Ἑλληνικοῖς. Συνίστημί σοι τὸ τέκνον μου, ὃ καὶ σὺ ἡδέως εἶδες· νόμιζε

  3. 8.4.9.1

    ἐκεῖνο παραθήκην ἔχειν ἀντ’ ἐμοῦ.” Ταῦτα λέγουσα δακρύων ἐνεπλήσθη καὶ γόον ἤγειρε ταῖς γυναιξίν· ἐξιοῦσα δὲ τῆς νεὼς ἡ Καλλιρρόη, ἠρέμα προσκύψασα τῇ Στατείρᾳ καὶ ἐρυθριῶσα τὴν ἐπιστολὴν ἐπέδωκε καὶ “ταύτην” εἶπε “δὸς Διονυσίῳ τῷ δυστυχεῖ, ὃν παρατίθημι σοί τε καὶ βασιλεῖ. Παρηγορήσατε αὐτόν. Φοβοῦμαι μὴ ἐμοῦ χωρισθεὶς ἑαυτὸν

  4. 8.4.10.1

    ἀνέλῃ.” Ἔτι δὲ ἂν ἐλάλουν αἱ γυναῖκες καὶ ἔκλαον καὶ ἀλλήλας κατεφίλουν, εἰ μὴ παρήγγειλαν οἱ κυβερνῆται τὴν ἀναγωγήν. Μέλλουσα δὲ ἐμβαίνειν εἰς τὴν τριήρη ἡ Καλλιρρόη τὴν Ἀφροδίτην προσεκύνησε. “Χάρις σοι” φησὶν “ὦ δέσποινα, τῶν παρόντων. Ἤδη μοι διαλλάττῃ· δὸς δέ μοι καὶ Συρακούσας ἰδεῖν. Πολλὴ μὲν ἐν μέσῳ θάλασσα, καὶ ἐκδέχεταί με φοβερὰ πελάγη, πλὴν οὐ φοβοῦμαι σοῦ μοι

  5. 8.4.11.1

    συμπλεούσης.” Ἀλλ’ οὐδὲ τῶν Αἰγυπτίων οὐδεὶς ἐνέβη ταῖς Δημητρίου ναυσίν, εἰ μὴ πρότερον συνετάξατο Χαιρέᾳ καὶ κεφαλὴν καὶ χεῖρας αὐτοῦ κατεφίλησε· τοσοῦτον ἵμερον πᾶσιν ἐνέθηκε. Καὶ πρῶτον ἐκεῖνον εἴασεν ἀναχθῆναι τὸν στόλον, ὡς ἀκούεσθαι μέχρι πόρρω τῆς θαλάσσης ἐπαίνους μεμιγμένους εὐχαῖς.

  6. 8.5.1.1

    Καὶ οὗτοι μὲν ἔπλεον, βασιλεὺς δὲ ὁ μέγας κρατήσας τῶν πολεμίων εἰς Αἴγυπτον μὲν ἐξέπεμπε τὸν καταστησόμενον τὰ ἐν αὐτῇ βεβαίως, αὐτὸς δ’ ἔσπευδεν εἰς Ἄραδον πρὸς τὴν γυναῖκα.

  7. 8.5.2.1

    Ὄντι δὲ αὐτῷ περὶ Χίον καὶ Τύρον καὶ θύοντι τῷ Ἡρακλεῖ τὰ ἐπινίκια προσῆλθέ τις ἀγγέλλων ὅτι “Ἄραδος ἐκπεπόρθηται καί ἐστι κενή, πάντα δὲ τὰ ἐν αὐτῇ φέρουσιν αἱ ναῦς τῶν Αἰγυπτίων·” μέγα δὲ πένθος κατήγγειλε βασιλεῖ, ὡς ἀπολωλυίας τῆς βασιλίδος· ἐπένθουν δὲ καὶ Περσῶν οἱ ἐντιμότατοι Στάτειραν πρόφασιν, σφῶν δ’ αὐτῶν κήδἐ ἕκαστος, ὁ μὲν γυναῖκα, ὁ δὲ ἀδελφήν, ὁ δὲ θυγατέρα, πάντες δέ τινα, ἕκαστος οἰκεῖον· ἐκπεπλευκότων δὲ τῶν πολεμίων ἄγνωστον ἦν διὰ ποίας θαλάσσης.

  8. 8.5.3.1

    Τῇ δευτέρᾳ δὲ τῶν ἡμερῶν ὤφθησαν αἱ Αἰγυπτίων ναῦς προσπλέουσαι. Καὶ τὸ μὲν ἀληθὲς ἄδηλον ἦν, ἐθαύμαζον δὲ ὁρῶντες, καὶ ἔτι μᾶλλον ἐπέτεινεν αὐτῶν τὴν ἀπορίαν σημεῖον ἀρθὲν ἀπὸ τῆς νεὼς τῆς Δημητρίου βασιλικόν, ὅπερ εἴωθεν αἴρεσθαι μόνου πλέοντος βασιλέως· τοῦτο δὲ ταραχὴν ἐποίησεν, ὡς πολεμίων ὄντων.

  9. 8.5.4.1

    Εὐθὺς δὲ θέοντες ἐμήνυον Ἀρταξέρξῃ “τάχα δή τις εὑρεθήσεται βασιλεὺς Αἰγυπτίων.” Ὁ δὲ ἀνέθορεν ἐκ τοῦ θρόνου καὶ ἔσπευδεν ἐπὶ τὴν θάλασσαν καὶ σύνθημα πολεμικὸν ἐδίδου· τριήρεις μὲν γὰρ οὐκ ἦσαν αὐτῷ· πᾶν δὲ τὸ πλῆθος ἔστησεν ἐπὶ τοῦ λιμένος παρεσκευασμένον εἰς μάχην.

  10. 8.5.5.1

    Ἤδη δέ τις καὶ τόξον ἐνέτεινε καὶ λόγχην ἔμελλεν ἀφιέναι, εἰ μὴ συνῆκε Δημήτριος καὶ τοῦτο ἐμήνυσε τῇ βασιλίδι. Ἡ δὲ Στάτειρα προελθοῦσα τῆς σκηνῆς ἔδειξεν ἑαυτήν. Εὐθὺς οὖν τὰ ὅπλα ῥίψαντες προσεκύνησαν· βασιλεὺς δὲ οὐ κατέσχεν, ἀλλὰ πρὶν καλῶς τὴν ναῦν καταχθῆναι πρῶτος εἰσεπήδησεν εἰς αὐτήν, περιχυθεὶς δὲ τῇ γυναικὶ ἐκ τῆς χαρᾶς δάκρυα ἀφῆκε καὶ εἶπε “τίς ἄρα μοι θεῶν ἀποδέδωκέ σε, γύναι φιλτάτη; ἀμφότερα γὰρ ἄπιστα καὶ ἀπολέσθαι βασιλίδα καὶ ἀπολομένην εὑρεθῆναι.

  11. 8.5.6.1

    Πῶς δέ σε εἰς γῆν καταλιπὼν ἐκ θαλάσσης ἀπολαμβάνω;” Στάτειρα δὲ ἀπεκρίνατο “δῶρον ἔχεις με παρὰ Καλλιρρόης.” Ἀκούσας δὲ τοὔνομα βασιλεὺς ὡς ἐπὶ τραύματι παλαιῷ πληγὴν ἔλαβε καινήν· βλέψας δὲ εἰς Ἀρταξάτην τὸν εὐνοῦχον “ἄγε με” φησὶ “πρὸς Καλλιρρόην,

  12. 8.5.7.1

    ἵνα αὐτῇ χάριν γνῶ.” Εἶπεν ἡ Στάτειρα “μαθήσῃ πάντα παρ’ ἐμοῦ,” ἅμα δὲ προῄεσαν ἐκ τοῦ λιμένος εἰς τὰ βασίλεια. Τότε δὲ πάντας ἀπαλλαγῆναι κελεύσασα καὶ μόνον τὸν εὐνοῦχον παρεῖναι διηγεῖτο τὰ ἐν Ἀράδῳ, τὰ ἐν Κύπρῳ, καὶ τελευταίαν ἔδωκε τὴν ἐπιστολὴν τὴν Χαιρέου.

  13. 8.5.8.1

    Βασιλεὺς δὲ ἀναγινώσκων μυρίων παθῶν ἐπληροῦτο· καὶ γὰρ ὠργίζετο διὰ τὴν ἅλωσιν τῶν φιλτάτων καὶ μετενόει | διὰ τὸ παρασχεῖν αὐτομολίας ἀνάγκην, καὶ χάριν δὲ αὐτῷ πάλιν ἠπίστατο ὅτι Καλλιρρόην μηκέτι δύναιτο θεάσασθαι. Μάλιστα δὲ πάντων φθόνος ἥπτετο αὐτοῦ, καὶ ἔλεγε “μακάριος Χαιρέας, εὐτυχέστερος ἐμοῦ.”

  14. 8.5.9.1

    Ἐπεὶ δὲ ἅλις ἦν τῶν διηγημάτων, Στάτειρα εἶπε “παραμύθησαι, βασιλεῦ, Διονύσιον· τοῦτο γάρ σε παρακαλεῖ Καλλιρρόη.” Ἐπιστραφεὶς οὖν ὁ Ἀρταξέρξης πρὸς τὸν εὐνοῦχον “ἐλθέτω” φησὶ “Διονύσιος.”

  15. 8.5.10.1

    Καὶ ἦλθε ταχέως, μετέωρος ταῖς ἐλπίσι· τῶν γὰρ περὶ Χαιρέαν ἠπίστατο οὐδέν, μετὰ δὲ τῶν ἄλλων γυναικῶν ἐδόκει Καλλιρρόην παρεῖναι καὶ βασιλέα καλεῖν αὐτόν, ἵνα ἀποδῷ τὴν γυναῖκα, γέρας τῆς ἀριστείας. Ἐπεὶ δὲ εἰσῆλθε, διηγήσατο αὐτῷ βασιλεὺς πάντα τὰ γεγενημένα. Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ φρόνησιν Διονύσιος ἐπεδείξατο καὶ παιδείαν ἐξαίρετον.

  16. 8.5.11.1

    Ὥσπερ γάρ τις κεραυνοῦ πεσόντος πρὸ τῶν ποδῶν αὐτοῦ μὴ ταραχθείη, οὕτω κἀκεῖνος ἀκούσας λόγων σκηπτοῦ βαρυτέρων, ὅτι Χαιρέας Καλλιρρόην εἰς Συρακούσας ἀπάγει, ὅμως εὐσταθὴς ἔμεινε καὶ οὐκ ἔδοξεν ἀσφαλὲς αὐτῷ τὸ λυπεῖσθαι, σωθείσης τῆς βασιλίδος.

  17. 8.5.12.1

    Ὁ δὲ Ἀρταξέρξης “εἰ μὲν ἐδυνάμην” ἔφη, “Καλλιρρόην ἂν ἀπέδωκά σοι, Διονύσιε· πᾶσαν γὰρ εὔνοιαν εἰς ἐμὲ καὶ πίστιν ἐπεδείξω· τούτου δὲ ὄντος ἀμηχάνου, δίδωμί σοι πάσης Ἰωνίας ἄρχειν, καὶ πρῶτος εὐεργέτης εἰς οἶκον βασιλέως ἀναγραφήσῃ.” Προσεκύνησεν ὁ Διονύσιος καὶ χάριν ὁμολογήσας ἔσπευδεν ἀπαλλαγῆναι καὶ δακρύων ἐξουσίαν ἔχειν· ἐξιόντι δὲ αὐτῷ Στάτειρα τὴν ἐπιστολὴν ἡσυχῆ δίδωσιν.

  18. 8.5.13.1

    Ὑποστρέψας δὲ καὶ κατακλείσας ἑαυτόν, γνωρίσας τὰ Καλλιρρόης γράμματα πρῶτον τὴν ἐπιστολὴν κατεφίλησεν, εἶτα ἀνοίξας τῷ στήθει προσετίθει ὡς ἐκείνην παροῦσαν, καὶ ἐπὶ πολὺν χρόνον κατεῖχεν, ἀναγινώσκειν μὴ δυνάμενος διὰ τὰ δάκρυα. Ἀποκλαύσας δὲ μόλις ἀναγινώσκειν ἤρξατο καὶ πρῶτόν γε Καλλιρρόης τοὔνομα κατεφίλησεν. Ἐπεὶ δὲ ἦλθεν εἰς τὸ ΔΙΟΝΥΣΙΩι ΕΥΕΡΓΕΤΗι, “οἴμοι” φησὶν “οὐκέτ’ ἀνδρί.” Σὺ γὰρ εὐεργέτης ἐμός.

  19. 8.5.14.1

    “Τί γὰρ ἄξιον ἐποίησά σοι;” Ἥσθη δὲ τῆς ἐπιστολῆς τῇ ἀπολογίᾳ |καὶ πολλάκις ἀνεγίνωσκε τὰ αὐτά· ὑπεδήλου γὰρ ὡς ἄκουσα αὐτὸν καταλίποι. Οὕτω κοῦφόν ἐστιν ἔρως καὶ ἀναπείθει ῥᾳδίως ἀντερᾶσθαι.

  20. 8.5.15.1

    Ἀσπασάμενος δὲ τὸ παιδίον καὶ πήλας ταῖς χερσὶν “ἀπελεύσῃ ποτέ μοι καὶ σύ, τέκνον, πρὸς τὴν μητέρα· καὶ γὰρ αὐτὴ τοῦτο κεκέλευκεν· ἐγὼ δὲ ἔρημος βιώσομαι, πάντων αἴτιος ἐμαυτῷ γενόμενος. Ἀπώλεσέ με κενὴ ζηλοτυπία καὶ σύ, Βαβυλών.” Ταῦτα εἰπὼν συνεσκευάζετο τὴν ταχίστην καταβαίνειν εἰς Ἰωνίαν, μέγα νομίζων παραμύθιον πολλὴν ὁδὸν καὶ πόλεων ἡγεμονίαν καὶ τὰς ἐν Μιλήτῳ Καλλιρρόης οἰκήσεις.

  21. 8.6.1.1

    Τὰ μὲν οὖν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν, ὁ δὲ Χαιρέας ἤνυσε τὸν πλοῦν εἰς Σικελίαν εὐτυχῶς ʽεἱστήκει γὰρ ἀεὶ κατὰ πρύμναν ὁ ἄνεμος.ʼ καὶ ναῦς ἔχων μεγάλας ἐπελαγίζετο, περιδεῶς ἔχων μὴ πάλιν αὐτὸν σκληροῦ δαίμονος προσβολὴ καταλάβῃ.

  22. 8.6.2.1

    ἐπεὶ δὲ ἐφάνησαν Συρακοῦσαι, τοῖς τριηράρχαις ἐκέλευσε κοσμῆσαι τὰς τριήρεις καὶ ἅμα συντεταγμέναις πλεῖν· καὶ γὰρ ἦν γαλήνη. ὡς δὲ εἶδον αὐτοὺς οἱ ἐκ τῆς πόλεως, εἶπέ τις “πόθεν τριήρεις προσπλέουσι; μή τι Ἀττικαί;

  23. 8.6.3.1

    φέρε οὖν μηνύσωμεν Ἑρμοκράτει.” καὶ ταχέως ἐμήνυσε “στρατηγέ, βουλεύου τί ποιήσεις· τοὺς λιμένας ἀποκλείσωμεν ἢ ἐπαναχθῶμεν; οὐ γὰρ ἴσμεν εἰ μείζων ἕπεται στόλος, πρόδρομοι δέ εἰσιν αἱ βλεπόμεναι.” καταδραμὼν οὖν ὁ Ἑρμοκράτης ἐκ τῆς ἀγορᾶς ἐπὶ τὴν θάλασσαν κωπῆρες ἐξέπεμψε πλοῖον ἀπαντᾶν αὐτοῖς.

  24. 8.6.4.1

    ὁ δὲ ἀποσταλεὶς ἐπυνθάνετο πλησίον ἐλθὼν τίνες εἴησαν, Χαιρέας δὲ ἐκέλευσεν ἀποκρίνασθαί τινα τῶν Αἰγυπτίων “ἡμεῖς ἐξ Αἰγύπτου πλέομεν ἔμποροι, φορτία φέροντες, ἃ Συρακοσίους εὐφρανεῖ.” “μὴ ἀθρόοι τοίνυν εἰσπλεῖτε” φησίν, “ἕως ἂν γνῶμεν εἰ ἀληθεύετε· φορτίδας γὰρ οὐ βλέπω ναῦς ἀλλὰ μακρὰς καὶ ὡς ἐκ πολέμου τριήρεις, ὥστε αἱ μὲν πλείους ἔξω τοῦ λιμένος μετέωροι μεινάτωσαν, μία δὲ καταπλευσάτω.” “ποιήσομεν οὕτως.”

  25. 8.6.5.1

    Εἰσέπλευσεν οὖν τριήρης ἡ Χαιρέου πρώτη. εἶχε δὲ ἐπάνω σκηνὴν συγκεκαλυμμένην Βαβυλωνίοις παραπετάσμασιν. ἐπεὶ δὲ καθωρμίσθη, πᾶς ὁ λιμὴν ἀνθρώπων ἐνεπλήσθη· φύσει μὲν γὰρ ὄχλος ἐστὶ περίεργόν τι χρῆμα, τότε δὲ καὶ πλείονας εἶχον αἰτίας τῆς συνδρομῆς.

  26. 8.6.6.1

    βλέποντες δὲ εἰς τὴν σκηνὴν ἔνδον ἐνόμιζον οὐκ ἀνθρώπους ἀλλὰ φόρτον εἶναι πολυτελῆ, καὶ ἄλλος ἄλλο τι ἐμαντεύετο, πάντα δὲ μᾶλλον ἢ τὸ ἀληθὲς εἴκαζον· καὶ γὰρ ἦν ἄπιστον ὡς ἀληθῶς, ἤδη πεπεισμένων αὐτῶν ὅτι Χαιρέας τέθνηκε, ζῶντα δόξαι καταπλεῖν καὶ μετὰ τοσαύτης πολυτελείας.

  27. 8.6.7.1

    οἱ μὲν οὖν Χαιρέου γονεῖς οὐδὲ προῄεσαν ἐκ τῆς οἰκίας, Ἑρμοκράτης δὲ ἐπολιτεύετο μέν, ἀλλὰ πενθῶν, καὶ τότε εἱστήκει μέν, λανθάνων δέ. πάντων δὲ ἀπορούντων καὶ τοὺς ὀφθαλμοὺς ἐκτετακότων αἰφνίδιον εἱλκύσθη τὰ παραπετάσματα, καὶ ὤφθη Καλλιρόη μὲν ἐπὶ χρυσηλάτου κλίνης ἀνακειμένη, Τυρίαν ἀμπεχομένη πορφύραν, Χαιρέας δὲ αὐτῇ παρακαθήμενος, σχῆμα ἔχων στρατηγοῦ.

  28. 8.6.8.1

    οὔτε βροντή ποτε οὕτως ἐξέπληξε τὰς ἀκοὰς οὔτε ἀστραπὴ τὰς ὄψεις τῶν ἰδόντων, οὔτε θησαυρὸν εὑρών τις χρυσίου τοσοῦτον ἐξεβόησεν, ὡς τότε τὸ πλῆθος, ἀπροσδοκήτως ἰδὸν θέαμα λόγου κρεῖττον. Ἑρμοκράτης δὲ ἀνεπήδησεν ἐπὶ τὴν σκηνὴν καὶ περιπτυξάμενος τὴν θυγατέρα εἶπε “ζῇς, τέκνον, ἢ καὶ τοῦτο πεπλάνημαι;” “ζῶ, πάτερ, νῦν ἀληθῶς, ὅτι σε ζῶντα τεθέαμαι.” δάκρυα πᾶσιν ἐχεῖτο μετὰ χαρᾶς.

  29. 8.6.9.1

    Μεταξὺ δὲ Πολύχαρμος ἐπικαταπλεῖ ταῖς ἄλλαις τριήρεσιν· αὐτὸς γὰρ ἦν πεπιστευμένος τὸν ἄλλον στόλον ἀπὸ Κύπρου διὰ τὸ μηκέτι Χαιρέαν ἄλλῳ τινὶ σχολάζειν δύνασθαι πλὴν Καλλιρόῃ μόνῃ.

  30. 8.6.10.1

    ταχέως οὖν ὁ λιμὴν ἐπληροῦτο, καὶ ἦν ἐκεῖνο τὸ σχῆμα τὸ μετὰ τὴν ναυμαχίαν τὴν Ἀττικήν· καὶ αὗται γὰρ αἱ τριήρεις ἐκ πολέμου κατέπλεον ἐστεφανωμέναι, χρησάμεναι Συρακοσίῳ στρατηγῷ· συνεμίχθησαν δὲ αἱ φωναὶ τῶν ἀπὸ τῆς θαλάσσης τοὺς ἀπὸ γῆς ἀσπαζομένων καὶ πάλιν ἐκείνων τοὺς ἐκ θαλάσσης, εὐφημίαι τε καὶ ἔπαινοι καὶ συνευχαὶ πυκναὶ παρʼ ἀμφοτέρων πρὸς ἀλλήλους. ἧκε δὲ μεταξὺ φερόμενος καὶ ὁ Χαιρέου πατήρ, λιποψυχῶν ἐκ τῆς παραδόξου χαρᾶς.

  31. 8.6.11.1

    ἐπεκυλίοντο δὲ ἀλλήλοις συνέφηβοι καὶ συγγυμνασταί, Χαιρέαν ἀσπάσασθαι θέλοντες, Καλλιρόην δὲ αἱ ναῖκες. Ἔδοξε δὲ ἔτι καλλίων ἑαυτῆς Καλλιρρόη γεγονέναι, ὥστε ἀληθῶς εἶπες ἂν αὐτὴν ὁρᾶν τὴν Ἀφροδίτην ἀναδυομένην ἐκ τῆς θαλάσσης. Προσελθὼν δὲ Χαιρέας τῷ Ἑρμοκράτει καὶ τῷ πατρὶ. “παραλάβετε” ἔφη “τὸν πλοῦτον τοῦ μεγάλου βασιλέως.”

  32. 8.6.12.1

    Καὶ εὐθὺς ἐκέλευσεν ἐκκομίζεσθαι ἄργυρον καὶ χρυσὸν ἀναρίθμητον, εἶτα ἐλέφαντα καὶ ἤλεκτρον καὶ ἐσθῆτα καὶ πᾶσαν ὕλης τέχνης τε πολυτέλειαν ἐπέδειξε Συρακουσίοις καὶ κλίνην καὶ τράπεζαν τοῦ μεγάλου βασιλέως, ὥστε ἐνεπλήσθη πᾶσα ἡ πόλις οὐχ ὡς πρότερον ἐκ τοῦ πολέμου τοῦ Σικελικοῦ πενίας Ἀττικῆς, ἀλλά, τὸ καινότατον ἐν εἰρήνῃ, λαφύρων Μηδικῶν.

  33. 8.7.1.1

    Ἀθρόον δὲ τὸ πλῆθος ἀνεβόησεν “ἀπίωμεν εἰς τὴν ἐκκλησίαν·” ἐπεθύμουν γὰρ αὐτοὺς καὶ ἰδεῖν καὶ ἀκοῦσαι· λόγου δὲ θᾶττον ἐπληρώθη τὸ θέατρον ἀνδρῶν τε καὶ γυναικῶν. Εἰσελθόντος δὲ μόνου Χαιρέου πᾶσαι καὶ πάντες ἐπεβόησαν “Καλλιρρόην παρακάλει.” Ἑρμοκράτης δὲ καὶ τοῦτο ἐδημαγώγησεν,

  34. 8.7.2.1

    εἰσάγων καὶ τὴν θυγατέρα. Πρῶτον οὖν ὁ δῆμος εἰς τὸν οὐρανὸν ἀναβλέψας εὐφήμει τοὺς θεοὺς καὶ χάριν ἠπίστατο μᾶλλον ὑπὲρ τῆς ἡμέρας ταύτης ἢ τῆς τῶν ἐπινικίων· εἶτα ποτὲ μὲν ἐσχίζοντο, καὶ οἱ μὲν ἄνδρες ἐπῄνουν Χαιρέαν αἱ δὲ γυναῖκες Καλλιρρόην, ὁτὲ δ’ αὖ πάλιν ἀμφοτέρους κοινῇ· καὶ τοῦτο ἐκείνοις ἥδιον ἦν.

  35. 8.7.3.1

    Καλλιρρόην μὲν οὖν ὡς ἂν ἐκ πλοῦ καὶ ἀγωνίας εὐθὺς ἀσπασαμένην τὴν πατρίδα ἀπήγαγον ἐκ τοῦ θεάτρου, Χαιρέαν δὲ κατεῖχε τὸ πλῆθος, ἀκοῦσαι βουλόμενον πάντα τὰ τῆς ἀποδημίας διηγήματα. Κἀκεῖνος ἀπὸ τῶν τελευταίων ἤρξατο, λυπεῖν οὐ θέλων ἐν τοῖς πρώτοις καὶ σκυθρωποῖς τὸν λαόν. Ὁ δὲ δῆμος ἐνεκελεύετο “ἐρωτῶμεν, ἄνωθεν ἄρξαι, πάντα ἡμῖν λέγε,

  36. 8.7.4.1

    μηδὲν παραλίπῃς.” Ὤκνει Χαιρέας, ὡς ἂν ἐπὶ πολλοῖς τῶν οὐ κατὰ γνώμην συμβάντων αἰδούμενος, Ἑρμοκράτης δὲ ἔφη “μηδὲν αἰδεσθῇς, ὦ τέκνον, κἂν λέγῃς τι λυπηρότερον ἢ μικρότερον ἡμῶν· τὸ γὰρ τέλος λαμπρὸν γενόμενον ἐπισκοτεῖ τοῖς προτέροις ἅπασι, τὸ δὲ μὴ ῥηθὲν ὑπόνοιαν ἔχει χαλεπωτέραν ἐξ αὐτῆς τῆς σιωπῆς.

  37. 8.7.5.1

    Πατρίδι λέγεις καὶ γονεῦσιν, ὧν ἰσόρροπος ἡ πρὸς ἀμφοτέρους ὑμᾶς φιλοστοργία. Τὰ μὲν οὖν πρῶτα τῶν διηγημάτων ἤδη καὶ ὁ δῆμος ἐπίσταται, καὶ γὰρ τὸν γάμον ὑμῶν αὐτὸς ἔζευξε·

  38. 8.7.6.1

    τὴν τῶν ἀντιμνηστευομένων ἐπιβουλὴν εἰς ψευδῆ ζηλοτυπίαν καὶ ὡς καιρίως ἔπληξας τὴν γυναῖκα πάντες ἔγνωμεν καὶ ὅτι δόξασα τεθνάναι πολυτελῶς ἐκηδεύθη, σὺ δὲ εἰς φόνου δίκην ὑπαχθεὶς σεαυτοῦ κατεψηφίσω, συναποθανεῖν θέλων τῇ γυναικί.

  39. 8.7.7.1

    Ἀλλ’ ὁ δῆμός σε ἀπέλυσεν, ἀκούσιον ἐπιγνοὺς τὸ συμβάν. Τὰ δὲ τούτων ἐφεξῆς, ὅτι Θήρων ὁ τυμβωρύχος νυκτὸς τὸν τάφον διασκάψας Καλλιρρόην ζῶσαν εὑρὼν μετὰ τῶν ἐνταφίων ἐνέθηκε τῷ πειρατικῷ κέλητι καὶ εἰς Ἰωνίαν ἐπώλησε, σὺ δὲ κατὰ τὴν ζήτησιν τῆς γυναικὸς ἐξελθὼν αὐτὴν μὲν οὐχ εὗρες, ἐν δὲ τῇ θαλάσσῃ τῷ πειρατικῷ πλοίῳ

  40. 8.7.8.1

    περιπεσὼν τοὺς μὲν ἄλλους λῃστὰς τεθνεῶτας κατέλαβες ὑπὸ δίψους, Θήρωνα δὲ μόνον ἔτι ζῶντα εἰσήγαγες εἰς τὴν ἐκκλησίαν, κἀκεῖνος μὲν βασανισθεὶς ἀνεσκολοπίσθη, τριήρη δὲ ἐξέπεμψεν ἡ πόλις καὶ πρεσβευτὰς ὑπὲρ Καλλιρρόης, ἑκούσιος δὲ συνεξέπλευσέ σοι Πολύχαρμος ὁ φίλος, καὶ ταῦτα ἴσμεν· σὺ δὲ ἡμῖν διήγησαι τὰ μετὰ τὸν ἔκπλουν συνενεχθέντα τὸν σὸν ἐντεῦθεν.”

  41. 8.7.9.1

    Ὁ δὲ Χαιρέας ἔνθεν ἑλὼν διηγεῖτο “πλεύσαντες τὸν Ἰόνιον ἀσφαλῶς εἰς χωρίον κατήχθημεν ἀνδρὸς Μιλησίου, Διονυσίου τοὔνομα, πλούτῳ καὶ γένει καὶ δόξῃ πάντων Ἰώνων ὑπερέχοντος. Οὗτος δὲ ὁ παρὰ Θήρωνος Καλλιρρόην ταλάντου πριάμενος.

  42. 8.7.10.1

    Μὴ φοβηθῆτε· οὐκ ἐδούλωσεν· εὐθὺς γὰρ τὴν ἀργυρώνητον αὑτοῦ δέσποιναν ἀπέδειξε, καὶ ἐρῶν αὐτῆς βιάσασθαι οὐκ ἐτόλμησε τὴν εὐγενῆ, πέμψαι δὲ πάλιν εἰς Συρακούσας οὐχ ὑπέμεινεν ἧς ἤρα.

  43. 8.7.11.1

    Ἐπεὶ δὲ ᾔσθετο Καλλιρρόη κύουσαν ἑαυτὴν ἐξ ἐμοῦ, σῶσαι τὸν πολίτην ὑμῖν θέλουσα, ἀνάγκην ἔσχε Διονυσίῳ γαμηθῆναι, σοφιζομένη τοῦ τέκνου τὴν γονήν, ἵνα ἐκ Διονυσίου δόξῃ γεγεννηκέναι, καὶ τραφῇ τὸ παιδίον ἐπαξίως.

  44. 8.7.12.1

    Τρέφεται γὰρ ὑμῖν, ἄνδρες Συρακούσιοι, πολίτης ἐν Μιλήτῳ πλούσιος ὑπ’ ἀνδρὸς ἐνδόξου· καὶ γὰρ ἐκείνου τὸ γένος ἔνδοξον Ἑλληνικόν. Μὴ φθονήσωμεν αὐτῷ μεγάλης κληρονομίας.”

  45. 8.8.1.1

    “ταῦτα μὲν οὖν ἔμαθον ὕστερον· τότε δὲ καταχθεὶς ἐν τῷ χωρίῳ Καλλιρρόης εἰκόνα θεασάμενος ἐν ἱερῷ ἐγὼ μὲν εἶχον ἀγαθὰς ἐλπίδας, νύκτωρ δὲ Φρύγες λῃσταὶ καταδραμόντες ἐπὶ θάλασσαν ἐνέπρησαν μὲν τὴν τριήρη, τοὺς δὲ πλείστους κατέσφαξαν, ἐμὲ δὲ καὶ Πολύχαρμον δήσαντες ἐπώλησαν εἰς Καρίαν.” Θρῆνον ἐξέρρηξεν ἐπὶ.

  46. 8.8.2.1

    τούτοις τὸ πλῆθος, εἶπε δὲ Χαιρέας “ἐπιτρέψατε ἐμοὶ τὰ ἑξῆς σιωπᾶν, σκυθρωπότερα γάρ ἐστι τῶν πρώτων·” ὁ δὲ δῆμος ἐξεβόησε “λέγε πάντα.” Καὶ ὃς ἔλεγεν “ὁ πριάμενος ἡμᾶς, δοῦλος Μιθριδάτου, στρατηγοῦ Καρίας, ἐκέλευσε σκάπτειν ὄντας πεπεδημένους. Ἐπεὶ δὲ τὸν δεσμοφύλακα τῶν δεσμωτῶν ἀπέκτεινάν τινες, ἀνασταυρωθῆναι πάντας ἡμᾶς Μιθριδάτης ἐκέλευσε.

  47. 8.8.3.1

    Κἀγὼ μὲν ἀπηγόμην· μέλλων δὲ βασανίζεσθαι Πολύχαρμος εἶπέ μου τοὔνομα καὶ Μιθριδάτης ἐγνώρισε· Διονυσίου γὰρ ξένος γενόμενος ἐν Μιλήτῳ, Χαιρέου θαπτομένου παρῆν· πυθομένη γὰρ Καλλιρρόη τὰ περὶ τὴν τριήρη καὶ τοὺς λῃστάς, κἀμὲ δόξασα τεθνάναι, τάφον ἔχωσέ μοι πολυτελῆ.

  48. 8.8.4.1

    Ταχέως οὖν ὁ Μιθριδάτης ἐκέλευσε καθαιρεθῆναί με τοῦ σταυροῦ σχεδὸν ἤδη πέρας ἔχοντα, καὶ ἔσχεν ἐν τοῖς φιλτάτοις· ἀποδοῦναι δέ μοι Καλλιρρόην ἔσπευδε καὶ ἐποίησέ με γράψαι πρὸς αὐτήν.

  49. 8.8.5.1

    Ἀμελείᾳ δὲ τοῦ διακονουμένου τὴν ἐπιστολὴν ἔλαβεν αὐτὸς Διονύσιος· ἐμὲ δὲ ζῆν οὐκ ἐπίστευεν, ἐπίστευε δὲ Μιθριδάτην ἐπιβουλεύειν αὑτοῦ τῇ γυναικί, καὶ εὐθὺς αὐτῷ μοιχείαν ἐγκαλῶν ἐπέστειλε βασιλεῖ· βασιλεὺς δὲ ἀνεδέξατο τὴν δίκην καὶ πάντας ἐκάλεσε πρὸς αὑτόν.

  50. 8.8.6.1

    Οὕτως ἀνέβημεν εἰς Βαβυλῶνα. Καὶ Καλλιρρόην μὲν Διονύσιος ἄγων περίβλεπτον ἐποίησε κατὰ τὴν Ἀσίαν ὅλην θαυμαζομένην, ἐμὲ δὲ Μιθριδάτης ἐπηγάγετο· γενόμενοι δὲ ἐκεῖ μεγάλην ἐπὶ βασιλέως δίκην εἴπομεν. Μιθριδάτην μὲν οὖν εὐθὺς ἀπέλυσεν, ἐμοὶ δὲ καὶ Διονυσίῳ διαδικασίαν περὶ τῆς γυναικὸς ἐπήγγειλε, Καλλιρρόην παραθέμενος ἐν τῷ μεταξὺ Στατείρᾳ τῇ βασιλίδι.

  51. 8.8.7.1

    Ποσάκις, ἄνδρες Συρακούσιοι, δοκεῖτε, θάνατον ἐβουλευσάμην ἀπεζευγμένος τῆς γυναικός, εἰ μή με Πολύχαρμος ἔσωσεν ὁ μόνος ἐν πᾶσι φίλος πιστός; Καὶ γὰρ βασιλεὺς ἠμελήκει τῆς δίκης, ἔρωτι Καλλιρρόης φλεγόμενος.

  52. 8.8.8.1

    Ἀλλ’ οὔτε ἔπεισε οὔτε ὕβρισεν· εὐκαίρως δὲ Αἴγυπτος ἀποστᾶσα βαρὺν ἐκίνησε πόλεμον, ἐμοὶ δὲ μεγάλων ἀγαθῶν αἴτιον. Καλλιρρόην μὲν γὰρ ἡ βασιλὶς ἐπήγετο, ψευδῆ δὲ ἀκούσας ἀγγελίαν ἐγὼ φήσαντός τινος ὅτι Διονυσίῳ παρεδόθη, θέλων ἀμύνασθαι βασιλέα, πρὸς τὸν Αἰγύπτιον αὐτομολήσας ἔργα μεγάλα διεπραξάμην.

  53. 8.8.9.1

    Καὶ γὰρ Τύρον δυσάλωτον οὖσαν ἐχειρωσάμην αὐτὸς καὶ ναύαρχος ἀποδειχθεὶς κατεναυμάχησα τὸν μέγαν βασιλέα καὶ Ἀράδου κύριος ἐγενόμην, ἔνθα καὶ τὴν βασιλίδα καὶ τὸν πλοῦτον, ὃν ἑωράκατε, βασιλεὺς ἀπέθετο.

  54. 8.8.10.1

    Ἐδυνάμην οὖν καὶ τὸν Αἰγύπτιον ἀποδεῖξαι πάσης τῆς Ἀσίας δεσπότην, εἰ |μὴ χωρὶς ἐμοῦ μαχόμενος ἀνῃρέθη. Τὸ δὲ λοιπὸν φίλον ὑμῖν ἐποίησα τὸν μέγαν βασιλέα, τὴν γυναῖκα δωρησάμενος αὐτῷ καὶ Περσῶν τοῖς ἐντιμοτάτοις μητέρας τε καὶ ἀδελφὰς καὶ γυναῖκας καὶ θυγατέρας πέμψας.

  55. 8.8.11.1

    Αὐτὸς δὲ Ἕλληνας τοὺς ἀρίστους Αἰγυπτίων τε τοὺς θέλοντας ἤγαγον ἐνθάδε. Ἐλεύσεται καὶ ἄλλος στόλος ἐξ Ἰωνίας ὑμέτερος· ἄξει δὲ αὐτὸν ὁ Ἑρμοκράτους ἔγγονος.”

  56. 8.8.12.1

    Εὐχαὶ παρὰ πάντων ἐπὶ τούτοις ἐπηκολούθησαν. Καταπαύσας δὲ τὴν βοὴν Χαιρέας εἶπεν “ἐγὼ καὶ Καλλιρρόη χάριν ἔχομεν ἐφ’ ἡμῶν Πολυχάρμῳ τῷ φίλῳ· καὶ γὰρ εὔνοιαν ἐπεδείξατο καὶ πίστιν ἀληθεστάτην πρὸς ἡμᾶς· κἂν ὑμῖν δοκῇ, δῶμεν αὐτῷ γυναῖκα τὴν ἀδελφὴν τὴν ἐμήν· προῖκα δὲ ἔξει μέρος

  57. 8.8.13.1

    τῶν λαφύρων.” Ἐπηυφήμησεν ὁ δῆμος “ἀγαθῷ ἀνδρὶ Πολυχάρμῳ, φίλῳ πιστῷ, ὁ δῆμός σοι χάριν ἐπίσταται. Τὴν πατρίδα εὐηργέτηκας· ἄξιος Ἑρμοκράτους καὶ Χαιρέου.” Μετὰ ταῦτα πάλιν Χαιρέας εἶπε “καὶ τούσδε τοὺς τριακοσίους, Ἕλληνας ἄνδρας, στρατὸν ἐμὸν ἀνδρεῖον, δέομαι ὑμῶν, πολίτας ποιήσατε.” Πάλιν ὁ δῆμος ἐπεβόησεν “ἄξιοι μεθ’ ἡμῶν πολιτεύεσθαι·

  58. 8.8.14.1

    χειροτονείσθω ταῦτα.” Ψήφισμα ἐγράφη καὶ εὐθὺς ἐκεῖνοι καθίσαντες μέρος ἦσαν τῆς ἐκκλησίας. Καὶ Χαιρέας ἐδωρήσατο τάλαντον ἑκάστῳ, τοῖς δὲ Αἰγυπτίοις ἀπένειμε χώραν Ἑρμοκράτης, ὥστε ἔχειν αὐτοὺς γεωργεῖν.

  59. 8.8.15.1

    Ἕως δὲ ἦν τὸ πλῆθος ἐν τῷ θεάτρῳ, Καλλιρρόη, πρὶν εἰς τὴν οἰκίαν εἰσελθεῖν, εἰς τὸ τῆς Ἀφροδίτης ἱερὸν ἀφίκετο. Λαβομένη δὲ αὐτῆς τῶν ποδῶν καὶ ἐπιθεῖσα τὸ πρόσωπον καὶ λύσασα τὰς κόμας, καταφιλοῦσα “χάρις σοὶ” φησίν, “Ἀφροδίτη· πάλιν γάρ μοι Χαιρέαν ἐν Συρακούσαις ἔδειξας, ὅπου καὶ παρθένος εἶδον αὐτὸν σοῦ θελούσης.

  60. 8.8.16.1

    Οὐ μέμφομαί σοι, δέσποινα, περὶ ὧν πέπονθα· ταῦτα εἵμαρτό μοι. Δέομαί σου, μηκέτι με Χαιρέου διαζεύξῃς, ἀλλὰ καὶ βίον μακάριον καὶ θάνατον κοινὸν κατάνευσον ἡμῖν.” Τοσάδε περὶ Καλλιρρόης συνέγραψα. Χαρίτωνος Ἀφροδισιέως τῶν περὶ Χαιρέαν καὶ Καλλιρρόην η λόγων τέλος

← Previous — showing 701760 of 760

Perseus Greek. CTS URN tlg0554.tlg001.perseus-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.