Ancient Texts

← Library

Acta Joannis

First Thousand Years of Greek · First Thousand Years of Greek · 110 sections

  1. 106.1

    106 (15 Τ) Συνῆν οὖν τοῖς ἀδελφοῖς ὁ Ἰωάννης ἀγαλλιώμενος ἐν κυρίῳ. τῇ δὲ ἑξῆς κυριακῆς οὔσης καὶ τῶν ἀδελφῶν πάντων συλλεγέντων ἤρξατο λέγειν αὐτοῖς· Ἀδελφοὶ καὶ σύνδουλοι καὶ συγκληρονόμοι καὶ συμμέτοχοι τῆς τοῦ κυρίου βασιλείας, γινώσκετε τὸν κύριον πόσας δυνάμεις διʼ ἐμοῦ παρέσχεν ὑμῖν, πόσα τέρατα, ἰάσεις πόσας, πόσα σημεῖα, χαρίσματα οἷα, διδαχάς, κυβερ νήσεις, ἀναπαύσεις, διακονίας, γνώσεις, δόξας, χάριτας, σωρεάς, πίστεις, κοινωνίας, ὅσα εἴδετε παῤ ὀφθαλμοῖς διδόμενα ὑμῖν ὑπʼ αὐτοῦ, μὴ φαινόμενα ὀφθαλμοῖς τούτοις μηδὲ ἀκοαῖς ταύτας ἀκουόμενα. στηρίζεσθε οὖν ἐν αὐτῷ μεμνημένοι αὐτοῦ ἐν πάσῃ ὑμῶν πράξει, ἐπιστάμενοι τὸ γεγονὸς εἰς ἀνθρώπους τῆς οἰκονομίας μυστήριον τίνος ἕνεκεν πεπραγμάτευται ὁ κύριος. αὐτὸς δέεται ὑμῶν δι᾿ ἐμοῦ ἀδελφοὶ καὶ παρακαλεῖ, ἄλυπος θέλων μένειν, ἀνύβριστος, ἀνεπιβούλευτος, ἀκόλαστος· οἶδεν γὰρ καὶ ὕβρια τὴν ἐξ ὑμῶν, οἶδεν καὶ ἀτιμίαν, οἶδεν καὶ ἐπιβουλήν, οἶδεν καὶ κόλασιν παρακουόντων αὐτοῦ τῶν ἐντολῶν.

  2. 107.1

    107 (16) μὴ οὖν λυπείσθω ὁ ἀγαθὸς ἡμῶν θεός, ὁ εὔσπλαγχνος, ὁ ἐλεήμων, ὁ ἅγιος, ὁ καθαρός, ὁ ἀμίαντος, ὁ ἄυλος, ὁ μόνος, ὁ εἷς, ὁ | ἀμετάβολος, ὁ εἰλικρινής, ὁ ἄδολος, ὁ ἀόργητος, ὁ πάσης λεγομένης ἢ νοουμένης ἡμῖν προσηγορίας ἀνώτερος καὶ ὑψηλότερος θεὸς ἡμῶν Ἰησοῦς Χριστός· εὐφραινέσθω σὺν ἡμῖν καλῶς ἡμῶν πολιτευομένων, χαιρέτω καθαρῶς βιούντων ἡμῶν, ἀναπαυέσθω σεμνῶς ἡμῶν ἀναστρεφομένων· ἀμερινείτω ἐγκρατῶς ἡμῶν βιούντων, ἡδέσθω κοινωνούντων ἡμῶν, μειδιάτω σωφρονούντων ἡμῶν, εὐωχείσθω φιλούντων ἡμῶν αὐτόν. ταῦτα ὑμῖν ἀδελφοὶ ὁμιλῶ νῦν ἐπειγόμενος πρὸς τὸ προκείμενόν μοι ἔργον ἤδη τελειούμενον ὑπὸ τοῦ κυρίου. τί γὰρ ἕτερον ἔχοιμι πρὸς ὑμᾶς εἰπεῖν; ἔχετε τοῦ θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγαθωσύνης αὐτοῦ· ἔχετε τὴν ἀπαραίτητον αὐτοῦ παρουσίαν. εἰ μὲν οὖν μηκέτι ἁμαρτάνετε, ἃ ἐν ἀγνοίᾳ ἐπράξατε ἀφίησιν ὑμῖν· εἰ δὲ καὶ αὐτὸν ἐγνωκότες καὶ ὑπʼ αὐτοῦ ἐλεηθέντες ἐν τοῖς ὁμοίοις πάλιν ἀναστρέφεσθε, καὶ τὰ πρότερα ὑμῖν λογισθήσεται καὶ οὐχ ἕξετε μέρος ἢ ἔλεο, ἐνώπιον αὐτοῦ.

  3. 108.1

    108 (17) Καὶ εἰπὼν ταῦτα πρὸς αὐτοὺς ηὔξατο οὕτως· Ο τὸν στέφανον τοῦτον πλέξας τῇ σῇ πλοκῇ Ἰησοῦ· ὁ τὰ πολλὰ ταῦτα ἄνθη εἰς τὸ ἀδιάπνευστόν σου ἄνθος τοῦ προσώπου ἐναρμόσας, ὁ ἐγκατασπείρας τοὺς λόγους τούτους· ὁ μόνος κηδεμὼν τῶν σῶν δούλων καὶ ἰατρὸς δωρεὰν ἰώμενος· ὁ μόνος εὐεργέτης καὶ ἀνυπερήφανος, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μόνος σωτὴρ καὶ δίκαιος, ὁ ἀεὶ ὁρῶν τὰ πάντων καὶ ἐν πᾶσιν ὢν καὶ πανταχοῦ παρὼν καὶ τὰ πάντα περιέχων καὶ πληρῶν τὰ πάντα Χριστὲ Ἰησοῦ θεὲ κύριε, ὁ ταῖς σαῖς δωρεαῖς καὶ τῷ σῷ ἐλέει περισκεπάζων τοὺς ἐπὶ σὲ ἐλπίζοντας, ὁ ἐπιστάμενος ἀκριβῶς τοῦ πανταχῇ ἡνῷν ἀντθίκου τὰς τέχνας τάς τε ἐπηρείας πάσας ἃς καθʼ ἡμῶν ἐπιβουλεύει· σὺ μόνος κύριε βοήθησον ἐν τῇ ἐπισκοπῇ σου τοῖς σοῖς δούλοις· ναὶ κύριε. |

  4. 109.1

    109 (18) Καὶ αἰτήσας ἄρτον ευχαρίστησεν οὕτως· Τίνα αἶνον σποίαν προσφορὰν ἢ τίνα εὐχαριστίαν κλῶντες τὸν ἄρτον τοῦτον ἐπονομάσωμεν ἀλλʼ ἢ σὲ μόνον κύριε Ἰησοῦ; δοξάζομέν σου τὸ λεχθὲν ὑπὸ τοῦ πατρὸς ὄνομα. δοξάζομέν σου τὸ λεχθὲν διὰ υἱοῦ ὄνομα. δοξάζομέν σου τὴν εἴσοδον τῆς θύρας. δοξάζομέν σου τὴν δειχθεῖσαν ἡμῖν διὰ σοῦ ἀνάστασιν. δοξάζομέν σου τὴν ὁδόν. δοξάζομέν σου τὸν σπόρον, τὸν λόγον, τὴν χάριν, τὴν πίστιν, τὸ ἅλας, τὸν ἄλεκτον μαργαρίτην, τὸν θησαυρόν, τὸ ἄροτρον, τὴν σαγήνην, τὸ μέγεθος, τὸ διάδημα, τὸν διʼ ἡμᾶς λεχθέντα υἱὸν ἀνθρώπου, τὸν χαρισάμενον ἡμῖν τὴν ἀλήθειαν, | τὴν ἀνάπαυσιν, τὴν γνῶσιν, τὴν δύναμιν, τὴν ἐντολήν, τὴν παρρησίαν, τὴν ἐλπίδα, τὴν ἀγάπην, τὴν ἐλευθερίαν, τὴν εἰς σὲ καταφυγήν. σὺ γὰρ εἶ μόνος κύριε ἡ ῥίζα τῆς ἀθανασίας καὶ ἡ πηγὴ τῆς ἀφθαρσίας καὶ ἡ ἕδρα τῶν αἰώνων, λεχθεὶς ταῦτα πάντα δι᾿ | ἡμᾶς νῦν ὅπως καλοῦντές σε διὰ τούτων γνωρίζωμέν σου τὸ μέγεθος ἀθεώρητον ὑμῖν ἐπὶ τοῦ παρόντος ὑπάρχον, καθαροῖς δὲ θεωρητὸν μόνον ἐν τῷ μόνῳ σου ἀνθρώπῳ εἰκονιζόμενον.

  5. 110.1

    110 (19) Καὶ κλάσας τὸν ἄρτον ἐπέδωκεν πᾶσιν ἡμῖν, ἑκάστῳ τῶν ἀδελφῶν ἐπευχόμενος ἄξιον ἔσεσθαι αὐτὸν τῆς τοῦ κυρίον χάριτος καὶ τῆς ἁγιωτάτης εὐχαριστίας. γευσάμενος δὲ καὶ αὐτὸς ὁμοίως καὶ εἰρηκὼς Κἀμοὶ μέρος ἔστω μεθ᾿ ὑμῶν, καὶ Εἰρήνη μεθʼ ὑμῶν ἀγαπητοί,

  6. 111.1

    111 (20) μετὰ ταῦτα ἔφη τῷ Βήρῳ· Παραλαβών τινας σὺν σοὶ ἄνδρας δύο ἔχοντας κοφίνους καὶ σκα φεῖα ἀκολούθησόν μοι. Ὁ δὲ Βῆρος μὴ μελλήσας διεπράξατο ἐκελεύσθη ὑπὸ τοῦ δούλου τοῦ θεοῦ Ἰωάννου. προελὼν οὖν ὁ μακάριος Ἰωάννης τῆς οἰκίας ἐβάδιζε πρὸ τῶν πυλῶν εἰρηκὼς τοῖς πλείοσιν ἀποστῦναι ἀπʼ αὐτοῦ· καὶ γενόμενος εἴς τι μνημεῖον ἀδελφοῦ ὑμῶν ἔφη τοῖς νεανίσκοις· Σκάψατε τέκνα. Κἀκεῖνοι ἔσκαπτον. ὃ δὲ μᾶλλον ἐπέκειτο αὐτοῖς λέγων· Βαθύτερον ἔστω τὶ σκάμμα. Κἀκείνων σκαπτόντων ὡμίλει αὐτοῖς τὸν λόγον τοῦ θεοῦ καὶ προετρέπετο τοὺς σὺν αὐτῷ ἀπὸ τῆς οἰκίας ἐξεληλυθότας, οἰκοδομῶν καὶ καταρτίζων αὐτοὺς ἐπὶ τὸ τοῦ θεοῦ μέγεθος καὶ ἐπευχόμενος ἑκάστῳ ἡμῶν. ὡς δὲ ἐτέλεσαν τὸ σκάμμα οἱ νεανίσκοι καθὼς ἠβουλήθη, ἡμῶν μηθὲν εἰδότων ἀποδύεται τὰ | ἱμάτια αὐτοῦ ἃ ἠμφίεστο καὶ ἐπιβάλλει αὐτὰ ὥσπερ τινὰ στρωμνήν ἐν τῷ βάθει τοῦ σκάμματος καὶ ἐν μόνῳ τῷ δικροσσίῳ στὰς ἀνατείνας τὰς χεῖρας ηὔξατο οὕτως·

  7. 112.1

    112 (21) Ὁ ἐκλεζάμενος ἡμᾶς εἰς ἀποστολὴν ἐθνῶν· ὁ πέμψας ἡμᾶς εἰς τὴν οἰκουμένην θεός· ὁ δείξας ἑαυτὸν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν· ὁ μὴ ἠρεμήσας πώποτε ἀλλὰ ἀεὶ σῴζων ἀπὸ καταβολῆς κόσμου τοὺς δυναμένους σωθῆναι· ὁ διὰ πάσης φύσεως ἑαυτὸν γνωρίσας· ὁ καὶ μέχρι ζῴων ἑαυτὸν κηρύξας· ὁ τὴν ἔρημον καὶ ἀγριωθεῖσαν ψυχὴν ἥμερον καὶ ἡσύχιον ποιήσας· ὁ διψώσῃ αὐτῇ τοὺς σοὺς λόγους ἑαυτὸν δούς· ὁ νεκρουμένῃ αὐτῇ ἐν τάχει ὀφθείς· ὁ βυθιζομένῃ αὐτῇ εἰς ἀνομίαν νόμος φανείς· ὁ νενικημένῃ αὐτῇ ὑπὸ τοῦ Σατανᾶ ἐμφανισθείς· ὁ νικήσας τὸν ἀντίδκον αὐτῆς | ἐπὶ σὲ καταφυγούσης· ὁ δοὺς αὐτῇ τὴν σὴν χεῖρα καὶ ἀνεγείρας τῶν ἐν ᾅδου πραγμάτων· ὁ νὴ ἐάσας αὐτὴν ἐν σώματι πολιτεύεσθαι· ὁ δείξας αὐτῇ τὸν ἔδιον ἐχθρόν· ὁ τὴν ἐπὶ σὲ γνῶσιν καθαρὰν πεποιημένος θεὲ Ἰησοῦ· ὁ τῶν ὑπερουρανίων πατήρ· ὁ τῶν ἐπουρανίων δεσπότης· ὁ τῶν αἰθερίων νόμος καὶ τῶν ἀερίων δρόμος· ὁ τῶν ἐπιγείων φύλαξ καὶ τῶν ὑπογείων φόβος καὶ τῶν ἰδίων χάρις· δέξαι καὶ τοῦ σοῦ Ἰωάννου τὴν ψθχὴν τάχα ἠξιωμένην ὑπὸ σοῦ.

  8. 113.1

    113 ὁ κἀμὲ φυλάξας μέχρι τῆς ἄρτι ὥρας καθαρὸν ἑαυτῷ καὶ ἀμιγῆ μίξεαως γυνακός· ὁ θέλοντί μοι ἐν νεότητι γῆμαι ἐπιφανεὶς καὶ εἰρηκώς μοι· Χρῄζω σου Ἰωάννη· Ὁ καὶ ἀσθένειάν μοι σω|ματικὴν προοικονομήσας· ὁ τρίτον μου βουληθέντος γῆμαι παραυτίκα ἐμποδίσας μοι, ἕπειτα δὲ ἡμέρας ὥρᾳ τρίτῃ ἐν θαλάσσῃ εἰρηκώς μοι· Ἰωνάννη, εἰ μὴ ἦς ἐμός, εἴασα ἄν σε γῆμαι· Ὁ πηρώσας με δύο ἕτη, πενθεῖν καὶ δέεσθαί σου παρασχύμενος· ὁ τῷ τρίτῳ ἔτει ἐπανοίξας μοι τοῦ νοὸς τὰς ὄψεις καὶ τοὺς φαινομένους ὀφθαλμοὺς χαρισάμενός μοι· ὁ διαβλέψαντός μου καὶ τὸ ἀτενίσαι γυναικὶ ἐπαχθές μοι διαγράψας· ὁ τῆς προσκαίρου φαντασίας ῥυσάμενός με καὶ εἰς τὴν ἀεὶ μένουσαν ὁδηγήσας με· ὁ τῆς ἐν σαρκὶ ῥυπαρᾶς μαίας χαρίσας με· ὁ τοῦ πικροῦ θανάτου στερήσας με, ἐπὶ δὲ σὲ καταστήσας με μόνον· ὁ τὴν ἀπό|κρυφον νόσον τῆς ψυχῆς μου φιμώσας καὶ τὴν φανερὰν πρᾶξιν ἐκκόψας· ὁ θλίψας καὶ ἐξορίσας τὸν ἐν ἐμοὶ στασιάζοντα· ὁ ἄσπιλόν μου τὴν πρὸς σὲ φλίον καταστήσας· ὁ ἄθραυστόν μου τὴν πρὸς σὲ πορείαν καταρτίσας· ὁ ἀνενδοίαστόν μου τὴν εἰς σὲ πίστιν δούς· ὁ καθαράν μου τὴν εἰς σὲ γνώμην ὑπογράψας· ὁ τῶν ἔργων ἑκάστῳ τὸν ἐπάξιον ἀποδιδοὺς μισθόν· ὁ ἐγκαταθέμενός μου τῇ ψυχῇ μηδὲν ἔχειν κτῆμα ἢ σὲ μόνον· τί γὰρ σοῦ τιμιώτερον; νῦν οὖν κύριε ὅτε ἣν ἐπιστεύθην oἰκονομίαν παρὰ σοῦ ἐτέλεσα, καταξίωσόν με τῆς σῆς ἀναπαύσεως τὸ ἐν σοὶ τέλος χαριζόμενός μοι, ὅπερ ἐστὶν ἄρρητος καὶ ἄφθεγκτος σωτηρία.

  9. 114.1

    114 καὶ ἐρχομένον μου πρός σε ὑποχωρησάτω πῦρ, νικηθήτω σκότος· ἀτονησάτω χάος· μαρανθήτω κάμινος· σβεσθήτω γέεννα· ἀκολουθησάτωσαν ἄγγελοι, φοβηθήτωσαν δαίμονες· θραυσθήτωσαν ἄρχοντες, δυνάμεις πεσέτωσαν· δεξιοὶ τόποι στηκέτωσαν; ἀριστεροὶ μὴ μενέτωσαν· ὁ διάβολος φιμωθήτω, ὁ Σατανᾶς καταγελασθήτω· ὁ θυμὸς αὐτοῦ ἐκκαυθήτω· ἡ μανία αὐτοῦ ἠρεμησάτω· ἡ τιμωρία αὐτοῦ ἀσχημονείτω· ἡ ὁρμὴ αὐτοῦ ὀδυνάσθω· τὰ τέκνα αὐτοῦ παταχθήτω καὶ ὅλη ἡ ῥίζα αὐτοῦ ἀπορρηθήτω. καὶ δός μοι τὴν πρὸς σὲ ὁδὸν ἀνύβριστον καὶ ἀνεπηρέαστον διανύσαι, ἀπολαμβάνοντα ἅπερ ὑπέσχου τοῖς καθαρῶς βιοῦσιν καὶ σὲ μόνον ἀγαπήσασιν. |

  10. 115.1

    115 (22) Καὶ σφραγισάμενος ἑαυτὸν ὅλον ἑστὼς καὶ εἰρηκὼς Σὺ μετ᾿ ἐμοῦ κύριε Ἰησοῦ Χριστέ, κατεκλίθη ἐν τῷ σκάμματι ἔνθα τὰ ἱμάτια αὐτοῦ ὑπέστρωσεν· καὶ εἰπὼν ἡμῖν Εἰρήνη μεθʼ ὑμῶν ἀδελφοί, παρέδωκε τὸ πνεῦμα χαίρων.

← Previous — showing 101110 of 110

First Thousand Years of Greek. CTS URN tlg0317.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.