Apotelesmatica (= Tetrabiblos)
- 1.1.1.1
Τῶν τὸ δι’ ἀστρονομίας προγνωστικὸν τέλος παρασκευαξόντων, σκευαζόντων, ὦ Σύρε, δύο τῶν μεγίστων καὶ κυριωτάτων ὑπαρχόντων, ἑνὸς μὲν τοῦ πρώτου καὶ τάξει καὶ δυνάμει, καθ’ ὃ τοὺς γινομένους ἑκάστοτε σχηματισμοὺς τῶν κινήσεων ἡλίου τε καὶ σελήνης καὶ ἀστέρων πρὸς ἀλλήλους τε καὶ τὴν γῆν καταλαμβανόμεθα, δευτέρου δέ, καθ’ ὃ διὰ τῆς φυσικῆς τῶν σχηματισμῶν αὐτῶν ἰδιοτροπίας τὰς ἀποτελουμένας μεταβολὰς τῶν ἐμπεριεχομένων ἐπισκεπτόμεθα, τὸ μὲν πρῶτον ἰδίαν ἔχον καὶ δι’ ἑαυτὴν αἱρετὴν θεωρίαν, κἂν μὴ τὸ ἐκ τῆς ἐπιζεύξεως τοῦ δευτέρου τέλος συμπεραίνηται, κατ’ ἰδίαν σύνταξιν ὡς μάλιστα ἐνῆν ἀποδεικτικῶς σοι περιώδευται.
- 1.1.2.1
περὶ δὲ τοῦ δευτέρου καὶ μὴ ὡσαύτως αὐτοτελοῦς ἡμεῖς ἐν τῷ παρόντι ποιησόμεθα λόγον κατὰ τὸν ἁρμόζοντα φιλοσοφίᾳ τρόπον καὶ ὡς ἄν τις φιλαλήθει μάλιστα χρώμενος σκοπῷ μήτε τὴν κατάληψιν αὐτοῦ παραβάλλοι τῇ τοῦ πρώτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος βεβαιότητι, τὸ ἐν πολ- λοῖς ἀσθενὲς καὶ δυσείκαστον τῆς ὑλικῆς ποιότητος μὴ προσποιούμενος, μήτε πρὸς τὴν κατὰ τὸ ἐνδεχόμενον ἐπίσκεψιν ἀποκνοίη, τῶν γε πλείστων καὶ ὁλοσχερεστέρων συμπτωμάτων ἐναργῶς οὕτως τὴν ἀπὸ τοῦ περιέχοντος αἰτίαν ἐμφανιζόντων. ἐπεὶ.
- 1.1.3.1
πᾶν μὲν τὸ δυσέφικτον παρὰ τοῖς πολλοῖς εὐδιάβλητον ἔχει φύσιν, ἐπὶ δὲ τῶν προκειμένων δύο καταλήψεσιν αἱ μὲν τῆς προτέρας διαβολαὶ τυφλῶν ἂν εἶεν παντελῶς, αἱ δὲ τῆς δευτέρας εὐπροφασίστους ἔχουσι τὰς ἀφορμὰς (ἢ γὰρ τὸ ἐπ’ ἐνίων δυσθεώρητον ἀκαταληψίας τελείας δόξαν παρέσχεν ἢ τὸ τῶν γνωσθέντων δυσφύλακτον καὶ τὸ τέλος ὡς ἄχρηστον διέσυρε), πειρασόμεθα διὰ βραχέων πρὸ τῆς κατὰ μέρος ὑφηγήσεως τὸ μέτρον ἑκατερου τοῦ τε δυνατοῦ καὶ τοῦ χρησίμου τῆς τοιαύτης προγνώσεως ἐπισκέψασθαι, καὶ πρῶτον τοῦ δυνατοῦ.
- 1.2.1.1
Ὅτι μὲν τοίνυν διαδίδοται καὶ διικνεῖταί τις δύναμις ἀπὸ τῆς αἰθερώδους καὶ ἀϊδίου φύσεως ἐπὶ πᾶσαν τῆν περίγειον καὶ δι’ ὅλων μεταβλήτην, τῶν ὑπὸ τὴν σελήνην πρώτων στοιχείων πυρὸς καὶ ἀέρος περιεχομένων μὲν καὶ τρεπομένων ὑπὸ τῶν κατὰ τὸν αἰθέρα κινήσεων, περιεχόντων δὲ καὶ συντρεπόντων τὰ λοιπὰ πάντα, γῆν καὶ ὕδωρ καὶ τὰ ἐν αὐτοῖς φυτὰ καὶ ζῷα, πᾶσιν ἂν ἐναργέστατον καὶ δι’ ὀλίγων φανείη.
- 1.2.2.1
ὅ τε γὰρ ἥλιος διατίθησί πως ἀεὶ μετὰ τοῦ περιέχοντος πάντα τὰ περὶ τὴν γῆν, οὐ μόνον διὰ τῶν κατὰ τὰς ἐτησίους ὥρας μεταβολῶν πρὸς γονὰς ζῴων καὶ φυτῶν καρποφορίας καὶ ῥύσεις ὑδάτων καὶ σωμάτων μετατροπάς, ἀλλὰ καὶ διὰ τῶν καθ’ ἑκάστην ἡμέραν περιόδων θερμαίνων τε καὶ ὑγραίνων καὶ ξηραίνων καὶ ψύχων τεταγμένως τε καὶ ἀκολούθως τοῖς πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν γινομένοις ὁμοιοτρόποις σχηματισμοῖς.
- 1.2.3.1
ἤ τε σελήνη πλείστην ὡς περιγειοτάτη διαδίδωσιν ἡμῖν ἐπὶ τὴν γῆν τὴν ἀπόρροιαν, συμπαθούντων αὐτῇ καὶ συντρεπομένων τῶν πλείστων καὶ ἀψύχων καὶ ἐμψύχων καὶ ποταμῶν μὲν συναυξόντων καὶ συμμειούν- των τοῖς φωσὶν αὐτῆς τὰ ῥεύματα, θαλασσῶν δὲ συντρεπουσῶν ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι τὰς ἰδίας ὁρμάς, φυτῶν δὲ καὶ ζῴων ἢ ὅλων ἢ κατά τινα μέρη συμπληρουμένων τε αὐτῇ καὶ συμμειουμένων.
- 1.2.4.1
αἴ τε τῶν ἀστέρων τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων πάροδοι πλείστας ποιοῦσιν ἐπισημασίας τοῦ περιέχοντος καυματώδεις καὶ πνευματώδεις καὶ νιφετώδεις, ὑφ’ ὧν καὶ τὰ ἐπὶ τῆς γῆς οἰκείως διατίθεται.
- 1.2.5.1
ἤδη δὲ καὶ οἱ πρὸς ἀλλήλους αὐτῶν συσχηματισμοί, συνερχομένων πως καὶ (??) συγκιρναμένων τῶν διαδόσεων, πλείστας καὶ ποικίλας μεταβολὰς ἀπεργάζονται, κατακρατούσης μὲν τῆς τοῦ ἡλίου δυνάμεως πρὸς τὸ καθόλου τῆς ποιότητος τεταγμένης, συνεργούντων δὲ ἢ ἀποσυνεργούντων κατά τι τῶν λοιπῶν, καὶ τῆς μὲν σελήνης ἐκφανέστερον καὶ συνεχέστερον ὡς ἐν ταῖς συνόδοις καὶ διχοτόμοις καὶ πανσελήνοις, τῶν δὲ ἀστέρων περιοδικώτερον καὶ ἀσημότερον, ὡς ἐν ταῖς φάσεσι καὶ κρύψεσι καὶ προσνεύσεσιν.
- 1.2.6.1
ὅτι δὲ τούτων οὕτως θεωρουμένων οὐ μόνον τὰ ἤδη συγκραθέντα διατίθεσθαί πως ὑπὸ τῆς τούτων κινήσεως ἀναγκαῖον, ἀλλὰ καὶ τῶν σπερμάτων τὰς ἀρχὰς καὶ τὰς πληροφορήσεις διαπλάττεσθαι καὶ διαμορφοῦσθαι πρὸς τὴν οἰκείαν τοῦ τότε περιέχοντος ποιότητα, πᾶσιν ἂν δόξειεν ἀκόλουθον εἶναι.
- 1.2.7.1
οἱ γοῦν παρατηρητικώτεροι τῶν γεωργῶν καὶ τῶν νομέων ἀπὸ τῶν κατὰ τὰς ὀχείας καὶ τὰς τῶν σπερμάτων καταθέσεις συμβαινόντων πνευμάτων στοχάζονται τῆς ποιότητος τῶν ἀποβησομένων· καὶ ὅλως τὰ μὲν ὁλοσχερέστερα καὶ διὰ τῶν ἐπιφανεστέρων συσχηματισμῶν ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐπισημαινό- μενα καὶ παρὰ τοῖς μὴ φυσικῶς, μόνον δὲ παρατηρητικῶς σκεπτομένοις ὡς ἐπίπαν προγινωσκόμενα θεωροῦμεν,
- 1.2.8.1
τὰ μὲν ἐκ μείζονάς τε δυνάμεως καὶ ἁπλουστέρας τάξεως καὶ παρὰ τοῖς πάνυ ἰδιώταις, μᾶλλον δὲ καὶ παρ’ ἐνίοις τῶν ἀλόγων ζῴων, ὡς τῶν ὡρῶν καὶ τῶν πνευμάτων τὰς ἐτησίους διαφοράς (τούτων γὰρ ὡς ἐπίπαν ὁ ἥλιος αἴτιος), τὰ δὲ ἧττον οὕτως ἔχοντα παρὰ τοῖς ἤδη κατὰ τὸ ἀναγκαῖον ταῖς παρατηρήσεσιν ἐνειθισμένοις, ὡς τοῖς ναυτιλ- λομένοις τὰς κατὰ μέρος τῶν χειμώνων καὶ τῶν πνευμάτων ἐπισημασίας ὅσαι γίνονται κατὰ τὸ περιοδικώτερον ὑπὸ τῶν τῆς σελήνης ἢ καὶ τῶν ἀπλανῶν ἀστέρων πρὸς τὸν ἥλιον συσχηματισμῶν.
- 1.2.9.1
παρὰ μέντοι τὸ μήτε αὐτῶν τούτων τοὺς χρόνους καὶ τοὺς τόπους ὑπὸ ἀπειρίας, ἀκριβῶς δύνασθαι κατανοεῖν μήτε τὰς τῶν πλανωμένων ἀστέρων περιόδους πλεῖστον καὶ αὐτὰς συμβαλλομένας τὸ πολλάκις αὐτοῖς σφάλλεσθαι συμβαίνει.
- 1.2.10.1
τί δὴ οὖν κωλύει τὸν ἠκριβωκότα μὲν τάς τε πάντων τῶν ἀστέρων καὶ ἡλίου καὶ σελήνης κινήσεις, ὅπως αὐτὸν μηδενὸς τῶν σχηματισμῶν μήτε ὁ τόπος μήτε ὁ χρόνος λανθάνῃ, διειληφότα δὲ ἐκ τῆς ἔτι ἄνωθεν συνεχοῦς ἱστορίας ὡς ἐπίπαν αὐτῶν τὰς φύσεις, κἄν μὴ τὰς κατ’ αὐτὸ τὸ ὑποκείμενον ἀλλὰ τάς γε δυνάμει ποιητικάς, οἷον ὡς τὴν τοῦ ἡλίου ὅτι θερμαίνει καὶ τὴν τῆς σελήνης ὅτι ὑγραίνει, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἱκανὸν δὲ πρὸς τοιαῦτα ὄντα φυσικῶς ἅμα καὶ εὐστόχως ἐκ τῆς συγκράσεως πάντων τὸ ἴδιον τῆς ποιότητος διαλαβεῖν, ὡς δύνασθαι μὲν ἐφ’ ἑκάστου τῶν διδομένων καιρῶν ἐκ τῆς τότε τῶν φαινο- μένων σχέσεως τὰς τοῦ περιέχοντος ἰδιοτροπίας εἰπεῖν, οἷον ὅτι θερμότερον ἢ ὑγρότερον ἔσται,
- 1.2.11.1
δύνασθαι δὲ καὶ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώπων τήν τε καθόλου ποιότητα τῆς ἰδιοσυγκρασίας ἀπὸ τοῦ κατὰ τὴν σύστασιν περιέχοντος συνιδεῖν, οἷον ὅτι τὸ μὲν σῶμα τοιόσδε, τὴν δὲ ψυχὴν τοιόσδε, καὶ τὰ κατὰ καιροὺς συμπτώματα, διὰ τὸ τὸ μὲν τοιόνδε περιέχον τῇ τοιᾷδε συγκράσει σύμμετρον ἢ καὶ πρόσφορον γίνεσθαι πρὸς εὐεξίαν, τὸ δὲ τοιόνδε ἀσύμμετρον καὶ πρόσφορον πρὸς κάκωσιν;
- 1.2.12.1
ἀλλὰ γὰρ τὸ μὲν δυνατὸν τῆς τοιαύτης καταλήψεως διὰ τούτων καὶ τῶν ὁμοίων ἔστι συνιδεῖν. ὅτι δὲ εὐπροφασίστως μέν, οὐ προσηκόντως δὲ τὴν πρὸς τὸ ἀδύνατον ἔσχε διαβολήν, οὕτως ἂν κατανοήσαιμεν. πρῶτον μὲν γὰρ τὰ πταίσματα τῶν μὴ ἀκριβούντων τὸ ἔργον πολλὰ ὄντα ὡς ·έν μεγάλῃ καὶ πολυμερεῖ θεωρίᾳ καὶ τοῖς ἀληθευομένοις τὴν τοῦ ἐκ τύχης παρέσχε δόξαν, οὐκ ὀρθῶς· τὸ γὰρ τοιοῦτον οὐ τῆς ἐπιστήμης ἀλλὰ τῶν μεταχειριζομέ- νων ἐστὶν ἀδυναμία.
- 1.2.13.1
ἔπειτα καὶ οἱ πλεῖστοι τοῦ πορίζειν ἕνεκεν ἑτέραν τέχνην τῷ ταύτης ὀνόματι καταξιοπιστευόμενοι τοὺς μὲν ἰδιώτας ἐξαπατῶσι πολλὰ προλέγειν δο- κοῦντες καὶ τῶν μηδεμίαν φύσιν ἐχόντων προγινώσκεσθαι, τοῖς δὲ ζητητικωτέροις διὰ τούτου παρέσχον ἀφορμὴν έν ἴσω καὶ τῶν φύσιν ἐχόντων προλέγεσθαι καταγινώσκειν, οὐδὲ τοῦτο δεόντως· οὐδὲ γὰρ φιλοσοφίαν ἀναιρετέον, ἐπεί τινες τῶν προσποιουμένων αὐτὴν πονηροὶ καταφαίνονται.
- 1.2.14.1
ἀλλ’ ὅμως ἐναργές ἐστιν ὅτι κἂν διερευνητικῶς τις ὡς ἔνι μάλιστα καὶ γνησίως τοῖς μαθήμασι προσέρχηται, πολλάκις πταίειν αὐτὸν ἐνδέχεται, δι’ οὐδὲν μὲν τῶν εἰρημένων, δι’ αὐτὴν δὲ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας ἀσθένειαν.
- 1.2.15.1
καθόλου γάρ, πρὸς τῷ τὴν περὶ τὸ ποιὸν τῆς ὕλης θεωρίαν πᾶσαν εἰκαστικήν εἶναι καὶ οὐ διαβεβαιωτικὴν καὶ μάλιστα τὴν ἐκ πολλῶν ἀνομοίων συγκιρναμένην, ἔτι καὶ τοῖς παλαιοῖς τῶν πλανωμένων συσχηματισμοῖς, ἀφ’ ὧν ἐφαρμόζομεν τοῖς ὡσαύτως ἔχουσι τῶν νῦν τὰς ὑπὸ τῶν προγενεστέρων ἐπ’ ἐκείνων παρατετηρημένας προτελέσεις, παρόμοιοι μὲν δύνανται γίνεσθαι μᾶλλον ἢ ἦττον καὶ οὗτοι διὰ μακρῶν περιόδων,
- 1.2.16.1
ἀπαράλλακτοι δὲ οὐδαμῶς, τῆς πάντων ἐν τῷ οὐρανῷ μετὰ τῆς γῆς κατὰ τὸ ἀκριβὲς συναποκαταστάσεως, εἰ μή τις κενοδοξοίη περὶ τὴν τῶν ἀκαταλήπτων κατάληψιν καὶ γνῶσιν, ἢ μηδόλως ἢ μὴ κατά γε τὸν αἰσθητὸν ἀνθρώπῳ χρόνον ἀπαρτιζομένης, ὡς διὰ τοῦτο καὶ τὰς προρρήσεις ἀνομοίων ὄντων τῶν ὑποκειμένων παραδειγμάτων ἐνίοτε διαμαρτάνεσθαι.
- 1.2.17.1
περὶ μὲν οὖν τὴν ἐπίσκεψιν τῶν κατὰ τὸ περιέχον γινομένων συμπτωμάτων τοῦτ’ ἂν εἴη μόνον τὸ δυσχερές, καὶ μηδεμιᾶς ἐνταῦθα συμπαραλαμβανομένης αἰτίας τῇ κινήσει τῶν οὐρανίων.
- 1.2.18.1
περὶ δὲ τὰς γενεθλιαλογίας καὶ ὅλως τὰ κατ’ ἰδίαν τῆς ἑκάστου συγκράσεως οὐ μικρὰ οὐδὲ τὰ τυχόντα ἐστὶν ἰδεῖν συναίτια καὶ αὐτὰ γινόμενα τῆς τῶν συνισταμένων ἰδιοτροπίας. αἴ τε γὰρ τῶν σπερμάτων διαφοραὶ πλεῖστον δύνανται πρὸς τὸ τοῦ γένους ἴδιον, ἐπειδήπερ τοῦ περιέχοντος καὶ τοῦ ὁρίζοντος ὑποκειμένου τοῦ αὐτοῦ κατακρατεῖ τῶν σπερμάτων ἕκαστον εἰς τὴν καθόλου τοῦ οἰκείου μορφώματος διατύπωσιν οἷον ἀνθρώπου καὶ ἵππου καὶ. τῶν ἄλλων. οἵ τε τόποι τῆς γενέσεως οὐ μικρὰς ποιοῦνται περὶ τὰ συνιστάμενα παραλλαγάς.
- 1.2.19.1
καὶ τῶν σπερμάτων γὰρ κατὰ γένος ὑποκειμένων τῶν αὐτῶν, οἷον ἀνθρωπίνων, καὶ τῆς τοῦ περιέχοντος καταστάσεως τῆς αὐτῆς, παρὰ τὸ τῶν χωρῶν διάφορον πολὺ καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς οἱ γεννώμενοι διήνεγκαν· πρὸς δὲ τούτοις αἵ τε τροφαὶ καὶ τὰ ἔθη πάντων τῶν προκειμένων ἀδιαφόρων ὑποτιθεμένων συμβάλλονταί τι πρὸς τὰς κατὰ μέρος τῶν βίων διαγωγάς, ὧν ἕκαστον ἐὰν μὴ συνδιαλαμβάνηται ταῖς ἀπὸ τοῦ περιέχοντος αἰτίαις, εἰ καὶ ὅτι μάλιστα τὴν πλείστην ἔχει τοῦτο δύναμιν τῷ τὸ μὲν περιέχον κἀκείνοις αὐτοῖς εἰς τὸ τοιοῖσδε εἶναι συναίτιον γίνεσθαι, τούτῳ δὲ ἐκεῖνα μηδαμῶς,
- 1.2.20.1
πολλὴν ἀπορίαν δύναται παρέχειν τοῖς ἐπὶ τῶν τοιούτων οἰομένοις ἀπὸ μόνης τῆς τῶν μετεώρων κινήσεως πάντα καὶ τὰ μὴ τέλεον ἐπ’ αὐτῇ δύνασθαι διαγινώσκειν. τούτων δὲ οὕτως ἐχόντων προσῆκον ἂν εἴη μήτε ἐπειδὴ διαμαρτάνεσθαί ποτε τὴν τοιαύτην πρόγνωσιν ἐνδέχεται, καὶ τὸ πᾶν αὐτῆς ἀναι- ρεῖν, ὥσπερ οὐδὲ τὴν κυβερνητικὴν διὰ τὸ πολλάκις πταίειν ἀποδοκιμάζομεν, ἀλλ’ ὡς ἐν μεγάλοις οὕτως καὶ θείοις ἐπαγγέλμασιν ἀσπάζεσθαι καὶ ἀγαπητὸν ἡγεῖσθαι τὸ δυνατόν, μήτ’ αὖ πάλιν πάντα ἡμῖν αἰτεῖν παρ’ αὐ- τῆς, ἀλλὰ ἀνθρωπίνως καὶ ἐστοχασμένως συμφιλοκαλεῖν καὶ ἐν οἷς οὐκ ἦν ἐπ’ αὐτῇ τὸ πᾶν ἐφοδιάζειν καὶ ὥσπερ τοῖς ἰατροῖς ὅταν ἐπιζητῶσί τινα καὶ περὶ αὐτῆς τῆς νόσου καὶ περὶ τῆς τοῦ κάμνοντος ἰδιοτροπίας, οὐ μεμψόμεθα λέγοντες, οὕτως καὶ ἐνταῦθα τὰ γένη καὶ τὰς χώρας καὶ τὰς τροφὰς ἢ καί τινα τῶν ἤδη συμβεβηκότων μὴ ἀγανακτεῖν ὑποτιθεμένους.
- 1.3.1.1
Τίνα μὲν οὖν τρόπον δυνατὸν γίνεται τὸ δι᾿ ἀστρονομίας προγνωστικὸν καὶ ὅτι μέχρι μόνων ἂν φθάνοι τῶν τε κατ’ αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων ταῦτα δ’ ἂν εἴη περί τε τὰς ἐξαρχῆς ἐπιτηδειότητας δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ καιροὺς αὐτῶν πάθη πολυχρονιότητας τε καὶ ὀλιγοχρονιότητάς, ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυ- σικὴν ἔχει πρὸς τὰ πρῶτα συμπλοκὴν ὡς πρὸς τὸ σῶμα μὲν ἡ κτῆσις καὶ ἡ συμβίωσις, πρὸς δὲ τὴν ψυχὴν ἥ τε τιμὴ καὶ τὸ ἀξίωμα, καὶ τὰς τούτων κατὰ καιροὺς τύχας), σχεδὸν ὡς ἐν κεφαλαίοις γέγονεν ἡμῖν δῆλον.
- 1.3.2.1
λοιπὸν δ’ ἂν εἴη τῶν προκειμένων τὴν κατὰ τὸ χρήσιμον ἐπίσκεψιν διὰ βραχέων ποιήσασθαι πρότερον διαλαβοῦσι, τίνα τρόπον καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησίμου δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθ’ ἢν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συνορατικοί;
- 1.3.3.1
εἰ δὲ πρὸς τὰ τοῦ σώματος, πάντων ἂν μᾶλλον ἡ τοιαύτη κατάληψις ἐπιγινώσκοι τὸ οἰκεῖόν τε καὶ πρόσ φορον τῇ καθ’ ἑκάστην σύγκρασιν ἐπιτηδειότητι. εἰ δὲ μὴ πρὸς πλοῦτον ἢ δόξαν ἢ τὰ τοιαῦτα συνεργεῖ, προχωρήσει καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν· οὐδενὸς γὰρ τῶν τοιούτων ἐστὶν ὅσον τὸ ἐφ’ ἑαυτῇ περιποιητική. ἀλλ᾿ οὔτ’ ἐκείνης διὰ τοῦτ’ ἂν οὔτε ταύτης καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω συμφέροντος.
- 1.3.4.1
ὅλως δ’ ἂν ἐξετάζουσι φανεῖεν ἂν οἱ τὸ ἄχρηστον τῆς καταλήψεως ἐπιμεμφόμενοι πρὸς οὐδὲν τῶν κυριωτάτων ἀφορῶντες, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον, ὅτι τῶν πάντη πάντως ἐσομένων ἡ πρόγνωσις περισσή, καὶ τοῦτο δὲ ἁπλῶς πάνυ καὶ οὐκ εὖ διειλημμένως. πρῶτον μὲν γὰρ δεῖ σκοπεῖν,
- 1.3.5.1
ὅτι καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ἀποβησομένων τὸ μὲν ἀπροσδόκητον τούς τε θορύβους ἐκστατικοὺς καὶ τὰς χαρὰς ἐξοιστικάς μάλιστα πέφυκε ποιεῖν, τὸ δὲ προγινώσκειν ἐθίζει καὶ ῥυθμίζει τὴν ψυχὴν τῇ μελέτῃ τῶν ἀπόντων ὡς παρόντων καὶ παρασκευάζει μετ’ εἰρήνης καὶ εὐσταθείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι·
- 1.3.6.1
ἔπειθ’ ὅτι μηδ’ οὕτως ἅπαντα χρὴ νομίζειν τοῖς ἀνθρώ- ποις ἀπὸ τῆς ἄνωθεν αἰτίας παρακολουθεῖν ὥσπερ ἐξ ἀρχῆς ἀπό τινος ἀλύτου καὶ θείου προστάγματος καθ’ ἕνα ἕκαστον νενομοθετημένα καὶ ἐξ ἀνάγκης ἀποβησόμενα, μηδεμιᾶς ἄλλης ἁπλῶς αἰτίας ἀντιπρᾶξαι δυναμένης, ἀλλ’ ὡς τῆς μὲν τῶν οὐρανίων κινήσεως καθ’ εἰμαρμένην θείαν καὶ ἀμετάπτωτον ἐξ αἰῶνος ἀποτελουμένης, τῆς δὲ τῶν ἐπιγείων ἀλλοιώσεως καθ’ εἱμαρμένην φυσικὴν καὶ μεταπτωτήν, τὰς πρώτας αἰτίας ἄνωθεν λαμβανούσης κατὰ συμβεβηκὸς καὶ κατ’ ἐπακολούθησιν,
- 1.3.7.1
καὶ ὡς τῶν μὲν διὰ καθολικωτέρας περιστάσεις τοῖς ἀνθρώποις συμβαινόντων, οὐχὶ δὲ ἐκ τῆς ἰδίας ἑκάστου φυσικῆς ἐπιτηδειότητος, ὡς ὅταν κατὰ μεγάλας καὶ δυσφυλάκτους τοῦ περιέχοντος τροπὰς ἐκ πυρώσεων λοιμῶν ἢ κατακλυσμῶν κατά πλήθη διαφθαρῶσιν, ὑποπιπτούσης ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι καὶ ἰσχυροτέρᾳ, τῶν δὲ κατὰ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἰδιοσυγκρασίαν διὰ μικρὰς καὶ τὰς τυχούσας τοῦ περιέχοντος ἀντιπαθείας.
- 1.3.8.1
θείας. τούτων γὰρ οὕτως διαληφθέντων φανερὸν ὅτι καὶ καθόλου καὶ κατὰ μέρος ὅσων μὲν συμπτωμάτων τὸ πρῶ- τον αἴτιον ἄμαχόν τέ ἐστι καὶ μεῖζον παντὸς τοῦ ἀντιπράττοντος, ταῦτα καὶ πάντη πάντως ἀποβαίνειν ἀνάγκη, ὅσα δὲ μὴ οὕτως ἔχει, τούτων τὰ μὲν ἐπιτυχόντα τῶν ἀντιπαθησόντων εὐανάτρεπτα γίνεται, τὰ δὲ μὴ εὐπορήσαντα καὶ αὐτὰ ταῖς πρώταις φύσεσιν ἀκολουθεῖ, δι’ ἄγνοιαν μέντοι καὶ οὐκ ἔτι διὰ τὴν τῆς ἰσχύος ἀνάγκην.
- 1.3.9.1
τὸ δ’ αὐτὸ ἄν τις ἴδοι συμβεβηκὸς καὶ ἐπὶ πάντων ἁπλῶς τῶν φυσικὰς ἐχόντων τὰς ἀρχάς· καὶ γὰρ καὶ λίθων καὶ φυτῶν καὶ ζῴων, ἔτι δὲ καὶ τραυμάτων καὶ παθῶν καὶ νοσημάτων τὰ μὲν ἐξ ἀνάγκης τι ποιεῖν πέφυκε,
- 1.3.10.1
τὰ δ’ ἂν μηδὲν τῶν ἐναντίων ἀντιπράξῃ. οὕτως οὖν χρὴ νομίζειν καὶ τά τοῖς ἀνθρώποις συμβησόμενα προλέγειν τοὺς φυσικοὺς τῇ τοιαύτῃ προγνώσει καὶ μὴ κατὰ κενὰς δόξας προσερχομένους, ὡς τῶν μὲν διὰ τὸ πολλὰ καὶ μεγάλα τὰ ποιητικὰ τυγχάνειν ἀφυλάκτων ὄντων, τῶν δὲ διὰ τοὐναντίον μετατροπὰς ἐπιδεχομένων, καθάπερ καὶ τῶν ἰατρῶν, ὅσοι δυνατοὶ σὴμειοῦσθαι τὰ παθήματα, προγινώσκουσι τά τε πάντως ἀνελοῦντα καὶ τὰ χωροῦντα βοήθειαν.
- 1.3.11.1
ἐπὶ δὲ τῶν μεταπεσεῖν δυναμένων οὕτως ἀκουστέον τοῦ γενεθλιαλόγου φέρ’ εἰπεῖν ὅτι τῇ τοιᾷδε συγκράσει κατὰ τὴν τοιάνδε τοῦ περιέχοντος ἰδιοτροπίαν, τραπεισῶν ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον τῶν ὑποκειμένων συμμετριῶν τὸ τοιόνδε παρακολουθήσει πάθος, ὡς καὶ τοῦ μὲν ἰατροῦ, ὅτι τόδε τὸ ἕλκος νομὴν σῆψιν ἐμποιεῖ, τοῦ δὲ μεταλλικοῦ λόγου ἕνεκεν, ὅτι τὸν σίδηρον ἡ λίθος ἡ μαγνῆτις ἕλκει·
- 1.3.12.1
ὥσπερ γὰρ τούτων ἑκάτερον ἐαθὲν μὲν δι’ ἀγνωσίαν τῶν ἀντιπαθησόντων πάντη πάντως παρακολουθήσει τῇ τῆς πρώτης φύσεως δυνάμει, οὔτε δὲ τὸ ἕλκος τὴν νομὴνῆ τὴν σῆψιν κατεργάσεται τῆς ἀντικειμένης θεραπείας τυχὸν οὔτε τὸν σίδηρον ἡ μαγνῆτις ἑλκύσει παρατριβέντος αὐτῇ σκορόδου καὶ αὐτὰ δὲ ταῦτα τὰ κωλύοντα φυσικῶς καὶ καθ’ εἱμαρμένην ἀντεπάθησεν, οὕτως καὶ ἐπ’ ἐκείνων ἀγνοούμενα μὲν τὰ συμβησόμενα τοῖς ἀνθρώποις ἢ ἐγνωσμένα μέν, μὴ τυχόντα δὲ τῶν ἀντιπαθούντων πάντη πάντως ἀκολουθήσει τῷ τῆς πρώτης φύσεως εἱρμῷ, προγνωσθέντα δὲ καὶ εὐπορήσαντα τῶν θεραπευόντων φυσικῶς πάλιν καθ’ εἱμαρμένηνῆ ἢ ἀγένητα τέλεον ἢ μετριώτερα καθίσταται.
- 1.3.13.1
ὅλως δὲ τῆς τοιαύτης δυνάμεως τῆς αὐτῆς οὔσης ἐπί τε τῶν ὁλοσχερῶς θεωρουμένων καὶ ἐπὶ τῶν κατὰ μέρος θαυμάσειεν ἄν τις, διὰ τίνα δήποτε αἰτίαν ἐπὶ μὲν τῶν καθόλου πιστεύουσι πάντες καὶ τῷ δυνατῷ τῆς προγνώ·
- 1.3.14.1
σεως καὶ τῷ πρὸς τὸ φυλάσσεσθαι χρησίμῳ -— τάς τε γὰρ ὥρας καὶ τὰς τῶν ἀπλανῶν ἐπισημασίας καὶ τοὺς τῆς σελήνης σχηματισμοὺς οἱ πλεῖστοι προγινώσκειν ὁμολογοῦσί καί πολλὴν πρόνοιαν ποιοῦνται τῆς φυλακῆς αὐτῶν, πεφροντικότες ἀεὶ πρὸς μὲν τὸ θέρος τῶν ψύχειν δυναμένων, πρὸς δὲ τὸν χειμῶνα τῶν θερμαινόντων καὶ ὅλως προπαρασκευάζοντες αὑτῶν τὰς φύσεις ἐπὶ τὸ εὔκρατον καὶ ἔτι πρὸς μὲν τὸ ἀσφαλὲς τῶν τε ὡρῶν καὶ τῶν ἀναγωγῶν παραφυλάσσοντες τὰς τῶν ἀπλανῶν ἀστέρων ἐπισημασίας, πρὸς δὲ τὰς καταρχὰς τῶν ὀχειῶν καὶ φυτειῶν τοὺς κατὰ πλήρωσιν τῶν φώτων τῆς σελήνης σχηματισμούς, καὶ οὐδὲ εἷς οὐδαμῆ τῶν τοιούτων κατέ- γνωκεν οὔθ’ ὡς ἀδυνάτων οὔθ’ ὡς ἀχρήστων — ἐπὶ δὲ τῶν κατὰ μέρος ἐκ τῆς τῶν λοιπῶν ἰδιωμάτων συγκράσεως,
- 1.3.15.1
οἷον <τοῦ> μᾶλλον καὶ ἦττον χειμώνων ἢ καὶ τῆς καθ’ ἕκαστον ἰδιοσυγκρασίας οὔτε τὸ προγινώσκειν ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὸ πολλὰ ἐγχωρεῖν φυλάξασθαι, καίτοι προδήλου τυγχάνοντος, ὅτι, εἰ πρὸς τὰ καθόλου καύματα, εἰ τύχοιμεν προκαταψώξαντες ἑαυτούς, ἧττον καυσούμεθα, δύναται τὸ ὅμοιον ἐνεργεῖν καὶ πρὸς τά ἰδίως τήνδε τὴν σύγκρασιν εἰς ἀμετρίαν αὔξοντα τοῦ θερμοῦ.
- 1.3.16.1
ἀλλά γὰρ αἴτιον τῆς τοιαύτης ἁμαρτίας τό τε δύσκολον καὶ ἄηθες τῆς τῶν κατὰ μέρος προγνώσεως, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπιστίαν ἐμποιεῖ, καὶ τὸ μὴ συναπτομένης ὡς ἐπίπαν τῆς ἀντιπαθούθσης δυνάμεως τῇ προγνωστικῇ διὰ τὸ σπάνιον τῆς οὕτως τελείας διαθέσεως τὰς πρῶτας φύσεις ἀνεμποδίστως ἀποτελουμένας δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων παρέχειν καὶ πάντων ἁπλῶς ἀποβησομένων.
- 1.3.17.1
ὥσπερ δὲ οἶμαι καὶ ἐπ᾿ αὐτοῦ τοῦ προγνωστικοῦ, κἂν μὴ διὰ παντὸς ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ’ ἐπ’ ἐνίων κἂν ὀλίγα κἂν μικρὰ ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει.
- 1.3.18.1
τούτοις δὲ ὡς ἔοικε συνεγνωκότες οὕτως ἔχουσι καὶ οἱ μάλιστα τὴν τοιαύτην δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν πανταχῆ τῷ δι’ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν. οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας παρούσας περιστάσεις καθολικάς τε καὶ με· ρικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν ἐσομένων ὑπῆρχε δόξα.
- 1.3.19.1
νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐφεξῆς φύσεις ἀντιπρᾶξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθ’ εἱμαρμένην λόγου τιθέμενοι συνέζευξαν τῇ τῆς προγνώσεως δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ τῶν καλουμένων παρ’ αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων, ὅπως διὰ μὲν <τῆς> ἀστρονομίας τάς τε τῶν συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ καὶ τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα καὶ τὰς ἰδίας αὐτῶν αἰτίας, ὡς ἄνευ τῆς τούτων γνώσεως καὶ τῶν βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων, ἅτε μὴ πᾶσι σώμασιν ἢ πάθεσι τῶν αὐτῶν συμμέτρων ὄντων, διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως συμπαθούντων ἢ ἀντιπαθούντων τάς τε τῶν μελλόντων παθῶν προφυλακὰς καὶ τὰς τῶν ἐνεστώτων θεραπείας ἀδιαπτώτους ὡς ἔνι μάλιστα ποιούμενοι διατελῶσιν.
- 1.3.20.1
ἀλλὰ ταῦτα μὲν μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες προτετυπώσθω. ποιησώμεθα δὲ ἤδη τὸν λόγον κατὰ τὸν εἰσαγωγικὸν τρόπον, ἀρξάμενοι ἀπὸ τῆς ἑκάστου τῶν οὐ· ρανίων περὶ αὐτὸ ποιητικὸν ἰδιοτροπίας, ἀκολούθως ταῖς ὑπὸ τῶν παλαιῶν κατὰ τὸν φυσικὸν τρόπον ἐφηρμοσμέναις παρατηρήσεσι καὶ πρώτως τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως ἡλίου τε καὶ σελήνης.
- 1.4.1.1
Ὁ ἥλιος κατείληπται τὸ ποιητικὸν ἔχων τῆς οὐσίας ἐν τῷ θερμαίνειν καὶ ἠρέμα ξηραίνειν· ταῦτα δὲ μάλιστα τῶν ἄλλων ἡμῖν εὐαισθητότερα γίνεται διά τε τὸ μέγεθος αὐτοῦ καὶ τὸ τῶν κατὰ τὰς ὥρας μεταβολῶν ἐναργές, ἐπειδήπερ, ὅσω ἂν μάλιστα ἐγγίζῃ τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, μᾶλλον ἡμᾶς οὕτως διατίθησιν.
- 1.4.2.1
ἡ δὲ σελήνη τὸ μὲν πλεῖστον ἔχει τῆς δυνάμεως ἐν τῷ ὑγραίνειν διὰ τὴν περιγειότητα δηλονότι καὶ τὴν τῶν ὑγρῶν ἀναθυμίασιν καὶ διατίθησιν οὕτως ἄντικρυς τὰ σώματα πεπαίνουσα καὶ διασήπουσα τὰ πλεῖστα· κεκοινώνηκε δὲ ἠρέμα καὶ τοῦ θερμαίνειν διὰ τοὺς ἀπὸ τοῦ ἡλίου φωτισμούς.
- 1.4.3.1
ὁ δὲ τοῦ Κρόνου ἀστὴρ τὸ πλεῖον ἔχει τῆς ποιότητος ἔν τε τῷ ψύχειν καὶ τῷ κατὰ ψῦξιν ἠρέμα ξηραίνειν, διὰ τὸ πλεῖστον ὡς ἔοικεν ἀπέχειν ἅμα τῆς τε τοῦ ἡλίου θερμασίας καὶ τῆς τῶν περὶ τὴν γῆν ὑγρῶν ἡλίουθερμασίας συνίστανται δὲ δυνάμεις ἐπί τε τούτου καὶ τῶν λοιπῶν καὶ διὰ τῶν ἐν τοῖς πρὸς ἥλιον καὶ σελήνην σχηματισμοῖς παρατηρήσεων, ἐπειδήπερ οἱ μὲν οὕτως οἱ δὲ οὕτως τὴν τοῦ περιέχοντος κατάστασιν ἐπὶ τὸ μᾶλλον ἦττον συντρέποντες φαίνονται.
- 1.4.4.1
ὁ δὲ τοῦ Ἄρεως ξηραίνειν τε μάλιστα καὶ καυσοῦν ἔχει φύσιν τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς σφαίρας.
- 1.4.5.1
ὁ δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνάμεως, μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρεα καυστικοῦ· θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει καὶ διὰ τὸ μᾶλλον εἶναι θερμαντικὸς ὑπὸ τῶν ὑποκειμένων σφαιρῶν γονίμων πνευμάτων γίνεται ποιητικός.
- 1.4.6.1
καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον, μάλιστα δὲ ὑγραίνει καθάπερ ἡ σελήνη καὶ αὐτός, διὰ τὸ μέγεθος τῶν ἰδίων φώτων νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν.
- 1.4.7.1
ὁ δὲ τοῦ Ἑρμοῦ ὡς ἐπίπαν ἐξ ἴσου ποτὲ μὲν ξηραν- τικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικὸς διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δ’ αὖ ὑγραντικὸς διὰ τὸ τῇ περιγειοτάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι· ταχείας δὲ ποιεῖται τὰς ἐν ἀμφοτέροις μεταβολάς, πνευματούμενος ὥσπερ ὑπὸ τῆς περὶ αὐτὸν τὸν ἥλιον ὀξυκινησίας.
- 1.5.1.1
Τούτων οὕτως ἐχόντων ἐπειδὴ τῶν τεσσάρων χυμάτων δύο μέν ἐστι τὰ γόνιμα καὶ ποιητικά, τό τε τοῦ θερμοῦ καὶ τὸ τοῦ ὑγροῦ, διὰ τούτων γὰρ πάντα συγκρίνεται τε καὶ αὔξεται, δύο δὲ τὰ φθαρτικὰ καὶ παθητικά, τό τε τοῦ ψυχροῦ καὶ τὸ τοῦ ξηροῦ, δι’ ὧν πάντα πάλιν διακρίνεται καὶ φθίνει, τοὺς μὲν δύο τῶν πλανητῶν, τόν τε τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης, καὶ ἔτι τὴν σελήνην ὡς ἀγαθοποιοὺς οἱ παλαιοὶ παρειλήφασι, διὰ τὸ εὔκρατον καὶ τὸ πλεῖον ἔχειν ἐν τῷ θερμῷ καὶ τῷ ὑγρῷ·
- 1.5.2.1
τὸν δὲ τοῦ Κρόνου καὶ τὸν τοῦ Ἄρεως ὡς τῆς ἐναντίας φύσεως ποιητικούς, τὸν μὲν τῆς ἄγαν ψύξεως ἕνεκεν, τὸν δὲ τῆς ἄγαν ξηρότητος· τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τὸ κοινὸν τῶν φύσεων ὡς ἀμφότερα δυναμένους καὶ μᾶλλον συντρεπομένους, οἷς ἂν τῶν ἄλλων παραγένωνται.
- 1.6.1.1
Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεων δύο ἐστί τό τε ἄρρεν καὶ τὸ. θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων ἡ τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει, πλεῖον γὰρ ἐγγίνεται καθόλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ δ’ ἄλλα μᾶλλον τοῖς ἄρρεσιν, εἰκότως τὴν μὲν σελήνην καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα θηλυκοὺς ἡμῖν παραδεδώκασι, διὰ τὸ πλεῖον ἔχειν ἐν τῷ ὑγρῷ, τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν γενῶν, καθὸ ἐξ ἴσου καὶ τῆς ὑγρᾶς οὐσίας καὶ τῆς ξηρᾶς ἐστι ποιητικός.
- 1.6.2.1
ἀρρενοῦσθαι δέ φασι τοὺς ἀστέρας καὶ θηλύνεσθαι παρά τε τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς, ἑῴους μὲν γὰρ ὄντας καὶ προηγουμένους ἀρρενοῦσθαι, ἑσπερίους δὲ καὶ ἑπομένους θηλύνεσθαι, καὶ ἔτι παρὰ τοὺς πρὸς τὸν ὁρίζοντα· ἐν μὲν γὰρ τοῖς ἀπὸ ἀνατολῆς μέχρι μεσουρανήσεως ἢ καὶ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς ὡς ἀπηλιωτικοῖς ἀρρενοῦσθαι, ἐν δὲ τοῖς λοιποῖς τεταρτημορίοις δυσὶν ὡς λιβικοῖς θηλύνεσθαι.
- 1.7.1.1
Ὁμοίως δὲ ἐπειδὴ τῶν ποιούντων τὸν χρόνον τὰ ἐκφανέστατα διαστήματα δύο ταῦτα τυγχάνει τό τε τῆς ἡμέρας ἠρρενωμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ θερμὸν καὶ δραστικόν, καὶ τὸ τῆς νυκτὸς τεθηλυσμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ δίυγρον καὶ ἀναπαυστικόν, νυκτερινοὺς μὲν ἀκολούθως παραδεδώκασι τήν τε σελήνην καὶ τὸν τῆς Ἀφροδίτης, ἡμερινοὺς δὲ τόν τε ἥλιον καὶ τὸν τοῦ Διός, ἐπίκοινον δὲ κατὰ ταῦτα τὸν τοῦ Ἑρμοῦ καὶ ἐν μὲν τῷ ἑῴῳ σχήματι ἡμερινόν, ἐν δὲ τῷ ἑσπερίῳ νυκτερινόν.
- 1.7.2.1
προσένειμαν δὲ ἑκατέρᾳ τῶν αἱρέσεων καὶ τοὺς δύο τοὺς τῆς φθαρτικῆς οὐσίας, οὐκ ἔτι μέντοι κατὰ τὰς αὐτὰς τῆς φύσεως αἰτίας, ἀλλὰ κατὰ τὰς ἐναντίας. τοῖς μὲν γὰρ τῆς ἀγαθῆς κράσεως οἰκειούμενα τὰ ὅμοια μεῖζον αὐτῶν τὸ ὠφέλιμον ποιεῖ, τοῖς δὲ φθαρτικοῖς τὰ ἀνοίκεια μιγνύμενα παραλύει τὸ πολὺ τῆς κακώσεως αὐτῶν. ἔνθεν τὸν μὲν τοῦ Κρόνου ψυκτικὸν ὄντα τῷ θερμῷ τῷ τῆς ἡμέρας ἀπένειμαν, τὸν δὲ τοῦ Ἄρεως ξηρὸν ὄντα τῷ ὑγρῷ τῷ τῆς νυκτός· οὕτως γὰρ ἑκάτερος ὑπὸ τῆς κράσεως συμμετρίας τυχὼν οἰκεῖος γίνεται τῆς τὸ εὔκρατον παρεχούσης αἱρέσεως.
- 1.8.1.1
’Ήδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχηματισμοὺς ἥ τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ μᾶλλον καὶ ἧττον λαμβάνουσιν ἐν ταῖς οἰκείαις αὐτῶν δυνάμεσιν. ἥ τε γὰρ σελήνη κατὰ μὲν τὴν ἀπὸ ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου αὔξησιν ὑγρότητος μᾶλλόν ἐστι ποιητική, κατὰ δὲ τὴν ἀπὸ πρώτης διχοτόμου μέχρι πανσελήνου θερμότητος, κατὰ δὲ τὴν ἀπὸ πανσελήνου μέχρι δευτέρας διχοτόμου ξηρότητος, κατὰ δὲ τὴν ἀπὸ δευτέρας διχοτόμου μέχρι κρύψεως ψυχρότητος.
- 1.8.2.1
οἵ τε πλανώμενοι καὶ ἑῷοι μόνον ἀπὸ μὲν τῆς ἀνατολῆς μέχρι τοῦ πρώτου στηριγμοῦ μᾶλλόν εἰσιν ὑγραντικοί, ἀπὸ δὲ τοῦ πρώτου στηριγμοῦ μέχρι τῆς ἀκρονύκτου μᾶλλον θερμαντικοί, ἀπὸ δὲ τῆς ἀκρονύκτου μέχρι τοῦ δευτέρου στηριγμοῦ μᾶλλον ξηραντικοί, ἀπὸ δὲ τοῦ δευτέρου στηριγμοῦ μέχρι δύσεως μᾶλλον ψυκτικοί.
- 1.8.3.1
δῆλον δέ ἐστιν ὅτι καὶ ἀλλήλοις συγκιρνάμενοι παμπληθεῖς διαφορὰς ποιοτήτων εἰς τὸ περιέχον ἡμᾶς ἀπεργάζονται, κατακραρούσης μὲν ὡς ἐπίπαν τῆς ἰδίας ἑκάστου δυνάμεως, τρεπομένης δὲ κατὰ τὸ ποσὸν ὑπὸ τῆς τῶν συσχηματιζομένων.
- 1.9.1.1
Ἑξῆς δὲ ὄντος ἀκολούθου καὶ τὰς τῶν ἀπλανῶν ἀστέρων φύσεις κατὰ τὸ ἰδίως αὐτῶν ποιητικὸν ἐπιδραμεῖν, ἐκθησόμεθα καὶ τὰς ἐπ’ αὐτῶν τετηρημένας ἰδιοτροπίας κατὰ τὸ ὅμοιον ταῖς τῶν πλανωμένων φύσεσι τὸν ἐμφα- νισμὸν ποιούμενοι· καὶ πρῶτον τῶν περὶ αὐτὸν τὸν διὰ μέσων κύκλον ἐχόντων τὰς μορφώσεις.
- 1.9.2.1
Τοῦ Κριοῦ τοίνυν οἱ μὲν ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν ὁμοίως ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ Κρόνου δυνάμει·
- 1.9.2.2
οἱ δὲ ἐν τῷ στόματι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τοῦ Κρόνου·
- 1.9.2.3
οἱ δὲ ἐν τῷ ὀπισθίω ποδὶ τῇ τοῦ Ἄρεως·
- 1.9.2.4
οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης.
- 1.9.3.1
Τῶν δὲ ἐν τῷ Ταύρῳ ἀστέρων οἱ μὲν ἐπὶ τῆς ἀποτομῆς ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου·
- 1.9.3.2
οἱ δὲ ἐν τῇ Πλειάδι τῇ τε σελήνῃ καὶ τῷ τοῦ Ἄρεως·
- 1.9.3.3
τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς τῆς Ὑάδος καὶ ὑπόκιρρος, καλούμενος δὲ Λαμπαύρας, τῷ τοῦ Ἄρεως·
- 1.9.3.4
οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
- 1.9.3.5
οἱ δὲ ἐν ἄκροις τοῖς κέρασι τῷ τοῦ Ἄρεως.
- 1.9.4.1
Τῶν δὲ ἐν τοῖς Διδύμοις ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης·
- 1.9.4.2
οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου·
- 1.9.4.3
τῶν δὲ έν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ· καλεῖται δὲ καὶ Ἀπόλλωνος· ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως· καλεῖται δὲ καὶ Ἡρακλέους.
- 1.9.5.1
Τῶν δὲ ἐν τῷ Καρκίνῳ ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν 6150 τῆς αὐτῆς ἐνεργείας εἰσὶ ποιητικοὶ τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
- 1.9.5.2
οἱ δὲ ἐν ταῖς χηλαῖς τῷ τε τοῦ Κρόνου καὶ τῳ τοῦ Ἑρμοῦ·
- 1.9.5.3
ἡ δὲ ἐν τῷ στήθει νεφελοειδὴς συστροφὴ καλουμένη δὲ Φάτνη τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ·
- 1.9.5.4
οἱ δὲ ἑκατέρωθεν αὐτῆς δύο καλούμενοι δὲ Ὄνοι τῷ τοῦ Ἄρεως καὶ τῷ ἡλίῳ.
- 1.9.6.1
Τῶν δὲ περὶ τὸν Λέοντα οἱ μὲν ἐπὶ τῆς κεφαλῆς δύο τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
- 1.9.6.2
οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
- 1.9.6.3
δὲ ἐπὶ τῆς καρδίας λαμπρὸς καλούμενος δὲ Βασιλίσκος τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός·
- 1.9.6.4
οἱ δὲ ἐν τῇ ὀσφύι καὶ 6 ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης·
- 1.9.6.5
οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.
- 1.9.7.1
Τῶν δὲ κατὰ τὴν Παρθένον οἱ μὲν ἐν τῇ κεφαλῇ καὶ 6 ἐπ’ ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
- 1.9.7.2
οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ κατὰ τὰ περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης·
- 1.9.7.3
ὁ δὲ ἐν τῇ βορείῳ πτέρυγι λαμπρὸς καλούμενος δὲ Προτρυγητὴρ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ·
- 1.9.7.4
ὁ δὲ καλούμενος Στάχυς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
- 1.9.7.5
οἱ δὲ ἐν ἄκροις τοῖς ποσὶ καὶ τῷ σύρματι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.
- 1.9.8.1
Τῶν δὲ Χηλῶν τοῦ Σκορπίου οἱ μὲν ἐν ἄκραις αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ.
- 1.9.8.2
οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.
- 1.9.9.1
Τῶν δὲ ἐν τῷ σώματι τοῦ Σκορπίου οἱ μὲν ἐν τῷ μετώπῳ λαμπροὶ τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Κρόνου·
- 1.9.9.2
οἱ δὲ ἐν τῷ σώματι τρεῖς, ὧν ὁ μέσος ὑπόκιρρος καὶ λαμπρότερος, καλεῖται δὲ Ἀντάρης, τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Διός·
- 1.9.9.3
οἱ δὲ ἐν τοῖς σπονδύλις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης·
- 1.9.9.4
οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Ἄρεως·
- 1.9.9.5
ἡ δὲ ἑπομένη νεφελοειδὴς συστροφὴ τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ.1
- 1.9.10.1
Τῶν δὲ περὶ τὸν Τοξότην οἱ μὲν ἐπὶ τῆς ἀκίδος τοῦ βέλους ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ·
- 1.9.10.2
οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν λαβὴν τῆς χειρὸς τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως·
- 1.9.10.3
ἡ δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Ἄρεως·
- 1.9.10.4
οἱ δὲ ἐν ταῖς πτέρυξι καὶ τῷ νώτῳ τῷ τοῦ Διὸς ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
- 1.9.10.5
οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου·
- 1.9.10.6
τὸ δὲ ἐπὶ· τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου.
- 1.9.11.1
Τῶν δὲ κατὰ τὸν Αἰγόκερων ἀστέρων οἱ μὲν τῶν κεράτων ὡσαύτως ἐνεργοῦσι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
Next → — showing 1–100 of 685
First Thousand Years of Greek. CTS URN tlg0363.tlg007.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.