De partibus animalium
- 2.7.6.1
6 δεἵ δὲ λαβεῖν, ὡς μεγάλῳ παρεικάζοντα μικρὸν, ὁμοίως συμβαίνειν ὧσπερ τὴν τῶν ὑετῶν γένεσιν· ἀναθυμιωμένης γὰρ ἐκ τῆς γῆς τῆς ἀτμίδος καὶ φερομένης ὑπὸ τού θερμού πρὸς τὸν ἄνω τόπον, ὅταν ἐν τῷ ὑπὲρ ην γῆς γένηται ἀέρι ὄντι ψυχρῷ, συνίσταται πάλιν εἰς ὕδωρ διὰ τὴν ψύξιν καὶ ῥεῖ κάτω πρὸς τὴν γῆν.
- 2.7.7.1
ἀλλὰ περὶ περὶ 7 τούτων ἐν ταῖς τῶν νόσων ἀρχαῖς ἁρμόττει λέγειν, ἐοʼ ὅσον τῆς φυσικῆς φιλοσοφίας ἐστὶν εἰπεῖν περὶ αὐτῶν· ποιεῖ δὲ καὶ τὸν ὕπνον τοῖς ζῴοις τοῦτο τὸ μόριον τοῖς ἔχουσιν ἐγκέφαλον, τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον. καταψῦχον γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ αἵματος ἐπίρρυσιν, ὴ καὶ διά τινας ὁμοίας αἰτίας ἄλλας, βαρύνει τε τὸν τόπον (διὸ τὴν κεφαλὴν καρηβαροῦσιν οἱ ὑπνώσσοντες) καὶ κάτω ποιεῖ τὸ θερμὸν ὑποφεύγειν μετὰ τοῦ αἵματος. διὸ πλεῖον ἀθροιζόμενον ἐπὶ τὸν κάτω τόπον ἀπεργάζεται τὸν ὕπνον, καὶ τὸ δύνασθαι ἑστάναι ὀρθὰ ἀφαιρεῖταε, ὅσα τῶν ζῴων ὀρθὰ τὴν φύσιν ἐστί, τῶν δʼ ἄλλων τὴν ὀρθότητα της κεφαλῆςʼ περὶ ὧν εἴρηται καθʼ αὐτὰ ἔν τε τοῖς περὶ αἰσθήσεως καὶ περὶ ὕπνου διωρισμένοις.
- 2.7.8.1
ὅτι δʼ ἐστὶν ὁ ἐγκέφαλος κοινὸς ὕδατος καὶ γῆς, δηλοῖ 8 τὸ συμβαῖνον περὶ αὐτόν· ἑψὸμενος γὰρ γίνεται ξηρὸς καὶ σκληρς, καὶ λείπεται τὸ γεῶδες ἐξατμισθέντος τοῦ ὕὅατος ὑπὸ τῆς θερμὸτητος, ὥσπερ τὰ τῶν χεδρόπων ἑψήματα καὶ τῶν ἅλλων καρπῶν, διὰ τὸ γῆς εἶναι τὸ πλεῖστον μέρος, ἐξιόντος τοῦ μιχθέντος τος ὑγροῦ· καὶ γὰρ ταῦτα γίνεται σκληρὰ καὶ γεἡρὰ πάμπαν.
- 2.7.9.1
ἔχει δὲ τῶν ζῷύων ἐγκέφαλον πλεῖστον ἄνθρωπος 9 ὡς κατὰ μέγεθος, καὶ τῶν ἀνθρὸπων οἱ ἄρρενες τῶν θηλειῶν· καὶ γὰρ τὸν περὶ τὴν καρδίαν καὶ τὸν πλεύμονα τόπον θερμὸτατον καὶ ἐναιμὸτατον. διὸ καὶ μόνον ἐστὶ τῶν ζῷόων ὀρθόν· ἡ γὰρ τοῦ θερμοῦ φύσις ἐνισχύουσα ποιεῖ τὴν αξησιν ἀπὸ τού μέσου κατὰ τὴν αὐτης φοράν. πρὸς σὖν πολλὴν θερμὸτητα ἀντίκειται πλεέων ὑγρότης καὶ ψυχρότης, καὶ διὰ τὸ πλῆθς ὀψιαίτατα πήγνυται τὸ περὶ τὴν κεφαλὴν ὀσουν, ὃ καλοῦσι βρέγμα τινές, διὰ τὸ πολὺν νον τὸ θερμὸν ἀπατμίζειν· τῶν δʼ ἄλλων οὐδενὶ τοῦτο συμβαίνει τῶν ἐναίμων ζῴων.
- 2.7.10.1
10 καὶ ῥαφὰς δὲ πλείστας ἔχει περὶ τὴν κεφαλήν, καὶ τὸ ἄρρεν πλείους τῶν θηλειἀν, διὰ τὴν αὐτὴν αἰτίαν, ὅπως ὁ τόπος εὔπνους ᾖ, καὶ μᾶλλον ὁ πλείων ἐγκέφαλος ὑγραινόμενος γὰρ ἤ ξηραινόμενος μᾶλλον οὐ ποιήσει τὸ αὑτοῦ ἔργον, ἀλλʼ ἢ οὐ ψύξει ἢ πήξει, ὥστε νόσους καὶ παρανοίας ποιεῖν καὶ θανάτους · τὸ γὰρ ἐν τῇ καρδίᾳ θερμὸν καὶ ἡ ἀρχὴ συμπαθέστατόν ἐστι καὶ ταχεῖαν ποιεῖται τὴν αἴσθησιν μεταβάλλοντός τι καὶ πάσχοντος τοῦ περὶ τὸν ἐγκέφαλον αἵματος.
- 2.7.11.1
11 Περὶ μὲν σὖν τῶν συμφύτων τοῖς ζῴοις ὑγρῶν σχεδὸν εἴρηται περὶ πάντων· τῶν δʼ ὑστερογενῶν τά τε περιττώματα τῆς τροφῆς ἐστί, τό τε τῆς κύστεως ὑπόστημα καὶ τὸ τῆς κοιλίας, καὶ παρὰ ταῦτα γονὴ καὶ γάλα τοῖς πεφυκόσιν ἔχειν ἕκαστα τούτων. τὰ μὲν οὖν τῆς τροφῆς περιττώματα περὶ τὴν τῆς τροφῆς σκέψιν καὶ θεωρίαν οἰκείους ἔχει τοὺς λόγους, τίσι τε τῶν ζῴων ὑπάρχει καὶ διὰ τίνας αἰτίας, τὰ δὲ περὶ σπέρματος καὶ γάλακτος ἐν τοῖς περὶ γενέσεωςʼ τὸ μὲν γὰρ ἀρχὴ γενέσεως αὐτῶν ἐστί, τὸ δὲ χάριν γενέσεως.
- 2.8.1.1
8 Περὶ δὲ τῶν ἄλλων μορίων τῶν ὁμοιομερῶν σκεπτέον, καὶ πρῶτον περὶ σαρκὸς ἐν τοῖς ἔχουσι σάρκας, ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον· τοῦτο γὰρ ἀρχὴ καὶ σωμα καθʼ αὑτὸ τῶν ζῴων ἐστίν. δῆλον δὲ καὶ κατὰ τὸν λόγον· τὸ γὰρ ζῷον ὁριζόμεθα τῷ ἔχειν αἴσθησιν, πρῶτον δὲ τὴν πρώτην· αὕτη δʼ ἐστὶν ἀρή, ταύτης δʼ αἰσθητήριον τὸ τοιοντον μόριόν ἐστιν, ἤτοι τὸ πρῶτον, ὡσπερ ἡ κόρη τῆς ὅψεως, ἢ τὸ διʼ σὺ συνειλημμένον, ὧσπερ ἄν εἴ τις προσλάβοι τῇ κόρῃ τὸ διαφανὲς πἀν. ἐπὶ μὲν οὖν τῶν ἅλλων αέσθήσεων ἀδύνατόν τε καὶ οὐδὲν προὺργου τοῦτʼ ἦν ποιήσαι τῇ φύσει, τὸ δʼ ἁπτικὸν ἐξ ἀνάγκης · μόνον γὰρ ἤ μάλιστα τούτʼ ἐστὶ σωματῶδες τῶν αἰσθητηρίων.
- 2.8.2.1
κατὰ δὲ τὴν αἴσθησιν φανερὸν πάντα τἆλλα 2 τούτου χάριν ὄντα, λέγω δʼ οἷον ὀστᾶ καὶ δέρμα καὶ νεύρα καὶ φλέβες, ἔτι δὲ τρίχες καὶ τὸ τῶν ὀνύχων γένος, καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν. ἡ μὲν γὰρ τῶν ὀστῶν φύσις σωτηρίας ἕνεκεν μεμ ηχάνηται μαλακοῦ, σκληρὰ τὴν φύσιν ούσα, ἐν τοῖς ἔχουσιν ὀστᾶ· ἐν δὲ τοῖς μὴ ἕχουσι τὸ ἀνάλογον, οἷον ἐν τοῖς ἰχθύσι τοῖς μὲν ἄκανθα τοῖς δὲ χόνδρος.
- 2.8.3.1
τὰ μὲν 3 οὗν ἔχει τῶν ζῴων ἐντὸς τὴν τοιαύτην βοήθειαν, ἔυια δὲ τῶν ἀναίμων ἐκτός, ὥσπερ τῶν τε μαλακοαστράκων ἕκαστον, οἷον καρκίνοι καὶ τὸ τῶν καράβων γένος, καὶ τὸ τῶν ὀστρακοδέρμων ὡσαύτως, οἷον τὰ καλούμενα ὄστρεα· πᾶσι γὰρ τούτοις τὸ μὲν σαρκῶδες ἐντὸς, τὸ δὲ συνέχον καὶ φουλάττον ἐκτὸς τὸ γεῶδές ἐστιν· πρὸς γὰρ τῇ φυλακῇ τῆς συνεχείας, τῷ ἔχειν ὀλίγον αὐτῶν τὴν φύσιν θερμὸν ἀναίμων ὄντων, σἷον πνιγεύς τις περικείμενον τὸ ὅσύῶρακον φυλάττει τὸ ἐμπεπυρευμένον θερμόν.
- 2.8.4.1
ἡ δὲ χελνη 4 καὶ τὸ τῶν ἑμύδων γένος ὁμοίως ἔχειν δοκεῖ τούτοις, ἕτερον ὄν γένος τούτων. τὰ δʼ ἕντομα τῶν ζῷόων καὶ τὰ μαλάκια τούτοις τ’ ἐναντίως καὶ αὐτοῖς ἀντικειμένως συνέστηκεν· οὐδὲν γὰρ ὀστῶδες ἔχειν ἔοικεν οὐδὲ γεηρὸν ἀποκεκριμένον, ὅ τι καὶ ἄξιον εἰπεῖν, ἀλλὰ τὰ μὲν μαλάέκια σχεδὸν ὅλα σαρκώδη καὶ μαλακά, πρὸς δὲ τὸ μὴ εὔφθαρτον εἶναι τὸ σῶμα αὐτῶν, καθάπερ τὰ σαρκώδη, μεταξὺ σαρκὸς καὶ νεύρου τὴν φύσπιν ἔχει. μαλακὸν μὲν γὰρ ὧσπερ σάρξ ἐστιν, ἔχει δὲ τάσιν ὧσπερ νεῦρον· τὴν δὲ σχίσιν ἔχει τῆς σαρκὸς οὐ κατʼ εὐθυωρίαν ἀλλὰ κατὰ κύκλους διαιρετήν· οὕτωος γὰρ ἄν ἔχον χρηιμώτατον ἂν εἴη πρὸς τὴν ἰσχύν.
- 2.8.5.1
5 ὑπάέρχει δʼ ἐν αὐτοῖς καὶ τὸ ἀνάλογον ταῖς τῶν ἰχθύων ἀκάνθαις, οἷον ἐν μὲν ταῖς σηπίαις τὸ καλούμενον σηπίον, ἐν δὲ ταῖς τευθίσι τὸ καλούμενον ξίφος. τὰ δʼ οὐ τῶν πολυπόὅωον τοιοὺτον οὐδὲν ἔχει διὰ τὸ μικρὸν ἔχειν τὸ κύτος τὴν καλουμένην κεφαλὴν, θατερα δʼ εὐμήκη. διὸ πρὸς τὴν ὀρθὸτητα αὐτῶν καὶ τὴν ἀκαμψίαν ὑπέγραψε ταύτα ἡ φύσις, ὥσπερ τῶν ἐναίμιων τοῖς μὲν ὀστοῦν τοῖς δʼ ἄκανθαν.
- 2.8.6.1
6 τὰ δʼ ἕντομα τούτοις τ ἐυαντίως ἔχει καὶ τοῖς ἐναίμοις, καθάπερ εἴπομεν. οὐδὲν γὰρ ἀφωρισμένον ἔχει σκληρόν, τὸ δὲ μαλκκόν, ἀλλʼ ὅλον τὸ σὤμα σκληρόν, σκληρὸτητα δὲ τοιαύτην,ὸστοῦ μὲν σαρκωδεστέραν, σαρκὸς δʼ ὀστωδεστέραν καὶ γεωδεστέραν, πρὸς τὸ μὴ εὺδιαίρετον εἶναι τὸ σῶμα αὐτῶν.
- 2.9.1.1
9 Ἔχει δʼ ὁμοίως ἥ τε τῶν ὀστῶν καὶ ἡ τῶν φλεβῶν φύσις. ἑκατέρα γὰρ οὐτων ἀφοʼ ἑνὸς ἠργμένη συνεχής ἐστι, καὶ οὔτʼ ὀστοῦν ἐστὶν αὐτὸ καθʼ αὑτὸ οὐδέν, ἁλλ’ ἢ μόριον ὡς συνεχοῦς ἤ ἁπτόμενον καὶ προσδεδεμένον, ἵνα χρῆται ἡ φύσις καὶ ὡς ἑνὶ καὶ συνεχεῖ καὶ ὡς δυσὶ καὶ διῃρημένοις πρὸς τὴν κάμυψιν.
- 2.9.2.1
2 ὁμοίως δὲ καὶ φλὲψ οὐδεμία αὐτὴ καθʼ αὑτήν ἐστιν, ἀλλἀ πᾶσαι μόριον μιᾶς εἰσίν. ὀστοῦν τε γὰρ εἴ τι κεχωρισμένον ἦν, τό τʼ ἔργον οὐκ ἂν ἐποίει οὐ χάριν ἡ τῶν ὀστῶν ἐστὶ φύσις (οὔτε γὰρ ἄν κάμψεως ἠν αἴτίον οὔτʼ ὀρθότητος οὐδεμιἀς μὴ συνἄκανθά εχὲς ὂν ἀλλἀ διαλεῖπον), ἔτι τʼ ἔβλαπτεν ἄν ὥσπερ τις ἢ βέλος ἐνὸν ταῖς σαρξίν. εἴτε φλὲψ ἦν τις κεχωρισμένη καὶ μὴ συνεχὴς πρὸς τὴν ἀρχήν, οὐκ ἄν ἔσωζε τὸ ἐν αὑτῇ αἷμα· ἡ γὰρ ἀπʼ ἐκείνης θερμότης κωολύει πηγνυσσθαι, φαίνεται δὲ καὶ σηπὸμενον τὸ χωριζὀμενον.
- 2.9.3.1
ἀρχὴ δὲ τῶν μὲν φλεβῶν ἡ καρδία, 3 τῶν δʼ ὀστῶν ἡ καλουμένη ῥάχις τοῖς ἔχουσιν ὀστᾶ πόσιν, ἀφοʼ ἧς συνεχὴς ἡ τῶν ἄλλων ὀστῶν ἐστὶ φύσις· ἡ γὰρ τὸ μὴκρς καὶ τὴν ὁρθὸτητα συνέχουσα τῶν ζῷόων ἡ ῥάχις ἐστίν. ἐπεὶ δʼ ἀνάγκη κινουμένου τού ζῷὸου κάμπτεσθαι τὸ σώμα, μία μὲν διὰ τὴν συνέχειάν ἐστι, πολυμερὴς δὲ τὴ διαιρέσει τῶν σπονδύλων. ἐκ δὲ ταύτης τοῖς ἔχουσι κῶλα συνεχῆ πρὸς αὑτήν, τὰ τούτων ὀστᾶ τῶν ἀρμονιον ἐστίν, ᾖ μὲν ἔχει τὰ κῶλα κάμψιν, συνδεδεμένα τε νεύροις, καὶ τῶν ἐσχάτων συναρμοττόντων, τοὺ μὲν ὄντος κοίλου τοῦ δὲ περιφεροῦς, ἤ καὶ ἀμφοτέρων κοίλων, ἐν μέσῳ δὲ περιειληφότων, οἷον γόμφον, ἀστράγαλον, ἵνα γίνηται κάμψις καὶ ἔκτασις· ἄλίως γὰρ ἢ ὅλως ἀδύνατον, ἦ οὑ καλῶς ἄν ἐποίουν τὴν τοιαύτην κίνησιν.
- 2.9.4.1
ἔυια δʼ αὐτῶν ὁμοίαν ἔχοντα τὴν ἀρχὴν τὴν 4 θατέρου τῇ τελευτῇ θατέρου, συνδέδεται νεύροις. καὶ χονδρώδη δὲ μόρια μεταξὺ τῶν κάμψεων εἰσιν, οἷον στοιβή, πρὸς τὸ ἄλληλα μὴ τρίβειν. περὶ δὲ τὰ ὀστᾶ αἱ σάρκες περιπεφύκασι, προθειλημμέναι λεπτοῖς καὶ ἰνύόδεσι δεσμοῖς, ὡν ἕνεκεν τὸ τῶν ὀστῶν ἐστὶ γένος.
- 2.9.5.1
ὧσπερ γὰρ οἱ πλάττοντες ἐκ πηλού ζῷον ἥ 5 τινος ἄλλης ὑγρᾶς συστάσεως ὑφιστἀσι τῶν στερεᾳν τι σωμάτωον, εἶθʼ οὕτω περιπλάττουσε, τὸν αὐτὸν τρόπον ἡ φύσις δεδνηιούργηχεν ἐκ τῶν σαρκῶν τὸ ζῷον. τοῖς μὲν οὑν ἄλίοις ὕπεστιν ὀστᾶ τοῖς σαρκώδεσι μορίοις, τοῖς μὲν κινουμένοις διὰ κάμψιν τούτου χάριν, τοῖς δʼ ἀκινήτοις φυλακῆς ἕνεκεν, οἷον αί συγκλείουσαι πλευραὶ τὸ στὴθος σωτηρίας χέρι τῶν περὶ την καρδίαν σπλάγχνων· τὰ δὲ περὶ τὴν κοιλίαν ἀνόστεα πᾶσιν, ὅπως μὴ κωλύῃ τὴν ἀνοίδησιν τὴν ἀπὸ τῆς τροφῆς γινομένην τοῖς ζῴοις ἐξ ἀνάγκης καὶ τοῖς θήλεσι τὴν ἐν αὐτοῖς τῶν ἐμβρύων αὔξησιν.
- 2.9.6.1
τὰ μὲν οὖν ζῳοτόκα τῶν ζῴων καὶ ἐν αὑτοῖς 6 καὶ ἐκτὸς παραπλησίων ἔχει τὴν τῶν ὀστῶν δύναμιν καὶ ἰσχυράν. πολὺ γὰρ μείζω πάντα τὰ τοιαῦτα τῶν μὴ ζῳοτόκων ὡς κατὰ λόγον εἰπεῖν τῶν σωμάτων· ἐνιαχοῦ γὰρ πολλὰ γίνεται μεγάλα τῶν ζῳοτόκων, οἷον ἐν Λιβύῃ καὶ τοῖς τόποις τοῖς θερμοῖς καὶ τοῖς ξηροῖς.
- 2.9.7.1
7 τοῖς δὲ μεγάλοις ἰσχυροτέρων δεῖ τῶν ὑπερεισμάτων καὶ μειζόνων καὶ σκληροτέρων, καὶ τούτων αὐτῶν τοῖς βιαστικωτέροις. διὸ τὰ τῶν ἀρρένων σκληρότερα ἢ τὰ τῶν θηλειῶν, καὶ τὰ τῶν σαρκοφάγων (ἡ τροφὴ γὰρ διὰ μάχης τούτοις), ὥσπερ τὰ τοῦ λέοντος· οὕτω γὰρ ἔχει ταῦτα σκληρὰν τὴν φύσιν ὥστʼ ἐξάπτεσθαι τυπτομένων καθάπερ ἐκ λίθων πῦρ. ἔχει δὲ καὶ ὁ δελφὶς οὐκ ἀκάνθας ἀλλʼ ὀστᾶ· ζῳοτόκος γάρ ἐστιν.
- 2.9.8.1
8 τοῖς δʼ ἐναίμοις μὲν μὴ ζῳοτόκοις δὲ παραλλάττει κατὰ μικρὸν ἡ φύσις, οἷον τοῖς ὄρνισιν ὀστᾶ μέν, ἀσθενέστερα δέ.
- 2.9.9.1
9 τῶν δʼ ἰχθύων τοῖς μὲν ᾠοτόκοις ἅκανθκ, καὶ τοῖς ὄφεσιν ἀκανθύὸδης ἐστὶν ἡ τῶν ὀστῶν φύσις, πλὴν τοῖς λίαν μεγάλοις· τούτοις δέ, διʼ ἅπερ καὶ τοῖς ζῳοτὸκοις, πρὸς τὴν ἰσχὺν ἰσχυροτέρων δεῖ τῶν στερεωμάτων. τὰ δὲ καλούμενα σελάχη χονδράκανθα τὴν φύσιν ἐστίν· ὑγροτέραν τε γὰρ ἀναγκαῖον αὐτῶν εἶναι τὴν κίνησιν, ᾥστε δεῖ καὶ τὴν τῶν ἐρεισμάτων μὴ κραύρον εἶναι ἀλλὰ μαλακωτέραν, καὶ τὸ γεῶδες εἰς τὸ δέρμα πᾶν ἀνήλωκεν ἡ φύσις· ἅμα δὲ τὴν αὐτὴν ὑπεροχὴν εἰς πολλοὺς τόπους ἀδυνατεῖ διανέμειν ἡ φύσις.
- 2.9.10.1
10 ἔνεστι δὲ καὶ ἐν τοῖς ζῳοτόκοις πολλὰ τῶν ὀστῶν χονδρύδη, ἐν ὅσοις όυμφέρει μαλακὸν εἶναι καὶ ζυμῶδες τὸ στερεὸν διὰ τὴν σάρκα τὴν περικειμένην, σἷον συμβέβηκε περί τε τὰ ὡτα καὶ τοὺς μυκτὴρας · θραύεται γὰρ τὰ κραῦρα ταχέως ἐν τοῖς ἀπέχουσιν. ἡ δὲ φύσις ἡ αὐτὴ χόνδρου καὶ ὀστοῦ ἐστί, διαφέρει δὲ τῷ μάλλον καὶ ἧττον· διὸ καὶ οὐδέτερον αὐξάνεται ἀποκοπέν. οἱ μὲν σὗν ἐν τοῖς πεζοῖς ἀμύελοι χόνδροι κεχωρισμένῳ μυελῷ· τὸ γὰρ χωριζὀμενον εἰς ἅπαν μεμιγμένον μαλακὴν ποιεῖ καὶ ζυμώδη τὴν τοῦ χόνδρου σύστασιν.
- 2.9.11.1
ἐν δὲ τοῖς 11 σελάχεσιν ἡ ῥάχις χονδρώδης μέν ἐστιν, ἔχει δὲ μυελόν· ἀντʼ ὀστοῦ γὰρ αὑτοῖς ὑπάρχει τοῦτο τὸ μόριον. σύνεγγυς δὲ κατὰ τὴν ἁρήν ἐστι τοῖς ὀστοῖς καὶ τὰ τοιάδε τῶν μορίων οἷον ὄνυχές τε καὶ ὁπλαὶ καὶ χηλαὶ καὶ κέρατα καὶ ῥύγχη τὰ τῶν ἀρνίθωυ. πάντα δὲ ταῦτα βοηθείας ἔχουσι χάριν τὰ ζῷα· τὰ γὰρ ἐξ οὐτῶν συνεστηκότα ὅλα καὶ συνύνυμα τοῖς μορίοις, οἷον ὁπλή τε ὅλη καὶ κέρας ὅλον,. μεμηχάνηται πρὸς τὴν σωτηρίαν ἑκάστοις. ἐν τούτῳ δὲ τῷ γένει καὶ ἡ τῶν ὀδόντων ἐστὶ φύσις, τοῖς μὲν ὑπάρχουσα πρὸς ἓν ἔργον τὴν τῆς τροφῆς ἐργασίαν, τοῖς δὲ πρός τε τούτο καὶ πρὸς ἀλκήν, οἷον τοῖς καρχαρόδουσι καὶ χαυλιόδουσι πἀσιν.
- 2.9.12.1
12 ἐξ ἀνάγκης δὲ πάντα ταύτα 12 γεώδη καὶ στερεὰν ἔχει τὴν φύσιν· ὅπλου γὰρ αὕτη δύναμις. διὸ καὶ πάντα τὰ τοιαῦτα μἀλλον ἐν τοῖς τετράποσιν ὑπάρχει ζῄοις τῶν ζῳοτόκων, διὰ τὸ γεωδεστέραν ἔχειν πάντα τὴν σύστασιν ἢ τὸ τῶν ἀνθρώπων γένος.
- 2.9.13.1
13 ἀλλὰ καὶ περὶ τούτων καὶ τῶν ἐχομένων, 13 οἷον δέρματος καὶ κύστεως καὶ ὑμένος καὶ τριχην καὶ πτερὧν καὶ τῶν ἀνάλογον τούτοις καὶ εῖ τι τοιοῦτόν ἐστι μέρος, ὕστερον ἕμα τοῖς ἀνομοιομερέσι θεωρητέον τὴν αἰτίαν αὐτῶν, καὶ τίνος ἓνεκεν ὑπάρχει τοῖς ζῴοις ἕκαστον· ἐκ τῶν ἔργων γὰρ γνωρίζειν, ὥσπερ κἀκεῖνα, καὶ ταύτα ἀναγκαῖον ἄν εἴη.
- 2.9.14.1
14 ἀλλʼ ὅτι συνώνυμα τοῖς ὅλοις τὰ μέρη, τὴν τάξιν ἀπέλαβεν ἐν τοῖς ὁμοιομερέσι νῦν. εἰσὶ δʼ ἀρχαὶ πάντων τούτων τό τε ὀστοῦν καὶ ἡ σάρξ. ἔτι δὲ περὶ γονῆς καὶ γάλακτος ἀπελίπομεν ἐν τῇ περὶ τῶν ὑγρῶν καὶ ὁμοιομερῶν θεωρίᾳʼ τοῖς γὰρ περὶ γενέσεωος λόγοις ἁρμόττουσαν ἔχει τὴν σκέψιν· τὸ μὲν γὰρ αὐτῶν ἀρχὴ τὸ δὲ τροφὴ τῶν γινομένωνε ἐστίν.
- 2.10.1.1
10 Νῦν δὲ λέγωμεν οἷον ἀπʼ ἀρχῆς πάλιν, ἀρξάμενοι πρητον ἀπὸ τῶν πρὸτων. πἀσι γὰρ τοῖς ζῴοις καὶ τελείοις δύο τὰ ἀναγκαιὸτατα μὸρια ἐστιν, ᾖ τε δέχονται τὴν τροφὴν καὶ ᾖ τὸ περίττωμα ἀφήσουσιν· οὔτε γὰρ εἶναι οὔτε αὐξάνεσθαι ἐνδέχεται ἄνευ τροφῆς. τὰ μὲν οὖν φυτά (καὶ γὰρ ταῦτα ζῆν φαμέν) τοῦ μὲν ἀχρήστου περιττήματος οὐκ ἔχει τόπον· ἐκ τῆς γῆς γὰρ λαμβάνει πεπεμμένην τὴν τροφὴν, ἀντὶ δὲ τούτου προῖεται τὰ σπέρματα καὶ τοὺς καρπούς. τρίτον δὲ μέρος ἐν πάσίν ἐστι τὸ τούτων μέσον, ἐν
- 2.10.2.1
2 ἡ μὲν οὗν τῶν φυτῶν φύσις οὖσα μόνιμος οὑ πολυειδής ἐστι τῶν ἀνομοιομερῶν· πρὸς γὰρ ὀλίγας πράξεις ὀλέγων ὀργάνων ἡ χρῆσις· διὸ θεωρητέον καθʼ αὑτὰ περὶ τῆς ἰδέας αὐτῶν. τὰ δὲ πρὸς τῷ ζῆν αἴσθησιν ἔχοντα πολυμορφστέραν ἔχει τὴν ἰδεον, καὶ τούτων ἕτερα πρὸ ἑτέρων μμἀλλον, καὶ πολυχουστέραν, ὅσων μμιὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τού εὺ ζῆν ἡ φύσις μετείληφεν.
- 2.10.3.1
τοιούτο δʼ ἐστὶ τὸ τῶν ἀνθρύπων γένοςʼ ἤ γὰρ μόνον μετέχει τού θείου τῶν ἡμῖν γνωρίμων ζῴων, ἢ μάλιστα πάντων. ὥσιε διά τε τοῦτο, καὶ διὰ τὸ γνώριμον εἶναι μάλιστʼ αὐτοῦ τὴν τῶν ἔξωσθεν μορίων μορφήν, περὶ τούτου λεκτέον πρῶτον. εὐθὺς γὰρ καὶ τὰ φύσει μὸρια κατὰ φύσιν ἔχει τούτῳ μὸνῳ, καὶ τὸ τούτου ἄνω πρὸς τὸ τού ὅλου ἔχει ἄνω· μόνον γὰρ ὀρθόν ἐστι τῶν ζῴων ἅνθρωπος.
- 2.10.4.1
τὸ μὲν οὖν 4 ἔχειν τὴν κεφαλὴν ἂσαρκον ἐκ τῶν περὶ τὸν ἐγκέφαλον εἰρημένων ἀναγκαῖον συμβέβηκεν. οὐ γὰρ ὤσπερ τινὲς λέγουσιν, ὅτι εἰ σαρκώδης ἦν, μακροβιώτερον ἂν ἦν τὸ γένος· ἀλλʼ εὐαισθησίας ἕνεκεν ἄσαρκον εἶναί φασιν· αἰσθάνεσθαι μὲν γὰρ τῷ ἐγκεφάλῳ, τὴν δʼ αῖσθησιν οὐ προσίεσθαι τὰ μόρια τὰ σαρκὸδη λίαν.
- 2.10.5.1
5 τούτων δʼ οὐδέτερόν ἐστιν ἀληθές, ἁλλὰ πολύσαρκος 5 μὲν ὁ τόπος ον ὁ περὶ τὸν ἐγκέφαλον τοὐναντίον ἄν ἀπειργάζετο οὐ νεκα ὑπάρχει τοῖς ζῴοις ὁ ἐγκέφαλος (οὐ γὰρ ἂν ἐδύνατο καταψύχειν ἀλεαίνων αὐτὸς λίαν), τῶν τʼ αἰσθήσεων οὐκ αἴτιος οὐδεμιἀς, ὅς γε ἀναίσθητος καὶ αὐτός ἐστιν ὧσπερ ὁτιοῦν τῶν περιττωμάτων. ἀλλʼ οὐχ εὺρίσκοντες διἀ τίνα αἰτίαν ἔνιαι τΘν αἰσθήσεων ἐν τῇ κεφαλῇ τοῖς ζῴοις εἰσί, τοῦτο δ ʼ ὁρῶντες ἰδιαίτερον ὄν τῶν ἄλλων μορίων, ἐκ συλλογισμοῦ πρὸς ἄλληλα συνδυάζουσιν.
- 2.10.6.1
ὅτι μὲν οὖν ἀρχὴ τῶν αἰσθήσεωόν ἐστιν ὁ 6 περὶ τὴν καρδίαν τόπος, διωρισται πρὸτερον ἐν τοῖς περὶ αἰσθήσεωςςʼ καὶ διότι αἱ μὲν δύο φανερῶς ἠρτημέναι πρὸς τὴν καρδίαν εἰσίν, ἢ τε τῶν ἀπτῶν καὶ ἡ τῶν χυμῶν, τῶν δὲ τριῶν ἡ μὲν τῆς ὀσφρήσεως μέση, ἀκοὴ δὲ καὶ ὄψις μάλιστʼ ἐν τῇ κεφαλῇ διὰ τὴν τῶν αἰσθητηρίων φύσιν εἰσί, καὶ τούτων ἡ ὄψις πᾶσιν, ἐπεὶ ἦ γʼ ἀκοὴ καὶ ἡ ὄσφρησις ἐπὶ τῶν ἐχθύων καὶ τάν τοιούτων ποιεῖ τὸ λεγόμενον φανερόν· ἀκούουσι μὲν γὰρ καὶ ὁσφραίνονταε, αἰσθητήριον δʼ οὐδὲν ἔχουσι φανερὸν ἐν τῇ κεφαλῇ τούτων τῶν αἰσθητῶν. ῶν. ἡ δʼ ὄψις πἀσι τοῖς ἔχουσιν εὐλόγως ἐστὶ περὶ τὸν ἐγκέφαλον· ὁ μὲν γὰρ ὑγρὸς καὶ ψυχρός, ἡ δʼ. ὕδωρ τὴν φύσιν ἐστίν· τούτο γὰρ τῶν διαφανῶν εὐφυλακτότατόν ἐστιν.
- 2.10.7.1
7 ἔτι δὲ τὰς ἀκριβεστέρας τῶν αἰσθήσεων διὰ τῶν καθαρώτερον ἐχόντων τὸ αἷμα μορίων ἀναγκαῖον ἀκριβεστέρας γίνεσθαι· ἐκκύπτει γὰρ ἡ τῆς ἐν τῷ αἵματι θερμότητος κίνησις τὴν αἰσθητικὴν ἐνέργειαν· διὰ ταύτας τὰς αἰτίας ἐν τὴ κεφαλ ῇ τούτων τὰ αἰσθητήριά ἐστιν. οὐ μόνον δʼ ἐστὶ τὸ ἔμπροσθεν ἄσαρκον, ἀλλὰ τὸ ὄπισθεν της κεφαλῆς, διὰ τὸ πᾶσι τοῖς ἕχουσιν αὐτὴν ὀρθότατον δεῖν εἶναι τούτο τὸ μόριον· οὐδὲν γὰρ ὀρθοῦσθαι δύναται φορτίον ἔχον, ἢν δʼ ἂν τοιοὺτον, εί σεσαρκωμένην εἶχε τὴν κεφαλήν. ᾖ καὶ δῆλον ὅτι οὐ τῆς τού ἐγκεφάλου αἰσθήσεως χάριν ἄσαρκος ἡ κεφαλή ἐστιν· τὸ γὰρ ὄπισθεν οὐκ ἔχει ἐγκέφαλον, ἄσαρκον δʼ ὁμοίως.
- 2.10.8.1
8 ἔχει δὲ καὶ τὴν ἀκοὴν εὐλόγως ἔυια τῶν ζῷόων ἐν τῷ τόπῳ τῷ περὶ τὴν κεφαλήν· τὸ γὰρ κενὸν καλούμενον ἀέρος πλῆρές ἐστι, τὸ δὲ τὴς ἀκοῆς αίσθητήριον ἀέρος εἶναί φαμεν. ἐκ μὲν σὖν τῶν ὀφύθαλμῶν οἱ πόροι φέρουσιν εἰς τἀς περὶ τὸν ἐγκέφαλον φλέβας· πάλιν δʼ ἐκ τῶν ὤτων ὡσαύτως πόρος εἰς τούπισθεν συνάπτει. ἕστι δʼ οὔνʼ ἄναιμον οὐδὲν αίσθητικὸν οὔτε τὸ αἷμα , ἀλλὰ τῶν ἐκ τούτου τι. διόπερ οὐδὲν ἐν τοῖς ἐναίμοις ἅναιαον αίσθητικόν, οὐδʼ αὐτὸ τὸ αἷμα· οὐδὲν γὰρ τῶν ζῷων μόριον.
- 2.10.9.1
9 ἔχει δʼ ἐν τᾧ ἔμπροσθεν τὸν ἐγκέφαλον πάντα τὰ ἔχοντα τούτο τὸ μόριον, διὰ τὸ ἔμπροσθεν εἶναι ἑο ὅ αἰσθάνεται, τὴν δʼ αἴσθησιν ἀπὸ τῆς καρδίας, ταύτην δʼ εἶναι ἐν τσῖς ἔμπροσθεν, καὶ τὸ αίσθάνεσθαι διὰ τῶν ἐναίμων γίνεσθαι μορίων, φλεβῶν δʼ εἶναι κενὸν τὸ ὄπισθεν κύτος. τέτακται δὲ τὸν τρόπον τοῦτον τὰ αὐσθητήρια τῇ φύσει καλῶς, τὰ μὲν τῆς ἀκοῆς ἐπὶ μέσης τῆς περιφερείας (ἀκούει, γὰρ οὐ μόνον κατʼ εὐθυωρίαν ἀλλὰ πάντοθεν), ἡ δʼ ὄψις εἰς τὸ ἔμπροσθεν (ὁρᾷ γὰρ κατʼ εὐθυωρίαν, ἡ δὲ κίνησις εἰς τὸ ἔμπροσθεν, προορᾶν δὲ δεῖ ἐφʼ ὃ ἡ κίνησις). ἡ δὲ τῆς ὀσφρήσεως μεταξὺ τῶν ὀμμάτων εὐλόγως. διπλοῦν μὲν γάρ ἐστιν ἕκαστον τῶν αἰσθητηρίων διὰ τὸ διπλοῦν εἶναι τὸ σῶμα, τὸ μὲν δεξιὸν τὸ δʼ ἀριστερόν.
- 2.10.10.1
ἐπὶ μὲν οὖν τῆς ἁρῆς τοῦτʼ 10 ἄδηλον· τούτου δʼ αἴτιον ὅτι οὐκ ἔστι τὸ πρῶτον αἰσθητήριον ἡ σάρξ καὶ τὸ τοιοῦτον μὸριον, ἀλλʼ ἐντός. ἐπὶ δὲ τῆς γλώττης ἠττον μέν, μᾶλλον δʼ ἢ ἐπὶ τῆς ἁψῆς· ἔστι γὰρ οἷον ἁρή τις καὶ αὕτη ἡ αἴσθησις. ὅμως δὲ δῆλον καὶ ἐπὶ ταύτης· φαίνεται γὰρ ἐσχισμένη. ἐπὶ δὲ τῶν ἄλλων αἰσθητηρίων φανερωτέρως ἐστὶν ἡ αἴσθησις διμερής· ὦτά τε γὰρ δύο καὶ ὄμματα καὶ ἡ τῶν μυκτήρων δύναμις διφυής ἐστιν.
- 2.10.11.1
ἄλλον οὖν ἄν τρόπον κειμένη καὶ διεσπασμένη, 11 καθάπερ ἡ τῆς ἀκοῆς, οὐκ ἂν ἐποίει τὸ αὑτῆς ἔργον, οὐδὲ τὸ μόριον ἐν ᾧ ἐστίν· διὰ γὰρ τῆς ἀναπνοῆς ἡ αἴσθησις τοῖς ἔχουσι μυκτῆρας, τοῦτο δὲ τὸ μὸριον κατὰ μέσον καὶ ἐν τοῖς ἔμπροσθέν ἐστιν. διόπερ εἰς μέσον τῶν τριῶν αἰσθητηρίων συνήγαγεν ἡ φύσις τοὺς μυκτὴρας, οἷον ἐπὶ στάθμην θεῖσα μίαν ἐπὶ τὴν τῆς ἀνατνοῆς κίνησιν. καλῶς δὲ καὶ τοῖς ἄλλοις ἔχει ταῦτα τὰ αἰσθητήρια ζῴοις πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ.
- 2.11.1.1
τὰ 11 μὲν γὰρ τετράποδα ἀπηρτημένα ἔχει τὰ ὦτα καὶ ἄνωθεν τῶν ὀμμάτων, ὡς δόξειεν ἄν. οὐκ ἔχει δέ, ἀλλὰ φαίνεται διὰ τὸ μὴ ὀρθὰ εἶναι τὰ ζῷα ἀλλὰ κύπτειν. οὕτω δὲ τὸ πλεῖστον κινουμένσσν χρήσιμα μετεωρὸτερα τʼ ὄντα καὶ κινούμενα· δέχεται γὰρ στρεφόμενα πάντσθεν τοὺς ψόφονς μᾶλλον.
- 2.12.1.1
12 οἱ δʼ ὄρνιθες τοὺς πόρους μόνον ἔχουσι διὰ τὴν τού δέρματος σκληρότητα, καὶ τὸ ἔχειν μὴ τρίχας ἀλλὰ πτερωτὰ εἶναι· οὐκ οὑν ἔχει τοιαύτην ὕλην ἐξ ἧς ἂν ἕπλασε τὰ ὡτα. ὁμοίως δὲ καὶ τῶν τετραπόδων τὰ ῴοτόκα καὶ φολιδωτά· ὁ γὰρ αύτὸς ἁρμόσει καὶ ἐπʼ ἐκείνων λόγος. ἔχει δὲ καὶ ἡ φύόκη τῶν ζῳοτόκων οὐκ ὖτα ἀλλὰ πόρους ἀκοῆς, διὰ τὸ πεπηρωμένον εἶναι τετράπουν.
- 2.13.1.1
13 Καὶ οἱ μὲν ἅνθρωποι καὶ οἱ ὅρυιθες καὶ τὰ ζῳοτόκα καὶ τὰ ᾧοτόκα τῶν τετραπόὅων φυλακὴν ἔχουσι τῆς ὄψεως, τὰ μὲν ζῳοτόκα βλέφαρα δύο, οἷς καὶ σκαρδαμύττουσι, τῶν δʼ ὀρνίθων ἅλλοι τε καὶ οἱ βαρεῖς καὶ τὰ ᾧοτόκα τῶν τετραπόδων τῇ κάτω βλεφαρίδι μύουσιν· σκαρδαμύττουσι δʼ οἱ ὅρυιθες ἐκ τῶν κανθῶν ὑμένι. τοῦ μὲν οὖν φυλακὴν ἔχειν αἴτιον τὸ ὑγρὰ τὰ ὄμματα εἶναι, ἵνα ὄξύ βλέπωσι τοῦτον τὸν τρόπον ὑπὸ τῆς φύσεως. σκληρόδερμα γὰρ ὄντα ἀβλαβέστερα μὲν ἂν ἦν ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων, οὐκ ὀξυωπὰ δέ.
- 2.13.2.1
2 τούτου μὲν οὖν ἕνεκα λεπτὸν τὸ δέρμα τὸ περὶ τὴν κόρην ἐστί, τῆς δὲ σωτηρίας χαέριν τὰ βλέφαραʼ καὶ διὰ τοῦτο σκαρδαμύσσει τε πάντα καὶ μάλιστʼ ἅνθρωπος, πάντα μὲν ὅπως τὰ προσπίπτοντα τοῖς βλεφάροις κωλύωσι (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλʼ ἡ φύσις ἐποίησε), πλειστάκις δʼ ὁ ἅνθρωπος διὰ τὸ λεπτοδερμότατος εἷναι. ἡ δὲ βλεφαρίς ἐστι δέρματι περιειλημμένη· διὸ καὶ οὐ συμφύεται οὔτε βλεφαρὶς οὔτʼ ἀκροποσθία, ὅτι ἄνευ σαρκὸς δέρματά ἐστιν.
- 2.13.3.1
3 τῶν δʼ ἀρνίθεν ὅσοι τῇ 5 κάτω βλεφαρίδι μύουσι, καὶ τὰ ᾧοτόκα τῶν τετραπόδων, διὰ τὴν σκληρότητα τού δέρματος τού περὶ τὴν κεφαλὴν οὕτω μύουσιν. οἱ μὲν γὰρ βαρεῖς τῶν πτερωτῶν διὰ τὸ μὴ πτητικοὶ εἶναι τὴν τῶν πτερῶν αὖξησιν εἰς τὴν τού δέρματος παχύτητα τετραμμένην ἔχουσιν. διὸ καὶ οὐτοι μὲν τῷ κάτω βλεφάρῳ μύουσι, περιστεραὶ δὲ καὶ τὰ τοιαύτα ἀμφοῖν.
- 2.13.4.1
τὰ δὲ 4 τετράποδα τῶν ᾠοτόκων φολιδωτά ἐστιν· ταῦτα δὲ σκληρότερα πάντα τριχὸς, ὥστε καὶ τὰ δέρματα τοῦ δέρματος. τὸ μὲν οὑν περὶ τὴν κεφαλὴν σκληρὸν ἐστιν αὑτοῖς, διόπερ οὐκ ἔχει βλέφαρον ἐκεῖθεν, τὸ δὲ κάτωσθεν σαρκὧδες, ὥστʼ ἔχειν τὸ βλέφαρον λεπτότητα καὶ τάσιν. σκαρδαμύττουσι δʼ σἱ βαρεῖς ὄρνιθες τούτῳ μὲν οὕ, τῷ δʼ ὑμέυι, διἀ τὸ βραδεῖαν εἶναι τὴν τούτου κίνησιν, δεῖν δὲ ταχεῖαν γίνεσθαι· ὲ δʼ ὑμὴν τοιούτον.
- 2.13.5.1
ἐκ δὲ τοῦ κανθοῦ τὸν παρὰ 5 τοὺς μυκτὴρας σκαρδαμύττουσιν, ὅτι βέλτιον ἀπʼ ἀρχῆς μιᾶς τὴν φύσιν εἶναι αὐτῶν, ούτοι δʼ ἔχουσιν ἀρχὴν τὴν πρὸς τὸν μυκτὴρα πρόσφυσιν· καὶ τὸ πρόσθιον ἀρχὴ τοῦ πλαγίου μᾶλλον. τὰ δὲ τετράποδα καὶ ᾧοτόκα οὐ σκαρδαμύττει ὁμοίως, ὅτι οὐδ ʼ ὑγρὰν αὐτοῖς ἀναγκαῖον ἔχειν καὶ ἀκριβὴ τὴν ὄψιν ἐπιγείοις οὗσιν. τοῖς δʼ ὄρνισιν ἀναγκαῖον· πόρρῳσθεν γὰρ ἡ χρῆσις τῆς ὄψεως. διὸ καὶ τὰ γαμ ψώνυχα μὲν ὀξυωπά (ἄνωθεν γὰρ αὐτοῖς ἡ θεωρία τῆς τροφῆς, διὸ καὶ ἀναπέτονται ταῦτα μάλιστα τῶν ὀρνέων εἰς ὕψος), τὰ δʼ ἐπίγεια καὶ μὴ πτητικά, οἷον ἀλεκτρυόνες καὶ τὰ τοιαύτα, οὐκ ὀξυωπά· οὐδὲν γὰρ αὐτἀ κατεπείγει πρὸς τὸν βίον.
- 2.13.6.1
οἱ δʼ ἐχθύες καὶ τὰ ἔντομα 6 καὶ τὰ σκληρόδερμα διαφέροντα μὲν ἔχουσι τὰ ὄμματα, βλέφαρον δʼ οὐδὲν οὐτῶν ἔχει. τὰ μὲν γὰρ σκληρόδερμα ὅλως οὐκ ἔχει· ἡ δὲ τοῦ βλεφάρου χρὴσις ταχεῖαν καὶ δερματικὴν ἔχει τὴν ἐργασίαν· ἀλλʼ ἀντὶ ταύτης τῆς φυλακῆς πάντα σκληρὸφθαλμά ἐστιν, οἷον βλέποντα διἀ τοῦ βλεφάρου προσπεφυκότος. ἐπεὶ δʼ ἀναγκαῖον διὰ τὴν σκληρότητα ἀμβλύτερον βλέπειν, κινουμένους ἐποίησεν ἡ φύσις τοὺς ὀφθαλμοὺς τοῖς ἐντόμοις, καὶ μᾶλλον ἔτι τοῖς σκληροδέρμοις, ὥσπερ ἔνια τῶν τετραπόδων τὰ ὦτα, ὅπως ὀξύτερον βλέπῃ στρέφοντα πρὸς τὸ φῶς καὶ δεχόμενα τὴν αὐγήν.
- 2.13.7.1
7 οἱ δʼ ἰχθύες ὑγρόφθαλμοι μέν εἰσιν. ἀναγκαία γὰρ τοῖς πολλὴν ποιουμένοις κίνησιν ἡ τῆς ὄψεως ἐκ πολλοῦ χρῆσις. τοῖς μὲν σὖν πεζοῖς ὁ ἀὴρ εὐδίοπτος· ἐκείνοις δʼ ἐπεὶ τὸ ὕδωρ πρὸς μὲν τὸ ὀξὺ βλέπειν ἐναντίον, οὐκ ἔχει δὲ πολλὰ τὰ προσκρούσματα πρὸς τὴν ὄψιν ὥσπερ ὁ ἀήρ, διὰ μὲν τοῦτʼ οὐκ ἔχει βλέφαρον (οὐδὲν γὰρ ἡ φύσις ποιεῖ μάτην), πρὸς δὲ τὴν παχύτητα τοῦ ὕδατος ὑγρόφθαλμοί εἰσιν.
- 2.14.1.1
14 Βλεφαρίδας δʼ ἐπὶ τῶν βλεφάρων ἔχουσιν ὅσα τρίχας ἔχουσιν, ὄρνιθες δὲ καὶ τῶν φολιδωτῶν οὐδέν· οὐ γὰρ ἔχουσι τρίχας. περὶ γὰρ τοῦ στρουθοῦ τοῦ Λιβυκοῦ τὴν αἰτίαν ὕστερον ἐροῦμεν· τοῦτο γὰρ ἔχει βλεφαρίδας τὸ ζῷον. καὶ τῶν ἐχόντων τρέχας ἐπʼ ἀμφότερα οἱ ἄνθρωποι μόνον ἔχουσιν. τὰ γὰρ τετράποδα τν ζῴων ἐν τοῖς ὑπτίοις οὐκ ἔχει τρίχας, ἀλλʼ ἐν τοῖς πρανέσι μᾶλλον· οἱ δʼ ἄνθρωποι τοὐναντίον ἐν τοῖς ὑπτίοις μἀλλον ἢ ἐν τοῖς πρανέσιν. σκέπης γὰρ χάριν αἱ τρίχες ὑπάρχουσι τοῖς ἔχουσιν· τοῖς μὲν οὖν τετράποσι τὰ πρανῆ δεῖται μἀλλον τῆς σκέπης, τὰ δὲ πρόσθια τιμιωτερα μέν, ἀλλὰ λεάζει διὰ τὴν κάμψιν· τοῖς δʼ ἀνθρώποις ἐπεὶ ἐξ ἴσου διὰ τὴν ὀρθότητα τὰ πρόσθια τοῖς ὀπισθίοις, τοῖς τιμιωτέροις ὑπέγραψεν ἡ φύσις τὴν βοήθειαν· ἀεὶ γὰρ ἐκ τῶν ἐνδεχομένων αἰτία τού βελτίονός ἐστιν.
- 2.14.2.1
2 καὶ διὰ τοῦτο τῶν τετραπόδωον οὐθὲν οὔτε βλεφαρίδα ἔχει τὴν κάτωθεν, ἀλλʼ ὑπὸ τοῦτο τὸ βλέφαρον ἐνίοις παραφύονται μαναὶ τρίχες, οὔτʼ ἐν ταῖς μασχάλαις οὔτʼ ἐπὶ τῆς ἥβης, ὥσπερ τοῖς ἀνθρώποις ἀλλʼ ἀντὶ τούτων τὰ μὲν καθʼ ὅλον τὸ σῶμα πρανὲς δεδάσυνται ταῖς θριξίν, οἷον τὸ τῶν κυνῶν γένος, τὰ δὲ λοφιὰν ἔχει, καθάπερ ἵπποι καὶ τὰ τοιαύῦτα τῶν ζῴων, τὰ δὲ χαίτην, ὥσπερ ὸ ἄρρην λέωυ.
- 2.14.3.1
ἔτι δʼ ὅσα κέρκους 3 ἔχει μῆκος ἐχούσας, καὶ ταύτας ἐπικεκόσμηκεν ἡ φύσις θριξί, τοῖς μὲν μικρὸν ἔχουσι τὸν στόλον μακραῖς, ὥσπερ τοῖς ἕπποις, τοῖς δὲ μακρὸν βραχείαις, καὶ κατὰ τὴν τοῦ ἄλλου σήματος φύσιν · πανταχοῦ γὰρ ἀποδίὅωσι λαβούσα ἑτέρωσθεν πρὸς ἄλλο μὸριον. ὅσοις δὲ τὸ σάμα ὅασύ λίαν πεποίηκε, τούτοις ἐνδεῶς ἔχει τὰ περὶ τὴν κέρκον, οἷον ἐπὶ τῶν ἄρκτων συμβέβηκεν.
- 2.14.4.1
τὴν δὲ κεφαλὴν ἅνθρωπός ἐστι 4 τῶν ζῴων δασύτατον, ἐξ ἀνάγκης μὲν διὰ τὴν ὑγρότητα τού ἐγκεφάλου καὶ διὰ τὰς ῥαφάς (ὅπου γὰρ ὑγρὸν καὶ θερμὸν πλεῖστον, ἐνταῦθʼ ἀναγκαῖον πλείστην εἶναι τὴν ἔκφυσιν), ἕνεκεν δὲ βοηθείας, ὅπωος σκεπάζωσι φυλάττουσαι τὰς ὑπερβολὰς τού τε ψύχους καὶ τῆς ἀλέας. πλεῖστος δʼ ὤν καὶ ὑγρότατος ὁ τῶν ἀνθρύπων ἐγκέφαλος πλείστης καὶ της φυλακῆς δεῖται· τὸ γὰρ ὑγρὸτατον καὶ ζεῖ καὶ ψύχεται μάλιστα , τὸ δ᾿ ἐναντίως ἔχον ἀπαθέστερὸν ἐστιν.
- 2.14.5.1
ἀλλὰ περὶ μὲν τούτων παρεκβῆναι συμβέβηκεν ἐχομένοις 5 τῆς περὶ τὰς βλεφαρίδας αἰτίας, διὰ τὴν συγγένειαν αὐτῶν, ὥστε περὶ τν λοιπῶν ἐν τοῖς οἰκείοις καιροῖς ἀποδοτέον τὴν μνείαν.
- 2.15.1.1
Αἱ δʼ ὀφρύες καὶ αἱ βλεφαρίδες ἀμφότεραι βοηθείας χάριν εἰσίν, αί μὲν ὀφρύες τῶν καταβαινόντων ὑγρῶν, ὅπως ἀποστέγωσιν οἷον ἀπογείσωμα τῶν ἀπὸ τῆς κεφαλῆς ὑγρῶν, αἱ δὲ βλεφαρίδες τῶν πρὸς τὰ ὄμματα προσπιπτόντων ἕνεκεν, οἷον τὰ χαρακώματα ποιοῦσί τινες πρὸ τῶν ἐργμάτων.
- 2.15.2.1
εἰσὶ δʼ αἱ 2 μὲν ὀφρύες ἐπὶ συνθέσει ὀστῶν, διὸ καὶ δασύνονται πολλοῖς ἀπογηράσκουσιν οὕτως ὥστε δεῖσθαι κουρἀς, αἱ δὲ βλεφαρίδες ἐπὶ πέρατι φλεβίων· ᾗ γὰρ τὸ δέρμα περαίνει, καὶ τὰ φλέβια πέρας ἔχει τοῦ μήκους. ὥστʼ ἀναγκαῖον διὰ τὴν ἀπιοῦσαν ἐκμάδα σωματικὴν οὐσαν, ἄν μή τι τῆς φύσεως ἔργον ἐμποδίσῃ πρὸς ἄλλην χρῆσιν, καὶ διὰ τὴν τοιαύτην αἰτίαν ἐξ ἀνάγκης ἐν τοῖς τόποις τούτοις γίνεσθαι τρίχας.
- 2.16.1.1
16 Τοῖς μὲν οὖν ἄλλοις ζῴοις τοῖς τετράποσι καὶ ζῳοτύκοις οὐ πόρρω τρόπον τινὰ διέστηκεν ἀλλήλων τὸ τῆς ὀσφρήσεως αίσθητήριον, ἀλλʼ ὅσα μὲν ἔχει προμήκεις είς στενὸν ἀπηγμένας τὰς σιαγόνας, ἐν τῷ καλουμένῳ ῥύγχει καὶ τὸ τῶν μυκτήρων ἐνυπαρχε μόριον κατὰ τὸν ἐνδεχόμενον τρόπον, τοῖς δʼ ἄλλοις μᾶλλον διηρθρωμένον ἐστὶ πρὸς τὰς σιαγόνας.
- 2.16.2.1
2 ἡ δʼ ἐλέφας ἰδιαίτατον ἔχει τοῦτο τὸ μόριον τῶν ἄλλων ζῴων· τό τε γὰρ μέγεθος καὶ τὴν δύναμιν ἔχει περιττὴν. μυκτὴρ γάρ ἐστιν ᾧ τὴν τροφὴν προσάγεται, καθάπερ χειρι χρώμενος, πρὸς τὸ στόμα, τήν τε ξηρὰν καὶ τὴν ὑγράν, καὶ τὰ δένδρα περιελίττων ἀνασπᾷ, καὶ χρῆται καθαπερανεὶ χειρί. τὴν γὰρ φύσιν ἑλῶδες ἅμα τὸ ζῷόν ἐστι καὶ πεξόν, ὥστʼ ἐπεὶ τὴν τροφὴν ἐξ ὑγροῦ συνέβαινεν ἔχειν, ἀναπνεῖν δʼ ἀναγκαῖον πεξὸν ὅν καὶ ἔναιμον, καὶ μὴ ταχεῖαν ποιεῖσθαι τὴν μεταβολὴν ἐκ τού ὑγροῦ πρὸς τὸ ξηρόν, καθάπερ ἔνια τῶν ζῳοτὸκων καὶ ἐναίμων καὶ ἀναπτνεὸντων, τὸ γὰρ μέγεθος ὅν ὑπερβάλλον, ἀναγκαῖον ὁμοίως ὴν χρῆσθαι τῷ ὑγρῷ σπερ καὶ τῇ γῇ.
- 2.16.3.1
3 οἷον οὑν τοῖς κολυμβηταῖς ἔνιοι πρὸς τὴν ἀναπνοὴν ὄργανα πορίζονται, ἵνα πολὺν χρόνον ἐν τῇ θαλάττῃ μένοντες ἕλκωσιν ἔξωθεν το ὑγροῦ διὰ τοῦ ὀργάνου τὸν ἀέρα, τοιοῦτον ἡ φύσις τὸ τού μυκτῆρος μέγεθος ἐποίησε τοῖς ἐλέφοασιν. διόπερ ἀναπτνέουσιν ἄραντες ἄνω διὰ τοῦ ῦδατος τὸν μυκτὴρα, ἄν ποτε ποιῶνται διʼ ὑγρὸν τὴν πορείαν· καθάπερ γὰρ εἴπομεν, μυκτήρ ἐστιν ἡ προβοσκὶς τοῖς ἐλέφοασιν.
- 2.16.4.1
ἐπεὶ δʼ ἀδύνατον ἦν εἶναι τὸν μυκτῆρα τοιοῦτον 4 μὴ μαλακὸν ὄντα μηδὲ κάμπτεσθαι δυνάμενον (ἐνεπόδιζε γὰρ ἄν τῷ μήκει πρὸς τὸ λαβεῖν τὴν θύραθεν τροφήν, καθάπερ φασὶ τὰ κέρατα τοῖς ὀπισθονόμοις βουσίν· καὶ γὰρ ἐκείνους νέμεσθαί φασιν ὑποχωροῦντας παλιμπυγηδόν) ὑπάρξαντος οὑν τοιούτου τού μυκτῆρος, ἡ φύσις παρακαταχρηται, καθάπερ εἴωσθεν, ἐπὶ πλείονα τοῖς αὐτοῖς μορίοις, ἀντὶ τῆς τῶν προσθίων ποδῶν χρείας. τούτους γὰρ τὰ πολυδάκτυλα τῶν τετραπόδων ἀντὶ χειρᾷν ἔχουσιν, ἀλλʼ οὐ μόνον ἕνεχʼ ὑποστάσεως τοῦ βάρους· οἱ δʼ ἐλέφαντες τῶν πολυδακτύλων εἰσί, καὶ οὔτε διχαλοὺς ἔχουσιν οὔτε μώνυχας τοὺς πτόδας· ἐπεὶ δὲ τὸ μέγεθος πολὺ καὶ τὸ βάρος τὸ τοῦ σύματος, διὰ τοῦτο μόνον ἐρείσματός εἰσι χάριν, καὶ διὰ τὴν βραδυτῆτα καὶ τὴν ἀφυίαν τῆς κάμψεως σὐ χρήσιμον πρὸς ἄλλο οὐθέν.
- 2.16.5.1
διὰ μὲν σὖν τὴν ἀναπνοὴν ἔχει μυκτῆρα, καθάπερ 5 καὶ τῶν ἄλλων ἕκαστον τῶν ἐχόντων πλεύμονα ζῴων, διὰ δὲ τὴν ἐν τῷ ὑγρῷ διατριβὴν καὶ τὴν βραδυτὴτα τῆς ἐκεῖθεν μεταβολῆς δυνάμενον ἑλίττεσθαι καὶ μακρόν · ἀφῃρημένης δὲ τῆς τῶν ποδῶν χρήσεως, καὶ ἡ φύσις, ὥσπερ εἴπομεν, καταχρῆται καὶ πρὸς τὴν ἀπὸ τῶν ποδῶν γινομένην ἂν βοήθειαν τούτῳ τῷ μορίῳ.
- 2.16.6.1
οἱ δʼ ὅρυιθες καὶ οἱ ὄφεις καὶ ὅσα 6 ἄλλ’ ἕναιμα καὶ ᾠοτόκα τῶν τετραπόδων, τοὺς μὲν πόρους ἔχουσι τῶν μυκτήρων πρὸ τοῦ στόματος, ὥστε δʼ εἰπεῖν μυκτὴρας, εί μὴ διὰ τὸ ἔργον, οὐκ ἔχουσι φανερῶς διηρθρωμένους· ἀλλʼ ἥ γʼ ὄρυις ὥστε μηθὲν ἂν εἰπεῖν ἔχειν ῥῖνας. τοῦτο δὲ συμβέβηκεν, ὅτι ἀντὶ σιαγόνων ἔχει τὸ καλούμενον ῥύγχος.
- 2.16.7.1
7 σιτία δὲ τούτων ἡ φύσις ἡ τῶν ὀρνίθων συνεστηκυῖα τούτον τὸν τρὸπον. δίπουν γάρ ἐστι καὶ πτερυγωτὸν, ὧστʼ ἀνάγκη μικρὸν τὸ βάρος ἔχειν τὸ τοῦ αὐχένος καὶ τὸ τῆς κεφαλῆς, ὤσπερ καὶ τὸ στὴθος στενόν· ὅπως μὲν σὗν ᾖ χρήσιμον πρός τε τὴν ἀλκὴν καὶ διὰ τὴν τροφὴν, ὀστῶδες ἔχουσι τὸ ῥύγχος, στενὸν δὲ διὰ τὴν μικρὸτητα τὴς κεφαλῆς. ἐν δὲ τῷ ῥύγχει τοὺς πόρους ἔχουσι τῆς ὀσφρήσεως, μυκτὴρας δʼ ἔχειν ἀδύνατον.
- 2.16.8.1
8 περὶ δὲ τῶν ἅλλων ζῷων τῶν μὴ ἀναπνεόντων εἴρηται πρὸτερον, διʼ ᾒν αἰτίαν οὐκ ἔχουσι μυκτῆρας, ἀλλὰ τὰ μὲν διὰ τῶν βραγχίων, τὰ δὲ διἀ τοῦ αὐλοῦ, τὰ δʼ ἕντομα διὰ τού ὑποζύόματος αίσσθάνονται τῶν ὁςμην, καὶ πάντα τῷ συνφύτῳ πνεύματι τού σώματος ὥσπερ κινεῖται· τοῦτο δʼ ὑπάρχει φύσει πἅσι καὶ οὐ θύραθεν ἐπείσακτόν ἐστιν.
- 2.16.9.1
9 Ὑπὸ δὲ τοὺς μυκτῆρας ἡ τῶν χειλῶν ἐστὶ φύσις τοῖς ἔχουσι τῶν ἐναίμων ὀδόντας. τοῖς γὰρ ὄρνισι, καθάπερ εἴπομεν, διὰ τὴν τροφὴν καὶ τὴν ἀλκὴν τὸ ῥύγχος ὀστῶδες ἐστίν· συνῆκται γὰρ είς ἓν ἀντʼ ὀδόντων καὶ χειλῶν, ὤσπερ ἄν εἴ τις ἀφελὼν ἀνθρώπου τὰ χείλη καὶ συμφύσας τοὺς ἅνωσθεν ὀδόντας χωρὶς καὶ τούς κάτωθεν προαγάγοι μῆκος ποιήσας ἀμφοτέρωθεν εἰς στενὸν· εἴη γὰρ ἂν τοῦτο ἤδῃ ῥύγχος ὀρνιθῶδες.
- 2.16.10.1
10 τοῖς μὲν σὖν ἄλίοις ζῴοις πρὸς σωτηρίαν τῶν ὀδόντων ἡ τῶν χειλῶν φύσις ἐστὶ καὶ πρὸς φυλακήν, διόπερ ὡς ἐκείνων μετέχουσι τοῦ ἀκριβηςς καὶ καλῶς ἢ τοὐναντίον, οὕτω καὶ τού διηρθρῶσθαι τοῦτο τὸ μόριον ἔχουσιν· οἱ δʼ ἄνθρωποι μαλακὰ καὶ σαρκύδη καὶ δυνάμενα χωρίζεσθαι, φυλακῆς θʼ ἕνεκα τῶν ὀδόντων ὤσπερ καὶ τὰ ἅλλα, καὶ μᾶλλον ἔτι διὰ τὸ εὖ· πρὸς γὰρ τὸ χρῆσθαι τῷ λόγῳ καὶ ταῦτα. ὥσπερ γὰρ τὴν γλῶτταν οὐχ ὁμοίαν τοῖς ἄλλοις ἐποίησεν ἡ φύσις, πρὸς ἐργασίας δύο καταχρησαμένη, καθάπερ εἴπομεν ποιεῖν αὐτὴν ἐπὶ πολλῶν, 660,a τὴν μὲν γλῶτταν τῶν τε χυμῶν ἕνεκεν καὶ τοῦ λόγου, τὰ δὲ χείλη τούτου θʼ ἓνεκεν καὶ τῆς τῶν ὀδόνφυλακῆς.
- 2.16.11.1
ὁ μὲν γὰρ λόγος ὁ διὰ τῆς φωνῆς ἐκ 11 τῶν γραμμάτων σύγκειται, τῆς δὲ γλύόττης μὴ τοιαύτης οὕσης μηδὲ τῶν χειλῶν ὑγρῶν οὐκ ἄν ἦν φθέγγεσθαι τὰ πλεῖστα τῶν γραμμάτων· τὰ μὲν γὰρ τῆς γλώττης εἰσὶ προσβολαί, τὰ δὲ συμβολαὶ τῶν χειλῶν. ποίας δὲ ταύτα καὶ πόσας καὶ τίνας ἔχει διαφοράς, δεῖ πυνθάνεσθαι παρὰ τῶν μετρικῶν.
- 2.16.12.1
ἀνάμκη 12 δʼ ἦν εὐθὺς ἀκολουθήσαι τούτων τῶν μορίων ἑκάτερον πρὸς τὴν εἰρημένην χρῆσιν εὐεργὰ καὶ τοιαύτην ἔχοντα τὴν φύσιν· διὸ σάρκινα. μαλακωτάτη δʼ ἡ σὰρξ ἡ τῶν ἀνθρύόπων ὑπὴρχεν. τοῦτο δὲ διὰ τὸ αἰσθητικὸτατον εἶναι τῶν ζῷόων τὴν διὰ τὴς ἁφῆς αἴσθησιν.
- 2.17.1.1
Ὑπὸ δὲ τὸν οὐρανὸν ἐν τῷ στόματι ἡ γλῶττα 17 τοῖς ζῴοις ἐστί, τοῖς μὲν πεζοῖς σχεδὸν ὁμοίως πἀσι, τοῖς δʼ ἄλλοις ἀνομοίως καὶ αὐτοῖς πρὸς αὐτὰ καὶ πρὸς τὰ πεζὰ τῶν ζῷόων.
- 2.17.2.1
ὁ μὲν οὖν ἅνθρωοπος ἀπονλελυμμένην 2 τε καὶ μαλακωτάτην ἔχει μάλιστα τὴν γλὼτταν καὶ πλατεῖαν, ὅπως πρὸς ἀμφοτέρας ᾖ τὰς ἐργασίας χρήσιμος, πρὸς τε τὴν τῶν χυμῶν αἱσθησιν (ὁ γὰρ ἄνθρωπος εὐαισθητότατος τῶν ἅλλων ζῴων, καὶ ἡ μαλακὴ γλῶττα· ἁπτικωτάτη γαρ, ἡ δὲ γεῦσις ἀρή τίς ἐστιν), καὶ πρὸς τὴν τῶν γραμμάτων διάρθρωσιν καὶ πρὸς τὸν λόγον ἡ μαλακὴ καὶ πλατεῖα χρήσιμος· συστέλλειν γὰρ καὶ προβάλλειν παντοδαπῆ τοιαύτη οὐσα καὶ ἀπολελυμένη μάλιστʼ ἄν δύναιτο. δηλοῖ δʼ ὅσοις μὴ λίαν ἀπολέλυται· ψελλίζονται γὰρ καὶ τραυλίζουσι, τούτο δʼ ἐστὶν ἔνδεια τῶν γραμμάτων.
- 2.17.3.1
3 ἔν τε τῷ πλατεῖαν εἶναι καὶ τὸ στενήν ἐστιν· ἐν γὰρ τῷ μεγάλῳ καὶ τὸ μικρόν, ἐν δὲ τῷ μικρῷ τὸ μέγα οὐκ ἔστιν. διὸ καὶ τῶν ὀρνίθων οἱ μάλιστα φθεγγόμενοι γρμματα πλατυγλωττὸτεροι τῶν ἄλλων εἰσίν. τὰ δʼ ἕναιμα καὶ ζφοτόκα τῶν τετραπόδων βραχεῖαν της ψώνῆς ἔχει διάρθρωσιν· σκληράν τε γὰρ καὶ οὐκ ἀπολελυμιένην ἔχουσι καὶ παχεῖαν τὴν γλύτταν.
- 2.17.4.1
4 τῶν δʼ ὀρνίθων ἔνιοι πολύφωνοι, καὶ πλατυτέραν οί γαμ ψωνυχοι ἔχουσιν. πολύφωνοι δʼ οἱ μικρτεροι. καὶ χρῶνται τῇ γλύττῃ καὶ πρὸς ἑρμηνείαν ἀλλήλοις πάντες μέν, ἕτεροι δὲ τῶν ἑτέρων μἀλλον, ὥστʼ ἐπʼ ἐνίων καὶ μάθησιν εἶναι δοκεῖν παρʼ ἀλλήλων· εἴρηται δὲ περὶ αὐτῶν ἐν ταῖς ἱστορίαις ταῖς περὶ τῶν ζφων.
- 2.17.5.1
5 τῶν δὲ πεζῶν καὶ ᾠοτόκων καὶ ἐναίμων πρὸς μὲν τὴν τῆς φωνῆς ἐργασίαν ἄχρηστον τὰ πολλὰ τὴν γλῶτταν ἔχει καὶ προσδεδεμένην καὶ σκληράν, πρὸς δὲ τὴν τῶν χυμῶν γεῦσιν οἵ τʼ ὄφεις καὶ οἱ σαύροι μακρὰν καὶ δικρόαν ἔχουσιν, οἱ μὲν ὄφεις οὕτως μακρὰν ὥστʼ ὲκτείνεσθαι ἐκ μικροῦ ἐπὶ πολύ, δικρόαν δὲ καὶ τὸ ἄκρον λεπτὸν καὶ τριχῶδες διὰ τὴν λιχνείαν τῆς φύσεως· διπλῆν γὰρ τὴν ἡδονὴν κτάται τῶν χυμῶν, ὥσπερ διπλῆν ἔχοντα τὴν τῆς γεύσεωος αἴσθησιν.
- 2.17.6.1
6 ἔχει δὲ καὶ τὰ μὴ ἔναιμα τῶν ζῴων τὸ αἰσθητικὸν τῶν χυμῶν μὸριον καὶ τὰ ἔναιμα πάντκ· καὶ γὰρ ὅσα μὴ δοκεῖ τοῖς πολλοῖς ἔχειν, οἷον ἔνιοι τῶν ἰχθύων, καὶ ούτοι τρὸπον τινὰ γλίσχρον ἔχουσι, καὶ σχεδὸν παραπλησίως τοῖς ποταμίοις κροκοδείλοις.
- 2.17.7.1
7 οὐ φαίνονται δʼ οἱ πλεῖστοι ἀητῶν ἔχειν διά τινʼ αἰτίαν εὔλογον· ἀκανθώόδης τε γάρ ἐστιν ὁ τόπος τού στόματος πἀσι τοῖς τοιούτοις, καὶ διὰ τὸ μικρὸν χρόνον εἶναι τὴν αἴσθησιν τοῖς ἐνύδροις τῶν χυμῶν, ὤσπερ καὶ ἡ χρῆσις αὐτῆς βραχεῖα, οὕτω βραχεῖαν ἔχουσιν αὐτῆς καὶ τὴν διάρθρωσιν. ταχεῖκ δʼ ἡ δίοδος είς τὴν κοιλίαν διἀ τὸ μὴ οἷόντ εἶναι διατρίβειν ἐκχυμίζοντας · παρεμπίπτοι γὰρ ἄν τὸ ὕδωρ. στʼ ἐὰν μὴ τις τὸ στόμα ἐπικλίνῃ, μὴ φαίνεσθαι ἀφεστηκὸς τοὺτο τὸ μόριον.
- 2.17.8.1
ἀκανθύόδης δʼ ἐστὶν οὗτος 8 ὁ τόπος· σύγκειται γὰρ ἐκ τῆς συμψαύσεωος τῶν βραγχίων, ὧν ἡ φύσις άκανθύδης ἐστίν. τοῖς δὲ κροκοδείλοις συμβάλλεταί τι πρὸς τὴν τού μορίου τούτου ἀναπηρίαν καὶ τὸ τὴν σιαγόνα τὴν κάτω ἀκίνητον ἔχειν. ἔστι μὶν γὰρ ἡ γλὧττα τῇ κάτω συμφυής, οἱ δʼ ἔχουσιν ὡσπερ ἀνάπαλιν τὴν ἄνω κάτω· τοῖς γὰρ ἁλίοις ἡ ἄνω ἀκίνητος. πρὸς μὲν οὖν τῇ ἄνω οὐκ ἔχουσι τὴν γλύτταν, ὅτι ἐναντίως ἄν ἔχοι πρὸς τὴν τῆς τροφῆς εῖσοδον, πρὸς δὲ τῇ κάτω, ὅτι ὧσπερ μετακειμένη ἡ ἅνωσ ἐστίν. ἔτι δὲ καὶ συμβέβηκεν αὑτῷ πεζῷ ὄντι ζῆν ἐχθύων βίον, ὥστε καὶ διὰ τοῦτο ἀναγκαῖον ἀδιάρθρωτον αὐτὸν ἔχειν τοῦτο τὸ μὸριον.
- 2.17.9.1
τὸν δʼ οὐρανὸν σαρκύδη πολλοὶ καὶ τῶν ἰχθύων 9 ἔχουσι, καὶ τῶν ποταμίων ἔνιοι σφὸδρα σαρκωόδη καὶ μαλακὸν, οἷον οἱ καλούμενοι κυπρῖνοε, ὥστε δοκεῖν τοῖς μὴ σκοποῦσιν ἀκριβὡς γλῶτταν ἔχειν ταύτην. οἱ δʼ ἰχθύες διὰ τὴν εἰρημένην αίτίαν ἔχουσι μὲν οὐ σαφῆ δʼ ἔχουσι τὴν διάρθρωσιν τῆς γλώττης. ἐπεὶ δὲ τῆς τροφῆς χέριν τῆς ἐν τοῖς χυμοῖς ἐστὶν ἡ αἴσθησις, τὸ μὲν γλωττοειδὲς ἔχει μόριον, οὐ πάντῃ δʼ ὁμοίως ἀλλὰ τῷ ἄκρῳ μάλιστα. διὰ τοῦτο τοῖς ἰχθύσι τοῦτʼ ἀφύρισται μόνον.
- 2.17.10.1
ἐπιθυμίαν δʼ ἔχει τροφῆς 10 τὰ ζῷα πάντα ὡς ἔχοντα αἱσθησιν τῆς ἡδονῆς τῆς γινομένης ἐκ τῆς τροφῆςʼ ἡ γὰρ ἐπιθυμία τού ἡδέος ἐστίν. ἀλλὰ τὸ μὸριον οὐχ ὅμοιον τούτο πἀσιν, ᾧ τὴν αἴσθησιν ποιοῦνται τῆς τροφῆς, ἀλλὰ τοῖς μὲν ἀπολελυμένον τοῖς δὲ προσπεφυκὸς, ὅσοις μηδὲν ἔργον ὑπάρχει φωνῆς, καὶ τοῖς μὲν σκληρὸν τοῖς δὲ μκλακὸν ἤ σαρκῶδες. διὸ καὶ τοῖς μαλακοστράκοις, οἷον καράέβοις καὶ τοῖς τοιούτοις, ἐντὸς ὑπάρχει τι τοῦ στὸματος τοιοῦτον,
- 2.17.11.1
11 καὶ τοῖς μαλακίοις, οἷον σηπίαις καὶ πολύποσιν. τῶν δʼ ἐντὸμων ζῷων ἔνια μὲν ἐντὸς ἔχει τὸ τοιοὺτον μὸριοον, οἷον τὸ τῶν μυρμήκων γένος, ὡσαύτως δὲ καὶ τῶν ὀστρακοδέρμων πολλα· τὰ δʼ ἐκτὸς, οἷον κέντρον, σομφὸν δὲ τὴν φύσιν καὶ κοῖλον, ὥσθ᾿ ἅμα τούτφ καὶ γεύεσθαι καὶ τὴν τροφὴν ἀνασπἀν. δῆλον δὲ τούτο ἐπί τε μυιῶν καὶ μελιττῶν καὶ πάντωον τῶν τοιούτων, ἔτι δʼ ἐπʼ ἐνίων τν ὀστρακοδέρμων· ταῖς γὰρ πορφύραις τοσαύτην ἔχει δύναμιν τούτο τὸ μὸριον ὥστε καὶ τῶν κογχυλίων διατρυπὧσι τὸ ὄστρακον, οἷον τῶν στρόμβων οἷς δελεάζουσιν αὐτάς. ἔτι δʼ οἱ τʼ οἱστροι καὶ οἱ μύωπες οἱ μὲν τὰ τῶν
- 2.17.12.1
12 ἀνθρύόπων οἱ δὲ καὶ τὰ τῶν ἅλλων ζῷόων δέρματα διαιρούσιν. ἐν μὲν σὖν τούτοις τοῖς ζῷύοις ἡ γλῶττα τοιαύτη τὴν φύσιν ἐστίν, ὥσπερ ἀντιστρόφως ἔχουσα τῷ μυκτῆρι τῷ τῶν ἐλεφάντων· καὶ γὰρ ἐκείνοις πρὸς βοήθειαν ὁ μυκτὴρ, καὶ τούτοις ἡ γλῶττα ἀντὶ κέντρου ἐστίν. ἐπὶ δὲ τῶν ἄλλων ζῴων ἡ γλῶττα πάντων ἐστὶν οἵανπερ εἴπομεν.
- 3.1.1.1
1 Ἐχόμενον δὲ τῶν εἰρημένων ἡ τῶν ὀδόντων ἐστὶ φύσις τοῖς ζῴοις, καὶ τὸ στόμα τὸ περιεχὸμενον ὑπὸ τούτων καὶ συνεστηκὸς ἐκ τούτων. τοῖς μὲν οὖν ἄλλοις ἡ τῶν ὀδόντων φύσις κοινὴ μὲν ἐπὶ τὴν τῆς τροφῆς ἐργασίαν ὑπάρχει, χωρὶς δὲ κατὰ γένη τοῖς μὲν ἀλκῆς χάριν, καὶ ταύτης διῃρημένης, ἐπί τε τὸ ποιεῖν καὶ τὸ μὴ πάσχεινʼ τὰ μὲν γὰρ ἀμφοῖν ἓνεκεν ἔχει, καὶ τού μὴ παθεῖν καὶ τοῦ ποιεῖν, οἷον ὅσα σαρκοφάγα τῶν ἀγρίων τὴν φύσιν ἐστίν, τὰ δὲ βοηθείας χάριν, ὥσπερ πολλὰ τῶν ἀγρίων καὶ τῶν ἡμέρων.
- 3.1.2.1
ὁ δʼ ἅνθρωπος πρὸς τε τὴν κοινὴν χρὴσιν καλῶς 2 ἔχει πεφυκότας, τοὺς μὲν προσθίους ὀξεῖς, ἵνα διαιρῶσι, τοὺς δὲ γομφίους πλατεῖς, ἵνα λεαίνωσιν. ὁρίζουσσι δ ἑκατέρους οἱ κυνόδοντες, μέσοι τὴν φύσιν ἀμφοτέρων ὄντες · τό τε γὰρ μέσον ἀμφοτέρων μετέχει τῶν ἄκρων, οἵ τε κυνόδοντες τῇ μὲν ὀξεῖς τῇ δὲ πλατεῖς εἰσίν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἅλλων ζῴων, ὅσα μὴ πάντας ἔχουσιν ὀξεῖς. μάλιστα δὲ καὶ τούτους τοιούτους καὶ τοσούτους πρὸς τὴν διάλεκτον· πολλἀ γὰρ πρὸς τὴν γένεσιν τῶν γραμμάτων οἱ πρὸσθιοι τῶν ὀδόντων συμβάλλονται.
- 3.1.3.1
ἔυια δὲ τῶν ζῷόων, ὥσπερ 3 είπομεν, τροφῆς χάριν ἔχει μόνον. ὅσα δὲ καὶ πρὸς βοήθειάν τε καὶ πρὸς ἀλκήν, τὰ μὲν χαυλιόδοντας ἔχει, καθάπερ ὗς, τὰ δʼ ὀξεῖς καὶ ἐπαλλάττοντας, ὅθεν καρχαρόδοντα καλεῖται. ἐπεὶ γὰρ ἐν τοῖς ὀδοῦσιν ἡ ἐσχὑς αὑτῶν, τοῦτο δὲ γίνοιτʼ ἄν διἀ τὴν ὀξύτητα, οί χρὴσιμοι πρὸς τὴν ἀλκὴν ἐνναλλὰξ ἐμπίπτουσιν, ὅπως μὴ ἀμβλύνωνται τριβόμενοι πρὸς ἀλλήλους
- 3.1.4.1
οὐδὲν δὲ τῶν ζῷων ἐστὶν ἅμα καρχαρὸδουν καὶ χαυλιόδουν,4 διὰ τὸ μηδὲν μάτην ποιεῖν τὴν φύσιν μηδὲ περίεργον· ἔστι δὲ τῶν μὲν διὰ πληγῆς ἡ βοήθεια, τῶν δὲ διὰ δήγματος. διόπερ αἱ θήλειαι τῶν ὑῶν δάκνουσιν· οὐ γὰρ ἔχουσι χαυλιόδοντας.
- 3.1.5.1
καθόλου δὲ 5 χρεὼν τι λαβεῖν, α καὶ ἐπὶ τούτων καὶ ἐπὶ πολλῶνν τῶν ὕστερον λεχθησομένων ἔσται χρήσιμον. τῶν τε γὰρ πρὸς ἀλκήν τε καὶ βοήθειαν ὀργανικῶν μορίων ἓκαστα ἀποδίδωσιν ἡ φύσις τοῖς δυναμένοις χρῆσθαι μόνοις ἦ μάλλον, μάλιστα δὲ τᾧ μάλιστα, οἷον κέντρον, πλ ῆκτρον, κέρατα, χαυλιόδοντας καὶ εἴ τι τοιἕτερον. ἐπεὶ δὲ τὸ ἄρρεν ίσχυρότερον καὶ θυμικωτερον, τὰ μὲν μόνα τὰ δὲ μἅλλον ἔχει τὰ τοιαῦτα τῶν μορίων. ὅσα μὲν γὰρ ἀναγκαῖον καὶ τοῖς θήλεσιν ἔχειν, οἷον τὰ πρὸς τὴν τροφήν, ἔχουσι μὲν ἧττον δʼ ἓχουσιν, ὅσα δὲ πρὸς μηδὲν τῶν ἀναγκαίων, οὐκ ἔχουσιν.
- 3.1.6.1
6 καὶ διὰ τούτο τῶν ἐλάφων οἱ μὶν ἄρρενες ἔχουσι κέρατκ, αἱ δὲ θήλειαι οὐκ ἔχουσιν. διαφέρει δὲ καὶ τὰ κέρατα τῶν θηλειῶν βοῶν καὶ τῶν ταύρων· ὁμοίως δὲ καὶ ἐν τοῖς προβάτοις. καὶ πλῆκτρα τῶν ἀρρένων ἐχόντων αἱ πολλαὶ τῶν θηλειῶν οὐκ ἔχουσιν.
- 3.1.7.1
7 ώς δʼ αὕτως ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἅλλων τῶν τοιούτων. σἱ δʼ ἐχθύες πάντες εἰσὶ καρχαρόδοντες, πλὴν τού ἑνὸς τού καλουμένου σκάρου· πολλοὶ δʼ ἔχουσι καὶ ἐν ταῖς γλύότταις ὀδόντας καὶ ἐν τοῖς οὐρανοῖς. τούτου δʼ σἴτίον ὅτι ἀναγκαῖον ἐν ὑγροῖς οὐσί παρτὸ ὑγρὸν ἅμα τῇ τροφξ, καὶ τούτο ταχέως ἐκπέμπειν. οὐ γὰρ ἐνδέχεται λεαίνοντας διατρίβεινʼ εἰσρέοι γὰρ ἄν τὸ ὑγρὸν είς τὰς κοιλίας. διὰ τοῦτο πάντες εἰσὶν ὀξεῖς πρὸς τὴν διαίρεσιν. πάλιν καὶ πολλοὶ καὶ πολλαχῃ, ἵνα ἀντὶ τοῦ λεαίνειν εἰς πολλἀ κερματίζωσι τῷ πλήθει. γαμέψοὶ δὲ διὰ τὸ τὴν ἀλκὴν σχεδὸν ἅπασαν αὐτοῖς διὰ τούτων εἶναι.
- 3.1.8.1
8 Eὅχει δὲ καὶ τὴν τοῦ στόματος φύσιν τὰ ζῷα τούτων τε τῶν ἔργων ἕνεκα καὶ ἔτι τῆς ἀναπνοῆς, ὅσα ἀναπνεῖ τῶν ζώων καὶ καταψύχεται θύραθεν. ἡ γὰρ φύσις αὐτὴ καθʼ αὐτὴν, ὤσπερ εἴπομεν, τοῖς κοινοῖς πάέντων μορίοις είς πολλὰ τῶν ἰδίων καταχρῆται, οἷον καὶ ἐπὶ τού στόματος ἢ μὲν τροφὴ πάντων κοινόν, ἡ δʼ ἀλκὴ τινῶν ἰδίον καὶ ὁ λόγος ἑτέρων, ἔτι δὲ τὸ ἀναπνεῖν οὐ πάντων κοινὸν.
- 3.1.9.1
ἡ δὲ φύσις ἅπσυνήγαγεν 9 εἰς ἕν, ποιούσα διαφορὰν αὐτού τοῦ μορίου πρὸς τὰς τῆς ἐργασίας διαφοράς. διὸ τὰ μέν ἐστι συστομώτερα, τὰ δὲ μεγαλὸστομα. ὅσα μὲν γὰρ τροφῆς καὶ ἀναπνοῆς καὶ λόγου χάριν, συστομώτερα, τῶν δὲ βοηθείας χάριν τὰ μὲν καρχαρὸδοντα πάντα ἀνερρωγότα. οὕσης γὰρ αὐτοῖς τὴς ἀλκῆς ἐν τοῖς δήγμασι χρήσιμον τὸ μεγάλην εἶναι τὴν ἀνάπτυξιν τού στὸματος· πλείοσι γὰρ καὶ κατὰ μεῖξον δήξεται, ὅσονπερ ἄν ἐπὶ τὸ πλέον ἀνερρώγῃ τὸ στόμα. ἔχουσι δὲ καὶ τῶν ἰχθύων οἱ δηκτικοὶ καὶ σαρκοφάγοι τοιοῦτον στόμα, οἱ δὲ gὴ σαρκοφάγοι μύουρον · τοιοὺτον γὰρ αὐτοῖς χρήσιμον, ἐκεῖνο δὲ ἂχρηστον.
- 3.1.10.1
τοῖς δʼ 10 ὄρνισίν ἐστι τὸ καλούμενον ῥύγχος στόμα· τοῦτο γὰρ ἀντὶ χειλῶν καὶ ὀδόντων ἔχουσιν. διαφέρει δὲ τοῦτο κατὰ τὰς χρήσεις καὶ τὰς βοηθείας. τὰ μὲν γὰρ γαμψὸνυχα καλούμενα διὰ τὸ σαρκοφαγεῖν καὶ μηδενὶ τρέφεσθαι καρπῷ γαμμ ψὸν ἔχει τὸ ῥύγχος ἅπαντα· χρήσιμον γὰρ πρὸς τὸ κρατεῖν καὶ βιαστικύότερον τοιούτο πεφυκὸς.
- 3.1.11.1
ἥ δʼ ἀλκὴ ἐν τούτῳ τε καὶ τοῖς 11 ὄνυξι· διὸ καὶ τοὺς ὄνυχας γαμ ψοτέρους ἔχουσιν. τῶν δʼ ἄλλων ἑκάστῳ πρὸς τὸν βίον χρήσιμόν ἐστι τὸ ῥύγχος, οἷον τοῖς μὲν δρυοκόποις ίσχυρὸν καὶ σκληρόν, καὶ κὸραξι καὶ κορακύδεσι, τοῖς δὲ μικροῖς γλαφυρὸν πρὸς τὰς συλλογὰς τῶν καρπῶν καὶ τὰς λήψεις τῶν ζφδαρίων.
- 3.1.12.1
ὅσα δὲ ποηφάγα καὶ ὅσα παρʼ 12 ἓλη ζῇ, καθάπερ τὰ πλωτὰ καὶ στεγανὸποδα , τὰ μὲν ἄλλον τρόπον χρήσιμον ἔχει τὸ ῥύγχος, τὰ δὲ πλατύρυγχα αὐτῶν ἐστίν· τοιούτῳ γὰρ ὄντι ῥᾳδίως δύνατʼ ὀρύσσειν, ὥσπερ καὶ τῶν τετραπόδων τὸ τῆς ὑός· καὶ γὰρ αὕτη ῥιζοφάγος. ἔτι δʼ ἕχουσι καὶ τὰ ῥιζοφάγα τῶν ὀρνέων καὶ τῶν ὁμοιοβίων ἔνια τὰ ἄκρα τού ῥύγχους κεχαραγμένα· ποηφάγοις γὰρ τούτοις οὺσι ποιεῖ ῥᾳδίως.
- 3.1.13.1
13 Περὶ μὲν σὖν τῶν ἄλλων μορίων τῶν ἐν τῇ κεφαλ ῇ σχεδὸν εἴρηται, τῶν δʼ ἀνθρύπων καλεῖται τὸ μεταξύ της κεφαλῆς καὶ τοῦ αὐχένος πρὸσωπον, ἀπὸ τῆς πράξεως αὐτῆς ὀνομασθέν, ὡὸς ἔοικεν· διὰ γὰρ τὸ μόνον ὀρθὸν εἶναι τῶν ζῴων μόνον πρόσωσθεν ὄπωπε καὶ τὴν φωνὴν είς τὸ πρόσω διαπέμπει.
- 3.2.1.1
2 Περὶ δὲ κεράτων λεκτέον· καὶ γὰρ ταύτα πέφυκε τοῖς ἔχουσιν ἐν τῇ κεφαλῇ. ἔχει δʼ οὐδὲν μὴ ζῳοτόκον. καθʼ ὁμιοιὸτητα δὲ καὶ μεταφορὰν λέγεται καὶ ἑτέρων τινὧν κέρατα· ἀλλ’ οὐδενὶ οὐτῶν τὸ ἔργον τοῦ κέρατος ὑπάέρχει. βοηθείας γὰρ καὶ ἀλκῆς χάέρι, ἔχουσι τὰ ζῳοτόκα, ὂ τῶν ὄλλων τῶν λεγομένων ἔχειν κέρας οὐδενὶ συμβέβηκεν· οὐδὲν γὰρ χρῆται τοῖς κέρασιν οὔτʼ ἀμυνὸμενον οὕτε πρὸς τὸ κρατεῖν, ἅπερ ἰσχύος ἐστὶν ἔργα.
- 3.2.2.1
2 ὅσα μὲν οὖν πολυσχιδῆ τῶν ζῴων, οὐδὲν ἔχει κέρας. τούτου δʼ αἱττιον ὅτι τὸ μὲν κέρας βοηθείας σἴτίον ἐστε, τοῖς δὲ πολυσχιδέσιν ὑπάρχουσιν ἕτεραι βοήθειαι· δέδωκε γὰρ ἡ φύσις τοῖς μὲν ὄνυχας, τοῖς δʼ ὀδόντας μαχητικούς, τοῖς δʼ ἄλλο τι μόριον ίκανὸν ἀμύνειν.
- 3.2.3.1
3 τῶν δὲ διχαλῶν τὰ μὲν πολλὰ κέρατα ἔχει πρὸς ἀλκὴν, καὶ τῶν μωνύχων ἔνια, τὰ δὲ καὶ πρὸς βοήθειαν. ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος, καθάπερ τοῖς ἵπποις βεβοήθηκεν, ἤ μέγεθος, ὥσπερ ταῖς καμήλοις· καὶ γὰρ μεγέθοας ὺπερβολὴ τὴν ἀπὸ τῶν ἄλλων ζῴων φθορὰν ίκανὴ κωλύειν, ὅπερ συμβέπηκε ταῖς καμήλοις, ἔτι δὲ μάλλον τοῖς ἐλέφοασιν. τὰ δὲ χαυλιόδοντα, ὥσπερ καὶ τὸ τῶν ὑῶν γένος, διχαλὸν.
- 3.2.4.1
4 ὅσοις δʼ ἄχρηστος πέφυκεν ἡ τῶν κεράτων ἐξοχή, τούτοις προστέθεικεν ἑτέραν βοήθειαν ἡ φύσις, οἷον ταῖς μὲν ἐλάφοις τάέχος (τὸ γὰρ μέγεθος αὐτῶν καὶ τὸ πολυσχιδὲς μᾶλλον βλάπτει ἤ ὠφελεῖ), καὶ βουβάλοις δὲ καὶ δορκάσι (πρὸς ἔνια μὲν γὰρ ἀνθιστάμενα τοῖς κέρασιν ἀμύνονταε, τὰ δὲ θηριύόδη καὶ μέχμα ἀποφεύγουσι), τοῖς δὲ βονάσοις (καὶ γὰρ τούτοις γαμήψὰ τὰ κέρατα πέφυκε πρὸς ἄλληλα) τὴν τού περιττἀδματος ἄφεσιν· τούτῳ γὰρ ἀμύνεται φοβηθέντα· καὶ ταύτῃ δὲ τῇ προέσει διασωζεται ἕτερα. ἅμα δʼ ίκανὰς καὶ πλείους βοηθείας οὐ δέὅωκεν ἡ ψύσις τοῖς αὑτοῖς· ἔστι δὲ τὰ πλεῖστα τῶν κερατοφόρων διχαλά, λέγεται δὲ καὶ μύνυχον, ὅν καλοῦσιν Ἰνδικὸν ὄνον.
- 3.2.5.1
τὰ μὲν οὖν πλεῖστα, καθάπερ καὶ τὸ 5 σὤμα διῄρηται τῶν ζῴων οἷς ποιεῖται τὴν κίνησιν, δεξιὸν καὶ ἀριστερὸν, καὶ κέρατα δύο πέφυκεν ἔχειν διὰ τὴν αίτίαν ταύτην· ἔστι δὲ καὶ μονοκέρατα, οἷον ὅ τʼ ὄρυξ καὶ ὁ Ἰνδικὸς καλούμενος ὄνος. ἔστι δʼ ὁ μὲν ὄρυξ διχαλόν, ὁ δʼ ὄνος μώνυχον. ἔχει δὲ τὰ μονοκέρατα τὸ κέρας ἐν τῷ μέσῳ της κεφαλῆς· οὕτω γὰρ ἑκάτερον τῶν μερῶν μάλιστʼ ἄν ἔχοι κέρας ἕν· τὸ γὰρ μέσον ὁμοίωος κοινὸν ἀμφοτέρων τῶν ἐσχάτων.
- 3.2.6.1
εὐλόγωος δʼ θν δόξειε μονόκερων εἶναι τὸ μύνυχον 6 τοῦ διχαλοῦ μάλλον· ὁπλὴ γὰρ καὶ χηλὴ τὴν αὐτὴν ἔχει κέρατι φύσιν, ὥσ’ ἅμα καὶ τοῖς αὐτοῖς ἡ σχέσις γίνεται τῶν ὁπλῶν καὶ τῶν κεράτων. ἔτι δʼ ἡ σχίσις καὶ τὸ διχαλὸν κατʼ ἔλλειψιν τὴς φύσεος ἐστιν, ὥστʼ εὐλόγως τοῖς μωνύχοις ἐν ταῖς ὁπλαῖς δοῦσα τὴν ὑπεροχὴν ἡ φύσις ἅνωσθεν ἀφεῖλε καὶ μονόκερων ἐποίησεν.
- 3.2.7.1
ὀρθῶς δὲ καὶ τὸ ἐπὶ τῆς κεφαλῆς ποιῆσαι τὴν τῶν κεράτων φύσιν, ἀλλα μὴ καθάπερ ὁ Αἰσύπου Μῶμος διαμέμφεται τὸν ταύρον ὅτι οὑκ ἐπὶ τοῖς ὤμοις ἔχει τὰ κέρατα, ὅθεν τὰς πληγὰς ἐποιεῖτʼ ἂν ἰσχυροτάτας, ἀλλʼ ἐπὶ τοῦ ἀσθενεστάτου μέρους τῆς κεφαλῆς. οὐ γὰρ ὀξύ βλέπων ὁ Μῶμος ταῦτʼ ἐπετίμησεν. ὥσπερ γὰρ καὶ εἰ ἑτέρωθί που τού σώματος κέρατα ἐπεφύκει, βάρος ἂν παρεῖχεν ἄλλως οὐδὲν ὄντα χρήσιμα κἄν ἐμπόδια τῶν ἔργων πολλοῖς ἦν, οὕτω καὶ ἐπὶ τῶν ὤμων πεφυκότα. οὐ γὰρ μόνον χρὴ σκοπεῖν πόθεν ἰσχυρὸτεραι σἱ πληγαί, ἀλλὰ καὶ πόθεν πορρώτεραι· ὥστʼ ἐπεὶ χεῖρας μὲν οὐκ ἔχουσιν, ἐπὶ δὲ τῶν ποδῶν ἀδύνατον, ἐν δὲ τοῖς γὸνασιν ὄντα τὴν κάμψιν ἐκήὸλυεν ἂν, ἀναγκαῖον ὥσπερ νῦν ἔχουσιν, ἐπὶ τῆς κεφαλῆς ἔχειν.
- 3.2.8.1
8 ἅμα δὲ καὶ πρὸς τὰς ἄλλας κινήσεις τοῦ σώματος ἀνεμπὸδιστα πέφυκεν οὕτω μιάλιστα- ἔστι δὲ τὰ κέρατα διʼ ὅλου στερεὰ τοῖς ἐλάφοις μόνοις, καὶ ἀποβάλλει μόνον, ἕνεκεν μὲν ὠφελείας κουφιζόμενον, ἐξ ἀνάγκης δὲ διὰ τὸ βάρος. τῶν δʼ ἄλλων τὰ κέρατα μέχρι τινὸς κοῖλα , τὰ δʼ ἄκρα στερεὰ διὰ τὸ πρὸς τὰς πληγἀς τοῦτʼ εἶναι χρήσιμον. ὅπως δὲ μηδὲ τὸ κοῖλον ἀσθενὲς ᾖ, οὐ πέφυκεν ἐκ τοῦ δέρματος, ἐν τούτῳ δʼ ἐνἡρμοσται στερεὸν ἐκ τῶν ὀστῶν· οὕτω γὰρ καὶ τὰ κέρατα ἔχοντα πρὸς ἀλκήν τε χρησιμύτατʼ εἶναι καὶ πρὸς τὸν ἄλλον βίον ἀνοχλὸτατα.
- 3.2.9.1
9 τίνος μὲν οὗν ἕνεκεν ἡ τῶν κεράτων φύσις, είρηται, καὶ διἀ τίνʼ αἰτίαν τὰ μὲν ἔχουσι τοιαύτα τὰ δʼ οὐκ ἔχουσιν· πῶς δὲ τῆς ἀναγκαίας φύσεως ἐχούσης τοῖς ὑπάρχουσιν ἐξ ἀνάγκης ἡ κατὰ τὸν λόγον φύσις ἕνεκά του κατακέχρηται, λέγωμεν. πρῶτον μὲν σὗν τὸ σωμιατὧδες καὶ γεῶδες πλεῖον ὑπάρχει τοῖς μείζοσι τῶν ζῴων, κερατοφόρον δὲ μικρὸν πάμπαν οὐδὲν ἴσμεν· ἐλάχιστον γάρ ἐστι τῶν γνωριζομένων δορκάς.
- 3.2.10.1
10 δεῖ δὲ τὴν φύσιν θεωρεῖν εἰς τὰ πολλὰ βλέποντα· ἢ γὰρ ἐν τῷ παντὶ ἢ ὡς ἐπὶ τὸ πολὺ τὸ κατὰ φύσιν ἐστίν. τὸ δʼ ὸστῶδες ἐν τοῖς σώὸμασι τῶν ζῴων γεῶδες ὑπάρχει· διὸ καὶ πλεῖστον ἐν τοῖς μεγίστοις ὡς ἐπὶ τὸ πολύ βλέψαντας εἰπεῖν.
← Previous · Next → — showing 101–200 of 466
First Thousand Years of Greek. CTS URN tlg0086.tlg030.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.