De antidotis
- 1.16.19
Δραχμαὶ, σμύρνης δ' αὖ καὶ στοιχάδος, ἠδὲ πρασίου,
- 1.16.20
Κόστου, δικτάμνου τε δραχμὰς στ΄. ἔμβαλ' ἑκάστου,
- 1.16.21
Καὶ μὴν καὶ πεπέρεως μακροῦ, ἑτέρην δ' ἐπὶ τῇδε,
- 1.16.22
Ἀργεννὴν, ῥῆόν τε ἴσον, ξανθοῖό τε χάλτην.
- 1.16.23
Κωρυκίου τε κρόκου, καὶ ῥίζαν πενταπετήλου,
- 1.16.24
Καὶ δέ νυ, καὶ καλάμην, ἶσα σχοίνου τ' εὐώδους.
- 1.16.25
Τερμίνθου δ' ἀπὸ ῥητίνην, νάρδοιό τε ῥίζαν
- 1.16.26
Ἰνδῆς, καὶ κασίης σῦριγξ, λιβάνοιό τ' ἀμήτου
- 1.16.27
Χόνδροι, σπέρμα τε λεπτὸν ἐν οὔρεσιν ἀλδήσκοντος,
- 1.16.28
Πετροσελίνου μίσγε δραχμὰς στ΄. σταθμὸν ἰσάζων.
- 1.16.29
Διπλάσιον δ' ἔστω σκορδίου, γογγυλίδος τε
- 1.16.30
Σπέρματος ἀγροτέρης, ἴριδός τε, ῥόδων τε πέτηλα
- 1.16.31
Ξηρὰ, καὶ ἀγαρικὸν, ῥίζης ἐπὶ τοῖσι γλυκείης
- 1.16.32
Χυλὸς, καὶ βαλσάμου ὀπὸς, καὶ κινναμώμου,
- 1.16.33
Καὶ δριμὺ ζιγγίβερι δραχμὰς β΄. μάγματος ἔστω
- 1.16.34
Δὶς τόσον ἡδυχρόου, πεπέρεως τε μέλανος, καὶ αὐτοὶ
- 1.16.35
Ἀρτίσκοι θηρίων ἶσοι, μήκωνος ὀποῖο
- 1.16.36
Σταθμῷ, δὶς δέ τι τόσσον ἐν ἀρτίσκοις βάρος εἴη,
- 1.16.37
Πικρῆς ἐκ σκίλλης μέλιτος δ' ἐπὶ πᾶσι χέασθαι.
- 1.16.38
Ἡδυχρόου δέ τι μάγμα, μάρου μὲν ἔχει δύο δραχμάς.
- 1.16.39
Ἴσας δ' αὖτ' ἀσάρου, καὶ ἀμαράκου, ἀσπαλάθου τε,
- 1.16.40
Καὶ σχοίνου καλάμου τ' εὐώδεος, ἐκ πόντου τε
- 1.16.41
Φοῦ, ξυλοβαλσάμου τ' ὀποβαλσάμου τε δραχμὰς τρεῖς.
- 1.16.42
Καὶ κιναμώμου εἰσὶν ἴσαι, καὶ κόστου ἐπ' αὐτῷ.
- 1.16.43
Σμύρνης δ' ἓξ δραχμὰς καὶ φύλλα μαλαβάθροιο,
- 1.16.44
Ἴσον δ' αὖτ' Ἰνδῆς νάρδου, ξανθοῦ τε κρόκοιο.
- 1.16.45
Καὶ μὴν καὶ κασίης ἶσαι, διπλαῖ δέ τ' ἀμώμου.
- 1.16.46
Αοιπὴ δ' ἐκ κραναῆς Χίου δραχμῆς βάρος εἴη
- 1.16.47
Μαστίχη, οἴνῳ δ' αὖ Φαλερίνῳ φυράσασθαι.
- 1.16.48
ὑπόλοιπον εἶναί μοι δοκεῖ πρὸς τὸ συμπεπληρῶσθαι τὴν περὶ τῆς θηριακῆς ἅπασαν διδασκαλίαν, ἐν οἷς ὁ Κρίτων ἤτοι διεφώνησε πρός τι τῶν πρόσθεν γεγραμμένων, ἢ προσέθηκέ τι τῶν παραλελειμμένων ὑπογράφειν.
- 1.17.1
[Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων περὶ τῆς θηριακῆς, ἐν τῷ γ΄. τῶν φαρμακιτίδων βίβλων.] Ἐν μὲν τῇ συμμετρίᾳ τῶν φαρμάκων, βάλλει καὶ αὐτὸς δραχ. κδ΄. τοῦ μέλανος πεπέρεως, ὥσπερ τοῦ μακροῦ δραχ. στ΄. βάλλει δὲ καὶ χαλκίτεως κεκαυμένης δραχ. δ΄. καὶ μέλιτος Ἀττικοῦ λίτρας ι΄. τὰ δὲ θηρία, περὶ τὰ τελευταῖα τοῦ ἔαρος κατὰ τὸ θέρος, ἢ τῷ τρυγητῷ κελεύει συλλέγειν εὐλαβούμενος δηλονότι τό τε τοῦ θέρους, μετὰ τὰ πρῶτα σύμπαντος, ἄχρι κυνὸς ἐπιτολῆς, καὶ τὸ μετὰ τοῦτο, ὃ καλοῦσί τινες ἰδίως ὀπώρας καιρὸν, ἡνίκα καὶ τοῖς ἀνθρώποις τὸ χολῶδες πλεῖστον ὑποτρέφεται. κατὰ δὲ τὸν τρυγητὸν, ὅπερ ἐστὶ τὸ μέσον τοῦ φθινοπώρου, συλλέγειν ἀξιοῖ καὶ συλλαμβάνειν ἐξ αὐτῶν τὰ μεγάλα καὶ εὔτροφα, καὶ ἕψειν μετὰ ἀνήθου μόνου. τὸ δὲ τῆς σαρκὸς αὐτῶν ἐκ δέκα θηρίων ἀθροισθὲν, μιγνύειν ἀξιοῖ σιλιγνίτου ἄρτου μίαν οὐγγίαν, καὶ οὕτως ἀναπλάττειν τοὺς καλουμένους ἀρτίσκους θηριακούς. τοὺς δὲ σκιλλητικοὺς τόνδε τὸν τρόπον σκευάζειν κελεύει. λαμβάνειν σκίλλας ἐν τῷ πυραμητῷ, τηνικαῦτα γὰρ εἶναι μάλιστα ἀκμαίαν. εὔδηλον δ' ὅτι πυραμητὸν κέκληκε τὸν χρόνον, ἐν ᾧ τοὺς πυροὺς ἀμῶσιν, ὀπτῆσαι δ' αὐτὰς ἀποχρώντως ἐν ἴπνῳ κελεύει, περιπλασθείσας γύψῳ ἢ πηλῷ ἐγκρύπτειν πυρὶ, μέχρις ἂν αὐτάρκως ὀπτηθῶσι, εἶτα ἀνελομένους λαμβάνειν αὐτῶν τὸ ἐγκάρδιον, οὕτως γὰρ αὐτὸς ὠνόμασε, καὶ λεαίνειν τε μιγνύντας ὀρόβου μέρος ἓν τῷ διπλασίῳ τῆς σκίλλης, ἀναπλάσσειν τε μετὰ ταῦτα τροχίσκους, καὶ ψύχειν ἐν σκιᾷ. περὶ δὲ τῶν ἐν ὅλμῳ κοπτομένων φαρμάκων ἐπιμελῶς ἔγραψε, περιδεδέσθαι κελεύων δέρμα περὶ τὸν ὅλμον ἀσφαλῶς, κατὰ τὴν μεσότητα διατετρημένον τοσοῦτον, ὡς δύνασθαι μὴ μόνον τὸ κόπτον ἔλασμα διὰ τῆς ἐκτρήσεως καθίεσθαι, ἀλλὰ καὶ μετὰ τὸ ἀρθῆναι τὸ ἔλασμα, τὴν χεῖρα μετὰ τοῦ μύακος, ὥστε αἴρειν δι' αὐτοῦ τὸ κεκομμένον, καὶ ὀφεῖλον σήθεσθαι. δεήσει δὲ, φησὶ, καὶ ἄλλο δέρμα εἶναι, τὴν ἔκτρησιν ἔχον μικροτέραν, ὡς δι' αὐτῆς μόνον τὸ ἔλασμα καθίεσθαι πρὸς τὸ κόπτειν τὰ ἐν τῷ ὅλμῳ, καὶ τοῦτο ἐπιβεβλῆσθαι τῷ προτέρῳ ἄνωθεν. καὶ μὴ εὐθέως ἀποκαλύπτειν αὐτὰ, πρὶν ἢ τὸ χνοῶδες καταστῆναι. κατὰ ταὐτὰ δὲ καὶ διαττώντων ἡμῶν διὰ τοῦ κοσκίνου κεκαλύφθαι κελεύει τὸ διαττώμενον ἄνωθεν, ὅταν τε καταστῇ ἡ κίνησις, τότε ἀνοίγεσθαι, κᾄπειτα αἰρόμενον τὸν κόσκινον ἀπομάττεσθαι πτεροῖς.
- 2.1.1
[Περὶ τῶν Μιθριδατείων τε καὶ ἄλλων τινῶν Ἀνδρομάχου ἀντιδότων.] Ὁ περὶ τῆς θηριακῆς λόγος εἰς ὅλον βιβλίον ἐκταθεὶς, σύντομον ἐργάζεται τὸν περὶ ἄλλων ἀντιδότων λόγον, ἃς ἐν τῷδε τῷ γράμματι πρόκειταί μοι διελθεῖν, ἀπὸ τῆς Μιθριδατείου καλουμένης ἀρξαμένῳ, πρὸς μὲν τὰ πλεῖστα τῶν δηλητηρίων φαρμάκων δραστικωτέρας ὑπαρχούσης, ἀπολειπομένης δὲ ἐν τῇ τῶν ὑπ᾿ ἐχίδνης δηχθέντων ἰάσει τῆς θηριακῆς ὀνομαζομένης. ἐπεὶ δὲ καὶ ταύτην καὶ σχεδὸν ἁπάσας τὰς ἀρίστας ἔγραψεν ἐφεξῆς ὁ Ἀνδρόμαχος ἐν τῇ τῶν ἐντὸς φαρμάκων διδασκαλίᾳ, διὰ τοῦτο κᾀγὼ πάσας αὐτὰς, ὡς ἐκεῖνος ἔγραψεν, ἐφεξῆς παραθήσομαι.
- 2.1.2
[Ἀνδρομάχου ἀντίδοτοι.] Ἀντίδοτος Μιθριδάτειος, πρὸς τὰ θανάσιμα ἰδίως ποιοῦσα, καὶ πρὸς τὰ ἐντὸς πάθη πάντα. ♃ Γλυκυῤῥίζης δραχ. ζ΄ S". καὶ τετρώβολον, ὀπίου δραχ. δ΄. ὀβολοὺς β΄. καστορίου δραχ. στ΄. πολίου δραχ. ε΄. ὀβολοὺς β΄. κόστου δραχ. ε΄. καὶ ὀβολοὺς β΄. ναρδοστάχυος δραχ. στ΄. ὀβολοὺς β΄. κασίας δραχ. ε΄. ὀβολοὺς β΄. λιβάνου δραχ. στ΄. σεσέλεως δραχ. ε΄. ὀβολοὺς β΄. ὑποκυστίδος χυλοῦ δραχ. στ΄. ἀκόρου δραχ. β΄. σκορδίου δραχ. στ΄. ὀβολοὺς β΄. φύλλου δραχ. δ΄. γάλλου δραχ. ε΄. τριώβολον. οἱ δὲ δραχ. στ΄. κύφεως δραχ. στ΄. ὀβολοὺς β΄. σμύρνης δραχ. στ΄. κρόκου δραχ. ζ΄. ὀβολοὺς β΄. κινναμώμου δραχ. ζ΄. ὀβολοὺς β΄. στύρακος δραχ. ε΄. ὀβολοὺς δ΄. δαύκου σπέρματος δραχ. στ΄. τριώβολον, ζιγγιβέρεως δραχ. ζ΄. ὀβολοὺς β΄. φοῦ Ποντικοῦ δραχ. β΄. πετροσελίνου δραχ. δ΄. ὀβολοὺς γ΄. νάρδου Κελτικῆς δραχ. δ΄. μαράθρου σπέρματος δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. ὑπερικοῦ δραχ. β΄. ἀκακίας δραχ. β΄. Γεντιανῆς δραχ. δ΄. οἱ δὲ δραχ. β΄. ἀνίσου δραχ. γ΄. θλάσπεως δραχ. στ΄. ὀβολοὺς δ΄. μήου ἀθαμαντικοῦ δραχ. δ΄. οἱ δὲ δραχ. β΄. ῥόδων ξηρῶν δραχ. δ΄. κόμμεως δραχ. β΄. καρδαμώμου δραχ. δ΄. οἱ δὲ δραχ. β΄. σχοίνου δραχ. στ΄. ὀβολοὺς β΄. ὀποπάνακος δραχ. στ΄. ὀβολοὺς β΄. ὀποβαλσάμου δραχ. στ΄. ὀβολοὺς δ΄. χαλβάνης δραχ. ζ΄. σκίγκου δραχ. β΄. ὀβολοὺς β΄. τερμινθίνης δραχ. στ΄. ὀβολοὺς β΄. οἴνου Χίου τὸ ἱκανὸν, μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν.
- 2.1.3
[Ἄλλως ἡ Μιθριδάτειος ὡς Ἀντίπατρος καὶ Κλεόφαντος.] ♃ Σμύρνης δραχ. ζ΄ S". ὀβολοὺς δ΄. οἱ δὲ γ΄. νάρδου ἶσον, κρόκου δραχ. ζ΄. ὀβολοὺς γ΄. ὀπίου δραχ. δ΄. ὀβολοὺς β΄ S". στύρακος δραχ. ε΄. καστορίου δραχ. στ΄. ὀβολὸν ἕνα, κινναμώμου δραχ. ζ΄. ὀβολοὺς γ΄. πολίου δραχ. στ΄. ὀβολοὺς γ΄. σκορδίου δραχ. ζ΄. ὀβολοὺς γ΄. ζιγγιβέρεως τὸ ἶσον, κόστου δραχ. στ΄. ὀβολοὺς γ΄. πεπέρεως λευκοῦ δραχ. ε΄. ὀβολοὺς β΄. πεπέρεως μακροῦ δραχ. στ΄. ὀβολοὺς γ΄. σεσέλεως δραχ. ε΄. ὀβολοὺς β΄. ἀβροτόνου δραχ. ε΄. ὀβολοὺς β΄. πετροσελίνου δραχ. ιδ΄. δαύκου σπέρματος δραχ. στ΄. ὀβολοὺς γ΄. κασσίας δραχ. ε΄. ὀβολοὺς γ΄. λιβάνου δραχ. στ΄. ὀβολοὺς β΄. ὑποκυστίδος χυλοῦ δραχ. στ΄. ὀβολὸν α΄ S". νάρδου Κελτικῆς δραχ. δ΄. μαράθρου σπέρματος δραχ. δ΄. μαλαβάθρου φύλλων δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. ἀκόρου, φοῦ Ποντικοῦ, σαγαπηνοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, Ἰλλυρίδος, ἀνὰ δραχ. β΄. μίλτου Λημνίου δραχ. στ΄. κύφεως, σκίγκου ὀσφύος, ἀνὰ δραχ. στ΄. ἀκακίας, κόμμεως, καρδαμώμου, πελεκίνου, ἀνὰ δραχ. β΄. θλάσπεως δραχ. στ΄. ὀβολοὺς δ΄. Γεντιανῆς δραχ. δ΄. οἱ δὲ γ΄. ἀνίσου δραχ. γ΄. ῥόδων ξηρῶν δραχ. δ΄. μήου ἀθαμαντικοῦ ἶσον, σχοίνου δραχ. στ΄. ὀβολοὺς γ΄. ὀποπάνακος δραχ. στ΄. χαλβάνης δραχ. στ΄. ὀβολοὺς γ΄. ὀποβαλσάμου τὸ ἶσον, ἀριστολοχίας δραχ. α΄. ὑσσώπου δραχ. γ΄. πρασίου δραχ. α΄. χαμαιπίτυος δραχ. γ΄. λιβανωτίδος δραχ. ε΄. τερμινθίνης δραχ. στ΄. τριώβολον, μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, οἶνον μὴ βάλε.
- 2.1.4
[Ἀντίδοτος ἡ Ὀρβανοῦ λεγομένη τοῦ Ἰνδοῦ, πρὸς τὸ τὰ ἐντὸς βρέφη ἐκβάλλειν.] ♃ Σμύρνης δραχ. ιε΄. κρόκου δραχ. ιστ΄. νάρδου Ἰνδικῆς δραχ. ιστ΄. κινναμώμου, κασσίας, πάνακος, ἀνὰ δραχ. ιγ΄. ἀμώμου δραχ. η΄. σκορδίου δραχ. κε΄. ἐν ἄλλῳ δραχ. ε΄. σχοίνου ἄνθους δραχ. η΄. μήου ἀθαμαντικοῦ δραχ. γ΄. ῥόδων χυλοῦ δραχ. ιβ΄. ὀβολοὺς γ΄. φοῦ δραχ. ε΄. ὀβολοὺς γ΄. ὑπερικοῦ δραχ. ε΄. ζιγγιβέρεως δραχ. στ΄. πεπέρεως μέλανος δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. η΄. στύρακος δραχ. ε΄. ὀβολοὺς γ΄. μαράθρου ἀγρίου σπέρματος δραχ. γ΄. ὀβολοὺς δ΄. πεπέρεως μακροῦ δραχ. ε΄. οἱ δὲ στ΄. κόστου δραχ. ζ΄. ὀβολοὺς γ΄. τριφύλλου σπέρματος δραχ. ε΄. Γεντιανῆς δραχ. δ΄. ἀριστολοχίας στρογγύλης δραχ. δ΄. πολίου δραχ. ε΄. τριφύλλου ῥίζης δραχ. ε΄. ὀβολοὺς γ΄. καρδαμώμου δραχ. ε΄. ἐχίου ῥίζης δραχ. δ΄. λιβάνου δραχμὰς στ΄. πετροσελίνου δραχμὰς στ΄. φλόμου δραχμὰς στ΄. σεσέλεως δραχμὰς ε΄. κυμίνου Αἰθιοπικοῦ δραχμὰς γ΄. βαλσάμου καρποῦ δραχμὰς δ΄. νάρδου Κελτικῆς δραχ. ζ΄. Λημνίας δραχμὰς δ΄. μηκωνείου δραχ. δ΄. ὀβολοὺς γ΄. κάγχρυος σπέρματος δραχμὰς γ΄. κύφεως δραχμὰς δ΄. ἴρεως Ἰλλυρικῆς ἴσον, μανδραγόρου χυλοῦ δραχμὰς στ΄. ὀβολοὺς γ΄. σαγαπηνοῦ δραχμὰς δ΄. ὀποπάνακος δραχμὰς γ΄. ἀνίσου δραχμὰς δ΄. ὑποκυστίδος χυλοῦ δραχμὰς στ΄. τερμινθίνης δραχμὰς ε΄. ὀβολοὺς γ΄. καστορίου δραχμὰς ε΄. ὀποβαλσάμου δραχμὰς ιστ΄. πηγάνου ἀγρίου σπέρματος δραχμὰς γ΄. χαλβάνης δραχμὰς δ΄. βουνιάδος σπέρματος ἶσον, ἐλαφείου μυελοῦ δραχμὰς στ΄. ὀβολοὺς γ΄. μύρου νάρδου δραχμὰς κ΄. αἵματος ἐριφείου ξηροῦ δραχμὰς ε΄. ὀβολοὺς τρεῖς, καὶ χηνείου ξηροῦ ἶσον, νήσσης αἵματος δραχμὰς γ΄. τριώβολον, βουφθάλμου Αἰγυπτίου χυλοῦ δραχμὰς η΄. οἴνου Χίου ἀθαμαντικοῦ τὸ ἱκανόν.
- 2.1.5
[Ἀντίδοτος πανάκεια δι᾿ αἱμάτων, ᾗ χρῶμαι, πλείστην ἐπαγγελίαν ἔχουσα ἐκ τῶν Ἀφροδᾶ.] ♃ Κινναμώμου δραχ. η΄. ἀμώμου δραχ. δ΄. κασσίας σύριγγος μελαίνης δραχ. ιστ΄. κρόκου δραχ. ιστ΄. σχοίνου δραχ. ε΄. λιβάνου δραχ. ε΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀβολοὺς γ΄. καὶ μακροῦ δραχ. α΄. ὀβολοὺς γ΄. σμύρνης δραχ. ια΄. ὀβολοὺς β΄. νάρδου Ἰνδικῆς δραχ. ια΄. τετρώβολον, Κελτικῆς δραχ. ιστ΄. ὀβολοὺς β΄. ῥόδων ξηρῶν δραχ. στ΄. κόστου δραχ. β΄. ὀβολοὺς γ΄ S". ὀποβαλσάμου δραχ. δ΄. ὀβολοὺς β΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. γ΄. ἄλλοι δραχ. δ΄ S". στοιχάδος δραχ. ε΄. ὀβολοὺς β΄. τριφύλλου ῥίζης δραχ. δ΄. ἢ τοῦ σπέρματος δραχ. γ΄. σκορδίου ἄνθους δραχ. ια΄. ὀβολοὺς β΄. πολίου Κρητικοῦ δραχ. στ΄. ὀβολοὺς β΄. ἀσάρου δραχ. β΄. ἀκόρου δραχ. γ΄. ὀβολοὺς γ΄ S". δαύκου σπέρματος τὸ ἴσον, ἀνίσου σπέρματος δραχ. β΄. κυμίνου Αἰθιοπικοῦ ἴσον, ῥήου Ποντικοῦ δραχ. ε΄. ὀβολοὺς γ΄ S". βουνιάδος σπέρματος ἀγρίας δραχ. γ΄. ἢ γογγυλίδος σπέρματος ἴσον, φοῦ Ποντικοῦ δραχ. β΄. μέλιτος ἑφθοῦ τὸ ἱκανόν.
- 2.1.6
[Ἀντίδοτος ἀσύγκριτος ἣν συνέθηκα, ποιοῦσα πρὸς πάντα τὰ ἐντὸς πάθη, ὡς Νικόστρατος.] ♃ Ῥίζης γλυκείας, μαλαβάθρου φύλλου, ὀποβαλσάμου, ἀγαρικοῦ, κινναμώμου ἀνὰ δραχ. ιγ΄. ζιγγιβέρεως, τριφύλλου σπέρματος, ἀμώμου, πηγάνου ἀγρίου σπέρματος, ἀρκευθίδων μὴ πεπείρων ξηρῶν ἀνὰ δραχ. ιε΄. πετροσελίνου ἀνὰ δραχ. η΄. ὀποῦ μήκωνος ἴσον, καστορίου, πεπέρεως μακροῦ, ὑποκυστίδος χυλοῦ, κύφεως ἀνὰ δραχ. ιβ΄. ὀβολοὺς β΄. πολίου, πεπέρεως λευκοῦ, σεσέλεως, βδελλίου ἀνὰ δραχ. ιε΄. ὀβολοὺς γ΄. σχοίνου ἄνθους, κόστου ἀνὰ δραχ. ιβ΄ S". δαύκου σπέρματος, θλάσπεως ἀνὰ δραχ. ιγ΄. ναρδοστάχυος δραχ. κδ΄. κασσίας μελαίνης ῥίζης δραχ. ιστ΄. λιβάνου, πάνακος, ὀποπάνακος, ἀνὰ δραχ. ιβ΄. ἀκόρου δραχ. ε΄. σκορδίου δραχ. ιζ΄. μαράθρου, νάρδου Κελτικῆς, Γεντιανῆς, ῥόδων ἄνθους, κόμμεως, ὀποῦ Κυρηναϊκοῦ, καρδαμώμου, ἀμμωνιακοῦ θυμιάματος, ἐχίου ῥίζης, ἀπαρίνης χυλοῦ, ἀνὰ δραχ. η΄. σαγαπηνοῦ, ὑπερικοῦ, ἀκακίας χυλοῦ, ἴρεως Ἰλλυρικῆς, ἀνὰ δραχ. ιδ΄. σμύρνης στακτῆς δραχ. κ΄. κρόκου δραχμὰς λ΄. στύρακος δραχμὰς ια΄. ὀβολοὺς β΄. φοῦ, μήου, δικτάμνου, βουνιάδος σπέρματος, καλάμου ἀρωματικοῦ, ἀνὰ δραχμὰς η΄ ἢ ι΄. ἀνίσου, ἀσάρου, ἀγαρικοῦ, σκίγκου, ἀνὰ δραχμὰς στ΄. τερμινθίνης, ἀνὰ δραχμὰς ιδ΄. ὀβολοὺς δ΄. χαλβάνης δραχμὰς ε΄. νήσσης θηλείας αἵματος, ἐριφείου αἵματος, ἀνὰ δραχμὰς ζ΄. πεπέρεως μέλανος καὶ πεπέρεως μακροῦ, ἀνὰ δραχ. κδ΄. κροκομάγματος ἴσας, πενταφύλλου ῥίζης, ὀριγάνου ἀγρίου, πρασίου, στοιχάδος, ἄμμεως, χαμαίδρυος, χαμαιπίτυος, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἀνὰ δραχ. στ΄. λημνίας σφραγῖδος δραχ. λ΄. χηνείου αἵματος, χελώνης θαλασσίας, ῥήου Ποντικοῦ ἀνὰ δραχ. ζ΄. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν· ἡ πόσις κυάμου μέγεθος ἐν ὕδατι. ποιεῖ καὶ πρὸς τεταρταῖον, πρὸς δὲ τὰ θανάσιμα, ὡς οὐκ ἄλλη. Ἀντίδοτος Αἰλίου Γάλλου, ᾖ Καῖσαρ συμφώνως, ταύτῃ καὶ Χάρμης ἐχρήσατο, ποιοῦσα πρὸς τὰ θανάσιμα καὶ ἰοβόλα, κᾂν τόπον ἑρπετῶν καταῤῥάνῃς, φυγαδεύσεις. ποιεῖ πρὸς ῥεῦμα πᾶν ὀφθαλμῶν, καὶ τῶν λοιπῶν ἀναξηραίνουσα, δυσαρεστήματα λύει, πυρετοὺς χρονίους καὶ περιοδικούς. ποιεῖ δὲ καὶ ἐπὶ τῶν δυστραπέλως καθαιρομένων γυναικῶν, ἀλύπως ἔμβρυα ἐκκρίνει, ποιεῖ καὶ πρὸς φθισικούς. ἡ δόσις καρύου Ποντικοῦ μεθ᾿ ὕδατος κυάθων δ΄. ἐπὶ δὲ τῶν ἐχεοδήκτων σὺν οἴνῳ. ♃ Σμύρνης δραχ. ιβ΄. κρόκου δραχ. ιδ΄. νάρδου ιδ΄. σχοίνου ιβ΄. κινναμώμου β΄. ἀμώμου δ΄. χαλβάνης ια΄. τερμινθίνης δραχ. ε΄. πεπέρεως λευκοῦ ι΄, καὶ μακροῦ λβ΄. κόστου δραχ. η΄. λιβάνου ιβ΄. ὀποῦ μήκωνος ἶσον, σκορδίου δραχ. ν΄. ἐν ἄλλῳ η΄. πολίου δ΄. ὑποκυστίδος χυλοῦ ιβ΄. πετροσελίνου ιη΄. σεσέλεως ιδ΄. δαύκου σπέρματος ιστ΄. ὀποβαλσάμου ιβ΄. ὀποπάνακος ἴσον, καστορίου η΄. μέλιτος Ἀττικοῦ ξε. β΄. Ἀντίδοτος Ζωπύριος. ♃ Κινναμώμου δραχ. γ΄. σμύρνης στακτῆς δραχ. ε΄. νάρδου ε΄. δίδοται καρύου Ποντικοῦ μέγεθος σὺν ὕδατι, κυάθοις τρισὶν ἐπ᾿ ἐνιαυτόν.
- 2.2.1
[Περὶ τῆς Μιθριδατείου ἀντιδότου, ὡς Δαμοκράτης.] Ταύτας μὲν οὖν τὰς ἀντιδότους τὰς γεγραμμένας πάσας ὁ Ἀνδρόμαχος ἔγραψεν. ἐπεὶ δὲ τὰ διὰ μέτρων γεγραμμένα, καὶ πρὸς ἀκρίβειαν τῶν σταθμῶν τῶν φαρμάκων, καὶ πρὸς μνήμην ἐστὶ χρησιμώτατα, διὰ τοῦτο καὶ τὰς ὑπὸ Δαμοκράτους συγγεγραμμένας ἀξιολόγους ἀντιδότους ἐφεξῆς ὑπέταξα, τὴν ἀρχὴν ἀπὸ τῆς Μιθριδατείου ποιησάμενος.
- 2.2.2
[Αἱ ὑπὸ Δαμοκράτους ἀντίδοτοι γεγραμμέναι.] Ἀντίδοτος ἥν λέγουσι Μιθριδάτειόν τινες τῶν σφόδρα ἐπισήμων, δραστικὸν φάρμακον πρὸς πᾶν πάθος πᾶσάν τ᾿ ἀντίδοτον εἶπον ποιεῖν.
- 2.2.3
Σμύρνης Ἀραβικῆς Τρωγλοδύτιδος δραχ. ι΄.
- 2.2.4
Κρόκου ι΄. ἀγαρικοῦ ι΄. ζιγγιβέρεως
- 2.2.5
Ι΄. Κινναμώμου ι΄. ναρδοστάχυος
- 2.2.6
Ι΄. λιβάνου ι΄. θλάσπεως ι΄.
- 2.2.7
Καὶ σεσέλεως, ὀποβαλσάμου, σχοίνου τε καὶ
- 2.2.8
Στοιχάδος, κόστου, χαλβάνης, τερμινθίνης,
- 2.2.9
Μακροῦ πεπέρεως, καστορίου τε Ποντικοῦ,
- 2.2.10
Ὑποκυστίδος χυλοῦ τε, καὶ στύρακος καλοῦ,
- 2.2.11
Ὀποπάνακος, καὶ μαλαβάθρου φύλλων νέου,
- 2.2.12
Πάντων ἑκάστου τὰς ἴσας δὶς δ΄.
- 2.2.13
Κασίας μελαίνης ζ΄. πολίου ζ΄.
- 2.2.14
Λευκοῦ πεπέρεως ταὐτὸ, σκορδίου τ᾿ ἴσον,
- 2.2.15
Τοῦ Κρητικοῦ δαύκου τε ταὐτὸν σπέρματος.
- 2.2.16
Ἴσας δ᾿ ἔνι τούτων, βαλσάμου καρποῦ δραχμὰς,
- 2.2.17
Καὶ κύφεως τὸν αὐτὸν ἐνίοτε τούτων σταθμόν.
- 2.2.18
Τινὲς δὲ καὶ βδελλίου ἐπὶ τούτων ἴσον,
- 2.2.19
Νάρδου καθαρᾶς δὲ Κελτικῆς, καὶ κόμμεως,
- 2.2.20
Καὶ πετροσελίνου, καὶ ὀπίου, μηκωνείου,
- 2.2.21
Καὶ καρδαμώμου, καὶ μαράθρου τοῦ σπέρματος,
- 2.2.22
Καὶ Γεντιανῆς, καὶ ῥόδων φύλλων ἴσας,
- 2.2.23
Ἀνὰ ε΄. δραχμὰς μικρὸν ἐπιῤῥεπέστερον.
- 2.2.24
Τοῦ Κρητικοῦ τε ταὐτὸ δικτάμνου μέρος,
- 2.2.25
Ἀνίσου τε καὶ ἀσάρου τε γ΄. δραχ.
- 2.2.26
Ἀκόρου τε καὶ φοῦ, καὶ σαγαπηνοῦ τὰς ἴσας,
- 2.2.27
Ἀθαμαντικοῦ μήου τε καὶ τῆς ἀκακίας,
- 2.2.28
Σκίγκου τε γαστρὸς, ὑπερικοῦ τε σπέρματος.
- 2.2.29
Τούτων ἴσα πάντων ἀνὰ β΄. S".
- 2.2.30
Ὁλκάδας, οἴνου τὸ μέτριον, καὶ μέλιτος
- 2.2.31
Τὸ σύμμετρον, ὡς τάσδ᾿ ὁμοίως οὕτως σκεύασον.
- 2.2.32
Ἐπεὶ οὖν κύφεως ἐμνημόνευσεν ὁ Δαμοκράτης, ὃ καὶ αὐτὸς κατασκευάζεται, διὰ τοῦτο καλῶς ἐποίησε, προσγράψας αὐτοῦ τὴν κατασκευὴν, ἐφεξῆς γεγραμμένην.
- 2.2.33
Τὸ κῦφι δ᾿ οὐδέν ἐστιν οὐδὲ μίγμ᾿ ἁπλοῦν,
- 2.2.34
Οὐδ᾿ αὐτὸ γῆ φέρει τις, οὐδ᾿ ὀπίζεται.
- 2.2.35
Αἰγύπτιοι δὲ τοῦτο τῶν θεῶν τισιν
- 2.2.36
Ἐπιθυμιῶσι σκευάσαντες, ὡς φράσω.
- 2.2.37
Λευκὴν λαβόντες σταφίδα τὴν λιπαρωτάτην,
- 2.2.38
Αἴρουσι τὸν φλοιόν τε καὶ τὸ σπέρμ᾿ ἅπαν.
- 2.2.39
Τὴν σάρκα δ᾿ αὐτῆς λεοτριβήσαντες καλῶς
- 2.2.40
Ἱστᾶσι δραχμὰς Ἀττικὰς δὶς δώδεκα,
- 2.2.41
Τερμινθίνης τε ταὐτὸ τῆς κεκαυμένης,
- 2.2.42
Σμύρνης τε ιβ΄. κινναμώμου δ΄.
- 2.2.43
Σχοίνου ιβ΄. καὶ κρόκου μία, βδελλίου
- 2.2.44
Ὄνυχας δραχ. γ΄. ἀσπαλάθου β΄. S".
- 2.2.45
Ναρδοστάχυος γ΄. καὶ κασίας γ΄. τῆς καλῆς
- 2.2.46
Καθαρᾶς, κυπείρου γ΄. δραχμὰς, ἀρκευθίδων
- 2.2.47
Ἐκ τῶν μεγίστων καὶ λιπαρῶν ταύταις ἴσας,
- 2.2.48
Θ΄. δὲ καλάμου τοῦ μυρεψικοῦ δραχμὰς,
- 2.2.49
Μέλιτος τὸ μέτριον, παντελῶς οἴνου βραχὺ,
- 2.2.50
Βδέλλιον, οἶνον, σμύρναν εἰς θυΐδιον
- 2.2.51
Βαλόντες, εὖ τρίβουσιν ὡς μέλιτος πάχος
- 2.2.52
Ὑγροῦ ποιῆσαι, καὶ προσαποδόντες μέλι
- 2.2.53
Τὴν σταφίδα συντρίβουσιν, εἶτα λεῖα δὲ
- 2.2.54
Ἅπαντα καταμίξαντες ἐκ τούτου κύκλους
- 2.2.55
Βραχεῖς ποιοῦντες θυμιῶσι τοῖς θεοῖς.
- 2.2.56
Ῥοῦφος μὲν οὕτω δεῖν ἔφασκε σκευάσαι,
- 2.2.57
Ἀνὴρ ἄριστος ἑκτικός θ᾿ ἐν τῇ τέχνῃ.
- 2.2.58
Ἔνιοι δὲ κιννάμωμον οὐ σχόντες βαλεῖν
- 2.2.59
Μίσγουσι ταὐτὸ καρδαμώμου σπέρματος.
- 2.2.60
Χρῶνται δ᾿ ὁμοίως τῇ πρὸ ταύτης συνθέσει.
- 2.2.61
Τινὲς δὲ καὶ τοῖς ἧπαρ ἢ τὸν πνεύμονα,
- 2.2.62
Ἥ καί τι ἕτερον σπλάγχνον ἐξηλκωμένοις
- 2.2.63
Πίνειν διδόασιν, ὡς δραχμὴν τοῦ φαρμάκου.
← Previous · Next → — showing 401–500 of 1,101
First Thousand Years of Greek. CTS URN tlg0057.tlg078.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.