Ancient Textssearch the texts themselves, not just their titles

← All works

De compositione medicamentorum secundum locos

First Thousand Years of Greek · First Thousand Years of Greek · 941 sections

  1. 8.10.61

    Ἐπίβαλλε δ’ αὐτὸ καὶ καχέκταις διὰ νόσους

  2. 8.10.62

    Μακρᾶς γεγονόσιν ὠχροτέροις, ὑδερώδεσιν,

  3. 8.10.63

    Καὶ τὸ βραχὺ μὴ πέττουσιν, ἀνορεκτοῦσί τε.

  4. 8.10.64

    Ἔστιν δ’ ἀμώμου Σκυθικοῦ, ξυλοβαλσάμου,

  5. 8.10.65

    Βδέλλης διαυγοῦς, καρδαμώμου σπέρματος,

  6. 8.10.66

    Ξηρᾶς κυπέρου καὶ λιβάνου, πάντων ἴσα.

  7. 8.10.67

    Τούτων ἀνὰ λίτραν καὶ κασσίας δαφνίτιδος,

  8. 8.10.68

    Σμύρνης τε χρηστῆς καὶ κρόκου. τούτων πάλιν

  9. 8.10.69

    Λίτρας ἑκάστου τὸ τρίτον ἢ μικρῷ πλέον.

  10. 8.10.70

    Στάχυος δὲ νάρδου Συριακῆς δυ’ οὐγγίας,

  11. 8.10.71

    Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας δύο,

  12. 8.10.72

    Κηροῦ τε λευκοῦ τοῦ καθαροῦ λίτραν μίαν,

  13. 8.10.73

    Κυπρίνου τε μύρου προσφάτου λίτραν μίαν,

  14. 8.10.74

    Οἴνου Φαλερίνου τοῦ καλοῦ ξέστην ἕνα.

  15. 8.10.75

    Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,

  16. 8.10.76

    Λίβανον δὲ καὶ βδέλλιον εἰς ὅλμον βαλὼν,

  17. 8.10.77

    Σμύρναν τε χρηστὴν καὶ κρόκον λελεασμένον

  18. 8.10.78

    Θραύων παράχεε κύπρινον δι’ οἴνου βραχὺ,

  19. 8.10.79

    Εἶτα ὁλμοκόπει, ὡς μέλιτος ἔχειν πάχος,

  20. 8.10.80

    Προσεμβαλών τε τἄλλα λεῖ’ ἀρώματα,

  21. 8.10.81

    Οἴνου τε τὸ λοιπὸν παραχέας, ἕνου καλῶς,

  22. 8.10.82

    Ἄφες τε συμπιεῖν ἡμέραν καὶ νύχθ’ ὅλην,

  23. 8.10.83

    Τερμινθίνην τε καὶ κύπρινον κηρόν θ’ ἅμα

  24. 8.10.84

    Τήξας ἐπὶ πυρὸς κουφοτάτου, ἔασον.

  25. 8.10.85

    Καὶ πάντα μίξας χερσὶ τῶν μύρων τινὶ

  26. 8.10.86

    Λελιπασμέναις, ἔασον οὕτως, ἀποτίθου.

  27. 8.10.87

    Μετὰ χρόνον αὐτῷ μὴ παραχρῆμα χρώμενος.

  28. 8.10.88

    Τὰ πολλὰ μιγνὺς ξυσθὲν ἐκ μέρους τινὸς,

  29. 8.10.89

    Κηρωτάριον γιγνόμενον εὐαφέστερον.

  30. 8.10.90

    Σπανίως δὲ χρήσαι καὶ μόνῳ τῷ φαρμάκῳ.

  31. 8.10.91

    Ἄλλο Δαμοκράτους μάλαγμα.

  32. 8.10.92

    Πρὸς τὰς διαθέσεις τὰς ἄγαν κεχρονισμένας.

  33. 8.10.93

    Ἕτερον μάλαγμα πρὸς ἃ προεῖπον, εὔτονον,

  34. 8.10.94

    Τοῖς σπληνικοῖς, πάντων δὲ μᾶλλον ἁρμόσει,

  35. 8.10.95

    Κᾂν ὦσιν ὠχροὶ καὶ πυρέσσωσιν σφοδρῶς,

  36. 8.10.96

    Ὕδωρ τ’ ἔχωσιν ἐν ὑποχονδρίῳ βραχύ.

  37. 8.10.97

    Πολὺ γὰρ θεραπεύειν ἀδύνατον μαλάγμασι.

  38. 8.10.98

    Σύκων λιπαρῶν, ξηρῶν μὲν, ἔτι δὲ προσφάτων,

  39. 8.10.99

    Τὸ σπέρμ’ ἀπάρας τὸ πολὺ καὶ τὸν ὀμφαλὸν,

  40. 8.10.100

    Στῆσον δραχμὰς γ΄. πέντε καὶ ἑτέρας δέκα,

  41. 8.10.101

    Κηροῦ τε λευκοῦ Ποντικοῦ. ταύταις ἴσως

  42. 8.10.102

    Μυροβαλάνου τε τῆς λιπαρᾶς λίτραν,

  43. 8.10.103

    Νίτρου θαλασσίου δὲ λίτρας S".

  44. 8.10.104

    Στυπτηρίας τε σχιστῆς δραχμὰς δώδεκα,

  45. 8.10.105

    Μιᾶς τε δραχμῆς ἥμισυ τριώβολον,

  46. 8.10.106

    Βδέλλης, ὄνυχός τε τὰς ἴσας, στυπτηρίας,

  47. 8.10.107

    Ἴσον τε νίτρου τ’ ἄνθος Ἀσίου λίθου,

  48. 8.10.108

    Ἀμμωνιακοῦ τε ταὐτὸ θυμιάματος.

  49. 8.10.109

    Καὶ τήλεως δὲ σπέρματος καὶ καρδάμου

  50. 8.10.110

    Καὶ καρδαμώμου καὶ καλῆς ὀριγάνου

  51. 8.10.111

    Ξέστου τέταρτον ἐξ ἑκάστου μίγματος,

  52. 8.10.112

    Ἐρεγμοῦ τε τὸ μέτριον, ἰρίνου μύρου.

  53. 8.10.113

    Τὸ μάλαγμα δὲ σκεύαζε τοῦτον τὸν τρόπον,

  54. 8.10.114

    Βδέλλιον οἴνῳ διάβροχον ποιῶν γλυκεῖ,

  55. 8.10.115

    Μάλασσ’ ἐν ὅλμῳ γενομένῳ λείῳ δ’ ἄγαν,

  56. 8.10.116

    Πρόσβαλλε σῦκα καὶ πάλιν κόπτε ἅμα,

  57. 8.10.117

    Οἶνον παραχέων, λεῖα ποίησον καλῶς.

  58. 8.10.118

    Προσεμπάσας δὲ ἄλλα πάντα μίγματα,

  59. 8.10.119

    Ἐν ὕδατι θερμῷ κηρὸν ἐμβρέξας καλῶς,

  60. 8.10.120

    Μάλασσε χερσὶ καὶ πλατύνας πρόσβαλε

  61. 8.10.121

    Τοῖς ὁλμοκοπουμένοις, ὑπέρῳ τε χρώμενος

  62. 8.10.122

    Ξυλίνῳ, λιπαίνων ταῦτα συνεχῶς τῷ μύρῳ.

  63. 8.10.123

    Καιρὸς δὲ πάντων χρήσεως μαλαγμάτων,

  64. 8.10.124

    Ὅσα κοιλίᾳ, στομάχῳ, κᾀν καὶ τοῖς ἐντέροις

  65. 8.10.125

    Ἐπιβάλλεται, κάλλιστος ὁ μέχρι τῆς τροφῆς

  66. 8.10.126

    Ἧς ἔλαβον ἐν τῇ γαστρὶ μὴ παρακειμένης.

  67. 9.1.1

    Γίνονται μὲν ἰκτερικοὶ καὶ λόγῳ κρίσεως ἀγαθῆς ἐν πυρετοῖς, ἐπισκήψαντος τοῦ χυμοῦ τοῦ χολώδους πρὸς τὸ δέρμα καὶ ῥᾷστα παύονται λουτροῖς ὑδάτων ποτίμων, ἐλαίου τε διαφορητικοῦ τρίψει καὶ πάντων τῶν ἀραιούντων, ὁποῖόν ἐστι τὸ ἀνήθινον ἔλαιον καὶ τὸ χαμαιμήλινον καὶ τὸ κίκινον. ἐφεξῆς δὲ τούτων χρίσματα, γλεύκινόν τε καὶ κομμαγηνὸν, εἶτα τὸ ἴρινον καὶ τὸ ἀμαράκινον. τὰς ἄλλας δὲ τὰς ὀνομαζομένας ἐξαιρέτως ἰκτερικὰς δυνάμεις οἱ γράψαντες οὐ πρὸς τοιούτους ἰκτερικοὺς ἁρμόττειν ἔφασαν, ἀλλὰ μάλιστα μὲν πρὸς τοὺς δι’ ἔμφραξιν τῶν κατὰ τὸ ἧπαρ ἀγγείων, ἤδη δὲ καὶ πρὸς τοὺς διὰ φλεγμονάς. οἱ μὲν οὖν δι’ ἔμφραξιν ἰκτεριῶντες ἀπύρετοι διαμένουσι, πάντως δὲ οἱ ἐπὶ φλεγμονῇ πυρέττουσιν. ὅσοι μὲν οὖν οἷς ἔγραψαν ἰκτερικοῖς φαρμάκοις προσέθεσαν ἐπὶ τίνων ἁρμόττειν ταῦτά φασιν, ὀρθῶς ἐποίησαν· ὅσοι δὲ ἀδιορίστως καὶ ἁπλῶς ἔγραψαν, ἥμαρτον οὐ σμικρά. τὰ γὰρ ἱκανῶς φαρμακώδη, καθάπερ γε καὶ τὰ θερμὰ ταῖς δυνάμεσι, βλάπτει μεγάλως τοὺς πυρέττοντας. ἔστι δὲ τοιαῦτα γεντιανὴ καὶ στρούθιον, ἑλένιόν τε καὶ κόστος, ἀριστολοχία τε καὶ πόλιον καὶ κενταύριον. ἁρμόττει δὲ τοῖς ἐπὶ φλεγμονῇ τοῦ ἥπατος ἰκτεριῶσιν, ὅσα φλεγμονὰς ἰᾶται. καθάπερ γε καὶ τοῖς ἐπ’ ἐμφράξει πάνθ’ ὅσα ῥύπτει γενναίως, εἰ καὶ φαρμακώδη τύχοι ταῖς οὐσίαις ὄντα καὶ θερμὰ ταῖς δυνάμεσιν. ἐὰν δ’ εἰς ταὐτὸ συνέλθωσιν ἔμφραξίς τε καὶ φλεγμονὴ, τῶν χαλώντων τε ἅμα καὶ ῥυπτόντων ἐστὶ χρεία. φευκτέον δέ ἐστιν ὅσα φαρμακώδη ταῖς οὐσίαις καὶ θερμὰ ταῖς δυνάμεσίν ἐστι. γεγραμμένων οὖν καὶ τῶν ἰκτερικῶν φαρμάκων ἀδιορίστως, τοῖς πλείστοις τῶν πρὸ ἐμοῦ προσθήσω τοὺς οἰκείους διορισμοὺς ἑκάστῳ αὐτῶν, ὅπως εἰδῆτε τίσι μὲν ἀκίνδυνον ἐν πυρετοῖς χρῆσθαι, τίσι δὲ ἕπεται μείζων τις ἐκ τοῦ διαῤῥύπτειν ὠφέλεια ἢ ἐκ τοῦ παροξύνειν τὸν πυρετόν τε καὶ τὴν φλεγμονὴν γιγνομένη βλάβη.

  68. 9.1.2

    [Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἰκτερικῶν φαρμάκων.] Ἀδιορίστως ἔγραψεν ὁ Ἀνδρόμαχος τέσσαρα φάρμακα πρὸς ἰκτερικοὺς, ἀκίνδυνον μὲν ἐπὶ τῶν ἀπυρέτων ἔχοντα τὴν χρῆσιν, οὐκ ἀσφαλῆ δὲ ἐπὶ τῶν πυρεττόντων, καὶ μάλιστα ἐὰν δι’ οἴνου τις ταῦτα ἢ οἰνομέλιτος δίδωσι, καθάπερ ἐνίοτε δίδομεν ἐπὶ μετρίοις μὲν πυρετοῖς ἐμφράξει τε τῇ κατὰ τὸ σπλάγχνον. ἀλλὰ δι’ ὀξυμέλιτος μὴ λίαν ὀξέος ἀσφαλέστερόν ἐστι τηνικαῦτα δίδοσθαι τὰ τοιαῦτα φάρμακα. ἔστι δὲ τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα τέσσαρα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ ὑπογεγραμμένα. πρὸς ἰκτερικούς. εἰς τὸ τῆς κολοκυνθίδος κέλυφος ἐμβαλὼν οἶνον καὶ θερμάνας, δίδου πιεῖν, ὑπάγει κοιλίαν. τὸ δ’ αὐτὸ καὶ λίβανος ποιεῖ. ἄλλο πρὸς ἰκτερικούς. ♃ ἀδιάντου τριώβολον, νάρδου ὀβολοὺς δύο, ἀψινθίου δραχ. α΄. σμύρνης τριώβολον, γλυκεῖ ἀναλάμβανε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς ὕδατος κυάθους β΄. ἄλλο πρὸς ἰκτερικοὺς ᾧ χρῶμαι. στρούθιον κρόκῳ χρῶσαι ἡλίκον κάρυον Ποντικὸν ἐν ὕδατι καὶ ὑδρομέλιτι, δίδοται δὲ καὶ ἄγχουσα πλῆθος κοχλιαρίου. ἄλλο πρὸς ἰκτερικοὺς, ὡς Ἀπολλώνιος. ♃ ὀρόβου δραχ. κδ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. η΄. λιβάνου δραχ. γ΄. νάρδου Κελτικῆς δραχ. β΄. νάρδου Συριακῆς δραχ. α΄. πεπέρεως δραχ. α΄. S". σχοίνου ἄνθους δραχ. α΄. σμύρνης ὀβολοὺς β΄. κόστου ὀβολοὺς β΄. κασσίας ὀβολὸν α΄. κινναμώμου ὀβολὸν ἕνα, χρῶ ξηρῷ σὺν οἰνομέλιτος κυάθοις τρισίν.

  69. 9.1.3

    [Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἰκτερικῶν φαρμάκων ἐν τῷ τρίτῳ τῶν ἐντός.] Ἐξ ὧν ἔμπροσθεν εἴρηκα δῆλα, κᾂν χωρὶς διορισμοῦ γράφηται τὰ φάρμακα, τίνα φευκτέον ἐστὶν ἐπὶ τῶν πυρεσσόντων. εἴωθε δὲ ὁ Ἀσκληπιάδης ἐνίοτε διορίζεσθαι, προστιθεὶς τοῖς πυρέττουσι μὲν ὡδί πως δίδοσθαι χρῆναι τὸ φάρμακον, ἀπυρέτοις δὲ ὡδί πως. ἔνθα δὲ ὅλως οὐδὲν προστίθησιν, ἐπὶ τῶν ἀπυρέτων ἐστὶ μᾶλλον χρηστέον, ὥσπερ γε κᾀπειδὰν δι’ οἴνου μόνου τὴν χρῆσιν ἢ δι’ οἰνομέλιτος ἀξιώσαιμεν γενέσθαι, τὰ γὰρ τοιαῦτα τοῖς ἀπυρέτοις ἁρμόττει. ταῦτα δὲ τὰ γεγραμμένα πρὸς αὐτοῦ φάρμακα τάδε ἐστί. πότημα ἰκτερικοῖς. κιχωρίου χυλοῦ κυάθους στ΄. δίδου πυρέττουσι μὲν καθ’ ἑαυτὸ, ἀπυρέτοις δὲ μετ’ οἴνου κυάθων γ΄. ἄλλο. στρύχνου χυλοῦ κύαθον α΄. καὶ οἰνομέλιτος κεκραμένου τὸ ἥμισυ. ἄλλο καταπαστόν. ἀγχούσης λειοτάτης κοχλιάρια β΄. δίδου μεθ’ ὕδατος ποτίμου πίνειν. ἄλλο. στρουθίου κοχλιάριον ἓν δίδου μετὰ μέλιτος κεκραμένου κυάθων γ΄. Νικηράτου διουρητικόν. ♃ ἐρεβίνθων ξηρῶν ξε. α΄. λιβανωτίδος χειροπληθὲς, ὕδατος ξε. στ΄. μαράθρου χειροπληθὲς, ἀσπαράγων ἑλείων ῥιζῶν τὸ χειροπληθές· σκεύαζε καὶ δίδου, ὡς εἴρηται, καθεψήσας καὶ διϋλίσας τὸ ὑγρὸν, δίδου πυρέττουσι πίνειν διηνεκῶς, ἀπυρέτοις μετ’ οἴνου κεκραμένου. ἄλλο. ♃ ἐρεβίνθων ξε. α΄.  ἀδιάντου χειροπληθὲς, ὕδατος ξε. στ΄. ἀσπαράγων ἑλείων τῶν ῥιζῶν χειροπληθές· σκεύαζε καὶ δίδου καθὰ προείρηται.

  70. 9.1.4

    [Τροχίσκος ἰκτερικοῖς, ποιεῖ καὶ ἡπατικοῖς.] ♃ Ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. δ΄. ἀνίσου, ἀψινθίου ἀνὰ δραχ. α΄. νάρδου Ἰνδικῆς, ἀσάρου ἀνὰ δραχ. α΄. κόψας καὶ σήσας, ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου δραχ. α΄. ἀπυρέτοις μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλος, ᾧ ἐχρήσατο Χαριξένης. ♃ ἀσάρου, ἀψινθίου ἀνὰ δραχ. η΄. ἀνίσου σπέρματος, μαράθρου, σελίνου σπέρματος, θασίων πικρῶν κεκαθαρμένων ἀνὰ δραχ. δ΄. ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου καθὰ προείρηται.

  71. 9.1.5

    [Νικηράτου ἔῤῥινον καθαρτικὸν ἰκτερικοῦ, ὅταν τὸ μὲν ἄλλο σῶμα κατὰ τὴν φύσιν ἔχῃ, οἱ δὲ ὀφθαλμοὶ μένωσιν ὠχροί.] Δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον ἓν διὰ τῶν μυκτήρων ἀνέλκειν, ἀποῤῥεῖ χολῶδες πολύ. τοῦ αὐτοῦ. καρδάμου χλωροῦ τὰ ἁπαλὰ φύλλα ἢ λιβανωτίδος χλωρᾶς τὰ ἁπαλώτατα τρίψας καὶ τούτων τὸ ὑγρὸν ἐκθλίψας, χρῶ καθὰ προείρηται. τοῦ αὐτοῦ. ἐλατήριον μετὰ γάλακτος γυναικείου τρίψας ἐγχυμάτιζε τοὺς μυκτῆρας καὶ κέλευε ἀνασπᾷν. ἄλλο. κυκλαμίνου χυλὸν ὕδατι λειώσας χρῶ καθὰ προείρηται.

  72. 9.1.6

    [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα πρὸς ἰκτερικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἰκτερικῶν τῇ ἁρμοδίῳ διαίτῃ καὶ διαγωγῇ, διά τε περιπάτων ἱκανῶν καὶ πολλῆς τῆς ἐπὶ τοῖς ἀλείμμασι τρίψεως, ἔτι τε τῶν ξηρῶν πυριῶν, χρῶ καὶ τοῖς ὑπογεγραμμένοις. φασὶ τοὺς ἐν πυρετοῖς, ἐὰν ἰκτεριῶσιν, ἐσθίοντας τὸν πυῤῥὸν καρπὸν τῆς κυνοσβάτου ὠφελεῖσθαι παραχρῆμα καλῶς. ὠφελεῖ καὶ τῆς χελιδόνος βοτάνης ὁ χυλὸς μετ’ οἴνου ἢ ὑδρομέλιτος ποτιζόμενος, ἢ ἀδίαντον ἢ ἐρυθροδάνου ῥίζης τριώβολον μετὰ μελικράτου δίδου, ἢ στρούθιον μετὰ μέλιτος ἐκλειχέτωσαν, ἢ ἄρκτου χολῆς ὅσον κύαθον δίδου πίνειν, ἢ ὑπερικοῦ γο α΄. πότιζε μετ’ οἰνομέλιτος, ἢ μελικράτου κύαθον α΄. ἢ ἑλξίνης ἀφέψημα ἐπὶ ἡμέρας ε΄ ἢ στ΄ μετ’ οἰνομέλιτος, ἢ κυνείας λευκῆς γο β΄. μετὰ μέλιτος γο γ΄. ἐπὶ ἡμέρας γ΄. δίδου πίνειν; ἢ τοὺς ἀπὸ τῶν πετρῶν λειχῆνας πότιζε μεθ’ ὑδρομέλιτος, ἢ λειχῆνος τοῦ ἐπὶ τοῖς κεράμοις ἢ λίθοις γινομένου δραχ. α΄. ἐν ἀκράτῳ πότιζε, ἢ κάρδαμον σὺν ἐλαίου κυάθῳ ἑνὶ δὸς πιεῖν. εἰς δὲ τοὺς ῥώθωνας τὴν ῥίζαν αὐτοῦ ἔμβαλλε, ἢ ἀψινθίου κοχλιάρια δ΄. ἀνίσου κοχλιάρια γ΄. δίδου ὀξυμέλιτος ἢ ὀξυλαπάθου, ἢ λαπάθου ῥίζης λείας ὀξύβαφον δίδου μεθ’ ὑδρομέλιτος. ἐὰν δὲ μὴ πυρέσσοι, μετ’ οἴνου ἢ ὀξυμέλιτος, ἢ ἀδιάντου καὶ ἡδυόσμου καὶ ἐρυθροδάνου ἴσον ζέσας ἐν ὕδατι δίδου πιεῖν κοτύλην α΄. ἐν ἡλίῳ ἡλιασμένῳ ἐπὶ πολὺ καὶ δεδιψηκότι καὶ πνευματιῶντι, ἵνα πιὼν ἱδρώσῃ, εὐθέως μεταβάλλει τὸ χρῶμα, ἢ ἀδιάντου καὶ σμύρνης τὸ ἥμισυ νήστει λελουμένῳ δίδου ἐν οἴνου κοτύλης ἡμίσει, ἢ λαγωοῦ πητύαν μετὰ ἀκράτου, ἐπὶ ἡμέρας ε΄ ἢ στ΄ δίδου, ἢ σκολοπενδρίου δραχ. δ΄. ἐν οἴνῳ δίδου νήστει, ἐπὶ ἡμέρας ε΄ ἢ στ΄. ἢ ἡδύοσμον καὶ ἐρυθρόδανον καὶ ἀδίαντον, ἴσα πότιζε μεθ’ ὕδατος κυάθων β΄. ἢ τεύτλου φύλλων ὠμῶν δραχ. στ΄. σμύρνης ὀβολοὺς δύο μετὰ μελικράτου νῆστιν πότιζε, ἢ προλούσας ἐπιμελῶς νήστει δίδου μετ’ οἴνου κοτύλης ἥμισυ, ἢ ♃ ἀδιάντου δραχ. α΄. σμύρνης δραχ. η΄. ἡδυόσμου δραχ. α΄. ὕδατος κοτύλας δύο, ἕψε μέχρι τὸ ἥμισυ λειφθῇ, εἶτα περιπατήσαντα πολλὰ τρίψας εὖ μάλα, ἔτι μετεωροτέρου τοῦ πνεύματος ὄντος δὸς πιεῖν. τοῦτο ποίει ἐπὶ ἡμέρας δύο. ἢ ἐρεβίνθους τοὺς ὀροβίας ἐξαιθριάσας ἐν ὕδατι, δὸς τοῦ ὕδατος πίνειν καὶ τοὺς ἐρεβίνθους ἐπιφαγεῖν πρωῒ καὶ δείλης, εἶτα τρεῖς ἡμέρας ἀψίνθιον ἐν μελικράτῳ πινέτωσαν. ἢ κυκλαμίνου χυλῷ διὰ ῥινὸς καθάρας λοῦε, ἢ τὴν λεγομένην ὀρόντιον βοτάνην πολλὴν καθεψήσας ἢ ἀφεψήσας, λοῦε τῷ ἀφεψήματι καὶ καταστήσεις εὐθέως γίνεσθαι τὸ ὕδωρ χλωρόν. ἢ τὴν ὑπὸ τὴν γλῶσσαν τέμνε φλέβα. εἰ δὲ πρὸς μηδὲν τούτων ὑπείκοι, τότε τῷ διὰ σκαμμωνίας καὶ ἀκριβοῦς διαίτης αὐτοὺς ἀκτέον καὶ ἐπὶ τούτῳ ἐπὶ γυμνάσια ἀπολυτέον.

  73. 9.2.1

    [Περὶ σπληνός] Ὅτι πάντα τὰ μόρια τὸν οἰκεῖον ἑαυτοῖς ἐκ τῶν φλεβῶν ἕλκει χυμὸν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι μεμαθηκότες, ἐν οἷς καὶ ὅτι τὴν οἷον ἰλὺν τοῦ αἵματος, ἐξ ἧς ἡ μέλαινα γεννᾶται χολὴ, τὸ σπλάγχνον τοῦτο τὴν τροφὴν ἔχει. πρὸς αὐτοῖς δὲ ἀναμνησθέντες καὶ ὅσα κατὰ τὴν θεραπευτικὴν μέθοδον εἴρηται περὶ σπληνὸς, ὁμοίως ἀκολουθήσετε τοῖς νῦν λεχθησομένοις, ὧν τὸ πρῶτον καὶ κυριώτατόν ἐστι τὸ ὅτι τάχιστα τὸ σπλάγχνον τοῦτο σκιῤῥοῦσθαι πέφυκε τοῦ κατὰ τὰς φλέβας αὐτοῦ σφηνωθέντος αἵματος, οὔτε ἐκκριθῆναι διὰ τὸ πάχος οὔτε διαφορηθῆναι ῥᾳδίως δυναμένου. λεπτυνόντων οὖν χρῄζει φαρμάκων ἄνευ θερμότητος ἐπιφανοῦς, ὅπως μὴ παχυνθείη σφοδρότερον ὁ ἐσφηνωμένος ἐν αὐτῷ παχὺς χυμός. ὅπως δ’ αὐτῷ φυλάττοιντο τὰ τῆς ἐνεργείας, ἐπιμίγνυται τούτοις τι καὶ τῶν αὐστηρῶν, ὁποῖόν ἐστι καὶ τὸ τῶν στυφόντων γένος. ἐμάθετε γὰρ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λόγοις, ὅτι πάντων τῶν μορίων, ἕνεκα τῆς ἑαυτοῦ διαμονῆς ἐχόντων δυνάμεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικὴν καὶ δηλονότι καὶ τὴν ὁμοιωτικὴν ἑαυτοῖς ὧν ἂν ἕλξωσιν, ἐνίοις αὐτῶν ὑπάρχει κατὰ συμβεβηκὸς ὠφελεῖν μεγάλα τὸ σύμπαν σῶμα. τῶν τοιούτων δέ ἐστι καὶ ὁ σπλὴν, ἕλκων εἰς ἑαυτὸν ἐκ τοῦ  ἥπατος τὴν οἷον τρύγα τοῦ αἵματος, ὥσπερ ἡ μὲν ἐπὶ τοῦ ἥπατος κύστις τὴν χολὴν, οἱ δὲ νεφροὶ τὸ οὖρον. ἐὰν οὖν ἀτονήσας ἀδυνατῇ πρὸς ἑαυτὸν ἕλκειν τὸ τοιοῦτον αἷμα, κακοχυμία ἅπαντι τῷ σώματι προστρίβεται. διὰ τοῦτο οὖν αὐτοῦ δεῖ φυλάττεσθαι τὸν φυσικὸν τόνον, ὅπως ἕλκῃ τὴν προσήκουσαν αὐτῷ τροφὴν, ὑφ’ ἧς ἐνεργείας εἰς εὐχυμίαν τῷ παντὶ σώματι συντελεῖ, τά τε ἐν αὐτῷ γεννηθέντα περιττώματα καταπέμπειν εἰς τὴν γαστέρα δύναται, μετὰ τῶν τῆς τροφῆς περιττῶν ἐκκριθησόμενα. διὰ τοῦτο οὖν αὐτῷ τά τε πάνυ πικρὰ φάρμακα προσφέρομεν, ἔνιά τε μίγνυμεν αὐτοῖς τῶν αὐστηρῶν. εἰς δὲ ὕλην χρήσιμον ἢ κηρωμάτων τε καὶ μαλαγμάτων ποίησιν ἔνια προστίθεμεν, ὁποῖόν ἐστι φάρμακον ὅ τε κηρὸς καὶ ἡ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος ὅσα τε ἄλλα τοιαῦτα. κατὰ πρῶτον δὲ λόγον ὄξος τε καὶ ὀξύμελι χρήσιμα τῷ σπλάγχνῳ, τέμνειν τε καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς δυνάμενα χωρὶς τοῦ θερμαίνειν. ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων μορίων, ὅσα διὰ καταπλασμάτων ἢ ὑγρῶν φαρμάκων ἐπιθέσεως ἢ καταντλήσεως ὠφελεῖ, καθ’ ἑτέραν εἴρηται πραγματείαν, οὕτως καὶ νῦν ἐάσας τὰ τοὺς φλεγμαίνοντας ὠφελοῦντα σπλῆνας μόνων μνημονεύσω τῶν τοῖς σκιῤῥουμένοις ἁρμοζόντων, ὃ κᾀν ταῖς φαρμακίτισι βίβλοις οἱ πρὸ ἐμοῦ τὴν γραφὴν ἐποιήσαντο, καλοῦντες ἰδίως σπληνικοὺς τοὺς ἐν σκιῤῥώδει διαθέσει τὸν σπλῆνα ἔχοντας.

  74. 9.2.2

    [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα ποτὰ φάρμακα πρὸς σπληνικοὺς κατὰ λέξιν οὕτω.] Πότημα πρὸς σπληνικοὺς Ἀντιπάτρου, ὡς Νεῖλος. ♃ μυροβαλάνου σαρκὸς δραχ. γ΄. ἡμιονίτιδος βοτάνης, ἣν οἱ μὲν ἄσπληνον, οἱ δὲ σκολοπένδριον λέγουσι, δραχ. στ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. δ΄. κόστου δραχ. δ΄. χαμαίδρυος δραχ. στ΄. πολίου δραχ. γ΄. κοτυληδόνος ῥίζης δραχ. β΄. κισσοῦ μέλανος τῶν κορύμβων κόκκους κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. ὑπερικοῦ καρποῦ δραχ. β΄. χαλβάνης δραχ. β΄. περικλυμένου καρποῦ δραχ. α΄. ἢ τῆς ῥίζης δραχ. γ΄. καρδάμου μέλανος δραχ. α΄ S". σκίλλης καρποῦ ὀποῦ δραχ. ιστ΄. ἐν ὀξυμέλιτι δίδου ὀβολοὺς β΄. ἄλλο σπληνικοῖς πότιμον. ♃ βαλάνου μυρεψικῆς δραχ. δ΄. κισσοῦ λευκοῦ κόκκους κδ΄. κόστου δραχ. β΄. περικλυμένου σπέρματος δραχ. β΄. ὑπερικοῦ δραχ. α΄. ἐν ἄλλαις δραχ. δ΄. χαλβάνης δραχ. α΄. ὀβολοὺς β΄. καρδάμου δραχ. δ΄. ἀναλάμβανε σκίλλης ἑφθῷ χυλῷ, δίδου κύαθον Ἑλληνικὸν δι’ ὀξυμέλιτος. ἄλλο. ♃ μυροβαλάνου σαρσὸς δραχ. γ΄. ὑπερικοῦ δραχ. στ΄. περικλυμένου καρποῦ δραχ. στ΄. δαύκου ῥίζης δραχ. στ΄. ἐρυθροδάνου, ἀκόρου, φοῦ Ποντικοῦ, κρόκου ἀνὰ δραχ. στ΄. σχοίνου δραχ. γ΄. μήου δραχ. στ΄. καρδάμου, χαμαιπίτυος, καππάρεως ῥίζης ἀνὰ δραχ. στ΄. πολίου δραχ. στ΄. οἱ δὲ δραχ. γ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. γ΄. ὀξυμέλιτος ἀναλάμβανε τροχίσκους ἀνὰ ὀβολοὺς β΄. καὶ δίδου ἐν ὀξυμέλιτι ἕνα. ποιεῖ δὲ καὶ πρὸς ἡπατικοὺς καὶ ὑδρωπικούς. ἄλλο ποιεῖ σπληνικοῖς. ♃ χαμαίδρυος δραχ. δ΄. πολίου δραχ. ε΄. χαμαιπίτυος δραχ. δ΄. ἐρυθροδάνου δραχ. ε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. γ΄. ἀρτεμισίας δραχ. γ΄. μυροβαλάνου δραχ. δ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. γ΄. ἀριστολοχίας δραχ. στ΄. τραγακάνθης δραχ. β΄. ὕδατι ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου ἐν ὀξυμέλιτι.

  75. 9.2.3

    [Ἄλλο εὐστόμαχον. χρῶ δὲ πρὸς πᾶσαν διάθεσιν σπληνός. ποιεῖ δὲ πρὸς σπάσματα, πνευματώσεις καὶ πρὸς γυναικεῖα πάθη.] ♃ Σμύρνης δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. δ΄. κόστου δραχ. ε΄. πάνακος ῥίζης δραχ. δ΄. πευκεδάνου ῥίζης δραχ. δ΄. δικτάμνου δραχ. δ΄. πολίου δραχ. β΄. περικλυμένου ῥίζης φλοιοῦ δραχ. δ΄. ἐρυθροδάνου δραχ. γ΄ S". ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. S". ἔνιοι καὶ ἴρεως δραχ. δ΄. S". ὀξυμέλιτι ἀναλάμβανε, δίδου ὀβολοὺς δύο ἐν ὀξυμέλιτι. ἄλλο σπληνικοῖς, ὀρθοπνοϊκοῖς. ♃ στρουθίου, σκίλλης ὀπτῆς, πάνακος, καππάρεως ῥίζης ἀνὰ δραχ. ε΄. κροκομάγματος δραχ. β΄. S". ὄξει ἀναλάμβανε, δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ. ἄλλο. ♃ στρουθίου, καππάρεως ῥίζης φλοιοῦ, χαμαίδρυος, πάνακος ἀνὰ δραχ. ι΄. μυρίκης καρποῦ δραχ. γ΄. ὄξει σκιλλητικῷ ἀναλάμβανε καὶ δραχ. α΄. δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ.

  76. 9.2.4

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ποτὰ φάρμακα πρὸς σπλῆνα.] Κυνογλώσσου χειροπληθὲς λαβὼν τρῖβε μετ’ οἴνου κυάθων γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας, δίδου πίνειν πρὸ τροφῆς, ποιεῖ καὶ ὁ χυλὸς κατ’ ἰδίαν. αἴρειν δὲ δεῖ τὴν βοτάνην εὐωνύμῳ χειρὶ πρὶν ἡλίου ἀνατολῆς. ἄλλο. χαμαίδρυος χειροπληθὲς ἀφέψας μετ’ οἴνου ξε. α΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου καὶ δίδου κυάθους δύο πρὸ τροφῆς. καταπλαστὸν σπληνικοῖς. μυρίκης καρπὸν κόψας καὶ σήσας ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως, δίδου κοχλιάρια β΄. μετ’ ὀξυμέλιτος κεκραμένου κυάθων τριῶν. ἢ βοτάνην τὴν λεγομένην πελαργῖτιν κόψας καὶ σήσας δίδου καθὰ προείρηται. ἄλλο. ὀνάγρου ἢ ἵππου ἀγρίου σπλῆνα ξηράνας κόψε ἀπόθου καὶ δίδου κοχλιάρια β΄. μετ’ οἴνου κεκραμένου κυάθων τριῶν. καταπότιον σπληνικοῖς. κισσοῦ λευκοῦ τῶν κορύμβων δίδου κόκκους γ΄. καὶ ὀξυμέλιτος ἐπιπίνειν κυάθους γ΄. Ἀνδρέου τὸ παιόνιον. μυρίκης τὸν καρπὸν κόψας καὶ σήσας ἀναλάμβανε χαλβάνῃ καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν.

  77. 9.2.5

    [Τροχίσκος σπληνικὸς, ὑπεκτήκει τὸν ὄγκον.] ♃ Ἐρείκης καρποῦ δραχ. δ΄. πεπέρεως λευκοῦ, νάρδου Συριακῆς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. β΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται· τὸ δὲ ἀμμωνιακὸν ὄξει σκιλλητικώδει διαλύεται καὶ  τοῖς ξηροῖς ἐπιβαλλόμενον ἀναπλάττεται καὶ γίγνονται τροχίσκοι ἀνὰ δραχ. α΄. ἄγοντες, δίδοται δραχ. α΄. καὶ ὀξυμέλιτος κύαθοι γ΄. ὁ δοὺς τὸ φάρμακον ἔλεγε πεποτηκέναι δελφάκιον ἐπὶ ἡμέρας τρεῖς. μετὰ δὲ ταῦτα τὸ δελφάκιον ἀνατμηθὲν ἄσπληνον εὑρεθῆναι.

  78. 9.2.6

    [Ἄλλο ὑπεκτήκει τὸν ὄγκον.] ♃ Ἀμμωνιακοῦ θυμιάματος, βάτου φύλλων τῶν ἁπαλωτάτων ἀνὰ δραχ. η΄. καππάρεως φλοιοῦ δραχ. δ΄. μυρίκης καρποῦ, βοτάνης ἀσπλήνου, λεγομένης σκολοπενδρίου ἢ ἡμιονίτιδος ἀνὰ δραχ. β΄. σκίλλης ὀπτῆς κεκαθαρμένης τοῦ πυρῆνος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. β΄. ὕδατι ἀναλάμβανε καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου δραχ. α΄. μετ’ ὀξυμέλιτος κυάθων γ΄. Χρυσέρμου σπληνικοῖς, ὑδρωπικοῖς. ἔστι δὲ καὶ διουρητικοῖς ἀγαθὴ, κοιλίας μαλακτική. σκίλλαν εὐμεγέθη πηλῷ περιπλάσας, ὄπτα καὶ περίελε τὸν φλοιὸν καὶ τοῦ πυθμένος τὸ σκληρὸν, τοῦ δὲ πυρῆνος λαβὼν λίτρας β΄. δαύκου σπέρματος ὀξύβαφον, ὅ ἐστιν γο α΄. ἀνίσου, σεσέλεως, πάνακος ῥίζης, ἴρεως, ἑκάστου ἴσον, κνίδης σπέρματος, κεδρίδων ἀνὰ δραχ. ιβ΄. σμύρνης δραχ. δ΄. ὀρόβων ἀληλεσμένων χοίνικα, οἴνου εὐώδους ὅσον ἐξαρκεῖ, φυράσας ἀνάπλαττε τροχίσκους. ἔχει δὲ καὶ τραγακάνθης μνᾶς δ΄. ἡ δόσις δραχ. α΄. μετ’ ὀξυμέλιτος τριῶν κυάθων. ἄλλο. Εὐγηρασίας. ♃ σκίλλης ὀπτῆς κεκαθαρμένης μνᾶς δύο, βρυωνίας ῥίζης μνᾶς η΄. πεπέρεως λευκοῦ τὸ ἴσον, πετροσελίνου τὸ ἴσον, δαύκου Κρητικοῦ σπέρματος τὸ ἴσον, ὀρόβων ἀληλεσμένων τὸ ἴσον, κεδρίδων ξε. στ΄. ἐχέτω δὲ ὄξους γο η΄. ἴρεως, πάνακος ῥίζης, σμύρνης ἀνὰ γο γ΄. οἴνου Φαλερίνου εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλαττε τροχίσκου καὶ ξήραινε ἐν σκιᾷ, δίδου δραχ. α΄. μετ’ οἴνου κεκραμένου κυάθων γ΄.

  79. 9.2.7

    [Ἐπιθέματα καὶ ἔμπλαστρα τοῦ αὐτοῦ Ἀσκληπιάδου πρὸς τὰς προσφάτους τοῦ σπληνὸς φλεγμονάς.] ♃ Δένδρου ἀκτῆς τῶν ἁπαλωτάτων φύλλων λίτρας γ΄. ἀλόης λίτραν α΄. σκεύαζε δι’ ὄξους καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. ἄλλο. ♃ ἐρείκης καρποῦ γο στ΄. χαλβάνης λίτραν α΄. ἔνιοι γο στ΄. τὸν καρπὸν κόπτε καὶ σῆθε καὶ οὕτως ἐπίβαλον τὴν χαλβάνην καὶ μίξας φιλοπόνως, εἰς ὀθόνιον ἐπιτίθει ἐμπλάσας.

  80. 9.2.8

    [Τὸ τοῦ Ἰδιώτου φάρμακον ἐπιτετευγμένον.] ♃ Ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου λίτραν α΄. τὸν ἰξὸν βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ θεὶς ἐπ’ ἀνθράκων, ἔα διαλύεσθαι· ὅταν δὲ διαλυθῇ κατάπασσε τὴν ἄσβεστον καὶ μίξας καὶ θερμὸν ἐμπλάσας εἰς δέρμα λευκὸν ἐπιτίθει. δεῖ δὲ καὶ συλλούεσθαι τῷ φαρμάκῳ καὶ οὕτως ἐᾷν ἕως αὐτόματον ἀποπέσῃ. φροντίζειν δὲ δεῖ, ὥστε τὰ ἀφιστάμενα μέρη τοῦ σπληνὸς ἀποκόπτειν. ἄλλο. ♃ ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου γο α΄. λίθου Ἀσίου τοῦ ἄνθους γο δ΄. κεδρίας γο α΄. σκεύαζε κατὰ τρόπον καὶ χρῶ, καθ’ ἡμέραν αἴρων τὸ φάρμακον καὶ σπόγγοις ἀποπυριῶν τοὺς τόπους καὶ πάλιν ἐπιῤῥίπτων. τὸ φάρμακον οὖρα κινεῖ.

  81. 9.2.9

    [Μάλαγμα χρυσίζον σφόδρα καλόν.] ♃ Κηροῦ, πιτυΐνης καὶ φρυκτῆς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο δύο, ὄξους, ἐλαίου ἀνὰ κυάθους η΄. σκεύαζε κατὰ τρόπον.

  82. 9.2.10

    [Ἄλλο σφόδρα γενναῖον, ᾧ ἐχρήσατο Ἀνδρόμαχος.] ♃ Κηροῦ, πιτυΐνης, πίσσης βρυτίας ξηρᾶς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο β΄. ὄξους κυάθους η΄. σκεύαζε κατὰ τρόπον, ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἡμεῖς προεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄ S". ἰξοῦ γο δ΄.

  83. 9.2.11

    [Πρὸς τὰς σκιῤῥώδεις τοῦ σπληνὸς διαθέσεις. ἐχρήσατο Τρύφων Γορτυνιάτης.] ♃ Τήλεως ἀληλεσμένης, νάπυος, μάννης λιβάνου ἀνὰ ξε. α΄. μυροβαλάνου πιέσματος ξε. S". νίτρου ἀφροῦ γο γ΄. λειότατα ποιήσας καὶ μίξας, ἀναλάμβανε ἀφεψημένῃ κεδρίᾳ, ὥστε ἐμπλάστρου ὑγρᾶς ἔχειν τὸ πάχος. ἡ χρῆσις ἐν διαλείμματι, ἐπιθεὶς τὸ φάρμακον καταλάμβανε ταινιδίοις. ὁ χρόνος τῆς ἐπιθέσεως πρὸ βαλανείου, ἐφ’ ὅσον οἷόν τέ ἐστι τὸν πάσχοντα φέρειν, ἔπειτα ἐπιδεδεμένον εἰσάγειν εἰς τὸ βαλανεῖον καὶ μετὰ τὴν λοιπὴν τοῦ σώματος ἐπιμέλειαν ἐμβιβάζειν καὶ οὕτως ἐν τῷ ὕδατι λύειν τὴν ταινίαν.

  84. 9.2.12

    [Ἄλλο σπληνικοῖς αὐθήμερον. πρὸ δὲ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τρεῖς ἡμέρας διαιτῶμεν.] ♃ Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γ΄. σινήπεως Ἀλεξανδρίνου, καρδάμου ἀνὰ γο β΄. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, σίνηπι, κάρδαμον κόψας καὶ σήσας, τὴν δὲ μάνναν καὶ τὴν σμύρνην ἐκλειώσας ἐπίβαλλε τὰ ξηρὰ καὶ φυράσας τῷ ὄξει ποίει μαλαγματῶδες καὶ ἀποτίθει ἀπὸ ὥρας δευτέρας μέχρι ἐνάτης. ἔπειτα δὲ ἐπιδεδεμένον δυσὶ ταινίαις εἰσάγομεν εἰς βαλανεῖον, καὶ ὅταν ἀναχαλασθῇ, ἐμβιβάζομεν. ἐν δὲ τῇ ἐμβάσει πλείονα χρόνον κατεχέσθω, ἔξω ἔχων τοῦ ὕδατος τὰ σκέλη. πρὸς δὲ τὸ μὴ λειποθυμεῖν ὄξος καὶ γλήχωνα ὀσφραινέσθω καὶ τὰς ταινίας κατὰ μικρὸν ἐπιλυέσθω. ἐξελθόντι δὲ ἐκ τοῦ βαλανείου, δοτέον τάριχος χωρὶς ἄρτου καὶ οἶνον τεθαλαττωμένον καὶ τῇ ἐπιούσῃ τὰ αὐτὰ δοτέον. τῇ δὲ τρίτῃ γυμνασίοις χρηστέον, ἀποξύνειν τὸ πνεῦμα δυναμένοις. ἄλλο Ἀρείου Ταρσέως, ἡ χρῆσις ἐν διαλείμματι. ♃ σύκων πιοτάτων, σινήπεως, καππάρεως ῥίζης τοῦ φλοιοῦ ἀνὰ λίτραν α΄. ὄξους τὸ  ἱκανόν. ἄλλο Διοδώρου. ♃ σινήπεως, καρδάμου, τήλεως, λινοσπέρμου, μυροβαλάνου πιέσματος ἀνὰ δραχ. η΄. ἀναλάμβανε κεδρίᾳ ἑφθῇ, προσφυράσας ὄξει σκιλλητικῷ. ἡ χρῆσις πρὸ βαλανείου, τὸ φάρμακόν ἐστι καλὸν, καὶ μετὰ τὴν χρῆσιν αἷμα ἀπουροῦσι. [Τὰ ὑπὸ τοῦ αὐτοῦ Ἀσκληπιάδου γεγραμμένα φάρμακα κατὰ τὸ δ΄ τῶν ἐκτὸς, πρὸς σπληνικοὺς καὶ ὑδρωπικοὺς, κατὰ λέξιν οὕτως ἔχοντα.] Ἐπίθεμα σπληνικοῖς τοὺς ὄγκους ὑπεκτήκει. ♃ ἀκτῆς τῶν φύλλων ἁπαλῶν λίτρας γ΄. ἀλόης λιπαρᾶς λίτραν α΄. τρῖβε μετ’ ὄξους, καὶ λεάνας καὶ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. ἄλλο. ♃ ἐρείκης καρποῦ λίτραν α΄. χαλβάνης λίτρ. α΄. κόψας τὸν καρπὸν καὶ σήσας ἀναλάμβανε χαλβάνῃ, καὶ πάλιν κόπτε παραπτόμενος ἰρίνου ὑποστάθμης, ὥστε μαλαγματῶδες γενέσθαι, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. μάλαγμα σπληνικοῖς. ♃ μυροβαλάνου τῶν λεπύρων κεκομμένων καὶ σεσησμένων μνᾶς ἥμισυ καὶ τοῦ πιέσματος τὸ ἴσον, κηροῦ δραχ. στ΄. ῥητίνης τερμινθίνης δραχ. λβ΄. χαλβάνης δραχ. ι΄. ἰρίνου βραχὺ, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο λίαν γενναῖον. ♃ μυροβαλάνου ἀλεύρων γο γ΄. νίτρου γο α΄. οἱ δὲ δ΄. κηροῦ γο στ΄. τερμινθίνης γο η΄. ὄξους τὸ αὔταρκες, ὑπεκτήκει.

  85. 9.2.13

    [Μάλαγμα τὸ διὰ τῆς κεδρίας, σπληνικοῖς, ὑδρωπικοῖς φάρμακον ἐπιτετευγμένον, οὖρα κινεῖ πολλὰ καὶ τὸν σπλῆνα ὑπεκτήκει. δεῖ δὲ συλλούεσθαι τῷ φαρμάκῳ καὶ τὸ ἀφιστάμενον ἀπὸ τοῦ χρωτὸς περικείρειν, τουτέστι τοῦ σπληνίου, ἐᾷν γὰρ δεῖ τὸ φάρμακον περικεῖσθαι μέχρις οὗ αὐτόματον ἀποπέσοι. ἡ δὲ σύνθεσίς ἐστιν ἥδε.] ♃ Ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου γο στ΄. λίθου Ἀσίου τοῦ ἄνθους γο δ΄. κεδρίας γο γ΄. τὸν ἰξὸν ἕψε βαλὼν εἰς λοπάδα χαλκῆν καὶ ὅταν ξανθὸς γένηται, ἐπίβαλλε τὴν κεδρίαν κινῶν συνεχῶς, καὶ τὰ ξηρὰ λεάνας ἐπίβαλλε, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ποσῶς ψυγῆναι, εἶτα ἐμπλάσας εἰς δέρμα λευκὸν τὸ ἀπὸ ἀκάνθης λεγόμενον, ἐπιτίθει κατὰ τῶν πασχόντων τόπων καὶ συλλούεσθαι παραίνει, ἕως αὐτόματον ἀποπέσοι τὸ σπλήνιον. δεῖ μέντοι, ὥσπερ καὶ ἄνω προείρηται, τὰ ἀφιστάμενα μέρη τοῦ σπληνίου ἀποκείρειν. ἄλλο σφόδρα γενναῖον. ♃ λίθου Ἀσίου τοῦ ἄνθους γο β΄. λίθου γαγάτου γο α΄. ἀσβέστου γο η΄. ἰξοῦ δρυΐνου λίτραν α΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. μάλαγμα Ἀντιοχίδος, σπληνικοῖς, ὑδρωπικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἐσκευάσθη Φαβίλλῃ. ♃ κηροῦ λίτρας γ΄. ῥητίνης τερμινθίνης λίτρας γ΄. μυροβαλάνου πιέσματος λίτραν α΄. νίτρου ἀφροῦ λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. ἐλαίου κυπρίνου λίτρας γ΄. ὄξος ὥστε τὸ ἀμμωνιακὸν διαλῦσαι. ἄλλο Φαβίλλῃ συντεθὲν, σφόδρα γενναῖον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σμύρνης στακτῆς, βδελλίου, ὄνυχος, μυελοῦ ἐλαφείου, ἀμμωνιακοῦ θυμιάματος, ἴρεως ξηρᾶς ἀνὰ λίτρας β΄. ὀποπάνακος λίτραν α΄. χαλβάνης λίτραν α΄. μαστίχης λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. στύρακος λίτραν α΄. ὀποῦ συκομόρων λίτραν α΄. κάγχρους λίτραν α΄. πεπέρεως λευκοῦ οὐγγίας στ΄. κηροῦ λίτρας ε΄. τερμινθίνης λίτρας ε΄. κοπτόν ἐστι τὸ φάρμακον. καὶ δεῖ κόπτοντας παράπτεσθαι ἰρίνου μύρου τῇ ὑποστάθμῃ ἕως ἂν εὐαφέστατον γένηται τὸ φάρμακον, καὶ γὰρ κείμενον εὐαφέστατον γίνεται. μάλαγμα ὃ καὶ χρυσίζουσαν καλοῦμεν. ♃ ἀρσενικοῦ γο α΄. στυπτηρίας σχιστῆς γο β΄. ἀσβέστου γο β΄. τὰ ξηρὰ κόπτομεν καὶ σήθομεν καὶ εἰς θυείαν ἐμβάλλομεν, τούτοις ἐπιβάλλομεν ὄξους κυάθους η΄. καὶ λεάναντες ἐπιμελῶς ἀναλαμβάνομεν τοῖς τηκτοῖς. ἔστι δὲ ταῦτα κηροῦ λίτρα α΄. ῥητίνης φρυκτῆς λίτραι β΄. πιτυΐνης λίτραι β΄. ἐλαίου κοινοῦ κύαθοι η΄. ταῦτα τήξαντες ἐῶμεν ψυγῆναι καὶ ἀναξύσαντες ἐπιβάλλομεν τοῖς λεανθεῖσιν. ἡμεῖς προστεθείκαμεν τῇ τοῦ φαρμάκου σκευασίᾳ σμύρνης γο β΄.

  86. 9.2.14

    [Ἄλλο. τούτῳ ἐχρήσατο Ἀνδρόμαχος. ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις.] ♃ Κηροῦ λίτραν α΄. πίσσης Βρυτίας λίτραν α΄. ἀντὶ ῥητίνης φρυκτῆς τὴν πίσσαν βάλλομεν, ἐλαίου κυ. η΄. ἀρσενικοῦ χρυσίζοντος γο β΄. στυπτηρίας σχιστῆς γο β΄. ἀσβέστου γο β΄. σκεύαζε καθὰ προείρηται. ἡμεῖς προσεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄. ἰξοῦ δρυΐνου γο δ΄.

  87. 9.2.15

    [Πρὸς τὰς κεχρονισμένας τοῦ σπληνὸς σκιῤῥώδεις διαθέσεις, αὐθήμερον λεγόμενον. δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου ἐπὶ τρεῖς ἡμέρας τὸν κάμνοντα διαιτῆσαι.] ♃ Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γ΄. νάπυος Ἀλεξανδρίνου γο β΄. καρδάμου γο β΄. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, κόψας καὶ σήσας τὰ ξηρὰ καὶ ὄξει φυράσας, ὥστε μαλαγματῶδες γενέσθαι, ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει ἀπὸ ὥρας β΄. ἕως θ΄. φυλάττων καὶ ταινιδίῳ κατέχων τὸ ἐπικείμενον μάλαγμα, εἶτα πέμπε εἰς βαλανεῖον οὕτως ἐπιδεδεμένον, καὶ ὅταν καλῶς ἀναχαλασθῇ, ἐμβίβαζε κελεύων ἔξω τῆς ἐμβατῆς ἔχειν τοὺς πόδας καὶ ἐπὶ πλείονα χρόνον ἐμμένειν. πρὸς δὲ τὴν τούτων ἀνάκτησιν ὄξος καὶ γλήχωνα προσάγομεν τοῖς μυκτῆρσι καὶ πειρώμεθα κατὰ μικρὸν ἐπιλύειν τὰς ταινίας, ἔστωσαν δὲ δύο κατὰ τοῦ μαλάγματος ἐπικείμεναι. κατὰ δὲ τὴν ἄρσιν τῶν ταινιδίων αἴρομεν καὶ τὸ ἐπικείμενον μάλαγμα καὶ τοὺς πεπονθότας τόπους ἱκανῶς ἀπαντλοῦμεν. ἐξελθόντι δὲ τοῦ βαλανείου δίδομεν τάριχον χωρὶς ἄρτου καὶ οἶνον τεθαλασσωμένον καὶ τῇ ἐπιούσῃ τὸ αὐτὸ ποιοῦμεν. τῇ δὲ  τρίτῃ τὸ αὐτὸ ποιούμεθα, γυμνασίοις χρώμεθα ἀποξύνειν δυναμένοις τὸ πνεῦμα.

  88. 9.2.16

    [Ἄλλο Τρύφωνος Γορτυνιάτου Κρητὸς φάρμακον ἐπιτετευγμένον.] ♃ Τήλεως ἀληλεσμένης ξέστην α΄. μυροβαλάνου πιέσματος ξέστου S". νίτρου ἀφροῦ γο γ΄. πάντα λεάνας ἀναλάμβανε κεδρίᾳ, δεῖ δὲ πρότερον ταύτην ἑψήσαντα συστρέφειν, ὥστε κηρωτῆς ἔχειν πάχος. ἡ χρῆσις πρὸ βαλανείου, ἐφ’ ὅσον ὁ κάμνων δύναται φέρειν, μετὰ δὲ τὸ βαλανεῖον ἐπιῤῥίπτομεν κηρωτάριον.

  89. 9.2.17

    [Ἄλλο αὐθήμερον ἐπιγραφόμενον, ἀπαλλάττει τῆς ὅλης διαθέσεως.] ♃ πυρέθρου δραχ. κ΄. μυροβαλάνου γο η΄. καρδάμου γο η΄. κνίδης σπέρματος γο η΄. πεπέρεως γο η΄. σινήπεως ξέστου S". ἅπαντα λειώσας καὶ ὄξει φυράσας καὶ λεάνας ἐπιτίθει ἐν διαλείμμασιν ἐπὶ ὥρας γ΄. εἰ δυνατὸν ὑπὸ μένειν τὸν ἀσθενοῦντα, ἔπειτα βαστάσας τὸ φάρμακον λούεσθαι παραίνει. κατὰ δὲ τὸ βαλανεῖον χρηστέον κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. ἄλλο τὸν ὄγκον ἐκτήκει. ♃ λίθου Ἀσίου τοῦ ἄνθους, νίτρου ἐρυθροῦ, μυροβαλάνου πιέσματος, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. κδ΄. καππάρεως ῥίζης τοῦ φλοιοῦ δραχ. η΄. ῥαφάνου σπέρματος δραχ. ι΄. ἢ τοῦ χυλοῦ κύαθον α΄. ὄξους δριμυτάτου τὸ αὔταρκες, ἰξοῦ δρυΐνου δραχ. μ΄. διάλυε ἀμμωνιακὸν ἀκτῆς χυλῷ ἢ μυρίκης ἢ τριφύλλου. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ ὄξει φυράσας καὶ μίξας ἐπίβαλλε τὸν ἰξὸν, καὶ ἀνακόψας ἀνελόμενος χρῶ.

  90. 9.2.18

    [Τὰ ὑπ’ Ἀρχιγένους ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων γεγραμμένων σπληνικοῖς.] Ἐπὶ δὲ τῶν σπληνικῶν προηγουμένης ὁμοίως τῆς ὅλης διαίτης, ἐκ τῶν ἀναγραφησομένων συνθέσεων τοῖσδε χρῶ πόμα μὲν ὕδωρ, σιδήρου διαπύρου πολλάκις ἐναποσβεσθέντος αὐτῷ, ἀπυρέτοις μὲν μετ’ οἴνου, πυρέσσουσι δὲ ὕδωρ πιεῖν. ἢ ἀναγαλλίδος τῆς τὸ κύανον ἄνθος ἐχούσης ὀβολὸν ἕνα μετ’ ὀξυμέλιτος, ἢ ἕρπυλλον μετ’ ὄξους, ἢ πάνακος ῥίζαν χλωρὰν πότιζε μετὰ μελικράτου, ἢ τὸν καρπὸν ὁμοίως, προεξαιθρίαζε δὲ τὸ μελίκρατον, ἢ περικλυμένου ῥίζης φλοιοῦ καὶ τοῦ καρποῦ ὅσον τοῖς τρισὶ δακτύλοις, ἐν ἀκράτῳ οἴνῳ θερμῷ λευκῷ δίδου πίνειν νήστει ἐπὶ ἡμέρας μ΄. ἢ ἀλώπεκος ξηρὸν ἧπαρ μετ’ ὀξυμέλιτος δίδου πίνειν, ἢ κύμινον Αἰθιοπικὸν, ὁμοίως τῷ ἥπατι πινόμενον ἐν ὀξυμέλιτι, ἢ ἄρου ῥίζης φλοιοῦ δραχ. S". μετ’ ὀξυμέλιτος κυάθων γ΄. ἢ πόλιον ὁμοίως μετ’ ὀξυμέλιτος, ἢ κισσοῦ λευκοῦ κόκκους γ΄. μετ’ ὀξυμέλιτος κυάθων γ΄. ἢ καππάρεως λεῖα ξηρὰ φύλλα μετ’ ἀκράτου πότιζε. κατάπλασσε δὲ τοὺς σπληνικοὺς τοῖσδε πρὸς τοὺς ἡπατικούς· καὶ ἔτι τέφρα ἐκ χαλκείου μετ’ ὄξους, ἢ καππάρει βεβρεγμένη ἐν ὄξει λείᾳ ἀνειλημμένη κηρωτῇ κυπρίνῃ, ἢ τῷ διὰ καρδάμου καὶ τήλεως καὶ ἀσβέστου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ τήλεως καὶ ἀσβέστου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ κατάπλασσε λεπιδίου φύλλοις. ὅταν δὲ ἤδη δάκνωνται, εἰσαγαγὼν εἰς τὸ βαλανεῖον, ἄρας τὸ φάρμακον εἰς ζεστὸν ἐμβίβαζε καὶ κάτεχε. δυσανασχετοῦσι γὰρ ὑπερδακνόμενοι, ὑγιεῖς δὲ ἐξίασι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἰσχιαδικῶν ποιεῖ. ἢ μυροβαλάνου τὸ πίεσμα ὄξει βρέξας, ῥοδίνῃ κηρωτῇ μίσγε καὶ ἐπιτίθει, ἢ τήλεως καὶ καρδάμου τὸ ἴσον, μάννης τὸ διπλοῦν, ἀσβέστου βραχὺ σὺν μέλιτι, ὡς ἐμπλάστρῳ σπλήνια ποιήσας ἐπιτίθει, ἢ τρύγα ὄξους δριμέος ἐπιτίθει. καππάρεως ῥίζαν μετ’ ὄξους, ἢ σπόγγον ἐξ ὄξους δριμυτάτου. ἄκρως ποιεῖ μυροβαλάνου λεπύχανα καὶ νίτρου τὸ τρίτον, λεῖα ὄξει φυράσας. ῥητίνην καὶ κηρὸν κατ’ ὀλίγον ἐλαίου τήξας ἐπίχει καὶ μαλάξας χρῶ. ἐπιμένοντος δὲ σικύας πρόσβαλλε παραμύσσων. περίαπτα δὲ καὶ ἀντιπαθῆ πρός τε ἧπαρ καὶ σπλῆνα τάδε δοκεῖ πεπιστεῦσθαι. τὴν ὑπὲρ τὸ ἀριστερὸν οὖς φλέβα λύσας, ἀνάτριβε τῷ αἵματι τὸν πεπονθότα σπλῆνα.

  91. 9.3.1

    [Περὶ ὕδρωπος.] Ὑδρωπικῶν φάρμακα καὶ ἄλλα κοινὰ πρὸς τοὺς σπληνικοὺς αὐτοὺς καὶ ἄλλα τινὰ πολύχρηστα πρός τε τὰ προειρημένα πάθη καὶ σκληρίας καὶ ὅπου τι διαφορῆσαι χρὴ, κᾂν ἤδη πυώδης ᾖ σύστασις. ἄρξομαι δὲ καὶ ἐπὶ τούτων ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων.

  92. 9.3.2

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα φάρμακα πρὸς τὰ εἰρημένα πάθη κατὰ τὸ δ΄. τῶν ἐντὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ἐπίθεμα ὑδρωπικοῖς σφόδρα καλὸν καὶ τὸ παρακείμενον ὑγρὸν ἀναπίνει. ♃ φάῤῥους, ὃ καλοῦσι ζέαν, ἀληλεσμένου ξε. β΄. λίθου Ἀσίου τοῦ ἄνθους ξε. α΄. μάννης λίτραν α΄. λεάνας ἐπιμελῶς ἀναλάμβανε στέατι ὑείῳ παλαιῷ κατειργασμένῳ, ἐν οἴνῳ βεβρεγμένῳ νυκτὶ ὅλῃ, τὸ δὲ πλῆθος ἔστω τοῦ ὑείου ὅσον δύναται ἐπιβληθὲν εὐαφὲς ποιῆσαι τὸ φάρμακον. ἄλλο. Βήσασα, σπέρμα δέ ἐστιν ἐν Συρίᾳ γεννώμενον τοῦ ἀγρίου πηγάνου, ὃ δὴ οἱ ἐντόπιοι ἅρμαλα καλοῦσιν. ♃ τούτου κεκομμένου ξε. α΄. μάννης ξε. S΄. στέατος ὑείου παλαιοῦ ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρηται. ἄλλο. ♃ σύκων λιπαρωτάτων λίτρας γ΄. ἀφρονίτρου λίτραν α΄. ὀριγάνου λίτραν α΄. τινὲς κυμίνου λίτραν α΄. θείου ἀπύρου γο γ΄. κοχλιῶν Ἀφρικανῶν λίτραν α΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε καὶ ἀναλάμβανε σύκοις κεκομμένοις σὺν ταῖς σαρξὶ τῶν κοχλιῶν, ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει, μέλιτος ἑφθοῦ ἐπίβαλλε ὅσον ἐξαρκεῖ.

  93. 9.3.3

    [Ἄλλο ἐκ τῶν Κρίτωνος.] ♃ Τήλεως ἀληλεσμένης  καὶ σεσησμένης ξε. β΄. θείου ἀπύρου λίτρας β΄ S". ἐν ἄλλοις λίτρ. β΄. νίτρου λίτρας β΄. ἀψινθίου ξηροῦ λείου καὶ σεσησμένου ξε. β΄ S". τὰ ξηρὰ λειότατα ποιήσας ἀναλάμβανε μέλιτι ἑφθῷ, εἶτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει εἰς νύκτα. περὶ δὲ τὴν ἡμέραν χρῶ καὶ αἰώρα καὶ τῇ ὑπογεγραμμένῃ σκευασίᾳ. ♃ κηροῦ λίτραν α΄. πίσσης ξηρᾶς λίτραν α΄. λίθου Ἀσίου λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.

  94. 9.3.4

    [Μάλαγμα τὸ ποτήριον ἐπιγραφόμενον, ἀναπίνει τὰς ἐν βάθει ὑγρασίας καὶ σκίῤῥους διαλύει.] ♃ Κηροῦ, πίσσης ξηρᾶς ἀνὰ λίτρας β΄. στυπτηρίας ὑγρᾶς, θείου ἀπύρου, μάννης, νίτρου ἐρυθροῦ ἀνὰ λίτραν α΄. ῥητίνης φρυκτῆς λίτρας τέσσαρας, ἐλαίου παλαιοῦ κοτύλην α΄. ὄξους ὥστε τὰ ξηρὰ διαλῦσαι ὅσον ἐξαρκεῖ, καὶ χρῶ σκευάσας ὡς δοκίμῳ. ἄλλο γενναῖον ἢ ποτήριον φάρμακον ἐπιτετευγμένον. ποιεῖ ὑδρωπικοῖς, σπληνικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. ♃ ῥητίνης φρυκτῆς λίτρας δ΄. κηροῦ λίτρας β΄. θείου ἀπύρου λίτραν α΄. μάννης λίτραν α΄. πίσσης ὑγρᾶς λίτρας β΄. στυπτηρίας ὑγρᾶς λίτραν α΄. νίτρου ἐρυθροῦ λίτραν α΄. ἀριστολοχίας γο γ΄. βδελλίου γο γ΄. ἀμώμου βότρυος γο γ΄. σικύου ἀγρίου ῥίζης γο γ΄. ἀλόης γο στ΄. πυρέθρου γο γ΄. ἀμμωνιακοῦ θυμιάματος γο γ΄. ἰξοῦ δρυΐνου γο γ΄. ὀποῦ συκομόρων γο γ΄. ὄξους ξε. α΄ S". ἢ οἴνου Ἰταλικοῦ ἀντὶ τοῦ ὄξους βάλλομεν, ἐλαίου κοτύλας γ΄. σκεύαζε κατὰ τρόπον.

  95. 9.3.5

    [Μάλαγμα διὰ δαφνίδων, σπληνικοῖς, ὑδρωπικοῖς· διαλύει πᾶσαν σκληρίαν, ἀναπίνει τὰς ἐν βάθει ἀποστάσεις.] ♃ Κηροῦ λίτραν α΄. πιτυΐνης λίτραν α΄. πίσσης Βρυτίας λίτραν α΄. δαφνίδων ξηρῶν λίτραν α΄. νίτρου ἐρυθροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. στέατος μοσχείου κατειργασμένου λίτραν α΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ. τὰ δὲ τηκτὰ τήκεται καὶ ψύχεται καὶ τοῖς ξηροῖς ἐπιβάλλεται, καὶ ἀνακόψαντες ἀνελόμενοι χρώμεθα. ἄλλο. ♃ δαφνίδων λίτραν α΄. πίττης λίτραν α΄. μάννης λίτραν α΄. στέατος ταυρείου λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. κηροῦ λίτραν α΄. σκεύαζε καθὰ προείρηται. ἡ τοῦ κουρέως λεγομένη σπληνικὴ, ὑδρωπική. ταύτῃ κουρεὺς ἀπὸ Βιθυνίας ἀνὴρ χρώμενος, ἰσχιαδικοὺς ἀπήλλαττε παντελῶς. ♃ πίσσης ξηρᾶς λίτρας δ΄. κηροῦ λίτρας β΄. πιτυΐνης λίτρας β΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας β΄. νίτρου ἐρυθροῦ λίτρας β΄. δαφνίδων ξηρῶν λίτρας β΄. στέατος ταυρείου λίτραν α΄. ἐν ἄλλῳ καὶ ἴρεως λίτρας β΄. κάγχρυος γο ιη΄. ἀλεύρου τηλίνου ξε. α΄. γύρεως ξε. α΄. χαμαιλέοντος μέλανος ῥίζης κεκομμένης λειοτάτης ξέστην α΄. κυμίνου λειοτάτου ξε. α΄. S". γλυκέος ξε. α΄. ἐν ἄλλῳ ἀνίσου λειοτάτου ξε. (S'). τὴν δὲ γύριν οὐκ ἔχει.

  96. 9.3.6

    [Ἄλλη Βιθυνὴ λεγομένη φάρμακον ἐπιτετευγμένον, πρὸς τὰς προειρημένας διαθέσεις.] ♃ Πίσσης Βρυτίας λίτρας δ΄. ῥητίνης πιτυΐνης, κηροῦ, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ λίτρας β΄. μυελοῦ ἐλαφείου λίτραν α΄. στέατος ταυρείου κατειργασμένου λίτραν α΄. ὀποῦ συκομόρου λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους γο στ΄. χαμαιλέοντος μέλανος τῆς ῥίζης κεκομμένης γο στ΄. δαφνίδων ξηρῶν λίτρας S". ἀλεύρου ἰρίνου λίτρας S". δαύκου Κρητικοῦ σπέρματος κεκομμένου γο δ΄. πετροσελίνου γο δ΄. κυμίνου Αἰθιοπικοῦ γο δ΄. ἀνίσου γο δ΄. ἁλῶν Σπανῶν γο στ΄. ἀφρονίτρου γο στ΄. κυπρίνου γο στ΄. οἴνου Φαλερίνου ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ φυράσας σκεύαζε κατὰ τρόπον.

  97. 9.3.7

    [Μάλαγμα τὸ διὰ τῶν σπερμάτων φάρμακον ἐπιτετευγμένον πρὸς τὰς προειρημένας διαθέσεις. τούτῳ ἐχρήσατο Ὀλύμπιος.] ♃ Κηροῦ δραχ. ρ΄. τερμινθίνης δραχ. ρ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. στέατος ταυρείου δραχ. ρ΄. ἀνίσου δραχ. ρ΄. τήλεως δραχ. ρ΄. πετροσελίνου δραχ. ρ΄. ἄμμεως, ἴρεως Ἰλλυρικῆς ἀνὰ δραχ. ν΄. πάνακος δραχ. ρ΄. νίτρου δραχ. ν΄. γλυκυῤῥίζης δραχ. ν΄. κυπέρου δραχ. κε΄. βράθυος δραχ. κε΄. σαμψύχου δραχ. κε΄. μελιλώτου δραχ. κε΄. καρδαμώμου δραχ. ιβ΄. S". κασσίας σύριγγος δραχ. ιβ΄ S". νάρδου Κελτικῆς, δαύκου Κρητικοῦ τῆς ῥίζης ἀνὰ δραχ. ιβ΄ S". μέλιτος κοτύλης S". οἴνου εὐώδους ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον. ἄλλο. ♃ κηροῦ μνᾶν α΄. ἀμμωνιακοῦ θυμιάματος μνᾶν α΄. τερμινθίνης μνᾶν α΄. σαμψύχου, δαφνίδων, κυπέρου ἀνὰ μνᾶς S". ἴρεως Ἰλλυρικῆς μνᾶς τέταρτον, ὅ ἐστι δραχ. λ΄. λινοσπέρμου πεφωγμένου μνᾶς δ΄. τήλεως, πάνακος ἀνὰ μνᾶς δ΄. στέατος ταυρείου μνᾶς δ΄. σικύου ἀγρίου ῥίζης ξηρᾶς, ἀνίσου, σελίνου σπέρματος, ἄμμεως, κυμίνου, μαράθρου, νίτρου ἀνὰ μνᾶς δ΄. πεπέρεως δραχ. ιβ΄ S". μέλιτος κοτύλην, οἴνου κοτύλην α΄ S". κυπρίνου κοτύλην α΄ S". ὄξους κοτύλην α΄ S". συντίθει καὶ χρῶ.

  98. 9.3.8

    [Ἐκ τῶν Ἀνδρομάχου πρὸς ὑδρωπικοὺς καὶ ἐμπνευματώσεις.] ♃ Πίσσης ὑγρᾶς λίτρας β΄. κηροῦ λίτραν α΄. νίτρου γο στ΄. θείου ἀπύρου γο στ΄. στυπτηρίας γο στ΄. πρὸς ὑδρωπικοὺς Κλεοφάντου. ♃ κηροῦ, ῥητίνης, ἀφρονίτρου ἀνὰ δραχ. ρ΄. χαλβάνης δραχ. ιβ΄ S". προπόλεως δραχ. ιβ΄ S". ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄ S". κυπρίνου κυάθους β΄. ὄξους κυάθους δύο.

  99. 9.3.9

    [Ἀρχιγένους ἐκ τοῦ δευτέρου τῶν κατὰ γένος φαρμάκων.] Ὑδρωπικοῖς δίαιτα, ὡς προσῆκε. κατάπλαττε μὲν βολβίτῳ ἀγελαίας βοὸς, ξήραινε δὲ αὐτὸ ἐπιμελῶς, καὶ λεάνας ἕψε ἐν ὀξυκράτῳ ὠμῆς λύσεως τρόπον, προσεμπάσας θείου ἀπύρου τὸ τέταρτον μέρος, ὅλῳ δὲ τῷ κύτει ἐπίβαλλε.  ὡς Μούσας κατέπλαττεν αὐτοὺς, ἐλατηρίῳ, σταφίδι ἀγρίᾳ, ὑσσώπῳ, χολῇ ταυρείᾳ, ἴσοις σύκοις κεκομμένοις ἀναληφθεῖσιν. ἢ σικύου ἀγρίου τῆς ῥίζης μνᾶ μία, ἑψημένης ἐν οἴνῳ. σύκων ὁμοίως ἑψημένων μνᾶς S". ταῦτα ὁμοῦ λέαινε παραχέων τοῦ ἀφεψήματος αὐτοῖς, μέχρι μαλαγματῶδες ποιήσῃς, εἶτα μίξας αὐτῆς ἀλθαίας λείας ῥίζης τὸ ἴσον καὶ συνέψων συλλέαινε καὶ οὕτω κατάπλαττε. ἢ σπυράθους αἰγείους ἕψων ἐν οὔρῳ παιδίου ἀφθόρου ἢ αὐτῆς αἰγὸς τῷ οὔρῳ, γλοιοῦ ποιῶν πάχος κατάπλασσε, ἄκρως αὐτοὺς διὰ κοιλίας καθαίρει. ἄλλο. ἐλλέβορον μέλανα, χολὴν ταυρείαν, νίτρον, πέπερι, ἴσα σὺν μέλιτι καταπλάσσων τὴν κοιλίαν ἐπὶ ἡμιώριον. παρ’ ὅλην δὲ τὴν ἀγωγὴν ποτίζειν τινὶ τούτων. ♃ κοτυληδόνος δραχ. α΄. σκίλλης καθαρᾶς ξηρᾶς δραχ. α΄. ἐν οἰνομέλιτι κεκραμένῳ δίδου καθ’ ἡμέραν. ἢ ἄρου ῥίζης φλοιοῦ δραχ. α΄. καὶ κνεώριον, ἣν ἔνιοι χαμελαίαν καλοῦσι, χυλίσας καλάμων τοὺς πρὸς ταῖς ῥίζαις ἁπαλοὺς ὄχθους λάβε κυάθους γ΄. μίξας τε τὰ προειρημένα δίδου καθ’ ἡμέραν πίνειν. κάλλιστα δὲ ποιεῖ τοῦτο, ♃ καρκίνου ποταμίου ξηροῦ χωρὶς τῶν ποδῶν καὶ χηλῶν λελειωμένου δραχ. α΄. ἀσάρου δραχ. α΄. μίξας ὕδατι ἐξ αὐτοῦ τοῦ ποταμοῦ, ὅθεν οἱ καρκίνοι, δίδου πίνειν. ἐνίοτε δὲ ἀντὶ τοῦ ἀσάρου ὀποβαλσάμου προσβάλλεται ἴσον. ἢ ♃ κοραλλίου δραχ. α΄. στυπτηρίας σχιστῆς δραχ. α΄. ὀβολοὺς β΄. λεάνας μετὰ καλαμίνθης ἀποβρέγματος, ἀνάπλαττε διοβολιαίους τροχίσκους καὶ δίδου πίνειν ἐν τῷ τῆς καλαμίνθης ὕδατι ὀβολὸν, ἄκρως ποιεῖ καὶ πρὸς νεφριτικούς. ἢ τὴν ῥίζαν τῆς καλαμίνθης καθεψήσας πότιζε. ἢ τὸ σίον λεγόμενον πότιζε· τοῦτο δὲ καὶ ἐσθίειν δίδου. ἢ τριβόλου τὰ φύλλα. ἢ τὴν ῥίζαν μετ’ οἴνου δίδου. ἢ ἐν βαλανείῳ ἁλὶ καὶ ἐλαίῳ ἐπιμελῶς, ἄχρις ἂν ἱδρώσωσιν, ἀλείψας ἔξαγε καὶ μόνους τοὺς διδύμους ἀποκλύσας ἀφιδροῦντας, πρῶτον ὀθονίοις, εἶτα τοῖς λοιποῖς περιβολαίοις συσκεπάσας, κόμιζε καὶ δίδου φουρνίτου ἄρτου μετὰ ἰσχάδων ἱκανῶν φαγεῖν, πότιζε δὲ οἴνῳ μέλανι Ἰταλικῷ ἢ σπικάτῳ προσφάτῳ, ἐνεψημένων αὐτῷ σύκων γο δ΄. εἰς τοὺς ξε. στ΄. μέχρι τὸ γ΄. λειφθῇ, καθαίρει δι’ οὔρων. ἢ αἰγὸς οὔρου κοχλιάριον α΄. μετὰ νάρδου δραχ. α΄. θερμάνας δίδου πίνειν. ἢ σίκυον ἄγριον οἴνῳ ναρδίνῳ ἢ Ἀμιναίῳ ἐναποβρέξας τρὶς, ἐκ τοῦ ἀποβρέγματος δίδου κύαθον α΄. καὶ προστίθει κατὰ βραχὺ, ἕως κυάθων τριῶν. ἢ σεσέλεως δίδου πίνειν ἢ ἐσθίειν. ἢ δαφνοειδοῦς λείου ἡλίκον θέρμον ἐπιπάσσων, δίδου πιεῖν, ἄγει οὖρα πολλά. ἢ ἄρου ῥίζης φλοιὸν ἐν οἴνῳ. ἢ λεπίδος χαλκοῦ δραχ. α΄. ἄρτου τὸ ἐντὸς ἀναλαβὼν καταπότια ποίει καὶ δίδου· ὕδωρ ἄγει εὐτόνως. ἢ ♃ χαλκοῦ κεκαυμένου δραχ. α΄. πηγάνου κλωνία τρία, περιστερᾶς κόπρου δραχ. α΄. ἁλὸς κοινοῦ ὀλίγον μετ’ οἴνου Ἐφεσίου καὶ ὕδατος τὸ πᾶν κρᾶμα κοτύλης S". δίδου. ἄκρως ποιοῦσιν αἵ τε θηριακαὶ διουρητικαὶ πᾶσαι, ἔτι τε τὰ ἑκάστῳ διὰ πείρας ἀκίνδυνα ὑδραγωγὰ πότιμα ἢ καταπότια, διάχριε δὲ τοὺς ὑδρωπικοὺς ἐπὶ πολὺ ἐν ἡλίῳ, σκέπων τὴν κεφαλὴν, μιγνὺς τῷ ἐλαίῳ ἅλας πολλοὺς, καταιόνα τε ἅλμῃ πολλῇ καὶ θερμῇ, τοὺς ἐμπεφυσημένους μάλιστα τόπους. κύστεις εὐμεγέθεις ἐμφυσήσας ἐπιμελῶς κατάκρουε καθ’ ἡμέραν συνεχῶς, πιλοῦνται γὰρ καὶ προστέλλονται. διελὼν δὲ τὰ σφυρὰ αὐτῶν ἢ καὶ σχάσας ἐν φορείῳ αἰώρει, πολὺ γὰρ διαῤῥεῖν ὑγρὸν εἴωθεν αὐτοῖς.

  100. 9.3.10

    [Πρὸς τὰς αὐτὰς διαθέσεις ἡ τοῦ Βιεννίου.] ♃ Κρόκου, ὀπίου, ὀποπάνακος, σμύρνης, ἴρεως, ἀκόρου, μανδραγόρου, ἀσάρου, κόστου, νάρδου Ἰνδικῆς, δαύκου Κρητικοῦ, μήου ἀνὰ δραχ. η΄. πεπέρεως λευκοῦ καὶ μακροῦ, γεντιανῆς, στοιχάδος, κασσίας, φοῦ Ποντικοῦ ἀνὰ δραχ. η΄. μέλιτι ἀναλάμβανε.

← Previous · Next → — showing 701800 of 941

First Thousand Years of Greek. CTS URN tlg0057.tlg076.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.