Ancient Textssearch the texts themselves, not just their titles

← All works

De compositione medicamentorum secundum locos

First Thousand Years of Greek · First Thousand Years of Greek · 941 sections

  1. 7.2.58

    Παράχει κατὰ μικρὸν τοῖς ζέουσιν τῆς χύτρας

  2. 7.2.59

    Συνεκζέσας ἀποτίθου ὑάλῳ ψυγέν.

  3. 7.2.60

    [Ἡ διὰ κωδυῶν, Σωρανοῦ.] Σωρανὸς δὲ οὕτω σκευάζειν αὐτὴν ἀξιοῖ. ♃ κωδυῶν ρν΄. ὕδατος ξεστ. κ΄. λαβὼν εἰς λέβητα καινὸν, ἕψε ἕως ξεστ. ι΄. εἶτα ἐκβαλὼν τὰς κωδύας, βάλε μέλιτος ξεστ. α΄. καὶ ἐνδήσας εἰς ὀθόνιον, σμύρνης, κρόκου, ὑποκυστίδος, ἀκακίας χυλοῦ ἀνὰ δραχμὴν μίαν καὶ τριώβολον, καὶ ἀποδήσας ἀποκρέμασον εἰς τὸν λέβητα, ἵνα τῷ μέλιτι συνέψηται. ἐπειδὰν δὲ συστραφῇ, ἆρον τὸ ἐνδέσμιον καὶ βαλὼν εἰς θυίαν τρῖψον μετὰ γλυκέος κυάθων γ΄. εἶτα βαλὼν εἰς τὸν λέβητα συνέψει μαλακῶς, μέχρι συστραφῇ. πραοτέρα δέ ἐστιν ἡ διὰ μόνου μέλιτος καὶ τοῦ ἀποβρέγματος τῶν κωδυῶν. ἀνυτικωτέρα δὲ γίνεται προσλαβοῦσα ἐν τῇ ἀποδήσει τοῦ ὀθονίου μελίλωτον ἀντὶ τῶν στυφόντων καὶ γλυκυῤῥίζης ῥίζαν.

  4. 7.2.61

    [Γαληνοῦ ἡ διὰ κωδυῶν.] Ὡς ἐγὼ συντίθημι κεχρῆσθαι τῇ διὰ τῶν κωδυῶν ἀξιῶ. πειραθέντι μοι γὰρ τῶν προειρημένων σκευασιῶν ἔδοξεν ἀμείνων εἶναι καθ’ ἣν εἰς ἕνα ξε. ἐμβάλλονται κωδύαι δέκα, καθάπερ ὁ Κρίτων ἔγραψεν, ἢ εἰς δύο ξε. ιε΄. καθάπερ ὁ Σωρανὸς, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν τούτων τῶν ὅρων ἐστὶν, ἐμβαλλόντων ἡμῶν ὀκτὼ κωδύας ἢ θ΄. προβρέχω δ’ αὐτὰς οὐ τρισὶν ἡμέραις, ὡς Ἥρας, ἀλλ’ οὐδὲ εὐθέως ἀφαιρεθείσας ἕψω, ἀλλ’ ἐὰν μὲν ὦσιν ὑγρότεραί τε καὶ μαλακώτεραι μιᾶς ἡμέρας, ὑπακουομένης ἐν ταῖς τοιαύταις λέξεσιν ἁπάσαις καὶ τῆς νυκτὸς, ὥσπερ καὶ τὸν ἐνιαυτὸν ἡμέρας λέγουσιν οἱ ἄνθρωποι τξε΄. ἐὰν δὲ σκληρότεραι καὶ ξηρότεραι τυγχάνωσιν οὖσαι καὶ πλείονι χρόνῳ τῆς μιᾶς ἡμέρας αὐτὰς διαβρέχω, ἄμεινον δὲ τὰς μή πω σκληρὰς λαμβάνειν. εὔδηλον δ’ ὅτι καὶ τὰς λίαν μαλακὰς ἀποβάλλεσθαι προσήκει. αἱ μὲν γὰρ ξηρότεραι ὀλίγον τὸν χυλὸν ἔχουσιν, αἱ δὲ ὑγρότεραι πολὺν μὲν, ἀλλ’ ἄπεπτον ἔτι καὶ ὑδατώδη καὶ ἄτονον, διὸ καὶ τὰς ἐξ ὑγρῶν καὶ ἑλωδῶν χωρίων παραιτητέον. ὃν δ’ εἶπον ἀριθμὸν τῶν κωδυῶν ἐμβάλλειν χρῆναι κατὰ τὴν ἀναλογίαν τοῦ ὕδατος, ἐπὶ τῶν μέσων ἀκούειν χρή. ἐπειδὴ τινὲς μέν εἰσι μείζους τῶν συμμέτρων, τινὲς δὲ ἐλάττους, ἔνιαι δὲ καὶ μέσαι, καθάπερ εἴωθεν ὡς τὸ πολὺ γίνεσθαι, πασῶν ἐφεξῆς τὸν εἰρημένον ἀριθμὸν ἐμβάλλῃς τῷ ξε. τῆς δὲ ἑψήσεως ὅρος ἔστω σοι μὴ τὸ τρίτον ἢ τὸ τέταρτον ἢ ὅλως τοιοῦτόν τι μόριον ἀπολειφθῆναι τοῦ ὕδατος, ἀλλ’ ὅταν πρῶτον ὅλαι τακεραὶ γενηθῶσι, βουλόμεθα γὰρ αὐτῶν δηλονότι τὸν χυλὸν ἐκθλίψαι. τοῦτο δ’ αὐτάρκως γίνεται τακερῶν ἀποτελεσθεισῶν αὐτῶν, περιττὸν οὖν τὸ ἐπιπλέον ἕψειν. μίγνυσθαι δ’ ἀξιῶ τούτῳ μέλιτος ἥμισυ μέτρον καὶ ἕψεσθαι ἐπὶ ἀκάπνου πυρὸς ἄχρι συστάσεως Ἀττικοῦ μέλιτος. ἐν ὀμβρίῳ δὲ ὕδατι ἔνιοι τὴν ἕψησιν ἐποιήσαντο τῶν κωδυῶν διὰ τοῦ μὴ μεταβάλλειν αὐτὸ πρὸς ἑτέραν ποιότητα σηπεδονώδη. σοὶ δ’ ἀρκέσει καὶ τὸ πηγαῖον, ὅταν μὴ παρῇ τὸ ὄμβριον. ἀρκεῖ δὲ αὐτὸ καθαρὸν εἶναι καὶ ἄκρατον πάσης ἐπιμιξίας, ὥστε διὰ τοῦτο καὶ τὸ διὰ τῶν μολυβδίνων σπλήνων ὀχετευόμενον φευκτέον. ἰλύματα γάρ τινα τοῦ μολύβδου κατὰ τοῦτο περιέχεται. διὸ καὶ οἱ πίνοντες ὑποστάθμην τοῦ τοιούτου ὕδατος δυσεντερικοὶ γίνονται.

  5. 7.2.62

    [Περὶ χρήσεως τοῦ διὰ κωδυῶν.] Ἡ χρῆσις δὲ αὐτοῦ τοῖς ὕπνου δεομένοις ἐστὶν, οἷς καὶ τὰ δι’ ὀπίου συντιθέμενα πολλάκις ἀναγκαζόμεθα διδόναι. χρῄζουσι δὲ μάλιστα τῶν τοιούτων φαρμάκων οἷς ἀπὸ κεφαλῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν καταῤῥεῖ ῥεῦμα λεπτὸν, οὐκ ἐπιτρέπον κοιμᾶσθαι διὰ τὰς ἑπομένας βῆχας. ἐπὶ δὲ τῶν τοιούτων ἐγὼ καὶ τὴν σκευασίαν τοῦ φαρμάκου δι’ ἑψήματος εἴωθα ποιεῖσθαι. λέλεκται δέ μοι πρόσθεν, ἕψημα καλεῖσθαι πρὸς ἡμῶν τὸ ἑψημένον γλεῦκος, ὅπερ καὶ σίραιον ὀνομάζουσί  τινες τῶν ἰατρῶν. αὐτάρκης δ’ ἡ ἕψησις εἰς τὰ τοιαῦτά ἐστιν, ὅταν εἰς τὸ ἥμισυ τοῦ ὕδατος ἑψηθῶσιν αἱ κωδύαι καὶ διὰ γλυκέος ἢ Θηραίου τοῦ Κρητικοῦ κάλλιον ἢ διὰ μέλιτος ἕψειν, ὅταν ᾖ τὸ ῥεῦμα πάνυ λεπτόν. ἴσμεν γὰρ ὅτι λεπτυντικῆς ἐστι δυνάμεως τὸ μέλι. φεύγειν οὖν αὐτὸ χρὴ τηνικαῦτα, τοὺς γὰρ λεπτοὺς κατάῤῥους ἐπιτείνει. μιγνύναι δὲ ἑψομένῳ τῷ τοιούτῳ φαρμάκῳ γλυκυῤῥίζης ῥίζαν, ὡς συνεψηθῆναι. μὴ παρούσης δ’ ἐκείνης, τὸν ἀπὸ τῆς Κρήτης κομιζόμενον χυλόν. ἐὰν δὲ περιέχηται κατὰ τὸν πνεύμονα καταῤῥοϊκὸν ἀπὸ τῆς κεφαλῆς πλῆθος, ἡ διὰ τοῦ μέλιτος σκευασία βελτίων. ὥσπερ γὰρ ὕπνου χρῄζουσιν ἡ δι’ ἑψήματος, οὕτω καὶ τοῦ διαπτύειν ἡ διὰ τοῦ μέλιτος γίνεται. καὶ πρὸς τὸ κατεπεῖγον οὖν ἱστάμενος εἰς ὕπνον τρεπομένου τοῦ κάμνοντος, ἤτοι τοῦ διὰ μέλιτος ἢ τοῦ χωρὶς τούτου σκευασθέντος δώσεις φαρμάκου, καὶ ποτὲ καὶ μιγνὺς ἄμφω, σκοπὸν ἔχων κατὰ τὴν μίξιν ἐμβάλλειν πλέον θατέρου τοῦ κατεπείγοντος. ὀνομάζω δὲ κατεπεῖγον τὸ δεόμενον βοηθείας μείζονος. ἡ δὲ σύμμετρος δόσις ἔστω σοι δυοῖν κοχλιαρίων ἀξιολόγων τὸ μέγεθος. αὐξήσεις δὲ αὐτὴν ἢ μειώσεις ἀποβλέπων εἴς τε τὸ τοῦ σώματος μέγεθος ᾧ προσφέρεις καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον. ἐν ἅπασι γὰρ τούτοις ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουσι δώσεις ἐλάχιστον, ἐπὶ δὲ τὸ θερμότερον ἐκτενέστερον. ὅτι δὲ καὶ πρὸς τὸ τοῦ κατάῤῥου ποσόν τε καὶ ποιὸν ἀποβλέπων ἢ πολὺ ἢ ἔλαττον δώσεις εὔδηλον ὑπάρχει. κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων τῶν βοηθημάτων ἐστίν. αὐτάρκεις μὲν οὖν ἦσαν καὶ αἱ γεγραμμέναι πρόσθεν ἀρτηριακαί· προσθεῖναι δ’ ἔδοξέ μοι καὶ τὰς ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένας ἐν τῷ β΄. τῶν ἐντός. ἔνιαι μὲν γὰρ ταὐταὶ πάντῃ, τινὲς δὲ ἐγγυτάτω ταῖς προγεγραμμέναις εἰσὶν, ὥστε βεβαιοῦσθαι κᾀκ τούτου τὰς γραφὰς, καὶ προσέτι διὰ τὸ τὰς σκευασίας αὐτῶν καὶ χρήσεις ἐπιμελέστερον ὑπ’ Ἀσκληπιάδου γεγράφθαι.

  6. 7.2.63

    [Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι ἀρτηριακαὶ ἐν τῷ δευτέρῳ τῶν ἐντὸς, ἃ Μνάσωνος ἐπιγράφει. Ἀντωνίου Μούσα πρὸς φωνῆς ἀποκοπήν.] Κράμβης χλωρᾶς τοὺς καυλοὺς καθάρας δίδου διαμασᾶσθαι, καὶ τὸ ἀχυρῶδες αὐτῶν ἀποπτύειν παραίνει, τὸν δὲ χυλὸν καταπίνειν. ἄλλη. κράμβης χυλὸν μετὰ μέλιτος ἑψήσας δίδου ἐκλείχειν. τοῦτο ὠφελεῖ παραχρῆμα. ἄλλη. ἠρυγγίου ἐν ὕδατι ἑψημένου λαβὼν τοῦ χυλοῦ κοτύλας δύο καὶ σύκων ἐν ὕδατι ἑψημένων τοῦ χυλοῦ τὸ ἴσον καὶ τούτοις ἐπιβαλὼν κόμμεως λειοτάτου δραχ. η΄. ἕψε φιλοπόνως, ὡς ἀρτηριακῆς ἔχειν τὸ πάχος, ἐκ τούτου δίδου ἐκλείχειν εἰς ὕπνον πορευομένοις μέχρι κυάθου ἑνός.

  7. 7.2.64

    [Ἄλλη ἀρτηριακὴ Χαριξένους. ποιεῖ πρὸς ἤχους καὶ βράγχους καὶ φωνῆς ἀποκοπὴν καὶ δασύτητα καὶ τὰς ἐκ διαστάσεως ἀποκοπάς.] ♃ Κρόκου δραχμὰς β΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. α΄. μέλιτος Ἀττικοῦ κυ. στ΄. ἕψε τὸ μέλι, καὶ ὅταν συστραφῇ, ἐπίβαλε κατὰ τῶν λοιπῶν, καὶ χρῶ καθὰ προείρηται, ἀναπλάττων σφαιρία καὶ διδοὺς ὑπὸ τὴν γλῶτταν κατέχειν. ἄλλη. ♃ χαλβάνης δραχ. στ΄. πεπέρεως δραχ. α΄. νίτρου δραχ. α΄. μέλιτος Ἀττικοῦ κυάθους στ΄. ἕψε τὸ μέλι καὶ τὴν χαλβάνην, καὶ ὅταν συστραφῇ, ἐπίβαλε κατὰ τῶν λοιπῶν, καὶ χρῶ καθὰ προείρηται.

  8. 7.2.65

    [Ἄλλη πρὸς ἡλκωμένην ἀρτηρίαν Χαριξένους. ποιεῖ καὶ πρὸς φωνασκουμένους πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας διδομένη. ποιεῖ δὲ καὶ πρὸς ὀφθαλμῶν περιωδυνίας, ἔξωθεν ἐπιτιθεμένη ἐρίου ἐμβρεχομένου, ποιεῖ καὶ πρὸς τὰς ἐντὸς διαθέσεις ἐκλειχομένη.] ♃ Κόμμεως, τραγακάνθης ἀνὰ δραχ. στ΄. λιβάνου, σμύρνης ἀνὰ δραχ. α΄. καὶ τριώβολον, κρόκου, ὑποκυστίδος χυλοῦ ἀνὰ δραχ. α΄. γλυκέος Σκυβελίτου ἢ Θηραίου ξέστας στ΄. βρέχε κόμμι, τραγάκανθαν, σμύρνην, λίβανον ὑποκυστίδος χυλῷ, τούτοις ἐπιβαλὼν μέρος τοῦ γλυκέος, καὶ ὅταν διαλυθῇ, τρῖβε φιλοπόνως καὶ τῷ γλυκεῖ μίξας ἕψε συνεχῶς κινῶν. τὸν δὲ κρόκον εἰς κροκοφαντὸν βαλὼν ἕψε μετὰ τοῦ φαρμάκου, ἄνω τὰς ἀρχὰς κατέχων καὶ γλυκεῖ διαλύσας καὶ λεάνας, ἐπιβαλὼν τῷ φαρμάκῳ, ἀνελόμενος χρῶ. ἄλλη. ♃ γλυκυῤῥίζης χυλοῦ, τραγακάνθης ἀνὰ δραχμὰς γ΄. κρόκου, σμύρνης ἀνὰ δραχ. α΄. λιβάνου, ναρδοστάχυος ἀνὰ τριώβολον, προτρόπου ξέστας γ΄. χρῶ.

  9. 7.2.66

    [Ἄλλη Λυσίου πρὸς τὰς αὐτὰς διαθέσεις.] ♃ Κρόκου, σμύρνης, γλυκυῤῥίζης χυλοῦ, λιβάνου, κασσίας ἀνὰ δραχ. α΄. πεπέρεως κόκκους κδ΄. γλυκέος Κρητικοῦ ξέστας γ΄. μέλιτος Ἀττικοῦ κυάθους στ΄. χρῶ.

  10. 7.2.67

    [Ἄλλη Χαριξένους.] ♃ Κρόκου δραχ. γ΄. σμύρνης δραχ. α΄ S". λιβάνου, γλυκυῤῥίζης ἀνὰ δραχ. α΄. γλυκέος Κρητικοῦ ξε. γ΄. ποιεῖ πρὸς ἤχους καὶ βράγχους καὶ φωνῆς ἀποκοπὴν καὶ φλεγμονὴν παρισθμίων. ποιεῖ καὶ πρὸς φωνασκουμένους πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας διδομένη. καὶ τοὺς κατεψυγμένους δὲ ὠφελεῖ, ποιεῖ βήττουσι προσφάτως καὶ χρονίως. ποιεῖ αἱμοπτυϊκοῖς, ἀναφορικοῖς, κοιλιακοῖς, ποιεῖ καὶ πρὸς τὴν τοῦ πνεύματος δυσωδίαν. ἄλλη ὑπογλωσσίς. ποιεῖ πρὸς ἀρτηρίαν τετραχυσμένην καὶ φωνῆς ἀποκοπὴν καὶ τὰς λοιπὰς διαθέσεις. ♃ τραγακάνθης, κόμμεως Θηβαϊκοῦ ἀνὰ δραχμὰς γ΄. σμύρνης, λιβανωτοῦ ἀτμήτου ἀνὰ δραχ. α΄. καὶ τριώβολον, κρόκου δραχ. α΄. γλυκυῤῥίζης χυλοῦ τριώβολον, φοινικοβαλάνων τριῶν τὴν σάρκα, γλυκέος προτρόπου ἢ Θηραίου, ὅσον ἐξαρκεῖ εἰς ἀνάληψιν. ἔστω δὲ ἀφεψημένον, ὥστε μέλιτος  ἔχειν πάχος. δίδου δὲ κυάμου Αἰγυπτίου τὸ μέγεθος ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον καταπίνειν.

  11. 7.2.68

    [Ἄλλη ὑπογλωσσὶς Διοσκορίδου.] ♃ Κρόκου, σμύρνης, τραγακάνθης, γλυκυῤῥίζης χυλοῦ ἀνὰ δραχ. α΄. στρόβιλα κεκαυμένα ἀριθμῷ ξ΄. ἀμύγδαλα καθαρὰ ἰσάριθμα, μέλιτι ἑφθῷ ἀναλάμβανε, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος ὥστε ὑπὸ τὴν γλῶτταν κατέχειν.

  12. 7.2.69

    [Ἄλλη Σκριβωνίου Λάργου ὑπογλωσσίς. ποιεῖ πρὸς τὰς τῆς φωνῆς ἀποκοπάς.] ♃ Κρόκου, τερμινθίνης ἀνὰ δραχ. ιβ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιστ΄. τραγακάνθης δραχ. η΄. πεπέρεως κόκκους τξ΄. μετὰ μέλιτος ἑφθοῦ καὶ τερμινθίνης ὁμοῦ ἑφθῆς, χρῶ ὑπὸ τὴν γλῶτταν καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη Σκριβωνίου Λάργου ὑπογλωσσὶς ποιεῖ πρὸς τὰς τῆς φωνῆς ἀποκοπάς. ♃ γλυκυῤῥίζης δραχ. η΄. σμύρνης δραχ. κδ΄. τερμινθίνης δραχ. λβ΄. τραγακάνθης δραχ. λκ΄. ἕκαστον τῶν ξηρῶν κόπτε κατ’ ἰδίαν καὶ σῆθε. τὴν δὲ ῥητίνην ἐφ’ ὅλμον βαλὼν, κόπτε καταπλάσσων τὰ ξηρὰ, εἶτα ἑνώσας ἀνάπλαττε, κυάμου Αἰγυπτίου τὸ μέγεθος καὶ ξήναινε ἐν σκιᾷ. ἐπὶ δὲ τῆς χρήσεως δίδου μίαν ἢ δύο ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ τηκόμενον καταπινέτω. δεῖ δὲ τὸ φάρμακον ταχέως ἀναπλάττειν. πρὸς ὃ οὖν ἀναπλάττεις, πρὸς τοῦτο κόπτε, ξηραίνεται γὰρ ταχέως καὶ διὰ τοῦτο ἀναπλάττοντα πρὸς χεῖρα δεῖ κόπτειν.

  13. 7.2.70

    [Ἄλλη ἀρωματικὴ Μιθριδάτειος. ποιεῖ πρὸς τὰς περὶ ἀρτηρίαν διαθέσεις πρὸς τὰς ἐν πνεύμονι ἑλκώσεις, αἱμοπτυϊκοῖς, φθισικοῖς, ἐμπυϊκοῖς, περιπνευμονικοῖς.] ♃ Κρόκου δραχ. β΄ S". σμύρνης, ῥητίνης τερμινθίνης ἀνὰ δραχ. β΄. λιβάνου δραχ. α΄ S". νάρδου, κινναμώμου, κασσίας, τραγακάνθης ἀνὰ δραχ. α΄. μέλιτος Ἀττικοῦ κοτύλην α΄. ἕψε μέλι καὶ ῥητίνην, ὥστε ἄλκιμον γενέσθαι καὶ ἰνῶδες καὶ ἀμόλυντον ἐνσταζόμενον εἰς ὕδωρ ψυχρὸν καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελοῦ, χρῶ καρύου Ποντικοῦ τὸ μέγεθος, δίδου ὑπὸ τὴν γλῶτταν κατέχειν, ὡς προείρηται. ἄλλη Μιθριδάτειος. ♃ σμύρνης, κρόκου ἀνὰ δραχ. δ΄. νάρδου Ἰνδικῆς, τερμινθίνης ἀνὰ δραχ. β΄. λιβάνου, κασσίας, κινναμώμου ἀνὰ δραχ. α΄. γλυκέος Κρητικοῦ κοτύλας γ΄. ἕψε γλυκὺ καὶ τερμινθίνην μέχρι παντελοῦς συστάσεως καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος δίδου καρύου Ποντικοῦ τὸ μέγεθος ὑπὸ τὴν γλῶτταν κατέχειν.

  14. 7.2.71

    [Ἄλλη διὰ τῆς πτέρεως Ἀνδρομάχου ἀρωματική· ἁρμόζει αἱμοπτυϊκοῖς, πλευριτικοῖς, φθισικοῖς, σπληνικοῖς, ἡπατικοῖς, ἰκτερικοῖς. ποιεῖ καὶ πρὸς τὰς περὶ μήτραν καὶ κύστιν διαθέσεις.] Αἱ ῥίζαι πτέρεως ὡς ὅτι μάλιστα αἱ παχύταται πλύνονται ἐπιμελῶς, ἕως ἂν τὸ γεῶδες ἀποστῇ, εἶτα ψύχονται ἐπὶ ἡμέραν μίαν, ἐκ τούτων ιβ΄. λίτραι κατατέμνονται εἰς δακτυλιαῖα μήκη καὶ κατατέμνοντες θραύομεν, ἐκ τούτων αἴρομεν ὁλκῆς λίτρας ι΄. καὶ βάλλοντες εἰς κεραμεοῦν ἀγγεῖον, ἐπιβάλλομεν αὐταῖς ὕδατος γλυκέος ξε. ι΄. καὶ θέντες ἐπὶ πυρὸς ἕψομεν. ὅταν δὲ εἰς ἥμισυ καταχθῇ, καθαιροῦμεν καὶ διϋλίζομεν εἰς διπλοῦν ἀγγεῖον μυρεψικόν. καὶ τὰς μὲν ῥίζας ἐκθλίψαντες ῥίπτομεν, εἰς δὲ τὸ ὕδωρ ἐπιβάλλομεν ἁδρομερῶς κεκομμένα, βαλαυστίου δραχ. στ΄. νάρδου Ἰνδικῆς, ῥόδων ξηρῶν ἀνὰ δραχ. δ΄. κινναμώμου δραχ. γ΄. γλυκυῤῥίζης δραχ. στ΄. κασσίας δραχ. δ΄. ῥήου Ποντικοῦ δραχ. δ΄. εἶτ’ ἐπὶ τὸ πῦρ ἐπιθέντες πάλιν ἕψομεν, καὶ ὅταν εἰς ἡμίσειαν καταντήσῃ, πάλιν διϋλίζομεν εἰς ἕτερον ἀγγεῖον μυρεψικὸν μικρόν. καὶ τὰ μὲν ξηρώδη ἐκθλίψαντες ἀποβάλλομεν, τῷ δὲ ὕδατι ἐπιβάλλομεν μέλιτος Ἀττικοῦ κοτ. δ΄. καὶ μίξαντες ἐπιμελῶς καὶ ἐπὶ τὸ πῦρ ἐπιθέντες πάλιν ἕψομεν. καὶ ὅταν ἐπισταζόμενον εἰς ψυχρὸν ὕδωρ μὴ μολύνῃ, ἐπιβάλλομεν τούτοις ῥητίνης τερμινθίνης δραχ. γ΄. χαλβάνου ἀξύλου τὸ ἴσον. τακέντων δὲ τούτων κατεροῦμεν κατὰ τῶν ὑπογεγραμμένων. ἔστι δὶ ταῦτα, κρόκου, ὑοσκυάμου χυλοῦ, μανδραγόρου χυλοῦ, πεπέρεως λευκοῦ, ὑποκυστίδος χυλοῦ ἀνὰ δραχ. α΄. ἔχε πάντα ταῦτα λειότατα πρώτῳ χυλῷ τῆς πτέρεως ἑνωθέντα, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος. κατεράσαντες οὖν κατὰ τούτων καὶ ἀνακόψαντες ἐπιμελῶς, μεταίρομεν εἰς ἀγγεῖον ὑελοῦν ἢ ἀργυροῦν· ἡ δόσις τοῦ φαρμάκου κοχλιάριον. μάλιστα δὲ ὠφελεῖ τοῖς τὴν φωνὴν παρακεκομμένοις.

  15. 7.2.72

    [Ἄλλη πανάκεια Μιθριδάτειος φωνασκουμένοις πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας. ποιεῖ πρὸς ἀντιάδων φλεγμονὰς, κεχαλασμένας κιονίδας, ποιεῖ πρὸς οὖλα πλαδαρὰ καὶ τὰς ἐν στόματι νομὰς καὶ σειομένους ὀδόντας. ἁρμόζει καὶ πρὸς κατάῤῥους, βήττουσι χρονίως καὶ προσφάτως, ποιεῖ αἱμοπτυϊκοῖς, ἐμπυϊκοῖς, ἀναφορικοῖς.] Χρῶμαι δὲ τῷ φαρμάκῳ ὁτὲ μὲν ἀκράτῳ, ἔστι δ’ ὅτε λυθέντι γλυκεῖ ἢ Σκυβελίτῃ καὶ ὕδατι θερμῷ. πρὸς μὲν γὰρ τὰς τῶν παρισθμίων φλεγμονὰς καὶ τὰς τοιαύτας διαθέσεις χρηστέον ἀνιεμένῳ τῷ φαρμάκῳ, πρὸς δὲ τὰς ἐν βάθει διαθέσεις ἀκράτῳ. τὰ δὲ τῆς συνθέσεως ἔχει οὕτω. ♃ κωδύας μήκωνος ἀγρίας ἀριθμῷ ρν΄. πτέρεως πεπλυμένης λίτρας γ΄. συμφύτου κεκαθαρμένου, μανδραγόρου φλοιοῦ, ῥήου Ποντικοῦ, ῥόδων ξηρῶν, ἴριδος Χαλκηδονίας, γλυκυῤῥίζης Ποντικῆς, βαλαυστίου ἀνὰ γο γ΄. κινναμώμου δραχ. β΄. νάρδου Κελτικῆς δραχ. α΄ S". ὕδατος ὀμβρίου ξε. ιε΄. τὰ προειρημένα εἰς παχέα κόπτεται καὶ βρέχεται ἐν ἀγγείῳ διπλῷ μυρεψικῷ ἐπὶ ἡμέρας γ΄. τῇ δ’ ἐπιούσῃ ἕψεται εἰς τὸ τρίτον, ἔπειτα εἰς κυρτίδα βαλόντες ἐκθλίβομεν τὸ ὑγρὸν εἰς ἕτερον ἀγγεῖον μυρεψικὸν, τὰ δὲ ἀφεψημένα ἀποῤῥίπτομεν. ἐκ δὲ τοῦ ἀποθλιβέντος ὑγροῦ βαλόντες ὅσον ἐξαρκεῖ διαλύομεν τὰς ὑπογεγραμμένας  σκευασίας. εἰσὶ δὲ αἵδε. κόμμεως, τραγακάνθης λευκῆς, ἑκάστου ἀνὰ λίτραν α΄. σμύρνης, γλυκυῤῥίζης χυλοῦ, ὑποκυστίδος χυλοῦ ἀνὰ γο β΄. κρόκου, μαστίχης ἀνὰ γο α΄. διαλυθέντων δὲ τούτων λεαίνομεν φιλοπόνως κατὰ μικρὸν ἐπιβάλλοντες τοῦ ἐκθλιβέντος ὑγροῦ, ἔπειτα χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν οἴνῳ Σκυβελίτῃ ἢ Θηραίῳ ἢ Πραμνείῳ. ἔστωσαν δὲ ξε. κδ΄. τὸν δὲ γλυκὺν βάλλοντες εἰς ἄγγος κεραμοῦν ἕψομεν, καὶ ὅταν σχῇ μέλιτος πάχος, τούτῳ ἐπιβάλλομεν τὰ διαλυθέντα καὶ τριβέντα τῶν φαρμάκων καὶ πάλιν ἕψομεν μέχρι συστάσεως, εἶτα ἀνελόμενοι εἰς ἀγγεῖον ὑέλινον ἢ ἀργυροῦν χρώμεθα καθὰ προείρηται.

  16. 7.2.73

    [Ἄλλη πρὸς κατάῤῥους καὶ πάσας τὰς βηχώδεις διαθέσεις.] Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐντὸς οὕτως ἔγραψεν πρὸς κατάῤῥους, ᾧ ἐχρήσατο Κόμων ὁ φιλόσοφος ὠφελεῖ παραχρῆμα. ♃ πυρέθρου, κόστου ἀνὰ δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. α΄. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει κέλευε παράπτεσθαι τῶν μυξητήρων καὶ τὸ φάρμακον ἀνασπᾷν. ἄλλη. ♃ πεπέρεως λευκοῦ δραχ. α΄. κνίδης σπέρματος τὸ ἴσον, κόστου, σμύρνης, κρόκου ἀνὰ τριώβολον, σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

  17. 7.2.74

    [Ἄλλη ἀνώδυνος Ἀντωνίου Μούσα, πρὸς κατάῤῥουν ποιοῦσα καὶ πρὸς τὴν τῆς φωνῆς ἀποκοπήν.] ♃ Ὀπίου, σμύρνης, ὑοσκυάμου σπέρματος ἀνὰ δραχ. β΄. ἕκαστον ἔμβρεχε κωνείου ἀφεψήματι καὶ λεάνας ἐπιμελῶς καὶ μίξας ἀνάπλαττε καταπότια ὀρόβου τὸ μέγεθος καὶ δίδου δύο εἰς ὕπνον ἀπερχομένοις. ἄλλη ποιεῖ αἱμοπτυϊκοῖς. ♃ ὑοσκυάμου λευκοῦ σπέρματος δραχμὰς η΄. νάρδου Ἰνδικῆς δραχμὰς στ΄. κρόκου δραχμὰς δ΄. ὀπίου, ἀμύλου, ἀνίσου ἀνὰ δραχμὰς β΄. μίλτου Λημνίας δραχμὴν μίαν, ὕδατι ἀναπλάσας, ποίει καταπότια ὀροβιαῖα τῷ μεγέθει καὶ χρῶ καθὰ προείρηται. ἄλλη ἔκλεικτος πρὸς βῆχας ἐσχάτους καὶ χρονίους. ♃ οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἕψε συνεχῶς κινῶν κλωσὶ πηγάνου καὶ δίδου μύστρον, ποιεῖ καὶ στομαχικοῖς. ἄλλη Πετεινοῦ πρὸς τὰς ἐν βάθει ἑλκώσεις καὶ διαπυήσεις. ♃ οἰνομέλιτος παλαιοῦ ξε. α΄. ἀξουγγίου παλαιοῦ γο β΄. οἱ δὲ γο α΄. τρῖβε φιλοπόνως μετὰ τοῦ οἰνομέλιτος καὶ διαλύσας μετέρα εἰς ἄγγος κεραμεοῦν καὶ ἕψε ἐπ’ ἀνθράκων κινῶν κλωσὶ πηγάνου, καὶ ὅταν συστραφῇ, ἀπόθου εἰς ἄγγος ὑέλινον καὶ δίδου ἐκλείχειν μύστρον καθὰ προείρηται. ἄλλη Ὠριγενείας. ♃ γλυκυῤῥίζης Ποντικῆς δραχ. β΄. κνίδης σπέρματος πεφωγμένου, λίνου σπέρματος πεφωγμένου ἀνὰ δραχ. α΄. σμύρνης, κρόκου ἀνὰ ὀβολὸν, μέλιτος Ἀττικοῦ, ὕδατος ἑκάστου ἀνὰ κυάθους ἓξ, ἕψε γλυκύῤῥιζαν τῷ ὕδατι, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας τρῖβε τὰ λοιπὰ καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐκλείχειν. ἄλλη. ♃ ἄρου ὀπτοῦ δραχ. α΄. ἄμμεως πεφωγμένου, στροβίλων πεφωγμένων, ἐρυσίμου πεφωγμένου ἀνὰ δραχ. α΄. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλο κοπτάριον βήσσουσιν. ♃ λινοσπέρματος πεφωγμένου καὶ κεκομμένου καὶ σεσησμένου, σταφίδος λιπαρᾶς χωρὶς τῶν γιγάρτων ἀνὰ ξε. α΄. στροβίλων πεφωγμένων, καρύων Ποντικῶν κεκαθαρμένων ἀνὰ κοτύλην α΄. πεπέρεως λευκοῦ γο β΄. σμύρνης, κρόκου ἀνὰ γο α΄. μέλιτος Ἀττικοῦ λίτρας δ΄. κόπτε ὡς χρὴ, καὶ λεάνας ἀπόθου. τὸ δὲ λινόσπερμα ἕψε μετὰ μέλιτος, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε τοῖς λοιποῖς καὶ μίξας ἀνάκοπτε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλο, ποιεῖ καὶ ταῖς περὶ τὸν θώρακα διαθέσεσιν. ♃ ἀλεύρου ἐρεγμινοῦ λειοτάτου πεφωγμένου κοτύλην α΄. Ἰλλυρίδος κεκομμένης γο γ΄. στροβίλων πεφωγμένων γο β΄. γλήχωνος ξηρᾶς κεκομμένης δραχ. α΄. S". κνίδης σπέρματος δραχ. α΄. πεπέρεως γο S". μέλιτος χρηστοῦ. ξε. β΄. ἕψε τὸ ἄλευρον μετὰ τοῦ μέλιτος, ἕως συστραφῇ. ἔχε δὲ καὶ λίνου σπέρματος κεκομμένου καὶ πεφωγμένου καὶ σεσησμένου κοτύλην α΄. καὶ ἐπίβαλλε. ἄλλο πρὸς βῆχα καὶ ἀναγωγὴν πνεύματος, πάνυ καλῶς ἐκκαθαῖρον. ♃ ὑσσώπου, γλήχωνος ἀνὰ γο β΄. ἴρεως, νάπυος σπέρματος, καρδαμώμου ἀνὰ γο α΄. ἀνίσου, πεπέρεως ἀνὰ γο α΄. κόψας, σήσας, ἀναλάμβανε μέλιτι ἀπέφθῳ, ἡ δόσις κοχλιαρίου καλοῦ. εἰ δὲ χειμὼν εἴη καὶ ἀπύρετος ὁ λαμβάνων, πεπέρεως γο β΄. καὶ ἀντὶ ἀνίσου μάραθρον ἢ κύμινον καὶ ἀντὶ καρδαμώμου σίνηπι διπλοῦν. καταπότιον βηχικὸν πρὸς τὰς προσφάτους διαθέσεις πανάκεια φάρμακον ἀνώδυνον καὶ ὑπνοποιὸν, ποιεῖ αἱμοπτυϊκοῖς. ♃ στύρακος δραχ. η΄. ὀπίου, σμύρνης ἀνὰ δραχ. δ΄. γλυκεῖ διαλύσας ἀνάπλαττε καταπότια καὶ δίδου ὀρόβου μέγεθος εἰς ὕπνον ἀπερχομένοις. ἐν ἄλλαις γραφαῖς ἴσα ἔχει. ἄλλο Πλάτωνος ἐπιγραφόμενον, ὠφελεῖ παραχρῆμα. ♃ στύρακος, σμύρνης, ὀπίου, χαλβάνης, ἑκάστου· ἴσον, γλυκεῖ διαλύσας ποίει καταπότια. ἄλλο Βάσσου ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον ὠφελεῖ παραχρῆμα, ποιεῖ αἱμοπτυϊκοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς. ♃ χαλβάνης, στύρακος, ἴριδος Ἰλλυρικῆς, πίτυος φλοιοῦ ἀνὰ δραχ. β΄. ἑλενίου, ὀπίου ἀνὰ δραχ. α΄. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος καὶ μελικράτου κυάθους γ΄. ἡ διὰ πρασίου, Πλάτωνος. ♃ σμύρνης, στύρακος, ὀπίου, πρασίου χυλοῦ, χαλβάνου, κρόκου ἴσα σκεύαζε καὶ χρῶ, μέλιτι ἀπέφθῳ ἀναλάμβανε. καταπότιον ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς τὰς κεχρονισμένας διαθέσεις, ποιεῖ πρὸς κατάῤῥουν, κεφαλαλγικοῖς, δυσπνοϊκοῖς, περιπνευμονικοῖς πρὸς τὰς περὶ κύστιν καὶ μήτραν διαθέσεις. ἐπιγράφεται ἐπιτετευγμένη πανάκεια, παρὰ δέ τισιν ὁ στίχος. ♃ σμύρνης, πεπέρεως, ὀπίου,  στύρακος, καστορίου, χαλβάνης ἴσα, γλυκεῖ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ χρῶ. ἄλλο φάρμακον σφόδρα καλὸν, ἐπιγράφεται ἁρμονία, ποιεῖ πρὸς κατάῤῥους καὶ τοὺς ἀνυπερβλήτους ἐπισταγμούς. ♃ στύρακος, καστορίου, πεπέρεως, καρδαμώμου ἀνὰ δραχ. γ΄. ὀπίου, σμύρνης, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ δραχ. δ΄. ἀναλάμβανε γλυκεῖ καὶ ποίει καταπότια καὶ δίδου ἐρεβίνθου μέγεθος εἰς ὕπνον. ἄλλο. ♃ κρόκου, θείου ἀπύρου, σμύρνης, ὀπίου ἀνὰ δραχ. δ΄. ὑοσκυάμου λευκοῦ σπέρματος, καρδαμώμου, πεπέρεως λευκοῦ ἀνὰ δραχ. η΄. μέλιτος ἑφθοῦ γο ε΄. ἢ ὅσον ἐξαρκεῖ. ἡ χρῆσις δεδήλωται, ὡς προγέγραπται εἰς ὕπνον ἀπερχομένοις. ἡ Προξένου πρὸς βῆχας χρονίους καὶ τὰς ἄγαν κεχρονισμένας διαθέσεις καθύγρους, ἡ σύμφωνος λεγομένη. ἔστι δὲ καὶ ληξοπύρετος ἀγαθὴ, ᾗ ἐχρήσατο Ἀντώνιος Μούσας. ♃ πεπέρεως λευκοῦ, ὀπίου, καρδαμώμου ἀνὰ δραχ. η΄. κρόκου, θείου ἀπύρου, σμύρνης, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ δραχ. δ΄. μέλιτος ἀπέφθου γο στ΄. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ ὑδρομέλιτος κυ. γ΄.

  18. 7.3.1

    [Βηχικαὶ αἱ ὑπὸ Ἀνδρομάχου γραφεῖσαι ἐν τῇ τῶν ἐντὸς δυνάμεων βίβλῳ.] Γράψας ὁ Ἀνδρόμαχος βηχικὰς πολλὰς, ἐφεξῆς ἔγραψεν ἁπάσας καρούσας καὶ διὰ τοῦτο καλουμένας ὑπνοποιούς. παχύνειν δὲ αὗται τὰ λεπτὰ ῥεύματα πεφύκασιν, ξηραίνουσαί τε καὶ ψύχουσαι καὶ διὰ τοῦτο τινὲς μὲν οὐ μόνον ὄπιον, ἀλλὰ καὶ μανδραγόρας χυλὸν ἢ τῆς ῥίζης τὸν φλοιὸν ἢ ὑοσκυάμου σπέρμα, τινὲς δὲ καὶ δύο καὶ τρία καὶ πάντα ἔχουσι τὰ τοιαῦτα, καθάπερ ἄλλαι στύρακα καὶ κρόκον. εὐλόγως δὲ τούτοις ἔμιξαν ἄλλα τὰ μὲν θερμαίνοντα, τὰ δὲ μετὰ βραχείας στύψεως ἀρωματίζοντά τε καὶ ξηραίνοντα. καὶ τινα σπέρματα συνήθη, καθάπερ ἀνίσου καὶ μαράθρου καὶ σελίνου καὶ δαύκου καὶ σεσέλεως, ἀμβλύνοντά τε τὰς φαρμάκων ἀηδίας τε καὶ δυνάμεις, ἐπ’ οὖρά τε προτρέποντα. τινὰ δὲ καὶ τραχύτητας ἐκλεαίνοντα, καθάπερ τὴν τραγάκανθαν καὶ τὴν γλυκύῤῥιζαν καὶ τοὺς γλυκεῖς οἴνους. ὅσαι δὲ αὐτῶν ἧττον κατέχουσι τῶν καρωτικῶν φαρμάκων, ταύτας καὶ τοῖς φθισικευομένοις διδόασιν. βηχικὴ ἡ διὰ δύο πεπέρεων ♃ κινναμώμου δραχμὴν μίαν, ὀποῦ μήκωνος δραχ. α΄. σμύρνης τριώβολον, πεπέρεως μέλανος τριώβολον, κόστου τριώβολον, καστορίου τριώβολον, πεπέρεως λευκοῦ τριώβολον, χαλβάνης τριώβολον, κρόκου τὸ ἥμισυ, τροχίσκους ποίει, δίδου σὺν μέλιτι ἢ γλυκεῖ. ἄλλη πρὸς βῆχας ἐξόχως ποιοῦσα, ἡ αὐτὴ καὶ ληξοπύρετος. ♃ ὑοσκυάμου σπέρματος γο S". εἰς τὸ ἀντίγραφον γο α΄. καρδαμώμου δραχ. α΄. ὀποῦ μήκωνος γο α΄. σμύρνης, θείου ἀπύρου, κρόκου ἀνὰ γο S". πεπέρεως λευκοῦ, ὡς Ἥρας γο α΄ S". μέλιτος Ἀττικοῦ τὸ ἱκανόν. ἄλλη πρὸς βῆχα ξηράν. ♃ στύρακος μέρος ἓν, μηκωνείου ἴσον, κρόκου μέρος S". ὁμοῦ συγκόψας, δίδου καταπότια. βηχικὴ ᾗ χρῶμαι ἡ τοῦ ἱερέως καλή. ♃ ὀποῦ μήκωνος δραχ. ι΄. θρίδακος σπέρματος δραχ. κ΄. καστορίου δραχ. ιη΄. οἱ δὲ δραχ. ιστ΄. πηγάνου ἡμέρου ξηροῦ δραχ. ιδ΄. λινοσπέρματος δραχ. ιστ΄. πάνακος δραχ. λστ΄. σμύρνης δραχμὰς ιδ΄. κρόκου δραχμὰς ζ΄. οἱ δὲ γο α΄. μέλιτι ἀναλάμβανε, δίδοται πρὸς δύναμιν ἡλίκον Αἰγυπτίας κυάμου μέγεθος, πυρέσσουσιν ἐν ὕδατι, ἀπυρέτοις ἐν οἴνῳ εἰς νύκτα.

  19. 7.3.2

    [Καταπότιον βηχικὸν ᾧ χρῶμαι.] ♃ Στύρακος, σμύρνης, ὀπίου ἀνὰ δραχ. δ΄. ὀποβαλσάμου, κρόκου ἀνὰ δραχ. β΄. ὁμοῦ λεάνας ἀναλάμβανε καὶ χρῶ. πρὸς βῆχα ξηράν. ♃ γλυκείας χυλοῦ δραχμὰς β΄. στύρακος δραχ. α΄. ὀπίου, κρόκου, σμύρνης ἀνὰ τριώβολον, ἀναλάμβανε γλυκεῖ ἢ ὕδατι ἡλίκον κυάμου Ἑλληνικοῦ μέγεθος καὶ χρῶ.

  20. 7.3.3

    [Φθισικοῖς πότιμα ᾧ χρῶμαι τὸ παρὰ Ῥιπάλου ἐν πολλοῖς χρήσιμον, Μηνοδώριος καὶ ἀμβροσία, ποιεῖ πρὸς περιοδικοὺς πυρετούς.] ♃ Νάρδου, κρόκου, σμύρνης, κόστου, κασσίας, κινναμώμου, σχίνου, πεπέρεως μέλανος καὶ λευκοῦ, καστορίου, χαλβάνης, τερμινθίνης, στύρακος, ὀποῦ μήκωνος, ὑοσκυάμου σπέρματος ἀνὰ δραχμὰς γ΄. ἀνίσου δραχ. α΄. σελίνου σπέρματος δραχ. α΄. τραγακάνθης δραχμὰς στ΄. μέλιτος τὸ ἱκανὸν, οἴνου Φαλερίνου κοτύλην α΄. τὴν τραγάκανθαν οἴνῳ τῷ αὐτάρκει βρέξον καὶ τὸ λοιπὸν μῖξον τῷ μέλιτι. ἡ δόσις πυρέσσουσι μετὰ μὲν ὑδρομέλιτος δραχ. α΄ S". ἀπαρέτοις δὲ καὶ καὶ μέλιτος γο S". καὶ ὄξους κοχλιάριον α΄. καὶ οἴνου Φαλερίνου κυάθους β΄.

  21. 7.3.4

    [Ἀπολλωνίου ποιοῦσα πρὸς πολλὰ, μάλιστα δὲ πρὸς βῆχας ἐξόχως.] ♃ Καρδαμώμου δραχ. ιη΄. σμύρνης δραχμὰς ιβ΄. ὑοσκυάμου δραχ. ιβ΄. ὀπίου δραχμὰς ι΄. οἱ δὲ δραχ. ιβ΄. πετροσελίνου σπέρματος δραχ. ιβ΄. κρόκου δραχ. ιε΄. μανδραγόρου μήλων δραχμὰς ι΄. ζιγγιβέρεως δραχ. η΄. θείου ἀπύρου δραχ. στ΄. ἄρου δραχ. στ΄. λιβάνου δραχ. στ΄. κόστου δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. στ΄. μέλιτος Ἀττικοῦ. ἄλλη πρὸς τὰς ἐντὸς ἀποστάσεις, ἀνακαθαίρουσα καλῶς. ♃ σαγαπηνοῦ δραχ. β΄. σμύρνης δραχμὰς β΄. καρδαμώμου δραχ. δ΄. ἐν ἄλλῳ δραχ. α΄. καστορίου δραχ. α΄. πεπέρεως λευκοῦ τριώβολον, ὀπίου δραχμὰς β΄. σὺν ὕδατι ἀνάπλασσε τροχίσκους ἀνὰ ὀβολῶν δυοῖν, ἡ δόσις σὺν ὕδατι.

  22. 7.3.5

    [Ἰσόθεος βηχικὴ καὶ πρὸς φθίσεις καὶ πάντα τὰ ἐντὸς καὶ πρὸς περιοδικά.] ♃ Νάρδου δραχ. β΄. σμύρνης δραχ. α΄. κρόκου δραχ. α΄ S". κόστου δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. χαλβάνης δραχ. α΄. ὀποβαλσάμου τρυγὸς δραχμὰς β΄. κινναμώμου δραχ. β΄. μανδραγόρου χυλοῦ δραχ. β΄. καστορίου δραχμὰς β΄. δαύκου σπέρματος δραχ. α΄ S". ὀπίου δραχ. β΄. ἀμώμου δραχ. α΄ S". κασσίας μελαίνης δραχ. α΄ S". μέλι ἑφθόν. ποιεῖ πρὸς πόνους στομάχου,  ἥπατος, πνεύμονος, ὀφθαλμῶν, αἵματος ἀναγωγὰς, ἀποστάσεις, δυσεντερικοῖς, εἰλεώδεσι, νεφριτικοῖς, ἰσχιαδικοῖς, δυσπνοϊκοῖς, ἰσχουριῶσιν, πλευρῶν πόνοις, ὑποχονδρίων, ῥοῦν γυναικεῖον, πνίγας ὑστερικάς. θαυμαστὴ γὰρ ἡ ἀντίδοσις πρὸς θανάσιμα καὶ μετὰ τροφὴν καὶ πρὸ τροφῆς καὶ πρὸς πᾶσαν αἱμοῤῥαγίαν σὺν ψυχρῷ καὶ πρὸς ἐχιοδήκτους καὶ φαλαγγιοπλήκτους ἐν οἴνου κυάθοις τρισὶ τεταρταϊκοῖς πρὸ τῆς ὥρας δίδου ὀβολοὺς δύο σὺν οἴνου κυάθοις τρισὶ προλουσαμένοις.

  23. 7.3.6

    [Πότιμα πρὸς βῆχας καὶ δύσπνοιαν καὶ ἄλλα πολλὰ Ἀντιπάτρου, ᾧ χρῶμαι.] ♃ Στύρακος δραχμὰς στ΄. τερμινθίνης δραχ. δ΄. ὀποπάνακος δραχμὰς β΄. χαλβάνης δραχ. β΄. ἴρεως Ἰλλυρικῆς δραχμὰς β΄. σμύρνης δραχμὰς β΄. ὑοσκυάμου σπέρματος λευκοῦ τετρώβολον, ἀφρονίτρου τετρώβολον, πεπέρεως λευκοῦ τετρώβολον, ὀπίου ὀβολοὺς ε΄. δίδου ἡλίκον Αἰγύπτιος κύαμος εἰς κοίτην, καί τινες τοῦ ὀπίου δραχ. α΄. οἱ δὲ τριώβολον.

  24. 7.3.7

    [Ἐκλεικτὴ βηχική.] ♃ Πυρήνων στροβίλων δραχ. ιβ΄. λινοσπέρματος πεφωγμένου δραχ. η΄. τραγακάνθης δραχ. ιβ΄. φοινίκων σαρκὸς δραχ. ιη΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιβ΄. ἀμυγδάλων γλυκέων δραχ. ιστ΄. μέλι ἑφθόν. δίδου δακτύλῳ ἐκλείχειν δὶς τῆς ἡμέρας, πρωῒ καὶ δείλης. ἐπί τινων τὴν τραγάκανθαν ὕδατι ὀμβρίῳ διαλύσας ἕψε σὺν τῷ μέλιτι πρώτην.

  25. 7.3.8

    [Καταπότιον βηχικὸν, ὡς Κρίσπος ὁ ἀπελεύθερος.] Σμύρνα, πέπερι λευκὸν, χαλβάνη, καστόριον, στύραξ, κρόκος, ὄπιον, ἑκάστου ἴσον, τοῦ στύρακος τὸ ἥμισυ, δίδου εἰς νύκτα καταπότια β΄. βηχικὴ Σκριβωνίου. ♃ σελίνου σπέρματος δραχ. β΄. σχοίνου ἄνθους, νάρδου Κελτικῆς, στύρακος, κρόκου ἀνὰ δραχ. α΄. βαλαυστίου τριώβολον, ὀποῦ μήκωνος δραχ. δ΄. μέλιτος τὸ ἱκανὸν, δίδου κυάμου μέγεθος, ἀπυρέτοις δι’ ὑδρομέλιτος, πυρέσσουσι δι’ ὕδατος. βηχικὴ Ἀσκληπιάδου. ♃ ῥήου Ποντικοῦ, κρόκου Κιλικίου, ὀποῦ μήκωνος, ναρδοστάχυος, λιβάνου, σμύρνης ἀνὰ δραχ. α΄. νάρδου Κελτικῆς ῥίζης γο β΄. στύρακος γο γ΄. δίδοται δραχ. α΄. σὺν οἰνομέλιτι.

  26. 7.3.9

    [Θεσπιανὴ Ἀπολλωνίου, πρὸς τὰς ἐντὸς ἀποστάσεις.] ♃ Σελίνου σπέρματος δραχ. γ΄. μηκωνείου δραχ. γ΄. μελανθίου δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ζ΄. καστορίου δραχ. β΄. δαύκου σπέρματος δραχ. ζ΄. Σινωπίδος δραχ. ζ΄. ἀναλάμβανε μέλιτι Ἀττικῷ ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ μέγεθος ἐν ὕδατι.

  27. 7.3.10

    [Καταπότιον ξηραντικὸν, πρὸς τοὺς ῥευματιζομένους τὸν θώρακα καὶ πρὸς μύλης πόνον καὶ περιοδίζοντα καὶ σκορπιοδήκτους.] ♃ Ὀποῦ μήκωνος, ὑοσκυάμου σπέρματος, ἑκάστου ἴσον, ἀνάπλασσε μετὰ γλυκέος ἢ μέλιτος ἡλίκον κύαμος ὁ Ἑλληνικὸς, δίδου εἰς νύκτα, ὕπνον ποιοῦν ὠφελεῖ.

  28. 7.3.11

    [Ληξοπύρετος ἡ Παμφίλου μιγματοπώλου καλή.] ♃ Ὑοσκυάμου σπέρματος γο α΄. καρδαμώμου ἐξηντερισμένου γο α΄. ὀποῦ μήκωνος γο α΄. θείου ἀπύρου γο S". κρόκου γο S". σμύρνης γο S". εὐφορβίου δραχ. β΄. κόστου δραχ. γ΄. ἴρεως Ἰλλυρικῆς δραχ. γ΄. πεπέρεως λευκοῦ δραχ. δ΄ S". μέλιτος τὸ ἱκανὸν χρῶ.

  29. 7.3.12

    [Βηχικὸν ἐπιτετευγμένον καὶ πρὸς ἄλλα πολλὰ καὶ πρὸς βῆχα ὑγρὰν καταπότιον.] ♃ Σχοίνου δραχ. στ΄. ὀπίου δραχ. δ΄. χαλβάνης δραχ. στ΄. στύρακος δραχ. δ΄. ἔστιν ἡλίκον ἀράκιον εἰς κοίτην.

  30. 7.3.13

    [Ληξοπύρετος Δαρείου, ταύτῃ καὶ ἀντιδότῳ ἐχρήσατο πρὸς πάντα καὶ παρίσθμια καὶ βῆχας καὶ συνάγχας.] ♃ Κρόκου γο α΄. πεπέρεως γο ε΄. σμύρνης γο α΄. μηκωνείου γο α΄. λιβάνου ἴσον, ὑοσκυάμου σπέρματος ἴσον, καρδαμώμου ἴσον, κόστου δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. γ΄. ἀριστολοχίας δραχ. β΄. μέλιτι Ἀττικῷ.

  31. 7.3.14

    [Ἄλλο πρὸς πᾶσαν βῆχα πεπειραμένον.] ♃ Ἀνίσου δραχ. α΄. κόστου τριώβολον, σμύρνης δραχ. α΄. καστορίου, χαλβάνης, πεπέρεως λευκοῦ, ὑοσκυάμου σπέρματος, ὀπίου, γλυκείας χυλοῦ ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε, ποιῶν καταπότια ἡλίκα ἐρεβίνθιον εἰς νύκτα δίδου.

  32. 7.3.15

    [Καταπότιον πεπτικὸν, ἐκ τῶν Περιγένους, πρὸς βῆχα καὶ κατάῤῥουν.] ♃ Στύρακος ὀβολοὺς δύο, πεπέρεως κόκκους κ΄. σμύρνης δραχ. β΄ S". ὑοσκυάμου σπέρματος τετρώβολον, εὐφορβίου δραχ. β΄. ἴρεως Ἰλλυρικῆς δραχ. β΄. ὀποπάνακος δραχ. β΄. κρόκου τριώβολον, ὀπίου τριώβολον, τερμινθίνης δραχ. α΄. πεπέρεως λευκοῦ τριώβολον, χαλβάνης δραχ. β΄. λεάνας ἀναλάμβανε τῇ χαλβάνῃ καὶ τῇ ῥητίνῃ καὶ τῷ ὀπίῳ καὶ τῷ στύρακι δίδοται πρὸς δύναμιν.

  33. 7.3.16

    [Βηχικὴ Ἀπολλωνίου καλή.] ♃ Μαλαβάθρου φύλλων δραχ. η΄. κρόκου δραχ. στ΄. ὀποβαλσάμου δραχ. α΄. ναρδοστάχυος δραχ. α΄. ῥόδων ξηρῶν, σχοίνου ἄνθους ἀνὰ δραχ. α΄. κόστου, κασσίας, στύρακος, σμύρνης, μήου ἀνὰ δραχ. γ΄. σταφίδος καθαρᾶς δραχ. ιστ΄. μανδραγόρου χυλοῦ δραχ. στ΄. μέλιτος τὸ ἀρκοῦν. τὴν σταφίδα ἐν Κρητικῷ βρέχε γλυκεῖ νύκτα καὶ ἡμέραν, εἶτα τὰ ξηρὰ συμμίξας λέαινε καὶ τὸ μέλι μίσγε καὶ ἀποθέμενος χρῶ

  34. 7.3.17

    [Βηχικὸν πότιμα ἐκ τῶν Ἀπολλωνίου καὶ πρὸς ῥοῦς γυναικείους.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. γ΄. σμύρνης δραχ. γ΄. κρόκου, μανδραγόρας χυλοῦ, λιβάνου ἀνὰ δραχ. γ΄. πεπέρεως λευκοῦ καὶ μέλανος ἀνὰ δραχ. δ΄. ἄγνου δραχ. γ΄. ὀπίου δραχ. γ΄. μέλιτος καὶ οἴνου Χίου τὸ ἀρκοῦν, ἡ δόσις κυάμου τὸ μέγεθος.

  35. 7.3.18

    [Πρὸς βῆχα καὶ ἀρχομένας φθίσεις καὶ αἱμοπτυϊκοὺς καὶ ῥευματισμούς.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. δ΄. μανδραγόρας μελαίνης ῥίζης δραχ. δ΄. ῥήου δραχ. γ΄. κοραλλίου δραχ. γ΄. ὀπίου  δραχ. γ΄. λυκίου δραχ. β΄. βαλαυστίου δραχ. γ΄. λιβάνου δραχ. ε΄. τραγακάνθης δραχ. β΄. κρόκου δραχ. γ΄. ὕδατι ἀναλάμβανε τριωβολιαίαν, δίδου αἱμοπτυϊκοῖς καὶ ἐν ὀξυκράτῳ τοῖς λοιποῖς ἐν ὕδατι.

  36. 7.3.19

    [Πότιμα παρὰ Κλητίου Ἀβασκάνθου πρὸς φθισικευομένους, ᾧ χρῶμαι κατακόρως, ἀνεπιτήδειον δέ ἐστι πρὸς αἵματος ἀναγωγήν.] ♃ Ἀριστολοχίας δακτυλίδος δραχ. κ΄. θείου ἀπύρου δραχ. κ΄. μανδραγόρου φλοιοῦ δραχ. κ΄. λιβάνου δραχ. μ΄. γεντιανῆς δραχ. λ΄. σεσέλεως δραχ. λ΄. ὀπίου δραχ. μ΄. ὑοσκυάμου λευκοῦ σπέρματος δραχ. μ΄. σμύρνης δραχ. μ΄. κρόκου δραχ. η΄. πεπέρεως λευκοῦ κόκκους ρ΄. εὐφορβίου δραχ. ι΄. δαφνίδων δραχ. ζ΄ S". κόστου δραχ. ζ΄ S". καρδαμώμου δραχ. ζ΄. κόψας ἐν οἴνῳ εὐφόρβιον καὶ σμύρναν καὶ ὄπιον οἰνομέλιτι καὶ τὸν ὑοσκύαμον καὶ τὰ λοιπὰ κόψας ἰδίᾳ εἰς τὸ αὐτὸ μῖξον καὶ μέλιτι ἀφεψημένῳ, χρῷ μὴ προσφάτῳ τῷ φαρμάκῳ. καλῶς προσέθηκεν Ἀνδρόμαχος περὶ τούτου τοῦ φαρμάκου τὸ πρὸς τὰς αἵματος ἀναγωγὰς ἀνεπιτήδειον ὑπάρχειν αὐτὸ διά τε τὸ θεῖον ἄπυρον καὶ τὸ εὐφόρβιον. μέρος δέ τι καὶ διὰ τὰς δαφνίδας.

  37. 7.3.20

    [Καταπότιον βηχικὸν εὐθὺς ὠφελοῦν.] ♃ Ἴρεως τριώβολον, κρόκου Κιλικίου ὀβολὸν α΄ S". σμύρνης ὀβολοὺς β΄. κινναμώμου τετρώβολον, κασσίας τετρώβολον, ὑοσκυάμου λευκοῦ σπέρματος ὀβολοὺς β΄. μήκωνος μέλανος τοῦ σπέρματος ὀβολοὺς β΄. κωνείου σπέρματος ὀβολοὺς β΄. θρίδακος μελαίνης σπέρματος ὀβολοὺς β΄. ἀναλάμβανε τροχίσκους μετὰ γλυκέος ἀνὰ ὀβολὸν ἢ ἡμιώβολον καὶ δίδου ἐν κοτύλης γλυκέος τετάρτῳ.

  38. 7.3.21

    [Πρὸς πᾶσαν βῆχα καὶ ῥευματισμὸν καὶ τὰ ἐντὸς ἀποστήματα, ὡς Ἀπολλώνιος.] ♃ Σαγαπηνοῦ, γεντιανῆς, σμύρνης, ὀποπάνακος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. β΄. δαφνίδων καθαρῶν δραχ. δ΄. λεῖα ἀναλάμβανε ὕδατι, ἡλίκα κύαμος Ἑλληνικὸς, δίδου ὀλίγῳ πλέον ἰσχιαδικοῖς, ἐν οἴνου κεκραμένου κυάθοις τρισίν.

  39. 7.3.22

    [Ἄλλο πρὸς φθισικοὺς, ᾧ παρηκολούθησα παρὰ Φλαβιανοῦ Κρητός.] ♃ Ὑποκυστίδος χυλοῦ δραχ. η΄. σμύρνης δραχ. η΄. καστορίου δραχ. στ΄. λιβάνου δραχ. η΄. ῥοῦ χυλοῦ δραχ. θ΄. σαγαπηνοῦ δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. η΄. ἀνίσου δραχ. θ΄. σελίνου σπέρματος δραχ. η΄. ὀποῦ πάνακος δραχ. ε΄. σπέρματος ὑοσκυάμου δραχ. η΄. στύρακος δραχ. η΄. κρόκου δραχ. ι΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. α΄. σπέρματος δαύκου δραχ. η΄. πρασίου δραχ. α΄. μανδραγόρου φλοιοῦ δραχ. ι΄. πεπέρεως μακροῦ δραχ. η΄. καὶ λευκοῦ δραχ. ε΄ S". περιστερεῶνος ὑπτίου δραχ. α΄. μέλιτι ἑφθόν.

  40. 7.3.23

    [Καταπότιον λευκὸν, ὡς Πρύτανις καὶ Ἀπόλλων.] ♃ Σμύρνης, ὑοσκυάμου σπέρματος λευκοῦ, ὀπίου, στύρακος, ἴσον ἑκάστου ἀνάπλασσε ἡλίκα ἂν καταπίνειν δύνωνταί τινες, ἀναλάμβανε ἢ σταφίδι ἢ γλυκεῖ ἢ φοίνικι.

  41. 7.3.24

    [Καταπότιον βηχικὸν, ἐκ τῶν Περιγένους.] ♃ Ὑοσκυάμου σπέρματος, καστορίου, σμύρνης, στύρακος, ὀπίου, ἑκάστου ἴσον ἡλίκον ἐρεγμὸν, δίδου σὺν γλυκεῖ ἢ μελικράτῳ.

  42. 7.3.25

    [Καταπότια πρὸς ὑγρὰν βῆχα, ἐκ τῶν Περιγένους.] ♃ Στύρακος, χαλβάνης, ἀμμωνιακοῦ θυμιάματος, καστορίου, ὀπίου, ἴσον ἑκάστου, ἀνάπλασσε ὀροβιαῖα, δίδου δύο.

  43. 7.4.1

    [Περὶ αἵματος ἀναγωγῆς.] Τῆς ἀναγωγῆς τοῦ αἵματος ὁ πρῶτος μὲν κίνδυνός ἐστι κατ’ αὐτὴν τὴν ἄμετρον κένωσιν, ἡ δὲ μετὰ τὴν ἐποχὴν αὐτοῦ θεραπεία, τῆς μὲν κατὰ ἀναστόμωσιν ἀγγείου γενομένης ἐκ τοῦ κλεισθῆναι τὸ ἀνευρυσμένον. τῆς δὲ κατὰ ῥῆξιν ἐκ τοῦ κολληθῆναι, καθάπερ γε καὶ τῆς κατὰ διάβρωσιν ἐξ ἀναθρέψεως τῶν διαβρωθέντων. σφίγγεται μὲν οὖν τὸ ἀνεστομωμένον ὑπὸ τῶν στυφόντων, κολλᾶται δὲ τὸ ἐῤῥωγὸς ὑπό τε τούτων αὐτῶν, ὅσα τε μιγνυμένων αὐτοῖς συντίθεται τῶν ξηραινόντων χωρὶς δήξεως καὶ τῶν κολλῶδες ἐχόντων τι, καθάπερ ἥ τε Λημνία σφραγὶς καὶ Σάμιος ἀστὴρ, ἀνατρέφεται δὲ τὰ διαβρωθέντα ὑπὸ τῶν εὐχύλων τροφῶν καὶ τῶν σαρκωτικῶν ὀνομαζομένων φαρμάκων, ὧν ἡ δύναμις εἴρηται κατὰ τὸ δεύτερον γράμμα τῆς πραγματείας τῆσδε. κατὰ πρῶτον μὲν οὖν λόγον ἐκ τοιούτων συντίθεται τὰ πρὸς τὴν θεραπείαν τῆς ἀναγωγῆς τοῦ αἵματος ἁρμόζοντα φάρμακα, κατὰ δεύτερον δὲ ἐπὶ τῶν ἐκ πνεύμονος ἢ θώρακος ἢ ἀρτηρίας ἢ λάρυγγος ἀναγομένων, ἐπιμιγνυμένων τοῖς εἰρημένοις ἐν τῇ συμμετρίᾳ τῶν θερμῶν τε καὶ λεπτομερῶν, ἅπερ ἐναντιώτατα ταῖς εἰρημέναις τρισὶ διαθέσεσίν ἐστιν, ἀναστομώσει, ῥήξει, διαβρώσει. τίνος οὖν ἕνεκα μίγνυται; τῆς ἀναδόσεως αὐτῶν δηλονότι. τὰ γὰρ στύφοντα καὶ γλίσχρα τὰς ἑαυτῶν ὁδοὺς ἀποκλείοντα δεῖται δυνάμεως τῆς παρασκευαζούσης αὐτοῖς τὰς ὁδούς. ὅταν δ’ ἢ ἐκ τῶν κατὰ τὸν στόμαχον ἢ τὴν κοιλίαν τόπων ἤ τινος τῶν ἐντέρων ἡ ἀναγωγὴ γίνηται τῆς τῶν τοιούτων μίξεως φαρμάκων οὐ γίνεται χρεία. τούτοις δ’ οὖ πάλιν ἐναντιώτατόν ἐστι γένος φαρμάκων τῶν εἰς τοσοῦτον ψυχόντων, ὡς ναρκοῦν τὴν διάθεσιν καὶ αὐτὰ δὲ μίγνυται τοῖς πρὸς αἱμοπτυϊκοὺς ἁρμόττουσιν, ὕπνον τε καρώδη φέροντα χρησιμώτατα γενόμενα τοῖς ὑπὸ βηχὸς σπαραττομένοις, ἱστάντα τῇ ψύξει τὸ φερόμενον ἐπὶ τὸ πεπονθὸς ἀγγεῖον αἷμα. οὗτοι μὲν οἱ σκοποὶ τῆς συνθέσεως, ἡ δὲ εὐπορία τῆς ὕλης τῶν ἤδη πεῖραν ἱκανὴν δεδωκότων φαρμάκων τοῖς ἔμπροσθεν ἡμῶν περὶ τὸ φαρμακευτικὸν μέρος τῆς τέχνης σπουδάσασιν ἐφεξῆς εἰρήσεται.

  44. 7.4.2

    [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα πρὸς αἵματος  ἀναγωγήν.] Πρῶτον ἐν αὐτοῖς ἔγραψε φάρμακον ὡδί πως. πρὸς αἵματος ἀναγωγὴν, ὡς ἐγὼ κέχρημαι. ♃ ἀκακίας δραχ. δ΄. ῥόδων ξηρῶν δραχ. η΄. βαλαυστίου δραχ. η΄. κόμμεως δραχ. β΄. τραγακάνθης δραχ. α΄. μεθ’ ὕδατος τροχίσκους ποίει ἀνὰ δραχ. α΄. δίδου ἐν ὀμβρίῳ ὕδατι. ἄλλο Ἀπολλωνίου. ♃ ὑοσκυάμου σπέρματος δραχ. η΄. ἀπίου δραχ. δ΄. λιβάνου δραχ. η΄. γῆς Σαμίας δραχ. δ΄. ἀμύλου δραχ. β΄. μίλτου Λημνίας δραχ. β΄. εἰ δὲ μη, Σινωπικῆς δραχ. γ΄. κοραλλίου δραχ. δ΄. κόστου δραχ. δ΄. βαλαυστίου ἄνθους τριώβολον. οἱ δὲ δραχ. β΄. πολυγόνου χυλῷ ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου μετὰ ψυχροῦ ὕδατος. τινὲς καὶ κωνείου σπέρματος δραχ. β΄. προσβάλλουσιν. ἄλλο ᾧ χρῶμαι. ♃ κυτίνων δραχ. στ΄. ἀκάνθης Αἰγυπτίας δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. δ΄. ὑποκυστίδος δραχ. στ΄. βαλαυστίου δραχ. στ΄. ἀκακίας δραχ. στ΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. σμύρνης δραχ. β΄. ἀναλάμβανε μύρτων ἀφεψήματι ἀνὰ δραχ. α΄. πότιζε τῷ αὐτῷ ἀφεψήματι. ἄλλη αἱμόστασις. ♃ κρόκου Κιλικίου, σμύρνης, ἴρεως, νάρδου Ἰνδικῆς, λιβάνου, ἀκακίας ἀνὰ γο α΄. ὀποῦ μήκωνος, κόστου, πεπέρεως ἀνὰ γο S". ῥόδων ξηρῶν γο δ΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος.

  45. 7.4.3

    [Ἄλλη ἀῤῥευμάτιστος πρὸς τὰ ἐντὸς ῥεύματα καὶ παρισθμίων καὶ σταφυλῆς [καὶ ἀρτηρίαν ἡλκωμένην ἀναγαργαριζομένη καὶ αἵματος ῥύσιν ἐν ὕδατι ψυχρῷ, τοῖς δὲ πλείοσι σὺν ὀξυκράτῳ καρύου Ποντικοῦ μέγεθος. ἁρμόζει δὲ πρὸς τοὺς αἷμα οὐροῦντας καὶ γυναικείους ῥοῦς καὶ πινομένη καὶ προστιθεμένη.] ♃ Σμύρνης γο α΄. νάρδου Ἰνδικῆς γο α΄. κινναμώμου γο α΄. λιβάνου γο α΄. κρόκου γο S". πεπέρεως δραχ. δ΄. ἀκακίας χυλοῦ δραχ. δ΄. κόστου δραχ. δ΄. στύρακος δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς γο β΄. ῥόδων ξηρῶν γο β΄. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλη ἀῤῥευμάτιστος ἐκ τῶν Γάλλου, ποιοῦσα πρὸς αἵματος ἀναγωγὴν καλή. ♃ κρόκου, σμύρνης, ἴρεως, νάρδου Συριακῆς, κασσίας μελαίνης, ῥοῦ Ποντικοῦ ἀνὰ δραχ. α΄. στύρακος, πεπέρεως λευκοῦ ἀνὰ γο S". ῥόδων ξηρῶν γο ε΄. λείοις παράχει μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μετὰ κυ. γ΄.

  46. 7.4.4

    [Ἄλλη πρὸς αἱμοπτυϊκοὺς, ἐκ τῶν Ἀπολλωνίου.] ♃ Ὑποκυστίδος χυλοῦ δραχ. ιβ΄. βαλαυστίου, ἀκακίας, κυτίνων ἀνὰ δραχ. ιβ΄. κηκίδος δραχ. ιβ΄. ὀποῦ μήκωνος δραχ. στ΄. κρόκου δραχ. στ΄. ἀνάπλαττε τροχίσκους τριωβολιαίους.

  47. 7.4.5

    [Ἄλλη πρὸς αἱμοπτυϊκούς.] ♃ Ὀποῦ μήκωνος ὀβολὸν α΄. κόμμεως ὀβολοὺς β΄. ἀμύλου τριώβολον ἐν ὕδατι δίδου.

  48. 7.4.6

    [Ἄλλη πρὸς αἵματος ἀναγωγὴν καὶ πᾶσαν αἱμοῤῥαγίαν δι’ ὕδατος πινομένη.] ♃ Ὀποῦ μήκωνος δραχ. α΄. κινναμώμου δραχ. α΄. καστορίου δραχ. α΄. κόστου, πεπέρεως μακροῦ καὶ στρογγύλου, σμύρνης ἀνὰ τριώβολον, κρόκου ὀβολὸν καὶ ἡμιώβολον, κοραλλίου ὀβολοὺς β΄. βαλαυστίου δραχμὰς β΄. ἀνίσου δραχ. α΄. κόμμεως δραχ. α΄. λεάνας ἀνάπλασσε τροχίσκους καὶ χρῶ. ἄλλο πρὸς αἵματος ἀναγωγήν. ♃ μίλτου Σινωπικῆς δραχμὰς δ΄. λιβάνου δραχμὰς η΄. ἀνίσου δραχ. α΄. κωνείου σπέρματος δραχμὰς δ΄. ὀποῦ μήκωνος δραχ. δ΄. λίθου αἱματίτου δραχμὰς δ΄. ὑοσκυάμου σπέρματος δραχμὰς η΄. γῆς Σαμίας δραχμὰς γ΄. δι’ ὕδατος νήστει δίδου τὸ φάρμακον. ἄλλο. ♃ ὑποκυστίδος χυλοῦ δραχ. α΄. ὀπίου τριώβολον, βαλαυστίου δραχ. α΄. ἀκακίας δραχ. α΄. σὺν ὕδατι ἄλλη πρὸς αἵματος ἀναγωγὴν, ὡς Ἡρόφιλος. ♃ συμφύτου ῥίζης γο γ΄. γῆς ἀστέρος γο α΄. λιβάνου γο β΄. βαλαυστίου γο α΄. ὑποκυστίδος χυλοῦ γο α΄. κρόκου τριώβολον, σμύρνης δραχμὰς β΄. ὀπίου δραχ. α΄. μίλτου Λημνίας γο γ΄. καὶ τριώβολον, κόμμεως δραχ. α΄. χυλῷ πολυγόνου ἢ ἀρνογλώσσου ἀναλάμβανε. ἄλλο πρὸς αἱμοπτυϊκοὺς, ἀπ’ ἀγαθοῦ καθηγητοῦ. ♃ βαλαυστίου δραχμὰς β΄. ἀκακίας δραχμὰς β΄. τραγακάνθης δραχ. δ΄. ὑποκυστίδος χυλοῦ δραχ. δ΄. ῥόδων ἄνθους δραχμὰς δ΄. ὀπίου δραχ. β΄. λιβάνου δραχμὰς γ΄. σμύρνης δραχ. β΄. ὑοσκυάμου σπέρματος τετρώβολον, ἀναλάμβανε πολυγόνου χυλῷ. ἄλλο πρὸς αἵματος ἀναγωγὴν, ὡς Ἀκάκιος. ♃ γῆς Σαμίας δραχμὰς δ΄. κοραλλίου δραχ. δ΄. μίλτου Σινωπικῆς δραχ. β΄. βαλαυστίου τριώβολον, ὀπίου δραχ. δ΄. ἀμύλου δραχμὰς ιβ΄. λιβάνου δραχ. η΄. ὑοσκυάμου σπέρματος δραχ. η΄. πολυγόνου χυλῷ ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου ἐν ὀξυκράτῳ, ἐὰν ῥεῦμα εἴη πολὺ, σὺν λεκίθῳ ὠῶν ὀπτῶν καὶ ἀρνογλώσσου χυλῷ. ἄλλο πρὸς αἱμοπτυϊκοὺς καὶ δυσεντερικούς. ♃ ῥόδων ἄνθους, ὀπίου, ἀκακίας, κόμμεως, βαλαυστίου, ὑποκυστίδος ἀνὰ γο γ΄. κηκίδος γο β΄. ἀρνογλώσσου σπέρματος καὶ χυλοῦ ἀνὰ γο β΄. λυκίου Ἰνδικοῦ γο α΄. ῥόδων χυλοῦ γο α΄. ἀναλάμβανε τροχίσκους ἀνὰ δραχ. α΄. τινὲς καὶ ὀμφακίου γο S". καὶ ἐνίεται δυσεντερικοῖς. ἄλλο πρὸς αἱμοπτυϊκοὺς Καρτεροῦ εὐτονώτατον. ♃ κωνείου σπέρματος δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχ. α΄. ἀμύλου δραχ. α΄. νάρδου τριώβολον, μίλτου Λημνίας ὀβολοὺς γ΄. οἱ δὲ τετρώβολον, ἀνίσου τετρώβολον, οἱ δὲ τριώβολον, κρόκου ὀβολοὺς γ΄. δίδου μετὰ λεκίθου ὀπτῆς, μεθ’ ὕδατος γαλακτώδους κυάθων γ΄. ποιεῖ καὶ πρὸς κατάῤῥους.

  49. 7.4.7

    [Ἄλλο πρὸς αἱμοπτυϊκοὺς, Μάγνου Φιλαδελφέως.] ♃ Κοραλλίου ὀβολοὺς β΄. ἀστέρος Σαμίου τετρώβολον, πολυγόνου χυλοῦ κυάθους στ΄. δίδου τὸ ὅλον πόσεις δύο.

  50. 7.4.8

    [Ἡ χρῆσις τῶν προειρημένων Ἀνδρομάχου φαρμάκων.] Ἤδη μὲν ἦν δῆλον, ἐξ ὧν ἔγραψα κατὰ τὴν ἀρχὴν τοῦ περὶ τῶν αἱμοπτυϊκῶν λόγου, περὶ τῆς χρήσεως τῶν προγεγραμμένων φαρμάκων, ἕνεκα δὲ σαφηνείας ἐπαναλήψομαι καὶ νῦν  τὸ πρῶτον ἁπάντων γεγραμμένον, ἐξ ἀκακίας καὶ ῥόδων ξηρῶν καὶ βαλαυστίου καὶ κόμμεως καὶ τραγακάνθης συγκείμενον. εὔδηλον δ’ ὅτι τὴν μὲν ἀκακίαν καὶ τὰ ῥόδα καὶ τὸ βαλαύστιον ἔχει στῦφόν τι γλίσχρον τε καὶ κολλητικὸν, τό τε κόμμι καὶ τὴν τραγάκανθαν. οὐκοῦν οὐχ οἷόν τε αὐτὸ μέχρι θώρακός τε καὶ πνεύμονος ἀνενεχθῆναι ἰδίως, οὐδὲν ἔχοντι τῶν ποδηγησάντων τὰ στύφοντα καὶ γλίσχρα. πρὸς τούτοις γὰρ ἔτι καὶ μέλιτος οὐδὲν ὅλως αὐτῷ προσέθηκεν ὁ συνθεὶς, ἀλλὰ δι’ ὕδατος ὀμβρίου, στυπτικήν τινα καὶ αὐτοῦ δύναμιν ἔχοντος. ἥ τε σύνθεσις αὐτοῦ καὶ ἡ δόσις, ὥστε πρὸς τὰς ἐκ στομάχου καὶ γαστρὸς ἀναγωγὰς τοῦ αἵματος ἁρμόσαι. εἰ δὲ δυνατόν ἐστι καὶ ἐκ νήστεως ἀνενεχθῆναί τι διὰ ναυτίας, καὶ πρὸς τοῦτο γενήσεται χρήσιμον. ἔμπαλιν δὲ τῷ προγεγραμμένῳ φαρμάκῳ τὸ πέμπτον τῇ τάξει γεγραμμένον καὶ τὸ ἔνατον ἔχει σύνθεσιν, ἐπιμεμιγμένου αὐτοῖς κινναμώμου καὶ πεπέρεως καὶ κόστου καὶ σμύρνης. τὰ δὲ ἄλλα πάντα μέσα πως τούτων ἐστὶ, μήτ’ ἀκριβῶς στύφοντα κατὰ τὴν ὅλην σύνθεσιν, οὔτ’ ἰσχυρῶς τοῖς θερμαίνουσι κεχρημένα. τὸ δὲ ὄπιον καὶ ὑοσκύαμον καὶ τὸ τοῦ κωνείου σπέρμα μάλιστα μὲν ἐν τοῖς ὑπὸ βηχὸς σπαραττομένοις ἢ διὰ κατάῤῥουν ἢ ἄλλως ἐστὶν ἐπιτήδεια καὶ πᾶσι δὲ τοῖς ὁπωσοῦν αἱμοπτυϊκοῖς· ὥστ’ ἔξεστιν αὐτὰ μιγνύναι καὶ τοῖς ἐκ τῶν θρεπτικῶν ὀργάνων ἀνάγουσι τὸ αἷμα καὶ τοῖς ἐκ τῶν πνευματικῶν.

  51. 7.4.9

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς αἱμοπτυϊκοὺς, αὐτοῖς ὀνόμασιν.] Πρὸς αἵματος ἀναγωγήν. ♃ συμφύτου ῥίζης γο στ΄. βαλαυστίου ὁλκὰς δύο ἢ δραχ. α΄. ὕδατος ξε. α΄. ἕψε εἰς τὸ τρίτον, καὶ τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τούτῳ ἀμύλου ὁλκὴν ἢ δραχ. α΄. κόμμεως Θηβαϊκοῦ τὸ ἴσον καὶ δίδου πίνειν. ἄλλο. ♃ σικύων ἡμέρων λίτραν α΄. εἰς λεπτὰ κατατέμνων καὶ ὕδατος ποτίμου ἐπιβάλλων ξε. α΄. ἕψε εἰς τὸ γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας τούτῳ κατάπασσε γῆς Σαμίας δραχ. α΄ S". καὶ δίδου πίνειν.

  52. 7.4.10

    [Χαριξένους φάρμακον ἐπιτετευγμένον.] ♃ Πολυγόνου ῥίζης χειροπληθὲς, συμφύτου ῥίζης τὸ ἴσον, ῥοῦ ἐρυθροῦ ὀξύβαφον, ὕδατος ξε. γ΄. ἕψε εἰς τὸ γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας δίδου κύαθον καὶ κόμμεως λειοτάτου δραχ. α΄.

  53. 7.4.11

    [Ἀῤῥαβιανοῦ τὸ λεγόμενον Ποντικόν.] ♃ Ἄρκου σταφυλῆς λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου. ἄλλο. ♃ μόρων ἐρυθρῶν μηδέπω πεπείρων λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου. ἄλλο ♃ κράνου καρποῦ λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ποίει ὡσαύτως. ἄλλο. ♃ φοινικοβαλάνων Θηβαϊκῶν λίτρας ιστ΄. ὕδατος ὀμβρίου ξε. ιστ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τοῖς ἀποτεθλιμμένοις, καὶ πάντα μίξας ἕψε εἰς τὸ τρίτον καὶ εἰς ἄγγος κεραμεοῦν βαλὼν ἀπόθου. ἐκ τούτου δίδου κύαθον ἕνα πρὸ τροφῆς, τὸ φάρμακόν ἐστι σφόδρα καλὸν καὶ παλιγγενεσίας κωλυτικόν. δεῖ μέντοι ἕκαστον ἰδίῳ σκευάζειν καιρῷ καὶ πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν ἀποτίθεσθαι. περὶ ἄρκου στυφυλῆς. ἡ δὲ λεγομένη ἄρκου σταφυλὴ ἐν Πόντῳ γίνεται, φυτόν ἐστι χθαμαλὸν καὶ θαμνῶδες. φύλλα δὲ ἔχει ὅμοια μεμαικύλῳ, καρπὸν φέρει ἐρυθρὸν καὶ στρογγύλον, αὐστηρὸν τῇ γεύσει, τοῦτον καλοῦσιν ἄρκου σταφυλήν.

  54. 7.4.12

    [Καταπότιον αἱμοπτυϊκοῖς.] ♃ Φλοιοῦ λιβάνου, γῆς Σαμίας, ἀμύλου ἀνὰ δραχ. δ΄. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον ἓν καὶ ὕδατος ψυχροῦ κύαθον α΄. ἄλλο. ♃ βαλαυστίου, γῆς Σαμίας, φλοιοῦ λιβάνου, κόμμεως, ἑκάστου τὸ ἴσον, κόψας καὶ σήσας δίδου καθὰ προείρηται.

  55. 7.4.13

    [Πρὸς αἵματος ἀναγωγὴν Ἀμαράντου, ἐκλεικτὸν φάρμακον ἐπιτετευγμένον.] ♃ Οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ ἀνακόψας καὶ θεὶς ἐπ’ ἀνθράκων ἕψε καὶ ὅταν σχῇ ἀρτηριακῆς τὸ πάχος, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι καὶ τούτῳ κεκομμένα καὶ σεσησμένα ἐπίβαλλε κόμμεως κοχλιάρια δ΄. βαλαυστίου, λιβάνου, γῆς Σαμίας ἀνὰ δραχ. β΄. καὶ πάλιν ἐπιθεὶς εἰς τὸ πῦρ καὶ θερμάνας ἀπόθου καὶ δίδου ὁμοίως καθὰ προείρηται. ἄλλη, Ὠριγενείας. ♃ γεντιανῆς χυλοῦ, συμφύτου χυλοῦ, βαλαυστίου, ἑκάστου ἀνὰ δραχ. η΄. κρόκου, σμύρνης, γλυκυῤῥίζης χυλοῦ ἀνὰ δραχ. δ΄. προτρόπου ἢ Θηραίου ἢ Σκυβελίτου ξε. στ΄. σκεύαζε καὶ δίδου καθὰ προείρηται.

  56. 7.4.14

    [Καταπότια πρὸς αἵματος ἀναγωγὴν ἀνώδυνα, οἷς ἐχρήσατο Χαριξένης.] ♃ Ὑποκυστίδος χυλοῦ, βαλαυστίου, ὀπίου ἀνὰ δραχ. δ΄. ἀναλάμβανε οἴνῳ μυρτίτῃ καὶ ποίει καταπότια καὶ δίδου τὸ πλῆθος τριώβολον. ἐν ἄλλαις γραφαῖς ἔχει ὀπίου δραχ. β΄. ἄλλο. ♃ ὑποκυστίδος χυλοῦ, ἀκακίας χυλοῦ, ῥοὸς Συριακοῦ χυλοῦ ἀνὰ δραχ. δ΄. βαλαυστίου, ὀπίου, κόμμεως ἀνὰ δραχ. δ΄. οἴνου μυρτίτου τὸ αὔταρκες. ἡ χρῆσις δεδήλωται.

  57. 7.4.15

    [Τροχίσκος αἱμοπτυϊκὸς, φάρμακον ἐπιτετευγμένον, ἐπιγράφεται τὸ τρυφερόν.] ♃ Ἀμύλου, βαλαυστίου, γῆς Σαμίας, ὑποκυστίδος χυλοῦ, κόμμεως, κρόκου, ὀπίου ἀνὰ δραχμὰς δ΄. χυλῷ ἀρνογλώσσου δίδου ἀνὰ δραχ. α΄. τὸ ὑγρὸν κατάλληλόν ἐστι τῇ διαθέσει. ἄλλο. ♃ ἀμύλου δραχ. δ΄. γῆς Σαμίας,  ὑποκυστίδος ἀνὰ δραχ. β΄. ὀπίου, κρόκου, βαλαυστίου, τραγακάνθης ἀνὰ δραχ. α΄. χυλοῦ ἀρνογλώσσου.

  58. 7.4.16

    [Τροχίσκος ὁ δι’ ἠλέκτρου. ποιεῖ αἱμοπτυϊκοῖς, βήττουσι χρονίως καὶ προσφάτως, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἐμπνευματουμένοις. ἔστι δὲ καὶ ὠτικὴ ἀγαθή.] ♃ Ψυλλίου καθαροῦ δραχ. με΄. ἴρεως Ἰλλυρικῆς, μαστίχης, ἠλέκτρου ῥινήματος, κρόκου ἀνὰ δραχ. λ΄. ὀπίου δραχ. ιε΄. τὸ ψύλλιον βαλὼν εἰς θερμὸν ὕδωρ ἔα βρέχεσθαι καὶ ὅταν γλίσχρον καὶ κολλῶδες γένηται τὸ ὕδωρ, ἔκθλιβε τὸ ὑγρόν· ἐκ τούτου σκευάσας τὸ φάρμακον ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον εἰς ὕπνον ἀπερχομένοις. ἔστω δὲ τοῦ ὕδατος ξε. γ΄. ἐν ἄλλαις γραφαῖς ἐμβρέχεται τὸ ψύλλιον ἐπὶ ἡμέρας γ΄. εἶθ’ ἕψεται ἕως ἀναβράσῃ τρὶς, εἶτα αἴρεται ἀπὸ τοῦ πυρὸς καὶ πάλιν ἐᾶται ἐπὶ τρεῖς ἡμέρας, καὶ τότε τὸ ὑγρὸν χωρίζεται πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν.

  59. 7.4.17

    [Ὁ τοῦ Νεαπολίτου τροχίσκος, ποιεῖ αἱμοπτυϊκοῖς, ἐμπυϊκοῖς, φθισικοῖς, ῥευματικαῖς διαθέσεσιν.] ♃ Ὑοσκυάμου λευκοῦ σπέρματος, μανδραγόρου χυλοῦ ἀνὰ δραχ. ε΄. λιβάνου ἄῤῥενος, ὀπίου Σπανοῦ, στύρακος, πυτίας νεβροῦ ἀνὰ δραχ. ι΄. μαστίχης δραχ. κ΄. ἠλέκτρου ῥινήματος, ἴρεως Ἰλλυρικῆς, κρόκου ἀνὰ δραχ. λ΄. ψυλλίου δραχ. με΄. ὕδατος ξε. γ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ὁ διὰ τοῦ κοραλλίου, ὡς Νικήρατος. ♃ κοραλλίου, γῆς Σαμίας ἀνὰ δραχ. η΄. βαλαυστίου, ἀμύλου, Λημνίας ἀνὰ δραχ. δ΄. ὑοσκυάμου λευκοῦ σπέρματας, ὀπίου, ὑποκυστίδος ἀνὰ δραχ. β΄. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου.

  60. 7.4.18

    [Διοκλέους Χαλκηδονίου.] ♃ Κοραλλίου δραχ. η΄. ὑποκυστίδος χυλοῦ, βαλαυστίου,, ἀκακίας χυλοῦ, ῥοῦ Ποντικοῦ, γῆς Σαμίας, ὀπίου, λιβάνου, συμφύτου χυλοῦ, ἑκάστου ἀνὰ δραχμὰς β΄. χυλοῦ ἀρνογλώσσου.

  61. 7.4.19

    [Τὸ Ἀφροδισιακὸν κλείδιον, φάρμακον ἐπιτετευγμένον, ποιεῖ αἱμοπτυϊκοῖς, κοιλιακοῖς, δυσεντερικοῖς καὶ τοῖς τὸν στόμαχον ῥευματιζομένοις.] ♃ Κυτίνων, ἀκάνθης Αἰγυπτίας, βαλαυστίων, ὑποκυστίδος χυλοῦ, ἀκακίας χυλοῦ ἀνὰ δραχ. στ΄. λυκίου, ῥᾶ Ποντικοῦ, ὀπίου ἀνὰ δραχ. δ΄. σμύρνης δραχ. β΄. κόψας καὶ σήσας ἐπιμελῶς, ἀναλάμβανε μύρτων ἀφεψήματι καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου πρὸς δύναμιν μετὰ ἀφεψήματος ῥόδων ἢ μύρτων ἢ ὕδατος ψυχροῦ, σπόγγοις ἔξωθεν χρώμενος ὀξυκράτῳ δεδευμένοις. ὅταν δὲ ἐπιστῇ τὸ ῥεῦμα, ἐπίχριε τὸ στῆθος ἢ τοὺς ῥευματισθέντας τόπους, ὀμφακίῳ ὄξει διαλελυμένῳ, χλιανθέντι ἐπιποσὸν ἐπὶ θερμοσποδίας ἄχρι συστάσεως.

  62. 7.4.20

    [Φιλίππου φάρμακον ἐπιτετευγμένον, δυσεντερικοῖς καὶ αἱμοπτυϊκοῖς.] ♃ Βαλαυστίου, ἀκακίας, ὑποκυστίδος χυλοῦ, ὀπίου, ῥοῦ, λιβάνου, σμύρνης, κρόκου, κηκίδος, λυκίου, ἀλόης, ῥᾶ Ποντικοῦ, μύρτων μελάνων, σιδίων ἀνὰ δραχ. δ΄. ἀναλάμβανε οἴνῳ Ἰταλικῷ καὶ ποίει τροχίσκους τριωβολιαίους, δίδου ἀπυρέτοις μετ’ οἴνου, πυρέττουσι μεθ’ ὕδατος.

  63. 7.5.1

    [Ἀνώδυνοι τοῖς φθινώδεσιν ἁρμόττουσαι καὶ τοῖς ἀνάγουσιν αἷμα καὶ ἄλλοις τισὶν ἄνευ τῶν κωλικῶν.] Ἐπὶ μὲν τῶν αἷμα ἀναγόντων, μηδέπω δὲ ἀκριβῶς ἐχομένων φθόῃ τὸ γένος τοῦτο τῶν ἀνωδύνων φαρμάκων, οἱ πρὸ ἡμῶν συνέθεσαν ἁρμόττον καὶ τοῖς ἀνάγουσιν αἷμα καὶ τοῖς ἅμα τε τοῦτο πάσχουσι καὶ ἤδη φθινώδεσι καὶ πρὸς ἄλλας ὀδύνας τε καὶ διαθέσεις, ὅσαι κατά τε πνεύμονας καὶ ἀρτηρίαν καὶ θώρακα καὶ ἄλλα τινὰ μόρια συνίστανται ἄνευ τῶν κωλικῶν. διαφέρουσι γὰρ αὗται τῶν ἰδίως κωλικῶν ὀνομαζομένων τῇ μίξει τῶν ἀρωμάτων τε καὶ σπερμάτων εὐωδῶν τε καὶ οὐρητικῶν. αἱ γάρ τοι κωλικῶν δυνάμεις σφοδρότεραι τούτων εἰσὶν, ἐπικρατοῦσαν ἔχουσαι τὴν ναρκωτιτὴν δύναμιν ἐκ τοῦ πλήθους τῶν ψυκτικῶν φαρμάκων, ὁποῖόν ἐστιν ὑοσκυάμου τε σπέρμα καὶ κώνειον καὶ ὁ τῆς μήκωνος ὀπὸς ὅ τε φλοιὸς τῆς ῥίζης τοῦ μανδραγόρου. χρῆσθαι δὲ αὐτοῖς ἐπὶ τῶν κωλικῶν ἀναγκαζόμεθα διὰ τὸ μέγεθος τῆς ὀδύνης.

  64. 7.5.2

    [Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι πρὸς τὰς εἰρημένας διαθέσεις ἀνώδυνοι.] Ἀνώδυνον πρὸς πάντα τὰ ἐντὸς καὶ πλευρίτιδας, ᾗ χρῶμαι. ♃ πάνακος ῥίζης, δαύκου σπέρματος ἀνὰ δραχ. δ΄. καστορίου δραχ. δ΄. οἱ δὲ δραχ. β΄. ὑοσκυάμου σπέρματος, ὀπίου ἀνὰ δραχ. δ΄. οἱ δὲ δραχ. β΄. μέλιτος ἱκανὸν, δίδου τριώβολον, σὺν ὕδατος κυ. γ΄. ἄλλη ἀνώδυνος Μαρκελλίνου. ♃ ἀνίσου δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχ. β΄. μηκωνείου δραχ. α΄. σελίνου σπέρματος δραχμὰς β΄. κρόκου τετρώβολον, ῥόδων ξηρῶν δραχ. α΄. σμύρνης δραχ. α΄. ἀμώμου δραχ. α΄. λεῖα σὺν ὕδατι, ἀνάπλασσε τροχίσκους λβ΄. δίδου εἰς κοίτην σὺν ὕδατος κυ. β΄. ἢ γ΄. ἄλλη ἀνώδυνος ἡ διὰ σπερμάτων. ♃ σελίνου σπέρματος δραχ. η΄. ἄμμεως δραχ. η΄. ἀνίσου δραχ. δ΄. μαράθρου δραχ. δ΄. ὀπίου δραχ. β΄. κασσίας μελαίνης δραχ. β΄. σὺν ὕδατι τροχίσκους ἀνάπλασσε τριωβολιαίους, δίδου μετὰ γλυκέος κοτύλης ἑκκαιδεκάτου ἢ ὕδατος. ἄλλη ἀνώδυνος Ἀχιλλᾶ παρακεντητοῦ. ♃ ἀνίσου δραχ. η΄. ἄμμεως δραχ. η΄. μαράθρου σπέρματος δραχ. δ΄. σελίνου σπέρματος δραχ. δ΄. ὀπίου δραχ. β΄. νάρδου Ἰνδικῆς δραχ. β΄. σμύρνης δραχ. β΄. πεπέρεως δραχ. α΄. κασσίας μελαίνης δραχ. β΄. ἀνάπλασσε τροχίσκους τριωβολιαίους, ἵνα ξηρανθέντα ἄγωσιν ὀβολοὺς β΄. καὶ δίδου ὡς τοὺς λοιπούς.

  65. 7.5.3

    [Ἄλλη ἀνώδυνος, ὡς Ξενοκράτης, ᾗ χρῶμαι μάλιστα πρὸς στρόφους καὶ δυσεντερικούς.] ♃ Σελίνου σπέρματος  δραχ. β΄. ἀνίσου δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. σμύρνης τετρώβολον, καστορίου τετρώβολον, ὀπίου τριώβολον, κρόκου τριώβολον, γεντιανῆς δραχ. β΄. ἀνάπλασσε τροχίσκους τριωβολιαίους καὶ δίδου ποικίλως.

  66. 7.5.4

    [Ἄλλη σφραγὶς ἀνώδυνος, ξηραντικὴ ῥευμάτων καὶ στρόφων καὶ βηχῶν, ᾗ χρῶμαι.] ♃ Σμύρνης δραχ. ε΄. οἱ δὲ δραχ. στ΄. μανδραγόρου φλοιοῦ δραχ. δ΄. ὀποῦ μήκωνος δραχ. ε΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. οἱ δὲ δραχ. β΄. λιβάνου δραχ. ε΄. κρόκου δραχ. ε΄. οἴνῳ ἀναλάμβανε, δίδου πρὸς δύναμιν, τοῖς μὲν κυάμου Αἰγυπτίου τὸ μέγεθος, τοῖς δὲ ὀβολοὺς β΄.

  67. 7.5.5

    [Ἄλλη, ὁ ἀστὴρ ἀνώδυνος, ᾗ χρῶμαι πρὸς πᾶν ῥεῦμα, ἀλγήματα καὶ πάντα τὰ ἐντὸς καὶ κατάῤῥους καὶ κύστιν καὶ πνίγας, ῥοῦν γυναικεῖον, στόμαχον ῥευματιζόμενον, δυσεντερικοὺς, αἷμα ἀνάγοντας καὶ ἀνιεμένους.] ♃ Κρόκου τριώβολον, ὑοσκυάμου σπέρματος δραχ. στ΄. σελίνου σπέρματος δραχ. στ΄. ἀνίσου δραχ. δ΄. στύρακος δραχ. δ΄. δαύκου σπέρματος δραχ. δ΄. καστορίου δραχ. β΄. ὀπίου δραχ. γ΄. σμύρνης δραχ. β΄. τινὲς καὶ μανδραγόρου χυλοῦ δραχ. δ΄. ὡς δὲ Ξενοκράτης, καὶ πεπέρεως λευκοῦ δραχμὰς στ΄. ἐν ὕδατι τροχίσκους τριωβολιαίους, δίδου σὺν ὕδατι.

  68. 7.5.6

    [Ἄλλη ἀνώδυνος Λυκομήδου ἀναξηραντικὴ, πρὸς κατασταγμοὺς ἀρτηρίας καὶ ῥευματισμοὺς ὀφθαλμῶν.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. β΄. σελίνου σπέρματος δραχμὰς β΄. ὀπίου δραχ. β΄. ἀνίσου δραχ. α΄. κρόκου ὀβολοὺς δ΄. ῥόδων ξηρῶν δραχμὰς β΄. σμύρνης δραχ. α΄. οἱ δὲ δραχμὰς β΄. σὺν ὕδατι ἀναλάμβανε τροχίσκους τριωβολιαίους, χρῶ ὡς τῇ τριγώνῳ.

  69. 7.5.7

    [Ἄλλη ἀνώδυνος ξηραντική. ποιεῖ δὲ καὶ πρὸς αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς, δυσεντερικοὺς καὶ ῥήγματα καὶ σπάσματα.] ♃ Ἀνίσου δραχμὰς δ΄. σελίνου σπέρματος δραχμὰς δ΄. ὀπίου δραχμὰς δ΄. κρόκου δραχ. α΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. στύρακος δραχ. α΄. σχοίνου ἄνθους δραχ. α΄. βαλαυστίου τετρώβολον, οἱ δὲ δραχμὰς ζ΄. ῥόδων φύλλων δραχ. α΄. νάρδου Ἰνδικῆς τετρώβολον, ὕδατι ἀνάπλαττε τροχίσκους δυοβολιαίους. δίδου μετ’ οἴνου ἢ ὕδατος ἢ προτρόπου. ἄλλο ἀνώδυνον πότιμα, ᾧ χρῶμαι, παρὰ Ῥούφου. ♃ μανδραγόρου φλοιοῦ δραχμὰς δ΄. λιβάνου δραχμὰς ε΄. πεπέρεως λευκοῦ δραχμὰς β΄ S". κρόκου δραχμὰς ε΄. ὑοσκυάμου σπέρματος δραχμὰς δ΄. ὀποῦ μήκωνος δραχ. ε΄. σμύρνης δραχμὰς ε΄. νάρδου τριώβολον, κασσίας μελαίνης δραχμὰς δ΄. λεῖα ποιήσας ἀναλάμβανε γλυκεῖ τροχίσκους ἀνὰ δραχ. α΄. καὶ ἀπόθου μὴ νοτίδα λάβῃ, δίδου σὺν ὕδατι θερμῷ κυάθοις δυσὶν, χολεριῶσιν ὕδατι ψυχρῷ. ἄλλη ἀνώδυνος πρὸς πάντα τὰ ἐντὸς, ᾗ χρῶμαι. ♃ κασσίας μελαίνης, σμύρνης, ὀπίου, στύρακος, κρόκου ἀνὰ δραχ. α΄. τινὲς ἀνὰ δραχμὴν α΄. καὶ τριώβολον, ἀνάπλαττε τροχίσκους τριωβολιαίους ἢ δυοβολιαίους. δίδου δὲ πυρέσσουσι σὺν ὕδατι, ἀπυρέτοις ἐν οἴνῳ, ἡπατικοῖς ἐν ὑδρομέλιτι καὶ πλευριτικοῖς. ἐνεργεῖ δὲ καὶ πρὸς βῆχα. ἄλλη ἡ τρίγωνος ἀναξηραντικὴ ἀνώδυνος. ♃ ὑοσκυάμου σπέρματος δραχ. δ΄. σελίνου σπέρματος δραχ. δ΄. ἀνίσου δραχ. β΄. ὀπίου δραχ. β΄. ἀνάπλαττε τροχίσκους σὺν ὕδατι καὶ δίδου σὺν ψυχρῷ πρωῒ καὶ ὀψίας ἕνα καὶ ἕνα. ἄλλη ἀνώδυνος θαυμαστὴ Ἀσκληπιάδου πρὸς πάντα τὰ ἐντός. ♃ σεσέλεως, χαμαιπίτυος, βηχίου βοτάνης, πηγάνου ἀγρίου σπέρματος, δαύκου σπέρματος ἀνὰ δραχ. στ΄. ὑοσκυάμου σπέρματος, ὀπίου ἀνὰ δραχ. η΄. καστορίου δραχ. κε΄. ῥᾶ Ποντικοῦ δραχ. ιδ΄. μέλιτι ἀναλάμβανε. ἄλλη ὡς Χαρικλῆς. ♃ τορδύλου δραχ. η΄. χαμαιπίτυος δραχ. η΄. ῥᾶ Ποντικοῦ δραχ. στ΄. καστορίου δραχ. ιβ΄ S". βηχίου δραχ. η΄. πηγάνου ἀγρίου σπέρματος δραχ. η΄. δαύκου σπέρματος δραχ. η΄. ὀπίου δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. κρόκου δραχ. ε΄. τινὲς βάλλουσι μέλι Ἀττικόν. ἄλλη ἀνώδυνος, ἰουκούνδα λεγομένη, ποιεῖ καὶ πρὸς φθισικευομένους καὶ ἐμπνευματουμένους. ♃ Ἰλλυρίδος δραχ. λ΄. ἠλέκτρου, κρόκου, μαστίχης Χίας ἀνὰ δραχ. λ΄. ψυλλίου δραχ. με΄. ἢ λ΄. ὀποῦ μήκωνος δραχ. ιε΄. ὕδατι ὀμβρίῳ ἀνάπλασσε τροχίσκους ἀνὰ δραχ. α΄. καὶ τριώβολον δίδου, τὸ ψύλλιον ἀπόβρεχε ἡμέραν καὶ νύκτα ὕδατι ὀμβρίῳ, εἶτα ἀφεψήσας ἀπόθλιβε μετὰ τῶν λοιπῶν καὶ οὕτω μίγνυε. ἄλλο ἀνώδυνον πότιμα ἐκ τῶν Ἀφρόδα, πρὸς πάντα πόνον ἐν νεύροις, ὑστέραις, ἰσχιαδικοῖς. ♃ ὀποῦ μήκωνος δραχ. α΄. ὀποβαλσάμου δραχ. α΄. ἢ τοῦ καρποῦ δραχ. α΄. ὀβολοὺς β΄. σμύρνης, ὑοσκυάμου σπέρματος, καστορίου, στύρακος ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε, ὀβολὸν α΄. καὶ ἡμιόβολον δίδου μεθ’ ὕδατος θερμοῦ κυάθων β΄. ἢ τριῶν.

  70. 7.5.8

    [Ἄλλο ἀνώδυνον καταπότιον, ἐκ τῶν Ἀφρόδα πρὸς πάντα τὰ ἐντὸς καὶ πρὸς τεταρταίους, ἐν τοῖς ἀνὰ μέσον ἀσιτοῦσιν, εἶτα λαμβάνεται. ποιεῖ καὶ πρὸς τοὺς λιθιῶντας καὶ δυσεντερικοῖς καὶ στομαχικοῖς καὶ τοῖς ἤδη ἀπειρηκόσι καὶ ἀσωμένοις καὶ ὀφθαλμικοῖς λίαν καλόν.] ♃ Ὑοσκυάμου σπέρματος, ἀνίσου, στύρακος ἀνὰ δραχ. δ΄. κρόκου, ὀπίου ἀνὰ δραχ. γ΄. καστορίου δραχ. β΄. ἀνάπλασσε ἐν ὕδατι κυάμου Αἰγυπτίας τὸ μέγεθος, δίδου μεθ’ ὕδατος κυάθων δύο. ἄλλη ἀνώδυνος πρὸς πάντα τὰ ἐντὸς. ♃ σελίνου σπέρματος δραχ. β΄. ἀνίσου δραχ. β΄. πεπέρεως μακροῦ δραχ. α΄. καὶ μέλανος δραχ. α΄. καστορίου τετρώβολον, σμύρνης, ὀπίου ἀνὰ τετρώβολον, πάνακος, γεντιανῆς ἀνὰ τετρώβολον, κινναμώμου τριώβολον, γλυκέος χυλοῦ τριώβολον, ἀνάπλασσε τροχίσκους τριωβολιαίους, δυσεντερικοῖς δραχ. α΄.

  71. 7.5.9

    [Ἄλλη πότιμα πρὸς πάντα τὰ ἐντὸς καὶ αἵματος ἀναγωγὴν, ὅθεν ἂν φέρηται, κᾂν ἐκ τραύματος διδόμενον ἔν τισι, ποιεῖ καὶ πρὸς νεφριτικοὺς καὶ ἡπατικούς. ταύτην μὴ πρότερον  δίδου, ἐὰν μὴ τὸν μισθὸν παραλάβῃς.] ♃ Κινναμώμου, κασσίας ἀνὰ δραχ. β΄. σμύρνης δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. καὶ μακροῦ δραχ. α΄. χαλβάνου δραχ. α΄. ὀπίου δραχ. β΄. λεῖα σὺν μέλιτι ὀλίγῳ, ποιεῖ ἃ μὲν ἡλίκα κυάμου, ἃ δὲ ἡλίκα ἀράκου, δίδου πρὸς δύναμιν μεθ’ ὕδατος ἢ ὡς δοκεῖ σοι ἐπίκρινε. ἄλλη ἀνώδυνος Κρατεροῦ πρὸς φθισικευομένους καὶ αἷμα ἀνάγοντας. ♃ σμύρνης δραχ. στ΄. μανδραγόρου δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. ὀπίου δραχ. ε΄. κρόκου, λιβάνου ἀνὰ δραχ. ε΄. ῥήου δραχ. ε΄. κωνείου σπέρματος, στύρακος ἀνὰ δραχ. ε΄. ἀναλάμβανε οἰνομέλιτι.

  72. 7.5.10

    [Ἄλλη ἀνώδυνος τὸ μυστήριον, ὡς Νικήρατος, πρὸς φθισικοὺς, βηχικοὺς, κοιλιακοὺς, δυσεντερικοὺς, καταῤῥοιζομένους, παραχρῆμα ὠφελεῖ.] ♃ Κόστου, κρόκου, καστορίου, ἀσάρου, ὑοσκυάμου σπέρματος, ὀπίου, στύρακος ἀνὰ δραχμὴν α΄. ἔνιοι ὑοσκυάμου τὸ ἥμισυ, μέλιτι ἀναλαβὼν χρῶ. ἄλλη ἀνώδυνος πρὸς κατάῤῥουν ἁρμόζουσα. ♃ ὑοσκυάμου σπέρματος, μήκωνος ὀποῦ, ἀμύλου ἀνὰ δραχ. β΄. ἀνίσου δραχ. α΄. ναρδοστάχυος δραχ. α΄. κρόκου δραχ. α΄. μίλτου Σινωπικοῦ τριώβολον ἢ Λημνίας δραχ. α΄. ποίει τροχίσκους λ΄. δίδου δύο εἰς νύκτα σὺν ὕδατι.

  73. 7.5.11

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γραφέντα περὶ τῶν αὐτῶν διαθέσεων.] Ἐκλεικτὸν φάρος καλούμενον. ♃ οἴνου ξε. S" . πρασίου χλωροῦ ἀφεψήματος ξε. α΄. ταῦτα βαλὼν εἰς ἄγγος ὑελοῦν βρέχεσθαι ἔα νύκτα καὶ ἡμέραν. τῇ δ’ ἐπιούσῃ μάλασσε τὸ φάρμακον, ὥσπερ τὸν χόνδρον βρέχομεν, καὶ ὅταν παντελῶς διαλυθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν λίπος τι καὶ θεὶς ἐπὶ πυρὸς ἕψε κινῶν συνεχῶς καὶ ὅταν συστραφῇ, ὥστε μέλιτος ἔχειν τὸ πάχος, ἐκ τούτου δίδοται μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφὴν τὸ ἴσον. ἄλλο. ♃ πρασίου τῶν ἁπαλωτάτων φύλλων χειροπληθὲς ὕδατος ὅσον ἐξαρκεῖ. ταῦτα βαλὼν εἰς ἄγγος κεραμεοῦν ἕψε, καὶ ὅταν διαλυθῇ, ἐξελὼν τρῖβε καὶ τῷ ἀφεψήματι διαλύσας πάλιν ἕψε καταπάσσων γύρεως ὀξύβαφον καὶ λίπους ἰοῦ κατειργασμένου ἐπιβαλὼν γο γ΄. καὶ ὅταν ἑψόμενα καλῶς ἔχῃ, ὥσπερ τὰ λοιπὰ ῥοφήματα, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ἁλῶν ὀλίγων καταπάσας, δίδου ῥοφῆσαι, πλεῖον ῥοφούμενον μᾶλλον ὠφελεῖ.

  74. 7.5.12

    [Ἄλλο Νικηράτου. ποιεῖ ἐμπυϊκοῖς, δυσπνοϊκοῖς, βήττουσι χρονίως, γλίσχρον καὶ κολλῶδες ἀνάγουσι καὶ ταῖς μετὰ τόκον καθαιρομέναις, κατάγει γάλα. ποιεῖ καὶ νηπίοις ἀτροφοῦσι διδόμενον ταῖς τροφαῖς.] ♃ Πρασίου χυλοῦ ξε. στ΄. καλῶς δὲ δεῖ τοῦτο συνάγειν καὶ νεαρὸν κόπτοντας ἐκθλίβειν, οἴνου Φαλερίνου ξε. α΄. μέλιτος Ἀττικοῦ τὸ ἴσον, πεπέρεως λευκοῦ, σμύρνης, λιβάνου, ἑκάστου ἀνὰ δραχ. η΄. ἕψε τὸν οἶνον καὶ τὸν χυλὸν, καὶ ὅταν τὸ τρίτον λειφθῇ, ἐπίβαλλε τὸ μέλι, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε τὰ ξηρὰ καὶ μίξας ἐπιμελῶς κατέρα εἰς ἀγγεῖον ὑελοῦν καὶ δίδου μύστρον πρὸ τροφῆς. ἄλλο Σκριβωνίου Λάργου. ♃ πρασίου χυλοῦ ξε. στ΄. ἀειζώου χυλοῦ τὸ ἴσον, μέλιτος Ἀττικοῦ ξε. δ΄. ἢ ἕνα, οἴνου Ἰταλικοῦ ξε. α΄. πίσσης ὑγρᾶς βρυτίας τὸ ἴσον, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης, λιβάνου, πεπέρεως λευκοῦ, ἑκάστου ἀνὰ δραχ. η΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο φθισικοῖς καὶ ῥευματιζομένοις τὸν θώρακα. ♃ σικύου ἡμέρου σπέρματος λελεπισμένου δραχ. η΄. ἀμύλου δραχ. δ΄. λινοσπέρματος, μήκωνος λευκοῦ σπέρματος ἀνὰ δραχ. β΄. κόψας καὶ σήσας ἀναλάμβανε ἀποβρέγματι τραγακάνθης, ποίει τροχίσκους δραχ. α΄. ἄγοντας καὶ δίδου τριώβολον, ἀπυρέτοις δι’ οἴνου καὶ μύρτου ἀποβρέγματος, πυρέττουσι ῥοὸς χυλῷ. ἄλλο ♃ ἀμύλου δραχ. δ΄. σικύου ἡμέρου σπέρματος πεφωγμένου, μήκωνος λευκοῦ σπέρματος πεφωγμένου, ἀμυγδάλων κεκαθαρμένων ἀνὰ δραχ. β΄. τραγακάνθης δραχ. α΄. καὶ τριώβολον, κρόκου δραχ. α΄. ἀναλάμβανε τραγακάνθης ἀποβρέγματι. μετὰ ταῦτα καὶ Σκυβελίτου ἀφεψημένῳ καὶ χρῶ ὁμοίως.

  75. 7.5.13

    [Ἄλλο Σκριβωνίου Λάργου καταπότιον, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, ὑμένας ἀνάγει, ἀνακαθαίρει ἱκανῶς. δεῖ δὲ ἐπιμένειν τῷ φαρμάκῳ.] ♃ Σαγαπηνοῦ, σμύρνης ἀνὰ δραχ. β΄. ὀπίου, καρδαμώμου ἀνὰ δραχ. δ΄. καστορίου δραχ. δ΄. πεπέρεως λευκοῦ τριώβολον, ἀναλάμβανε γλυκεῖ καὶ ποίει καταπότια, δίδου δι’ ὕδατος θερμοῦ πίνειν κυάθους γ΄. ἄλλη θεσπεσιανὴ, ἐμπυϊκοῖς, ποιεῖ καὶ πρὸς τὰ ἐν κατακαλύψει ἀποστήματα. ♃ σελίνου σπέρματος, ὀπίου, μελανθίου ἀνὰ δραχ. γ΄. καστορίου δραχ. β΄. δαύκου σπέρματος, σίνωνος, ἴρεως, ἑκάστου ἀνὰ δραχ. στ΄. μέλιτι ἀφεψημένῳ ἀναλάμβανε καὶ δίδου καρύου Ποντικοῦ μέγεθος μεθ’ ὕδατος κυάθων τριῶν.

  76. 7.5.14

    [Ἄλλη Κόσου πρὸς τὰ δυσανάγωγα ὑγρὰ, ἐμπυϊκοῖς, περιπνευμονικοῖς. μάλιστα δὲ τοῖς παχέα καὶ κολλώδη ἀνάγουσι χρήσιμός ἐστιν.] ♃ Μέλιτος Ἀττικοῦ ἀφεψημένου, ὥστε κολλῶδες γενέσθαι, λίτραν μίαν, πεπέρεως κεκομμένου καὶ σεσησμένου, σμύρνης ἀνὰ γο α΄. ἀναλάμβανε τὴν σμύρναν λεάνας καὶ πέπερι μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς καταπότια. ἐν ἄλλαις γραφαῖς ἔχει σμύρνης δραχ. β΄. μέλιτος ἑφθοῦ λίτραν α΄. πεπέρεως γο α΄. ὀποπάνακος ἀνὰ δραχ. στ΄. σκεύαζε καὶ δίδου ὁμοίως καθὰ προείρηται.

  77. 7.5.15

    [Τροχίσκος ὁ διὰ τοῦ μανδραγόρου, ἐπιγράφεται σφραγίς. ποιεῖ πρὸς αἱμοπτυϊκοὺς, ἀναφορικοὺς ἐμπυϊκοὺς, ἔστι δὲ καὶ ἀναξηραντικὸς παντὸς ῥεύματος.] ♃ Μανδραγόρου ῥίζης φλοιοῦ δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. λιβάνου ἄῤῥενος, ὀποῦ μήκωνος, κρόκου, σμύρνης ἀνὰ δραχ. ε΄. λεῖα ποιήσας,  ποίει τροχίσκους ὀβολιαίους καὶ δίδου καταλλήλως ταῖς διαθέσεσιν. ἄλλο Πτολεμαίου γνωρίμου. ♃ στύρακος, ὀπίου, λιβάνου, κρόκου ἀνὰ δραχ. ε΄. μανδραγόρου φλοιοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος, δαύκου Κρητικοῦ ἀνὰ δραχ. δ΄. κασσίας δραχ. β΄. οἴνῳ Ἀμιναίῳ ἀναλάμβανε καὶ δίδου ὀβολὸν μεθ’ ὕδατος θερμοῦ κυάθων β΄. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ στύρακος δραχ. στ΄. σμύρνης, ὀπίου, ὑοσκυάμου σπέρματος, ἐρυσίμου πεφωγμένου ἀνὰ δραχ. δ΄. μανδραγόρου φλοιοῦ, ὀποπάνακος ἀνὰ δραχ. β΄. πεπέρεως λευκοῦ, νίτρου ἀφροῦ ἀνὰ δραχ. α΄. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος.

  78. 7.5.16

    [Ἄλλη πάγχρηστος λεγομένη, ποιεῖ βήττουσι χρονίως, ἐμπύοις, ὀρθοπνοϊκοῖς, φθοϊκοῖς. ποιεῖ πρὸς ὑποχονδρίων διατάσεις καὶ πρὸς πᾶσαν ἐμπνευμάτωσιν καὶ γυναιξὶν ἔμμηνα καὶ ἐγκαταλείμματα ἐκ φθορᾶς ἢ τόκου δεύτερα κατάγει, ἀπαλλάττει καὶ τὰς περὶ κύστιν διαθέσεις.] ♃ Τερμινθίνης δραχ. η΄. στύρακος δραχ. στ΄. σμύρνης δραχ. ε΄. κρόκου, ἴρεως, χαλβάνης ἀνὰ δραχ. δ΄. ὑοσκυάμου σπέρματος, μανδραγόρου· φλοιοῦ, ἐρυσίμου πεφωγμένου, ὀποπάνακος ἀνὰ δραχ. β΄. πεπέρεως, ἀφρονίτρου ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλάμβανε.

  79. 7.5.17

    [Χαριξένους περιπνευμονικοῖς, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, αἱμοπτυϊκοῖς, βήττουσι χρονίως.] ♃ Σμύρνης, λιβάνου φλοιοῦ, ἐν ἄλλω καὶ ὀπίου καὶ μανδραγόρου, σαγαπηνοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος, ὀποπάνακος, δικτάμνου Κρητικοῦ, πρασίου τῶν σφαιρίων ἀνὰ δραχ. δ΄. ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους, δίδου τριώβολον καὶ μελικράτου κυάθους γ΄. ἄλλη Ἀσκληπιάδου ἐπικληθέντος φιλοφυσικοῦ φάρμακον ἐπιτετευγμένον. ♃ μανδραγόρου φλοιοῦ, σελίνου σπέρματος ἀνὰ δραχ. δ΄. σμύρνης, κρόκου, ἀνίσου, δαύκου σπέρματος, ῥοῦ ἐρυθροῦ τοῦ χυλοῦ, ὑοσκυάμου σπέρματος, πεπέρεως λευκοῦ, καστορίου, σαγαπηνοῦ, ὀποπάνακος ἀνὰ δραχ. β΄. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου πρὸς δύναμιν. τὸ δὲ ὑγρὸν ἔστω κατάλληλον τῇ διαθέσει.

  80. 7.5.18

    [Ἀντίδοτος θεσπεσιανὴ, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς. ποιεῖ καὶ πρὸς τὰς ἄλλας τῶν ἐντὸς διαθέσεις, πρὸ παντὸς δὲ εὐορέκτους πρὸς τροφήν.] ♃ Σελίνου σπέρματος δραχ. ιβ΄. σμύρνης, ἀνίσου, ὀπίου ἀνὰ δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. ε΄. πετροσελίνου, νάρδου, πεπέρεως μακροῦ ἀνὰ δραχ. δ΄. καστορίου, σχοίνου ἄνθους, κρόκου ἀνὰ δραχ. γ΄. κινναμώμου δραχ. β΄. κασσίας ἀρωματιζούσης δραχ. δ΄. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς νύκτα μεθ’ ὕδατος κυάθων γ΄.

  81. 7.5.19

    [Ἀντίδοτος ἡ Ἀριστάρχου, δύναμις θαυμαστικὴ, ταύτην Παυλίναν ὀνομάζομεν, ποιεῖ αἱμοπτυϊκοῖς, βήσσουσι, φθισικοῖς, ἐμπυϊκοῖς, περιπνευμονικοῖς πρὸς σπάσματα, ῥήγματα. πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς καὶ πρὸς χολέραν, κοιλιακοῖς, δυσεντερικοῖς, ποιεῖ πρὸς τὰς περὶ κύστιν διαθέσεις, ὑστερικῶς πνιγομένας. πρὸς τοὺς κατὰ περίοδον πυρετοὺς, πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας διδομένη, ποιεῖ καχεκτικοῖς, ἀτροφοῦσι. πρὸς τὰ θανάσιμα τῶν φαρμάκων καὶ τὰς τῶν ἰοβόλων πληγάς.] ♃ Κινναμώμου, κόστου, χαλβάνης, καστορίου, ὀποῦ μήκωνος, πεπέρεως μέλανος καὶ μακροῦ, στύρακος ἀνὰ δραχ. α΄. μέλιτος ξε. α΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, ἡ δὲ χαλβάνη ἕψεται μετὰ μέλιτος, καὶ ὅταν διαλυθῇ, διυλίζεται τὸ μέλι καὶ τούτῳ ἐπιβάλλεται τὰ λοιπὰ καὶ ἀνακόπτεται, εἶτα ἀποτίθεται εἰς πυξίδα ὑελίνην ἢ ἀργυρὰν καὶ χρώμεθα πρὸς τὰς εἰρημένας διαθέσεις. ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος μεθ’ ὑδρομέλιτος κυάθων β΄. ἐπιῤῥαινομένων τῷ δακτύλῳ ὄξους σταγόνων θ΄.

  82. 7.5.20

    [Ἄλλη Ἀντωνίου Μούσα, πανάκεια. ἐχρήσατο Διόγας ἰατραλείπτης. ποιεῖ τοῖς κατὰ περίοδον ὑπὸ ῥίγους ὀχλουμένοις, ἀνασκευάζει χρονίους πυρετοὺς καὶ τὰ λοιπὰ νοσήματα, ποιεῖ βήσσουσι χρονίως, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, δυσπνοϊκοῖς, πρὸς σπάσματα, ῥήγματα, κεχρονισμένας ἐμπνευματώσεις. σπληνικοῖς, ὑδρωπικοῖς κεχρονισμένοις, κοιλιακοῖς. κατάγει τοὺς ἐν νεφροῖς λίθους, ἔστι δὲ καὶ διουρητικὴ ἀγαθή. ποιεῖ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγὴν καὶ πρὸς τὰ θανάσιμα τῶν φαρμάκων καὶ πρὸς πᾶσαν φθοροποιὸν ὕλην.] ♃ Πεπέρεως λευκοῦ ἢ μακροῦ δραχ. η΄. ὑοσκυάμου λευκοῦ σπέρματος, καρδαμώμου, σμύρνης, λιβάνου ἀνὰ δραχ. ιβ΄. ὀπίου, κρόκου ἀνὰ δραχ. ι΄. θείου ἀπύρου δραχ. στ΄. κόστου, ἀριστολοχίας μακρᾶς, μανδραγόρου φλοιοῦ ἢ τῶν μήλων ἢ τῶν φύλλων, εὐφορβίου ἀνὰ δραχ. γ΄. μέλιτος Ἀττικοῦ ἀφεψημένου, ὅσον ἐξαρκεῖ. ἡ δόσις τοῖς κατὰ περίοδον ὀχλουμένοις, καρύου Ποντικοῦ τὸ μέγεθος, τοῖς δὲ λοιποῖς πρὸς δύναμιν.

  83. 7.5.21

    [Ἄλλη Κερουσιανή. ἐδόθη ὑπὸ Φιλίππου Τραλλιανοῖς. ταύτῃ χρώμενος, φθισικοὺς, ἐμπυϊκοὺς ἀπήλλαττεν.] ♃ Πεπέρεως λευκοῦ, ὀποῦ Κυρηναϊκοῦ, Συριακοῦ, ὀποῦ μήκωκος ἀνὰ γο γ΄. σμύρνης, κρόκου, θείου ἀπύρου, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ γο S". μανδραγόρου μήλων δραχ. β΄. καρδαμώμου γο α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἡ δόσις πρὸς δύναμιν καθὰ προείρηται. ὡς ἐν ἑτέρῳ ἀντιγράφῳ ἐγέγραπτο. ♃ πεπέρεως γο γ΄. ὀποῦ Κυρηναϊκοῦ γο α΄. ὀποῦ μήκωνος γο S". ὀποῦ Συριακοῦ γο S". κρόκου γο α΄. θείου ἀπύρου γο S". σμύρνης γο S". ὑοσκυάμου λευκοῦ σπέρματος, μανδραγόρου μήλων ἀνὰ δραχ. β΄. καρδαμώμου γο α΄. μέλιτος Ἀττικοῦ λίτραν α΄. ἡ δόσις πρὸς δύναμιν καθὰ προείρηται.

  84. 7.6.1

    [Περὶ ὀρθοπνοίας.] Τοὺς ἄνευ τοῦ πυρέττειν  ἀναπνέοντας πυκνὸν, ὁποῖον οἱ δραμόντες ὠκέως, ἀπὸ τοῦ συμπτώματος ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς ἀσθματικοὺς, τοὺς δ’ αὐτοὺς τούτους ἀφ’ ἑτέρου συμπτώματος ὀρθοπνοϊκοὺς καλοῦσιν, ἐπειδὴ διὰ παντὸς ἀναγκάζονται τὸ τοῦ θώρακος σῶμα πᾶν ὄρθιον ἔχειν, φόβῳ τοῦ πνιγῆναι, καὶ τήν γε στρωμνὴν ἐν τοῖς ἄνω μέρεσιν, οἷς ὁ θώραξ ἐπικλίνεται, παρασκευάζουσιν ἑαυτοῖς ὀρθοτέραν, ὅπως μὴ πνιγῶσι κοιμώμενοι. τὸ γὰρ εἰσπνεόμενον αὐτοῖς ἔλαττόν ἐστιν ἢ κατὰ τὴν χρείαν τῆς ἀναπνοῆς, καίτοι διαστελλομένου τοῦ θώρακος ἐπιπλεῖστον, ᾧ καὶ δῆλον ἐντὸς αὐτοῖς στενοχωρίαν γενέσθαι τινὰ παρὰ φύσιν, ἧς ἐναργῶς καὶ οἱ πάσχοντες αὐτοὶ τὴν αἴσθησιν ἔχουσι. γίνεται μὲν οὖν καὶ τοῖς ἐμπυϊκοῖς ὀνομαζομένοις ἡ στενοχωρία, διὰ τὸ μεταξὺ θώρακός τε καὶ πνεύμονος ἠθροισμένον ὑγρόν. γίνεται δὲ καὶ τοῖς περιπνευμονικοῖς διὰ τὴν τοῦ πνεύμονος φλεγμονήν. ὑπόλοιποι δέ εἰσι δύο διαθέσεις αἱ στενοχωρίαν ἐργαζόμεναι ταῖς ὁδοῖς τοῦ εἰσπνεομένου πνεύματος, ὅταν ἤτοι πλῆθος ὑγρῶν παχέων τε καὶ γλίσχρων ἐμπλασθῇ τοῖς βρογχίοις τοῦ πνεύμονος ἤ τις ὄγκος ἀποστηματικὸς ἐν αὐτῷ συστῇ. καὶ ἥ γε θεραπεία τὸ μέν τι κοινὸν ἔχει τῶν διαθέσεων ἀμφοτέρων, τὸ δέ τι καὶ καθ’ ἕτερον ἴδιον· κοινὸν μὲν ἐκδαπανῆσαι καὶ ἀναλῶσαι τὴν περιουσίαν τῆς τὰ πάθη γεννώσης ὑγρότητος, ἴδιον δὲ τῆς μὲν τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν διὰ τῶν λεπτυνόντων τε καὶ ῥυπτόντων φαρμάκων, τῆς δὲ τῶν ἀποστηματικῶν ὄγκων διὰ τῶν λεπτυνόντων τε καὶ ξηραινόντων, ἥ τις αὖ πάλιν πᾶσι τοῖς ἐν τῷ βάθει τοῦ σώματος ἀποστήμασίν ἐστι κοινή. οἴνου μὲν οὖν πόσις ἀμφοτέραις ἁρμόζει λεπτοῦ τῇ συστάσει, τὸ δὲ σύμπαν ποτὸν ὀλίγον μὲν οἷς ἀπόστημά που γίνεται, πολὺ δὲ οἷς ἐμπέφρακται τὰ βρογχία τοῖς γλίσχροις ὑγροῖς καὶ παχέσιν. τὰ γὰρ ἀποῤῥύπτοντα τοὺς τοιούτους αὐτῶν χυμοὺς φάρμακα κινεῖ μὲν ἐξ ἀνάγκης βῆχας, οὐκ εὐκόλως δὲ ἀναπτύεται τὸ ἀποῤῥυπτόμενον διὰ τὸ πάχος. ὑγρότητος οὖν αὐτοῖς δεῖ πλείονος, ὡς ἀναφέρεσθαι ῥᾳδίως. καθάπερ δὲ ἐν τοῖς ἄλλοις φαρμάκοις ἀδιορίστως οἱ πλεῖστοι τῶν ἰατρῶν, οὕτω κᾀν τοῖς πρὸς ταῦτα ἀμφότερα χρησίμοις ἁμαρτάνουσιν. καὶ μὲν δὴ καὶ σύγκειται τινὰ μὲν τῶν φαρμάκων θατέρῳ τῶν παθῶν χρήσιμα, τινὰ δὲ θατέρῳ, τινὰ δὲ ὡς πρὸς ἄμφω μὲν ἁρμόττειν μετρίως, ἀξιόλογον δὲ μηδὲν ὠφελεῖν. ἐπισημανοῦμαι δὲ καθ’ ἕκαστον ὧν ἔγραψαν οἱ πρὸ ἐμοῦ φαρμάκων ἀξιολόγων, ὁποῖα τὴν δύναμίν ἐστιν, ἀρξάμενος ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἐν τῷ δευτέρῳ τῶν ἐντός.

  85. 7.6.2

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα δυσπνοϊκοῖς φάρμακα.] Ἐκλεικτὸν δυσπνοϊκοῖς Ἀντωνίου Μούσα. ὄνων τῶν ὑπὸ ταῖς ὑδρίαις ξέστην α΄. ἐμβαλὼν εἰς ἄγγος κεραμεοῦν φρῦγε ἐπ’ ἀνθράκων, λευκανθέντας δὲ τρῖβε καὶ μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου μύστρον ἐκλείχειν πρὸ τροφῆς. ἄλλο. σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε, τούτῳ παραμέτρει μέλιτος Ἀττικοῦ τοσόνδε καὶ θεὶς ἐπ’ ἀνθράκων ἕψε καὶ δίδου μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἄλλο Χαριξένους. ♃ ὀριγάνου δραχ. η΄. θύμου κόμης, ἴρεως Ἰλλυρικῆς, καλαμίνθης ξηρᾶς, πεπέρεως λευκοῦ, ἀνίσου πεφωγμένου ἑκάστου τοσόνδε, κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, δίδου δὲ καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλο. ♃ πεπέρεως λευκοῦ λίτραν α΄. λιβυστικοῦ γο δ΄. καλαμίνθης ξηρᾶς, ἀνίσου πεφωγμένου, γλήχωνος ἀκάρπου ἀνὰ γο γ΄. σελίνου σπέρματος καὶ θύμου κόμης ἀνὰ γο α΄. ἀναλάμβανε μέλιτι καὶ σκευάσας χρῶ καθὰ προείρηται.

  86. 7.6.3

    [Πόμα δυσπνοϊκοῖς, Χαρικλέους, φάρμακον ἐπιτετευγμένον, ὠφελεῖ παραχρῆμα.] ♃ Σταφίδος Ῥοδίας, χωρὶς τῶν γιγάρτων, ὀξύβαφον, τήλεως πεπλυμένης τὸ ἴσον, ὕδατος ὀμβρίου ξε. α΄. ἕψε μέχρι διαλύσεως καὶ τὸ ὑγρὸν διηθήσας ἀπόθου. ἐκ τούτου δίδου θερμαίνων συνεχῶς καὶ καθ’ ἑκάστην ἐπισημασίαν κυάθου τὸ πλῆθος. ἄλλο. ♃ ἀβροτόνου μέρη δύο, σταφίδος λιπαρᾶς τὸ ἴσον, πηγάνου ἀκρεμόνων μέρος ἓν, ὕδατος ὀμβρίου ξε. γ΄. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἔκθλιβε, καὶ τούτῳ ἐπιβαλὼν μέλιτος γο ι΄. πάλιν ἕψε καὶ δίδου καθὰ προείρηται. καταπότιον δυσπνοϊκοῖς, ἀσθματικοῖς. ♃ ἀβροτόνου, πηγάνου ἀκρεμόνων, ἀψινθίου κόμης ἀνὰ δραχ. δ΄. κόψας καὶ σήσας, ὄξει φυράσας ποίει καταπότια δεκαδύο καὶ δίδου μετ’ ὀξυμέλιτος. ἄλλο Νικηράτου. ♃ καστορίου, ἀμμωνιακοῦ θυμιάματος, ἀβροτόνου ἀνὰ δραχ. α΄. ἀψινθίου, κυμίνου Αἰθιοπικοῦ ἀνὰ δραχ. α΄. ὄξει φυράσας ἀνάπλαττε καταπότια καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος.

  87. 7.6.4

    [Τὸ διὰ θείου ἀπύρου δυσπνοϊκοῖς.] ♃ Ἀνίσου, θείου ἀπύρου ἀνὰ γο γ΄. ἀμμωνιακοῦ θυμιάματος, καστορίου, μελανθίου ἀνὰ δραχ. δ΄. ὕδατι διαλύσας, ποίει καταπότια καὶ δίδου ἓν δι’ ὀξυμέλιτος κυάθων τριῶν. ἄλλο. ♃ πηγάνου ἀγρίου σπέρματος δραχ. δ΄. ἀριστολοχίας, ἀβροτόνου, ἀψινθίου, ἀμμωνιακοῦ θυμιάματος, θείου ἀπύρου, ἑκάστου τὸ ἴσον, ὄξει φυράσας ἀνάπλαττε καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου δύο μετ’ ὀξυμέλιτος θερμοῦ κυάθων γ΄. ταῦτα πάντα τὰ φάρμακα τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα τοῖς ἰδίως δυσπνοϊκοῖς ὀνομαζομένοις ἁρμόζει. καλοῦσι δὲ οὕτως, ὅσοις ἐμπέπλησται τὰ βρογχία τοῦ πνεύμονος ὑγρῶν παχέων  τε καὶ γλίσχρων, ἐφ’ ὧν, ὡς ἔφην, μετὰ τοῦ τέμνεσθαι καὶ λεπτύνεσθαι τὸ πάχος τε καὶ τὴν γλισχρότητα τῶν χυμῶν ὑγρότητός τι δεῖ προσεῖναι τοῖς φαρμάκοις καὶ τῇ διαίτῃ. τὰ δὲ ἀποστήματα τῶν λεπτυνόντων καὶ ξηραινόντων δεόμενα χαίρει μάλιστα ταῖς τῶν ἀρωμάτων δυνάμεσιν, ἃς ἐπεδείξαμεν ἁπάσας εἶναι λεπτομερεῖς τε καὶ ξηραντικὰς μετὰ τοῦ θερμαίνειν, ὥστε τοῖς ἰδίως λεγομένοις ὀρθοπνοϊκοῖς τε καὶ ἀσθματικοῖς ἁρμόσει τὰ τέμνοντα φάρμακα χωρὶς τοῦ θερμαίνειν, καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς ὀνίνησιν ὄξος τὸ σκιλλητικὸν ὀνομαζόμενον, αὐτή τε ἡ σκίλλα καὶ τὸ διὰ τοῦ τοιούτου ὄξους ὀξύμελι. τῶν δὲ ὑπὸ τῆς ὑδρίας ὄνων μέμνηται ἐπ’ αὐτῶν ὡς λεπτυντικὴν ἐχόντων καὶ διαφορητικὴν δύναμιν. ἐκ τίνος δὲ ἐννοίας ἐπὶ τὴν χρῆσιν αὐτῶν ἧκεν οὐκ ἔχω φάναι. καθάπερ δὲ τὸ θερμαῖνον σφόδρα φυλακτέον ἐστὶν ἐπὶ τοῦ τοιούτου πάθους, διὰ τὸ τοὺς γλίσχρους τε καὶ παχεῖς χυμοὺς οὐ μόνον οὐδὲν ὀνίνασθαι πρὸς αὐτῶν, ἀλλὰ καὶ βλάπτεσθαι, τὸν αὐτὸν τρόπον ὅσα ψύχει σφοδρῶς φυλάττεσθαι χρή. παχύνει γὰρ ἅπαντα καὶ συνάγει τοὺς χυμοὺς καὶ δυσαπονίπτους ἐργάζεται, καὶ διὰ τοῦτο καλῶς ἐποίησαν οἱ συνθέντες τὰ τοιαῦτα φάρμακα μήτε μήκωνος ὀπὸν μήτε μανδραγόρου χυλὸν ἢ τῆς ῥίζης φλοιὸν ἢ ὑοσκυάμου σπέρμα μίξαντες ἢ κωνείου ἢ ψυλλίου ἢ λινοσπέρμου, πολὺ δὲ μᾶλλον οὐδὲ τῶν στυφόντων τι φαρμάκων. ἐναντιώτατα γάρ ἐστι ταῖς τοιαύταις διαθέσεσιν, ὡς ὁρᾶτε.

  88. 7.6.5

    [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα πρὸς τὰς τοιαύτας διαθέσεις.] Πρὸς δύσπνοιαν. ♃ θείου ἀπύρου δραχμὴν μίαν, πηγάνου ἀγρίου σπέρματος δραχμὴν μίαν, ἀριστολόχου, ἀψινθίου, ἀμμωνιακοῦ θυμιάματος, ἀβροτόνου, ἀνὰ δραχ. δ΄. λεάνας ὄξει ἀνάπλαττε ἡλίκα κύαμος, δίδου πρωῒ τρεῖς καὶ ὀψὲ τρεῖς. ἄλλο πρὸς δύσπνοιαν, ὡς Ἀλκίμιος. ♃ κολοκυνθίδος σαρκὸς τριώβολον, πάνακος τριώβολον, ἀνίσου ὀβολὸν α΄. ἀναλάμβανε ὕδατι καταπότια δ΄. καὶ ξηράνας δίδου ὀβολόν. πρὸ μιᾶς δὲ κενούσθω ἁπλῷ κενώματι. ἄλλο. ♃ κολοκυνθίδος δραχ. α΄ S". Ἰλλύριδος δραχ. β΄. ὀποπάνακος ῥίζης δραχ. β΄. ἀβροτόνου δραχ. α΄. νίτρου δραχ. α΄. οἱ δὲ τριώβολον, ὕδατι ἀναλάμβανε καὶ ποίει κυάμου μέγεθος. ἡ δόσις δ΄. διαστήσας ἡμιώριον, δίδου μελικράτου κοτύλης S". ἄλλο. ♃ νάπυος δραχ. α΄. ἁλὸς κοινοῦ τριώβολον, ἐλατηρίου τριώβολον, οἱ δὲ ὀβολὸν α΄ S". λεάνας μεθ’ ὕδατος, ἀνάπλαττε τροχίσκους ὀκτὼ παρ’ ἡμέραν μεθ’ ὑδρομέλιτος. ἄλλο. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. ἀβροτόνου δραχ. β΄. θείου ἀπύρου δραχ. α΄. σὺν ὕδατι ἀνάπλαττε τροχίσκους καὶ δίδου σὺν ὑδρομέλιτι κυάθους τρεῖς. ἄλλο πρὸς ὀρθοπνοϊκούς. ♃ ἐλατηρίου ἡμιωβόλιον, ὄνους τοὺς ἀπὸ τῶν κοπρίων γ΄. λεάνας ὁμοῦ τὸ ἥμισυ δίδου σὺν ὕδατος κυάθῳ ἑνί. ἄλλο, ὡς Φιλῖνος πρὸς ἆσθμα καὶ δύσπνοιαν. ♃ καρδαμώμου δραχ. γ΄. ἴρεως δραχ. α΄ S". πάνακος δραχ. α΄. S". κασσίας δραχ. α΄ S". στρουθίου δραχ. α΄ S". στύρακος δραχ. β΄. θύμου δραχ. η΄. πηγάνου ἀγρίου σπέρματος δραχ. η΄. ἀβροτόνου δραχ. η΄. ἀριστολοχίας κληματίδος, θείου ἀπύρου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. η΄. σὺν ὄξει δριμεῖ, ποιήσας πάχος κηρωτῆς, δίδου κυάμου Αἰγυπτίου μέγεθος ἐν ὕδατος κυάθοις τρισί. πρὸς ὀρθόπνοιαν ὡς Ἀπολλώνιος. ♃ σκίλλης μέρος α΄. θείου ἀπύρου, ἀσφάλτου ἀνὰ μέρος α΄. ἡ δόσις τριώβολον ἐν ὀξυμέλιτι. πρὸς ὀρθόπνοιαν παρὰ Σωσικράτους. ♃ ὀποπάνακος δραχ. α΄. σμύρνης δραχ. α΄. πεπέρεως κόκκους μ΄. πηγάνου δεσμίδιον, ὅσον τοῖς δυσὶ δακτύλοις, ποιήσας λεῖα ἀνάπλαττε καταπότια εἴκοσι καὶ δίδου πρωῒ ἓν καὶ δείλης ἓν, πυρέσσουσιν ἐν ὕδατος κυάθοις δυσὶν, ἀπυρέτοις μετ’ οἴνου. πρὸς ὀρθόπνοιαν Ἀνδρονίκου. ♃ θείου ἀπύρου τριώβολον, ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. ἀνίσου, σμύρνης, καστορίου ἀνὰ δραχ. α΄. κυμίνου Αἰθιοπικοῦ δραχ. α΄. μεθ’ ὕδατος ἀνάπλασσε τροχίσκους ἀνὰ γράμματα τρία ἢ τέσσαρα, εἰς κοίτην δίδου μεθ’ ὕδατος κυάθων β΄. πρὸς ὀρθοπνοϊκοὺς, βηχικοὺς, περιπνευμονικοὺς, φθισικευομένους, δυσπνοοῦντας, ἡπατικοὺς, ὡς Εὐγένειος. ♃ κρόκου δραχ. η΄. μίσυος δραχ. δ΄. δαφνίδων δραχ. β΄. πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ δραχ. α΄. ὀπίου δραχ. γ΄. κόστου τριώβολον, τερμινθίνης ὀβολοὺς ε΄. χαλβάνης τριώβολον, γλυκείας χυλοῦ ὀβολοὺς δύο κόμμεως ὀβολὸν α΄. μέλιτος λίτραν S". δίδου κοχλιάριον ἓν μεθ’ ὕδατος κυάθων δυοῖν ἢ τριῶν· ἐὰν δὲ ἐπείγῃ, καὶ πρὸ τροφῆς καὶ μετὰ τροφήν. πρὸς ὀρθοπνοϊκοὺς Οὐάλεντος ♃ ὀποπάνακος δραχ. β΄. κολοκυνθίδος σαρκὸς δραχ. α΄. ἡ τελεία δόσις ἔστω αὕτη. ἄλλη Ὀνήτρου. ♃ καστορίου δραχ. α΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. β΄. τούτου τὸ ἥμισυ διδόσθω μετὰ μελικράτου. πρὸς δύσπνοιαν τὸ τοῦ Ποδανίτου. ♃ νάπυος δραχ. α΄. ἁλὸς δραχ. α΄. νίτρου τριώβολον, ποιήσας ὀκτὼ καταπότια, δίδου εἰς νύκτα δύο καὶ διαλείπων ἡμέραν, εἶτα καὶ ἕξ δίδου, ἀναλάμβανε ὕδατι.

  89. 8.1.1

    Ὅπερ ἀεὶ λέγω καὶ νῦν ἐρῶ, πεπεισμένος ὅτι χαλεπώτατόν ἐστι μεταστῆναι πρὸς τὴν ἀλήθειαν τοὺς φθάσαντας αἱρέσει δουλεύειν. ὅσοι δὲ συνετοί τε ἅμα καὶ ἀληθείας ὄντως φίλοι, τούτους ἐλπίζω φυλάξειν τὰ παρὰ τῆς φύσεως ἡμῖν δοθέντα κριτήρια τῶν κατὰ τὸν βίον πράξεων, ἐμπειρίαν καὶ λόγον, ἐπ’ ἐνίων μὲν ἴσον ἑκάτερον συντελοῦν εἰς τὴν τέχνην, ἐπ’ ἐνίων δὲ πλέον θατέρου θάτερον, ἀεὶ μέντοι πρὸς τὸ τέλεον ἑκατέρου δεόμενον, οὕτω ποιήσομαι τὸν λόγον. αἱ γάρ τοι ψευδεῖς δόξαι, προκαταλαμβάνουσαι τὰς ψυχὰς τῶν ἀνθρώπων, οὐ μόνον κωφοὺς, ἀλλὰ καὶ τυφλοὺς ἐργάζονται τῶν τοῖς ἄλλοις ἐναργῶς ὁρωμένων. ὅπερ οὐχ ἥκιστα καὶ περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας παθῶν ἐστι, καὶ μάλισθ’ ὅταν φλεγμαίνῃ. δέονται γὰρ αὗται καὶ αἱ τοῦ ἥπατος φλεγμοναὶ τῆς τῶν στυφόντων παραπλοκῆς. ἐὰν γὰρ ὑπὸ τῆς χαλαστικῆς ἀγωγῆς, ἀμίκτου τῆς τονωτικῆς δυνάμεως γενομένης, θεραπεύωνται, κίνδυνον ἐπάγονται περὶ τῆς ζωῆς αὐτῆς, καὶ τοῦτο πάντων μὲν τῶν ἐμπειρικῶν ἰατρῶν ὑπὸ τῆς πείρας δεδιδαγμένων, πάντων δὲ τῶν δογματικῶν ἐπὶ τῶν ἔργων τῆς τέχνης φυλαττόντων, οὐκ ὀλίγοι τῶν νῦν μεθοδικῶν, οὐ γὰρ δὴ πάντες γε, μυρίοις μὲν αὐτοὶ στομαχικοῖς συγκοπῆς αἴτιοι γεγόνασιν, ἅπαντας δὲ τοὺς ἡπατικοὺς ἀναιροῦσιν· οὐδένα γὰρ εἶδον ἐγὼ σωθέντα τῶν εἰς τοιοῦτον ἰατρὸν ἐμπεσόντων. τινὲς δὲ αὐτῶν ὀλίγοι μὲν καταντλοῦσιν ἐλαίῳ, κόμην ἐναποξεννύντες ἀψινθίου καὶ ναρδίνῳ μύρῳ βρέξαντες, ἔριον ἐπιδέουσιν. ἔνιοι δὲ καὶ μαστίχης Χίας μιγνύουσιν ἢ ἀλόης, ἢ μήλινον ἀντὶ νάρδου παραλαμβάνουσιν. ἐπὶ δὲ τῶν πλουσίων γυναικῶν καὶ τὸ καλούμενον ὑπ’ αὐτῶν φουλίατον καὶ σπικάτον προσφέρουσι, καὶ ταῦτα ποιοῦντες οἴονται τὴν χαλαστικὴν ἀγωγὴν φυλάττειν, τοσοῦτον αὐτοῖς παρίεστιν ἐμπειρίας φαρμάκων δυνάμεως. εὐξαίμην ἂν πάντας οὕτως ἀμαθεῖς εἶναι μᾶλλον ἢ γινώσκοντας τὰ στύφοντα φυλάττεσθαι τὴν χρῆσιν αὐτῶν. ὅσα μὲν οὖν ἐν ἐπιβροχαῖς τε καὶ καταπλάσμασι τῶν στυφόντων μίγνυται τοῖς ἧπαρ ἢ στόμα γαστρὸς ἀλγοῦσιν, ὃ δὴ καὶ στόμαχον καλοῦσιν, οὐ τοῦ παρόντος λόγου διελθεῖν· ὅσα δὲ ἐν φαρμάκοις ἐμπλαστοῖς καὶ κηρωτοειδέσιν ἔξωθεν ἐπιτιθεμένοις, ὅσα τε ἐν τοῖς καταπινομένοις ἐστὶ χρήσιμα, ταῦτα δηλώσω, τὰ τῶν φλεγμαινόντων πρῶτα γράψας, ἐπειδὴ καὶ μάλιστα κινδυνεύουσιν ἐπ’ αὐτοῖς οἱ κάμνοντες. κηρωτὴ μὲν οὖν, ᾗ συνεχῶς χρῶμαι, δι’ ἀλόης καὶ μαστίχης καὶ κηροῦ Ποντικοῦ τοῦ πικροῦ καὶ ναρδίνου μύρου. συντίθεται δὲ χειμῶνος μὲν εἰς δραχ. η΄. τοῦ κηροῦ γο α΄. μετρικῆς Ῥωμαϊκῆς ἐμβαλλομένης τοῦ ναρδίνου μύρου, θέρους δὲ εἰς ζ΄. κατὰ τὴν ἀναλογίαν τοῦ μύρου. κάλλιστον δὲ εἶναι χρὴ τὸ μύρον, ὁποῖον ἔμπροσθεν μὲν ἐν Λαοδικείᾳ τῆς Ἀσίας ἐσκευάζετο μόνῃ, νυνὶ δὲ καὶ κατὰ πολλὰς ἄλλας Ἀσιανὰς πόλεις ὁμοίως συντίθεται. κηρὸς δὲ, εἰ μὴ Ποντικὸς ὁ πικρὸς εὐποροῖτό σοι, τὸν γοῦν ἄλλον Ποντικὸν ἔμβαλλε, κᾀκείνου μὴ παρόντος, τὸν καλούμενον Τυῤῥηνικόν. ἂν δὲ μηδ’ οὗτος παρῇ, τῶν ἄλλων τινὰ τῶν εὐωδῶν καὶ λιπαρῶν. εἰ δὲ μηδὲ τοιοῦτον ἔχοις, τὸν εὐπορηθέντα σοι κηρὸν πλύνας ἔμβαλλε· τηκέσθω δὲ ἐν ἀγγείῳ διπλῷ, κᾄπειτα ψυχθεῖσαν τὴν κηρωτὴν ξύων μίγνυε λελειωμένοις ἀκριβῶς τῇ τε ἀλόῃ καὶ τῇ μαστίχῃ. ἔστω δὲ ἑκατέρου δραχ. α΄. καί ποτε καὶ πλεῖον, καὶ μὴ ὥστε ὑπερβάλλειν μίαν τε καὶ ἡμίσειαν. εἰ δὲ καὶ πλέονος δέοιτο στύψεως, ἀτονίας οὔσης, ὡς μηδὲ τῆς τροφῆς κρατεῖν, προσμιγνύσθω καὶ ὀμφακίου τὸ ἴσον, ὥστε τῶν τριῶν ἑκάστου δραχμὴν εἶναι μίαν, τῆς ἀλόης λέγω καὶ τῆς μαστίχης μίαν καὶ τρίτην τοῦ ὀμφακίου. μιγνύσθω δὲ ἐν τῇ σκευασίᾳ τῆς κηρωτῆς πρῶτον μὲν ὀμφάκιον, εἶθ’ οὕτω τὰ ἄλλα τούτοις ἑνούσθω. μίγνυμι δ’ ὥσπερ ὀμφάκιον, οὕτω καὶ ἀψινθίου χυλόν. ἔστι δ’ ὅτε καὶ ἄμφω καὶ τρίτης ἐπ’ αὐτοῖς τῆς ὑποκυστίδος καὶ τετάρτης οἰνάνθης, οὕτω δ’ ὀνομάζω τὸ τῶν ἀγρίων ἀμπέλων ἄνθος ἢ ἐκβλάστημα σὺν τοῖς ἄνθεσιν, ἐξ οὗ ταῖς ἡμέραις ἡ σταφυλὴ γίνεται. καὶ μέντοι καὶ ῥοῦ χυλὸν οὐκ ὀλιγάκις ἔμιξα, καὶ παραύξειν δὲ χρὴ τῆς ναρδίνης κηρωτῆς τὸ πλῆθος, ἀνάλογον τῷ τῶν ἄλλων φαρμάκων ἀριθμῷ, ὥστε ἂν τέσσαρες ἐκ τῶν ἄλλων ἀθροίζωνται δραχμαὶ, τέσσαρας γο εἶναι τῆς ναρδίνης κηρωτῆς, δύο μὲν τοῦ κηροῦ, δύο δὲ τῆς νάρδου, τουτέστιν ἑκκαίδεκα δραχμὰς ἑκατέρου. χρονιζούσης δὲ τῆς φλεγμονῆς καὶ σκληρυνομένης ἤδη, ποικιλώτερα φάρμακα προσφέρειν χρὴ καὶ τῶν ἀρωμάτων ἔχοντά τι καὶ τῶν μαλακτικῶν τε καὶ διαφορητικῶν φαρμάκων, ὁποῖόν ἐστι καὶ τὸ διὰ τοῦ μελιλώτου σκευαζόμενον. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ πολυειδεστέρα, διὰ τὸ πᾶσι τοῖς καθ’ ὑποχόνδριον φλεγμαίνουσιν ἁρμόττειν, ὑπαλλαττόμενον οὐ μεγάλαις διαφοραῖς, ὥστε τὴν μέν τινα σκευασίαν αὐτοῦ τοῖς περὶ ἧπαρ εἶναι χρησιμωτέραις τὴν δέ τινα τοῖς περὶ τὸν στόμαχον ἢ κοιλίαν ἢ σπλῆνα ἤ τινα τῶν ἐνταῦθα μυῶν, ἃ κοινῇ γραφῇ περιείληπται πάντα κατὰ τὰς τῶν μαλαγμάτων συνθέσεις. ἐν δὲ τῷ παρόντι τὰ γεγραμμένα τοῖς πρὸ ἐμοῦ πρὸς ἁπάσας τὰς περὶ τὸν στόμαχον διαθέσεις, οὐ διὰ τῆς ἔξωθεν ἐπιθέσεως τῶν φαρμάκων μόνον, ἀλλὰ καὶ διὰ πόσεως ὠφελοῦντα γραφήσεται πάντα. τινὰ δὲ αὐτῶν ἐστι κοινὰ καὶ τοῖς κατὰ τὴν γαστέρα πάθεσιν.

  90. 8.1.2

    Εἴρηται πολλάκις ὡς τὸ τῆς γαστρὸς στόμα καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὥσπερ καρδίαν, οὕτω καὶ στόμαχον. ἀλλὰ πάλαι μὲν ἦν συνηθέστερον τὸ τῆς καρδίας ὄνομα, νυνὶ δὲ ἀπ’ ἐκείνου μὲν ἔτι διαμένει τὸ καρδιώσσειν καὶ ἡ καρδιαλγία, τὸ δὲ μόριον αὐτὸ στόμαχον ὀνομάζουσιν ὁμωνύμως τῷ καταφέροντι τὴν τροφὴν ἐκ τοῦ στόματος εἰς αὐτήν. γεγράφασιν οὖν οἱ πρὸ ἡμῶν φάρμακα πρὸς τὰς ἐν αὐτῷ διαθέσεις, ὥσπερ τὰς ἄλλας, οὕτω καὶ τὰς ὀνομαζομένας αὐτοῖς ἀνατροπάς· ἐοίκασι δ’ οὕτω καλεῖν τάς τε ἀνορεξίας καὶ τὰς ναυτιώδεις διαθέσεις, ἐφ’ αἷς ἐνίοτε μὲν συμβαίνουσιν ἔμετοι, γίνονται δὲ καὶ δήξεις ἐν αὐτῷ τινες, ὥσπερ βουλιμιώδεις τε καὶ ἀσώδεις διαθέσεις, ἐφ’ ὧν ἁπασῶν κοινὴ μέν τις ἡ τῶν στυφόντων φαρμάκων εὕρηται χρῆσις. ἐπιμέμικται δ’ αὐτῶν τοῖς πλείστοις τὰ θερμαίνοντα καὶ ξηραίνοντα. γίνονται δὲ καὶ αἱ ἄλλαι διαθέσεις σπανιώτεραι τῶν ὑγραινόντων ἢ ψυχόντων ἢ ἀμφοτέρων ἅμα δεόμεναι φαρμάκων. τοῖς δὲ ἐκ πείρας ἄνευ λογικῆς μεθόδου τὰ βοηθήματα εὑρίσκουσιν, εἰκότως τὰ πολλάκις ὠφελήσαντα, μνημονεύεταί τε καὶ εἰς χρῆσιν ἄγεται. τῶν γὰρ πλειστάκις ὡσαύτως ἑωραμένων τήρησίν τε καὶ μνήμην εἶναί φασι τὴν ἑαυτῶν ἐμπειρίαν. ὥσπερ δὲ ἐν τῷ στόματι τῆς κοιλίας, οὕτω καὶ κατ’ αὐτὴν ὅλην ἕκαστόν τε τῶν ἐντέρων καὶ συνελόντι φάναι κατὰ πᾶν μόριον τοῦ σώματος αἱ αὐταὶ δυσκρασίαι γινόμεναι τὰς ἐνεργείας τῶν ὁμοιομερῶν βλάπτουσιν, ἃς εἰ μή τις πεισθείη τὰ νοσήματα αὐτῶν, οὐδὲ ἂν ἀσκήσειε τὴν διάγνωσιν. ἀγνοήσας δὲ αὐτὴν οὐδὲ τὴν θεραπείαν εὑρήσει. ἔχουσι δ’ οὐκ ὀλίγον στοχασμὸν αἱ διαγνώσεις τῶν ἐν τῷ βάθει τοῦ σώματος συνισταμένων διαθέσεων, διὸ καὶ χρησιμώτατόν ἐστι τῆς ἰατρικῆς τέχνης μόριον τὸ διαγνωστικὸν τῶν τοιούτων διαθέσεων, ἃς οὐδ’ ὅτι πρῶταί τε καὶ μέγισταί εἰσι γινώσκουσιν οἱ πολλοὶ τῶν ἰατρῶν, ὥστε εἰκότως οὔτε διάγνωσιν αὐτῶν οὔτε θεραπείαν ἐζήτησαν. ἀναγκάζονται τοίνυν, εἰ καὶ δογματικοὶ τύχοιεν ὄντες, τὰς λογικὰς μεθόδους ἐπὶ τὴν ἐμπειρίαν ἀφικνεῖσθαι μόνην, ὥστε θαυμάζειν, ὅταν ἄνευ πυρετοῦ καὶ φλεγμονῆς ἀποστήματός τε καὶ ἑλκώσεως ἀσθενῶς τινος πέπτοντος ἢ μηδ’ ὅλως πέπτοντος ἐπαγγειλάμενοι θεραπείαν εὑρεῖν ζητῶσιν εἰ τῇ τρίψει τῶν σιτίων ἡ πέψις γίνεται, κᾄπειτα ὡς μέγιστον τοῦτο εὑρηκότες εὔτριπτα διδόασιν αὐτὰ τὰ ἐδέσματα, μηδὲ τὸ προχειρότατον ἐννοοῦντες, ὃ καὶ τῶν ἰδιωτῶν ἰατρικῆς, ἄλλως δὲ συνετῶν ὄντων ἀνδρῶν, ἤρετό μέ τις ὅπως χρήσιμόν ἐστι τὸ γνῶναι τῇ τρίψει τὴν πέψιν γίνεσθαι πρὸς τὸ τὴν διάθεσιν ἐξιάσασθαι τῆς γαστρὸς, καθ’ ἣν ἀτονεῖ πέπτειν τὰ σιτία, πρὸς τῷ μηδὲ θεραπείαν εἶναι τὴν τῶν εὐτρίπτων προσφορὰν, ἀλλὰ μόνον ἔκκλισιν τῆς βλάβης, ὥσπερ καὶ τὴν ὀλιγοσιτίαν τε καὶ ἀσιτίαν. ὥσπερ γὰρ ὁ ἀσιτήσας οὐκ ἀπεπτεῖ μὲν, οὐ μὴν ἐθεραπεύθη τὴν διάθεσιν, οὕτως οὐδ’ ὁ τὰ μηδ’ ὅλως δεόμενα τρίψεως προσαράμενος, ὁποῖόν ἐστι τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα. ταῦτα μὲν οὖν ἐν τῆς θεραπευτικῆς μεθόδου γράμμασιν αὐτάρκως λέλεκται, καὶ δῆλον ὅτι τοῖς ἐν ἐκείνοις γεγυμνασμένοις ἡ νῦν ἐνεστῶσα διδασκαλία χρήσιμος ὑπάρχει. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων, ὡς ἔμπροσθεν εἶπον, ἀναμιμνήσκων ἕκαστα τῶν ἐν ἐκείνῃ μοι προδεδειγμένων κεφαλαίων ἐπὶ τὴν περὶ τῶν φαρμάκων σύνθεσιν ἠρχόμην, οὕτω καὶ νῦν ποιήσω.

  91. 8.1.3

    Δυσκρασιῶν οὐσῶν ὀκτὼ καθ’ ἕκαστον τῶν μορίων, καὶ τούτων ἁπασῶν γινομένων ἢ κατὰ ψιλὰς καὶ μόνας τὰς ποιότητας, ἢ καὶ μετά τινος χυμοῦ, τὴν μὲν κατὰ ξηρότητα δυσκρασίαν ὑγραίνειν χρὴ, τὴν δὲ καθ’ ὑγρότητα ξηραίνειν, οὕτω δὲ καὶ τὴν κατὰ θερμότητα ψύχειν, τὴν δὲ κατὰ ψύξιν θερμαίνειν χρή. ὁμοίως δὲ καὶ τὰς συνθέτους δυσκρασίας ἤτοι θερμαίνειν καὶ ξηραίνειν ἢ ὑγραίνειν καὶ θερμαίνειν ἢ ψύχειν καὶ ὑγραίνειν ἢ ξηραίνειν καὶ ψύχειν. ἐπεὶ δὲ, ὡς ἔφην, αἱ πλεῖσται δυσκρασίαι τοῖς ἀνθρώποις ἐκ περιουσίας ὑγρῶν μᾶλλον ἢ ἐνδείας γίνονται, τὰ ξηραίνοντα φάρμακα τοὺς πολλοὺς ὀνίνησι μᾶλλον. ἐπὶ δὲ τῶν ξηραινόντων τὰ μὲν στύφει, συνάγοντα καὶ στύφοντα τὴν τῶν ὁμιλούντων οὐσίαν, τὰ δὲ διαφοροῦντα, κᾀν τούτῳ διαλύοντα τὴν οὐσίαν αὐτῶν, διὰ τοῦτο πλείους εἰσὶν οἱ τῶν στυφόντων δεόμενοι. ἀλλ’ ἐὰν μετὰ ψύξεως ἡ ὑγρὰ δυσκρασία γένηται, βλάπτονται διὰ τῶν στυφόντων μόνων θεραπευόμενοι ψυχρῶν ὄντων ταῖς δυνάμεσιν. εἰκότως οὖν τὰ πλεῖστα τῶν διὰ πείρας εὑρημένων φαρμάκων ἐκ μικτῆς ὕλης σύγκειται, στυφούσης τε καὶ θερμαινούσης. γνωρίσεις δὲ αὐτῶν τὴν διαφορὰν τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἔχων τὴν μνήμην. εἴρηται γάρ μοι πολλάκις ἤδη μηδένα δύνασθαι λογικῶς τε καὶ κατὰ μέθοδον τοῖς ἐν τῇδε τῇ πραγματείᾳ γεγραμμένοις χρήσασθαι χωρὶς τοῦ μεμνῆσθαι τῶν εἰρημένων ἐν ταῖς πρὸ ταύτης δύο πραγματείαις, τῆς τε τῶν ἁπλῶν φαρμάκων δυνάμεως καὶ τῆς θεραπευτικῆς μεθόδου. τινὲς μὲν γὰρ ἄνευ διορισμοῦ τινος ἔγραψαν φάρμακα πρὸς τὰς τοιαύτας διαθέσεις στομάχου τε καὶ γαστρὸς, ἔνιοι δὲ ἐφήψαντο διορισμῶν τινων ἀπὸ συμπτωμάτων ἅπασι φαινομένων. ὅπως οὖν καὶ ὑμεῖς εἰδῆτε γνωρίζειν ἑκάστου τῶν διὰ πείρας εὐδοκιμησάντων φαρμάκων τὰς δυνάμεις, εἰ καὶ μὴ προσγεγραμμένας εὑρίσκοιτε τὰς διαφορὰς τῶν διαθέσεων ἐφ’ ὧν ἁρμόττουσι, παραγράψω πρώτας μὲν τὰς ὑπ’ Ἀνδρομάχου γεγραμμένας, εἶτα τὰς ὑπ’ Ἀσκληπιάδου καὶ μετὰ ταύτας, ἐὰν δόξῃ, καὶ ἄλλας τινάς.

  92. 8.2.1

    [Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι στομαχικαὶ δυνάμεις.] Προγράψας Ἀνδρόμαχος, στομαχικαὶ, μετὰ τὴν προγραφὴν τήνδε οὕτως ἤρξατο. πρὸς στομαχικοὺς ἱερὰ, ᾗ χρῶμαι, κᾄπειθ’ ἑξῆς ἔγραψε τὴν ὅλην αὐτῆς σύνθεσιν, ὡδί πως ἔχουσαν. ♃ σχοίνου ἄνθους, ξυλοβαλσάμου, μαστίχης, κρόκου, νάρδου Ἰνδικῆς, ἀσάρου, κινναμώμου ἀνὰ δραχ. στ΄. ἀλόης πεπλυμένης δραχ. ρ΄. ὁμοῦ λεάνας ἀποτίθεσο, δίδου νήστει κοχλιάρια β΄. οἱ δὲ ἓν, μεθ’ ὕδατος ψυχροῦ κυάθων δ΄. ἢ θερμοῦ. ταῦτα μὲν οὖν ὁ Ἀνδρόμαχος ἔγραψεν, οὔτε τίνας ὀνομάζει στομαχικοὺς δηλώσας οὔτε εἰ πᾶσιν αὐτοῖς ἁρμόττει τὸ φάρμακον οὔτ’ εἰ πλείοσιν. ἐμοὶ τοίνυν ἀναγκαῖον εἰπεῖν, ἐπειδὴ τῶν λεγομένων στομαχικῶν ἔνιοι μὲν ὑπὸ τῆς εἰρημένης ἀρτίως ἱερᾶς ὀνίναται μεγάλως, ἔνιοι δὲ βλάπτονται. οἱ μὲν γὰρ πολλοὶ τῶν ἀνθρώπων τούς τε ἀνορέκτους οὕτω καλοῦσι καὶ ὅσοις μετὰ τὸ προσάρασθαι τὴν τροφὴν τὸ τῆς γαστρὸς στόμα βαρύνεταί τε καὶ θλίβεται καί τινα δύσφορον ἄσην ἔχει. καλοῦσι δ’ ὡσαύτως κᾀκείνους, οἷς ἐπιγίνεται ναυτία, καὶ μᾶλλόν γε ὅταν εἰς ἔμετον ὁρμήσῃ, καὶ μᾶλλον ἔτι μετὰ τοῦ διαφθείρεσθαι τὰ σιτία, ποτὲ μὲν ὀξώδη γινόμενα, ποτὲ δὲ καὶ κνισώδη, ποτὲ δὲ καὶ ἄλλην ποιότητα μοχθηρὰν ἐπικτώμενα. καὶ τούτων ἁπάντων ἔτι μᾶλλον ἐκείνους στομαχικοὺς ὀνομάζουσιν, ὅσοις ἐρυγαὶ τοιαῦται μετὰ δυσφορίας τινὸς καὶ ἄσης καὶ ἀνατροπῆς γίνονται, πολλάκις οὐδέπω τροφὴν προσενεγκαμένοις. κᾂν ἐπὶ πλεῖστον δὲ χρόνον ἐν τῷ στόματι τῆς γαστρὸς διαμένῃ τὰ σιτία βαρύνοντα καὶ μόλις ὑποβιβαζόμενα, καὶ τούτους στομαχικοὺς ὀνομάζουσιν. ἑτέρους δὲ τὴν καλουμένην ὄρεξιν κυνώδη ἴσχοντας, ὡς ἐσθίειν τε πλεῖστα καὶ βαρυνομένους μάλιστα ὀλίγον ὕστερον ἐμεῖν, ὁμοίως προσαγορεύουσιν, ἄλλους δὲ ἰσχυρῶς ἐκλυομένους, ὅταν ἐπὶ πλεῖον ἀσιτήσωσι, κᾂν μὴ θᾶττον ἐπὶ τὴν τῶν σιτίων ἀφίκωνται προσφορὰν, δακνομένους τὸ τῆς γαστρὸς στόμα, καλοῦσιν ὡσαύτως στομαχικούς. αὐτῶν δὲ τούτων ἔνιοι ναυτιώδεις γίνονται ῥᾳδίως, εἰ μὴ θᾶττον προσάροιντο πόμα καὶ σιτία. κατὰ μέθοδον οὖν λογικὴν ὁ τὰ βοηθήματα εὑρίσκων ἐπὶ τὴν τῆς διαθέσεως ἀφικνεῖται ζήτησιν, ἧς εὑρηθείσης εὐπορήσειν ἐλπίζει τῶν οἰκείων αὐτῇ βοηθημάτων. ὁ δὲ διὰ μόνης τῆς πείρας ἀθροίζων τὰ βοηθήματα περίπτωσίν τε τὴν ἑαυτοῦ περιμένει καὶ τὴν τῶν ἔμπροσθεν ἱστορίαν ἀναλέγεται. γεγραφότων δὲ αὐτῶν ἀδιορίστως τὰ πλεῖστα, καὶ μέντοι καὶ διαφερομένων ἐν πολλοῖς, εἰκότως καὶ αὐτὸς ἄλλοτε ἄλλης γίνεται γνώμης, καὶ μᾶλλον ὅταν ὑπ’ αὐτῶν τῶν βοηθημάτων ἐνίοτε μὲν ὠφελουμένους ὁρᾷ τοὺς στομαχικοὺς, ἐνίοτε δὲ βλαπτομένους, καθάπερ ἐπὶ τῆς προκειμένης ἱερᾶς, ἣν οἱ νῦν ἰατρεύοντες ἐν Ῥώμῃ σχεδὸν ἅπαντες ὀνομάζουσι πικρὰν, ἐπειδὴ τὸ τῆς ἱερᾶς ὄνομα τῷ διὰ τῆς κολοκυνθίδος ἐπιφέρειν ἐδικαίωσαν. οἱ δὲ πρὸ ἡμῶν ἰατρεύσαντες ἐν Ῥώμῃ τὰς δύο καλοῦντες ἱερὰς προσέθεσαν αὐταῖς ἕνεκα διαστολῆς, τῇ μὲν ἑτέρᾳ τὸ διὰ κολοκυνθίδος, τῇ δ’ ἑτέρᾳ τὸ δι’ ἀλόης, οὕτω γράφοντες ἱερὰ ἡ διὰ κολοκυνθίδος, ἱερὰ ἡ δι’ ἀλόης. ἡ τοίνυν διὰ τῆς ἀλόης ἱερὰ σκευάζεται διττῶς, ὑπὸ μὲν ἐνίων, ὥσπερ καὶ ἡ τοῦ Ἀνδρομάχου πρὸς ἑκατὸν δραχμὰς τῆς ἀλόης, μιγνυμένων ἑκάστου τῶν ἄλλων δραχμῶν ἓξ, ὑπὸ δὲ ἐνίων τε οὐχ ἓξ, ἀλλ’ ὀκτώ. τινὲς δὲ τῆς ἀλόης εἰς ὀγδοήκοντα δραχμὰς ἓξ τῶν ἄλλων μιγνύουσιν. οἱ μὲν οὖν πλεῖστοι τὰ μιγνύμενα τῇ ἀλόῃ φάρμακα τὸν ἀριθμὸν ἓξ καὶ τὸ καλούμενον ἄνθος σχοίνου, καὶ μέντοι καὶ τὴν ἀλόην αὐτὴν ὁ μὲν Ἀνδρόμαχος πεπλυμένην, τῶν δὲ ἄλλων ἔνιοι μὲν οὕτως, ἔνιοι δὲ ἄπλυτον ἐμβάλλουσιν. ἡμᾶς δὲ νῦν χρὴ γινώσκειν εἰς μὲν τὴν ὑπαγωγὴν τῆς γαστρὸς ἐπιτηδειοτέραν εἶναι τὴν ἄπλυτον ἀλόην, ἀποτίθεσθαι δὲ τὸ πολὺ τοῦ φαρμακώδους τὴν πεπλυμένην καὶ ἣν μᾶλλον ἄν τις θαῤῥήσειε δοῦναι τοῖς πυρέσσουσιν, οὐδὲ τούτοις σφοδρῶς, ἀλλὰ πάνυ βληχρῶς. ἔνιοι δὲ καὶ τὸ διὰ τῆς ἀπλύτου πολλοῖς τῶν οὕτω πυρεσσόντων δόντες, εἶτα μηδὲν σαφὲς βλάψαντες, ἐπ’ ἄλλων μεγίστης ἐπειράθησαν βλάβης, ἐναντιωτάτη γάρ ἐστιν ἀλόη, κᾂν πλυνθῇ, τοῖς ἄνευ μοχθηρῶν ὑγρῶν κατὰ δυσκρασίαν τὴν θερμὴν καὶ ξηρὰν ἐνοχλουμένοις. ἐγγὺς δέ τι τούτων καὶ οἱ κατὰ τὴν ξηρὰν δυσκρασίαν, εἰ μετὰ ψυχρότητος εἴη τὴν βλάβην ἴσχουσι, καὶ ὅλως ὅσοι κατὰ τὰς ποιότητας μόνας ἐβλάβησάν τι μόριον. αἱ γὰρ ἐπὶ χυμοῦ δυσκρασίαι τῶν κενούντων αὐτὰς δέονται φαρμάκων. αἱ δ’ ἄνευ τούτων εἰς μαρασμὸν ἀφικνοῦνται πάντως ἐπὶ τῷ διὰ τῆς ἀλόης φαρμάκῳ, ἔνθα τοίνυν ὑγρότης μοχθηρὰ διαβρέχει τοὺς χιτῶνας τῆς γαστρὸς, ἡ δι’ ἀλόης πικρὰ χρήσιμος, ἐκκαθαίρουσα τὴν ὑγρότητα. πάντως δὲ τοῖς οὕτω διακειμένοις ὑπάρχει σύμπτωμα ναυτιῶδες ἧττον ἢ μᾶλλον. αὕτη μὲν οὖν ἡ κένωσις τοῦ λυποῦντος χυμοῦ διὰ τῆς ἀλόης γίνεται μόνης, καθαρτικὴν ἐχούσης δύναμιν οὐκ ἰσχυρὰν, ἀλλ’ ὥστε τὰ μὲν κατὰ τὴν κοιλίαν ὧν ψαύει δύνασθαι καθαίρειν, κᾂν πλείων ποτὲ δοθῇ, μέχρι τῶν κατὰ τὸ ἧπαρ ἀναβαίνει χωρίων, οὐ μὴν ὅλου τοῦ σώματός ἐστι καθαρτικὸν ἡ ἀλόη. τῶν μιγνυμένων δ’ αὐτῇ μαστίχη μὲν ὡς εὐστόμαχός τε καὶ εὐώδης, θραῦσαι τὸ φαρμακῶδες τῆς ἀλόης δυναμένη μίγνυται. κιννάμωμον δὲ πρὸς αὐτοῖς ὅτι λεπτομερέστατόν ἐστιν, ὡς ἀναστομοῦν τε ἅμα τοὺς πόρους τῆς γαστρὸς διαῤῥύπτειν τε καὶ λεπτύνειν εἴ πού τι γλίσχρον ἢ παχὺ τοῖς χυμοῖς ἐπιφέροιτο. τὰ γὰρ παχέα τῶν ὑγρῶν διὰ τὴν τῆς καθαρτικῆς δυνάμεως ἀῤῥωστίαν οὐ πέφυκεν ἕλκειν ἡ ἀλόη. διὸ καὶ τῶν χολωδῶν τῶν ἐν τῇ γαστρὶ διαθέσεων ἄριστόν ἐστι φάρμακον, ὡς ἐν ἡμέρᾳ μιᾷ πολλάκις ἰάσασθαι, στομαχικῶς ἐνοχλεῖσθαι πεπιστευμένους πολλούς. ὠφελεῖ δὲ καὶ ταῦτα καὶ τἄλλα πάντα πάθη τὰ κακόχυμα τὸ κιννάμωμον μιγνύμενον, ἀλλοιωτικὴν ἐπὶ τὸ κατὰ φύσιν ἔχον δύναμιν τῶν μοχθηρῶν ποιοτήτων. εἰδέναι τοίνυν χρὴ τὰς ἐπὶ χυμοῖς μοχθηροῖς διαθέσεις κατά τε τὴν γαστέρα καὶ τὸν στόμαχον ὠφελουμένας μὲν διὰ τῶν τῆς ἀλόης φαρμάκων, εἰς μεγίστην δὲ βλάβην ἀφικουμένας ὑπὸ τῶν στυφόντων ἐδεσμάτων τε καὶ πομάτων καὶ φαρμάκων. ὥσπερ γε πάλιν ἐφ’ ὧν ὑγρότης πολλὴ καὶ οἷον πλάδος τίς ἐστι κατὰ τὸ πεπονθὸς ἄνευ κακίας χυμῶν, αὐτῷ μόνῳ τῷ ποσῷ λυποῦσα καὶ οἷον διάβροχον ἐργασαμένη τὸ τῆς γαστρὸς σῶμα χρησιμωτάτη τῶν στυφόντων ἐδεσμάτων τε καὶ πομάτων καὶ φαρμάκων ἡ χρῆσίς ἐστιν, ἐκλύτου καὶ παρέτου γενομένου τηνικαῦτα τοῦ πεπονθότος, ὁμοίως τοῖς κεχαλασμένοις ἄρθροις, ἐφ’ ὧν καὶ αὐτῶν ἡ τῶν στυφόντων χρῆσις ἐπανορθοῦται τὴν διάθεσιν. ἀλλ’ ἥ γε πικρὰ, περὶ ταύτης γὰρ ἡμῖν ὁ λόγος, ὥσπερ τὸ κιννάμωμον, οὕτω καὶ τἄλλα τὰ μὲν ὡς εὐστόμαχα, τὰ δὲ ὡς λεπτομερῆ καὶ ῥύπτοντα λαμβάνει, τῇ μὲν ἰσχύϊ πάμπολυ κινναμώμου λειπόμενα, τὸ δὲ γένος τῆς δυνάμεως ταὐτὸν ἔχοντα. δευτέραν ἐπὶ τῇ προγεγραμμένῃ συνθέσει ὁ Ἀνδρόμαχος κατὰ λέξιν οὕτως ἔγραψεν, ὡς Λάμπων ὁ Πηλουσιώτης. ♃ κινναμώμου, καλάμου ἀρωματικοῦ, κασσίας μελαίνης, ξυλοβαλσάμου, σχοίνου ἄνθους, ἐλάτης ἀνὰ γο γ΄. οἱ δὲ ἀνὰ γο α΄. κόψας πάντα ἁδρομερῶς, ἔμβαλλε εἰς χύτραν καινὴν, ἐπιβαλὼν ὕδατος ὀμβρίου ξε. γ΄. καὶ ἕψε ἕως τὸ ἥμισυ λειφθῇ καὶ διήθησον καὶ λαβὼν ἀλόης Ἰνδικῆς λίτραν α΄. ἐπίχει ὕδατος ὀμβρίου τὸ ἱκανὸν καὶ λέαινε τοῖς ὑπὸ κύνα καύμασιν ἕως ξηρανθῇ, τούτῳ πρῶτον ἀπογλυκάνας τὴν ἀλόην τό τε ἀπὸ τῶν ἀρωματικῶν βαλὼν ὕδωρ λέαινε ἐν ἡλίῳ ἄχρι ξηρανθῇ, καὶ λεάνας λεῖα κατάμισγε ταῦτα, κρόκου, σμύρνης, μαστίχης ἀνὰ γο γ΄. οἱ δὲ ἀνὰ γο α΄. συλλεάνας ὁμοῦ πάντα, ἀπόθου ξηρὸν καὶ χρῶ ποτίσματι πρὸς σπάσματα, ῥήγματα, πληγὰς τῶν ἐντὸς, ἐναρχομένους πόνους πλευρῶν καὶ ἐπὶ τῶν πνευματουμένων, στομάχους ἀλγούντων καὶ βραδυπεπτούντων καὶ αἷμα ἀναγόντων καὶ ἰσχιαδικῶν τὴν τελείαν δόσιν δίδου ἐν ὕδατος κυάθῳ ἑνὶ ὀβολὸν α΄. οἷς δὲ ὀβολοὺς δύο, τοῖς δὲ ἄλλοις πρὸς δύναμιν. ἐπὶ δὲ τῶν τραυμάτων καὶ φλεγμονῶν διηθὲν, ὀξυμέλιτος πάχος ἐπιτεθειμένον. ἐπὶ δὲ τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν χυλῷ ἡδυόσμου ἢ καλαμίνθης ἢ στρύχνου ἤ τινος τῶν ὁμοίων. ἐπὶ δὲ τῶν ἐν δακτυλίῳ φλεγμονῶν ἐν ῥοδίνῳ ἢ οἴνῳ Ἀμιναίῳ. χρῶ δὲ καὶ ἐπὶ παρωνυχιῶν ξηρῷ, ἐπάνω μοτῶν σὺν ῥοδίνῳ καὶ πρὸς αἱμοῤῥαγίας καὶ ξηρὸν σὺν ὄξει καὶ πρὸς ἐσχάραν ἐν στόματι, ἐν γλυκεῖ ἀναγαργαριζόμενον. τοῦτο τὸ φάρμακον, ὃ τοῦ Πηλουσιώτου Λάμπωνος εἶναί φησι τῶν πολυχρήστων ἐστὶ, περὶ ὧν εἴρηταί τι καὶ πρόσθεν, ὡς ἀπολειπόμενα τῶν ἕν τι ποιούντων ἄριστα τῷ πλήθει τῆς ἐπαγγελίας σπουδάζεται, βουλομένων ἡμῶν ἓν ἔχειν μᾶλλον ἐπὶ παθῶν εἴκοσιν ἁρμόζον ἢ τοσαῦτα τὸν ἀριθμὸν ἕτερα βελτίω καθ’ ἓν ἕκαστον πάθος ἑνὸς τοῦ πολυχρήστου. δύναμις δὲ αὐτοῦ, καθ’ ἣν ἐπὶ τῶν προειρημένων ἐνεργεῖ, λεπτομερής τε καὶ θερμαίνουσα καὶ τέμνουσα καὶ διαῤῥύπτουσα καὶ ἀναστομῶσα καὶ διὰ ταῦτα διαφορητικὴ τῶν πλεοναζόντων ἔν τισι μορίοις ἰχώρων τε καὶ χυμῶν, κατὰ τοῦτο δὲ καὶ τοῖς προκειμένοις ἐν τῷ λόγῳ πάθεσιν ἁρμόττει διαφοροῦν τοὺς μοχθηροὺς, ὡς ἔφην, ἰχῶράς τε καὶ χυμοὺς τῶν πεπονθότων μορίων, ὥστε καὶ τὰς προειρημένας τῆς κοιλίας διαθέσεις, ἐφ’ ὧν ἡ πικρὰ κάθαρσιν ἐργάζεται μετρίαν, ἰάσαιτο τῷ ξηραίνειν κατ’ ὀλίγον οὐ τῷ κενοῦν ἀθρόως, ἀμείνων οὖν εἰς τὰς τοιαύτας διαθέσεις ἡ πρώτη γεγραμμένη πικρά. τρίτον ἐπὶ τοῖς προγεγραμμένοις ὁ Ἀνδρόμαχος ἔγραψε φάρμακον ὡδί πως.

  93. 8.2.2

    [Πρὸς στομαχικοὺς καὶ κοιλιακοὺς ὁ πικρὸς τροχίσκος μαλάσσει κοιλίαν, ποιεῖ καὶ πρὸς ὕπνον καὶ ἔστιν ἐκ τῶν Ἀφρόδα. ποιεῖ καὶ πρὸς κύστιν καὶ πρὸς τὰ ἐν κώλῳ] ♃ Σελίνου σπέρματος δραχ. στ΄. ἀνίσου δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. α΄ S" . καστορίου δραχ. β΄. σμύρνης δραχ. α΄ S" . νάρδου Κελτικῆς τοῦ ἄνθους δραχ. α΄ S" . ὀπίου δραχ. α΄ S" . κινναμώμου δραχ. α΄ S" . ἀψινθίου κόμης δραχ. γ΄. ἀλόης τριώβολον, μαστίχης δραχ. α΄. μεθ’ ὕδατος ἀνάπλασσε τροχίσκους τριωβολιαίους ἢ ἀνὰ δραχ. α΄. καὶ δίδου μεθ’ ὕδατος κυάθων γ΄. οὐδ’ ἐπὶ τούτου τοῦ φαρμάκου προσέγραψεν ὁ Ἀνδρόμαχος, ὁποίους λέγει στομαχικοὺς τούς τι πάσχοντας. ἐκ δὲ τοῦ προσκεῖσθαι τῇ συνθέσει τὸ ὀπίου ὁ συνθεὶς τὸν τροχίσκον εὔδηλός ἐστιν ἐστοχασμένος τοῦ ξηραντικόν τε ἅμα καὶ ἀνώδυνον ἐργάσασθαι τὸ φάρμακον, ὕπνον τέ τινα φέρον, οὐ μὴν πρὸς μίαν γε τῶν εἰρημένων διαθέσεων ἀγωνιστικῶς ἱστάμενος, ἐκκόψαι διὰ ταχέων αὐτήν. τέταρτον ἄλλο φάρμακον ὁ Ἀνδρόμαχος ἔγραψεν, οὐδὲ πρὸς μίαν διάθεσιν ἀγωνιστικῶς συγκείμενον οὔτε πρὸς πολλὰς μετρίως. ἔχει δὲ οὕτως ἡ γραφή.

  94. 8.2.3

    [Πρὸς στομαχικοὺς ἱερὰ Ἀντιπάτρου.] ♃ Ἀλόης καλῆς δραχ. δ΄. μαστίχης δραχ. β΄. ἀσάρου δραχ. δ΄. ῥόδων ξηρῶν, σχοίνου, μήου, φοῦ, κασσίας ὁμοίως ἀνὰ γο S". ξηρῷ λείῳ χρῶ ὡς ἐπὶ τῆς ἀλόης. τὸ πέμπτον δὲ ἐπὶ τούτοις φάρμακον, ὃ δι’ ἀρνογλώσσου χυλοῦ σκευάζεται, καί φησιν Ἀπολλωνίου εἶναι αὐτὸ, τοιοῦτόν ἐστιν. ♃ ἀρνογλώσσου χυλοῦ ξηροῦ δραχ. γ΄. μαστίχης δραχ. β΄. σμύρνης δραχ. α΄. ἡδυόσμου δραχ. α΄. ζιγγιβέρεως δραχ. α΄. δοκεῖ μοι ταύτης τῆς δυνάμεως ὁ Ἀπολλώνιος πεπειρᾶσθαι, θερμοτέραν διάθεσιν ἔχοντος τοῦ στομάχου, καὶ οὕτως αὐτὴν ἀδιορίστως ἐπαινεῖν, οὐ δυναμένην ἐπὶ τῶν ψυχρὰν ἐχόντων διάθεσιν ἁρμόττειν, ἐμψυκτικὸς γάρ ἐστιν ὁ τοῦ ἀρνογλώσσου χυλός· ἡ δὲ ἐφεξῆς γεγραμμένη δοκεῖ μοι συντίθεσθαι προσπταίσαντος ἐν τῇ τῆς προτέρας χρήσει τοῦ συνθέντος αὐτὴν καὶ γνόντος ὡς ἐμψῦχον ἐποίησε τὸ φάρμακον, εἶτα διὰ τοῦτο καστορίου τε προσθέντος ὀλίγον καὶ ἀλόης τι κενοῦν δυναμένης καὶ μαστίχης ὡς εὐστομάχου καὶ κρόκου καὶ σμύρνης ὡς πέπτειν δυναμένων. διόπερ οὔτε τοῦτο τὸ φάρμακον οὔτε τὸ πρὸ αὐτοῦ παραλάβοιμι ἂν ἐπὶ στομαχικῆς διαθέσεως, οὐδεμίαν ἰάσασθαι καλῶς δυνάμενα πλὴν τῆς ἱκανῶς θερμῆς. ἔγραψε δ’ οὕτως αὐτό. ♃ ἀρνογλώσσου χυλοῦ ξηροῦ δραχ. ι΄. ἀλόης Ἰνδικῆς δραχ. α΄. μαστίχης δραχ. α΄. κρόκου ὀβολοὺς β΄. ὀπίου τριώβολον, καστορίου τριώβολον, σμύρνης δραχ. α΄. ἀνάπλασσε ἡλίκα ἐρέβινθος. ὡσαύτως δὲ οὐδὲ τὸ ἐφεξῆς γεγραμμένον ἄνευ διορισμοῦ καλῶς ἄν τις παραλάβοι κατὰ διάθεσιν ἄλλην, ὅτι μὴ μετρίας ξηρότητος καὶ στύψεως δεομένην, ἐπὶ χυμοῖς ὀλίγοις μὲν, μοχθηροῖς δὲ τῇ ποιότητι, σύγκειται γὰρ ἐξ ἠλέκτρου καὶ μαστίχης, ὡδί πως αὐτὸ γράψαντος καὶ τοῦ Ἀνδρομάχου. ♃ ἠλέκτρου, μαστίχης Χίας, τὴν ἤλεκτρον πλείονα βάλλε, δίδου κοχλιάριον ἓν, λεάνας ὕδατι. τὸ δ’ ἐφεξῆς τῶν προγεγραμμένων φαρμάκων, οὕτω πως ἔχον ἐν τῇ γραφῇ, στομαχικὴ Γάλλου τῇ θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένῃ διαθέσει χρήσιμός ἐστιν ἐκ μαράθρου καὶ ὄξους καὶ μέλιτος συγκειμένη, ἣν κατὰ λέξιν ἔγραψεν οὕτως ὁ Ἀνδρόμαχος. στομαχικὴ Γάλλου. ♃ μαράθρου χλωροῦ ῥίζης φλοιοῦ λίτρας S". ὄξους δριμέος ξε. α΄ S". ἀλόης γο γ΄. μέλιτος Ἀττικοῦ λίτραν μίαν. τὰς ῥίζας πλύνας ἔμβρεχε τῷ ὄξει ἡμέρας γ΄. εἶτα ἕψονται εἰς τὸ τρίτον, εἶτα ὅταν ἑφθαὶ γένωνται, ἐκθλιβεῖσαι ῥίπτονται, ἐπιχέας δὲ τὸ μέλι συνέψει, εἶτα ἐπίπασσε τὴν ἀλόην καὶ δίδου κοχλιάρια γ΄. σὺν ὕδατι. Ἀλκέτιος δὲ ὁ σοφιστὴς προσέθηκε τῇ γραφῇ, πηγάνου καὶ σελίνου ἐγκάρπων ἀνὰ χειροπληθὲς κελεύσας σὺν ταῖς ῥίζαις βρέχεσθαι καὶ τοῦ ὄξους ξε. S". τοῦ μέλιτος λίτρας β΄. καὶ ταύτην ἐπαινεῖ. τοῖς προγεγραμμένοις ἐφεξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος οὕτως εἰπών. στομαχικὴ ὡς Νικόστρατος. ♃ καθαρᾶς ἠλέκτρου, Χίας μαστίχης, ἴρεως Ἰλλυρικῆς ἀνὰ γο δ΄. ῥόδων ἄνθους γο β΄. δίδου ξηροῦ λείου κοχλιάρια β΄. μεθ’ ὕδατος γαλακτώδους, εὐθὺς γὰρ ἄπονον ποιεῖ, ἐν κερατίνῳ δὲ ἀποκείσθω. καὶ τοῦτο δὲ τὸ φάρμακον εὔδηλον ὅτι στυπτικώτερόν πώς ἐστι καὶ δεῖται διαθέσεως ὑγροτέρας ἐπὶ χυμοῖς οὔτε πολλοῖς οὔτε λίαν δακνώδεσιν, ἐφ’ οἷς, οἶμαι, πειραθέντα τὸν συνθέντα τὸ φάρμακον ἢ χρώμενον αὐτῷ συνεχῶς, ἄπονον ποιῆσαι τὸν κάμνοντα καὶ καθολικὴν ἀπόφασιν προσθεῖναι τῷ φαρμάκῳ, τοῦ ποιεῖν εὐθέως ἄπονον τὸν κάμνοντα, οὐ δυνάμενον ἐπὶ πολλῶν τοῦτο πράττειν. καὶ τὸ τελευταῖον γεγραμμένον φάρμακον ὑπ’ Ἀνδρομάχου τόνδε τὸν τρόπον πρὸς στομαχικούς. ♃ μαράθρου ῥίζης φλοιοῦ δραχ. β΄. οἴνου κυάθους γ΄. ἕψε ἕως γένηται κύαθος εἷς, καὶ δίδου ὅλον, καὶ τοῦτο τῶν θερμαινόντων ἐστὶ καὶ δεῖται διαθέσεως θερμαίνεσθαι δεομένης.

  95. 8.3.1

    [Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων στομαχικῶν φαρμάκων ἐν τῷ πρώτῳ τῶν ἐντός.] Ἤρξατο μὲν οὖν αὐτῶν ὡδί πως, πρὸς στομάχου ἀνατροπάς. τίνας δὲ λέγει ἀνατροπὰς οὐκ ἐδήλωσε σαφῶς. δύναται μὲν γὰρ καὶ τὰς ἀνορεξίας λέγειν, δύναται δὲ καὶ τὰς ἐπὶ τῇ τροφῇ γινομένας ναυτιώδεις διαθέσεις. ἐνίοτε μὲν γὰρ ἓν τοῦτο μόνον σύμπτωμα γίνεται μετὰ τὰς ἐδωδὰς, ἂν κινηθῶσιν ἰσχυροτέραν βραχὺ κίνησιν εὐθέως ἐμοῦσι. καλοῦσι γοῦν ἔνιοι καὶ τοὺς τοιούτους στομαχικοὺς καὶ ὑπτιοῦσθαι τὸν στόμαχον αὐτοῖς φασιν. ἕπεται δὲ τὸ σύμπτωμα τοῦτο ποτὲ μὲν ἀτονίᾳ μόνῃ τοῦ στόματος τῆς κοιλίας, οὐ δυναμένου περιστέλλεσθαι τοῖς σιτίοις ὁμοίως τῷ παντὶ κύτει τῆς γαστρὸς, ἔσθ’ ὅτε δὲ καὶ μετὰ τοῦ μοχθηράν τινα περιέχειν ὑγρότητα βραχεῖαν. ἡ γὰρ πολλὴ, καθάπερ γε καὶ ἡ πάνυ μοχθηρὰ καὶ χωρὶς τροφῆς, ἐργάζεται τὴν ναυτίαν, ἀλλ’ ὅ γε καλούμενος ὑπὸ τῶν πολλῶν ὑπτιασμὸς τοῦ στομάχου γίνεται μὲν καὶ κατὰ δυσκρασίαν ἡντιαοῦν ἄνευ κακίας ὑγρῶν, γίνεται δὲ καὶ δι’ ὑγρότητα πολλὴν μὲν, οὐ μὴν κακοήθη τῇ ποιότητι. διαβρεχόμενος γὰρ ὁ στόμαχος ὑγρότητι δαψιλεῖ χαλᾶται τοῖς συνδετικοῖς νεύροις ὁμοίως. εὐϊατοτάτη τοιγαροῦν ἡ διάθεσις αὕτη σχεδὸν ἁπασῶν ἐστι δεομένη φαρμάκων, ξηρᾶναι μὲν τὴν ὑγρότητα δυναμένων, συνάγειν δὲ καὶ σφίγξαι τὸ κεχαλασμένον σῶμα. διὰ βάθους μὲν οὖν ἐκτεταμένης τῆς ὑγρότητος καὶ παχείας καὶ γλίσχρας οὔσης, χρεία μίξεώς ἐστι φαρμάκου λεπτυντικοῦ τε καὶ ὡς ἂν εἴποι τις διαβρωτικοῦ, ὁποῖόν ἐστιν ὄξος τε καὶ ὀξύμελι. μήτε δὲ τοιαύτης οὔσης τῆς ὑγρότητος μήτε διὰ βάθους ἱκανὰ μόνα τὰ στύφοντα θεραπεύειν ἐστί. τὸ τοίνυν προκείμενον ἐν τῷ λόγῳ φάρμακον οὐ τῶν μετρίων ὑπτιασμῶν, ἀλλὰ τῶν ἰσχυροτέρων ἐστὶν ἰατικόν. ἦν δ’ ἂν μετρίων, εἰ τὰ στύφοντα μόνα τις ἔμιξεν ἢ καὶ τῶν θερμαινόντων τι, ψυχρᾶς τῆς διαθέσεως αἰσθανόμενος. ἱκανὸν δὲ γνώρισμα τοῦ ψυχροτέραν τὴν διάθεσιν εἶναι πρὸς τῇ τοῦ κάμνοντος αἰσθήσει τὸ ἄδιψον. ὅταν γὰρ μήτε διψώδης εἴη μήτε καύματος αἰσθάνηται κατὰ τὸ τῆς κοιλίας στόμα, δῆλόν ἐστιν οὐκ εἷναι θερμὴν τὴν διάθεσιν. ἐπιτήδεια τοίνυν ἐστὶν εἰς τὰ τοιαῦτα πάθη τῆς γαστρὸς τὰ γεγραμμένα τέτταρα φάρμακα κᾀγὼ νῦν γράψω κατὰ τὴν αὐτοῦ Ἀσκληπιάδου λέξιν τε καὶ τάξιν.

  96. 8.3.2

    [Πρὸς στομάχου ἀνατροπάς.] ♃ Ῥοιᾶς ὀξείας τῶν πυρήνων τεθλασμένων τοῦ χυλοῦ ξε. γ΄. ἡδυόσμου χυλοῦ ξε. α΄. μέλιτος Ἀττικοῦ ξε. α΄. βαλὼν εἰς ἀγγεῖον κεραμεοῦν ἕψε κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον α΄. ἢ καὶ δύο. ἄλλο, ποιεῖ καὶ δυσεντερικοῖς καὶ ἐμοῦσι τὴν τροφήν. ♃ μηλέας κυδωνίας τῆς ῥίζης λίτραν α΄. οἴνου μυρτίτου ξε. γ΄. ἕψε εἰς τὸ τρίτον, εἶτα ἐκθλίψας τὸ ὑγρὸν, ἐπίβαλλε μέλιτος Ἀττικοῦ λίτραν α΄ S". καὶ πάλιν ἕψε συνεχῶς κινῶν καὶ ἀνελόμενος, δίδου καθὰ προείρηται.

  97. 8.3.3

    [Ἡ διὰ τῶν ὀπωρῶν. ποιεῖ πρὸς στομάχου ἀνατροπὴν καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς.] ♃ Μῆλα Κυδώνια ἀριθμῷ ι΄. οὖα ἀριθμῷ ν΄. μέσπιλα ἀριθμῷ ν΄. ῥοῦ ἐρυθροῦ ξε. α΄. ὕδατος χοὰς στ΄. τὰς ὀπώρας θλάσας καὶ βαλὼν εἰς ὕδωρ ἕψε φιλοπόνως. καὶ ὅταν διαλυθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ πάλιν ἕψε, ἐκβαλὼν τὸ ἀχυρῶδες τῶν ὀπωρῶν, καὶ ὅταν τὸ τρίτον τοῦ ὑγροῦ ὑπολειφθῇ, ἐπίβαλλε μέλιτος Ἀττικοῦ λίτρας δ΄. καὶ ἕψε ἐπ’ ἀνθράκων κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου. ἡ χρῆσις δεδήλωται. ἄλλο. ♃ οὔων πεπείρων ξε. α΄. μύρτων μελάνων ξε. α΄. ῥοῦ Συριακοῦ ξε. α΄. κοκκυμήλων ἀγρίων ξε. α΄. μεσπίλων ξε. α΄. φοινικοβαλάνων Θηβαϊκῶν λίτρας β΄. μῆλα κυδώνια ι΄. ῥοιὰς ὁλοκλήρους σὺν τοῖς πυρῆσιν ι΄. γλεύκους Ἀμιναίου ξε. μη΄. σκεύαζε κατὰ τρόπον καὶ τὸ ὑγρὸν ἐκθλίψας, πάλιν ἕψε φιλοπόνως, ὥστε συστραφῆναι, καὶ χρῶ καθὰ προείρηται, ὁμοίως ταῖς προγεγραμμέναις δυνάμεσιν. πέμπτην ἔγραψεν ὁ Ἀσκληπιάδης ὡδί πως.

  98. 8.3.4

    [Καταπότια πρὸς στομάχου ἀνατροπὰς Ὀριγενείας, καλὰ καὶ δόκιμα λίαν.] ♃ Ῥόδων ἄνθους δραχ. η΄. μυρσίνης μελαίνης τοῦ καρποῦ, χωρὶς τῶν γιγάρτων, ὀξύβαφον, ὑοσκυάμου σπέρματος ὀξυβάφου ἥμισυ, τρῖβε ὁμοῦ φιλοπόνως κατὰ μικρὸν ἐπιβαλὼν προτρόπου ὅσον ἐξαρκεῖ, ἔπειτα τούτοις ἐπιβάλλων φοινίκων πατητῶν ι΄. τὴν σάρκα καὶ συλλεάνας, ἀνάπλασσε καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου γ΄. ἢ καὶ δ΄. καὶ μελικράτου παλαιοῦ κεκραμένου κυάθους β΄. καὶ τοῦτο τὸ φάρμακον ἐπὶ τῶν αὐτῶν διαθέσεών ἐστι χρήσιμον, ἐφ’ ὧν καὶ τὰ πρὸ αὐτοῦ τέσσαρα. βεβούληται δὲ ὁ συνθεὶς αὐτὸ καὶ ὑοσκυάμου σπέρμα μίξας διὰ τὴν μίξιν ταύτην ἀνωδυνώτερόν τε καὶ ὑπνοποιὸν ἐργάσασθαι μετὰ τοῦ καὶ ξηραίνειν. εὔδηλον δ’ ὅτι καὶ ψυκτικὸν ἔχει τι τὸ σπέρμα τοῦ ὑοσκυάμου, καθάπερ καὶ τὰ τῆς μήκωνος, ὥστε πρὸς τὰς θερμὰς διαθέσεις ἁρμόττειν. ὅμοιον τῷ προγεγραμμένῳ φάρμακον ἐφεξῆς αὐτῷ γέγραπται κατὰ λέξιν τήνδε. ♃ ῥόδων προσφάτων χωρὶς τῶν λοβῶν δραχ. η΄. μήκωνος λευκῆς τοῦ σπέρματος δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. β΄. ἀλόης τριώβολον, ἀσάρου τριώβολον, ὕδατι διαλύσας ἀνάπλασσε σφαιρία καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος. ἕβδομον ἐπὶ τοῖς προγεγραμμένοις φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν, προσθεὶς αὐτῷ διορισμὸν ἀπὸ συμπτώματος φαινομένου. φησὶ γὰρ τοῖς ἐγκαιομένοις ἁρμόζειν αὐτὸ καὶ διὰ τοῦτο ἄδιψον ὀνομάζει τὴν σύνθεσιν αὐτοῦ γράφων τήνδε.

  99. 8.3.5

    [Ἐγκαιομένοις ἄδιψον καταπότιον.] ♃ Σικύου ἡμέρου σπέρματος δραχ. η΄. ἀνδράχνης σπέρματος δραχ. η΄. τραγακάνθης δραχ. δ΄. διάλυε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς, ἐπίβαλλε τοῖς λοιποῖς καὶ τρίψας ἐπιμελῶς καὶ μίξας, ἀνάπλαττε καταπότια καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου ἕν ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω καὶ τὸ μετὰ τοῦτο δὲ ψυκτικόν τε ἅμα καὶ τονωτικὸν πλαδῶντος στομάχου, διάθεσιν ἔχοντος ὑγρὰν καὶ θερμήν. γράφει δὲ περὶ αὐτοῦ κατὰ λέξιν οὕτως ὁ Ἀσκληπιάδης.

  100. 8.3.6

    [Ἄλλο. ποιεῖ καὶ πρὸς τὴν τοῦ στομάχου ἀνατροπὴν, μάλιστα δὲ χρήσιμόν ἐστι τοῖς καῦμα πολὺ ὑπομένουσιν καὶ τοῖς καυσουμένοις.] ♃ Ῥόδων χλωρῶν τῶν φύλλων δραχ. στ΄. γλυκυῤῥίζης δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. οἴνῳ γλυκεῖ ἢ προτρόπῳ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν ἢ διαλύων ὕδατι ψυχρῷ, ἐρεβίνθου τὸ μέγεθος δίδου πίνειν. ἔνατον ἐπὶ τοῖς προγεγραμμένοις. φάρμακον ἔγραψεν ὁ Ἀσκληπιάδης ὡδί πως. πρὸς λυγμὸν καὶ στομάχου ἀτονίαν καὶ τροφῆς ἀναβολήν. ἡ μὲν οὖν ἀναβολὴ, τουτέστιν ὁ ἔμετος, ἐκ τοῦ γένους ἐστὶ τῶν ὑπτιασμῶν. ὅταν γὰρ ἰσχυρῶς τὸ στόμα τῆς γαστρὸς πάθῃ. τοῦτο γίνεται, καθάπερ ἔφην, ἐπί τε μοχθηρῶν χυμῶν, οὕς ἀποῤῥύψαι δι’ ἀτονίαν ἡ γαστὴρ ὁρμήσασα τὸ τῆς ναυτίας ἴσχει σύμπτωμα καὶ πρὸ τοῦ προσάρασθαι τὴν τροφὴν καὶ δι’ ἀτονίαν ἐσχάτην ἐπὶ τῇ τροφῇ πάσχει τοῦτο. τοὺς μὲν οὖν ἐπὶ τῇ τῶν ὑγρῶν φαυλότητι γινομένους ὑπτιασμοὺς ἡ πικρὰ θεραπεύει τάχιστα τὴν κακοχυμίαν ἐκκαθαίρουσα. τῶν δὲ διὰ τὴν ἀτονίαν βαρυνομένου τοῦ στομάχου γινομένων ἐμέτων ἴασίς ἐστι κατὰ τὴν τῆς δυσκρασίας ἐπανόρθωσιν. οὐκ ὀλιγάκις δὲ συμβαίνει μὴ μόνον τὸν στόμαχον, ἀλλὰ καὶ τὴν γαστέρα δι’ ἀτονίαν οὐ δυναμένην φέρειν τὸ βάρος τῶν σιτίων, ἀποῤῥίπτειν αὐτὰ ποτὲ μὲν εἰς τὸ κάτω μέρος, ὅταν καὶ ὁ στόμαχος ἐκείνων εὐτονώτερος ᾖ, ποτὲ δὲ ἄνω δι’ ἀτονίαν στομάχου, καθ’ ὃν ἂν καιρὸν οὗτος ἀτονώτερος ᾖ τῶν κάτω. τοῦτο τοίνυν τὸ σύμπτωμα τὸ κατὰ τοὺς ἐμέτους ἓν μέν ἐστιν, ἕπεται δὲ πολλαῖς διαθέσεσι διάφορον ἐχούσαις ἴασιν. ὡσαύτως δὲ καὶ ὁ λυγμὸς ἐνίοτε μὲν ἐπιγίνεται τῷ στομάχῳ διὰ ψύξιν ἢ πλήρωσιν, ἐνίοτε δὲ διὰ δῆξιν ὑγρῶν, δριμέων τε καὶ φαρμακωδῶν ταῖς ποιότησιν. οὔκουν οἷόν τε φάρμακον εὑρεῖν ἐστιν ἐπιτήδειον ἁπάσαις ταῖς εἰρημέναις διαθέσισιν. ἃ δ’ ἐφεξῆς ἀλλήλων ἔγραψεν ὁ Ἀσκληπιάδης δύο πρὸς τοῖς ἄλλοις φάρμακα δέδεικται πολὺ διαφέρουσαν ἔχοντα τὴν οὐσίαν τῆς ἀνθρωπίνης φύσεως, ἃ μάλιστα πάντων τῶν μορίων τοῦ σώματος ὁ στόμαχος οὐ φέρει διὰ τὸ περιττὸν τῆς αἰσθήσεως. ἀνιᾶται οὖν μεγάλως, κᾀπειδὰν τῶν στοματικῶν τι φαρμάκων εἰς αὐτὸν τύχῃ παραῤῥυὲν, ὅσα χάλκανθον ἤ τι τοιοῦτον ἔχει. τὸ γὰρ διὰ τῶν ὀπωρῶν ἐξ ἐδωδίμου γέγονεν ὕλης. ἐναντιώτατον δέ ἐστιν ἀνθρώπου φύσει τὸ χάλκανθον, ὥσπερ δὴ καὶ ὁ μανδραγόρας. φευκτέον οὖν ἐστι τὰ δύο ταῦτα φάρμακα τὰ διὰ χρυσοβαλάνου τε καὶ μανδραγόρου ῥίζης τοῦ φλοιοῦ συγκείμενα, παραθήσομαι δ’ ὅμως αὐτῶν καὶ τὴν σύνθεσιν. ἔστι δ’ ἡ μὲν τοῦ προτέρου γεγραμμένη τοιάδε. ♃ χρυσοβαλάνου λίτραν α΄. μαστίχης Χίας λίτραν S". μανδραγόρου ῥίζης φλοιοῦ γο γ΄. κόψας καὶ σήσας, ἀναλάμβανε ἡδυόσμου χυλῷ καὶ ποίει καταπότια καὶ δίδου τριώβολον μεθ’ ὕδατος ψυχροῦ κυάθων τριῶν. ἡ δὲ τοῦ δευτέρου γεγραμμένου φαρμάκου σύνθεσις ἔστιν ἥδε. ♃ μαστίχης Χίας λίτραν α΄. τραγακάνθης λευκῆς λίτραν μίαν, μανδραγόρου ῥίζης τοῦ φλοιοῦ γο β΄. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον ἐπιπάσσων ὕδατος ψυχροῦ κυάθῳ ἑνί. μετὰ τὰς προγεγραμμένας δύο δυνάμεις ὁ Ἀσκληπιάδης οὕτως ἔγραψεν. πρὸς τὰς εἰλεώδεις τοῦ στομάχου ἀνατροπάς. εἰκάσειε δ’ ἄν τις αὐτὸν εἰλεώδεις ὀνομάζειν τὰς ἰσχυρὰς, ὡς γὰρ ἐν τοῖς εἰλεοῖς ἔμετοι μετὰ σφοδρᾶς γίνονται συντονίας ὡς καὶ κόπρον ἐμεῖν, οὕτω καὶ τοὺς ἄλλους ἐμέτους, ὅσοι σύντονοί γέ εἰσιν, δύναιτ’ ἄν τις εἰλεώδεις ὀνομάζειν ἕπονται δ’ οὗτοι μεγάλως ἀνιαθεῖσι τοῖς πάσχουσι μορίοις ὑπὸ φαρμακωδῶν ἰχώρων, ἐὰν δὲ καὶ ἀτονώτερά πως ᾖ, διπλασιάζεται τὸ κακόν. ἔσται δὴ διὰ τοῦτο τῆς ἰάσεως ὁ σκοπὸς ἅμα μὲν ἀνατιθέντων ἡμῶν τοῖς πάσχουσι μορίοις εὐώδεις ποιότητας, οἷαί περ αὐτῶν ἀρωμάτων εἰσὶ καὶ τινων ἐδωδίμων σπερμάτων, ὁποῖόν ἐστιν ἄνισόν τε καὶ σέλινον καὶ δαῦκος καὶ κύμινον καὶ σέσελι. κατὰ τοῦτο οὖν καὶ ὁ Ἱπποκράτης ἐπὶ τῶν πλευριτικῶν διδοὺς καθαῖρον φάρμακον, μιγνύναι τι τούτων ἐκέλευσε γράφων ὧδε. ἢν δὲ ὑπὸ φρένας εἴη τὸ ἄλγημα, εἰς δὲ τὴν κληϊδα μὴ σημάνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίαν μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδῶν μιγνύντας. φαίνεται γὰρ ἐν τούτοις τῆς εὐωδίας αὐτῶν μάλιστα δεόμενος εἰς τὴν μίξιν, ἕνεκα τοῦ τὸ φαρμακῶδες, ὅπερ ἐστὶν ἐναντίον ἀνθρώπου φύσει, παραμυθήσασθαί τε καὶ ἀμβλῦναι. καθάπερ γὰρ τὰ δυσώδη πάντα τὸν στόμαχον ἀνατρέπειν πέφυκεν, οὕτω τὰ εὐώδη ῥωννύναι. ἂν δὲ πρὸς τοῦτο καὶ τὸ ἐδωδίμοις αὐτοῖς εἶναι παρῇ, πολλαπλασίως ὠφελήσει τὸν ἀνατετραμμένον στόμαχον ἐπὶ τῇ κακίᾳ τῶν ἰχώρων. κατὰ τοῦτον μὲν οὖν τὸν λογισμὸν ἄνισόν τε καὶ σέλινον ἐνέμιξεν ὁ συνθεὶς τὸ προκείμενον φάρμακον, ἀψίνθιόν τε διότι ῥυπτικὸν πέφυκεν, καὶ ἀποσμῆχον καὶ ὑπάγον ὅσοι κατὰ τὸν στόμαχόν εἰσι μοχθηροὶ χυμοὶ συνάγειν τε καὶ σφίγγειν καὶ τόνον ἐπιτιθέναι τῷ μορίῳ. τὸ δὲ κιννάμωμον, ὡς ἐν ἅπασι τοῖς δυσώδεσι καὶ σηπεδονώδεσιν ἀντιτεταγμένον ἰχῶρσι, κατ’ ἄμφω τὰς ἑαυτοῦ δυνάμεις, ἀλλοιωτικήν τε καὶ διαφορητικὴν, οὐ μικρὰν γὰρ ἐκ τῆς εὐωδίας ὠφέλειαν παρέχει ταῖς κακαῖς ἁπάσαις διαθέσεσιν. ὄπιον δ’ ὀλίγον ἔμιξε τῷ φαρμάκῳ τὴν αἴσθησιν ἀμβλῦναι τοῦ στομάχου βουλόμενος, ὧ λόγῳ καὶ τοῖς κοιλιακοῖς αὐτὸ δίδομεν, εἴτε καρώδη τινὰ ὕπνον ἐπενεγκεῖν δυνάμενον. ἐπανορθούμενος δὲ ὁ συνθεὶς τὸ φάρμακον τὴν ἐκ τοῦ ὀπίου σφοδρὰν ψύξιν, ἔμιξεν αὐτῷ τὸ καστόριον, ἀντιτεταγμένον πως αὐτοῦ τῇ δυνάμει. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ πέπερι μέμικται. περὶ δὲ τῆς σμύρνης ἄξιον ἐπιστῆσαι, καθ’ ὅσον γὰρ ἡ δύναμις αὐτῆς ἐστι πεπτικὴ τῶν παρὰ φύσιν καὶ μοχθηρῶν χυμῶν, κατὰ τοσοῦτον προσηκόντως μέμικται· καθ’ ὅσον δὲ φαρμακώδης ἐστὶν, οὐ προσηκόντως, ἀλλ’ ἡ βραχύτης αὐτῆς εἰς μὲν τὴν πέψιν τι συντελεῖ, τὸ δὲ τῆς ποιότητος ἀλλόκοτον οὐκ ἐνδείκνυται νικωμένης ὑπὸ τῶν εὐόσμων. ἐγὼ γοῦν τὸ προκείμενον φάρμακον καὶ χώρις τῆς σμύρνης εἴωθα σκευάζειν, ἐπὶ τὸ ἀσφαλέστερον ἀεὶ πειρώμενος ἄγειν τὰς χρήσεις ἁπάντων τῶν φαρμάκων καὶ μάλισθ’ ὅταν ὀξέως πυρέττοντι δίδοταί τι τοιοῦτον. ὡς οὖν κιννάμωμον ἔχον τοῦτο τὸ φάρμακον καὶ σπέρματα θερμὰ καὶ διουρητικὰ καὶ πέπερι, καὶ πρὸς τούτῳ γε καστόριόν τε καὶ ὄπιον, ἐπὶ πολλῶν παθῶν εἰκότως ὠφέλιμον γίνεται, ποτὲ μὲν μετ’ οἴνου τινὸς τῶν εὐστομάχων διδόμενον, ὁποῖος ὁ πρότροπός ἐστι, ποτὲ δὲ μετὰ μύρτων ἀφεψήματος ὡς ἐπὶ δυσεντερικῶν, ἢ μετ’ ὀξυμέλιτος ὡς ἐπὶ σπληνικῶν. ἐπὶ δὲ χολέρας μετὰ ψυχροῦ, καθάπερ ὁ Ἀσκληπιάδης ἔγραψεν, ἀλλὰ προσδιορισάμενος, εἰ διψωδέστερός ἐστι νῦν ἢ πρόσθεν, ἢ ἄσης θερμῆς αἴσθησις αὐτῷ κατὰ τὸ στόμα τῆς κοιλίας, ἢ ψυχροπότης ἦν ὁπόθ’ ὑγίαινε. ἐγὼ τοῦτο τὸ φάρμακον ἐπὶ τὸ ἀσφαλέστερον ἄγων ἀφῆκά τε τὴν σμύρναν ηὔξησά τε τὴν τοῦ πεπέρεως ποσότητα. πλεῖστον δὲ κιννάμωμον αὐτοῦ λαβόντος ἀναγκαῖον ἡμῖν ἐστιν, ὅταν ἀπορῶμεν κινναμώμου, κασσίαν τὴν ἀρίστην ἐμβάλλειν, ἤτοι πλείονα διπλῷ σταθμῷ τοῦ κινναμώμου ἢ πάντως οὐκ ἐλάττονα. ἡ δ’ ὑπ’ Ἀσκληπιάδου γεγραμμένη συμμετρία τῶν μιγνυμένων φαρμάκων ἐστὶν ἥδε κατὰ λέξιν.

← Previous · Next → — showing 501600 of 941

First Thousand Years of Greek. CTS URN tlg0057.tlg076.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.