De simplicium medicamentorum temperamentis ac facultatibus I-VI
- 4.4.1
Ἀλλὰ τούτων μὲν ὀλίγον ὕστερον ἐροῦμεν τὰς πίστεις. ὅ δὲ χρὴ πρότερον συμβουλεῦσαι τοῖς τὰ τοιαῦτα χωρὶς ἀλαζονείας σοφιστικῆς αὐτῆς ἕνεκεν τῆς ἀληθείας ἐπισκοπουμένοις, ἤδη μοι καιρὸς εἰπεῖν, ὡς οὐ χρὴ μόνῳ τῷ λόγῳ γεγυμνάσθαι δι’ ὧν ἀεὶ παρακελεύομαι μεθόδων λογικῶν, ἃς ἐν τοῖς περὶ τῶν ἀποδείξεων ὑπομνήμασιν εἶπον, ἀλλὰ καὶ τὴν αἴσθησιν τὴν γευστικὴν ἐπὶ τῶν χυμῶν γυμνάζειν ἐπιμελῶς, ἀρχομένους ἀπὸ τῶν ἐναργεστάτην ἐχόντων ἡντιναοῦν ποιότητα μίαν. εἰ μὲν τὴν δριμύτητα κατανοῆσαι σαφῶς ἐθέλοις, ἐπὶ σκορόδου καὶ κρομμύου καὶ τῶν ὁμοίων αὐτοῖς, ἀπογευόμενός τε συνεχῶς καὶ διαμασώμενον ἐπὶ πλεῖστον καὶ τὴν μνήμην πειρώμενον ἀκριβῶς παρατίθεσθαι τοῦ γιγνομένου πάθους τὴν αἴσθησιν· εἰ δὲ τὴν στύψιν, ἐπὶ κικίδος τε καὶ ῥοῦ καὶ τῶν ὁμοίων· εἰ δὲ τὴν πικρότητα, νίτρου καὶ χολῆς γευόμενον· εἰ δὲ τὴν γλυκύτητα, σιραίου καὶ μέλιτος, ἔτι δὲ πρὸς τούτοις εἴτ’ οὖν ἄποιον ἐθέλοις εἴτε μέσον ἐν ποιότητι τῇ πρὸς τὴν γεῦσιν ὑπολαμβάνειν, τὸ ὕδωρ ἀξιῶ σε καὶ τούτου γευσάμενον, ἀκριβῶς ἔχειν ἐν τῇ μνήμῃ, καὶ μάλιστά γε τοῦ μηδεμίαν ὧν νῦν εἴρηκα ἐμφαίνοντος ποιότητα, μήτε γλυκύτητα μήτε δριμύτητα μήτ’ ὀξύτητα μήτε πικρότητα, καὶ πρὸς τούτοις ἔτι μήθ’ ἱκανῶς θερμοῦ μήθ’ ὑπερβαλλόντως ψυχροῦ. ἐντεῦθεν γὰρ ὁρμώμενος ἑτοιμότερον ἐπί τε τὴν τῶν ἄλλων ἁπάντων ἀμυδρῶν χυμῶν ἀφίξῃ διάγνωσιν ἐπί τε τὴν τῶν ὡς ἐγὼ μέν φημι γλυκέων, ὡς δ’ ἄλλοι τινὲς, ὑδατωδῶν, οἷος ὅ τε τῶν καλάμων ἐστὶ τῶν χλωρῶν καὶ ἀγρώστεως καὶ προσέτι πυρῶν καὶ κριθῶν καὶ ζειῶν καὶ ἄλλων πολλῶν, ὧν καὶ Θεόφραστος μέμνηται, ζητῶν εἴτ’ εἴδη πλείονα θετέον ἐστὶν τῶν γλυκέων χυμῶν, εἴτε τῷ μᾶλλόν τε καὶ ἧττον αὐτοὺς ὑποληπτέον διαφέρειν ἀλλήλων. ἀλλὰ περὶ μὲν τούτων αὖθις διαιρήσομαι.
- 4.5.1
Ὁποίαν δ’ ἄν σοι τὸ ἀποιότατον ὕδωρ αἴσθησιν παράσχῃ, τοιαύτην ὅταν ἔν τινι τῶν ξηρῶν εὑρίσκῃς, ἔξω δηλονότι πάσης τὸ τοιοῦτον θερμότητός τε καὶ ψυχρότητος ἐπιφανοῦς ἐστι, μέσην ὡς οἷόν τε μάλιστα κατάστασιν ἔχον, ἢ καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρόν. ἀλλ’ εἴπερ οὕτως ἔχον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ ξηρὸν εἴη τὴν σύστασιν, ἀνάγκη γεῶδες ὑπάρχειν αὐτὸ καὶ ξηραίνειν ἀδήκτως. ὀνομάζεται δὲ πρὸς τῶν ἰατρῶν ἅπαντα τὰ τοιαῦτα τῶν φαρμάκων ἐμπλαστικὰ, καθάπερ τὰ πλεῖστα τῶν ἀκριβῶς πεπλυμένων, ἄμυλος, πομφόλυξ καὶ ψιμμύθιον καὶ τίτανος καὶ καδμεία καὶ γῆ ἡ Κρητικὴ καὶ Κιμωλία καὶ χόνδρος καὶ Σάμιος ἀστὴρ καὶ ἡ τῶν γναφέων γῆ, τῶν ἐμπλαστικῶν ἐστι φαρμάκων. τινὰ δ’ ἐξ αὐτῶν οὐ γεώδη μόνον, ἀλλὰ καὶ ὑδατώδη τὴν φύσιν ἐστὶν, ἔνια δὲ καὶ ἀέρα οὐκ ὀλίγον ἐν αὐτοῖς περιέχει, γλίσχρα μέντοι ταῦτα πάντα καὶ διὰ τοῦτο ἐμπλαστικά.
- 4.6.1
Διττὴ γὰρ ἡ τῶν ἐμπλαστικῶν ἐστι φύσις, ἡ μὲν ἑτέρα γεώδης ἀκριβῶς καὶ ξηρὰ, ἡ δ’ ἑτέρα γλίσχρα μὲν πάντως, μικτὴ δ’ ἐξ ὕδατος καὶ γῆς καὶ τὰ πολλὰ καὶ ἀέρος, ὥσπερ καὶ τοὔλαιον τὸ γλυκύ. λέλεκται δ’ ἔμπροσθεν ὁποῖον λέγω τὸ γλυκύ. τουτὶ μὲν οὖν ἐξ ἀερώδους τε ἅμα καὶ γεώδους καὶ ὑδατώδους οὐσίας μέμικται· τὸ δὲ τοῦ ὠοῦ λευκὸν ἐκ τῶν αὐτῶν μέν πως, γεωδέστερον δέ ἐστιν ἐλαίου, καὶ μὲν δὴ καὶ τὸ τυρῶδες τοῦ γάλακτος ἐμπλαστικόν ἐστιν καὶ ἡ τοῦ ὑὸς πιμελή. ταύρου μὲν γὰρ καὶ τράγου πιμελὴ δριμύτητα πολλὴν ἔχει καὶ πυρώδη· βοὸς δὲ καὶ αἰγὸς ἧττον μὲν, ἤδη δέ πως καὶ τούτων τὸ στέαρ δριμύ. καὶ γὰρ δὴ καὶ στέαρ ὀνομάζεται τῶν τοιούτων ζώων ἡ πιμελὴ, διὰ τὸ πάχος. ἔτι γὰρ οὐ θερμοτέρα μόνον, ἀλλὰ καὶ γεωδεστέρα τῆς τῶν ὑῶν. χηνὸς δὲ καὶ ἀλεκτρυόνος ἐστὶ μὲν καὶ θερμοτέρα καὶ ξηροτέρα τὴν τῶν ὑῶν, ἀλλὰ καὶ λεπτομερής τε καὶ ἥκιστα γεώδης. οὕτω δὲ καὶ πάντων τῶν πτηνῶν, ὅτι καὶ ἡ οὐσία τοῦ σώματος αὐτῶν οὐκ ὀλίγον ἔχει τὸ ἀερῶδες. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος. ὅσαι δ’ οὖν πιμελαὶ μήπω δριμύτητά τινα ἔχουσιν, ἐμπλαστικαὶ τῶν πόρων εἰσὶν, καὶ μᾶλλον αἱ ξηρότεραι καὶ γεωδέστεραι. τοιοῦτος δ’ ἐστὶν καὶ ὁ πεπλυμένος κηρός. ἀποτίθεται γὰρ καὶ αὐτὸς τὴν ἐκ τοῦ μέλιτος δριμύτητα. πρόδηλον δ’ ὡς οὐ περὶ τοῦ πικροῦ τῇ φύσει κηροῦ λέγεται ταῦτα, καθάπερ ὁ Ποντικός ἐστιν. ἐῥ ἀψινθίου γὰρ ἐκεῖνος ἔχει τὴν πικρότητα, καὶ εἰ πλύναις αὐτὸν μυριάκις, οὐκ ἂν ἐκνίψαις τελέως τὴν πικρότητα. φυλάττεσθαι δὲ καὶ τὸν ἐκ δριμέος καὶ θυμώδους μέλιτος κηρὸν, ὅταν ἄδηκτον ἀκριβῶς ἐθέλοις σκευάσαι φάρμακον. ἐπιτήδειος οὖν ὁ ἐξ ὑδατωδεστέρου καὶ ἥκιστα δριμέος μέλιτος εἰς τὸ πλύνεσθαι.
- 4.7.1
Τὰ μὲν οὖν ἐμπλαστικὰ φάρμακα τοιαῦτα. περὶ δὲ τῶν στυφόντων τε καὶ ὀξέων αὖθις ἐπάνειμι. τὰ μὲν στύφοντα γεώδη μέν ἐστι καὶ παχυμερῆ ταῖς τῶν ὄγκων συστάσεσι, ψυχρὰ δὲ ταῖς ποιότητι· τὰ δ’ ὀξέα λεπτομερῆ μέν ἐστι τοῖς σώμασιν, ψυχρὰ δ’ ὡσαύτως τοῖς στύφουσι. πίστις δ’ ὑπὲρ ἀμφοῖν διττὴ, κατὰ μὲν τὴν αἴσθησιν ἐξ ἀπαγωγῆς, κατὰ δὲ τὸν λόγον ἐκ τῆς οὐσίας αὐτῶν. εἰρήσεται δὲ προτέρα τῶν πίστεων ἡ σαφεστέρα μὲν τοῖς πολλοῖς, ἀσθενεστέρα δ’ ὡς πρὸς ἀπόδειξιν ἐπιστημονικήν. οἱ ἀπὸ τῶν δένδρων καρποὶ πάντες, ὅσοι γλυκεῖς ἡμῖν φαίνονται πεπανθέντες, ἄρτι γεννώμενοι στρυφνοί τέ εἰσι καὶ ξηροὶ ταῖς συστάσεσι καὶ κατὰ τὴν τοῦ γεννῶντος δένδρου φύσιν ἕκαστος, ὥς που καὶ Θεόφραστος ἔλεγεν, ἐλαῖαι, σταφυλαὶ, μῆλα, ῥοιαὶ, μόρα, φοίνικες, ἄπιοι. προϊόντες δὲ τῷ χρόνῳ γίγνονται μὲν ὑγρότεροι, προσλαμβάνουσι δὲ ὀξύτητα τῇ στρυφνότητι, καὶ ταύτην ἀποτιθέμενοι κατὰ βραχὺ γλυκεῖς αὖθις γίνονται τελειούμενοι. τινὲς δ’ οὐδ’ ἐπὶ τοῖς δένδροις, ἀλλ’ ἀφαιρούμενοι μετὰ χρόνον ἀπολαμβάνουσι τὴν γλυκύτητα. ἄλλοι δέ τινες οὐδὲ διὰ μέσης τῆς ὀξύτητος, ἀλλ’ ἄντικρυς ἀπὸ τῆς στρυφνότητος ἐπὶ τὴν γλυκύτητα παραγίνονται, καθάπερ καὶ ὁ τῆς ἐλαίας. καὶ μὴν ὅτι γε τῷ θερμῷ πέπτονται πάντες δῆλον, ὅτι τε διττόν ἐστι τοῦτο, τὸ μὲν ἴδιον ἔμφυτον ἑκάστου, τὸ δ’ ἔξωθεν μὲν ἀπὸ τοῦ ἡλίου, σύμφυτον δὲ καὶ οἰκεῖον αὐτοῖς, εἴπερ μεμνήμεθα τῶν ὑποκειμένων ἡμῖν ἀεὶ στοιχείων, ἴσμεν δήπου σαφῶς. ἀλλ’ εἴπερ στρυφνότεροι μέν εἰσι κατ’ ἀρχὰς, πεπαινόμενοι δὲ γίνονται γλυκεῖς, ἐκ θερμασίας ἡ γλυκύτης αὐτοῖς ἐκ ψύξεως δὲ ἡ ὀξύτης τε καὶ στρυφνότης ὑπῆρξεν. ἐπεὶ δὲ καὶ κατ’ ἀρχὰς μὲν ἔτι ξυλώδεις, ὥς καὶ Θεόφραστος ἔλεγε, ξηροί τέ εἰσιν ἅμα καὶ στρυφνοὶ, τὸ πλῆθος δ’ αὐτοὺς τῆς ἐπιῤῥεούσης ὑγρότητος ὀξεῖς ἐργάζεται, πρόδηλον ὡς γεωδέστερος μέν ἐστιν ὁ στρυφνὸς χυμὸς, ὑγρότερος δ’ ὁ ὀξὺς, ὥστε καὶ Πλάτων ὁρίζων ὀρθῶς ἔλεγεν· ὅσα τοιαῦτα τοῖς χυλοῖς ἐμφέρεται γεώδη μόρια, κατατηκόμενα ταῦτα καὶ συνάγοντα καὶ ἀποξηραίνοντα τὰ νοτερὰ τῶν τῆς γλώττης αἰσθητικῶν μορίων, τραχύτερα μὲν ὄντα στρυφνὰ, ἧττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται. καὶ ἡμεῖς δὲ πρὸς τούτοις, ὅτι καὶ ψυχρός ἐστιν τὴν κρᾶσιν ὁ τοιοῦτος χυμὸς ὀρθῶς ἐροῦμεν. ἂν γὰρ γεώδης ᾖ μόνον, ἐμπλαστικὸς, οὐ στρυφνὸς ἔσται, καί πως ὁ λόγος ἐπὶ τὴν οὐσίαν αὐτὴν ἤδη μεταβὰς τῶν χυμῶν ἐπιστημονικῆς ἀποδείξεως ἅπτεται. εἰ γὰρ τῷ στρυφνῷ χυλῷ συνάγειν καὶ ξηραίνειν καὶ τραχύνειν τὴν γλῶτταν ὑπάρχει σαφῶς, ἐδείχθη δ’ ἐν τοῖς ἔμπροσθεν λόγοις ὑπὸ ψυχροῦ μόνου συνάγεσθαι καὶ σφίγγεσθαι καὶ πιλεῖσθαι τὰ σώματα, πρόδηλον ὡς πάντως ψυχρός ἐστιν ὁ στρυφνὸς χυμός· ἐπεὶ δὲ καὶ ἀνωμάλως ξηραίνει, τοῦτο γὰρ ἦν τὸ τραχῦνον, εἴη ἂν πάντως καὶ γεώδης. ὁμαλῶς γὰρ ἅπαντα ὁ ὑδατώδης διεξέρχεται. ὑπάρχει γὰρ ἀχώριστον αὐτῷ, κᾂν διασπασθῇ, τὸ πάλιν ἑνοῦσθαι, τῷ δὲ γεώδει σώματι τῷ κατὰ τοὺς χυμοὺς ἐμφερομένῳ καὶ τὸ διασπᾶσθαι μὲν ἤδη πάρεστιν, καὶ τὸ μηκέτι δὲ συνιέναι ῥᾳδίως ὑπάρχει. καὶ μέντοι καὶ τὸ τῆς αἰσθήσεως ἴδιον ἑκατέρου πάθους ἀναμνησθέντι σοι τοῖς αὐτοῖς μαρτυρήσει. ταχεῖα μὲν γὰρ ἡ τῶν ὀξέων χυμῶν διέξοδος ἐν τοῖς αἰσθητικοῖς σώμασι φαίνεται γιγνομένη, βραδεῖα δ’ ἡ τῶν στρυφνῶν. καὶ τὰ μὲν ὀξέα διὰ βάθους ἐνεργεῖν φαίνεται μᾶλλον, ἐπιπολῆς δὲ τὰ στρυφνά. ταῦτ’ οὖν ἅπαντα παχυμερῆ μὲν εἶναι ἐνδείκνυνται τὰ στρυφνὰ σώματα, λεπτομερῆ δὲ ὑπάρχειν τὰ ὀξέα. ταυτὶ μὲν οὖν ἱκανῶς ἀλλήλοις ὡμολόγηται, τά τ’ ἀπὸ τῆς οὐσίας αὐτῆς τῶν πραγμάτων εἰρημένα καὶ τὰ διὰ τῆς τῶν εὑρημένων κατὰ τὴν αἴσθησιν ἐπαγωγῆς· οὐδὲν δ’ ἂν εἴη χεῖρον ἔτι καὶ ταῦτα προσθεῖναι, μεμνημένους πάλιν κᾀνταῦθα τῆς τῶν ὀνομάτων χρήσεως, ὡς στύφειν μὲν ἄμφω λέγεται, τό τ’ αὐστηρὸν καὶ τὸ στρυφνὸν, ἐν δὲ τῷ μᾶλλον καὶ ἧττον διαφέρει. καὶ μὴν καὶ ὅτι πολλαὶ τοῖς φαρμάκοις ὑπάρχουσι ποιότητες οὐ διάφοροι μόνον, ἀλλὰ καὶ μαχόμεναι πρὸς ἀλλήλας, ἐνίοτε δὲ καὶ παντάπασιν ὑπεναντίαι, δέδεικται μὲν ἔμπροσθεν αὐτάρκως, ἄρξασθαι δ’ ἀπ’ αὐτοῦ καὶ νῦν ἀναγκαῖον. εἰ μὲν γάρ σοι φαίνοιτο γευομένῳ καὶ στρυφνὸν ἅμα καὶ δάκνον ταὐτὸ, τουτὶ μὲν ἀπολιπεῖν σε κελεύσω τὸ φάρμακον, ἔρχεσθαι δ’ ἐπὶ τὸ στρυφνὸν ἄνευ τοῦ δάκνειν. εἰ δὲ μηδ’ ὀξὺ φαίνοιτο, μηδὲ γλυκὺ, μηδὲ πικρὸν, ἀλλ’ ὡς οἷόν τε μάλιστα μίαν ἔχον ἄμικτον ποιότητα τὴν τῆς στύψεως, οὕτως ἤδη βασανίζειν αὐτὸ τῇ πείρᾳ καθ’ ὃν πολλάκις ἔμπροσθεν ὑπεθέμην σοι τρόπον. ἐὰν γὰρ ἅμα τό τε στύφειν ἔχῃ καὶ τὸ δάκνειν ἤ τινα ἄλλην ἐναργῆ ποιότητα καὶ δύναμιν ἐπιμεμιγμένην τῇ στύψει, περιττὸν καὶ μάταιον εἰς πεῖραν ἄγειν τὸ τοιοῦτον φάρμακον, ἐπειδὰν δοκιμάζῃς ἐνέργειαν στύψεως. ἄδηλον γὰρ εἴτε διὰ τὴν στύψιν, εἴτε διά τινα τῶν ἀναμεμιγμένων αὐτῇ ποιοτήτων, εἴτε καὶ δι’ ἀμφοτέρας ἐνήργησεν ὡδί πως περὶ τὸ πλησιάζον αὐτῷ σῶμα. χαλκῖτις οὖν καὶ μίσυ καὶ χάλκανθος καὶ λεπὶς χαλκοῦ καὶ σῶρυ, στύφοντά τε ἅμα καὶ δάκνοντα, δρᾷ μὲν κατ’ ἀμφοτέρας τὰς ποιότητας εἰς ἕκαστον τῶν ὁμιλούντων σωμάτων, οὐ μὴν διδάξαι γε ἡμᾶς δύναται σαφῶς εἴτε διὰ τὴν στύψιν ἔχει τὸ καίειν, εἴτε διὰ τὴν δριμύτητα. καταλιπεῖν οὖν ἄμεινον αὐτὰ καὶ γεύεσθαι πολλῶν ἐφεξῆς ἄλλων ἐπισκοπούμενον εἰλικρινῆ στύψιν ἰδίᾳ καὶ καθ’ ἑαυτὴν ὡς οἷόν τ’ ἐστὶ μάλιστα, κᾀπειδὰν τοιαύτην εὕρῃς, οὕτως ἤδη κρίνειν τὸ φάρμακον αἷς πολλάκις ἔμπροσθεν ἤκουσας μεθόδοις, οἷον εἴ σοι γευομένῳ φαίνοιτο βαλαύστιον, ἢ κικὶς, ἢ κύτινος, ἢ ὑποκυστὶς, ἢ στρύχνος, ἢ γλαύκιον, ἢ ἀκακία, ἢ ῥοῦ χυλὸς, ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶς μὲν εἶναι στρυφνὸν, ἔκδηλον δ’ ἑτέραν ποιότητα μηδεμίαν ἔχον, ἐξετάζειν ἐπὶ τῶν τοιούτων ἤδη καὶ βασανίζειν ἀκριβῶς ἐνέργειαν στύψεως. ἡ δὲ ἐξέτασις, ὡς εἴρηται πολλάκις, ἐπί τε τῶν ἐν ἀρίστῃ κατασκευῇ σωμάτων ἀκριβῶς ὑγιαινόντων, ἐπί τε τῶν ἁπλῶν γινέσθω σοι παθῶν, ἤτοιν θερμῶν, ἢ ψυχρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν. εἰ μὲν γὰρ αὐτό τε τὸ ὑγιαῖνον σῶμα φαίνοιτο σαφῶς ἐμψῦχον, ἐπί τε τῶν θερμῶν ἁρμόττει παθῶν, ἐναργῆ δὲ καὶ αὐτῷ τῷ κάμνοντι τὴν ψυχρὰν προσβάλλει ποιότητα, τολμᾷν ἤδη τι περὶ τῆς στύψεως ὡς ψυχούσης ἀποφαίνεσθαι. εἰ δ’ ἔμπαλιν ἔχον εὑρίσκοιτο καὶ τῶν ὑγιαινόντων σωμάτων ὑπ’ αὐτοῦ θερμαινομένων καὶ τῶν θερμῶν νοσημάτων παροξυνομένων καὶ τῶν ψυχρῶν ὠφελουμένων οὐ ψύχειν, ἀλλὰ θερμαίνειν ἡγεῖσθαι χρὴ τὸ τοιοῦτον φάρμακον. οὕτω δὲ καὶ περὶ τῶν δριμέων αὐτῶν καθ’ ἑαυτὰ ποιεῖσθαι τὴν βάσανον, ἐπί τε κρόμμυον ἰόντα καὶ σκόροδον καὶ πέπερι καὶ πύρεθρον καὶ ζιγγίβερι καὶ στρούθιον, ἑλένιόν τε καὶ τίτανον. ὥσπερ γὰρ ὁ μίξας στρύχνου χυλῷ πέπερι δοκιμάζειν οὐδέτερον αὐτῶν ἱκανός ἐστιν, οὕτως οὐδ’ ὁ τὰ πρὸς τῆς φύσεως μεμιγμένα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀξιῶ σε καὶ τὴν ὀξεῖαν ποιότητα καὶ τὴν πικρὰν καὶ τὴν γλυκεῖαν ἐπισκέπτεσθαι σφοδρὰς καὶ μόνας ὡς οἷόν τ’ ἐστὶν εἰς τὴν δοκιμασίαν ἄγοντα καὶ τῇ πείρᾳ τὰς δυνάμεις αὐτῶν ἐξευρίσκοντα. τὸ δὲ πᾶν ὅ τι περ ἂν ᾖ στρυφνὸν, ἢ αὐστηρὸν, ἢ πικρὸν, ἄγειν εἰς πεῖραν, ὡς ἤτοι στρυφνότητος, ἢ αὐστηρότητος, ἢ πικρότητος ἐν αὐτῷ βάσανον ληψόμενον ἄτοπον δεινῶς. εἰ γὰρ μιᾶς μόνης μετέχει ποιότητος, τὴν αὐτὴν τοῦ φαρμάκου πεῖραν ἕξεις καὶ τῆς ποιότητος· εἰ δὲ πλειόνων, ἐξ ἁπασῶν ἤδη δηλονότι μικτὴν ἐνέργειαν ἐνεργήσει τὸ φάρμακον, ὥσθ’ ἡ τῆς μιᾶς τῆς κρινομένης ἔτ’ ἄδηλος μένει. εἴπερ οὖν ὡς προείρηται χρὴ κρίνειν, οὐκ ὀρθῶς ὑπέλαβον οἵ τε μηδ’ ὅλως ἀποφήνασθαί τι δυνατὸν εἶναι νομίσαντες ὑπὲρ τῆς τῶν χυμῶν δυνάμεως, οἵ θ’ ἑτέρως τὴν κρίσιν ποιησάμενοι. καὶ γὰρ ἀποφήνασθαί τι δυνατὸν ὑπὲρ αὐτῶν ἐστιν καὶ τὴν κρίσιν οὐκ ἄλλως ἢ ὡς εἴρηται νῦν προσήκει ποιεῖσθαι. εἰ μὲν οὖν ὅλως μηδὲν δεῖσθαι τῆς κατὰ τοὺς χυμοὺς ἐπισκέψεως εἰρήκεισαν, ἐπειδὰν τὰς δυνάμεις τῶν φαρμάκων ἐξετάζωμεν, ἐγχωρεῖ γὰρ καὶ χωρὶς τούτων ἐξευρίσκειν τῇ πείρᾳ τὴν δύναμιν αὐτῶν, ἐπῄνοουν ἂν μᾶλλον ἢ ἐμεμφόμην αὐτούς. ἐπεὶ δ’ ὡς ὑπὲρ ἀναγκαίου μὲν, ἀγνώστου δὲ διέρχονται, διχῇ μέμψασθαι τοὺς ἄνδρας δίκαιον, ὅτι τε τὸ μὴ ἀναγκαῖον ὑπέλαβον ὡς ἀναγκαῖον, ὅτι τε προαπέγνωσαν αὐτοῦ τῆς εὑρέσεως. ἡ γάρ τοι κρίσις ἑκάστου τῶν φαρμάκων τῆς δυνάμεως ἄνευ τῆς τῶν χυμῶν διαγνώσεως αὐτάρκως εὑρίσκεται τῇ πείρᾳ μόνῃ βασανιζομένῃ καθ’ ὃν εἴρηκα μυριάκις ἤδη τρόπον. κᾀγὼ νῦν, οὐχ ὡς οὐκ ἐνὸν ἄλλως ἐξευρεῖν τὸ ζητούμενον, ἀλλὰ διά τε τὸ πρὸς τὰς ἀρχὰς ἀκόλουθον, ἵν’ ἐπιδείξαιμι πάντα τοῖς τῶν στοιχείων λογισμοῖς ἑπόμενα καὶ μηδὲν μηδαμόθι μαχόμενον, ἐξελέγξαιμί τε τοὺς ἅπαντα τὰ στύφοντα θερμαίνειν εἰπόντας, ἐπὶ τὸν περὶ τῶν χυμῶν ἀφικόμην λόγον. εὑρεθείη δ’ ἄν τις αὐτοῦ καὶ χρεία πρὸς τὴν ἐνεστῶσαν ἡμῖν πραγματείαν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπιδεῖξαι πειράσομαι· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπάνειμι, παρακελεύομαί τε τῆς ἀληθείας ὀρεγομένοις, αὐτοῖς γευομένοις ἁπάντων τῶν στυφόντων, ὥσπερ ἡμεῖς ἐποιήσαμεν, ὅταν εὕρωσιν ἀκριβῶς κατά τι σῶμα τὴν στύψιν, ἄμικτον ὡς οἷόν τε μάλιστα τῶν ἄλλων ποιοτήτων, τηνικαῦτα διὰ τῆς πείρας ἐξετάζειν εἴτε θερμὸν, εἴτε ψυχρὸν, εἴτε ξηρὸν, εἴτε ὑγρὸν ὑπάρχει τὸ τοιοῦτον σῶμα. τουτὶ μὲν οὖν ἕκαστος, ἄν περ σωφρονῇ, ποιήσει καταμόνας αὐτός. ἐμοὶ δ’ ἀναγκαῖον ἴσως ἀποφαίνεσθαί τι περὶ τῆς ἐμαυτοῦ πείρας ἐν μὲν τῷ νῦν ἐνεστῶτι λόγῳ καθόλου, κατὰ μέρος δὲ διὰ τῶν ἑξῆς ὑπομνημάτων. εἴη δ’ ἂν ὁ μὲν καθόλου λόγος ὑπὲρ ἁπάντων τοιόσδε. Πᾶν στῦφον σῶμα, τό γε τῶν ἄλλων καθαρεῦον, ὥσπερ πρὸς τὴν αἴσθησιν ποιοτήτων, εὗρον ἀεὶ πειρώμενος ψυχρόν. ἤδη δὲ καὶ τῶν ἐπιμίκτων ταῖς ποιότησιν ἔνια, τά τε μετρίως γλυκέα καὶ πικρὰ καὶ δριμέα, σαφῶς εὑρέθη ψύχοντα, κρατούσης γὰρ ἐν αὐτοῖς δηλονότι τῆς τοῦ στύφειν τε καὶ ψύχειν δυνάμεως, ὡς ἀμαυροῦσθαι τὰς ἄλλας. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ ὀξέα πάντα, τά θ’ ἁπλῶς ὀξέα, καθάπερ ὀξαλίδα καὶ ὀξυλάπαθον, ἔνιά τε τῶν ἐπιμίκτων ἑτέραις ποιότησιν, ἤτοι γλυκείαις ἢ δριμείαις ἢ πικραῖς, οὐδὲν ἧττον εὑρίσκεται ψύχοντα καὶ ῥοιαὶ καὶ μῆλα καὶ κοκύμηλα καὶ σταφυλαὶ καὶ σῦκα καὶ συκάμινα καὶ κεράσια καὶ αὐτὸ τὸ ὄξος. ἀλλὰ τούτῳ μὲν, ὡς εἴρηται πρόσθεν, ἐπιμέμικταί τις δριμύτης, ταῖς δ’ ὀπώραις γλυκύτητές τε καὶ στρυφνότητες, καί τισιν αὐτῶν καὶ πικρότητες ἀμυδραί. καὶ μέντοι καὶ ὅσα στύφει τε ἅμα καὶ ὀξέα ταῖς ποιότησίν ἐστιν, ἅπαντα καὶ ταῦτά μοι εὑρέθη πειρωμένῳ σαφῶς ψύχοντα· τὰ δὲ γλυκέα μόνον ἅπαντα κατὰ τὸ ποσὸν τῆς γλυκύτητος εὐθὺς καὶ τῆς θερμότητος μετέχειν, ὥστ’ οὐδὲν μὲν τῶν λίαν γλυκέων ψυχρόν· εἴη δ’ ἄν τι καὶ μετρίως γλυκὺ ψυχρὸν, ἐπειδὰν τὸ πλεῖστον αὐτοῦ τῆς τοῦ σώματος οὐσίας ὑδατῶδες ᾖ, οὐ μὴν οὕτω γε ψυχρὸν, ὡς τὸ στρυφνὸν ἱκανῶς ἢ τὸ ὀξὺ, ἀλλ’ ὡς καὶ πρόσθεν που λέλεκται περὶ τῶν χλιαρᾶς θερμασίας μετεχόντων. καὶ τὰ πικρά γε πάντα θερμὰ, καθάπερ ἥ τε χολὴ καὶ τὸ νίτρον καὶ οἱ πάνυ παλαιοὶ τῶν οἴνων καὶ τῶν σπερμάτων μυρία. καὶ γὰρ τὸ τοῦ πηγάνου καὶ μάλιστα τὸ τοῦ ἀγρίου καὶ τὸ τοῦ τορδύλου καὶ τὸ τοῦ σπονδύλου καὶ τὸ τοῦ μελανθίου καὶ οἱ θέρμοι καὶ μᾶλλον οἱ ἄγριοι καὶ οἱ ὄροβοι, καὶ τούτων οἱ ἄγριοι μᾶλλον, ὅ τε προσαγορευόμενος πελεκῖνος. εὑρίσκεται δὲ ἐν τοῖς πυροῖς. ἀμυγδαλαῖ τέ τινες, αἳ δὴ καὶ δι’ αὐτὸ τοῦτο προσαγορεύονται πικραὶ, καὶ συκίων ἄττα σπέρματα καὶ τὸ τοῦ μήλου τοῦ Μηδικοῦ, καὶ πρὸς τούτοις ἕτερα μυρία πικρὰ φαίνεται τοῖς γευομένοις.
- 4.8.1
Ἀλλὰ περὶ μὲν τῶν πικρῶν ἐπὶ πλέον ἐφεξῆς εἰρήσεται. τὸν δὲ περὶ τῶν στυφόντων καὶ ὀξέων αὖθις ἀναλαβόντες λόγον ἐπιθῶμεν ἤδη τὴν προσήκουσαν αὐτῷ τελευτήν. τὸ τοίνυν αὐστηρὸν, ὅτι μὲν ἐκλελυμένον ἐστὶ στρυφνὸν ἀναμνησθῆναι χρὴ τῆς αἰσθήσεως. ἥτις δὲ ἡ γένεσις αὐτοῦ, νῦν εἰρήσεται. ἐπειδὴ τὸ στρυφνὸν σῶμα γεῶδές τε καὶ ψυχρὸν ἦν, ἐκλυθήσεται κατ’ ἀνάγκην τριχῶς, ἢ θερμαινόμενον, ἢ ὑγραινόμενον, ἢ συναμφότερον ἅμα πάσχον ἂν μὲν οὖν θερμαίνηται μόνον, οὐκ ἔστι μὲν οὔθ’ ὑγρότερον οὔτε μαλακώτερον, ἀλλὰ σκληρὸν μένον ἐπικτήσεται γλυκύτητα, καθάπερ αἱ τῶν δρυῶν βάλανοι καὶ μάλιστα αἱ ὀνομαζόμεναι καστανεῖαι. ἐὰν δ’ ὑγραίνηται μόνον, ἐὰν μὲν παχυμερὴς καὶ ὑδατώδης ἡ ὑγρότης, αὐστηρὸν ἀποτελεσθήσεται. παντὸς γὰρ χυμοῦ δύναμιν ἡ ὑδατώδης ὑγρότης ἀμβλύνει. ἐὰν δὲ λεπτομερής τε καὶ ἀερώδης, ὀξύνει. δέδεικται γὰρ ὡς τὸ λεπτομερὲς ψυχρὸν ὀξεῖαν ἀπεργάζεται ποιότητα. ἂν δὲ ὑγραίνηταί τε ἅμα καὶ θερμαίνηται, μετὰ μὲν ὑδατώδους ὑγρότητος εἰς γλυκύτητα τὴν μετάπτωσιν ἕξει, μετὰ δ’ ἀερώδους εἰς λιπαρότητα. καὶ πρόδηλον ἤδη γέγονεν ὅπως οἱ καρποὶ κατ’ ἀρχὰς ὄντες στρυφνοὶ, προϊόντος τοῦ χρόνου τινὲς μὲν ἀκριβῶς γίνονται γλυκεῖς, τινὲς δὲ ὀξεῖς, τινὲς δ’ αὐστηροὶ, τινὲς δ’ ἀεὶ μένουσι στρυφνοὶ, τινὲς δ’ ἀποτελοῦνται λιπαροί· καὶ δὴ καὶ κατὰ τὰς τῶν εἰρημένων ποιοτήτων ἐπιμιξίας παμπόλλην ἔχουσι τὴν ποικιλίαν. στρυφνὸς μὲν οὖν ἄχρι τέλους ἐστὶν ὁ τῆς πρίνου καὶ κομάρου καὶ φηγοῦ καὶ κρανίας, ὅτι καὶ ψυχρὸς καὶ ξηρὸς οἷός περ ἦν ἐξ ἀρχῆς παραμένει, μόνον μὲν αὐξανόμενος, οὐδεμίαν δὲ μεγάλην ἀλλοίωσιν ἑτέραν ἐπικτώμενος. ἔστι γὰρ καὶ αὐτὰ ταῦτα τὰ δένδρα πυκνότερά τε ἅμα καὶ ξηρότερα καὶ ψυχρότερα. στρυφνὸς δὲ ἅμα καὶ γλυκὺς ὅ τε τῆς μυρσίνης καὶ ὁ τῆς ἀχράδος καὶ ὁ τῆς δρυὸς, καὶ πλέον μὲν γλυκὺς ἢ στρυφνὸς ὁ τῆς καστανείας ὀνομαζόμενος· αὐστηρὸς δὲ μόνον ὁ τῶν ἀμιναίων ἀμπέλων καὶ καρπὸς καὶ οἶνος, ὅσοι τε παραπλήσιοι τοῖσδε. αὐστηρὸς δὲ ἅμα καὶ γλυκὺς ὁ τῆς φοίνικος καρπὸς καὶ τῶν οἴνων ὁ Σουῤῥεντῖνος καὶ ὁ Σαβῖνος καὶ ὁ Ἀλβάτης ὀνομαζόμενος, ὅσοι τε ἄλλοι τοιοῦτοι. γλυκὺς δὲ μόνον ὁ Θήραιός τε καὶ ὁ Σκυβελλίτης καὶ τὸ σίραιον, ὅσα τ’ ἄλλα τούτοις ἔοικεν. λιπαρὸς δ’ ἅμα καρπὸς καὶ χυλὸς ἀκριβῶς μὲν ὁ τῆς ἐλαίας ἐστὶν, ἤδη δὲ καὶ οἱ ἄλλοι πάντες ἐξ ὧν ἔλαιον σκευάζεται, οἷον ὅ τε τοῦ κίκεως καὶ ὁ τῆς ῥαφανῖδος, καὶ τὰ σήσαμα δὲ αὐτὰ καὶ τὰ κάρυα καὶ τὰ ἀμύγδαλα. πάντα γὰρ τὰ τοιαῦτα παλαιούμενα τελέως γίνεται λιπαρὰ, τῆς μὲν ὑδατώδους καὶ περιττωματικῆς ὑγρότητος ἐν αὐτοῖς ἀποπνεούσης, τῆς δ’ οἰκείας ὑπὸ τοῦ συμφύτου θερμοῦ κατεργαζομένης τε καὶ ἀκριβῶς ἐκπεττομένης.
- 4.9.1
Ὅσοι μὲν οὖν τῶν καρπῶν ἐλαιώδεις γίγνονται μόνον, ἐδώδιμοί τέ εἰσι καὶ γλυκεῖς. ὅσοις δ’ ἐν τῇ μεταβολῇ προσγίνεταί τις πικρότης, ἄβρωτοι καθίστανται. τὸ γὰρ πικρὸν ἅπαν ἄβρωτόν ἐστι καὶ γίγνεται δι’ ὑπερβολὴν θερμασίας, ὡς ἐφεξῆς ἀποδείξομεν. ἀλλὰ τὸ μὲν γλυκὺ πᾶν θερμόν τέ ἐστι καὶ οὐκ ἀμέτρως ὑπερβάλλει τὴν ἐν ἡμῖν θερμότητα, ἀλλ’ ὥσπερ τὸ ὕδωρ τὸ θερμὸν, οὗ ψαύοντες ἡδόμεθα, καὶ μάλισθ’ ὅταν ὦμεν ἐῤῥιγωκότες, ἄχρι μὲν τοῦ διαχεῖν τὰ πεπηγότα πρὸς τοῦ ψυχροῦ μόρια τοῦ σώματος ἐκθερμαῖνον ἡμᾶς, οὐ μὴν διαλῦόν γε οὐδὲ τέμνον αὐτῶν τὸ συνεχὲς καὶ διϊστῶν, ἥδιστόν ἐστι καὶ ὠφελιμώτατον. οὕτω καὶ πᾶν ἔδεσμα γλυκὺ θερμὸν μὲν ὑπάρχει πάντως, οὐ μὴν ἐπὶ πλέον γε ἥκει θερμότητος ὡς ἀνιᾷν, ἀλλ’ ἐν τοῖς ὅροις μένει τοῦ διαχέοντος καὶ ὁμαλύνοντος καὶ μαλάττοντος. ἀναμνήσθητι δὲ πάλιν κᾀνταῦθα τῶν πολλάκις ἡμῖν ἔμπροσθεν εἰρημένων, ὡς τινὰ μὲν ἤτοι κατὰ μίαν ἢ δύο ποιότητας ἐνεργεῖ τε καὶ πάσχει πρὸς ἄλληλα, τινὰ δὲ καθ’ ὅλας ἑαυτῶν τὰς οὐσίας, ἐν οἷς καὶ φάρμακα μὲν οὐκ ὀλίγα καὶ τὰς τροφὰς δὲ πάσας ὑπάρχειν ἔφαμεν. ἔοικε δὲ διττὸν εἶναι τὸ γένος αὐτῶν, ὡς καὶ Θεόφραστος ἐπεσημήνατο. τινὲς μὲν γάρ εἰσι λιπαραὶ, καθάπερ ἡ πιμελὴ, τινὲς δὲ γλυκεῖαι μᾶλλον ἢ ἧττον, ὥσπερ οἵ τε καρποὶ πάντες οὓς ἐσθίομεν, αἵ τε τῶν ζώων σάρκες, ἤδη δὲ καὶ βοτάναι πολλαὶ καὶ ῥίζαι καὶ ἄνθη καὶ βλαστοί. καὶ γὰρ εἴ τι τῶν τοιούτων στρυφνόν ἐστιν, ὥσπερ αἱ ἀχράδες καὶ κράνια. πάντως μέντοι καὶ αὐτὸ μετέχει γλυκύτητος, εἴπερ γε μὴ ἀκριβῶς ἐστι στρυφνὰ, καθάπερ ἡ κικίς τε καὶ ὁ ῥοῦς, οὐ μὴν ἀλλὰ καὶ διὰ ταῦτα ἤδη καὶ ὡς φαρμάκων μᾶλλον ἢ τροφῆς αὐτῶν ἡ χρεία. φαίνονται γοῦν αἵ τε κιττῶσαι καὶ οἱ πεπληρωμένοι καὶ οἷς ὁ στόμαχος ἔκλυτος, ἀπογεύεσθαι τῶν τοιούτων ὀρεγόμενοι, πεινῶντες δ’ ἔμπαλιν ἀποστρέφονται μὲν καὶ τὰ στρυφνὰ καὶ τὰ ὀξέα, προσίενται δὲ τά τε γλυκέα καὶ τὰ λιπαρὰ καὶ τούτων ἐπιπλησθῆναι ποθοῦσιν.
- 4.10.1
Ἐστι δὲ δήπου καὶ τὸ λιπαρὸν αὐτὸ γλυκὺ, καὶ τὸ τρέφον δὲ πᾶν ἐκ τοῦ γένους ἐστὶ τῶν γλυκέων. καὶ τοῦτ’ εὐλόγως αὐτοῖς ὑπάρχει καὶ κατ’ αὐτὴν ὡς οἷόν τέ ἐστι τὴν οὐσίαν τῆς τροφῆς. ἀναπλήρωσις γάρ ἐστι τοῦ κενωθέντος ἡ θρέψις. οἰκεῖον δὲ ἦν τὸ κενωθὲν, ὥστε καὶ τὸ τρέφον οἰκεῖον ὑπάρχειν ἀναγκαῖον. εἰ δ’ οἰκεῖον, εἶναι ἀνάγκης ἡδὺ καὶ φίλιον, εὐθὺς δὲ καὶ συμμέτρως θερμὸν ὡς πρὸς τὸ τρεφόμενον. ἀλλ’ ἐν τούτῳ τε τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγον, ὅτι μηδ’ ἀκριβῶς κατὰ φύσιν ἔχοντες ἐπὶ τὰς τροφὰς ἀφικνούμεθα. μόνον μὲν γὰρ χρή κεκενῶσθαι τὸ σῶμα τῶν τῆς τροφῆς δεομένων, εἰ μέλλοιεν εὐγνώμονες ἀκριβεῖς ἔσεσθαι τῆς οἰκείας αὐτῶν ποιότητος. ἂν δὲ πρὸς τούτῳ θερμότεροι τοῦ δέοντος, ἢ ψυχρότεροι γενηθῶσιν, ἢ τὸ σύμπαν σῶμα, ἢ τοὺς περὶ τὴν γλῶτταν ἢ τὴν γαστέρα τόπους, οὐ τῶν θρεψόντων μόνον, ἀλλὰ καὶ τῶν ἤτοι ψυχόντων, ἢ θερμαινόντων δεήσονται. καὶ διὰ τοῦτο καὶ τῶν σιτίων ἄλλοτε ἄλλο τοῖς τοιούτοις ἥδιον φαίνεται. διττοῦ γὰρ ὄντος τῷ γένει τοῦ ἡδέος, ἑτέρου μὲν τοῦ τὸ κεκενωμένον ἀναπληροῦντος, ὅπερ ἦν ἡ τροφὴ, ἑτέρου δὲ τοῦ τὸ ἠλλοιωμένον ἐξιωμένου, φάρμακον δ’ ἤδη τοῦτο συμβαίνει τοῖς ἐδέσμασιν, ὅταν μὴ μόνον τοῖς σώμασι κεκενωμένοις, ἀλλὰ καὶ κατὰ ποιότητα μεταβεβλημένοις προσφέρηται, κατὰ διττὸν ἡδύνεσθαι ἤδη τρόπον, ὡς τροφαῖς τε ἅμα καὶ φαρμάκοις. ἀλλ’ ὡς μὲν φάρμακα ψύχοντά τινα καὶ θερμαίνοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα κατὰ λόγον ὀνήσει τε ἅμα καὶ ὠφελήσει, ὡς τροφαὶ δὲ μόνα τὰ σύμφυλα καὶ οἰκεῖα ταῖς ὅλαις τῶν τρεφομένων οὐσίαις. εὐθὺς τούτοις ὑπάρχει δηλονότι συμμέτρως εἶναι θερμοῖς, ὡς πρὸς τὰ τρεφόμενα. καὶ διὰ τοῦτο καὶ τῶν ἐδεσμάτων καὶ τῶν φαρμάκων οὐχ ἓν εἶδος ἅπασι τοῖς ζώοις ἐστί. κατὰ γὰρ τὴν οἰκείαν ἕκαστον αὐτῶν οὐσίαν τε ἅμα καὶ διάθεσιν ἥδεταί τε καὶ ὠφελεῖται πρὸς ἀμφοῖν· ἀλλ’ εἴπερ οὕτω ταῦτ’ ἔχει, τὸ μὲν ἧττον γλυκὺ τῶν ἐδεσμάτων ἧττον ἔσται καὶ θερμὸν, τὸ δὲ μᾶλλον γλυκὺ τοσούτῳ θερμότερον, ὅσῳπερ καὶ γλυκύτερον. εἰ δ’ εἰς ἀμετρίαν ἐμπέσοι θερμότητος, οὐδὲ γλυκὺ τὸ τοιοῦτο, ἀλλ’ ἤδη φαίνεται πικρὸν, ὥσπερ τό τε μέλι παλαιούμενον καὶ καθεψόμενον, ἕκαστόν τε τῶν ἄλλων γλυκέων.
- 4.11.1
Ὡς γὰρ ὑπὸ συμμετρίας θερμοῦ διττὴ ἑκάστῳ τῶν σωμάτων ἡ γλυκύτης ἐγγίνεται· τὰ μὲν γὰρ οἰκείῳ τε καὶ συμφύτῳ θερμῷ γλυκέα, τὰ δὲ ἐπικτήτῳ· κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ πικρὰ, τὰ μὲν ἀμέτρως ὑφ’ ἑαυτῶν ἐκθερμαινόμενα κατὰ τὰς ἐν τῷ χρόνῳ μεταβολὰς, ἔνια δ’ ὑπὸ τῆς ἐπικτήτου θερμασίας ἐκπυρούμενα πάσχει τοῦτο. περὶ μὲν δὴ τῶν πικρῶν ἐφεξῆς ἐροῦμεν. ἅπαντα δὲ τὰ γλυκέα τῇ μὲν θερμότητι πλησίον ἥκει τῶν σωμάτων οἷς φαίνεται γλυκέα, κατὰ διττὸν δὲ τρόπον, ὡς εἴρηται, γίνεται τοιαῦτα· τινὰ μὲν οἰκείῳ θερμῷ, καθάπερ τὸ μέλι, τινὰ δὲ ἐπικτήτῳ, καθάπερ ἅπαντα τὰ διὰ πυρὸς σκευαζόμενα. καὶ διὰ τοῦτό περ, ἄχρις ἂν ᾖ θερμὰ, μέχρι τοσοῦδε καὶ ἡδίω φαίνεται τοῖς ἀναθρέψεως δεομένοις. ἔοικε δὲ καί τι γλεῦκος οὐκ οἰκείᾳ μόνον, ἀλλὰ καὶ ἐπικτήτῳ θερμασίᾳ φαίνεσθαι γλυκύ. πολὺ γὰρ, ὡς καὶ Θεόφραστος καὶ Ἀριστοτέλης ἔλεγε, τὸ ἐκ τῆς ἡλιακῆς θερμασίας οἷον ἐμπύρευμά τι ταῖς τε ῥαξὶ καὶ τοῖς ἄλλοις ὑπάρχει καρποῖς, ὑφ’ οὗ τὸ ὑδατῶδες ἐν αὐτοῖς ἔτι καὶ οἷον ἡμίπεπτον, εἰς πέψιν ἄγεται καὶ κατεργάζεται τῷ μεταβάλλοντι συνεξομοιούμενον, ὥστε κᾂν ἀποθλίψῃς τὸν χυλὸν ὀπώρας ἡστινοσοῦν, εὑρήσεις μὲν εὐθέως ζέοντα καθάπερ τὸ γλεῦκος, ἐν δὲ τῷ μᾶλλόν τε καὶ ἧττον διαφέρουσαν τὴν ζέσιν εἰς ὅσον ἂν καὶ ὁ καρπὸς τοῦ καρποῦ διαφέρει θερμότητος. μεταβληθέντος δὲ καὶ κατεργασθέντος τοῦ ὑδατώδους τε καὶ ἡμιπέπτου καὶ τῆς τὴν ζέσιν ἐργαζομένης θερμασίας διαπνευσάσης, αἱ τῶν χυλῶν οἰκεῖαι φαίνονται ποιότητες εἰλικρινεῖς, ὥστε καὶ τοὺς οἴνους τηνικαῦτα διαγινώσκομεν ὁποῖοί τινές εἰσι κατὰ τὴν οἰκείαν αὐτῶν φύσιν. ἐν ᾧ δὴ καὶ προσέχειν σε μάλιστα τὸν νοῦν ἀξιῶ, τῷ πάντας τοὺς αὐστηροὺς κατὰ βραχὺ παύεσθαι τοιούτους ὄντας. ἀεὶ γὰρ παλαιούμενοι δριμύτητα μέν τινα καὶ γλυκύτητα ἐπικτῶνται, τὴν δ’ ἔμπροσθεν ὑπάρχουσαν αὐτοῖς στύψιν ἀποβάλλουσι τῷ χρόνῳ. ἔστι μὲν δὴ μετὰ τὴν ζέσιν ἔν τισι τῶν οἴνων γλυκύτης εἰλικρινὴς ἡδεῖά τε ἅμα καὶ οἰκεία τῆς αὐτοῦ τοῦ χυλοῦ φύσεως, οὐχ ὥσπερ ἡ πρόσθεν μικτή τις ἔκ τε τῆς οἰκείας καὶ τῆς κατὰ τὸ ἡμίπεπτόν τε καὶ ὑδατῶδες περίττωμα ζέσεως, ὥστ’ εἴπερ ὡμολόγηται μὲν ἅπαντας τοὺς οἴνους χρονίζοντας γίγνεσθαι θερμοτέρους. συμβαίνει δὲ τοῖς αὐστηροῖς αὐτῶν ἐν τῷ παλαιοῦσθαι πρῶτον μὲν γλυκύτητά τινα καὶ δριμύτητα προσλαμβάνειν, ἀποτιθεμένοις τὴν στύψιν, ἐφεξῆς δὲ παραύξεσθαι μὲν τῇ δριμύτητι, παύεσθαι δὲ κατὰ βραχὺ τῆς γλυκύτητος, κᾄπειτ’ αὖθις ἐν τῷ πλείονι χρόνῳ δριμεῖς θ’ ἱκανῶς γίγνεσθαι καὶ πικρότητα ἀεὶ προσλαμβάνειν καὶ τελευτῶντας, ἡνίκα παχύνονται, παντελῶς ἐκπικροῦσθαι. καὶ πρόδηλον, ὡς τὸ μὲν γλυκὺ θερμότερόν ἐστι τοῦ στρυφνοῦ, τὸ δὲ πικρὸν τοῦ γλυκέος. ἀλλ’ εἴπερ ἡ γλυκύτης ὑπὸ συμμετρίας θερμοῦ γίγνεται, δῆλον ὡς ἡ στρυφνότης ὑπὸ τοῦ ψυχροῦ κρατοῦντος ἀποτελεσθήσεται.
- 4.12.1
Ὅτι δὲ καὶ ἡ ὀξύτης ὑπὸ ψύξεως δημιουργεῖται δέδεικται μὲν καὶ πρόσθεν ἡμῖν. ἀλλ’ ἐπειδὴ κατὰ τὸν παρόντα λόγον ὑπὲρ τῆς κατὰ φύσιν ἐν χρόνῳ μεταβολῆς τῶν οἴνων ἐδηλώσαμεν, εἴπωμέν τι καὶ περὶ τῆς παρὰ φύσιν. ὡς οὖν ὁ στρυφνὸς οἶνος ἐν τῷ χρόνῳ γλυκύτερος μὲν πρῶτον, ἐφεξῆς δὲ δριμύτερός τε καὶ πικρότερος ἀποτελεῖται καὶ τελευτῶν ἐκπικροῦται, κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅ τε ῥιγώσας ὀξύτερος εὐθὺς γίγνεται καὶ εἰ τελέως ἀποψυγείη τελέως ὀξύνεται, ὅ τ’ εὐθέως ἐν τῆ συγκομιδῇ τῶν καρπῶν ὑετοῦ κατασχόντος ὀθνείας ὑγρότητος ἀναπλησθεὶς, ὅ τ’ ἄλλως ὕδατος προσλαβὼν, ὀξεῖς ἑτοίμως οἱ τοιοῦτοι πάντες ἐπὶ μικραῖς προφάσεσιν ἀποτελοῦνται. ἔμπαλιν δ’ αὐτοῖς οἱ πυρὶ πλησιάζοντες ἔν τε τῷ παραχρῆμα καὶ εἰς ὕστερον ἀεὶ καὶ μᾶλλον γίνονται γλυκεῖς. εἰς χρόνον δὲ πάμπολυν ἐκπίπτοντες καὶ οὗτοι μεταπίπτουσιν οὐδὲν ἧττον τῶν ἄλλων εἰς πικρότητα, καί πως ἔοικε τοῦτο καὶ κατὰ τὸν φυσικὸν λόγον ὁμολογεῖν ἑαυτῷ. εἰ γὰρ ἡ ὄμφαξ μὲν ὀξεῖα, γλυκεῖα δὲ ἡ στραφυλὴ καὶ τὸ πεπαίνεσθαι τοῖς καρποῖς ἅπασι παρὰ τῆς ἡλιακῆς ἐγγίνεται θερμότητος, εὔδηλον ὡς τὸ μὲν ἀτελέστερον καὶ ψυχρότερον ὀξὺ, τὸ δὲ τελεώτερον καὶ θερμότερον ὑπάρχει γλυκύ. ὅταν οὖν ὁ οἶνος ἐν τῷ ψύχεσθαι πάλιν ἀποξύνηται, πρόδηλον ὡς εἰς τὸν αὐτὸν πάλιν ἐπανέρχεται χυλὸν ἐξ οὗπερ ἐγένετο. διενήνοχε μέντοι τὴν δύναμιν κατὰ τοσόνδε ὄμφακος χυλὸς ὄξους, ὅτι τῷ μὲν ὄξει προσέρχεταί τις ἐκ σηπεδονώδους θερμότητος δριμύτης. καὶ διὰ τοῦτο καλῶς ἔλεγεν Ἀριστοτέλης αὐτὸ, τὸ μὲν οἰκεῖον τοῦ οἴνου θερμὸν ψυχρὸν ὑπάρχειν, τὸ δ’ ἐπίκτητον θερμόν. ὁ δὲ τῆς ὄμφακος χυλὸς οὐκ ἔχει τὴν θερμότητα, καὶ διὰ τοῦτο οὐδὲ τὴν δριμύτητα. προσέρχεται δή τις αὐτοῖς κᾀκ τοῦ μᾶλλόν τε καὶ ἧττον ἐν τῷ λεπτομερεῖ τῆς οὐσίας διαφορά. λεπτομερέστερον γάρ ἐστι τὸ ὄξος ὄμφακος χυλοῦ, καὶ δὴ καὶ ἡ αἴσθησις τῷ λόγῳ μαρτυρεῖ. διενήνοχε γὰρ ἡ ἀπὸ τοῦ ὄξους ἔμψυξις τῆς ἀπὸ τοῦ χυλοῦ τῶν ὀμφάκων τῷ σφοδρῷ καὶ ἐπιμίκτῳ. ἀσθενεστέρα μὲν γὰρ ἡ ἀπὸ τῆς ὄμφακος ψύξις, οὐ μὴν μετέχουσά γε θερμότητος ἀλλοτρίας οὐδ’ ὀλίγον· ἡ δὲ ἀπὸ τοῦ ὄξους ἰσχυροτέρα μὲν εἰς τοσοῦτον, εἰς ὅσον καὶ λεπτομερεστέρα. μέτεστι δ’ αὐτῷ καὶ δριμύτητος θερμαινούσης, οὐχ ἱκανῆς μὲν ἐκνικῆσαι τὴν ἀπὸ τῆς ὀξύτητος ψύξιν, εἰς δὲ τὸ τῆς διεξόδου τάχος ὑπηρετούσης. εἰς ὅσον γάρ ἐστι τὸ θερμὸν τοῦ ψυχροῦ ποριμώτερον, εἰς τοσοῦτον καὶ ὁ δριμὺς χυμὸς τοῦ ὀξέος ἑτοιμότερον διέρχεται τῶν αἰσθητικῶν σωμάτων τοὺς πόρους, ὥσθ’ ὁ μὲν οἷον ὁδοποιεῖ φθάνων, ὁ δ’ οὐκ εἰς μακρὰν ἕπεται, κᾀν τούτῳ τὸ τῆς αἰσθήσεως ἐπίμικτόν τε καὶ δυσερμήνευτον ἀποτελεῖται, οὔθ’ ἁπλῶς ψυχρὸν ἀποφήνασθαι τὸ ὄξος δυναμένης, αἰσθάνεται γὰρ ἐν αὐτῷ πυρώδους τινὸς δριμύτητος, οὔθ’ ἁπλῶς θερμόν. ἐπικαταλαμβάνουσα γὰρ ἀεὶ τὴν ἐκ τῆς ποδηγούσης δριμύτητος θάλψιν ἡ ἐκ τῆς ἑπομένης ὀξύτητος ψύξις ἀμαυροῖ καὶ κατασβέννυσι παραχρῆμα. καὶ διὰ τοῦτο πολὺ πλείων ἐστὶν ἡ ἐκ τῆς ψύξεως αἴσθησίς τε καὶ διάθεσις ἤπερ ἡ ἐκ τῆς θερμότητος. εἰ δέ γε τῷ μέλιτι πλείονι μίξαις ὄξος ὀλίγον, αἰσθήσῃ σαφῶς αὐτίκα ψύξεως καὶ θερμότητος. εἰ μὲν γὰρ ὀλίγον τὸ μέλι πολλῷ τῷ ὄξει κεράσαις, πλέονι μέτρῳ ψυχρὸν ἢ θερμὸν φανεῖταί σοι τὸ μιχθέν· εἰ δὲ πολλῷ τῷ μέλιτι ὀλίγον τὸ ὄξος, μᾶλλον θερμαῖνον ἢ ψυχρόν· κᾀν τοῖς ὄγκοις δ’ εἰ μίξαις ἶσα, τῇ γοῦν δυνάμει κρατοῦν εὑρήσεις τὸ ὄξος ἔτι. εἰ δ’, ὡς εἴρηται, πλέον εἴη πολλῷ τὸ μέλι, πάλιν ἰσάζουσαν εὑρήσεις ἐν τῇ τοιᾷδε κράσει τὴν ψύξιν τῇ θερμότητι. πολλαπλασίῳ γάρ τινι τῶν συμμέτρως θερμῶν ἐπὶ τὴν ψύξιν ἀποκεχώρηκε τὸ ὄξος ἤπερ ἐπὶ τὴν θερμότητα τὸ μέλι. δέδεικται γοῦν καὶ πρόσθεν ὡς οὐκ ἐγχωρεῖ βιαίαν θερμότητα συνεῖναι γλυκύτητι. καὶ καλῶς εἴρηται πάλαι τὸ πάντ’ ἀλλήλοις ὁμολογεῖν τἀληθῆ. καὶ γὰρ οὖν καὶ καθ’ ὑποχονδρίων ἐγκαιομένων ἀμείνων ὁ τῆς ὄμφακος χυλὸς ὄξους αὐτοῦ, τῷ μήτε βίαιον καὶ πληκτικὴν ἔχειν τὴν ψύξιν μήτ’ ἐπίμικτον δακνώδει θερμότητι. δέονται δὲ οἱ πάσχοντες ᾧδε παρηγορηθῆναι μὲν ἀβιάστως, ὡς εἴρηται, ἔξωθεν δὲ μηδεμίαν ἐπικτήσασθαι δακνώδη θερμότητα ἢ δριμύτητα. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται θεραπευτικῆς μεθόδου, κοινωνούσης πολλαχόθι τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ, καὶ διὰ τοῦτο καταλιπόντες αὐτὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ὁ τοίνυν τῆς ὄμφακος χυλὸς οὐκ ὀξὺς μόνον ἐστὶν, ἀλλὰ καὶ στρυφνός. ὡς γὰρ καὶ πρόσθεν εἴρηται, σχεδὸν ἅπαντες οἱ τῶν δένδρων καρποὶ κατὰ τὴν πρώτην γένεσιν, ὡς καὶ Θεόφραστος ἔλεγε, στρυφνοὶ γευομένοις εἰσὶν, εἶτ’ ἐπειδὰν ὑγρότητος πληρῶνται, προσλαμβάνουσι μὲν ὀξύτητος, ἀφαιροῦσι δὲ τῆς στρυφνότητος. ἔστι δ’ οὔτε τὸ προσγινόμενον οὔτε τὸ ἀφαιρούμενον ἶσον ἐν ἅπασι τοῖς καρποῖς οὔτε κατ’ εἶδος αὐτῶν οὔτε κατὰ γένος οὐδὲν. αὐτίκα γέ τοι τῶν ὀμφάκων ἔνιαι μὲν τῆς στρυφνύτητος πλέον, ἔνιαι δὲ τῆς ὀξύτητος πλέον, ἔνιαι δὲ ἀμφοτέρων ἰσαζουσῶν μετέχουσιν. ἀλλὰ πρός γε τὸ καύσους ἐμψύχειν εὐλόγως ἁρμόττουσιν ἅπασαι. οὐ μόνον γὰρ τὸ ὀξὺ ψυχρόν ἐστιν, ἀλλὰ καὶ τὸ στρυφνὸν, ὡς καὶ πρόσθεν ἐλέγομεν. ἀποχωρεῖ δὴ κᾀνταῦθα πάλιν ὁ λόγος ἐπὶ τὴν θεραπευτικὴν μέθοδον. αὖθις οὖν αὐτὸν ἐπὶ τὸ προκείμενον ἀναγάγωμεν. ἦν δ’ ἐξ ἀρχῆς, ὡς οἶμαι, προκείμενον ἐν τῷδε τῷ γράμματι περὶ τῶν χυμῶν ἁπάντων διελθεῖν, καὶ σχεδὸν μὲν ἤδη περὶ τῶν πλείστων εἴρηται, κατὰ δὲ τὴν τοῦ λόγου κοινωνίαν ἐφάψασθαι καὶ τῶν ἄλλων ἡμῶν ἀναγκασθέντων. οὐ γὰρ περὶ στρυφνοῦ καὶ αὐστηροῦ καὶ ὀξέος εἴρηται μόνον, ἀλλὰ καὶ περὶ γλυκέος ἤδη πολλάκις καὶ πικροῦ καὶ δριμέος. προσθεῖναι δ’ ἀναγκαῖόν ἐστι τὰ λείποντα πρὸς τὴν τοῦ παντὸς λόγου τελειότητα. λείπει δ’ ἐπὶ μὲν τῶν στυφόντων οὐδέν τι μέγα καὶ ἀξιόλογον, ὃ καὶ μὴ διὰ τῶν ἤδη λελεγμένων ἔσται δῆλον.
- 4.13.1
Ἐπεὶ δὲ τῶν ὀξέων ἴσως ἄν τῳ δόξειε λείπειν, ὅ τινας καὶ τῶν ἐλλογίμων ἰατρῶν ἐξηπάτησεν· τῷ γὰρ τοὺς οἴνους τοὺς ἀσθενεῖς ἔν τε τῷ ἦρι καὶ τῷ θέρει μεταβάλλειν τε καὶ ὀξύνεσθαι, χειμῶνος δ’ ἐν ταῖς οἰκείαις φυλάττεσθαι ποιότησιν, ὑπὸ θερμοῦ τισιν ἔδοξεν ἡ ὀξύτης γεννᾶσθαι. συναύξει δ’ αὐτῶν τὴν ὑπόληψιν ὅ τε κινηθεὶς σφοδρότερον οἶνος, ὅ τ’ ἐν τοῖς πλοίοις μετακομισθεὶς ποῤῥώτερον. καὶ γὰρ οἱ τοιοῦτοι πάντες, ὅταν ἀσθενεῖς ὦσιν, ὀξύνονται τάχιστα. καὶ μέντοι τοὺς πίθους ἔνιοι τῶν τὰ γεωργικὰ γραψάντων ἀξιοῦσιν ἐν οἴκοις κατορύττεσθαι πρὸς ἄρκτον ἐστραμμένοις, ὡς τῆς μὲν ψύξεως φυλαττούσης αὐτῶν τὴν ποιότητα, τῆς δὲ θερμότητος μεταβαλλούσης. ἀτὰρ οὖν καὶ φαίνεται τοῦτο πολλαχόθι γιγνόμενον, αὐτῇ τῇ πείρᾳ βασανισθέν. ὀξύνονται γὰρ ἔνιοι τῶν οἴνων ἑτοίμως, ὅταν ἐν μεσημβρινοῖς καὶ προσηλίοις χωρίοις ἀποκέωνται, καί μοι δοκεῖ τὴν ἀρχὴν τῆς τῶν εἰρημένων λύσεως ἐντεῦθεν ποιήσασθαι. τὸ γὰρ μήτε πάντας ὀξύνεσθαι θερμαινομένους, ἀλλ’ ὅσοι ψυχρότεροι κατ’ ἀρχὰς εὐθέως εἰσὶ, μήτε τῶν παλαιωθέντων τινὶ συμπίπτειν τοῦτο, τὴν ἐπὶ τἀληθὲς ὁδὸν ἡμῖν εὑρήσει.
- 4.14.1
Ζητήσει γὰρ ὁ λόγος τὴν αἰτίαν, δι’ ἣν ὑπὸ τῆς ἔξωθεν θερμότητος ὁ φύσει ψυχρὸς καὶ ἀσθενὴς οἶνος ἐλέγχεται, καίτοι τοῦτό γε αὐτὸ τὸ ῥῆμα τὸ ἐξελέγχεται ῥηθὲν ἁπάσας τὰς εἰρημένας ἀπορίας ἐπιλύεται. παραπλήσιον γάρ τι συμβαίνει τοῖς οἴνοις, ὅσοι φύσει ψυχρότεροι καὶ ὑδατωδέστεροι τυγχάνουσιν ὄντες, οἷόν τι καὶ ταῖς μικραῖς καὶ ἀσθενέσι φλοξί. καὶ γὰρ καὶ ταύτας ἐν ἡλίω καταθεὶς ἰσχυρῷ τελέως ἀμυδρὰς ὄψει γιγνομένας, ἢ καὶ παντάπασιν ἀποσβεννυμένας. οὕτω δὲ καὶ λύχνον καιόμενον, εἴ που ἄλλῃ φλογὶ σφοδρᾷ καὶ μεγάλῃ παραθείης, εἴτ’ ἐν ἡλίῳ καταθείης ἰσχυρῷ, μαραινόμενόν τε καὶ διαφορούμενον αὐτίκα θεάσῃ. καὶ μὲν δὴ κᾂν εἰ ῥιπίζοις ἰσχυρῶς ἀσθενῆ καὶ μικρὰν φλόγα, θᾶττον ἀποσβέσεις αὐτὴν ἢ αὐξήσεις. οὔτε γὰρ κίνησιν οὔτε θερμασίαν ἰσχυρὰν ἀσθενὴς ὑπομένει φύσις, ἀλλὰ διαφορεῖται πρὸς αὐτῆς μᾶλλον ἢ αὐξάνεται, ἐπεί τοι κᾀξεπίτηδες ἐν πολλοῖς χωρίοις κινοῦσί τε καὶ μεταφέρουσι τοὺς οἴνους, ὥσπερ οὖν καὶ ἡλιοῦσί γε καὶ θερμαίνουσιν, ὡς ἐνίους αὐτῶν ἀηδεῖς γίγνεσθαι τὴν ἀπὸ τοῦ καπνοῦ δεχομένους ποιότητα. καὶ παρ’ ἡμῖν γε κατὰ τὴν Ἀσίαν, ἐπὶ τοὺς κεράμους τῶν οἰκιῶν ὅταν ἥκῃ θέρους ὥρα, λαγήνοις ἐγχεόμενοι σχεδὸν ἅπαντες ἐπιτίθενται, καὶ μετὰ ταῦτα καθαιροῦντες ἐν ὑπερώοις οἰκήμασιν, ὧν ἐν τοῖς κατωγέοις μέλλει καυθήσεσθαι φλὸξ πολλὴ κατατίθενται καὶ ὅλως πρὸς μεσημβρίαν τε καὶ πρὸς ἥλιον ἀεὶ στρέφουσι τὰς ἀποθήκας, οἷς μέλλει θᾶττον αὐτοὺς ἐκπέψαι τε καὶ ποτίμους ἐργάσασθαι. ὃ γὰρ ἐν χρόνῳ πολλῷ τοῖς ἄλλοις, τοῦτο τοῖς οὕτω θερμανθεῖσιν ἐν ἐλαχίστῳ περιγίγνεται. τῶν δὲ τὰ γεωργικὰ συγγραψάντων οὐδὲν θαυμαστὸν ἐνίους ὑπὸ τῆς κατὰ τὰ σφέτερα χωρία πείρας ὑπὲρ ἁπάντων οἴνων ἀποφήνασθαι προπετέστερον. ἀλλ’ οἵ γε περὶ Θεόφραστον καὶ Ἀριστοτέλην τήν τ’ ἐμπειρίαν ἐπὶ πλέον ἐκτείναντες καὶ διὰ τὴν ἐν φυσιολογίᾳ γυμνασίαν ἀκριβέστερον ἅπαντα διαρθρώσαντες, ἄλλα τε τοιαῦτα πολλὰ καὶ περὶ τῶν οἴνων ἡμᾶς ἐδίδαξαν, ὡς ὅμοιόν τι τοῖς ἡμῶν αὐτῶν πάσχειν σώμασιν. ἢ γὰρ οὐχὶ καὶ ταῦτα θεώμεθα, παρὰ τό πως ἔχειν ἀσθενείας ἢ ῥώμης. ὑπὸ τῶν αὐτῶν ὀνινάμενα καὶ βλαπτόμενα· καὶ γὰρ καὶ γυμνάσια σφοδρὰ καὶ ἥλιος ἰσχυρότερα μὲν ἐργάζεται τὰ θερμὰ καὶ ῥωμαλέα σώματα, καταβάλλει δὲ καὶ διαφορεῖ καὶ καταψύχει τὰ μὴ τοιαῦτα, καὶ τῶν οἴνων τοὺς μὲν θερμοὺς φύσει καὶ κίνησις ῥιπίζουσα καὶ ἥλιος ἐκθερμαίνων καὶ φλόγες πλησίον καιόμεναι πεπαίνουσι θᾶττον. ὅσοι δὲ ψυχρότεροί τέ εἰσι καὶ ὑδατωδέστεροι, τούτους ἐξελέγχει τε τὰ τοιαῦτα πάντα καὶ θᾶττον ἀναγκάζει πάσχειν, ἃ μικρὸν ὕστερον ἔμελλε πείσεσθαι. φυλάττεται μὲν γὰρ ἕκαστον τῶν ὄντων ἐπὶ τῆς οἰκείας φύσεως οἰκείῳ θερμῷ, διαφθείρεται δὲ πρὸς τῆς ἔξωθεν ἀμετρίας, ἤτοι θερμότητος ὀθνείᾳ ἢ ψύξεως πλεονεξίᾳ. καὶ τὸ μὲν ἀποτελούμενον ὑπ’ ἀμφοῖν ἓν, ὁ δὲ τρόπος αὐτοῦ τῆς γενέσεως οὐχ εἷς. ὅθεν οὐδ’ ὁμοίως ἅπασι τοῖς ἰδιώταις εὐφώρατος ὁ τρόπος ὅδε τῆς διαφορᾶς. ἐπειδὰν μὲν ὑπὸ τοῦ ψυχροῦ νικηθῇ τὸ καθέκαστον τῶν ὄντων θερμῶν, εὔδηλόν ἐστι καὶ τοῖς ἐπιτυχοῦσιν. ἐπειδὰν δ’ ὑπὸ τοῦ σφοδροτέρου θερμοῦ περιστάντος ἔξωθεν διαφορηθῇ, λανθάνει τοὺς ἀγυμνάστους περὶ φύσιν, οὐκ εἰδότας ὡς τὸ μὲν σύμμετρον θερμὸν ἅπασιν ὠφέλιμον ὑπάρχει, τὸ δ’ ἄμετρον οὐχ ἧττον τοῦ ψυχροῦ βλαβερόν.
- 4.15.1
Ἀλλὰ καθόλου μὲν τοῦτο γιγνώσκειν καλὸν, ὡς ἡ ἐν τοῖς χυμοῖς ὀξύτης ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ, μὴ κρατεῖσθαι δὲ τελέως, μάλιστα ἔοικε γίγνεσθαι. τεκμήραιτο δ’ ἄν τις οὐχ ἥκιστα κᾀν ταῖς ὀξυρεγμίαις, ὡς αὗταί γε ταῖς μὲν μηδ’ ὅλως ἐν τῇ γαστρὶ μεταβαλλομέναις τροφαῖς οὐχ ἕπονται, καθάπερ οὐδὲ ταῖς ἀκριβῶς πεφθείσαις, μόναις δὲ ταῖς ἡμιπέπτοις, ὡς ἂν οὕτω τις εἴποι. καλῶ δ’ ἡμιπέπτους ὅσαι δεξάμεναι τὴν ὑπὸ τῆς ἐν τῇ γαστρὶ θερμότητος ἀλλοίωσιν οὐκέτι εἰς τέλος ὑπ’ αὐτῆς ἐκρατήθησαν. οὕτως δὲ καὶ γάλα καὶ πτισάνης χυλὸς καὶ τἄλλα πάντα τὰ τοιαῦτα κατὰ τὴν θερινὴν ὥραν ὀξύνεται θᾶττον ἢ ἐν χειμῶνι καὶ δεῖται ψυχρῶν οἰκημάτων, ἐν οἷς ἀποκείσεται πρὸς τὸ διαμεῖναι μέχρι πλείονος. ἐξ ὧν ἁπάντων δῆλον ὡς ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ, μηδέπω μέντοι κεκρατῆσθαι τελέως ἡ γένεσίς ἐστι τῆς ὀξείας ποιότητος. διὰ τοῦτο καὶ τῶν καρπῶν τοῖς πλείστοις ὑπάρχει, πρὶν πεπανθῆναι. καί πως ἔοικεν καὶ τοῦθ’ ὁμολογεῖν τοῖς ἐξ ἀρχῆς εἰρημένοις περὶ τῶν ὀξέων χυμῶν. εἴπερ γὰρ ὅμοιόν τι πεπόνθασι ταῖς βορείαις καταστάσεσιν, ὡς λεπτομερεῖς ὑπάρχειν ἅμα καὶ ψυχροὺς, πρόδηλον ὡς ἡ γένεσις αὐτῶν οὐκ ἄνευ θερμότητος, ὥσπερ οὐδὲ τῷ ἀέρι. καὶ διὰ τοῦτο τελέως ἡμᾶς καταψύχοντα καὶ νεκροῦντα, καθάπερ κώνειόν τε καὶ μηκώνειον, ὑοσκύαμος καὶ μανδραγόρα, ἥκιστά ἐστιν ὀξέα. ψυχροὶ μὲν ἅπαντες οἱ ὀξεῖς χυμοὶ, οὐ μὴν εἰς τοσοῦτόν γε ψύχουσιν ὡς ἀναιρεῖν. οὐδὲ γὰρ ἂν οὐδὲ λεπτομερεῖς ὑπῆρχον, εἰ ἦσαν ἄκρως ψυχροὶ, ὥστ’ οὐ μόνον ὅτι ψυχρὸς ὁ ὀξὺς χυμὸς, ἀλλὰ καὶ εἰς ὅσα ψυχρὸς ἤδη πέφανται. βασανίζει δ’ αὐτὸν ὁποῖός τίς ἐστιν τὴν φύσιν ἐπὶ ὀξυλαπάθου καὶ ὀξαλίδος, ἣν δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἔστι δ’ αὕτη λάχανον ἄγριον, ἐν τούτοις γὰρ ἐφάνη μοι μάλιστά πως εἰλικρινὴς καὶ μόνος, οὐδεμιᾶς μετέχων στρυφνότητος, ὥσπερ οἱ τῶν δένδρων καρποί. φανερῶς γὰρ οὗτοι μετὰ στρυφνότητός τινος ἐπίμικτον ἔχουσι τὴν ὀξύτητα, καθάπερ μετὰ δριμύτητος τὸ ὄξος. τὸ μὲν οὖν ἰδίως ὀνομαζόμενον ἐν τοῖς χυμοῖς ὀξὺ μόνης τῆς γλώττης ἐστὶν αἰσθητὸν, ὥσπερ καὶ τὸ δριμύ. τὸ δὲ κοινὸν ἀμφοῖν, τὸ δακνῶδες, ἤδη καὶ τῆς ἁφῆς. ἑκατέρων δ’ ἐστὶν ἡ γλῶττα διαγνωστική. τῶν μὲν γὰρ κοινῶν, ὡς καὶ ἄλλο τι τῶν αἰσθητικῶν σωμάτων, τῶν δ’ ἰδίων, ὡς γεύσεως ὄργανον. καί μοι δοκεῖ τοῦτ’ αὐτῇ τὸ ἐξαίρετον ὑπάρχειν κατὰ τὴν οἰκειότητά τε καὶ τὴν ἀλλοτριότητα τῶν ὅλων οὐσιῶν. εἴρηται γὰρ ἤδη καὶ δέδεικται πολλάκις, οὐδὲν δ’ ἧττον εἰρήσεται καὶ αὖθις οἷόν τι τὸ καθ’ ὅλας τὰς οὐσίας ἐνεργεῖν ἢ πάσχειν ἐστίν. ἔοικα δὲ καὶ νῦν αὐτοῦ μνημονεῦσαι εἰς ὅσον ἀρκεῖ τοῖς παροῦσιν, ἐνθένδε ποθὲν ἀρξάμενος. ἐκ τῶν δ΄ στοιχείων αἱ γενέσεις ἅπασι τοῖς κατὰ μέρος σώμασιν ὑπάρχουσιν, ἄνισοί τε καὶ διαφέρουσαι ταῖς μίξεσιν. ἔνια μὲν γὰρ πυρὸς ἔχει πλέον ἢ τῶν ἄλλων στοιχείων, ἔνια δὲ ὕδατος, ἄλλα δ’ εἰ οὕτως ἔτυχε γῆς, ἔνια δὲ ἀέρος. ἐξ οὖν τῆς τοιαύτης ἀνισότητος αἱ τῶν κατὰ μέρος σωμάτων ἰδιότητες ἀπετελέσθησαν. ἐκ μὲν τῶν στοιχείων αὐτῶν αἱ τῶν φυτῶν, ἐκ τούτων δὲ αἱ τῶν ζώων, ὡς ἐν τοῖς περὶ στοιχείων δέδεικται λόγοις. μεταβάλλει δὲ τὰ μὲν εὐθὺς εἰς ἄλληλα, τὰ δὲ διὰ μέσων ἑτέρων, οἷον αὐτίκα ἡ γῆ μὲν εἰς πυροὺς καὶ κριθὰς καὶ τἄλλα τὰ τοιαῦτα. τούτων δ’ αὖ πάλιν ἕκαστον εἰς ἀνθρώπου σάρκα, οὐ μὴν αὐτῇ γε τῇ γῇ σαρκὶ γίνεσθαι δυνατὸν, ὑπερβάσῃ τὴν ἐν τῷ μέσῳ μεταβολήν. καὶ μέντοι καὶ τῶν εἰς ἄλληλα μεταβαλλόντων ἔνια μὲν ἑτοίμην τε καὶ διὰ ταχέων, ἔνια δὲ καὶ χαλεπὴν καὶ χρόνιον ἔχει τὴν ἀλλοίωσιν. ὅσα μέν ἐστιν ἐγγὺς ταῖς ὁμοιότησι, ταχεῖαν ἔχει, ὅσα δὲ ποῤῥωτέρω, βραδυτέραν. ἐχρῆν οὖν, οἶμαι, γενέσθαι τι τοῖς ζώοις ὑπὸ τῆς φύσεως ὄργανον ὁμοιότητος καὶ ἀνομοιότητος τῶν οὐσιῶν διακριτικὸν, ὃ διαγιγνῶσκον τὰς φύσεις τὸ μὲν οἰκεῖον αἱρήσεται, τὸ δ’ ἀλλότριον φεύξεται. τοῦτ’ οὖν ἐστιν ἡ γλῶττα, τῷ περιττῷ τῆς αἰσθήσεως οὐ ψυχρῶν μόνον, ἢ θερμῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν, ἀλλὰ καὶ τῶν οἰκείων τε καὶ οὐκ οἰκείων ἔχον διάγνωσιν. εἰς τουτὶ γὰρ μόνον τὸ μόριον ἓξ ἐμφύονται νεῦρα. τῶν δ’ ἄλλων ἕκαστον ἢ ἑνὸς ἢ δυοῖν μετείληφεν, οὐδ’ οὖν οὐδὲ τούτων αὐτῶν οὕτω μεγάλων. ἐπειδὴ δὲ τὰ μὲν μᾶλλόν ἐστιν οἰκεῖα τῇ τοῦ σώματος ἡμῶν φύσει, τὰ δ’ ἧττον, καὶ τὰ μὲν ἐν τῇδε τῇ συζυγίᾳ τῆς κράσεως, τὰ δ’ ἐν τῇδε, πλέονες ἐξ ἀνάγκης αἱ γευσταὶ ποιότητες ἀπετελέσθησαν. ἀλλὰ τῶν μὲν τρεφόντων ἁπάντων κοινὸν τὸ γλυκύ· πᾶν γὰρ τὸ τρέφον ἢ μᾶλλον ἢ ἧττόν ἐστιν γλυκύ· τῶν δὲ μὴ τρεφόντων κοινὸν μὲν τὸ κατ’ ἀπόφασιν τοῦ γλυκέος ἢ στερητικῶς ὀνομαζόμενον, οἷον οὐ γλυκὺ καὶ ἁλυκόν. αἱ κατὰ μέρος δὲ πλείους αἱ διαφοραὶ κατὰ λόγον ἐγένοντο, τὸ τῷ μὲν οἰκεῖον ἑκάστῳ τῶν ὄντων ἓν ὑπάρχειν, ὅτι καὶ μία φύσις ἡ ἴδιος αὐτοῦ, τὰ δ’ ἀλλότρια πάμπολλα, τὰ μὲν μᾶλλον ἀποκεχωρισμένα τῆς οὐσίας αὐτοῦ, τὰ δὲ ἧτον. ὅσα μὲν οὖν ἐστιν ἀκριβῶς ὀξέα καὶ στρυφνὰ καὶ πικρὰ καὶ ἁπλῶς ἡντινοῦν ἄλλην ἔχοντα ποιότητα παρὰ τὴν γλυκεῖαν, ἄτροφα πάντ’ ἐστὶν, ὥσπερ ὅσα γλυκέα μόνον, τρόφιμα πάντα, τῶν δ’ ἐπιμίκτων ταῖς ποιότησιν ὅσα μὲν ἅμα γλυκέα τέ ἐστι καὶ στρυφνὰ, παχυμερέστερα ταῖς οὐσίαις ἐστὶ καὶ ψυχρὰ ταῖς κράσεσιν, ὥσπερ καὶ μικρὸν ἔμπροσθεν ἐδείκνυμεν· ὅσα δ’ ὀξέα τε ἅμα καὶ γλυκέα, λεπτομερέστερα μὲν ἢ τὰ στρυφνὰ, ψύχει δ’ αὖ καὶ αὐτά. καὶ δὴ καὶ τὰ μὲν πικρὰ θερμὰ, τὰ δὲ δριμέα καὶ τούτων ἔτι θερμότερα. τρέφει δ’ οὖν ἅπαντα τὰ τοιαῦτα μετὰ γλυκύτητος. αὐτὸ δὲ καθ’ ἑαυτὸ τῶν εἰρημένων οὐδὲν ἱκανὸν τρέφειν ἐστίν. ἐπίμικτα δὲ γίγνεται κατὰ τρόπον διττὸν, ἢ ἀνομοιομερῆ ταῖς οὐσίαις ὑπάρχοντα καὶ διαφερούσας κατὰ τὰ μόρια ποιότητας ἔχοντα, ἢ ἁπλᾶ μὲν ὄντα καὶ ὁμοιομερῆ, κατὰ δὲ τὴν εἰς ἄλληλα τῶν πολὺ διαφερόντων γιγνόμενα μεταβολήν. οὔτε γὰρ τὸ μέλι ἐξαίφνης γίγνεται πικρὸν, ἀλλ’ εἴθ’ ἑψόμενον ἐπὶ πλέον εἴτε παλαιούμενον, εἰς πικρότητα μεταβάλλει κατὰ βραχὺ πάσχον τὸ τοιοῦτο. οὔθ’ ὅσοι τῶν καρπῶν ἀποτελοῦνται γλυκεῖς, ὥσπερ ἔνιοι τῶν σικύων τε καὶ μηλοπεπόνων, οὐδ’ αὐτοὶ τὴν ἐξ ἀρχῆς ἀθρόως ἀποβάλλουσι ποιότητα. κατὰ βραχὺ γὰρ ἅπασι τοῖς φύσεως ἀλλοιουμένοις αἱ μεταβολαὶ συμπίπτουσι, καὶ μάλισθ’ ὅταν εἰς πολὺ διαφερούσας, ἢ καὶ παντάπασιν ἐναντίας ποιότητας, ἡ ἀλλοίωσίς τε καὶ μετάστασις αὐτῶν ἀποτελῆται. ὥσπερ οὖν τὸ μὲν ἀκριβῶς γλυκὺ τρόφιμόν ἐστιν, τὸ δ’ εἰλικρινῶς πικρὸν ἄτροφον, οὕτως τὸ μεταξὺ τρέφει μὲν, ἀλλ’ ἧττον τοῦ γλυκέος. ὡσαύτως δὲ καὶ κατὰ τὰς ἄλλας ἔχει ποιότητας. ἄτροφοι γάρ εἰσι πλὴν τῆς γλυκείας ἅπασαι. καὶ μὲν δὴ καὶ αὐτὰ τὰ στοιχεῖα πολὺ μᾶλλον ἄτροφά τε καὶ ἄποια πρὸς τὴν γεῦσίν εἰσιν. καὶ διὰ τοῦτο καὶ ἡ γῆ καὶ τὸ ὕδωρ, ἄμφω γὰρ καὶ ταῦτα ἄποια πρὸς τὴν γεῦσίν εἰσιν καὶ ἄτροφα, καθάπερ ὁ ἀὴρ καὶ τὸ πῦρ· ὥστε καὶ κατὰ τῶν ποιοτήτων ἐπιμιξίαν ἐκλύεται πολλάκις ἡ τῶν γλυκέων ποιότης, ὑδατώδους μὲν οὐσίας ἐπικρατούσης ἐν τοῖς τῶν ἐπιγείων σχεδὸν ἁπάντων καρποῖς. καὶ γὰρ πυροὶ καὶ κριθαὶ καὶ κύαμοι καὶ ἐρέβινθοι καὶ τἄλλα ὅσα τοιαῦτα, διὰ ὑγρότητα κατ’ ἀρχὰς ἐγγὺς ἀποίων ὄντα τὴν γεῦσιν, ἐν τῷ χρόνῳ πεπαινόμενά τε καὶ ξηραινόμενα γίνεται γλυκύτερα, γεώδους δὲ καὶ ξηρᾶς ἐν ἀχύροις καὶ χόρτῳ καὶ ἀγρώστει καὶ καλάμοις ξηροῖς καὶ ξύλοις, ὧν ἔνια πρὶν ἀποξηρανθῆναι γλυκέα τε ἡμῖν ἐστι καὶ τροφὴν τῷ σώματι δίδωσιν ἐνίοτε, οἷον ὅ τε τοῦ φοίνικος ἐγκέφαλος, οὕτω γὰρ ὀνομάζουσι τὸ ἀνώτατον μόριον αὐτοῦ, καὶ τῆς ἀγρώστεώς τε καὶ τῶν καλάμων αἱ μαλακαὶ ῥίζαι, καὶ μάλιστα τῶν κατ’ Αἴγυπτον, ἤδη δὲ καὶ τῶν πλείστων δένδρων αἱ βλάσται. ὁμοιότητι μὲν γὰρ ἀεὶ τῇ πρὸς τὸ τρεφόμενον γλυκὺ φαίνεται τὸ τρέφον, ἀνομοιότητι δ’ οὐ γλυκύ. πολλῶν δ’ οὐσῶν ἀνομοιοτήτων πολλὰς ἀναγκαῖον ἐν τῷδε καὶ τὰς μὴ γλυκείας γίγνεσθαι ποιότητας, ἃς ἑρμηνεῦσαι μὲν ἀμήχανον, ἀναμνῆσαι δ’ ἐγχωρεῖ, πάντων ἀνθρώπων ἀκριβῶς εἰδότων, ἑτέραν μὲν τὴν ἐκ τῶν στρυφνῶν αἴσθησίν τε καὶ διάθεσιν ἐν τῇ γλώττῃ γιγνομένην, ἑτέραν δὲ τὴν ἐκ τῶν ὀξέων, καὶ ἄλλην μὲν τὴν ἐκ τῶν ἁλμυρῶν, ἄλλην δὲ τὴν ἐκ τῶν πικρῶν.
- 4.16.1
Ὥσπερ οὖν ὅσα τῶν ἐδεσμάτων ὁμοιότατα ταῖς τῶν τρεφομένων ὑπάρχει φύσεσιν, γλυκύτητά τ’ ἐμφαίνεται καὶ σκευασίας οὐδεμιᾶς προσδεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα ποῤῥώτερα τὴν κρᾶσίν ἐστιν τὰ μὲν ἡδυσμάτων, τὰ δὲ καὶ συναμφοτέρων προσδεῖται, καὶ οὐδέν γε θαυμαστὸν αὐτῶν τῶν ἡδυσμάτων μηδὲν ἐδώδιμον ὑπάρχον εἰς ἡδονὴν συντελεῖν τῷ δι’ ἑαυτοῦ σκευασθέντι. δυοῖν γὰρ ἀμέτροιν συνελθόντοιν ἐγχωρεῖ τὸ μικτὸν ἐξ ἀμφοῖν σύμμετρον ἀποτελεσθῆναι καὶ διὰ τοῦτο γλυκὺ φανῆναι, τῶν ἀμέτρων οὐκ ὄντων τοιούτων. ὅταν δὲ δὴ καὶ δι’ ἑψήσεως ἢ ὀπτήσεως ἤ ὅλως ὑπὸ θερμοῦ τινος ἡ σκευασία γίνηται τῶν ἐδεσμάτων, οὐδὲν οὔτ’ ἄπορον οὔτ’ ἄλογον ἃ πρότερον οὐκ ἦν ἡδέα γενέσθαι νῦν ἥδιστα. φαίνεται γὰρ ἡ τοῦ θερμοῦ φύσις οἷς ἂν ὁμιλήσῃ ταχέως ἀλλοιοῦν αὐτὰ καὶ μεταβάλλειν εἰς ἕτερον εἶδος, ὥστ’ οὐκέτι οὐδὲ τοῦτ’ ἄπορον, εἰ τινὰ μὲν ἡδίω, τινὰ δὲ ἀηδέστερα γίνεται τῷ πυρὶ πλησιάζοντα, καὶ τινὰ μὲν ἐλαχίστῳ χρόνῳ, τινὰ δ’ ἐπὶ πλεῖστον ἑψηθῆναι χρήζῃ. τὰ μὲν γὰρ ὁμοιότατα ταῖς κράσεσι τῶν τρεφομένων σωμάτων χωρὶς ἑψήσεώς τε καὶ σκευασίας ἤδη φαίνεται γλυκέα, τὰ δ’ ἀνόμοια πάντα μὲν ἀηδῆ, πρὶν σκευασθῆναι. δεῖται δὲ τὰ μὲν ὑπέρθερμα τῷ ψυχρῷ κολασθῆναι, τὰ δ’ ἱκανῶς ψυχρὰ ταῖς τε τῶν θερμῶν ἐδεσμάτων μίξεσιν καὶ πυρί. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑγρότητι μὲν ὅσα γεώδη καὶ ξηρὰ, ξηρότητι δὲ τὰ πλέον ἢ προσῆκεν ὑδατώδη τε καὶ ὑγρά. τὰς μὲν οὖν ξηρότητας αἱ τῶν ὑγρῶν ἐπιμιξίαι, τὰς δὲ ὑγρότητας αἱ τῶν ξηρῶν καὶ τὸ πῦρ ἐπανορθοῦται. μεγίστη δὲ τοῦ λεγομένου πίστις ἡ κατὰ τὸ στόμα γιγνομένη μεταβολή. τοῖς γοῦν ἐπὶ πλέον ἀσιτήσασιν ἁλυκὸν φαίνεται τὸ πτύελον, εἰ δ’ ἐπὶ πλεῖστον, οὐχ ἁλυκὸν μόνον, ἀλλ’ ἤδη καὶ πικρόν. οὕτω δὲ καὶ πᾶν ἐκχολοῦται τὸ σῶμα, καὶ εἴπερ ἦν αἰσθητικὸν ἅπαν ὁμοίως τῇ γλώττῃ, καὶ τῆς ἁλυκότητος ἂν, οἶμαι, τῆς ἐν αὐτῷ ῥᾳδίως ἠσθάνετο καὶ τῆς πικρότητος, ἔτι τε πρὸς τούτῳ καὶ αὐτῆς τῆς γλυκύτητος, ὑπαρχούσης γε ἀεὶ τῷ κατὰ φύσιν αἵματι. νυνὶ δὲ ἐπειδὰν ἤτοι ῥαγέντος ἢ ἀναστομωθέντος ἀγγείου τινὸς ἀθρόον τε καὶ θερμὸν αἷμα κατὰ τῆς γλώττης ἐκχυθῇ, φαίνεται γλυκύτατον, ὅταν, ὡς εἴρηται, κατὰ φύσιν ἔχῃ. ἐπεὶ τό γε νενοσηκὸς πικρὸν ἢ ἁλυκόν ἐστιν, ἤ τινα τοιαύτην ἑτέραν ἐμφαίνει ποιότητα, τὸ μέντοι καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα λανθάνει, καθάπερ αἱ χολαὶ καὶ τὸ φλέγμα. καίτοι τῶν χολῶν ἡ μὲν ἀεὶ πικρὰ φαίνεται, κᾂν μικρῷ μορίῳ ψαύσῃ τῆς γλώττης, ἡ μέλαινα δ’ ὀξεῖα. καὶ τοῦ φλέγματος καὶ τῇ γλώττῃ πλησιάζοντος τὸ μὲν γλυκὺ, τὸ δὲ ὀξὺ, τὸ δὲ ἁλμυρὸν ἐναργῶς ἐφάνη πολλάκις, ἄδηλον ὑπάρχον καὶ τοῦτο καθ’ ὅλον τὸ ζῶον.
- 4.17.1
Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τὸ γλυκύτατον ἁπάντων μέλι τὸν πικρότατον γεννᾷ χυμὸν καὶ διὰ τί μάλιστα τοῖς ἀκμάζουσί τε καὶ φύσει θερμοῖς καὶ πυρέττουσιν. ὡς γὰρ κἀκτὸς ἐπὶ πλέον ὁμιλῆσαν τῷ πυρὶ πικρὸν ἀποτελεῖται, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τοῖς τῶν ζώων σώμασιν, ὅταν ἀκραιφνεῖ πλησιάζῃ θερμότητι, τὸν χολώδη γεννᾷ χυμόν. ἐν δὲ ταῖς ψυχροτέραις κράσεσιν ἢ διὰ ἡλικίαν, ἢ διὰ φύσιν σώματος, ἢ διὰ νόσον, εἰς χρηστὸν καὶ σύμμετρον αἷμα μεταβάλλει ῥᾳδίως. οὐ γὰρ ὑπερθερμαινόμενον οὐδ’ ἀλλοιούμενον ἐπὶ πλέον ἐν τοῖς τοιούτοις σώμασιν, ἀλλ’ ὅμοιόν τι τῷ μετρίως ἑψηθέντι πάσχον ἐξομοιοῦται τελέως αὐτοῖς καὶ διαφυλάττει τὴν γλυκύτητα. καὶ τί θαυμαστὸν ὑπὸ τῆς σφοδροτέρας ἐν τοῖς ζώοις θερμότητος ἢ πλείονος ἑψήσεως ἐξίστασθαι τῆς ἀρχαίας γλυκύτητος τὸ μέλι, καὶ χωρὶς τούτων ὑπὸ τῆς ἐν αὐτῷ θερμότητος ἐν χρόνῳ πλέονι πικρὸν ἀποτελούμενον; ἐν γὰρ τῷ τάχει τῆς μεταβολῆς ἡ διαφορὰ μόνον, οὐκ ἐν τῷ πάσχειν ἕτερον πάθος ὑφ’ ἑτέρας αἰτίας. καὶ γὰρ τὸ πάθος αὐτὸ καὶ τὸ μεταβάλλον αἴτιον ὂν, τὸ πάθος μὲν ἡ πικρότης, τὸ δ’ αἴτιον ἡ ἀμετρία τῆς θερμότητος, ἀμετρίας δὲ τῆς εἰς ἀλλοίωσιν ἀγούσης διττῆς ὑπαρχούσης τῷ γένει, ῥώμης τοῦ πλησιάζοντος, ἢ μήκους τοῦ χρόνου, τὴν μὲν ἑτέραν ἐξ ἡμῶν τε καὶ τοῦ πυρὸς, τὴν δ’ ἑτέραν ἐξ αὐτοῦ λαμβάνει τὸ μέλι. καὶ δεόντως ἐν χρόνῳ πλείονι γίγνεται τοῦτο τὴν ἐξ αὐτοῦ, ὅτι καὶ τὸ μεταβάλλον ἀσθενέστερον. ὅπερ οὖν ὑπ’ ἐλάττονος αἰτίας ἐν χρόνῳ πλείονι γίγνεται, τοῦθ’ ὑπὸ μείζονος ἐν ἐλάττονι γίγνεσθαι τί θαυμαστόν; ἀλλ’ οὐ τό γε χάλα, καίτοι γλυκὺ πρὸς τὴν γεῦσιν ὑπάρχον, ἐξ αὑτοῦ ποτε γίνεται πικρόν. κρατεῖται γὰρ ἐν αὐτῷ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ μᾶλλον ἢ κρατεῖ, καὶ διὰ τοῦτο ὀξύνεται κείμενον. ἐκ τριῶν μὲν γὰρ οὐσιῶν διαφερουσῶν ταῖς ποιότησι σύγκειται, καθότι καὶ πρόσθεν ἔλεγον, πρώτης μὲν τῆς παχείας, ἐξ ἧς ὁ τυρὸς γίνεται, δευτέρας δὲ τῆς λιπαρᾶς, ἐξ ἧς ο῾ βούτυρος, καὶ τρίτης τῆς ὑδατώδους, ἣν ὀῤῥὸν ἐπονομάζομεν. ἀλλὰ τούτων ἡ μὲν λιπαρὰ μάλιστα εὔκρατος, ἡ δὲ παχεῖα μικρὸν ταύτης ἀποδέουσα. τὸ δ’ ὀῤῥῶδες περίττωμα ψυχρόν τ’ ἐστὶ καὶ ὑγρὸν, ὥστε τὸ μὲν σύμπαν γάλα τοῦ συμμέτρου τῇ θερμότητι σώματος ἀπολείπεσθαι συχνῷ, καὶ διὰ τοῦτο εἰς ὀξύτητα μεταβάλλει ἐξ ἑαυτοῦ μᾶλλον ἢ πικρότητα. καὶ εἴπερ οἷόν τε ἦν αὐτοῦ γεύσασθαι πεφθέντος ἔν τε τῇ γαστρὶ καὶ κατὰ τὰς φλέβας, εὑρίσκοιτο ἂν, οἶμαι, γλυκύτερον μέλιτος. ὃ γὰρ ἔξωθεν ἔχει καὶ παρ’ ἑαυτοῦ τὸ μέλι, τοῦτ’ ἐν τῷ πέττεσθαι λαμβάνει τὸ γάλα. καὶ ὅταν γε θερμὸν ἱκανῶς ὑπάρχῃ τὸ τοῦ ζώου σῶμα, τοσοῦτον ἐπικτᾶται τὸ γάλα τῆς γλυκύτητος, ὅσον ἀπόλλυσι τὸ μέλι. καὶ τοῦτ’ εὐλόγως γίνεται. τῷ μὲν γὰρ ἄκρως γλυκεῖ, καὶ διὰ τοῦτο μηκέτ’ ἐγχωροῦντι προσθήκην γλυκύτητος, εἰς τὴν ἐφεξῆς ἀνάγκη μεταβάλλειν ποιότητα· τῷ δέ γε ἐνδεεῖ τὸ τέλεον ἐκ τῆς πέψεως προσγίνεται. ταῦτ’ ἄρα καὶ διττὰς ἀπεπτούμενον ἐν τῇ γαστρὶ τὸ γάλα τὰς ἀλλοιώσεις ἐπιδέχεται· κατὰ μὲν τὴν ψυχροτέραν κοιλίαν ὀξυνόμενον, ἐν δὲ τῇ θερμοτέρᾳ κνισῶδές τε καὶ πικρὸν ἀποτελούμενον. οὐ μὴν τό γε μέλι τὴν εἰς ὀξύτητά ποτε μεταβολὴν δέχεται ἐν τῷ πέττεσθαι· θερμότερον γάρ ἐστιν ἢ ὥστε μὴ κρατούμενον ὀξυνθῆναι. δακνώδη μὲν γὰρ ἄμφω τῇ γλώττῃ, τό τε ὀξὺ καὶ τὸ πικρὸν, οὐ μὴν ὡς ἴδιον γλώττης αἴσθησις τοῦτο κέκτηται. καὶ γὰρ εἰ καὶ κατ’ ἄλλης σαρκὸς ἡστινοσοῦν γυμνῆς τοῦ δέρματος ἐπιβάλλοις αὐτὰ, δάκνει κἀκείνην, ᾧ δῆλον ὡς τὸ δακνῶδες τῆς ἁφῆς ἴδιον αἰσθητὸν, οὐ γεύσεώς ἐστιν· καὶ μὴν καὶ τοῖς δριμέσιν ὀνομαζομένοις, οἷον πυρέθρῳ τε καὶ σκορόδῳ καὶ κρομμύῳ ὑπάρχει τὸ δάκνειν, οὐ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἡμῶν σάρκα. καὶ κοινὸν ἄρα τοῦτο τὸ δάκνειν τριῶν ἐστι χυμῶν, ὀξέος, πικροῦ, δριμέος, ἀλλὰ τοῦ μὲν ὀξέος ὡς ψυχροῦ τε ἅμα καὶ λεπτομεροῦς, ἐδείχθη γὰρ τοῦτο πρόσθεν, τοῦ πικροῦ δὲ καὶ δριμέος ὡς θερμῶν.
- 4.18.1
Ὅτι μὲν οὖν ὁ πικρὸς χυμὸς θερμός ἐστιν ἀρτίως μοι δέδεικται. περὶ δὲ τοῦ δριμέος ἰδίως ὀνομαζομένου τὴν ἀρχὴν οὐδ’ ἀποδείξεώς ἐστι χρεία. φθάνει μὲν γὰρ ἡ ἐκ τῆς αἰσθήσεως ἐνέργεια τὴν ἐκ τοῦ λόγου πίστιν, ὥστ’ οὐδ’ ἠμφισβήτησεν οὐδεὶς ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ Πλάτων ὡς περὶ θερμοτάτου πάντων ἀποφαίνεται καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ τῶν ἰατρῶν οὐδείς ἐστιν οὔτε τῶν παλαιῶν οὔτε τῶν νεωτέρων, ὃς ἕτερόν τι γιγνώσκει. κατὰ γὰρ τὸν τῆς οὐσίας αὐτοῦ λόγον ἐστὶ τὸ θερμαίνειν, ὥστ’ εἰ καὶ τῶν ἰδιωτῶν ὁντιναοῦν ἔροιο, τί καλεῖ δριμὺ βρῶμα, φαίη ἂν, οἶμαι, τὸ θερμαῖνον ἰσχυρῶς ἐν τῷ γεύεσθαι, καθάπερ τὸ πέπερι καὶ τὸ πύρεθρον καὶ τὸ κάρδαμον καὶ τὰ σκόροδα καὶ τὰ κρόμμυα καὶ πάνθ’ ὅσα τοιαῦτα. καί μοι δοκεῖ μόνον τοῦτο τὸ γένος τῶν χυμῶν ἰδίας ἀπορῆσαν προσηγορίας τῇ κοινῇ συγχρήσασθαι καθ’ ὑπεροχήν. ὄντος γὰρ καὶ τοῦ πικροῦ χυμοῦ καὶ τοῦ ὀξέος δριμέων ἀμφοῖν, ἐν ᾧπερ ἂν σώματι σφοδρὰν εὑρίσκομεν τὴν δριμύτητα, κᾂν μήτε πικρὸν ᾖ κᾂν μήτε ὀξὺ, δριμὺ προσαγορεύειν εἰθίσμεθα, καίτοι πολλῶν ὄντων κατ’ εἶδος τῶν τοιούτων σωμάτων. τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐδώδιμα, τὰ δ’ οὔ. τὰ μὲν οὖν ἐδώδιμα γλυκεῖαν ἐξ ἀνάγκης ἔχει τινὰ μεμιγμένην ἀμυδρὰν ποιότητα. καὶ διὰ τοῦτο πολλοῖς ἐξ αὐτῶν ὡς ὄψῳ χρώμεθα, πολλοῖς δ’ ὡς ἡδύσματι μόνῳ. ὡς σιτίοις μὲν γὰρ αὐτῶν οὐδενὶ, διὰ τὸ σφοδρὸν τῆς δυνάμεως. τῶν δ’ οὐκ ἐσθιομένων τὰ μέν ἐστι θανάσιμα, τὰ δ’ ἁπλῶς φάρμακα, πάντα δ’ οὖν ἐπιτιθέμενα κατὰ τοῦ δέρματος ἡμῶν ἕλκος ἐργάζεται ῥᾳδίως. ἐμφαίνει δὲ καὶ τούτων ἔνια πικρὰν ποιότητα, ὥσπερ τῶν ἐδωδίμων οὐκ ὀλίγα γλυκεῖαν, οὐ μὴν ὀνομάζεταί γε πικρὰ, διότι βραχεῖα μὲν αὕτη καὶ ἀσθενής ἐστιν ἐν αὐτοῖς, ἰσχυρὰ δὲ ἡ τῆς δριμύτητος. ἐνίων δ’ οὐδὲ γεύσασθαι τολμῶμεν, οἷον ἤτοι θαψίας, ἢ κανθαρίδων, ἤ τινος ἑτέρου τῶν κατὰ διάβρωσιν ἢ σῆψιν ἀναιρούντων· ἀλλ’ ἔστι καὶ τούτων εἰκάσαι δριμεῖαν εἶναι τὴν γεῦσιν ἐξ ὧν ἐργάζεται περὶ τὸ σύμπαν σῶμα. πολλὰ δὲ καὶ ταῖς ὀσμαῖς εὐθύς ἐστιν ἀλλόκοτα καὶ σαφῶς ἐνδεικνύμενα τὴν πρὸς ἄνθρωπον ἐναντιότητα, καθάπερ αὐτά γε ταῦτα τὰ προειρημένα, καὶ ὁ τοῦ κωνείου καὶ ὁ τοῦ μήκωνος, ἔτι τε μανδραγόρου καὶ ὑοσκυάμου χυλός. καὶ γὰρ δὴ νῦν ἐθεασάμεθα ἔναγχος βοτάνης χυλὸν, ὃν ἑκατόνταρχός τις ἐκ τῆς πρὸς Αἴγυπτον βαρβάρου χώρας ἐκόμισεν. οὕτως δ’ ἦν βαρὺς καὶ ἀηδὴς τὴν ὀσμὴν ὡς μηδὲ γεύεσθαι τολμᾷν, ἀλλ’ εἰκάζειν θανάσιμον ὑπάρχειν· ἐχρῆτο δ’ αὐτῷ πρὸς τὰς ἀρθριτικὰς ὀδύνας ἀκμαζούσας, καὶ σαφῶς ἐδόκει καὶ αὐτοῖς. τοῖς κάμνουσιν ψυκτικὴν ἔχειν τὴν δύναμιν. ἔστι δ’ ὑπόξανθος μὲν τὴν χρόαν, οὕτως δὲ βαρὺς κατὰ τὴν ὀσμὴν ὡς τοῦ κωνείου, πλὴν ὅσα βραχείας ἀρωματιζούσης τινὸς εὐωδίας προσβάλλει. τὸ δ’ ὄνομα τῆς βοτάνης ἐξ ἧς ὁ χυλὸς γίγνεται λυκοπέρσιον ἔφασκεν εἶναι. ἀλλὰ περὶ μέν τῶν δηλητηρίων φαρμάκων αὖθις εἰρήσεται. τοὺς δὲ δριμεῖς ἅπαντας χυμοὺς, περὶ τούτων γὰρ ἦν ὁ λόγος, ἄκρως θερμοὺς χρὴ γινώσκειν ὄντας. ἐφεξῆς δ’ αὐτῶν τοὺς πικροὺς, εἶτα τούτων ἑξῆς τοὺς γλυκεῖς. ἐν ἅπασι δ’ αὐτοῖς ἱκανοῦ τοῦ πλάτοις ὑπάρχοντος, ὁ μὲν μᾶλλον δριμὺς καὶ πικρὸς καὶ γλυκὺς μᾶλλον δηλονότι καὶ θερμός ἐστιν, ὁ δ’ ἧττον εἰς τοσοῦτον ἀπολείπεται θερμότητος, εἰς ὅσον καὶ τῆς ἀκριβοῦς κατὰ τὴν γεῦσιν ποιότητος. ὅρος δὲ τοῦ μὲν πικροῦ χυμοῦ τὸ ῥύπτειν ἐστὶν, τοῦ δὲ δριμέος τὸ καίειν, τοῦ δὲ γλυκέος τὸ τρέφειν, ὅταν γε τελέως ἔχωσι κατὰ τὴν ἑαυτῶν ἕκαστον φύσιν, τουτέστιν ὅταν ὡς οἶόν τε μάλιστα ὑπάρχωσιν ἑτέραις ποιότησιν ἄμικτοι, οἷον ὁ πικρὸς ἔστι μὲν πάντως θερμὸς, ἀλλ’ ὁ μὲν ἄρτι γενόμενος ἐκ τῆς τοῦ γλυκέος μεταβολῆς ἧττόν τε πικρός ἐστι καὶ ἧττον θερμὸς, ὁ δὲ ἐπὶ πλεῖστον ἐξηλλαγμένος ἐσχάτως τε πικρός ἐστι καὶ ἤδη πλησίον ἥκει τοῦ δριμέος, ὡς μὴ ῥύπτειν ἔτι μόνον, ἀλλὰ καὶ διαβιβρώσκειν καὶ δάκνειν, οἷον ἀριστολοχία μὲν καὶ ἴρις καὶ πάναξ αὐτὸ τοῦτο μόνον, ἀποῤῥύπτουσί τε καὶ καθαροποιοῦσι τὰ ἕλκη. ἀγρία δὲ σταφὶς οὐδὲν μὲν ἧττον τούτων δριμεῖά ἐστιν, εἰ μὴ ἄρα καὶ μᾶλλόν ἐστι πικρά· δριμεῖα γὰρ ἤδη καὶ μάλα καὶ θερμὴ σφοδρῶς, ὅθεν οὐδὲ τὸν ῥύπον ἀφαιρεῖ τῶν ἑλκῶν μόνον, ἀλλὰ καὶ αὐτὴν κατατήκειν πέφυκε τὴν σάρκα. τοιοῦτο δέ τι καὶ τοῦ σώματος εἴσω λαμβανόμενοι πεφύκασι δρᾷν οἱ πικροὶ χυμοὶ πάντες, οἷόν τι καὶ κατὰ τὰ ἕλκη· ῥύπτουσί τε γὰρ καὶ διακαθαίρουσιν αὐτὰ καὶ τὴν ἐν ταῖς φλεψὶ τῶν χυμῶν παχύτητα τέμνουσιν, ὅθεν ἐπιμήνιά τε κινοῦσι καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς τοῦ πύου συναίρονται, καὶ ὅλως, εἴτε παχὺ φλέγμα περιεχόμενον ἐν αὐτοῖς εἴτε πῦον εἴτ’ ἄλλο τοιοῦτο εἴη, διακαθαίρουσιν, ἐπιληψίαις τε κατὰ τοῦτο βοηθοῦσιν, ὅσοι γε μὴ δηλητήριοι τὴν φύσιν ὑπάρχουσιν. ἐκεῖνοι γὰρ ὅλῳ τῷ γένει παρὰ φύσιν εἰσίν. οὕτω δὲ καὶ τοὺς πτύοντας αἷμα βλάπτειν πεφύκασιν. τῶν στυφόντων γὰρ ἐκεῖνοι καὶ γλίσχρων, οὐ τῶν τεμνόντων καὶ διαιρούντων δέονται. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται τῆς θεραπευτικῆς μεθόδου.
- 4.19.1
Περὶ δὲ τῶν πικρῶν χυμῶν τῆς δυνάμεως ἀφορισάμενοι καὶ τμητικοὺς αὐτοὺς εἰπόντες εἶναι καὶ λεπτυντικοὺς καὶ ῥυπτικοὺς, καὶ δηλονότι θερμοὺς εἰς τοσοῦτον ὡς μήπω καίειν, ἐπὶ τοὺς δριμεῖς αὖθις ἴωμεν τῷ λόγῳ. καὶ πρῶτον μὲν θερμοὺς ἀκριβῶς αὐτοὺς εἴπωμεν, εἶτα διαβρωτικούς τε καὶ καυστικοὺς καὶ ἐσχαρωτικοὺς καὶ συντηκτικούς· ἐπὶ μὲν τοῦ δέρματος ἐπιτιθεμένους ἅπαντας τοὺς τοιούτους εἶναι, εἴσω δὲ τοῦ σώματος λαμβανομένους, ὅσοι μὲν ὅλαις ταῖς οὐσίαις ἐναντιώτατα διάκεινται πρός τινα ζῶα, σηπτικούς τε πάντας εἶναι καὶ δηλητηρίους ἐκείνων τῶν ζώων. ὅσοι δὲ κατὰ τὴν ἀμετρίαν τῆς θερμότητος μόνον, εἰ μὲν παχυμερεῖς καὶ γεώδεις εἶεν, ἑλκωτικοὺς τῶν ἐντὸς, εἰ δὲ λεπτομερεῖς, διουρητικούς τε καὶ ἱδρωτικοὺς, καὶ ἁπλῶς εἰπεῖν τμητικούς τε καὶ διαφορητικούς. συναίρονται δέ τινες αὐτῶν ταῖς τε ἐκ τοῦ θώρακος ἀναπτύσεσι καὶ ταῖς τῶν καταμηνίων φοραῖς· ἀλλὰ πότε καὶ πῶς καὶ τίνι μεθόδῳ χρωμένων, οὐ τῆς νῦν ἐνεστώσης πραγματείας διελθεῖν. ὑπὲρ ἁπάντων γὰρ τῶν τοιούτων ἐν τῇ θεραπευτικῇ μεθόδῳ λεχθήσεται, ὥστε καὶ περὶ τῶν δριμέων χυμῶν τῆς φύσεως ἤδη παύσομαι τὰ πλείω γράφων. ἀρκεῖ δὲ μόνον ἔτι διορισμοὺς ἀκριβεστέρους αὐτοῖς προσθεῖναι, καθ’ οὓς διαφέρουσι τῶν πικρῶν. οὐ μόνον γὰρ ἰσχυρᾷ θερμότητι διαλλάττειν αὐτῶν πεφύκασιν, ἀλλὰ καὶ τῷ τοὺς πικροὺς μὲν ἅπαντας ὑπάρχειν οὐ θερμοὺς μόνον, ἀλλὰ καὶ ξηροὺς τὴν δύναμιν, ὡς ἄν τις μάλιστα σαφῶς εἰκάσειε, τέφρᾳ παραπλησίως, ἐν δὲ τοῖς δριμέσιν, ὅσοι γε οὐκ εἰσὶ πικροὶ, πολλὴν ἐνίοτε μεμίχθαι τὴν ὑγρότητα, καὶ διὰ τοῦτό γ’ ἐσθίειν ἡμᾶς οὐκ ὀλίγα τῶν τοιούτων σωμάτων. ὅτι δ’ οὐδὲ θερμὸς μόνον, ἀλλὰ καὶ ξηρός ἐστι τὴν κρᾶσιν ὁ πικρὸς ἅπας χυμὸς, ἥ τε διωρισμένη πεῖρα πρώτως καὶ μάλιστα διδάσκει, περὶ ἧς ἔμπροσθεν εἴρηταί μοι πολλάκις, ἔτι τε πρὸς τῇ πείρᾳ τῷ λόγῳ σκοπουμένοις ὡσαύτως συμβαίνει. θερμαινομένων γοῦν ἐπὶ πλέον τῶν γλυκέων, εἴθ’ ὑπὸ πυρὸς εἴθ’ ὑπὸ τῆς ἐμφύτου θερμότητος, ἡ τῶν πικρῶν σωμάτων ἐδείκνυτο γένεσις. εὐθὺς δὲ ταῦτα καὶ τῇ συστάσει μὲν ξηρότερα φαίνεται, καὶ τῷ δαπανᾶσθαι δ’ ἀεὶ καὶ ἀποῤῥεῖν αὐτῶν τὸ ὑγρὸν, ἐξατμιζόμενον ὑπὸ τῆς θερμότητος ἀναγκαῖόν ἐστι τὸ καταλειπόμενον ἀποδείκνυσθαι γεωδέστερόν τε καὶ ξηρότερον. αὐτὸ μὲν γὰρ τὸ γλυκὺ πρὸς τῷ θερμὸν ὑπάρχειν ἢ μᾶλλον ἢ ἧττον, ἐξ ἀνάγκης δήπου καὶ ὑγρὸν ἢ μᾶλλον ἢ ἧττόν ἐστιν. εἰ δέ γε τῇ τοῦ σώματος ἡμῶν φύσει μάλιστα οἰκεῖον ὑπάρχει, αὕτη δ’ ἦν εὔκρατος, ὑγρὰ καὶ θερμὴ, τὸ δ’ οἷον ὑπεροπτηθέντος τούτου γιγνόμενον ὅμοιον τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγκης ἀποτελεῖται. καὶ μέντοι καὶ δι’ αὐτὸ τοῦτο ῥύπτειν τε πέφυκε καὶ καταθραύειν καὶ τέμνειν τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς, ὥσπερ ἡ τέφρα καὶ τὸ νίτρον. οὐδὲ γὰρ ἀερώδης αὐτῶν ἐστιν οὐδὲ λεπτομερὴς, ἀλλὰ οὐδὲ ὑδατώδης ἡ σύστασις, ἀλλ’ ὥσπερ καὶ μικρῷ πρόσθεν εἴρηται, γεωδεστέρα, κατειργασμένη ἀκριβῶς ὑπὸ τοῦ θερμοῦ καὶ οἷον ὑπερωπτημένης αὐτῶν τῆς οὐσίας. ὡς μὲν οὖν τοῖς στύφουσι παραβαλεῖν, εἴη ἂν οὐκ ὀλίγῳ τινὶ λεπτομερέστερα τὰ πικρὰ τῶν φαρμάκων, ὡς δὲ τοῖς δριμέσι, παχυμερέστερα καὶ διὰ τοῦτ’ οὔτε διεξέρχεται ῥᾳδίως τῶν γλίσχρων τε καὶ παχέων χυμῶν, ὥσπερ ὅσα λεπτομερέστερα ταῖς οὐσίαις ἐστὶν, οὔτ’ ἀδυνατεῖ τέμνειν ὁμοίως τοῖς παχυμερέσιν. ἐν δὲ τῷ μέσῳ χρὴ τετάχθαι τὸ μέλλον τέμνειν ἑκατέρας τῶν ὑπερβολῶν, ἵνα μήθ’ ἑτοίμως ὡς αὐτὴ ἡ φλὸξ διεξέρχηται μήτ’ ἐν τῷ μέλλειν καὶ βραδύνειν ἀδυνατῇ διαιρεῖν. ἀλλὰ περὶ μὲν τούτων κᾀν τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται τῷ πέμπτῳ. νυνὶ δ’ ἀρκεῖ γινώσκειν τό γε τοσοῦτον, ὡς ἡ πικρὰ ποιότης ἅπασα θερμαῖς τε ἅμᾳ καὶ ξηραῖς οὐσίαις συμβέβηκε, καὶ πρὸς τούτοις γ’ ἔτι λεπτομερέσι καὶ γεώδεσιν. ἀκούειν δ’ ὅλου χρὴ τοῦ λεγομένου συνάπτοντας εἰς ταὐτὸ καὶ μὴ κατὰ μόνας ἑκάτερον ἀναγινώσκοντας. καὶ γὰρ ἂν μάχεσθαι δόξειεν οὕτω γε τῷ γεώδει τὸ λεπτομερὲς, ἀλλ’ οὐχ ἁπλῶς λεπτομερὲς, ἀλλ’ ὡς ἐν γεώδει συστάσει τοιοῦτο εἶναί φημι τὸ πικρὸν, οἷον τίτανος καὶ τέφρα καὶ πᾶν ὅ τι περ ἂν ἀκριβῶς κατοπτηθῇ, καὶ γένηται σποδιὰ, μᾶλλον δ’ ἂν ἴσως ἀληθέστερον εἰκάζοιτο λιγνύϊ τινὶ καὶ αἰθάλῃ φλογὸς, ἣ καὶ γευομένοις πικρὰ φαίνεται. παχυμερὲς μὲν οὖν σῶμα γεῶδες ὅ τε σίδηρός ἐστιν καὶ ὁ λίθος, αἰθάλη δὲ καὶ τέφρα λεπτομερές. ὁ μέντοι διάπυρος εἴτ’ οὖν λίθος ἢ σίδηρος παχυμερέστερός ἐστι τιτάνου καὶ τέφρας, καὶ πολὺ μᾶλλον αἰθάλης, καὶ πρὸς τούτοις γε θερμότερος. ἀλλὰ διαπύρῳ μὲν σιδήρῳ καὶ λίθῳ τὰ πατὰ διάβρωσιν ἀναιροῦντα φάρμακα προσέοικεν ὑπὸ τῆς ἐν αὐτῷ σώματι θερμασίας, εἰς τοῦτ’ ἀγόμενα δηλονότι, καθάπερ ἥ τε χαλκῖτις καὶ τὸ μίσυ καὶ τὸ σῶρυ, καὶ πρὸς τούτοις ἀρσενικὸν, ὑδράργυρος, λιθάργυρος καὶ ἕτερα μυρία. παχυμερῆ μὲν γάρ ἐστιν τὰ τοιαῦτα πάντα καὶ δυνάμει θερμὰ, καὶ διὰ τοῦτ’ ἐκπυρούμενα τῷ χρόνῳ κατὰ τὴν ἐν τῷ ζώῳ μεταβολὴν ὁμοίως διαπύροις λίθοις ἢ σιδήροις ἑλκοῖ καὶ καίει τὰ κατὰ τὴν γαστέρα, μηδ’ ἀναδοθῆναι δυνάμενα διὰ τὸ βάρος. τούτων δ’ ἔτι λεπτομερέστερα, καί τοι γεώδη ταῖς συστάσεσιν ὑπάρχοντα, τίτανός τε καὶ κανθαρὶς καὶ ὁ θαλάττιος λαγωός· ὧν τινὰ μὲν ἄχρι τῶν καθ’ ἧπαρ ἀνέρχεται χωρίων, ἔνια δὲ καὶ μέχρι κύστεως καὶ θώρακος, ἐν τῷ τοσούτῳ διαστήματι τῆς φορᾶς τὸ πυρῶδες προσκτώμενα, ἀριστολοχία δὲ καὶ ἴρις ἔτι καὶ τούτων αὐτῶν λεπτομερέστερά ἐστιν· καὶ γὰρ καὶ ὑγρᾶς οὐσίας μᾶλλον τούτων μετέχει καὶ ἀερώδους, δῆλον δ’ ἐκ τοῦ μήθ’ οὕτως εἶναι ξηρὰ καὶ κραῦρα μήθ’ οὕτως βαρέα καὶ διὰ τοῦτ’ ἐξέφυγε τὸ γένος τῶν δηλητηρίων. καὶ μὲν δὴ καὶ ἡ κανθαρὶς ὀλίγη ποτὲ ληφθεῖσα καὶ οἷς προσῆκε μιχθεῖσα πρὸς τῷ μηδὲν ἀδικεῖν τὴν κύστιν ἔτι καὶ διακαθαίρει νεφροὺς, καὶ τά γε δραστικώτερα τῶν οὐρητικῶν φαρμάκων ἔχει τι καὶ κανθαρίδος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἕτερος λόγος.
- 4.20.1
Ὁ δὲ πικρὸς χυμὸς ὅτι τοῖς ξηροῖς τῇ κράσει σώμασι συνυπάρχει κᾀκ τοῦ δυσσηπτότατα πάντων εἶναι τὰ πικρὰ καὶ ἥκιστα σκώληκάς τε καὶ ἄλλ’ ἄττα ζῶα γεννᾷν, οἷα δὴ πέφυκεν ἐν ῥίζαις καὶ βοτάναις καὶ καρποῖς σηπομένοις ἐγγίγνεσθαι πάρεστι συλλογίσασθαι. μάλιστα γὰρ ὁρῶμεν ἐν τοῖς ὑγροῖς σώμασι καὶ σκώληκας καὶ σηπεδόνας ἐγγιγνομένας. τὰ δ’ ἀκριβῶς πικρὰ, καλῶ δ’ οὕτως ὅσα μηδεμιᾶς ἑτέρας ποιότητος αἰσθητῆς μετέσχηκεν, ἅπασι σχεδὸν τοῖς ζώοις, οὐκ ἀνθρώποις μόνοις, ἐστὶν ἄβρωτα, τῷ πᾶν μὲν ζῶον ὑγρὸν ἢ μᾶλλον ἢ ἧττον ὑπάρχειν, ξηρὰ δ’ εἶναι τὰ πικρὰ, τέφρᾳ καὶ κονίᾳ παραπλήσια. οὔτ’ οὖν τέφραν ἢ κονίαν ἢ αἰθάλην ἢ τίτανον ἐσθίει ζῶον οὐδὲν οὔτε τῶν ἀκριβῶς πικρῶν. ἀψίνθιον μὲν γὰρ οὐ πικρὸν μόνον, ἀλλὰ καὶ στρυφνόν ἐστιν, ἡ θάλαττα δ’ ἁλμυρὰ μᾶλλον ἢ πικρὰ καὶ πλείστου μετέχουσα τοῦ ποτίμου, καθάπερ καὶ Ἀριστοτέλει πάλαι τοῦθ’ ἱκανῶς ἐπιδέδεικται. τὸ δὲ τῆς ἐν Παλαιστίνῃ Συρίᾳ λίμνης ὕδωρ, ἣν ὀνομάζουσιν οἱ μὲν θάλασσαν νεκρὰν, οἱ δὲ λίμνην ἀσφαλτῖτιν, ἔστι μὲν καὶ γευομένοις οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ πικρόν. ἔχει δὲ καὶ τοὺς ἐξ ἑαυτοῦ γεννωμένους ἅλας ὑποπίκρους ὁμοίως καὶ κατὰ τὴν ὄψιν εὐθὺς ἅμα πάσης θαλάσσης λευκότερόν τε καὶ παχύτερον φαίνεται, ἅλμῃ κατακορεῖ προσεοικὸς, εἰς ἣν οὐδ’ ἂν ἐμβάλῃς ἅλας, ἔτι τακήσονται, πλεῖστον γὰρ τούτων μετέχει. καὶ εἴ τις εἰς αὐτὴν καταδὺς ἀνακύψειεν, ἄχνην ἁλῶν ἂν εὐθέως κύκλῳ περὶ πᾶν ἴσχει τὸ σῶμα, καὶ διὰ τοῦτό τε βαρύτερόν ἐστι τῆς ἄλλης θαλάττης τὸ ὕδωρ ἐκεῖνο τοσοῦτον ὅσον ἡ θάλαττα τῶν ποταμῶν. ὥστ’ οὐδ’ εἰ βούλοιο κατὰ τοῦ βάθους καθεὶς ἑαυτὸν φέρεσθαι κάτω, δυνηθείης ἄν· οὕτως ἐξαίρει τε καὶ κουφίζει τὸ ὕδωρ, οὐχ ὡς φύσει κοῦφον ὑπάρχον, ὅπερ ἤδη τις εἷπε τῶν παλαιῶν σοφιστῶν, ἀλλ’ ὡς Ἀριστοτέλης ἔλεγε, διὰ βαρύτητα δίκην πηλοῦ βαστάζον τὰ κουφότερα. καὶ κατὰ τοῦτό γέ τοι καὶ εἰ συνδήσας ἀνθρώπου τὼ χεῖρε καὶ τὼ πόδε μεθείης εἰς τὸ τῆς λίμνης ἐκείνης ὕδωρ, οὐκ οἰχήσεται κάτω. καὶ μὲν δὴ καὶ ὡς ἐν τῇ θαλάττῃ πλείονα φορτία τῶν ἐν ταῖς λίμναις τε καὶ ποταμοῖς βαστάζει τὰ πλοῖα μὴ βυθιζόμενα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ νεκρᾷ λίμνῃ πολλαπλάσια τῶν ἐν τῇ θαλάττῃ. τοσούτῳ γάρ ἐστιν τὸ κατ’ αὐτὴν ὕδωρ τοῦ θαλαττίου βαρύτερον ὅσον τὸ θαλάττιον τοῦ λιμναίου τε καὶ ποταμίου. πρόσεστι γὰρ ἡ τῶν ἁλῶν οὐσία, γεώδης τε καὶ βαρεῖα. καί σοι καὶ αὐτῷ γεννῆσαι θάλατταν ἔξεστιν, ἅλας ὕδατι ποτίμῳ διατήξαντι καὶ γνῶναι πόσῳ βαρύτερον ἀποτελεῖται τὸ τοιοῦτο ὕδωρ τοῦ γλυκέος. ἀλλὰ καὶ μέτρον ἤδη τι πεποίηνται τοῦ τὴν ἅλμην εὔκρατον ὑπάρχειν εἰς τὰς ταριχείας, εἰ φαίνοιτο κατ’ αὐτὴν ἐπιπλέον ὠὸν, ὡς ἔτι γε καταφερομένου καὶ μήπω περὶ τὴν ἐπιφάνειαν τῆς ἅλμης ἐννηχομένου μᾶλλον ὑδατώδης ἐστὶ καὶ γλυκεῖα. δεινῶς δ’ ἁλμυρὰ γίνεται τοσούτων ἐμβληθέντων ἁλῶν, ὡς μηκέτ’ ἐγχωρεῖν ἐπιτήκεσθαι τοὺς ἐπεμβαλλομένους. καὶ τοῦτό σοι στήσαντι τὸ ὕδωρ ἁπάντων ὑδάτων εὑρεθήσεται βαρύτερον. ὥστ’ ἔγωγέ ποτε μάταιον ἀπέδειξα τοῦ πλουσίου τὴν φιλοτιμίαν, ἐκ τῆς νεκρᾶς θαλάττης τοσοῦτο ὕδωρ κομίσαντος εἰς Ἰταλίαν, ὡς πληρῶσαι δεξαμενήν. ἑτοίμως γὰρ ἐποίησα ταὐτὸ, ἅλας παμπόλλους ἐμβαλὼν ὕδατι ποτίμῳ. μᾶλλον δ’ ἂν ἔτι βαρύτερον ἐργάσαιο τὸ τοιοῦτο ὕδωρ, εἰ τήξας τοὺς ἅλας ὡς πλείστους ὑπὸ κυνὸς ἐπιτολὴν, ἡνίκα μάλιστα θάλπος ἐστὶ σφοδρότατον, ἐάσαις ἐξοπτηθῆναι, παραπλησίως τῷ κατὰ τὴν ἀσφαλτῖτιν λίμνην. οὕτω γὰρ ἔσται καὶ τοῦτο βαρὺ τὸ ὕδωρ ὡς ἐκεῖνο. καὶ εἰ ἐνδήσειας ἢ ἄνθρωπον ἢ ὁτιοῦν ἄλλο ἐμβάλλοις ζῶον εἰς αὐτὸ, παραπλησίως τοῖς πλοίοις ἐποχήσεται τῷ ὕδατι. καὶ μὲν δὴ καὶ πικρότερον εὐθὺς ἔσται τὸ τοιοῦτο ὕδωρ, ὡς εἰ καὶ καθεψεῖν ὑπὸ πυρὸς αὐτὸ βουληθείης· ὅ τι γὰρ ἂν ἁλυκὸν ἐπὶ πλέον ἐκθερμήνῃς, ἔσται σοι πικρόν. οὕτω γοῦν καὶ αὐτὸ τὸ τῆς ἀσφαλτίτιδος λίμνης ὕδωρ ἐν κοίλῳ καὶ θερμῷ χωρίῳ περιεχόμενον ἐξοπτώμενόν θ’ ὑπὸ τοῦ ἡλίου γίγνεται πικρόν. διὰ τοῦτό γέ τοι καὶ τοῦ θέρους μᾶλλον ἢ χειμῶνός ἐστι πικρόν. καὶ εἰ ἀρυσάμενος αὐτοῦ τι καταθείης ἐν ἀγγείῳ κοίλῳ καὶ προσηλίῳ χωρίῳ, καθάπερ καὶ ἡμεῖς ἐποιήσαμεν ὥρᾳ θέρους, αὐτίκα μάλα πικρότερον αὐτοῦ φαίνεταί σοι γεγονός. ἀλλὰ ταῦτα μὲν ἅπαντα τοῖς ὀλίγον ἔμπροσθεν ὑπὲρ τῆς τοῦ πικροῦ γενέσεως εἰρημένοις ἱκανῶς μαρτυρεῖ. οὗ δ’ ἕνεκεν ὁ λόγος ἐπὶ τὴν ἀσφαλτῖτιν ἐξετράπετο λίμνην, οὔπω μοι πᾶν λέλεκται. φαίνεται γὰρ ἐν ἐκείνῳ τῷ ὕδατι μήτε ζῶον ἐγγιγνόμενόν τι μήτε φυτὸν, ἀλλὰ καὶ τῶν εἰς αὐτὴν ἐμβαλόντων ποταμῶν ἀμφοτέρων, μεγίστους καὶ πλείστους ἐχόντων ἰχθύας, καὶ μάλιστα τοῦ πλησίον Ἰεριχοῦντος, ὃν Ἰορδάνην ὀνομάζουσιν, οὐδ’ εἷς τῶν ἰχθύων ὑπερβαίνει τὰ στόματα τῶν ποταμῶν. κἂν εἰ συλλαβὼν δέ τις αὐτοὺς ἐμβάλοι τῇ λίμνῃ, διαφθειρομένους ὄψεται ταχέως· οὕτως τ’ ἀκριβῶς πικρὸν ἅπασίν ἐστι καὶ ζώοις καὶ φυτοῖς πολέμιον, αὐχμῶδές τε καὶ ξηρὸν καὶ τὴν φύσιν οἷόν περ αἴθαλος ὑπὸ τῆς κατοπτήσεως γεγενημένον. καίτοι γε οὐδὲ τὸ τῆς λίμνης ἐκείνης ὕδωρ ἀκριβῶς ἐστι πικρὸν, ὅτι μηδ’ οἱ ἅλες αὐτοὶ, προσαγορεύουσι δ’ αὐτοὺς Σοδομηνοὺς ἀπὸ τῶν περιεχόντων τὴν λίμνην ὀρῶν ἃ καλεῖται Σόδομα, καὶ χρῶνται πολλοὶ τῶν περιοίκων εἰς ὅσα περ ἡμεῖς τοῖς ἄλλοις ἁλσί. δύναμις δ’ αὐτῶν οὐ ξηραντικὴ μόνον ἐπὶ μᾶλλόν ἐστι τῶν ἄλλων ἁλῶν, ἀλλὰ καὶ λεπτυντικὴ, διότι μᾶλλον τῶν ἄλλων ἐξώπτηνται. πᾶσι μὲν γὰρ τοῖς ἁλσὶν ὑπάρχει τι καὶ στυπτικὸν ἀμυδρὸν, ᾧ δὴ καὶ σφίγγουσι καὶ πιλοῦσι τὰ ταριχευόμενα τῶν κρεῶν καὶ μάλισθ’ ὅταν ὦσι χόνδροι τε καὶ δύσθραυστοι. τοιοῦτοι δ’ εἰσὶν ἀκριβέστατοι μὲν οἱ πλεῖστοι τῶν ὀρυκτῶν, ἧττον δ’ αὐτῶν οἵ τ’ ἐκ τῆς θαλάττης καὶ πολλαχόθι τῆς γῆς ἐξ ὑδάτων ἐλαφρῶν ἀναξηρανθέντων γεννώμενοι. τρίτοι δ’ ἐπὶ τούτοις ὑπάρχουσιν οἱ ὀρυκτοὶ, ῥύπτειν μᾶλλον ἢ στύφειν τε καὶ συνάγειν πεφυκότες. ἐγγὺς δὲ τούτων εἰσὶ κατὰ τὴν δύναμιν οἱ Σοδομηνοὶ χόνδροι μὲν ὄντες ὁμοίως τοῖς θαλαττίοις, ἀλλὰ διὰ τὴν ἀναμεμιγμένην αὐτοῖς πικρότητα ῥυπτικώτεροί τε καὶ διαφορητικώτεροι τῶν ἐκ τῆς θαλάττης ὑπάρχοντες. οὕτω δὲ δὴ καὶ τὸ νίτρον αὐτὸ καὶ ἀφρὸς αὐτοῦ καὶ τὸ συνθέτῳ προσηγορίᾳ καλούμενον ἀφρόνιτρον ἔτι μᾶλλον τῶν ἄλλων πέφυκε ῥύπτειν, ὡς ἂν ἥκιστα μὲν στύφοντα, πικρὰ δ’ ἀκριβῶς ὑπάρχοντα.
- 4.21.1
Πλησίον μὲν γάρ ἐστιν ὁ ἁλυκὸς χυμὸς τοῦ πικροῦ, καὶ γὰρ γεώδεις ἀμφότεροι καὶ θερμοί. διαφέρουσι δ’ ὅμως οὐκ ἀσαφεῖ διαφορᾷ ἐν τῷ λεπτύνεσθαί τε καὶ κατειργάσθαι μᾶλλον ὑπὸ θερμότητος ξηρᾶς τὸν πικρόν. οὕτω δὲ δὴ καὶ αὐτῶν τῶν ἁλῶν ὅσοι σκληρότεροι καὶ πυκνότεροι καὶ γεωδέστεροι, τοιοῦτοι δ’ ὑπάρχουσιν ὀλίγου δεῖν οἱ ὀρυκτοὶ πάντες, ἧττον θερμοί τ’ εἰσὶ καὶ λεπτομερεῖς, ὅσοι δ’ εὔθρυπτοι καὶ χαῦνοι, λεπτομερέστεροί τε ἅμα καὶ θερμότεροι τὴν δύναμίν εἰσι, καί τινες ἐξ αὐτῶν ὑπόπικροι, μεταξύ πως ὑπάρχοντες ἁλῶν τε τῶν σκληρῶν καὶ ἀφρονίτρου. ἔστι μὲν οὖν δὴ καὶ αὐτῶν τῶν ἀφρονίτρων ἔνια σκληρὰ καὶ παχυμερῆ, καὶ οὐδὲ τήκεται ῥᾳδίως ἐφ’ ὕδατος. ἀλλ’ οὐ περὶ τῶν μοχθηρῶν ὁ λόγος μοι νῦν, ἀλλ’ ὅσα κατὰ τοὔνομα πέφυκεν ἀφρώδη τὴν οὐσίαν, οἷός πέρ ἐστι καὶ αὐτὸς ὁ ἀφρὸς τοῦ νίτρου. λεπτομερέστατος γὰρ οὗτος ἁπάντων τῶν εἰρημένων, ὥσπερ γε καὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος. ἱκανῶς γὰρ καὶ τοῦτο λεπτομερὲς, ἀλλ’ ἧττον θερμὸν ἀφρονίτρου. διὸ καὶ τὰς ὑπεραυξανομένας σάρκας ἀλυπότερον ἀποτήκει, δάκνει δ’ αὐτὰς ἤδη τὸ ἄνθος τοῦ νίτρου, δάκνει δὲ καὶ τὸ ἀφρόνιτρον, οὐδὲν δὲ ἧττον καὶ τὸ νίτρον αὐτὸ, καίτοι γε ἧττον ἐκείνων ὑπάρχον θερμόν. ἀλλ’ εἴρηται καὶ πρόσθεν ὡς ἡ παχυμερὴς οὐσία διαβιβρώσκει μᾶλλον, ὅταν γε μετέχῃ δηλονότι θερμότητός τινος. οὐδὲν γὰρ αὐτῆς μόριον ἀλύπως καὶ ταχέως διεξέρχεται, καθάπερ τῆς λεπτομεροῦς, ἀλλ’ ἰσχόμενον καὶ μένον ἀεὶ καὶ βραδῦνον ἐν χρόνῳ τε πλέονι προσεδρεῦον ἑνὶ τόπῳ τοῦ σώματος ἡμῶν ἀνιαρὸν εἰκότως γίγνεται, δίκην σκόλοπος ἐμπεπηγότος τῇ σαρκί.
- 4.22.1
Ἐπεὶ δὲ περὶ τῶν χυμῶν ἁπάντων εἴρηται τὰ εἰκότα, λείποιτ’ ἂν ἔτι καὶ περὶ τῶν ἀτμῶν εἰπεῖν. ἐπὶ τούτῳ γὰρ τῷ γένει τῶν αἰσθητικῶν τὴν τῆς ὀσμῆς αἴσθησιν ἡ φύσις ἐδημιούργησεν. οἱ μὲν δὴ πλεῖστοι τοῖς χυμοῖς αὐτοῖς ὁμοίως ἡμᾶς διατιθέασιν. τά τε γὰρ ὀξέα πάντα καὶ πρὸ τούτων ὄξος αὐτὸ τὴν ὄσφρησίν τε καὶ τὴν γεῦσιν ὡσαύτως κινεῖ, τά τε δριμέα, καθάπερ σκόροδα καὶ κρόμμυα, καὶ ταῦτ’ οὐδὲν ἧττον τῆς γεύσεως ἀνιᾷ τε καὶ δάκνει τὴν ὄσφρησιν. οὕτω δὲ καὶ καθ’ ἕκαστον τῶν ἄλλων ὁμοία σχεδὸν ἡ τῆς ὀσμῆς αἴσθησίς ἐστι τῇ τῆς γεύσεως, ὥστε ἐνίων σωμάτων οὐδὲ γευσάμενοί ποτε, καθάπερ τῆς κόπρου, γιγνώσκομεν τὴν ποιότητα, καὶ κατὰ τοῦτό γε τὴν ἀρχὴν οὐδ’ ἐπιχειροῦμεν γεύεσθαι, τῷ πάνυ σφόδρα πιστεύειν τῇ ὀσφρήσει. καὶ μέντοι καὶ τῶν εὐωδῶν ἐδεσμάτων ὅσα διασαπέντα κατὰ τὴν ὀσμὴν ἡμᾶς ἀνιᾷ, καὶ ταῦτ’ εὐθέως ἀποῤῥιπτοῦμεν, οὐδ’ ἐπιχειροῦντες γεύεσθαι, καὶ σχεδὸν ἐπὶ πάντων ὁμολογοῦσιν ἀλλήλαις ὄσφρησίς τε καὶ γεῦσις. ἐπὶ μέντοι τῶν ἡδίστων, οἷά περ καὶ τὰ ῥόδα, διαφέρουσί τε καὶ πάμπολυ διεστήκασιν. οὐ μόνον γὰρ οὐχ ἡδέα γευομένοις ἐστὶν, ἀλλὰ καὶ πικρότητος οὐκ ὀλίγον ἐμφαίνει. καίτοι τόγε πικρὸν οὐδέποτ’ ἦν εὐῶδες οὐδ’ ὡς φάρμακον, οὐδ’ ὡς τροφὴ ἡμῖν ἡδύ. τίς οὖν ἡ τῆς διαφωνίας ταύτης αἰτία, διὸ καὶ Θεόφραστος μὲν ἐζήτησεν, ἄμεινον δ’ ἴσως καὶ ἡμᾶς ὅσα γιγνώσκομεν ὑπὲρ αὐτῆς εἰπεῖν. ἡ τοῦ πικροῦ γένεσις χυμοῦ ἐκ τῶν γλυκέων ὑπὸ θερμότητος λεπτυνομένων ἐφαίνετο συνίστασθαι καὶ εἶναι δηλονότι θερμότερά τε καὶ λεπτομερέστερα τῇ κράσει τὰ πικρὰ τῶν γλυκέων, ἀλλὰ καὶ ἡ τῆς ὀσμῆς αἴσθησις ἔν τε ταῖς κοιλίαις αὐταῖς γίγνεται τοῦ ἐγκεφάλου, καθότι καὶ δέδεικταί μοι περὶ τούτων ἑτέρωθι, καὶ οὐσία τῶν ὀσφρητῶν ἀτμώδης ἐστί. τὰ γὰρ ἀποῤῥέοντα τῶν σωμάτων ἀναμιγνύμενα τῷ περιέχοντι, κᾄπειτα διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς εἰς τὸν ἐγκέφαλον ἐνεχθέντα, κινεῖ τὴν αἴσθησιν. εὐλόγως οὖν ὅσα μὲν ὀσμώδη πάντα καὶ θερμά· τὸ γὰρ τῶν ἀτμῶν πλῆθος ἐπὶ θερμότητι· οὐ μὴν εὐθὺς καὶ πᾶν ὀσμῶδες ἡδὺ, διότι μηδ’ οἰκεῖόν ἐστιν ἅπαν τοῦ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεύματος. ὥσπερ γὰρ τῶν προσπιπτόντων τῇ γλώττῃ χυμῶν οἱ μὲν οἰκειότατοι γλυκεῖς ἦσαν, οἱ δ’ οὐκ οἰκεῖοι πολλὰς ἐκέκτηντο διαφορὰς, οὕτω καὶ τῶν ἀτμῶν οἱ μὲν οἰκεῖοι τῷ κατὰ τὸν ἐγκέφαλον πνεύματι φίλιοί τ’ εἰσὶ καὶ ἡδεῖς, οἱ δ’ οὐκ οἰκεῖοι διαφέρουσι μὲν ἀλλήλων οὐκ ὀλίγαις διαφοραῖς, ὀνόματα δ’ αὐταῖς ἁπάσαις οὐ κεῖται καθάπερ ἐπὶ τῶν χυμῶν. ὀξεῖαν μὲν γάρ τινα καὶ δριμεῖαν ὀσμὴν ἔχειν τόδε τί φαμεν, αὐστηρὰν δὲ ἢ στρυφνὴν ἢ ἁλυκὴν, ἢ πικρὰν οὐκέτι λέγομεν, ἀλλ’ εἰς δύο ταύτας ἀνάγομεν προσηγορίας τὰ πλεῖστα τῶν ὀσφρητῶν, εὐώδη τε καὶ δυσώδη προσαγορεύοντες· εὐώδη μὲν ἀνάλογον τοῖς πρὸς τὴν γλῶτταν γλυκέσι, δυσώδη δὲ τοῖς μὴ γλυκέσιν. ἀνώνυμον γὰρ, ὅσον ἐπί γε τῶν χυμῶν ἐστιν, ἑνὶ προσρήματι τὸ τούτων γένος. ἔοικε δὲ τῶν οὐκ ὀσμωδῶν σωμάτων ἤτοι παντελῶς ὀλίγον ἀποῤῥεῖν, ἢ τοῖς ὄγκοις ἀσύμμετρον, ὡς ἐπὶ τῶν ἀκριβῶς ἁλυκῶν καὶ στρυφνῶν. ἀκριβῶς δ’ ὅταν εἴπω τι τοῖον ἢ τοῖον ὑπάρχειν, εἰλικρινὲς καὶ ἄμικτον αὐτὸ, καθόσον οἷόν τε ποιότητος ἑτέρας εἶναι φημί. παχυμερής τε γὰρ ἀμφοῖν ἡ οὐσία καὶ πρὸς τούτῳ ψυχρὰ τῶν στρυφνῶν, ὥστ’ εἰκὸς καὶ τὸ ἀποῤῥέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ καὶ οἷον γεῶδες τοῖς ὄγκοις, καὶ διὰ τοῦτο μηδ’ ἐμπίπτειν ἐν ταῖς ἀναπνοαῖς εἰς τὸν ἐγκέφαλον.
- 4.23.1
Ὅθεν οὐδ’ ἀσφαλὲς ἐξ ὀσμῆς τεκμαίρεσθαι περὶ τῆς κράσεως τῶν αἰσθητῶν, ὥσπερ ἐκ τῆς γεύσεως. τὰ μὲν γὰρ ἄοσμα παχυμερῆ ταῖς οὐσίαις, ἀλλ’ οὔπω δῆλον ὅπως ἔχῃ θερμότητος καὶ ψύξεως, τὰ δ’ ὀσμώδη λεπτομερῆ τέ πώς ἐστι καὶ θερμά. τὸ μέντοι ποσὸν τῆς λεπτομερείας ἢ τῆς θερμότητος οὐκέτ’ ἐνδείκνυται. τὸ δὲ δὴ μέγιστον ἅπασι τοῖς ὀσμώδεσιν εἰς τὸ μηδὲν ἐνδείκνυσθαι σαφὲς ὑπὲρ τῆς κράσεως ἡ ἀνωμαλία τῆς οὐσίας ἐστὶν, ὑπὲρ ἧς εἴρηταί μοι πολλάκις ἤδη, δεικνύοντι τὰ πλεῖστα τῶν σωμάτων ἀνομοιομερῆ ταῖς ὑποστάσεσιν ὑπάρχοντα. λεχθήσεται δὲ καὶ νῦν ἕνεκα σαφηνείας ἕν τι παράδειγμα. τὸ ῥόδον τοίνυν οὐ ταύτῃ μόνον ἀνομοιομερές ἐστιν, ᾗ τὸ μέν τι περιέχον ἐν αὐτῷ, τὸ δέ τι περιεχόμενόν ἐστι, περιέχον μὲν τὸ σκληρὸν καὶ γεῶδες, ἐν τούτῳ δὲ περιεχόμενος ὑγρός τις χυλός. ἀλλ’ ὅτι καὶ αὐτοῦ τοῦ χυλοῦ τρία περιττώματα, καθότι καὶ πρόσθεν ἐδείκνυμεν, ἀναγκαῖον ὑπάρχειν, ἓν μὲν γεῶδες, οἷόν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ, ἕτερον δὲ ἀερῶδες, ἀνάλογον δὲ καὶ τοῦτο τῷ κατὰ τοὺς οἴνους ἄνθει, τὸ τρίτον ὑδατῶδες, ὅπερ ἐν ἅπασι τὴν ζέσιν αὐτῶν ἔφαμεν ἐργάζεσθαι· καὶ τὴν φθορὰν, ἐπειδὰν μὲν μὴ κρατηθῇ μηδ’ ἀλλοιωθῇ τελέως ἐν τῷ χρόνῳ τῆς ζέσεως. ἕνεκά γε τοιούτου τοῦ περιττώματος ἔνιοι μὲν ἑψήσαντες ἀποτίθενται τοὺς χυλοὺς, ἔνιοι δ’ ἐν ἡλίῳ σφοδρῷ προξηράναντες. ἕνεκα μὲν γὰρ τοῦ γεώδους τε καὶ ἀερώδους οὐ πάνυ τι δεδίασι φθαρῆναι τοὺς χυλοὺς, ὁρῶντες αὐτὰ καὶ διακρινόμενα καὶ δύσσηπτα ταῖς οὐσίαις ὑπάρχοντα, διότι καὶ ξηρὰ ταῖς κράσεσιν. ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἴρηται πρόσθεν. ἐν δὲ τῇ τοῦ ῥόδου φύσει τὸ μέν ἐστι στρυφνὸν γευομένοις, ὅπερ ἀναγκαῖον εἶναι γεῶδές τε καὶ παχυμερὲς καὶ ψυχρὸν, ἕτερον δὲ πικρὸν, ὃ δὴ λεπτομερές τ’ ἐστὶ καὶ θερμὸν, καὶ τρίτον ἐπὶ τούτοις τὸ ὑδατῶδες, ψυχρὸν μὲν ἐξ ἀνάγκης, ἀλλ’ ἐν τῇ κατὰ τὸ λεπτομερές τε καὶ παχυμερὲς ἀντιθέσει μέσον πως ὑπάρχον τῶν ἄκρων, οὗ τῇ μίξει καὶ τὸ στρυφνὸν καὶ τὸ πικρὸν οὐκ ἔστιν ἄκρως τοιοῦτον ἑκάτερον οἷόν περ λέγεται· πάσας γὰρ ἐκλύει τὰς ποιότητας ἡ τοῦ ὑδατώδους ἐπιμιξία. τοῦτ’ οὖν αὐτὸ τὸ ὑδατῶδες ἔοικέ πως ἤδη τε καὶ κατειργάσθαι καὶ λελεπτύνθαι καὶ τεθερμάνθαι, καὶ διὰ τοῦτο ῥᾳδίως εἰς ἀτμοὺς ἄγεσθαι καὶ ταύτῃ τὸ ῥόδον ὀσμῶδές τε εἶναι καὶ ξηραίνεσθαι τάχιστα. καὶ ταῦθ’ ὑπὲρ αὐτοῦ πάντα διὰ μὲν τῆς γεύσεως ἔνεστι τεκμήρασθαι, διὰ δὲ τῆς ὀσμῆς οὐχ οἷόν τε τῷ μήθ’ ὁμοίως ἀτμίζειν ἅπαντ’ αὐτοῦ τὰ μόρια μήθ’ ὁμοίως κινεῖν τὴν αἴσθησιν. ἐπὶ δὲ τῆς γεύσεως ἅπανθ’ ὁμοίως τὰ μόρια τῶν γευστῶν σωμάτων προσπίπτει τῇ γλώττῃ καὶ κινεῖ τὴν αἴσθησιν ἕκαστον αὐτῶν κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥστ’ οὐκ ἀσφαλὲς, ὡς εἴρηται, περὶ τῆς τῶν φαρμάκων δυνάμεως ἁπάσης ἐξ ὀσμῆς τεκμαίρεσθαι. ταυτὶ γὰρ μόνα διαγνῶναι δυνατὸν, ὅσα περ εἴρηται νῦν. ἔτι δὲ μᾶλλον οὐδ’ ἐκ τῶν χρωμάτων ἔνεστι στοχάσασθαί τι περὶ τῆς τῶν φαρμάκων δυνάμεως. καθ’ ἑκάστην γὰρ χρόαν εὑρίσκεται καὶ θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, καθότι κᾀν τοῖς πρώτοις ὑπομνήμασι τῆσδε τῆς πραγματείας ἀποδέδεικταί μοι. καθ’ ἕκαστον μέντοι γένος ἢ σπέρματος ἢ ῥίζης ἢ χυλοῦ δυνατόν ἐστι κᾀκ τῆς χρόας ἔνδειξίν τινα λαβεῖν τῆς κράσεως, οἷον αὐτίκα καὶ κρόμμυον καὶ σκίλλα καὶ οἶνος, εἰς ὅσον ἂν ᾖ λευκότερα καὶ ἧττόν ἐστι θερμά. τὰ δ’ ὑπόξανθά τε καὶ κιῤῥὰ θερμότερα, καὶ πυροὶ δὲ καὶ κέγχροι καὶ ὦχροι καὶ φάσηλοι καὶ ἐρέβινθοι καὶ ἡ τῆς ἴρεως ῥίζα καὶ ἡ τοῦ ἀσφοδέλου καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθασιν. ἐν ἑκάστῳ γὰρ γένει τοὐπίπαν, ὅσα κιῤῥὰ καὶ ξανθὰ καὶ ἐρυθρὰ, θερμότερα τῶν λευκῶν ἐστιν, ὥστ’ εἴ τι κᾀντεῦθεν ἐγχωρεῖ περὶ φαρμάκων δυνάμεως τεκμαίρεσθαι, προσκείσθω τῷ λόγῳ κάλλιστον μὲν, ὡς εἴρηταί τε καὶ λέλεκται πολλάκις, ἐκ τῆς διωρισμένης πείρας ἐξευρίσκειν τὰς δυνάμεις. οὐ γὰρ ἂν σφαλείης οὐδὲ ἐν τῇδε, πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν δύναμιν, ἡ γεῦσις ἐκδείκνυται τὰ πολλὰ, συνεπιμαρτυρούσης, ὡς εἴρηται, βραχέα καὶ τῆς ὀσμῆς.
- 5.1.1
Πέμπτον τοῦτον ἐνστησάμενος λόγον ὑπὲρ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἀναμνήσω πρῶτον ὧν ἐν τοῖς ἔμπροσθεν ἀπέδειξα χρησίμων εἰς τὰ παρόντα, ποιησάμενος τὴν ἀρχὴν ἀπὸ τῶν στοιχείων, ὕδατός τε καὶ πυρὸς, ἀέρος τε καὶ γῆς, ἅπερ ἔνιοι παρονομάζοντες ἀπὸ τῶν ποιοτήτων ὑγρὸν καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν εἶναί φασιν. αὗται μὲν οὖν αἱ ποιότητες, ὑγρότης τε καὶ ξηρότης, θερμότης τε καὶ ψυχρότης εἰσί. τὰ δ’ ἀπ’ αὐτῶν παρονομαζόμενα σώματα τά τε κοινὰ πάντων ἐστὶ στοιχεῖα καὶ τὰ κατ’ ἐπικράτησίν τινος τούτων, ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ καὶ θερμὰ προσαγορευόμενα, καὶ τὰ πρὸς τὸ σύμμετρον ὁμογενὲς, ἢ ὁμοειδὲς παραβαλλόμενα καὶ τὰ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν. περὶ μὲν δὴ τῆς ἐν τούτοις διαφορᾶς εἴρηται πολλάκις, εἴρηται δ’ οὐδὲν ἧττον καὶ ὅπῃ διαφέρει τροφὴ φαρμάκου, καὶ ὡς ἡ μὲν τροφὴ κρατεῖταί τε καὶ νικᾶται πρὸς τοῦ τρεφομένου. τὸ φάρμακον δὲ ἔμπαλιν αὐτὸ νικᾷ καὶ κρατεῖ τοῦ σώματος οὗπερ ἂν ὑπάρχῃ φάρμακον· ἐν τῷ πρός τι γὰρ ἑκατέρων εἶναι τὴν νόησιν. ἐδείχθη δὲ καὶ ὡς ἤτοι κατὰ μίαν ἡντιναοῦν ποιότητα τὸ φάρμακον ἀλλοιοῦν πέφυκεν, ἤ θερμαῖνον ἢ ψῦχον ἢ ξηραῖνον ἢ ὑγραῖνον ἢ κατὰ συζυγίαν τινὰ τῶν εἰρημένων, ἢ καθ’ ὅλην αὐτοῦ τὴν οὐσίαν, ὥσπερ τῶν τε δηλητηρίων ἔνια καὶ τῶν ἀλεξητηρίων οὐκ ὀλίγα καὶ τὰ καθαίροντα πάντα καὶ τῶν ἐπισπαστικῶν ὀνομαζομένων πολλά. περὶ δὲ τούτων ἔτι μοι δοκῶ προσθήσειν ἐν τοῖς ἑξῆς τὰ λείποντα. τὰ δὲ κατὰ μίαν ἢ δύο ποιότητας ἐνεργοῦντα περὶ τὸ σύμπαν ἡμῶν σῶμα κατὰ τόδε τὸ γράμμα δίειμι, λαβὼν κᾀνταῦθα πάλιν ὑπόθεσιν ἀποδεδειγμένην ἐν τοῖς ἔμπροσθεν, ὡς τὰ πλεῖστα τῶν ἁπλῶν φαρμάκων ἀνομοιομερῆ τε καὶ σύνθετα κατά γε τὴν ἀλήθειάν ἐστιν, ὀνομάζεται δὲ ἁπλᾶ τῷ φύσει τοιαῦτα ὑπάρχειν οἷάπερ ἐστὶν, οὐδὲν ἐξ ἐπιτεχνήσεως ἡμετέρας προσειληφότα. καὶ μὲν δὴ καὶ ὡς τὰ μέν τινα παχυμερῆ καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν, τὰ δὲ λεπτομερῆ καὶ ἀερώδη, τὰ δ’ οἷον ὑδατώδη τε καὶ μέσα τῶν εἰρημένων, ἐπιδεδειγμένα καὶ ταῦτ’ ἐν τοῖς ἔμπροσθεν λόγοις ὑποθέσεις ἔστωσάν μοι πρὸς τὰ μέλλοντα λεχθήσεσθαι. τούτων οὖν ὑποκειμένων ἀρκτέον ἤδη τοῦ λόγου.
- 5.2.1
Ἡ χρεία τῶν φαρμάκων τοῖς ἀνθρώποις γίγνεται πολλάκις μὲν ὡς αὐτὸ τοῦτο μόνον, ἤτοι θερμαινόντων ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων, ἢ κατὰ συζυγίαν τινὰ τούτων ἐνεργούντων, ἐνίοτε δὲ ὡς ἤδη τὸ πέρας τοῦ μετρίου κεχαλασμένον, ἐπιτεινόντων τε καὶ συναγόντων, ἢ τὸ συντεταμένον χαλώντων, ἢ ἀραιούντων τὸ πεπυκνωμένον ἢ πυκνούντων τὸ μανὸν, ἢ μαλαττόντων τὸ σκληρὸν ἢ σκληρυνόντων ἀμέτρους μαλακότητας, ἢ κενούντων τὸ πλῆρες ἢ πληρούντων τὸ κενὸν, ἤ τι τοιοῦτον ἕτερον ἐργαζομένων. ὁ μὲν γὰρ ἐψυγμένος οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ ἰδιώτης ὁστισοῦν, ὑπ’ αὐτῆς τοῦ πράγματος τῆς φύσεως ἀγόμενος, ἐξευρεῖν ἐπιθυμεῖ θερμαῖνον φάρμακον, οὕτως ὑπὸ καυσώδους πυρετοῦ διακαιόμενος ἐμψῦχον. οὕτω δὲ καὶ πλαδαρὸν ἕλκος ἔχων ἰδιώτης ὁστισοῦν ξηρᾶναι κελεύει τὸν ἰατρὸν αὐτὸ, καὶ εἰ ξηρὸν εἴη καὶ ἄνικμον, ὑγρᾶναι. καὶ δὴ καὶ ξηρότητος ἅμα θερμότητι καθ’ ὅλον αἰσθανόμενοι τὸ σῶμα, ὥσπερ καὶ οἵ τε ἐγκαυθέντες καὶ κοπωθέντες λούεσθαί τε ποθοῦσι καὶ πίνουσιν ὕδατος ψυχροῦ, καὶ πᾶν ὅ τι περ ἂν ὑγραίνειν τε ἅμα καὶ ψύχειν ἱκανὸν ᾖ, τοῦτο ἐξευρίσκειν μηχανῶνται, καὶ πορίζονταί γε πολλάκις ὑπ’ αὐτῆς τῆς φύσεως ἀγόμενοι πολλοὶ τῶν ἰδιωτῶν τὰ τούτων ἰάματα. φλεγμονῆς μέντοι καὶ σκίῤῥου καὶ οἰδήματος, ἐρυσιπέλατός τε καὶ σηπεδόνος, ἕρπητός τε καὶ γαγγραίνης, οὐκέτ’ οὐδεὶς αὐτῶν ἐπιχειρεῖ ζητεῖν τὴν ἴασιν ἑαυτῷ, ὡς μείζονος ἤδη τῶν τοιούτων ἑκάστου ὑπάρχοντος ἢ κατὰ γνώμην ἰδιώτου καί τινος ἐπιστήμης σεμνοτέρας δεομένου ὀνομάζουσι δὲ τὴν τοιαύτην ἐπιστήμην ἰατρικὴν καὶ τὸν ἐργαζόμενον αὐτὴν ἰατρόν. καὶ μέχρι μὲν τοσούτου καὶ αὐτοὶ προΐασιν ὡς γινώσκειν ὅτι τὸ μὲν κοῖλον ἕλκος δεῖται σαρκώσεος, τὸ δὲ ῥυπαρὸν καθάρσεως, τὸ δ’ ὁμαλὸν ἐπουλώσεως· οὐ μὴν τό γε σαρκοῦν ἢ καθαῖρον ἢ ἐπουλοῦν φάρμακον ἴσασιν. οὕτω δὲ κᾂν εἰ μῦν ἢ τένοντα σκληρὸν ἢ τεταμένον ἢ χαλαρὸν ἔχοιεν, ὅτι τῷ μὲν σκληρῷ χρεία τῶν μαλαττόντων ἐστὶν, τῷ δὲ τεταμένῳ τῶν χαλώντων, τῷ δὲ χαλαρῷ τῶν συντεινόντων, ἀκριβῶς ἴσασιν, οὐ μὴν τό γε μαλάττον ἢ χαλῶν ἢ συντεῖνον ἐπίστανται φάρμακον, ἀλλ’ ἰατροῦ μόνου τὰ τοιαῦτα εὑρίσκειν ἔργον. ἄχρι μὲν γὰρ τῶν θερμαινόντων καὶ ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων, ἐστὶν εὑρεῖν ἐνίους τῶν ἰδιωτῶν κοινωνοῦντας τῆς τῶν φαρμάκων εὑρέσεως τοῖς ἰατροῖς, ἐν οἷς δ’ εἴρηται νῦν, ἤδη πάντας ἀπείρως ἔχοντας. ἔστι μὲν οὖν, ὡς καὶ πρόσθεν ἐδείκνυτο, καὶ αὐτῶν τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων ἡ εὕρεσις οὐχ ὡσαύτως ἁπάντων ἑτοίμη. νᾶπυ μὲν γὰρ καὶ πύρεθρον ὅτι θερμαίνει, καὶ ἀνδράχνη καὶ στρύχνον ὅτι ἐμψύχει, καὶ τὸ μὲν ὕδωρ καὶ τοὔλαιον ὑγραίνει, τὸ δ’ ὄξος καὶ ἡ θάλαττα ξηραίνει, σχεδὸν ἅπασιν οὐχὶ ἰατροῖς μόνον, ἀλλὰ καὶ τοῖς ἰδιώταις ὁμολογεῖται. τὸ μέντοι ῥόδινον, εἴτε θερμαίνειν εἴτε ψύχειν φατέον, ὡσαύτως δὲ καὶ ὄξος καὶ ἔλαιον, ἕτερά τε πολλὰ τοιαῦτα συχνὴν ἀμφισβήτησιν ἔσχηκεν. ὑπὲρ μὲν δὴ τῶν τοιούτων τῆς δυνάμεως ἐν τοῖς πρὸ τούτου τέσσαρσιν ὑπομνήμασι διῆλθον· ἐν μὲν τῷ πρώτῳ καὶ δευτέρῳ τὰ τῶν σοφιστῶν ἐξελέγχων ἐπιχειρήματα καὶ δεικνὺς τὴν ἀληθῆ μέθοδον, ᾗ χρώμενος ἄν τις εὑρίσκοι τὰς τῶν φαρμάκων δυνάμεις, ἐν δὲ τῷ τρίτῳ τῶν σοφιστῶν ἀποχωρήσας, ἅπαντα διῆλθον ἐξ ἀρχῆς τὰ λογικὰ ζητήματα, δι’ ὧν ἄν τις μάλιστα διελθὼν καὶ ὡς ἄν τις εἴποι τεχνωθεὶς ἱκανὸς ἔσται πάντων τῶν φαρμάκων εὑρίσκειν τὰς δυνάμεις· ἐν δὲ τῷ δ΄ περὶ τῶν τῆς γλώττης ἰδίων αἰσθητῶν ἐποιησάμην τὸν λόγον, ἃ δὴ χυμοὺς ὀνομάζουσιν, ἐπιδεικνύων ὡς ἄν τις ἐντεῦθεν ὁρμώμενος εὑρίσκοι τὰς πρώτας ποιότητάς τε καὶ δυνάμεις. ἡψάμην δ’ εἰς ὅσον ἡ χρεία προὐκαλεῖτο καὶ τῶν ὀσφρητῶν ποιοτήτων ἐπὶ τελευτῇ τοῦ βιβλίου, δεικνύων ὁπόσον τι κᾀντεῦθεν ἐγχωρεῖ λαβεῖν εἰς τὴν τῶν πρώτων δυνάμεων εὕρεσιν, ἐν δὲ δὴ τῷδε τῷ λόγῳ τῷ ἑ γένος ἄλλο μοι πρόκειται δυνάμεων ἐξηγήσασθαι, δευτέρων ὡς ἂν εἴποι τις καὶ τρίτων ἐπὶ ταῖς πρώταις τε καὶ κοιναῖς ἁπάντων. ἐπειδὴ γὰρ ἕκαστον τῶν κατὰ μέρος οὐχ ὡσαύτως ἐξ ἐκείνων κέκραται, τὸ μὲν, οἶμαι, χαλαστικὸν αὐτῶν ἐγένετο, τὸ δὲ συντατικὸν ἢ μαλακτικὸν ἢ σκληρυντικὸν ἢ ἀραιωτικὸν ἢ πυκνωτικόν. ἔτι δὲ ἐκ τῶν ἔργων ἃ πέφυκε δρᾷν ἐλέχθη δυνάμεις ἔχειν ἐν αὐτοῖς ἀραιωτικάς τε καὶ πυκνωτικὰς, μαλακτικάς τε καὶ σκληρυντικὰς, ἐμπλαστικάς τε καὶ ῥυπτικὰς, ἑλκτικάς τε καὶ ἀποκρουστικὰς, ἔτι τε πρὸς τούτοις χαλαστικὰς, συντατικὰς, ἀναστομωτικὰς, συνακτικὰς, παχυντικὰς, λεπτυντικὰς, ἀνωδύνους, ὀδυνηρὰς, πεπτικὰς, ἐκπυητικὰς, διαφορητικὰς, ἱδρωτικὰς, καρωτικὰς, ναρκωτικὰς, ὑπνωτικὰς, ἐκστατικὰς, σηπτικὰς, καυστικὰς, διαβρωτικὰς, ἐσχαρωτικὰς, χυτικὰς, πιλητικὰς, κακοχύμους, ἐπικεραστικὰς, καθαρτικὰς, σταλτικὰς, τραχυνούσας, λειαινούσας, ἐμφρακτικὰς καὶ ἐκφρακτικάς. καὶ ποῤῥωτέρω προϊόντων ἔτι καὶ οἷον κατὰ μέρος ἐφ’ ἑκάστῳ τῶν ἔργων ὀνομαζόντων, οὐρητικὰς, ἐμετικὰς, ὑπακτικὰς, λαπακτικὰς, ἐῤῥίνους, ἀποφλεγματικὰς, ἐμμήνων ἀγωγοὺς ἢ ἐπισχετικάς. ὡσαύτως δὲ καὶ γάλακτος καὶ σπέρματος ἤτοι γεννητικὰς ἢ σβεστικὰς ἢ προκλητικὰς ἢ ἐπισχετικάς. ἔτι δὲ μᾶλλον ὅταν ἡπατικάς τινας ἢ σπληνικὰς ἢ ὠτικὰς ἢ ὀφθαλμικὰς ἢ ὀδοντικὰς ἢ ἰσχιαδικὰς ἢ νεφριτικὰς ἢ ποδαγρικὰς ἢ ἀρθριτικὰς ἢ πλευριτικὰς ἢ βηχικὰς ἢ λίθων θρυπτικὰς ὀνομάζουσι δυνάμεις, ἐπὶ τὰς κατὰ μέρος ἀφικνοῦνται. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴρηται καὶ σαρκωτική τις ἕλκους εἶναι δύναμις καὶ ἐπουλωτικὴ καὶ κολλητική τε καὶ καθαιρετικὴ καὶ σχεδὸν οὐδ’ ἀριθμεῖσθαι δυνατὸν ἁπάσας τὰς κατὰ μέρος δυνάμεις, ἐὰν ἑκάστου τῶν ἀποτελουμένων ἐπιχειρῶμεν αὐτὰς παρονομάζειν. ἀλλὰ καὶ κάλλιον οἶμαι καὶ μεθοδικώτερον ἀποχωρήσαντα τοῦ μακροῦ λόγου καὶ ἀτάκτου χρησίμοις εἴδεσιν ἀφορίζεσθαι τὰς συνθέτους τῶν φαρμάκων δυνάμεις, οὐ διαπυητικὴν λέγοντας ἢ παρηγορικὴν ἢ ἀνώδυνον ἢ διαφορητικὴν ἢ χαλαστικὴν ἐν τῷ δι’ ἀλεύρου πυρίνου καταπλάσματι δύναμιν ὑπάρχειν, ἀλλὰ συμμέτρως ὑγρὰν καὶ θερμήν. ἐῤῥέθη γὰρ ἐν τοῖς πρόσθεν ἐπὶ τίνος σημαινομένου τὴν τοιαύτην ἐπιφέρομεν λέξιν. οὕτω δὲ καὶ ἴριν οὐκ οὔρων, οὐκ ἐμμήνων κινητικὸν ἢ βηχικὸν εἶναι φάρμακον ἢ πλευριτικοῖς ἢ περιπνευμονικοῖς ἢ ἐμπύοις ἁρμόττειν ἢ ἐπιληψίαις καὶ σπασμοῖς καὶ παλμοῖς καὶ τρόμοις καὶ ῥήγμασι καὶ σπάσμασιν ἀρήγειν, οὐδὲ σαρκοῦν καὶ καθαίρειν ἕλκη καὶ κόλπους καὶ πλευρὰς καὶ ἥπατος καὶ σπληνὸς ἀλγήματα παύειν, οὐδὲ χοιράδας διαφορεῖν ἢ ἐξ ὀστῶν ἄγειν σάρκας. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἐπὶ γονοῤῥοίας ἁρμόττειν ἢ εἰς ὑστερῶν πυρίας ὠφελίμως μίγνυσθαι, μαλάττουσάν τε καὶ ἀναστομοῦσαν, οὐ μὴν οὐδ’ ὅτι φακοὺς ἢ ἐφήλεις ἀποκαθαίρει καὶ κεφαλαλγίαν ἰᾶται χρονίαν ἢ διαφθείρειν ἔμβρυα καὶ κατασπᾷν πεφύκειν. ἀλλ’ ἀρκεῖ θερμὴν εἰς τοσόνδε καὶ ξηρὰν εἰς τοσόνδε καὶ λεπτομερῆ μέχρι τοσοῦδε τὴν κρᾶσιν αὐτῆς εἰπόντα τά τε νῦν εἰρημένα πάντα ἐνδεδεῖχθαι καὶ τούτων ἄλλα πλείω. καθ’ ἕτερον δ’ αὖ τρόπον ἀρκεῖ περὶ αὐτῆς εἰπεῖν, ὡς πικρὰ μέν ἐστιν, οὐ μὴν ἐσχάτως, ἀλλ’ ὥστε δοκεῖν ἐπιμεμίχθαι τινὰ γλυκύτητα. ὁ μὲν οὖν πρῶτος τρόπος τῆς διδασκαλίας ἐμπειρικῶν ἴδιός ἐστιν, ὁ δὲ δεύτερος ἀνδρὶ λογικῷ προσήκει μάλιστα, καὶ τοῦτον ἡμῖν πρόκειται νῦν διελθεῖν.
- 5.3.1
Ἔστι δὲ τὰ μὲν ἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα διὰ τῶν δ΄ ὑπομνημάτων αὐτῆς τῆς περὶ τῶν φαρμάκων θεωρίας ἴδια, πλὴν εἴ που κατὰ κοινωνίαν ὁ λόγος ἥψατο μεθόδου θεραπευτικῆς. ὁ δὲ νῦν ἐνεστὼς ἐκείνης μᾶλλον οἰκεῖός ἐστιν, ὥστ’ ἐγὼ πολλάκις ἐβουλευσάμην ὑπερβῆναι τελέως αὐτόν. ἀλλ’ ὅτι τε προγυμνάζειν ἔδοξέ μοι τοὺς μέλλοντας ἀκολουθήσειν τοῖς τῆς θεραπευτικῆς μεθόδου λογισμοῖς, οἵ τε πλεῖστοι τῶν ἑταίρων καὶ μάλιστα οἷς χαριζόμενος ἐπὶ τήνδε τὴν πραγματείαν ἧκον, οὕτως ἠξίωσάν με διαπρᾶξαι, διὰ τοῦτο μεταχειριοῦμαι τὸν λόγον ἐν τῷδε τῷ γράμματι, τὴν ἀρχὴν ἀπὸ τῶν διαπυϊσκόντων τε καὶ μαλαττόντων ποιησάμενος. ἐπειδὴ θερμὰ μέν ἐστιν ἀμφότερα καὶ ὑγρὰ, καθ’ ἕτερον μὴν ἑκάτερον τρόπον. τὰ μὲν γὰρ ὡς ὁμοιοτάτην τῷ διαπυϊσκομένῳ σώματι θερμότητα γεννῶντα πρὸς τῷ μήτ’ ἀφαιρεῖν τι τῆς οὔσης ἐν αὐτῷ ὑγρότητος μήτε προστιθέναι, τὰ δ’ ὡς καὶ πλέονα τῆς κατὰ φύσιν ἀνάπτοντα καὶ συνάγοντά τι τῆς ὑγρότητος. ἀλλ’ ἡ μὲν τῶν διαπυϊσκόντων ἔννοια σαφής τε ἅμα καὶ γνώριμος ὑπάρχει πᾶσιν. εἰς πῦον γάρ ἐστιν ἡ διαπύησις μεταβολή.
- 5.4.1
Περὶ δὲ τῶν μαλαττόντων φαρμάκων καὶ αὐτῆς τῆς διαμαλάξεως οὐκέθ’ ἁπλῶς οὕτως εἰπεῖν ἐγχωρεῖ, διότι μηδὲ περὶ τοῦ σκληροῦ καὶ μαλακοῦ σώματος. εἴ γε δὴ τὸ μὲν ἁπλῶς σκληρὸν λέγεται καθάπερ ἡ γῆ, τὸ δὲ κατ’ ἐπικράτειαν, ὡς ὄνυξ καὶ πλῆκτρον καὶ κέρας, τὸ δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς, παραβαλόντα ὡς τόδε τι ζῶον, οἷον ἐλέφας, ἢ ὅδε τις ἄνθρωπος, οἷον ὁ Ἡρακλῆς, τὸ δὲ πρὸς ὁτιοῦν παραβαλλόμενον, ὡς ὁ Διογένης πρὸς τὸν Ἀριστοτέλη. κατὰ δὲ τὸν αὐτὸν τρόπον λέγεται καὶ τὸ μαλακὸν ἢ ὡς ἄκρως τοιοῦτον ἢ κατ’ ἐπικράτειαν ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς ἢ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν. ὅτι δὲ καὶ τριχῶς ἐγχωρεῖ λέγειν τὰ τοιαῦτα πάντα, τὰ μὲν ὡς ἀμίκτους τε καὶ ἄκρας ἔχοντα τὰς ποιότητας, ἀφ’ ὧν παρονομάζεται, τὰ δὲ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς, τὰ δ’ ὡς πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν παραβαλλόμενα, καὶ ὡς οὐδέν διήνεγκεν ἢ ἐκείνως ἢ οὕτως εἰπεῖν, ἔτι ἐπιδέδεικταί μοι πολλάκις. ἐάσαντες οὖν τὰ λοιπὰ πάντα σημαινόμενα περὶ τῶν πρὸς τὸν ἄριστα κατεσκευασμένον ἄνθρωπον ἐπισκεψώμεθα μαλακῶν καὶ σκληρῶν, ὃν δὴ κανόνα καὶ μέτρον ἐποιησάμεθα τῶν οὕτω λεγομένων ἁπάντων, οὐδὲ τούτου πρὸς τὸ ἐπιτυχὸν μόριον, οἷον ὀστοῦν ἢ πιμελὴν, ἀλλὰ τὸ μέσον τῇ κράσει, τὸ δέρμα καὶ τούτου μάλιστα τὸ κατὰ τὰς χεῖρας, ἵνα περ ἡ ἁπτικὴ δύναμις ἀκριβοῦται· συμβαίνει δ’ εἰς ταὐτὸ καὶ τὸ κατ’ ἐπικράτησιν, ὡς πρὸς τὴν ὅλην οὐσίαν, οὕτως ὀνομάζεσθαι μαλακὸν ἢ σκληρὸν, ἐπειδὴ μεσότης τίς ἐστιν ἡμῶν ἡ ἁφὴ, καθ’ ὃ καὶ Ἀριστοτέλης ἐδίδασκεν. οὕτω δέ πως καὶ ὁ Πλάτων ἔοικε γιγνώσκειν ὅταν ἔφη· σκληρὰ μὲν ὅσοις ἂν ἡμῶν σὰρξ ὑπείκῃ, μαλακὰ δ’ ὅσα ἂν ὑπείκῃ τῇ σαρκί. τὸ γὰρ δέρμα τοῦ ἀνθρώπου κατ’ αὐτὸ τοῦτο τὸ σύγγραμμα τὸν Τίμαιον ἐδείκνυεν εἶναι τῷ γένει σάρκα. καὶ μὲν δὴ καὶ Ἀριστοτέλης, ὅταν εἶπε μαλακὸν μὲν εἶναι τὸ ὑπεῖκον εἰς αὐτὸ, σκληρὸν δὲ τὸ μὴ ὑπεῖκον, ὡσαύτως ἔοικεν ἀποφαίνεσθαι τῷ Πλάτωνι, καὶ μάλιστα ὅτι πρὸς τὴν ἁφὴν τὰ τοιαῦτα κρίνεσθαί φησιν, ὡς πρὸς μεσότητα. τὸ δὲ ἐν τῇ πρὸς ὁτιοῦν παραβολῇ σκληρὸν ἢ μαλακὸν ἐν τῷ μᾶλλον ἢ ἧττον ὑπείκειν ἢ μὴ ὑπείκειν φαίνεται κρίνεσθαι. καὶ δὴ καὶ αὐτὸ τὸ δέρμα τὸ ἡμέτερον ἢ τὸν μῦν ἤ τι μόριον ἕτερον, ὅταν εἴπωμεν ἐσκληρύνθαι, τῇ κατὰ φύσιν αὐτοῦ καταστάσει τὴν ἐπίκτητον διάθεσιν παραβάλλοντες οὕτως ὀνομάζομεν. ἔστι δὲ δήπου τῶν οὕτως ἐχόντων σωμάτων ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος μάλαξις.
- 5.5.1
Ἐπεὶ δὲ πολυειδῶς ἕκαστον γίνεται σκληρότερον ἢ ξηραινόμενον ἢ πηγνύμενον ἢ ὑπερπληρούμενον, ὡς διατετάσθαι σφοδρῶς ἢ κατὰ συζυγίαν τινὰ πάσχον κατ’ αὐτὰ καὶ τὸ μαλάττεσθαι καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται· διελώμεθα οὖν ὑπὲρ ἁπάντων ἑξῆς, ἀναμνήσαντες πρότερον ὡς τὸ τῶν ὀνομάτων τε καὶ ῥημάτων εὐχερὲς τὰ μὲν πολλὰ οὐκ ἀγεννὲς, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερόν ἐστιν, ὅτε μὴ ἀναγκαῖον γίγνεται διαστέλλεσθαι περὶ αὐτῶν. οὕτω γὰρ ὅ τε Πλάτων ἔλεγεν, ἡμῖν τε νῦν εἰς τὸν παρόντα, διελέσθαι περὶ τῶν τοῦ σκληροῦ σημαινομένων ἀναγκαῖόν ἐστιν, αὖθις ἀπὸ τῶν αὐτῶν ὧν ἀρτίως εἰρήκαμεν ἐπαρξαμένοις. τὸ μὲν γὰρ ὑπεῖκον εἰς ἑαυτὸ μαλακόν ἐστιν, ἐάν γε ἁπλοῦν ὑπάρχῃ σῶμα· τὸ δ’ ἐκ πλειόνων συγκείμενον ἤτοι ψαυόντων, ὡς ὁ τῶν πυρῶν σωρὸς, ἢ ἐπιπεπλεγμένων πως, ὡς ὁ πόκος ἢ τὰ πλόκαμα, δύναιτ’ ἂν ὑπείκειν τε ἅμα καὶ μὴ εἶναι μαλακόν. ἔμπαλιν δ’ ἐπὶ τῶν πεπληρωμένων ἀκριβῶς, οἷον ἀσκῶν ἢ κύστεων, οὐχ ὑπείκει μὲν εἰς αὐτὸ τὸ συναμφότερον, οὐ μὴν σκληρόν γέ ἐστι τὸ περιεχόμενον, ἀλλ’ οὐδὲ τὸ περιέχον, ὁπότε πεπλήρωται, σκληρότερον ἑαυτοῦ γέγονεν, ἤ τινα ἐπίκτητον ἑτέραν εἴληφε διάθεσιν, ὅτι μὴ τέταται μόνον ἐκ τοῦ τέως κεχαλασμένου. τὸ μὲν οὖν τοιοῦτον ἀντίτυπον ἔγωγε καλῶ καὶ οὐ σκληρὸν, ὅταν ἀκριβολογεῖσθαι προέλωμαι. συγχωρῶ μὴν εἴ τις ἐθέλοι καὶ σκληρὸν ὀνομάζειν καὶ αὐτὸς οὕτω καλῶ πολλάκις, ἐκεῖνο μόνον ἀναμιμνήσκων, ὅτι μήτε μία φύσις ἐστὶ τῶν ἐσκληρυμμένων μήθ’ ἓν ἴαμα. τὸ μὲν γὰρ ὑπὸ ξηρότητος σκληρυνθὲν ὑγρανθῆναι δεῖται, τὸ δ’ ὑπὸ πήξεως θερμανθῆναι, τὸ δ’ ὑπὸ πληρώσεως κενωθῆναι, τὸ δ’ ὑπὸ ξηρότητος ἅμα καὶ πήξεως ὑγρανθῆναί τε καὶ θερμανθῆναι, τὸ δ’ ὑπὸ πήξεως ἅμα καὶ πληρώσεως θερμανθῆναί τε καὶ κενωθῆναι. ξηραίνεται μὲν οὖν ἄνευ πήξεως ἔν τε γυμνασίοις ἀμέτροις τὰ σώματα καὶ ἡλίῳ σφοδρῷ καὶ ἐνδείαις ἰσχυραῖς καὶ πυρετῷ καυσώδει καὶ φαρμάκοις τισὶν, ὅσα ξηραίνει μὴ ψύχοντα. πήγνυται δὲ ὑπὸ μόνης ψύξεως ἰσχυρᾶς, ὥσπερ καὶ πληροῦται δι’ ἐπιῤῥοὴν ὑγρότητος δαψιλοῦς. ξηραίνεται δὲ ἅμα καὶ πήγνυται, συνδραμόντων ἐς ταὐτὸ τῶν συνυπάρξαι δυναμέων αἰτίων, οἷον εἴ τις ὑπερπονήσειεν ἐν κρύει. οὕτω δὲ καὶ πληροῦται καὶ πήγνυται διὰ ῥεῦμα ψυχρὸν ἤ τινα ψύξιν τοῦ μορίου. τῆς ψύξεως δ’ αὖ πάλιν αἰτία τριττὴ, μία μὲν ἐκ τῶν ἔξωθεν προσπιπτόντων, οἷον ἀέρος, ὕδατος, ἢ φαρμάκου, καθάπερ ἐπὶ τῶν ἐρυσιπελάτων ἐργάζονται πολλάκις, ἑτέρα δὲ ἡ τοῦ πάσχοντος μέρους οἰκεία κρᾶσις, ἄλλη δ’ ἐπ’ αὐταῖς τρίτη παρὰ τοῦ ῥυέντος εἰς αὐτὸ χυμοῦ γιγνομένη, πολλάκις γὰρ ἐκεῖνος μὲν ἤδη θερμότερος ἑαυτοῦ γέγονεν, ἤτοι σηπόμενος ἢ ἐκ τῶν ψαυόντων αὐτῷ μορίων τῶν φύσει θερμῶν μεταβαλλόμενος, ἢν δὲ προσετρίψατό τινι μορίῳ τῶν φύσει ψυχροτέρων ψύξιν, ἕως πολλοῦ παραμένει. κατὰ τοσούτους μὲν τρόπους σκληρύνεταί τε καὶ μαλάττεται τὰ σώματα. τὸ μέντοι μαλακτικὸν φάρμακον οὐκ ἐπὶ πάντας ἔοικε φέρειν τοὺς τρόπους, ἀλλ’ ἐξαιρέτως ἐπὶ τοὺς διὰ πῆξιν ἐσκληρυμμένους, ἔτι δὲ μᾶλλον, εἰ καὶ περιεχομένη τις ὑγρότης ἐν αὐτοῖς εἴη παρὰ φύσιν, ὡς ἐπὶ τῶν ἐσκιῤῥωμένων. εἰ γὰρ διὰ ξηρότητα σκληρὸν εἴη γεγονὸς, ὑγραίνειν μᾶλλον, οὐ μαλάττειν τὸν τοιοῦτον κελεύουσιν, ὥσπερ γε καὶ τὰ πεπληρωμένα κενοῦν, οὐ μαλάττειν. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὔτ’ ἐρίζειν καλὸν οὔτ’ ἀκριβοῦν ἀναγκαῖον. ἐπὶ δὲ τὰς ἐν τοῖς πράγμασι διαφορὰς ἰέναι βέλτιον, ἐν αἷς καὶ τὸ σφάλμα μεγάλην τοῖς ἀῤῥωστοῦσι φέρει τὴν βλάβην. τὸ μὲν οὖν ἐξηρασμένον τῶν ὑγραινόντων δεῖται φαρμάκων, ὑπὲρ ὧν καὶ ἤδη μοι πρόσθεν αὐτάρκως εἴρηται, τὸ δὲ πεπηγὸς ὑπὸ ψύξεως θερμαινόντων. οὐκ ἀγνοεῖται δὲ οὐδὲ ταῦτα, τὸ μέντοι γε πεπληρωμένον ἢ ψυχόντων ἢ θερμαινόντων ἢ τῶν ἰδίως ὀνομαζομένων ξηραινόντων. ἐκκενοῖ γὰρ τὴν περιττὴν ὑγρότητα ταῦτα σύμπαντα, κατ’ ἴδιον ἕκαστον λόγον. ὅσα μὲν ψύχει κατὰ διττὸν τρόπον, ἀποκρουόμενά τε ἅμα καὶ συνεξάγοντα τῷ θερμῷ νοτίδα πολλὴν, ὡς Ἀριστοτέλης ἐδίδασκεν. ὅσα δὲ θερμαίνει, τῷ λύειν εἰς ἀτμοὺς μὲν τὸ περιεχόμενον ὑγρὸν ἐν τοῖς θερμαινομένοις σώμασιν, ὅσα δὲ ξηραίνει, καθάπερ τὰ διαφορητικὰ προσαγορευόμενα, κατὰ διττὸν καὶ ταῦτα τρόπον, ἢ ἀναπίνοντα τὰς ὑγρότητας, ὅταν ἐν πόροις τισὶν ὑπάρχωσιν, ἢ ὅλον ἀλλοιοῦντα τὸ μόριον. ὅστις δ’ ἑκάστου ὁ καιρὸς τῆς χρήσεως οὐ τῆς ἐνεστώσης πραγματείας, ἀλλὰ τῆς θεραπευτικῆς ἐστι μεθόδου. ὅσα δ’ ὑπὸ ψύξεώς τε ἅμα καὶ ξηρότητος ἐσκλήρυνται, θερμαίνειν ὁμοῦ ταῦτα καὶ ὑγραίνειν προσῆκεν, οὐχ οἷάπερ τὰ διαπυήσαντα, θερμότητι ἅμα καὶ ὑγρότητι συμμέτρῳ κατὰ φύσιν, ἀλλ’ ἐπὶ τοσοῦτον μὲν εἶναι χρὴ τὸ φάρμακον θερμότερον, ἐφ’ ὅσον ἡ ψύξις ἐκράτησεν, ἐπὶ τοσοῦτον δ’ ὑγρότερον, ἐφ’ ὅσον ἡ ξηρότης· ἔστι δὲ καὶ τούτων μέτρον ὁρίσαι τῆς θεραπευτικῆς μεθόδου. τύπον δ’ ἀρκέσει τινὰ τῆς τῶν φαρμάκων ἰδέας ἐνταυθοῖ διελθεῖν ἐπὶ παραδειγμάτων ὀλίγων. ὑγραίνει τοίνυν καὶ θερμαίνει τὸ ὕδωρ τὸ θερμὸν καὶ τοὔλαιον. εἰ δὲ καὶ μιχθεῖεν εἰς ταὐτὸ ἀμφότερα, πολὺ δὴ μᾶλλον ὑγραῖνον ἅμα καὶ θερμαῖνον ἔσται τὸ μικτὸν ἐξ αὐτῶν, ὥσπερ καὶ λουτρὰ τῶν ποτίμων ὑδάτων σὺν ἐλαίῳ δαψιλεῖ. ταὐτὸ δὲ τοῦτο ἐργάζεται καὶ ἡ τῶν ἐδεσμάτων ποιότης ὡσαύτως ἔχουσα, διὰ τοῦτο καὶ τῶν βουλιμιῶν ἰάματα τοιαῦτα τετύχηκεν ὄντα. ψύξιν γὰρ ἅμα ξηρότητι τὸ πάθος ἔχει, καὶ ἡ ἴασις αὐτῶν διὰ τῶν ἐναντίων. τὸ μέντοι δι’ ἀλεύρου πυρίνου κατάπλασμα, τὰς εὐκράτους φύσεις διαπυΐσκον, οὔτ’ ἀπάγει τι τῆς κατὰ φύσιν ἐν τοῖς μορίοις ὑγρότητος ὅ τι καὶ ἄξιον λόγου, καὶ πολὺ μᾶλλον οὐδὲ προστίθησιν, ὥσπερ οὐδὲ τὴν θερμασίαν, οὔτε ἐπιτείνειν πέφυκεν οὔτ’ ἀμβλύνειν, ἀλλὰ κατὰ μόνην αὐξάνειν τὴν οὐσίαν. ἔστι δὲ οὐ ταὐτὸ ἐπιτεῖναι τὴν ποιότητα καὶ τὴν οὐσίαν αὐξῆσαι. δειχθήσεται δὲ καὶ ταῦτα ἀκριβέστερον ὀλίγον ὕστερον. τὰ μὲν δὴ τοιαῦτα τῶν φαρμάκων ὑγρὰ καὶ θερμὰ λέγομεν, οὐχ ὡς ὑγρότερα καὶ θερμότερα τῆς ἡμετέρας οὐσίας, ἀλλ’ ὡς παραπλησίας ἡμῖν ὑπάρχοντα κράσεως, ὑγρᾶς καὶ θερμῆς οὔσης κατὰ τὸν παλαιὸν λόγον, ὡς ἐν τῷ περὶ κράσεων εἴπομεν. οὐ μὴν οὕτως ἢ τὸ ὕδωρ ὑγρὸν ἢ τὴν χαλβάνην θερμὴν εἶναί φαμεν, ἀλλὰ τὸ μὲν ὡς τέγγον τε καὶ διαβρέχον ἡμῶν τὴν σάρκα, τὴν δὲ ὡς θερμαίνουσαν. εἰ γὰρ καὶ θερμὸν εἴη τὸ ὕδωρ, ὡς κενοῦν ἐνίοτε δύνασθαι τὰ κατ’ ἐπιῤῥοὴν ὑγρῶν εἰς ὄγκον ἐξῃρμένα, τὰ γοῦν ὁμοιομερῆ πάντως ὑγραίνει, καθότι κᾀν τῷ πρώτῳ μοι δέδεικται λόγῳ.
- 5.6.1
Τὰ τοίνυν ἐκπυΐσκοντα φάρμακα τῷ μὲν θερμαίνειν ὁμοίως ὕδατι θερμῷ διαφορεῖ τὴν περιττὴν ὑγρότητα, τὴν ἐν ταῖς κεναῖς χώραις περιεχομένην, ὡς ἐν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας ἐπιδέδεικται γράμματι. τοῖς μέντοι κατὰ φύσιν ἔχουσι σώμασιν αὐτοῖς τοῖς ὁμοιομερέσιν οὐδὲν προστίθησιν ὑγρότητος, ὥσπερ οὐδ’ ἀφαιρεῖ τι σαφὲς, οὐδ’ αἰσθητόν. ἶσα γὰρ ὑπάρχοντα ταῖς κράσεσι φυλακτικὰ τῆς οὐσίας αὐτῶν ἐστιν, ὡς κατὰ μηδὲν ἀλλοιοῦν. ἐν γοῦν ταῖς ἐκπυήσεσιν ἡ μὲν ὑγρότης ἀλλοιοῦται, κᾂν εἴ πού τις εἴη σὰρξ τεθλασμένη, τὰ δ’ ἄλλα πάντα τὰ κατὰ φύσιν ἔχοντα διασώζει τὴν ἑαυτῶν οὐσίαν. τριῶν γὰρ γινομένων ἀλλοιώσεων ἐν τοῖς τῶν ζώων σώμασιν, ἡ μέν τις ἀκριβῶς ἐστι κατὰ φύσιν ἔχουσα, ὅταν ἐν τῇ γαστρὶ πέττηται τὸ σιτίον ἢ ἐν τοῖς σπλάγχνοις καὶ ἀγγείοις ὁ γεννηθεὶς ἐνταῦθα χυλὸς, ἵνα ἐκ τούτου πάλιν τρέφηται ἕκαστον μέλος· ἡ δέ τις ἀκριβῶς παρὰ φύσιν ἐν ἅπασι τοῖς σηπομένοις. αὗται μὲν οὖν ἐναντίαι πως ἀλλήλαις εἰσίν. ἡ τρίτη δ’ ἐπίμικτος ἐξ ἀμφοῖν καὶ μέση, τὸ μέν τι τῆς πρώτης τε καὶ κατὰ φύσιν ἔχουσα, τὸ δὲ τῆς ἐναντίας αὐτῆς τῆς παρὰ φύσιν. ὑπάρχει γὰρ τῇ μὲν κατὰ φύσιν δύο ταῦτα, τό τε ἐξ οἰκείας ὕλης τῷ ζώῳ τὴν ἀλλοίωσιν γίγνεσθαι, τό θ’ ὑπὸ τῆς ἐμφύτου θερμότητος ἀκριβῶς κρατεῖσθαι. τῇ δὲ παρὰ φύσιν ὑπ’ ἀλλοτρίας τε θερμότητος ἡ μεταβολὴ καὶ εἰς οὐδὲν χρηστόν· ἡ μέση δ’ αὐτῶν ἡ κατὰ τὰς ἐμπυήσεις ἑπομένη ὑπὸ μὲν τῆς ἐμφύτου γίνεται θερμότητος, οὐ μὴν ἀκριβῶς γε κρατούσης· οὐδὲ γὰρ ἐξ ὕλης ἀκριβῶς χρηστῆς οὔσης ἐπιτελεῖται, ὥσπερ οὐδὲ παντάπασιν ἀλλοτρίας. ὡς οὖν αἱ κατὰ φύσιν ἀλλοιώσεις ὑπὸ τῆς ἐμφύτου γιγνόμεναι θερμότητος ὑπὸ τῆς ὁμοίας ἔξωθεν ἐπικουροῦνται, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ περὶ τὰς διαπυήσεις. ἴσμεν γοῦν οὐδὲν οὕτως τῇ κατὰ γαστέρα πέψει συντελοῦν ὡς ἀνθρώπειον σῶμα ψαῦον αὐτῆς. καί τινες παιδία προστιθέμενοι νύκτωρ ἐναργεστάτης ὠφελείας αἰσθάνονται ἀναπαυόμενοι. συμφυλοτέρα γὰρ ἥδε καὶ οἰκειοτέρα πολὺ τῆς διὰ τῶν πυριάσεών ἐστιν. ἔνιοι δὲ καὶ κυνίδια σμικρὰ τῆς αὐτῆς ἕνεκεν ὠφελείας ἀναπαυόμενοι προστίθενται τῇ γαστρὶ, τὸ πλῆθος αὔξοντες τῆς πεττούσης τὰ σιτία θερμότητος, οὐ τὴν ποιότητα. τοιοῦτον οὖν εἶναι χρὴ καὶ τὸ τῇ διαπυήσει συλληψόμενον φάρμακον, οἷόν περ καὶ αὐτὸ τὸ ἔμφυτον ὑπάρχει θερμὸν ἐν ταῖς εὐκράτοις φύσεσιν· εἰ δὲ θερμοτέρα τοῦ δέοντος ἡ φύσις ὑπάρχει, τὸ διαπυΐσκον φάρμακον ἐν ἐκείνῳ τῷ σώματι θερμότερον εἶναι δεήσει, καὶ τοσούτῳ γε τοῦ συμμέτρου θερμότερον, ὅσῳ καὶ ἡ φύσις ἐστὶ τῆς εὐκράτου θερμοτέρα, ὥστε καὶ τοῦτο μὲν ἤδη πρόδηλον ἐκ τῆς θεραπευτικῆς ὑπάρχει μεθόδου, τὸ καθ’ ἕκαστον ἄνθρωπον ἴδιον εἶναι τὸ διαπυΐσκον φάρμακον. οὐχ ἥκιστα δὲ καὶ τὸ πολλάκις ἡμῖν ἀποδεδειγμένον ὑπὸ τούτων μαρτυρεῖται, τὸ χρῆναι πάσας τῶν φαρμάκων τὰς δυνάμεις πρὸς τὸν ἄριστα κεκραμένον ἄνθρωπον ἐξετάζεσθαι· μηδὲ γὰρ συστῆναι δύνασθαι τέχνην μηδεμίαν, εἰ μὴ πρότερον οἷον κανόνα τινὰ καὶ σκοπὸν τῷ γένει τῆς ὕλης, ἐν ᾗ καταγίνεται, θέμενος πρὸς ἐκεῖνον ἤδη τὰ κατὰ μέρος ἀπευθύνοι πάντα. πάλιν οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριστα κεκραμένον ἄνθρωπον οἷον σκοπόν τινα, πρὸς ἐκεῖνον ἀναφέροντες, ἐκπυΐσκον τι λέγομεν εἶναι φάρμακον ἕτερον τοῦ μαλάττοντος τὰ σκιῤῥούμενα, τάς τε κράσεις αὐτῶν ὑπάρχειν οἵας ἔμπροσθεν ἔφαμεν εἶναι, τοῦ μὲν εἰς πύου γένεσιν συντελοῦντος τῇ φύσει, σύμμετρόν τε καὶ ὁμοίαν ᾧ προσάγεται σώματι; τῷ δ’ εἶναι τὴν φύσιν ἡμῶν ὑγρὰν καὶ θερμὴν, ὑγρὰ καὶ θερμὰ τὰ τοιαῦτα πολλάκις ὀνομάζεσθαι φάρμακα, τοῦ δὲ μαλάττοντος τὸ σκιῤῥούμενον πολὺ μὲν θερμότερον τῆς εὐκράτου φύσεως, οὐ μὴν ἰσχυρῶς γε ἤδη θερμήν.
- 5.7.1
Ἄρχεται μὲν γὰρ ἡ τῶν σκιῤῥουμένων διάθεσις ἐκ ῥεύματος γλίσχρου τε καὶ παχέος ἐν μικροῖς πόροις τοῦ μορίου σφηνωθέντος. διαφορηθείσης δὲ τῆς ἐν αὐτῷ λεπτομεροῦς ὑγρότητος, εἶτα τῆς ὑπολοίπου ψυχθείσης τε καὶ οἷον πῆξίν τινα λαβούσης, ἡ καλουμένη σκίῤῥωσις ἕπεται, καὶ διὰ τοῦτο καὶ ψυχρὸν εἶναι τὸ πάθος φασὶν καὶ ἴασις αὐτοῦ διὰ τῶν θερμαινόντων. ἀλλ’ ἐπεὶ μετὰ ψύξεως ἦν ὑγρότης περιττὴ, σύνθετον ἔσται καὶ τὸ ἴαμα, διὰ μὲν τὴν ψύξιν τῶν θερμαινόντων δεομένης τῆς διαθέσεως, διὰ δὲ τὴν ἀλλοτρίαν τε καὶ περιττὴν ὑγρότητα τῶν ἐκκενούντων. ὅθεν οὐδὲ θεραπεύεται τῶν σκιῤῥουμένων οὐδὲν οὔθ’ ὑπὸ τῶν σφοδρῶς ξηραινόντων οὔθ’ ὑπὸ τῶν ἰσχυρῶς θερμαινόντων οὔθ’ ὑπὸ τῶν ταῦτ’ ἄμφω δυναμένων. τὰ μὲν γὰρ σφοδρῶς θερμαίνοντα διαφορήσαντα βιαίως τὸ παρακείμενον καὶ περιεχόμενον ἐν τοῖς μορίοις ὑγρὸν, ἀποξηραίνει τὸ ὑπόλοιπον, ὡς ἀνίατον γενέσθαι· τὰ δὲ σφοδρῶς ξηραίνοντα, κᾂν μὴ θερμαίνῃ ταῦτα, οὐδὲ διὰ μέσου τοῦ κενοῦντος τὸ λεπτομερὲς, ἀλλ’ ἄντικρύς τε καὶ κατὰ τὴν ἑαυτῶν φύσιν εἰς ἄκρον ξηρότητος προσάγει τὸ ἐσφηνωμένον ἐν τοῖς σκιῤῥουμένοις ῥεῦμα. μόνα τοίνυν ὅσα θερμαίνει μὲν, οὐ μὴν σφοδρῶς, ἅμα τῷ μηδὲ ξηραίνειν ἰσχυρῶς ἰᾶται τὰς τοιαύτας διαθέσεις, καὶ καλεῖται τὰ τοιαῦτα φάρμακα μαλακτικὰ, καθ’ ἕνα καιρὸν ἄμφω δρῶντα καὶ χέοντα τὸ πεπηγὸς καὶ κατὰ βραχὺ διαφοροῦντα.
- 5.8.1
Θερμὰ τοίνυν ἐστὶ καὶ οὐ πάνυ τι ξηρὰ πάντα τὰ τοιαῦτα φάρμακα, διαφέροντα τῶν ἐκπυϊσκόντων, τῷ θερμότερα ὑπάρχειν αὐτῶν καὶ ξηρότερα. τὰ μὲν γὰρ σύμφυλόν τε καὶ ὁμοιοτάτην ἔχει τοῖς σώμασιν ἡμῶν τὴν θερμότητα, τὰ δὲ μαλάττοντα σφοδρότερα μὲν, οὐ μὴν ὥστε τῷ βιαίῳ τῆς ὁλκῆς καταξηραίνειν τὸ ὑπόλοιπον. ἔτι δὲ τὰ μὲν ἐκπυΐσκσντα τὴν προϋπάρχουσαν ἐν τοῖς σκιῤῥουμένοις μορίοις ὑγρότητα φυλάττει, τὰ δὲ μαλακτικὰ βραχύ τι μέρος αὐτῆς ἀναλίσκει. καὶ διὰ τοῦτο μυρίων ὄντων τῶν θερμαινόντων καὶ ξηραινόντων φαρμάκων, ὅσα συμμέτρου τε ἅμα θερμότητος μετέχει ἀνάλογόν τε ταύτῃ ξηρότητος εὐτύχησε, ταῦτα μόνα μαλακτικὰ τῶν σκιῤῥουμένων ἐστὶν, οἷον βδέλλιον καὶ στύραξ καὶ χαλβάνη καὶ ἀμμωνιακὸν θυμίαμα καὶ μυελὸς ἐλάφειός τε καὶ μόσχειος, καὶ στέαρ αἴγειόν τε καὶ ταύρειον, ὅσα τ’ ἄλλα τοιαῦτα. νῦν γὰρ οὐ πρόκειται τὴν ὕλην ἐπεξιέναι πᾶσαν, ἀλλὰ καθόλου μίαν ὑπὲρ ἁπασῶν τῶν τοιούτων δυνάμεων ποιήσασθαι διδασκαλίαν, τί δὴ τὸ καθόλου, ὃ περί τε τῶν ἐκπυϊσκόντων καὶ μαλαττόντων ἐστὶ γνῶναι βέλτιον, ὡς τὰ μὲν ἴσην ἀνάπτει θερμότητα τῇ τοῦ ζώου κατὰ φύσιν, ὅσα δὲ μαλάττει, πολὺ πλέονα, καὶ ὡς τὰ μὲν οὐ τῷ ποιῷ τῆς θερμότητος, ἀλλὰ τῷ ποσῷ μᾶλλον ἐνεργεῖν πέφυκεν, ὅσα δὲ τῶν σκιῤῥουμένων ἐστὶ μαλακτικὰ, τῷ ποιῷ μᾶλλον. ὥσπερ γὰρ εἰ κατὰ τοῦ τῆς ἐκπυήσεως δεομένου μορίου δυνατὸν ἦν ἐπιβεβλημένας ἔχειν ἀεὶ τὰς χεῖρας ἤ τι μέλος ἄλλο, τάχιστα ἂν οὕτως διεπύησε, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὸ φάρμακον ὁμοιότατον εἴη τῇ κράσει τοῦ ἀνθρώπου, τάχιστα συμπέψει τὸ δεόμενον εἰς πῦον μεταβληθῆναι. δεῖται δὲ ποτὲ μὲν ἡ σὰρξ ὅταν θλασθῇ, ποτὲ δὲ ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμός.
- 5.9.1
Καὶ μέν γε ὡς ἐμπλαστικὸν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον, ἵν’ ἀκριβῶς ᾖ διαπυητικὸν, ἤδη μοι καὶ τοῦτο δοκῶ φαίνεσθαι σαφῶς. εἰ γὰρ τὴν οὐσίαν αὐξῆσαι. τῆς ἐμφύτου θερμότητος, οὐκ ἐπιθεῖναι προσήκει τὴν ποιότητα, πεφράχθαι χρὴ τοὺς πόρους τοῦ σώματος, ἵν’ ἔνδον ἀποστέγωσι τὰς ἀτμώδεις διαπνοάς. ὡς ὅσα γε τῶν καταπλασμάτων ἢ τῷ ῥύπτειν ἢ τῷ θερμαίνειν σφοδρότερον ἐπιτρέπει διαφορεῖσθαι τοὺς ἀτμοὺς, ξηραίνει μὲν, οὐ μὴν ἐμπυΐσκει γε. τοιαῦτα δ’ ἐστὶ τό τε τῶν κριθῶν καὶ τῶν ἐρεβίνθων καὶ τὸ τῆς τήλεως καὶ τὸ τῶν κυάμων ἄλευρον, ἔτι δὲ μᾶλλον τῶν αἰρῶν, ὀρόβων, ἐλύμου, θέρμων, κέγχρου καὶ πάντων τῶν ξηραινόντων. ὑπό τε γὰρ τῶν ῥυπτόντων, εἰ καὶ μὴ θερμαίνει σφοδρῶς, ἐκφραττομένων τε καὶ ἀνοιγνυμένων τῶν πόρων συναπέρχεται καὶ τὸ τοῦ μορίου θερμὸν, ὥστε μὴ σώζεσθαι τὴν κατὰ φύσιν αὐτῷ συμμετρίαν· ὑπό τε τῶν σφοδρῶς θερμαινόντων ἐκκενοῦται μέντοι καὶ ταύτης οὐκ ὀλίγον, ὑποθερμαίνεται δὲ ἡ λοιπὴ, καὶ οὕτω συμβαίνει τὴν μὲν οὐσίαν τῆς ἐμφύτου θερμότητος ἐλάττονα γίγνεσθαι, τὴν ποιότητα δ’ ἐπιτείνεσθαι. χρὴ δὲ οὐδέτερον εἶναι τούτων, ἀλλὰ τὸ μὲν ἀτμῶδες καὶ θερμὸν πνεῦμα περιέχεσθαι πλεῖστον, ἀκριβῶς δ’ εἶναι σύμμετρον τῇ θερμότητι, τοῦτο γάρ τοι κᾀν τοῖς παισὶν ὑπάρχον πλεῖστον ἅπαντα συναύξει τὰ φυσικὰ τῶν ἔργων. εἰσὶ μὲν οὖν οἳ μηδ’ αὐτὸ τοῦτο γιγνώσκουσιν, καὶ πρὸς τῷ μὴ γιγνώσκειν ἐγκαλοῦσιν Ἱπποκράτει, τὰ αὐξανόμενα πλεῖστον ἔχειν εἰπόντι τὸ ἔμφυτον θερμόν. ἀλλ’ ἡμᾶς χρὴ μήτε παρακούειν αὐτοῦ καὶ γιγνώσκειν ἔμφυτον εἰρῆσθαι θερμὸν, ὅπερ καὶ πνεῦμα ἑκάστῳ τῶν ζώων ὀνομάζομεν, ὑπὲρ οὗ καὶ Ἀριστοτέλης ἔγραψεν. οὐδὲν δὲ κωλύει καὶ τὴν αἱματικὴν οὐσίαν καὶ ἀερώδη θερμὸν ἔμφυτον ἀκούειν ἅμα τῷ πνεύματι. οἱ μὲν οὖν Στωϊκοὶ ταὐτὸν τοῦτο τὸ πνεῦμα τὴν οὐσίαν τῆς ψυχῆς εἶναι δοξάζουσιν· ἡμεῖς δὲ περὶ οὐσίας ψυχῆς οὔτε πάνυ τι τολμῶμεν ἀποφαίνεσθαι καὶ πρὸς τὰ παρόντα περιττὸν ὑπολαμβάνομεν. ὅτι μέντοι τὸ σύμφυτον πνεῦμα, κᾂν εἰ μὴ τῆς ψυχῆς ἐστιν ἡ οὐσία, ἀλλὰ τὸ πρῶτον αὐτῆς ὄργανον ὑπάρχει, φθάνομεν ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν ἀποδεδειχέναι. καὶ δὴ καὶ περιέχεσθαι μὲν ἐν ἅπασι τοῖς τοῦ ζώου μέλεσι τουτὶ τὸ πνεῦμά φαμεν, οὐχ ὅμοιον δ’ εἶναι πανταχόθεν, καθάπερ οὐδὲ τὸ αἷμα ἀναγκαῖον. περιέχεσθαι δὲ κᾀν ταῖς κεναῖς χώραις οὐκ ὀλίγην οὐσίαν αὐτοῦ, μᾶλλον δὲ οἷον ὕλην τινὰ βραχείας μὲν ἔτι μεταβολῆς δεομένην εἰς γένεσιν ἐμφύτου πνεύματος ἠκριβωμένου κατὰ τὰς οἰκείας ποιότητας, ἤδη μέντοι πρός γε τὰ φυσικὰ τῶν ἔργων ἱκανῶς συντελοῦσαν. ἔστι δὲ δήπου τῶν φυσικῶν ἔργων ἕν τι καὶ ἡ εἰς τὸ πῦον μεταβολή. πέψις γάρ τίς ἐστι καὶ κατὰ τόδε. χρὴ δ’, οἶμαι, τὸ πνεῦμα φυλάττειν ἔνδον ὡς ἔστι πλεῖστον, ὁπότε πέττειν τι πρόκειται. διαφορεῖται δὲ ὑπό τε τῶν ῥυπτόντων, οἷά πέρ ἐστιν τό τε τῶν κριθῶν καὶ τὸ τῶν κυάμων ἄλευρον, ὑπό τε τῶν ξηραινόντων, οἷον ἐλύμου τε καὶ κέγχρου καὶ θέρμων, ὑπό τε τῶν θερμαινόντων, οἵαπερ ἡ τῆλίς ἐστιν, ἔτι δὲ δὴ καὶ μᾶλλον ὑπό τε τῶν θερμαίνειν καὶ ξηραίνειν ἅμα πεφυκότων, οἷον αἰρῶν καὶ ὀρόβων, ἐρεβίνθων τε καὶ ὤχρων. ἐπιτηδειότατον δὲ εἰς πύου γένεσίν ἐστιν τῶν μὲν καταντλουμένων ὕδωρ εὔκρατον ἢ ὑδρέλαιον, τῶν δ’ ἐπιβρεχομένων ἔλαιον εὔκρατον, καταπλασμάτων δὲ τό τε πύρινον ἄλευρον δι’ ὑδρελαίου καὶ ὁ ἄρτος αὐτὸς, ἕψεσθαι δὲ καὶ τοῦτο χρὴ συμμέτρως. τὸ μὲν γὰρ ἐπιπλεῖστον ἡψημένον ξηραντικώτερόν πώς ἐστι καὶ ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς, τὸ δ’ ἔλαττον ἐπὶ τῶν πάνυ θερμῶν καὶ ὡς ἂν εἴποι τις ζεουσῶν. καὶ τὸ μὲν ἐλαίου πλέον ἔχον ἐπὶ τῶν δυσπεπτοτέρων, τὸ δ’ ἧττον ἐπὶ τῶν ζεουσῶν· καὶ δὴ καὶ τὸ μὲν ἐξ ἄρτου κατάπλασμα ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς. ἔχει γάρ τοι καὶ ἁλῶν καὶ ζύμης ὁ ἄρτος. τὸ δ’ ἐξ ἀλεύρου πυρίνου ταῖς θερμοτέραις. αὐτοῦ δ’ αὖ πάλιν τοῦ πυρίνου ἀλεύρου μᾶλλον τὸ καθαρὸν καὶ ἄρτου μᾶλλον ὁ καθαρὸς ἐκπυΐσκει. τὸ μὲν γὰρ πίτυρον ἧττόν τ’ ἐστὶ θερμὸν καὶ μᾶλλον ξηρόν· τὸ δὲ καθαρόν τε καὶ τρόφιμον ἄλευρον ὑγρόν τ’ ἐστὶ καὶ θερμόν. ἐδείχθη δὲ τὰ τοιαῦτα συνεργοῦντα πρὸς τὴν τοῦ πύου γένεσιν. οὕτως οὖν καὶ τῶν φαρμάκων τῶν ἐπιτιθεμένων τοῖς φλεγμαίνουσι μέρεσιν, ὅσα θερμά τ’ ἐστὶ καὶ ὑγρὰ, συντελεῖ καὶ ταῦτα πρὸς τὴν ἐκπύησιν, οἷον τό τε χοίρειον στέαρ καὶ τὸ μόσχειον. τὸ μὲν γὰρ ταύρου καὶ τῆς αἰγὸς ἐδείχθη δριμύτερα, καὶ διὰ τοῦτο ταῖς ψυχροτέραις καὶ σκιῤῥωδεστέραις φλεγμοναῖς ἐπιτήδεια, τὸ δὲ χοίρειον καὶ μόσχειον αὐταῖς ταῖς ὀνομαζομέναις κυρίως φλεγμοναῖς οἰκειότατον. ἔστι δὲ καὶ τὸ τῶν ἀλεκτρυόνων στέαρ οἰκειότατον, ἔτι δὲ μᾶλλον τὸ τοῦ χηνὸς ἤδη πως διαφορητικώτερον. λεπτομερέστερα γάρ ἐστι ταῖς οὐσίαις, ὥσπερ καὶ τὸ τῶν βοῶν καὶ αἰγῶν, παχυμερέστερά τε καὶ γεωδέστερα. καὶ μὲν δὴ καὶ τὸ τῶν ἀγρίων ζώων πάντων στέαρ δριμύτερόν τέ ἐστι καὶ ξηραντικώτερον πολὺ τῶν ἡμέρων, καὶ μάλιστα τὸ τῶν παρδάλεών τε καὶ λεόντων, ὥστ’ οὐδὲν τούτων ἐκπυΐσκειν ἐπιτήδειον, ἀλλ’ ὡς εἴρηται, τὸ χοίρειόν τε καὶ μόσχειον. ἐκπυΐσκει δὲ πίττα καὶ ῥητίνη διηθεῖσαι δηλονότι μετ’ ἐλαίου τινὸς ἢ ῥοδίνου. χρὴ δὲ κᾀνταῦθα πρὸς τὰς ζεούσας φλεγμονὰς διὰ ῥοδίνου τήκειν αὐτὰς, πρὸς δὲ τὰς ψυχροτέρας διά τινος τῶν θερμαινόντων, οἷόν ἐστι τὸ κίκινον καὶ τὸ ῥαφάνινον καὶ τὸ παλαιὸν καὶ τὸ σικυώνιον. εἰ δὲ καὶ κηρῷ ποτε μόνῳ χρῷ διαπυήσεως ἕνεκα, τῶν ἄλλων μὴ παρόντων, ἔν τινι τῶν θερμαινόντων ἐλαίων καὶ τοῦτον τήκειν. αὐτὸς μὲν γὰρ καθ’ ἑαυτὸν ἧττόν ἐστι θερμὸς ἢ ὥστε διαπυΐσκειν, ἐπεὶ τό γε ἐμπλάσσειν ἔχει. μόναις οὖν ταῖς ζεούσαις φλεγμοναῖς ἐπιτήδειος ἔν τινι τῶν θερμαινόντων ἐλαίων διηθείς. ὥσπερ δ’ οὗτος ἐνδεῖ τῆς συμμετρίας, ὡς πρὸς τὰς μέσας τῇ κράσει φλεγμονὰς καὶ φύσεις ἀνθρώπων τε καὶ μορίων, οὕτως ὑπερβάλλουσι βραχύ τι ῥητίνη καὶ πίττα. καὶ διὰ τοῦτο μιγνύμενα ταυτὶ πάντα τὰ νῦν εἰρημένα διαπυΐσκει συμμέτρως. ἀλλὰ ταῦτα μὲν ἤδη τῆς περὶ φαρμάκων συνθέσεώς ἐστι πραγματείας, ἧς ἐφάψασθαί πως ἠνάγκασεν ἡμᾶς ἡ τῆς θεωρίας ἀκολουθία. πάλιν δ’ ἐπὶ τὸ προκείμενον ἐπάνειμι. πρόκειται δὲ ἀφορίσαι τὴν καθόλου φύσιν, ὁποία τίς ἐστι, τῶν ἐκπυϊσκόντων. ἐῤῥέθη δ’ ὅτι συμμέτρως εἶναι χρὴ θερμαίνουσάν τε καὶ ὑγραίνουσαν αὐτὴν, ὅπερ ἑτέρως ἑρμηνευόμενόν ἐστι μήθ’ ὑπερβάλλειν μήτ’ ἐνδεῖν τῆς τοῦ μεταβάλλοντος αὐτὸ σώματος κράσεως, ἀλλ’ ὡς οἷόν τε μάλιστα παραπλήσιον ὑπάρχειν. τὸ δ’ ὅτι δυνάμει μὲν τοιοῦτόν ἐστι τὸ διαπυΐσκον φάρμακον, ἐνεργείᾳ δὲ γίγνεται τοιοῦτον ἐν τῷ πλησιάζειν ἡμῖν, εἴρηται πολλάκις ἔμπροσθεν, ἀναμνήσομέν τε καὶ νῦν, ὥστε μνημονεύειν αὐτοῦ διὰ παντός. ἡ μὲν δὴ κρᾶσις τοιαύτη τις ὑπάρχει τοῦ διαπυΐσκοντος, ἡ δὲ σώματος αὐτοῦ σύστασις ἐμπλαστική τίς ἐστιν. μάλιστα δὲ τοῦτο τοῖς γλίσχροις συμβέβηκεν, ὥσπερ τῷ στέατι τῷ χοιρείῳ καὶ βουτύρῳ καὶ λιβανωτῷ καὶ τῷ δι’ ἀλεύρου πυρίνου καταπλάσματι. καὶ γὰρ συμμέτρως θερμὰ ταῦτά ἐστι καὶ συμμέτρως ὑγρὰ καὶ γλίσχρα, καὶ διὰ τοῦτο πρὸς τὰς ἐκπυήσεις ἐπιτήδεια. χόνδρος μέντοι ξηραντικώτερος μέν ἐστιν ἀλεύρου πυρίνου, γλίσχρος δ’ οὐδὲν ἧττον ἐστιν, εἰ μή τι ἄρα καὶ μᾶλλον, ὅθεν ἐπὶ μὲν τῶν μέσων φλεγμονῶν ἧττον ἐπιτήδειός ἐστιν εἰς ἐκπύησιν. ἐπὶ δὲ τῶν ὑγροτέρων ἀμείνων ἀλεύρου πυρίνου. προέρχεται δ’ οὖν ἐπιπλέον ἤδη καὶ ταῦτα τῆς ἐνεστώσης πραγματείας, ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὰ μαλακτικὰ τῶν σκιῤῥουμένων φάρμακα, τοσοῦτον πάλιν κᾀνταῦθα τῆς θεραπευτικῆς ἐφαψάμενοι πραγματείας, ὅσον εἰς τὸ σαφῆ γενέσθαι τὰ λεχθησόμενα συντελέσει. σκίῤῥον μὲν οὖν ὀνομάζουσι τὸν παρὰ φύσιν ὄγκον ἀνώδυνόν τε καὶ σκληρόν. ἔνιοι δ’ αὐτῶν ὅταν ἐπὶ πλεῖστον αὐξηθῶσί τε καὶ σκληρυνθῶσιν, οὐκ ἀνώδυνοι μόνον, ἀλλὰ καὶ δυσαίσθητοι καὶ ἀναίσθητοι γίγνονται. γένεσις δ’ αὐτῶν ἐκ παχέος καὶ ψυχροῦ χυμοῦ. τοιοῦτοι δ’ εἰσὶν ἐν τοῖς τῶν ζώων σώμασι δύο μόνοι, χολὴ μέλαινα καὶ τὸ ὑπερξηρανθὲν φλέγμα. καὶ διὰ τοῦτο καὶ οἱ σκιῤῥώδεις ὄγκοι πάντως ἢ φλεγματικοὶ τὴν οὐσίαν εἰσὶν, ἢ μελαγχολικοὶ, ἢ ἐξ ἀμφοῖν μικτοί. περὶ μὲν δὴ τῆς διαγνώσεως αὐτῶν οὐ τοῦ παρόντος καιροῦ διελθεῖν· περὶ δὲ τῶν μαλακτικῶν φαρμάκων ἤδη μοι λέγειν καιρὸς, ὡς ἰδίως ὀνομάζουσι μαλακτικὰ τὰ τῶν γεγονότων ὑπὸ φλέγματος ἐξηρασμένου καὶ παχέος χυλοῦ ὄγκων σκιῤῥωδῶν ἰατικά. συνίστανται δ’ οὗτοι μάλιστα περί τε τὰς κεφαλὰς τῶν μυῶν καὶ τοὺς ἐκφυομένους αὐτῶν τένοντας. ὅσα μὲν γὰρ ὑπὸ μελαγχολικοῦ σκιῤροῦται χυλοῦ, καρκινώδη τε πάντα ἐστὶν καὶ παροξύνονται ὑπὸ τῶν μαλακτικῶν φαρμάκων. ἀλλὰ τούτων μὲν ὅπως χρὴ μεμνῆσθαι, διὰ τῶν τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται γραμμάτων· ὅσα δ’ ὑπὸ γλίσχρου καὶ παχέος χυμοῦ παγέντος ἐσκιῤῥώθη, θερμαινόντων μὲν δεῖται καὶ ξηραινόντων φαρμάκων, οὐ μὴν ἰσχυρῶν τε καὶ βιαίων, ἀλλ’ ἀρκεῖ τῆς δευτέρας μὲν ἢ καὶ τῆς τρίτης ἐνίοτε τάξεως τῶν θερμαινόντων, τῆς πρώτης δ’ εἶναι τῶν ξηραινόντων αὐτά. πλάτους δ’ ὑπάρχοντος οὐ μικροῦ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς ἐσκληρυμμένοις σώμασιν ἀνάγκη δήπου καὶ τῶν ἰωμένων αὐτὰ φαρμάκων οὐκ ὀλίγον εἶναι τὸ πλάτος, οἷον αὐτίκα καὶ τὸ αἴγειόν ποτε στέαρ ὠφέλησε τὰ οὕτως ἐσκληρυμμένα καὶ τὸ τῆς ἀλεκτορίδος. ἀλλὰ ταῦτα μὲν ἀσθενέστερά ἐστι καὶ τὰς μετρίας μαλάττει σκληρότητας, ἰσχυρότερον μέντοι τῶν ἀλεκτορίδων τε καὶ ἀλεκτρυόνων τὸ χήνειόν ἐστι, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον ἰσχυρότερόν τε καὶ τὸ ταύρειον, ἀλλ’ ἧττον τοῦ τραγείου. καὶ μὲν δὴ καὶ ὁ ἐλάφειος μυελὸς ἱκανῶς μαλάττει, καὶ μετ’ αὐτὸν ὁ μόσχειος. θερμὰ γὰρ ἐστι πάντα τὰ τοιαῦτα φάρμακα καὶ μετρίως ξηρὰ, καὶ πολύ γε μᾶλλον θερμαίνειν πέφυκεν ἢ ξηραίνειν. ὅθεν εἰ καί τις αὐτὰ θερμὰ καὶ ὑγρὰ ταῖς δυνάμεσιν εἴποι ποτὲ, συγχωρητέον· ὀλίγον γὰρ ἀφέστηκε μήτε ξηραινόντων μήθ’ ὑγραινόντων. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις, ἀλλ’ ἰσχυρότερα, τό τ’ ἀμμωνιακὸν θυμίαμα καὶ ὁ στύραξ καὶ ἡ χαλβάνη καὶ τὸ βδέλλιον τὸ Σκυθικόν. καλλίω δ’ ἐξ αὐτῶν εἰς τὸ μαλάττειν τὰ νέα· παλαιούμενα γὰρ ἰσχυροτέρως ἢ χρὴ ξηραίνει. τοῦτο μέν γε καὶ μυελὸς καὶ στέαρ ἔχουσι. καὶ γὰρ καὶ ταῦτα παλαιούμενα δριμύτερα γίγνεται σφῶν αὐτῶν καὶ ξηρότερα. καὶ μὲν δὴ καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους ἐστὶ τούτου, καὶ τὸ παλαιὸν οὐχ ἥκιστα, καὶ τῶν σκευαζομένων τὸ σούσινον. ἀλλὰ γὰρ οὐ περὶ τῶν συνθέτων λέγειν ἐν τῷδε πρόκειται. ἔπειτα καὶ ἀλθαίας ῥίζα καὶ ἀγρίου σικύου καὶ ἄλλα ἄττα φυτὰ καθεψηθέντα τὰ μὲν ἐν ἐλαίῳ, τὰ δὲ ἐν ὕδατι τῆς τῶν φαρμάκων γίγνεται τῶν μαλακτικῶν δυνάμεως, ὥσπερ οὖν καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφθά. τοῦτο μὲν οὖν ἐστιν ἁπλοῦν φάρμακον, ὥσπερ τὸ στέαρ τὸ χοίρειον, τὸ παλαιωθέν. οὐ χρὴ δὲ ἔχειν ἁλῶν οὐδὲ τοῦτο, καθάπερ οὐδὲ τἄλλα ὅσα μαλάττει· ξηραίνουσι γὰρ σφοδρῶς οἱ ἅλες. ὅσα δ’ ἄλλα μαλάττειν πέφυκεν, ἁπλᾶ τε καὶ σύνθετα φάρμακα, λεχθήσεται γὰρ αὖθις κἀκεῖνα, θερμὰ μέν ἐστιν ἐκ τῆς δευτέρας ἢ τρίτης ἐνίοτε τάξεως, ἀτρέμα δὲ ξηρά. χρὴ μέν τι καὶ τούτοις ἐμπλαστικὸν ὑπάρχειν, ὥσπερ καὶ τοῖς διαπυητικοῖς, ἀλλ’ ὅσῳ κενωτικώτερα προσῆκεν ὑπάρχειν αὐτὰ, τοσούτῳ καὶ ἧττον ἐμπλάττεσθαι τοῖς πόροις.
- 5.10.1
Ἡ μὲν δὴ τῶν μαλαττόντων φαρμάκων δύναμις αὐτάρκως μοι δεδήλωται, περὶ δὲ τῶν σκληρυνόντων ἐφεξῆς δίειμι. χρὴ τοίνυν εἶναι ταῦτα ψυχρὰ καὶ ὑγρὰ, καθάπερ ἀείζωόν τέ ἐστι καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τ’ ἐπὶ τῶν τελμάτων φακὸς, ἢ τὸ στρύχνον, ἢ τοῦτο μὲν οὐδὲ ὑγρόν ἐστι τὴν κρᾶσιν, ἀλλὰ μέσον ὑγραίνοντος ἁπλῶς καὶ ξηραίνοντος ἐξ ἐναντίων συγκείμενον δυνάμεων, ὑγραινούσης τε καὶ ξηραινούσης, ὅτι καὶ διττῆς οὐσίας μετέχει, γεώδους τε καὶ ὑδατώδους. ἀλλ’ οὐ πρόκειταί μοι νῦν ἐπὶ τὴν κατὰ μέρος ὕλην ἀπάγειν τὸν λόγον, ἀλλὰ τὰς γενικὰς μόνον ἀφορίσασθαι δυνάμεις. εἰ μὲν δή τι καὶ ψύχει καὶ ξηραίνει, σκληρύνει μὲν καὶ τοῦτο πάντως, ἀλλ’ οὐκ ἔστι τῶν ἰδίων σκληρυντικῶν. πήξει γὰρ μᾶλλον ἢ κενώσει τὸ σκληρὸν γίγνεται σῶμα, καθότι καὶ πρόσθεν ἐλέγομεν. εἴ τι δὲ ἐκ τοῦ τὴν σύμφυτον ὑγρότητα μὴ κατέχειν σκληρυνθῇ, ξηρὸν μᾶλλον τοῦτο προσαγορεύομεν ἢ σκληρὸν, καὶ ἡ ἴασις αὐτοῦ δίανσίς τε καὶ ὕγρανσίς ἐστι, καὶ οὐ μάλαξις, ὥσπερ καὶ τοῦ συντεταμένου μὲν ἡ ἴασις χάλασίς ἐστι, τοῦ κεχαλασμένου δὲ σύντασις.
- 5.11.1
Ταῦτα δὲ ὁρᾶται σαφῶς πῶς ἐστι καὶ ἐπὶ τοῦ δέρματος μὲν, ὥσπερ καὶ πρὸς Ἱπποκράτους εἴρηται, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου δὲ χάλασις, οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν ἄρθρων πολλάκις. ἡ μὲν οὖν χάλασις ὑγρανθέντων ἀμέτρως τῶν ἀμφ’ αὐτὰ συνδέσμων ἀποτελεῖται καὶ τῶν τενόντων, ἡ δὲ σύντασις οὐκέθ’ ἁπλῶς, ἀλλ’ εἴ τι ξηραινομένων ἐπιπλέον, ἢ ψυχομένων, ἢ φλεγμαινόντων, ἢ σκιῤῥουμένων. κατ’ ἄρθρα μὲν οὕτως· ἐπὶ δὲ τοῦ δέρματος οὐχ οὕτω μόνον, ἀλλὰ καὶ τῶν ἐντὸς αὐτοῦ μυῶν καθ’ ὁντιναοῦν τρόπον εἰς ὄγκον αὐξανομένων, ὥστε καὶ διὰ πολυσαρκίαν τισὶν ἐκτείνεται πολλάκις. ὅτι δὲ κᾀν ταῖς φλεγμοναῖς ταὐτὸ τοῦτο πάσχει λέλεκται πρόσθεν, ὅθεν οὔθ’ ἁπλῶς ἕν τι τῶν χαλαστικῶν ἐστιν εἶδος βοηθημάτων, ἀλλὰ τὰ μὲν ὑγραίνοντα χαλᾷ, τὰ δὲ θερμαίνοντα, τὰ δὲ μαλάττοντα, τὰ δὲ κενοῦντα, τὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους καθαίροντα, τὰ δέ τινα τούτων κατὰ συζυγίαν ἐργαζόμενα. Θεσσαλὸς δὲ καὶ οἱ ἀπ’ αὐτοῦ σχεδὸν ἅπαντες ὥσπερ ἐν ἄλλοις πολλοῖς, οὕτω κᾀν τούτοις συγχέουσι καὶ τὰς προσηγορίας καὶ τὰ πράγματα, τὸ ἐπελθὸν ἀβασανίστως γράφοντες· ὅθεν καὶ ἡμῖν, ἐπειδὰν τὰ προκείμενα συντελέσωμεν, ἀναγκαῖον ἴσως γράψαι ποτὲ πρὸς αὐτούς. ἐν δὲ τῷ παρόντι τὰ συνεχῆ τοῖς εἰρημένοις διερχώμεθα, τὴν ἀρχὴν αὖθις ἀπὸ τῶν ἐμπλαστικῶν ὀνομαζομένων ποιησάμενοι φαρμάκων, ἐπειδὴ καὶ περὶ αὐτῶν εἴρηται συχνάκις. συνελόντι μὲν οὖν εἰπεῖν ἐμπλαστικόν ἐστι φάρμακον ὅπερ ἂν ἐμπλάσσηται δυσαπολύτως τοῖς κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου πόροις. εἴρηται δέ μοι περὶ τῆς φύσεως ὧν ἡμεῖς ὑποτιθέμεθα πόρων αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν. ἀπεδείχθη δὲ ἐν τῷ πρὸ τοῦδε ὡς καὶ ἄδηκτον εἶναι χρὴ πάντως τὸ ἐμπλαστικὸν φάρμακον. εἰ γάρ τι προσείη δακνῶδες αὐτῷ, μένειν οὐ δυνήσεται κατὰ τοὺς πόρους, ἀλλ’ ἐκκριθήσεται ῥᾳδίως, ἢ περιτῆξάν τι τῶν μορίων, ἢ πάντως ἐπισπασάμενον ἐκ τοῦ βάθους ὑγρότητα. δῆλον δὲ ὡς καὶ τῇ συστάσει γεῶδες, ἢ γλίσχρον γε πάντως εἶναι χρὴ τὸ ἐμπλαστικόν.
- 5.12.1
Ἀλλὰ περὶ μὲν τούτων καὶ πρόσθεν αὐτάρκως εἴρηται. τὸ δ’ ἐναντίον αὐτῷ λέγοιτο μὲν ἂν ἐκκαθαρτικὸν, ἢ ἐκφρακτικὸν τῶν πόρων, ὥσπερ γε καὶ αὐτὸ τὸ ἐμπλαστικὸν οὐκ ἐμπλαστικὸν μόνον, ἀλλὰ καὶ ἐμφρακτικόν. εἴη δ’ ἂν ὥσπερ τοῖς ἔργοις ἐναντίον, οὕτω καὶ τῇ φύσει τοῦ σώματος οὔτε γλίσχρον οὔτε ἄδηκτον, ἀλλὰ νιτρῶδές τε καὶ λεπτομερές. ἐν γὰρ δὴ τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρει, τῷ γένει τῆς οὐσίας οὐ διαφέροντα, τά τ’ ἐμπλαστικὰ τῶν ῥύπον ἐπιτρεφόντων καὶ τὰ τῶν πόρων ἀνακαθαρτικὰ τῶν ῥυπτικῶν. ὅσα μὲν γὰρ τὸν ἐπιπολῆς ἀφαιρεῖ ῥύπον, εἴτ’ οὖν ἑλκῶν εἴτε καὶ τοῦ δέρματος αὐτοῦ, ῥυπτικὰ προσαγορεύεται· τὰ δὲ καὶ τοὺς πόρους ἐκκαθαίροντα λεπτομερέστερά τέ ἐστιν τούτων καὶ τοῖς ἐμπλαστικοῖς ἐναντία, καὶ διὰ τοῦτο ἐκφρακτικά τε καὶ καθαρτικὰ τῶν πόρων ὀνομάζεται. ἔστι δὲ ταῦτα νιτρώδη τε καὶ πικρὰ, καὶ κατὰ μὲν τοῦ δέρματος ἔξωθεν ἐπιτιθέμενα τὴν νιτρώδη ποιότητα μόνον ἀκριβῆ κεκτῆσθαι δεῖται πρὸς τὸ δύνασθαι δρᾷν ἅπερ εἴρηται, εἴσω δὲ τοῦ σώματος λαμβανόμενα, κᾂν εἰ στύψεώς τι μετέχῃ, δύναιτ’ ἂν εἶναι καὶ οὕτως ἔτι καθαρτικά τε καὶ διαῤῥυπτικὰ τῶν μειζόνων πόρων, οἷοίπερ κᾀν τοῖς ἀγγείοις εἰσίν. ἔξωθεν μὲν γὰρ ἡ σμικρότης τῶν πόρων ὑπὸ τῆς στύψεως τυφλοῦσθαι φθάνουσα, πρὶν ἐκκαθαρθῆναι καλῶς, οὔτε παραδέχεται τοὐντεῦθεν ἔτι τὴν ῥυπτικὴν οὐσίαν εἰς τὸ βάθος οὔτ’ ἐκκαθαίρεται. τὰ δὲ κατὰ τὴν γαστέρα μόρια πάντα καὶ τὰ καθ’ ἧπαρ καὶ σπλῆνα καὶ τἄλλα πάντα σπλάγχνα μεγίστους ἔχοντα πόρους ἐν αὑτοῖς εἰς ῥώμην τῶν ἀγγείων ὠφελεῖται πλέον ἢ εἰς τὴν τῶν στομάτων σμικρότητα βλάπτεται. καὶ διὰ τοῦτο ἔνδοθεν μὲν ἀψίνθιον διακαθαίρειν πέφυκεν, ἔξωθεν δ’ οὔ. σύνθετον δὲ ὑπάρχει, ὡς εἴρηται πρόσθεν, ἐκ πικρᾶς καὶ στρυφνῆς δυνάμεως· οὐκοῦν οὐδὲ τὰ κατὰ μέρος δέομαι προσγράφειν οὐδὲν τῶν τοιούτων φαρμάκων. ὅσα γὰρ ἂν εὑρίσκῃς νιτρώδη καὶ πικρὰ, ταῦτ’ ἐκκαθαίρειν ἴσθι δυνάμενα τοὺς πόρους πάντας· ῥύπον δὲ ἑλκῶν, ἢ καὶ τοῦ δέρματος, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ μετριώτερα ταῖς δυνάμεσιν ἀφαιρεῖν πέφυκεν, οἷάπερ ἐστι τὰ λεπτομερῆ γλυκέα, καθάπερ τὸ μέλι καὶ τῶν σιτηρῶν σπερμάτων ἔνια, καθάπερ ὄροβοι καὶ κύαμοι καὶ κριθαὶ καὶ θέρμοι. καίτοι κᾀν τούτοις αὐτοῖς τὸ μὲν τῶν κυάμων καὶ τῶν κριθῶν ἄλευρον ἀπορύπτει μόνον, οὐ μὴν ἐκφράττει γε τοὺς πόρους. τὸ δὲ τῶν ὀρόβων τε καὶ θέρμων, καὶ μάλισθ’ ὅταν ὦσι πικροὶ, πρὸς τὸ ῥύπτειν ἤδη τι καὶ τῶν πόρων ἐκκαθαρτικὸν ἔχει. παραπλήσιον δὲ καὶ τοῖς ἀμυγδάλοις συμβέβηκεν. καὶ γὰρ καὶ τούτων ὅσα μέν ἐστι πικρὰ, καὶ ῥύπτει καὶ διακαθαίρει τοὺς πόρους, ὅσα δὲ ἐδώδιμα, ῥύπτει μὲν, οὐκ ἐκφράττει δέ. τὸ μέντοι τῆς ἀκαλήφης σπέρμα καθαίρει τοὺς πόρους ὁμοίως τοῖς πικροῖς ὀρόβοις τε καὶ ἀμυγδάλοις. ἐκ ταὐτοῦ δ’ ἐστὶ γένους δηλονότι καὶ ἡ σκίλλα καὶ ἡ ἴρις, ὅσα τ’ ἄλλα, καθάπερ εἴρηται, κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα. καὶ γὰρ καὶ τὸ νίτρον αὐτὸ καθ’ ἑαυτὸ καὶ τὸ ἀφρόνιτρον ὅ τ’ ἀφρὸς τοῦ νίτρου καὶ τὸ σέριφον καὶ τὸ ἀβρότονον, ὅσα τ’ ἄλλα τοιαῦτα σὺν ἐδέσμασί τε καὶ πόμασι λαμβανόμενα τῆς αὐτῆς ἐστι δυνάμεως. εὐθὺς δὲ τούτοις ὑπάρχει πᾶσι καὶ λεπτυντικοῖς εἶναι παχέων τε καὶ γλίσχρων χυμῶν, ὥσπερ τοῖς ἐμπλαστικοῖς ἅπασι, παχεῖς καὶ γλίσχρους ἐργάζεσθαι τοὺς κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου χυμούς. ὥστ’ οὐδὲ τῶν ἐκ θώρακός τε καὶ πνεύμονος ἤτοι φλεγματωδῶν, ἢ γλίσχρων, ἢ πύου τμητικώτερα καὶ λεπτυντικώτερα καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ τούτων φάρμακα. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει καὶ τὰς κατὰ σπλῆνα τὰς μετρίας· αἱ δ’ ἰσχυρότεραι σφοδροτέρων φαρμάκων προσδέονται, καππάρεως φλοιοῦ καὶ μυρίκης ῥιζῶν, σκολοπενδρίου τε καὶ σκίλλης καὶ τῆς δι’ αὐτὸ δὴ τοῦτο προσαγορευομένης ἀσπλήνου πόας. διαφόρως δὲ καὶ αὐτοῖς τούτοις ἐστὶ χρηστέον ἐφ’ ἑκάστου τῶν σπλάγχνων· ἐπὶ μὲν ἥπατος αὐτοῖς καθ’ ἑαυτὰ μόνοις, ἐπὶ δὲ σπληνὸς ὄξει μιγνύντας ἢ ἐναφέψοντας, ἐπὶ δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα καὶ μελικράτῳ καὶ πτισάνῃ καὶ ὀξυμέλιτι καὶ τῶν οἴνων τοῖς γλυκέσιν. ἔστι δὲ καὶ ταῦτα τῆς θεραπευτικῆς ἤδη μεθόδου· διὸ καὶ παρίημι τό γε νῦν ἔχον τοὺς ὑπὲρ αὐτῶν λογισμούς. ἔν τε γὰρ ἐκείνῃ τῇ πραγματείᾳ κᾀν τῇ περὶ συνθέσεως φαρμάκων εἰρήσονται.
- 5.13.1
Ἅπερ δ’ ἐστὶν ἀναγκαῖον ἔτι προσεπισημήνασθαί με τοῖς λεγομένοις εἰρήσεται μόνον, ὡς ἐπειδὰν πλέονα οὔρησιν κινῆσαι βουληθῶμεν, οὐ πάνυ τι τοῖς εἰρημένοις φαρμάκοις χρηστέον ἐστὶν, ἀλλὰ τοῖς δριμυτέροις τε ἅμα καὶ μᾶλλον θερμαίνουσιν. εἴρηται γὰρ ἔμπροσθεν ὡς τὸ δριμὺ πᾶν θερμόν ἐστιν. ἔστι δὲ τοιαῦτα σελίνου σπέρμα καὶ πετροσελίνου καὶ μαράθρου καὶ δαύκου καὶ ἀγριοσελίνου καὶ σμυρνίου, καὶ δὴ καὶ τὸ σέσελι καὶ τὸ ἄμμι καὶ τὸ φοῦ καὶ τὸ μέον, ἄσαρόν τε καὶ ἄκορον, ὑφ’ ὧν οὐ λεπτύνεται μόνον, ἀλλὰ καὶ χεῖται καὶ διακρίνεται τὸ αἷμα παραπλησίως τῷ γάλακτι, τοῦ μὲν ὀῤῥώδους καὶ λεπτοῦ ἀποχωριζομένου καθ’ ἑαυτὸ, τοῦ δ’ αὖ παχυτέρου συνισταμένου τε πρὸς ἑαυτὸ καὶ ἀκριβῶς ἑνουμένου. πρὸς γὰρ δὴ τὸ ῥᾳδίως ἐπισπᾶσθαι τοὺς νεφροὺς ὅσον ὑδατῶδές τ’ ἐστὶ καὶ λεπτὸν καὶ ὀῤῥῶδες ἐν αἵματι ταῦτ’ ἄμφω συντελεῖ, χύσις μὲν αὐτοῦ τοῦ αἵματος ὅλου τὸ πρῶτον, ἐφεξῆς δ’ αὐτῇ διάκρισις, ὧν οὐδὲν ἄνευ θερμότητος ἰσχυρᾶς ἐνδέχεται γενέσθαι. καὶ διὰ τοῦτο ταῖς ἐκ τοῦ θώρακος ἀναπτύσεσιν τοῦ πύου τὰ τοιαῦτα πάντα ἀντιπράττει. φύσις γὰρ αὐτῶν, ὡς εἴρηται νυνὶ, θερμαντική τε καὶ ξηραντικὴ καὶ προσέτι συνακτική τε καὶ διακριτικὴ, συναγομένου μὲν εἰς ταὐτὸ τοῦ παχέος, ἀποκρινομένου δὲ καὶ διακρινομένου κατὰ τὴν τοῦδε σύνοδον ὅσον ἂν ὀῤῥῶδές τε καὶ λεπτὸν ἐμφέρηται τῷ αἵματι. τοῦτο μὲν οὖν οἱ νεφροὶ φθάνουσιν ἐφ’ ἑαυτοὺς ἕλκοντες, τὸ δὲ συνιστάμενόν τε καὶ ἀποξηραινόμενον οὐκέτι εὐπετῶς ἀναπτύεται. καὶ διὰ τοῦτο, καθάπερ ἀρτίως ἐλέχθη, τμητικὸν μὲν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον, οὐ μὴν ἐπιφανῶς γε θερμὸν, ἵνα μὴ ξηραίνῃ σφοδρῶς, δίδοσθαί τε σὺν τοῖς ὑγραίνουσι ῥοφήμασί τε καὶ πόμασι τῆς αὐτῆς χρείας ἕνεκα. τὰ μέντοι τοὺς νεφροὺς ἐκκαθαίροντα τμητικὰ μὲν ὁμοίως ἐστὶ, δεῖ δ’ εἰς οὐδὲν ὑγρότητος δαψιλοῦς. ὅσα δὲ τὰς ἐν αὐτοῖς πωρώδεις συστάσεις ἐπιτήδεια τέμνειν ἐστὶν, τμητικὰ μὲν ἱκανῶς ὑπάρχει καὶ ταῦτα, θερμότητος δ’ ἥκιστα μετέχει· συνίστησι γὰρ ἀποξηραίνουσα τὸν πῶρον ἡ θερμότης, οὐ τέμνει καὶ διαιρεῖ. τὰ δ’ ἧττον θερμὰ μετὰ τοῦ τέμνειν δύνασθαι βελτίω, καθάπερ αἵ τε ῥίζαι τῶν βασιλικῶν ὀνομαζομένων ἀσπαράγων, αἵ τε τοῦ βάτου, καὶ τὸ κέστρον καὶ τὸ πόλιον, ὦχρά τε καὶ ὕαλος ἡ κεκαυμένη, καὶ τὸ διὰ τῆς σκίλλης ὄξος, ὅσα τ’ ἄλλα τοιαῦτα. Θεσσαλὸς δ’ ὁ σκαιότατος ὥσπερ εἰς τἄλλα τῆς τέχνης ὑβρίζει πλημμελῶς, οὕτω καὶ ταῦτα διασύρειν ἐπιχειρεῖ, μηδὲν εἶναι νομίζων φάρμακον ἰδίως ἡπατικὸν, ἢ νεφριτικὸν, ἢ πλευριτικόν.
- 5.14.1
Ἀλλὰ τὰ μὲν ἐκείνου πλημμελήματα δι’ ἑτέρων γραμμάτων ἐπεδείξαμεν· ἐν δὲ τῷ παρόντι λόγῳ τὰς ὑπολοίπους τῶν ἁπλῶν φαρμάκων ἐξηγησόμεθα δυνάμεις, ἀπὸ τῶν ἀραιωτικῶν τε καὶ ἀναστομωτικῶν αὖθις ἀρξάμενοι. δοκεῖ γὰρ δὴ καὶ ταῦτα πλησιάζειν μέν πως τοῖς προειρημένοις, ὅσα ῥύπτειν καὶ τέμνειν ἐκφράττειν τε καὶ διαιρεῖν ἔφαμεν, οὐ μὴν πάντῃ γε ὡμοιῶσθαι. πρῶτον μὲν οὖν καὶ τούτων τὰς ἐννοίας διοριστέον, εἶθ’ οὕτως τὰς οὐσίας ζητητέον. ὅσα μὲν δὴ τοὺς κατὰ τὸ δέρμα πόρους ἀνοίγνυσιν ἀραιωτικὰ προσαγορεύουσιν, ὅσα δὲ τὰ στόματα τῶν ἀγγείων, ἀναστομωτικά. καὶ δὴ καὶ τῶν ἐναντίων αὐτοῖς, εἰ μέν τι συνάγει τοὺς πόρους, πυκνωτικὸν ὀνομάζουσιν, εἰ δέ τι κλείει τὸ στόμιον, ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν ὀνόματι, γενικωτέροις δέ τισι συνάγον τε καὶ κλεῖον καὶ σφίγγον καὶ στεγνοῦν ὀνομάζοντες, ἡ δὲ φύσις ἑκατέρων ἐστὶν τῶν μὲν ἀραιωτικῶν μετρίως θερμὴ καὶ ἥκιστα ξηραίνουσα καὶ λεπτομερὴς, τῶν δ’ ἀναστομωτικῶν παχυμερὴς, δριμεῖα καὶ δηκτική· τῶν δ’ ἐναντίων αὐτοῖς ἡ μὲν πυκνωτικὴ ψυκτικὴ μὲν, οὐ μὴν οὔτε γεώδης οὔτε ἀερώδης, ἀλλ’ ὑδατώδης μᾶλλον, ἡ δὲ τὰς ἀναστομώσεις κλείουσα παχυμερὴς, ψυχρά. παράδειγμα δὲ τούτων· ἀραιωτικῆς μὲν φύσεως χαμαίμηλόν τε καὶ ἀλθαία καὶ τὸ δι’ αὐτῶν ἔλαιον, οὐχ ἥκιστα δὲ καὶ τὸ διὰ τῶν ἀγρίων σικύων. ἀλλὰ καὶ τὸ παλαιὸν καὶ τὸ κίκινον καὶ τὸ ῥαφάνινον ἔλαιον ἐκ τῆς αὐτῆς ἐστιν ἰδέας. ἀναστομωτικῆς δὲ δυνάμεως ὅσα δριμέα τέ ἐστιν καὶ γεώδη πάντα, κυκλάμινος, σκόροδα, κρόμμυα, τῶν ταύρων αἱ χολαί. τῶν μύρων ἁπάντων παχυμερῶν τε ἅμα καὶ θερμῶν αἱ ὑποστάσεις, οἷόν περ καὶ τὸ ἴρινόν ἐστιν καὶ τὸ ἀμαράκινον, ἃ δὴ καὶ τὰς τυφλωθείσας αἱμοῤῥοΐδας ἀναστομοῖ. τὰ δέ γε τὸ τῆς μήτρας στόμιον ὑπὸ φλεγμονῆς τινος ἢ ξηρότητος ἢ σκίῤῥου μεμυκὸς ἀναστομοῦν λεγόμενα κατὰ συμβεβηκὸς ἂν, οὐ πρώτως οὐδὲ καθ’ ἑαυτὰ τοιαῦτα ἂν εἴη τινὸς δυνάμεως, ὥσπερ οὐδ’ ὅσα μεμυκότων ὑπὸ φλεγμονῆς ἤτοι χειλῶν ἢ βλεφάρων ἢ μυκτήρων ἢ φάρυγγος ἢ πόσθης ἢ ἕδρας ἤ τινος ἑτέρου τοιούτου στόματος ὀργάνου τὴν φλεγμονὴν ἰασάμενα, καὶ τὴν μύσιν ἐπηνωρθώσαντο. καὶ γὰρ καὶ ταῦτα φλεγμονῆς εἶναι λυτικὰ λέγοιντ’ ἂν, ἀναστομωτικὰ δ’ οὐδαμῶς ἁμαρτάνει δ’ ἐν αὐτοῖς ὁ Διοσκουρίδης, ἀναστομωτικῆς ἐνίοτε λέγων εἶναι δυνάμεως ἤτοι χαλαστικόν τι φάρμακον ἢ μαλακτικὸν ἢ ὑγραντικὸν ἢ φλεγμονῆς λυτικόν. αἱ μὲν δὴ τῶν ἀραιωτικῶν τε καὶ τῶν ἀναστομωτικῶν οὐσίαι τοιαίδε. τῶν δ’ ἐναντίων αὐταῖς ἡ μὲν τῶν πυκνωτικῶν ὕδατός τέ ἐστι τοῦ ψυχροῦ καὶ ἀειζώου καὶ ἀνδράχνης καὶ τριβόλου χλωροῦ καὶ ψυλλίου καὶ τῆς πόας ἣν μυὸς ὦτα προσαγορεύουσιν, καὶ φακοῦ τοῦ ἀπὸ τῶν τελμάτων, καὶ ἁπλῶς εἰπεῖν ὅσα ψύχει μὴ στύφοντα. διὸ καὶ μανδραγόρας καὶ κώνειον, ὑοσκύαμός τε καὶ μήκων, αὐτὰς δὲ λέγω νῦν τὰς πόας, εἰ μὲν μετρίως τις χρήσαιτο, πυκνωτικαὶ ταῖς δυνάμεσιν ὑπάρχουσιν· εἰ δ’ ἐπὶ πλέον, οὐ πυκνωτικαὶ μόνον, ἀλλ’ ἤδη καὶ ναρκωτικαί· εἰ δ’ ἐπὶ πλεῖστον, οὐκέτι ναρκωτικαὶ μόνον, ἀλλ’ ἤδη καὶ νεκρωτικαί. ἡ δὲ τῶν ἐναντίων τοῖς ἀναστομωτικοῖς οὐσία, παχυμερὴς οὖσα καὶ ψυχρὰ, τῶν στυφόντων ἁπάντων ἐστὶ χωρὶς ἐπὶ μίκτον δριμύτητος. εἴρηται δὲ τῆς ὕλης αὐτῶν ἱκανὰ παραδείγματα κατὰ τὸ δ΄ γράμμα, δι’ οὗ καὶ τὴν οὐσίαν ἐξήγημαι τῶν τοιούτων φαρμάκων, γεώδη καὶ ψυχρὰν οὖσαν. οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰ μόνη συνάγειν καὶ κλείειν πέφυκε τὰ παρὰ φύσιν ἀναπεπταμένα τῶν ἀγγείων στόματα· μόνῃ γὰρ αὐτῇ πάνθ’ ὅσα δεῖται τὰ συναχθησόμενα πάρεστι, διὰ μὲν τὸ παχυμερὲς τῆς συστάσεως ἔξωθεν μὲν προσπιπτούσῃ, διεξέρχεσθαι δὲ τοὺς λεπτοὺς πόρους ἀδυνατούσῃ, διά τε τὴν ψύξιν εἴσω τε πιλούσῃ καὶ συναγούσῃ πανταχόθεν εἰς ἑαυτὰ τὰ πλησιάζοντα· διότι δὲ ξηραίνει, τοιοῦτον γὰρ ἐδείχθη πᾶν τὸ στῦφον, ἐκβοσκουμένη τε τὴν ἰκμάδα καὶ τονοῦσα τὸ μόριον. ἀλλ’ εἴπερ ἅπαντα συνέλθῃ ταῦτα, κλεισθήσεται τὸ στόμιον ὡς ὑπὸ δακτύλων τινῶν ἔξωθεν τῶν μορίων τῆς στυφούσης οὐσίας συναγόμενον. ὅσα δὲ τῶν φαρμάκων ψυχρὰ μέν ἐστιν ἢ ὁμοίως ἢ μᾶλλον, ὑδατώδη δ’ ἐστὶ ταῖς οὐσίαις, ἀσθενῶς τὰ τοιαῦτα καὶ συνάγει τε καὶ σφίγγει διὰ μαλακότητα. δεῖται γάρ τινος ἰσχύος ἀντιβατικῆς καὶ σκληρᾶς ἅπαν τὸ μέλλον πιλήσειν τε καὶ συνάξειν ὁτιοῦν ἰσχυρῶς, ἣν οὐκ ἔχοντα τὰ ὑδατωδέστερα ταῖς οὐσίαις φάρμακα τοὺς μὲν λεπτοὺς πόρους ἐν ἑκάστῳ σώματι συνάγει καὶ πυκνοῖ, τὸ δ’ ὅλον ὄργανον ἀδυνατεῖ σφίγξαι πανταχόθεν, ὥστ’ εὐλόγως τὰ τοιαῦτα πυκνωτικὰ μέν ἐστι, στεγνωτικὰ δὲ οὐκ ἔστιν. ἄκουε δέ μου νῦν στεγνωτικὰ λέγοντος ὅσα τὰς αἰσθητικὰς ἐκκρίσεις ἐπέχει. καὶ γὰρ τὸ στεγνωτικὸν σῶμα, τὸ στέγον ἐν αὑτῷ καὶ μηδὲν ἔξω μεθιὲν αἰσθητῶς, ὑπὸ τῶν Ἑλλήνων προσηγόρευται στεγνόν. ταυτὶ μὲν οὖν τοιαῦτα ταῖς κράσεσί τ’ ἐστὶ καὶ ταῖς δυνάμεσιν· τὰ δὲ ἀραιωτικὰ θερμαίνει μὲν πάντως· οὐδὲ γὰρ ἂν ἄλλως δύναιτο διαχέαι τε ἅμα καὶ χαλάσαι τὴν οὐσίαν, οἷς ἕπεται τὸ καὶ τοὺς πόρους εὐρυνθῆναι· χρὴ μέντοι μήτ’ ἄγαν αὐτὰ θερμὰ ταῖς κράσεσιν εἶναι, δριμέα γὰρ ἤδη ταῦτα καὶ φρίττειν ἀναγκάζει, μήτε ξηραντικά. καὶ γὰρ καὶ ταῦτα συντηκτικά τ’ ἐστὶ καὶ ὀδυνηρὰ τῶν αἰσθητικῶν σωμάτων.
- 5.15.1
Ὅσα τοίνυν ἀλύπως θερμαίνει, ταῦτα ἀραιωτικὰ μόνον ὑπάρχει τῶν πάντων· εἰ δὲ μὴ θερμὰ μόνον, ἀλλὰ καὶ παχυμερῆ ταῖς συστάσεσιν εἴη, σφοδρὰ μὲν ὑπάρχοντα καὶ καυστικὰ συντήκει τε τὰ σώματα δίκην πυρὸς, ἐσχάρας τε πολλάκις ὁμοίας ταῖς ἀπὸ τῶν καυστήρων ἐργάζεται. ἧττον δ’ ἢ ὥστε καίειν θερμαίνοντα τῆς ἀναστομωτικῆς ἐστι δυνάμεως, ὥστ’ εἶναι τῶν ἀναστομωτικὸν φάρμακον τῇ μὲν οὐσίᾳ γεῶδές τε ἅμα καὶ πυρῶδες, εἰς τοσοῦτον δ’ ἧκον θερμότητος ὡς μήπω καίειν. εἰ δὲ καυστικόν τε ἅμα καὶ μὴ μέντοι σφοδρῶς εἴη, καὶ προσέτι λεπτομερὲς, ἤτοι παντάπασιν ἄδηκτον ἔσται τὸ τοιοῦτον, ἢ μετ’ ὀλίγης δήξεως καὶ ὀδύνης ἀποτήξει τι τῶν σαρκωδῶν μορίων. τῷ γὰρ μήτ’ ἀλλοιοῦν ἀθρόως, ὥσπερ τὰ σφόδρα θερμὰ, μήτε μόλις διεξέρχεσθαι, καθάπερ τὰ παχυμερῆ, λανθάνουσαν ἔχει τὴν ἐνέργειαν, εἴ γε τῶν ἀλλοιώσεων αἱ ἀθρόαι μεταβολαὶ μάλιστα αἰσθητικαὶ καὶ τῶν διεξόδων αἱ βίαιοι. τὸ γὰρ παχυμερὲς καυστικὸν, ᾧπερ ἂν ἐνιζήσῃ μορίῳ, σκόλοπος δίκην ἐμπεπαρμένον ἀνιᾷ. ἀλλ’ ἐκεῖνο μὲν ἐσχαρωτικόν ἐστιν ὁμοίως τοῖς καυστικοῖς. ὑπὲρ ὧν δὲ νῦν ὁ λόγος ἐνέστηκεν, οὔτε ἐσχάραν ἐργάζεται καὶ καλεῖται σηπτικὰ, οὐκ οἰκείας μὲν τῆς προσηγορίας τετυχηκότα. τὰ γὰρ ὄντως σηπτικὰ ὑγραίνοντα μετὰ τοῦ θερμαίνειν ἐστίν. ὅμως δ’ οὖν οὕτω καλοῦμεν τῇ τοῦ συμπτώματος ὁμοιότητι, φθορὰ γὰρ ἀνώδυνος ὑπ’ ἀμφοτέρων γίγνεται· πλείους μὲν οὖν εἰσιν οἱ τῶν φθειρομένων τρόποι. τά τε γὰρ ὑπερψυχθέντα καὶ ὑπερθερμανθέντα καὶ ὑπερυγρανθέντα καὶ ὑπερξηρανθέντα φθείρεται, ἀλλ’ οὐ πάντα γε τὰ φθειρόμενα σήπεσθαί φαμεν, ἀλλ’ ὅσα μετὰ δυσωδίας τοῦτο πάσχει. περὶ μὲν δὴ τῶν ὀνομάτων οὐ πάνυ χρὴ σπουδάζειν. χρὴ δ’ εἰδέναι τὰ καλούμενα φάρμακα σηπτὰ καὶ σηπτικὰ, καθάπερ ἀρσενικὸν καὶ σανδαράκη καὶ χρυσοκόλλα, δρυόπτερίς τε καὶ πιτυοκάμπη καὶ ἀκόνιτον τήκειν τε καὶ συντήκειν ἅπαντα, καὶ μάλιστα τῆς μαλακῆς σαρκὸς ὀδύνης χωρίς. ἔνια δ’ ἐξ αὐτῶν ἰδίως ὀνομάζουσι καθαιρετικὰ, καὶ χρῶνταί γε πρὸς τὰς ἐπουλώσεις τῶν ὑπερσαρκούντων ἑλκῶν. ἔστι δὲ καὶ ταῦτα τῆς μὲν αὐτῆς τῷ γένει τῆς σηπτικῆς ὀνομαζομένης δυνάμεως, ἀσθενεστέρας δ’ εἰς τοσοῦτον ὡς τὸ μὲν ἐπιπολῆς μόνον ᾧ προσπίπτει καθαιρεῖν, εἰς βάθος δ’ ἀδυνατεῖν προσέρχεσθαι, καθάπερ καὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος, οὐ μὴν τῆς γε αὐτῆς τῆς ὄντως ἐπουλωτικῆς δυνάμεώς ἐστι τὰ τοιαῦτα. ἐκεῖνα γὰρ οὐ καθαιρεῖν οὐδ’ ἀποτήκειν τι τῆς σαρκὸς, ἀλλὰ σκληρύνειν τε καὶ ξηραίνειν πέφυκεν, ἥ τε στυπτηρία καὶ ἡ κίκις, ἣν ὀμφακῖτιν ὀνομάζουσιν, ὅ τε κεκαυμένος χαλκὸς, καὶ μάλισθ’ ὁ πεπλυμένος. ὁ μὲν γὰρ ἄπλυτος ἔχει τι καθαιρετικὸν, ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπίς. ὁ πεπλυμένος δὲ τὸ κάλλιστον τῶν ἐπουλωτικῶν φαρμάκων ἐστί. χρὴ γὰρ καὶ στύφειν μετρίως καὶ ξηραίνειν τὸ μέλλον ἐπουλώσειν καλῶς. ὅθεν καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς, καὶ τὰ τῆς ῥοιᾶς λέμματα ξηρὰ, καὶ πάνθ’ ὅσα τοιαῦτα τῶν ἐπουλωτικῶν φαρμάκων ἐστίν.
- 5.16.1
Συγκέχυται δὲ παρὰ τοῖς πολλοῖς τῶν ἰατρῶν οὐχ ἡ προσηγορία μόνον, ἀλλὰ καὶ ἡ τῆς δυνάμεως γνῶσις ἁπάντων τῶν τοιούτων φαρμάκων. ἐπουλωτικὰ γὰρ ὀνομάζουσιν ἐνίοτε καὶ τὰ καθαιρετικὰ καὶ συντηκτικὰ τῆς σαρκὸς, ὅτι χρωμένων ἡμῶν καὶ τούτοις πολλάκις εἰς οὐλὴν ἀφικνεῖται τὰ ἕλκη, ἀλλ’ οὔτε πρώτως οὔτε κατὰ τὴν οἰκείαν αὑτῶν δύναμιν, οὔτ’ ἐπὶ πάσῃ χρήσει τοῦτο γίνεται. χνοώδη γὰρ ἀκριβῶς τὰ τοιαῦτα φάρμακα διὰ τοῦ τῆς μύλης πυρῆνος ἐπικυλιομένου ταῖς σαρξὶν εἰς οὐλὴν ἄγει τὰ ἕλκη. εἰ δὲ βραχεῖ πλείονι χρήσαιο, καὶ δάκνει καὶ συντήκει τὴν σάρκα καὶ κοῖλον ἐργάζεται τὸ ἕλκος ἐναντίον τοῖς ὄντως ἐπουλωτικοῖς. εἰ μὴ γὰρ ἀξιόλογον ἐκείνων ἐπιθείης, οὐδὲν ἀνύσει. πρόκειται μὲν γὰρ ἐν ταῖς τῶν ἰσοπέδων ἑλκῶν ἐπουλώσεσιν ἀλλοιῶσαί τε τὴν σάρκα καὶ δέρμα ποιῆσαι. γίνεται δὲ τοῦτο διὰ τῶν συνάγειν αὐτὴν καὶ σφίγγειν καὶ πιλεῖν καὶ πυκνοῦν καὶ ξηραίνειν καὶ τυλοῦν δυναμένων. οἷον γὰρ τετυλωμένη τις σάρξ ἐστι τὸ δέρμα. τὰ μὲν οὖν οὕτως ἐνεργεῖν δυνάμενα φάρμακα πρώτως τε καὶ κυρίως ἐπουλωτικὰ λέγεται· τὰ δ’ ἄλλα τὰ καθαιρετικὰ δευτέρως τε καὶ κατὰ συμβεβηκὸς, ὥσπερ καὶ ὅσα χωρὶς τοῦ στύφειν ἀδήκτως ξηραίνει. καὶ γὰρ ταῦτα εἰς οὐλὴν ἄγει κατὰ συμβεβηκὸς, οἷόν τι φάρμακόν ἐστιν καὶ ἡ σμύρνα καὶ ἡ λιθάργυρος. καὶ εἰ καυθείη τό τε ὄστρεον καὶ τὸ διφρυγὲς, ἐπιπαττόμενα γὰρ καὶ ταῦτα ξηρὰ, πολλάκις ἐπούλωσεν. εἰδέναι δὲ χρὴ κᾀν τούτοις τοῖς λόγοις κᾀν τοῖς ἄλλοις ἅπασιν, ἔνθα τὸ πολλάκις προστίθημι, τοῦτό με δηλοῦν ἐθέλειν, ὅτι καὶ ἀποτυγχάνει τῆς ἐπαγγελίας ἐνίοτε τὰ τοιαῦτα, διὰ τὸ μὴ πρώτως αὐτὴν μηδὲ κατὰ τὴν ἑαυτῶν δύναμιν ἐργάζεσθαι. τὰ δ’ ἐπουλωτικὰ φάρμακα πᾶν μὲν ἕλκος ἰσόπεδον ἐπουλεῖν τι δύναται, καθάπερ καὶ τὰ ῥυπτικὰ μετρίως καὶ ἀδήκτως τῶν κοίλων ἐστὶ πληρωτικά. λεχθήσεται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῆς τῶν τοιούτων δυνάμεως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ᾗ κεκοινώνηκε πολλαχόθι τουτὶ τὸ βιβλίον, ὡς καὶ κατὰ τὴν ἀρχὴν αὐτοῦ προείρηται. διό μοι δοκῶ καταπαύσας ἤδη τὸν περὶ τούτων λόγον ἐφ’ ἕτερόν τι γένος δυνάμεων μεταβήσεσθαι τῶν ἑλκτικῶν τε καὶ ἀποκρουστικῶν ὀνομαζομένων.
- 5.17.1
Ἑλκτικαὶ μὲν οὖν εἰσιν ὅσαι τὰ κατὰ βάθος ἐπισπῶνται σφοδρότερον. ἀποκρουστικαὶ δὲ ὅσαι πρὸς τὸ βάθος ἀπελαύνουσι τοὺς πλησιάζοντας ἐν αὐταῖς χυμούς. ἡ δ’ οὐσία τῶν μὲν θερμή τ’ ἐστὶν καὶ λεπτομερὴς, τῶν δ’ ἔμπαλιν ψυχρά τε καὶ παχυμερής. ἕλκει μὲν γὰρ ἀεὶ τὸ θερμὸν, ἀποκρούεται δὲ τὸ ψυχρόν. ἀλλὰ τὸ μὲν λεπτομερὲς θερμὸν ἕλκει σφοδρότερον, τὸ δὲ παχυμερὲς ψυχρὸν, οἷόν περ τὸ στῦφον ὠθεῖ βιαιότερον. ἐξ οὖν τοῦ σφοδροῦ τῆς ἐνεργείας ἑκατέρῳ τοὔνομα. ἡ μὲν δὴ τῶν στυφόντων ὕλη πρόδηλος· ἡ δὲ τῶν ἑλκτικῶν ἡ μὲν τις αὐτοφυής ἐστιν, ἡ δ’ ἐκ σηπεδόνος ὀξυνούσης ἔχει τὴν γένεσιν, αὐτοφυὴς μὲν ἥ τε τοῦ δικτάμου καὶ ἡ τῆς προπόλεως καὶ θαψίας καὶ ἡ τοῦ σαγαπηνοῦ καὶ ἡ τῶν ὀπῶν τοῦ Κυρηναίου τε καὶ Μηδικοῦ, καὶ εἰ δή τις ἄλλος ὅμοιος τούτοις ἐστίν. ἐκ σηπεδόνος δὲ ἥ τε τῆς ζύμης καὶ ἡ τοῦ ψωρικοῦ καλουμένου. ἤδη δὲ καὶ ἡ κόπρος ἡ ἐκ σηπεδόνος ἅπασι μὲν ἂν οὕτω γε τῆς ἑλκτικῆς εἶεν δυνάμεως, οὐ μικρὰ δ’ ἐν αὐταῖς ἡ διαφορά. ἡ μὲν γὰρ τῆς περιστερᾶς ἱκανῶς ἑλκτικὴ, τὸ δ’ ἶσον ἀφ’ ἑκατέρας ταύτης ἀφεστήκασιν ἐπὶ μὲν τὸ θερμότερον ἡ τοῦ χηνὸς, ἐπὶ δὲ τὸ ψυχρότερον ἡ τοῦ ἀλεκτρυόνος. ἀπολείπεται δὲ ταύτης ἔτι μᾶλλον ἥ τε τῶν ἀνθρώπων καὶ τῶν ὑῶν. ἡ δὲ τῶν κυνῶν οἷά περ τὰ ῥυπτικὰ φάρμακα, καὶ μᾶλλον ὅταν ὀστᾶ κατεσθίωσι. καὶ ἡ τῶν κροκοδείλων δὲ τῶν χερσαίων ἔτι καὶ μᾶλλον ἀκριβοῖ τοῦτο. ἔστι δὲ καὶ ἕτερόν τι γένος ἑλκτικῶν φαρμάκων, οἰκειότητι ποιότητος ἐπισπώμενον, ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ὁμοιότητι τῆς ὅλης οὐσίας, ὥσπερ καὶ τὰ τρεφόμενα τὰς οἰκείας τροφὰς ἐπισπᾶται. τῶν τοιούτων δ’ ἐστὶ φαρμάκων καὶ τὰ καθαίροντα μὲν πάντα καὶ τῶν ἀλεξητηρίων δ’ ἔνια. θερμὰ δ’ εἶναι χρὴ πάντα τὰ τοιαῦτα. τῶν γὰρ ὁμοίων ταῖς οὐσίαις, τὸ θερμότερον ἑλκτικώτερον ὑπάρχει, καὶ ὡς ἂν προσειληφὸς σύμμαχον τῇ ὁμοιότητι τὴν θερμότητα. δυσὶ γὰρ αἰτίαις ἕλκον τὸ τοιοῦτο πλεονεκτήσει τοῦ κατὰ τὴν ἑτέραν μόνην ἐπισπωμένου. διοίσει δ’ οὐδὲν ἐπισπαστικὴν λέγειν ἢ ἑλκτικὴν ἢ ἑλκυστικὴν δύναμιν.
- 5.18.1
Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, μεταβῶμεν ἐπὶ τὰς ἀλεξητηρίους τε καὶ ἀλεξιφαρμάκους ὀνομαζομένας δυνάμεις. ἔστι δὲ καὶ τούτων ἡ φύσις διττὴ, τῶν μὲν ἀλλοιούντων, τῶν δ’ ἐκκενούντων τοῦ πεπονθότος σώματος ἢ τὸν φθαρτικὸν ἰὸν ἢ τὸ δηλητήριον φάρμακον. ἀλλοιοῖ μὲν οὖν ἤτοι κατά τινα ποιότητα μίαν ἢ συζυγίαν ἐκ δυοῖν ἢ κατὰ τὰς ὅλας οὐσίας, ἐκκενοῖ δὲ τῇ τῆς ὅλης οὐσίας ὁμοιότητι καὶ τῇ λεπτομερεῖ θερμότητι. τέτταρες οὖν αἱ πᾶσαι διαφοραὶ γενήσονται τῆς ἐξ αὐτῶν ὠφελείας, δύο μὲν ἀλλοιωτικαὶ καὶ δύο κενωτικαί. καὶ ἡ μὲν δὴ τῇ τῆς ποιότητος ἐναντιώσει βοηθοῦσα πρόδηλος. εἰ μὲν γὰρ ψυχρὸν εἴη τὸ δηλητήριον φάρμακον, ἢ ὁ ἰὸς ὁ τοῦ ζώου, πρὸς τῶν θερμαινόντων ὠφεληθήσονται φαρμάκων· εἰ δὲ θερμὸν, ὑπὸ τῶν ψυχόντων· καὶ εἰ μὲν ξηρὸν, ὑπὸ τῶν ὑγραινόντων, εἰ δὲ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων· οὕτω δὲ καὶ εἰ μὲν ψυχρὸν ἅμα καὶ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων καὶ θερμαινόντων, εἰ δὲ θερμὸν καὶ ξηρὸν, ὑπὸ τῶν ὑγραινόντων καὶ ψυχόντων, καὶ κατὰ τὰς λοιπὰς δύο συζυγίας ἀνάλογον. οὐκ ἄδηλος δὲ οὐδὲ ἡ διὰ τῆς καθ’ ὅλην τὴν οὐσίαν τῶν δυνάμεων ἀλλοίωσίς ἐστιν τοῖς μεμνημένοις τῶν προαποδεδειγμένων ἔν τε τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν καὶ προσέτι τοῖς περὶ κράσεων. αἱ γὰρ ἀλλοιοῦσαι τὰ δηλητήρια φάρμακα δυνάμεις ἐν τῷ μέσῳ τὴν φύσιν εἰσὶ τῶν τε πασχόντων σωμάτων καὶ ἀδικούντων αὐτὰ φαρμάκων, ὥστ’ ἀνάλογον ἔχειν ὡς τὸ σῶμα πρὸς τὴν ἀλεξητήριον δύναμιν, οὕτως ἐκείνην πρὸς τὸ δηλητήριον, ὡσαύτως δὲ καὶ ὡς τὸ δηλητήριον πρὸς τὸ ἀλεξητήριον, οὕτως καὶ τὸ ἀλεξητήριον πρὸς τὸ σῶμα. καὶ διὰ τοῦτο τὰ τοῖς δηλητηρίοις ἐναντιούμενα σχεδὸν ἅπαντα πλείω ληφθέντα μεγάλως ἀδικεῖ τὸ τοῦ ζώου σῶμα. χρὴ τοίνυν ἐν τοσαύτῃ δίδοσθαι συμμετρίᾳ ποσότητος πάσας τὰς τοιαύτας δυνάμεις ὡς μήτε τῷ πλήθει βλάπτειν τὸ σῶμα μήτε δι’ ὀλιγότητα νικᾶσθαι πρὸς τῶν δηλητηρίων. ἀλλὰ τοῦτο μὲν ἤδη τῆς θεραπευτικῆς ἐστι μεθόδου, νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώμεθα. πᾶς δηλητήριος ἰὸς ὑπὸ τῶν ἔξωθεν ἐπιτιθεμένων ἐκκενοῦται φαρμάκων, οἷον ἤτοι θερμότητι τὴν ὁλκὴν ποιουμένων, ἢ τῇ τῆς ὅλης οὐσίας ὁμοιότητι. χρὴ δὲ κᾀνταῦθα μέσον ὡς ἔνι μάλιστα τῇ φύσει τὸ ἀλεξητήριον ὑπάρχειν τοῦ τε σώματος οὗ θεραπεύει καὶ τοῦ βλάπτοντος ἰοῦ. ἂν γὰρ ἐναντιώτατον ᾖ τοῦ σώματος, δράσει μᾶλλον εἰς αὐτὸ καθάπερ τι δηλητήριον, οὐ κενώσει τὸν ἰόν. ἵνα γὰρ ἀναλάβωμεν ἕνεκα σαφηνείας αὖθις τὸ σύμπαν, εἰδέναι χρὴ τὰς δηλητηρίας ἁπάσας δυνάμεις ἐναντιωτάτας οὔσας τῇ κράσει τοῖς βλαπτομένοις ὑπ’ αὐτῶν σώμασιν. εἴπερ οὖν ὑπὸ τῶν ὁμοίων τῇ κράσει κενοῦνται φαρμάκων, εἴη ἂν δήπου καὶ ταῦτα ταῖς τῶν σωμάτων φύσεσιν ἐναντία. καὶ μὲν δὴ καὶ ἔστιν ἐναντία πως, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς ἀναιρεῖν, ἀλλ’ ἐπαμφοτερίζειν μᾶλλον ἐν τῷ μέσῳ καθεστηκότα τῶν τε βλαπτόντων ἄντικρυς τὸ τοῦ ζώου σῶμα καὶ τῶν ὠφελούντων. εἴτε δὲ δηλητηρίους δυνάμεις, εἴτε φθαρτικὰς, εἴτε φθοροποιοὺς, εἴτε ὁπωσοῦν ἐθέλοις ἄλλως καλεῖν, οὐ διοίσει, κατὰ ταὐτὰ δὲ κᾂν ἀλεξητηρίους ἢ ἀλεξιφαρμάκους. οὐ μὴν οὐδ’ εἰ τὰς μὲν τῶν ἰοβόλων θηρίων ἰατικὰς ἀλεξητηρίους ἐθέλοι τις ὀνομάζειν, τὰς δὲ τῶν δηλητηρίων ἀλεξιφαρμάκους, ὥσπερ ἤδη τινὲς ἠξίωσαν, οὐδὲ πρὸς τούτους ἀμφισβητέον ὑπὲρ τῶν ὀνομάτων. οὐ γὰρ ἐκ τούτων τὸ προσηκόντως ἰᾶσθαι τὰς νόσους, ἀλλ’ ἐκ τῆς τῶν πραγμάτων παραγίγνεται ἐπιστήμης.
- 5.19.1
Ἐπεὶ δὲ καὶ περὶ τούτων ὅσον εἰς τὰ παρόντα συμμέτρως εἴρηται, ἤδη μεταβῶμεν ἑξῆς ἐπὶ τὸν τῶν ἀνωδύνων τε καὶ παρηγορικῶν ἢ πραϋντικῶν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι δυνάμεων λόγον. ἀνώδυνος οὖν δύναμις ἡ μέν τις ὄντως ἐστὶν, ἡ δὲ λέγεται μόνον, ὡς εἰ καὶ τὸν νεκρὸν ἄνθρωπον ἀνώδυνον εἴποι τις. ἡ μὲν οὖν ὄντως ἀνώδυνος ἡ τῶν θερμαινόντων ἐστὶ κατὰ τὴν πρώτην τάξιν, ὅταν ἐν οὐσίᾳ λεπτομερεῖ περιέχηται. ἡ δὲ τῶν λεγομένων ψυχρῶν, ὅταν ἀκραιφνεῖ ψύξει χρώμενα ναρκώσῃ τὸ μόριον· ἔστι δ’ ἡ νάρκη μικροῦ δεῖν ἀναισθησία. τὰ δὲ τῷ τὴν διάθεσιν ἰᾶσθαι παύοντα τὰς ὀδύνας οὐκ ἂν εὐλόγως ἀνώδυνα λέγοιτο. κοινὸν γὰρ τοῦτο πᾶσι τοῖς θεραπεύουσιν ὑπάρχει. τὰ τοίνυν ὄντως ἀνώδυνα λεπτομερῆ τε εἶναι χρὴ καὶ οὐ πολλῷ θερμότερα τῶν συμμέτρων, ἕνεκα τοῦ κενῶσαί τε καὶ διαφορεῖν καὶ ἀραιῶσαι καὶ λεπτῦναι καὶ συμπέψαι καὶ ὁμαλῦναι πᾶν ὅσον ἐν τοῖς ὀδυνωμένοις μορίοις ἢ χυλῶν δριμέων ἢ γλίσχρων ἢ παχέων, ἢ πολλῶν ἐμπεφραγμένων ἐν πόροις λεπτοῖς, ἢ καί τινος ἀτμώδους τε καὶ παχέος ἢ ἱκανῶς ψυχροῦ πνεύματος ἐναπείληπταί τε καὶ κατακέκλεισται, διέξοδον οὐκ ἐπιτηδείαν ἔχοντος. οὐδὲν οὖν αὐτοῖς ὅλως χρὴ προσεῖναι στυφούσης δυνάμεως, οὐδ’ ἂν ὁ τόπος ἢ τὸ πάθος προσδέηται· ἐξ ὧν δῆλον ὡς ἐνίοτε μὲν οὐδὲν ὠφελήσει τὴν διάθεσιν, ἀλλὰ τὴν ὀδύνην παρηγορήσει μόνον, ἡνίκα καὶ ὄντως ἀνώδυνα λεχθήσεται, ἐνίοτε δὲ καὶ τὴν διάθεσιν αὐτὴν ἐπωφελήσει τι καὶ δύναμιν ἕξει διττὴν, ἀνώδυνόν τε ἅμα καὶ ἰωμένην φάρμακον. ἐπὶ πλέον δὲ καὶ περὶ τῶν τοιούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται γράμμασιν. ἐν δὲ τῷ παρόντι ἐπαρκεῖ διελθεῖν ὡς τούτων τῶν ἀνωδύνων ἰδίως ὀνομαζομένων φαρμάκων ἔνια μὲν, ὥσπερ εἴρηται, τῆς πρώτης ἐστὶ τῶν θερμαινόντων τάξεως, ἅπερ δὴ καὶ ὄντως ἐστὶν ἀνώδυνα, καθάπερ τὸ ἀνήθινον ἔλαιον, ἔνια δὲ παραπλησίως αὐτῷ τῷ ἡμετέρῳ σώματι, καθάπερ τὰ διαπυητικὰ προσαγορευόμενα, περὶ ὧν τῆς ὕλης ἔμπροσθεν εἴρηται. διορισθήσεται δὲ ὑπὲρ τῆς χρήσεως αὐτῶν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. τὰ δὲ καταφορὰν ἐργαζόμενα ποθέντα, καὶ διὰ τοῦτο ἀνώδυνά τε καὶ ὑπνωτικὰ πρὸς τῶν πολλῶν προσαγορευόμενα τῆς ἐναντιωτάτης ἐστὶ κράσεως τοῖς ὄντως ἀνωδύνοις. ψύχει γὰρ ἅπαντα τὸ σῶμα καὶ ναρκοῖ τὴν αἴσθησιν εἰς τοσοῦτον ὥστ’ εἰ βραχεῖ πλείω ποθείη, θάνατον ἐπιφέρει. ἄριστα δ’ αὐτῶν ἐστιν εἰς τὴν προκειμένην χρείαν ὅσα ξηραίνει. καὶ ὅσα γε πλῆθος ὑγρότητος ἔχει ψυχρᾶς, ὥσπερ καὶ τὸ κώνειον, οὐκ ἀγαθὰ πινόμενα· τοιοῦτος δ’ ἐστὶν καὶ ὁ μανδραγόρας, πλὴν τοῦ φλοιοῦ τῆς ῥίζης ξηροῦ, καὶ ὑοσκύαμος, πλὴν τοῦ σπέρματος. ἄμεινον δὲ ἐν τούτοις τὸ λευκὸν σπέρμα τοῦ μέλανος. ἔνια δὲ ὅλαις ταῖς οὐσίαις ἐστὶν ἡμῖν ἐναντία, καὶ διὰ τοῦτο, κᾂν ἐλάχιστα ληφθῇ, βλάπτει πάντως, οἷον ἥ τε δρυόπτερις καὶ ἡ πιτυοκάμπη καὶ ἡ θαψία καὶ τὸ στρύχνον τὸ μανικὸν καὶ ὑδράργυρος, ἔνιοί τε τῶν μυκήτων, καὶ τὸ σίαλον καὶ χολαὶ τῶν ἰοβόλων ζώων. τὰ γὰρ τοιαῦτα πάντα τῷ γένει δηλητήρια καθέστηκεν, οὐ τῷ ποσῷ. καὶ διὰ τοῦτο οὐδὲν ἐξ αὐτῶν εἰς τὰς ἀλεξητηρίους ἀντιδότους ἐμβάλλεται, καθάπερ ὁ τοῦ μήκωνος ὀπὸς καὶ ὁ σμύρνα καὶ ὁ στύραξ καὶ ὁ κρόκος. ταῦτα γὰρ, εἰ μὲν πλείω ποθείη, τὰ μὲν ἐκμαίνει, τὰ δὲ θάνατον ἐπιφέρει. μετὰ συμμετρίας δέ τινος ἐπιμιγνύμενα τοῖς ἄλλοις ἀρήγει. ὅσα δ’ ἐξ αὐτῶν βλάπτει τὴν διάνοιαν, εὐθὺς μέν ἐστιν τὰ πλεῖστα καρηβαρικὰ, πλήθους ἀτμῶν μοχθηρῶν ἐμπιπλῶντα τὴν κεφαλήν. ἅπτεται δ’ ἔνια καὶ τοῦ στόματος τῆς γαστρὸς, ὡς συμπάσχειν τὰ κατὰ τὴν κεφαλήν. κοινῇ δὲ σύμπαντα κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἐγκέφαλον, ἢ ταῖς ὅλαις οὐσίαις ἐναντία καθεστῶτα, ἢ κατὰ μίαν ἢ δύο ποιότητας ὑπαλλάττοντα τὴν κρᾶσιν.
- 5.20.1
Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα, καιρὸς ἂν εἴη τὰ κεφάλαια τῶν εἰρημένων ἀναλαβόντα προσθεῖναι τὰ δοκοῦντα λείπειν τῷ λόγῳ. κατὰ μὲν γὰρ αὐτὴν τὴν ἀλήθειαν οὐδὲν ὑπόλοιπόν ἐστι, πασῶν μὲν ἤδη τῶν δευτέρων δυνάμεων εἰρημένων, ὁποῖαί τινές εἰσι κατὰ γένος, οὐκ ὀλίγων δὲ καὶ τῶν κατ’ εἶδος αὐταῖς προσκειμένων ὥσπερ παραδείγματα, ἀφ’ ὧν ἄν τις ὁρμώμενος ἐπέρχεσθαι δύναιτο τὰς ὑπολοίπους. ἀλλ’ ἕνεκα σαφηνείας οὐδὲν ἂν εἴη χεῖρον ἐν κεφαλαίοις βραχέσιν ἀναλαβεῖν ὑπὲρ αὐτῶν. αὐτίκα γέ τι καὶ καθαρτικήν τινα δύναμιν ὀνομάζουσιν ἅπαντες, οὐ μὲν παρακολουθοῦσί γε πάντες ὁμοίως ὅτι δύο σημαίνει τοὔνομα, τὸ μέν τι κοινὸν ἐπὶ πᾶσι τοῖς ὁπωσοῦν ἐκκαθαίρουσι τὰ τοῦ ζώου περιττώματα, τὸ δέ τι κατ’ ἐξοχὴν ἐπὶ τοῖς δι’ ἐμέτων ἢ ὑπαγωγῆς γαστρός· οὐδ’ ὡς ὁμογενής ἐστι ταῖς τοιαύταις καθάρσεσιν, ἤτοι διὰ ῥινῶν καὶ στόματος γιγνομένη. καλοῦσι δὲ τὰ μὲν διὰ τῶν ῥινῶν ἐγχεόμενα φάρμακα, τοῦ καθῆραι τὴν κεφαλὴν ἕνεκεν, ἔῤῥινα, τὰ δ’ ἀνακογχυλιζόμενα καὶ μασώμενα πάνθ’ ἑνὶ παραλαβόντες ὀνόματι προσαγορεύουσιν ἀποφλεγματίζοντα, καὶ τὰς δυνάμεις δ’ αὐτῶν ἀποφλεγματικὰς ὀνομάζουσιν. ὁμογενῆ δὲ τούτοις ἐστὶν καὶ ὅσα ταῖς μήτραις προστιθέμενα καθαίρει. πάντα γὰρ ὅσα καθαίρειν κατέλεξα δύναμιν ἑλκτικὴν ἔχει, τὰ μὲν ἑνός τινος χυμοῦ, τὰ δὲ δυοῖν ἢ καὶ πλειόνων, καὶ τοῦτο αὐτοῖς κοινόν. ὡς ὅσα γε τῷ λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἢ οὖρα κινεῖν πέφυκεν, ἢ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν ἀρήγειν, ἐκκαθαίρει μὲν καὶ αὐτὰ, καλεῖται δ’ οὐχ ὁμοίως τοῖς προειρημένοις, ἀλλὰ τὰ μὲν οὐρητικὰ καὶ βηχικὰ, τὰ δ’ ἐμμήνων ἀγωγὰ, διαλλάττοντα τῶν προειρημένων, ὅτι δύναμιν ἑλκτικὴν οἰκείων χυμῶν οὐκ ἔχει καθάπερ ἐκεῖνα. δεῖται δὲ οὖν κᾀν τούτοις ὁ λόγος ἑτέρου διορισμοῦ τοιοῦδε. τὰ μὲν ἐν πεσσοῖς, ἢ πυρίαις, ἤ τινι τοιούτῳ τρόπῳ ταῖς μήτραις προστιθέμενα, κατὰ διττὴν αἰτίαν ἐνεργεῖ, τὰ μὲν τῷ θερμαίνειν μόνον προκαλούμενα, τὰ δὲ ταῖς ὀνομαζομέναις ἑλκτικαῖς τε καὶ καθαρτικαῖς δυνάμεσιν, ἃς ἐπεδείξαμεν οἰκειότητι τῶν ἑλκομένων τὰς κενώσεις ἐργάζεσθαι. ὅσα δὲ πίνεται, τῷ λεπτύνειν μὲν τὸ αἷμα, τοὺς πόρους δ’ ἐκφράττειν τε καὶ ἀναστομοῦν, οὐ μὴν ἑλκτικῇ γέ τινι δυνάμει τὰς κενώσεις ποιεῖται. τὰ μὲν δὴ πρότερα τοῖς καθαίρουσίν ἐστιν ὁμογενῆ, τὰ δὲ δεύτερα τοῖς γάλα καὶ σπέρμα γεννῶσιν, περὶ ὧν ὀλίγον ὕστερον εἰρήσεται διελθόντων ἡμῶν πρότερον περὶ τῶν βηχικῶν, ἐπειδὴ καὶ ταῦτα διττῶς ὠνόμασται, τὰ μὲν τῷ ποιεῖν βῆχας, τὰ δὲ τῷ παύειν μόνον. δυνάμεις δ’ αὐτῶν ἐναντιώταται. τὰ μὲν γὰρ τῆς λεπτυντικῆς ἐστι φύσεως, τὰ δὲ τῆς παχυντικῆς. ἡ μὲν οὖν λεπτυντικὴ δύναμις ἐν θερμαῖς καὶ λεπτομερέσιν οὐσίαις, ἡ παχυντικὴ δὲ ψυχραῖς καὶ παχυμερέσιν ἐγγίγνεται. οὗτος μὲν οὖν ὁ λόγος ἐνταῦθα τελευτάτω. μεταβαίνειν δὲ προσῆκεν ἐπὶ τὸν ὀλίγον ἔμπροσθεν ἀναβληθέντα. κοινωνία γάρ τίς ἐστι καὶ ὁμοιότης ἔργων τε καὶ δυνάμεων ἔν τε τοῖς προτρέπουσι καὶ παύουσι καταμήνιά τε καὶ γάλα καὶ. σπέρμα. παράκειται δέ πως αὐτοῖς τά τ’ οὐρητικὰ καὶ τὰ βηχικὰ, διὸ καὶ λεκτέον ὑπὲρ ἑκάστων ἐν μέρει.
- 5.21.1
Γάλακτος καὶ σπέρματος ποιητικαὶ δυνάμεις εἰσὶν αἱ μὲν ἐν φαρμάκοις μόνον, αἱ δὲ καὶ ἐν τροφαῖς. ἐν φαρμάκοις μὲν, ἐπειδὰν τοὺς φλεγματικοὺς χυμοὺς ἐκθερμαίνοντες εἰς αἷμα μεταβάλλωμεν, ἐν τροφαῖς δὲ κατὰ τὴν τῆς ὅλης οὐσίας ὁμοιότητα, κᾀπειδὰν εὔχυμοί τε καὶ ὑγραὶ μετρίως ὦσι καὶ θερμότητος χλιαρᾶς, οἵας πέρ ἐστι καὶ τὸ γάλα. συμμέτρου μὲν γὰρ τῷ ζώῳ θερμότητος τὸ αἷμα μετέχει, πλείονος δὲ ἢ κατὰ τὸ μέτρον ἡ ξανθὴ χολὴ καθάπερ τὸ φλέγμα ψυχρότητος. ἐν τῷ μέσῳ δ’ ἐστὶ φλέγματός τε καὶ αἵματος ὅσον ἐπὶ τῇ θερμότητι τὸ γάλα, οὐ μὴν ἶσόν γε ἀφέστηκεν ἑκατέρου, ἀλλ’ ἔστιν ποῤῥώτερον μὲν τοῦ φλέγματος, ἐγγύτερον δὲ τοῦ αἵματος. ὅταν οὖν ἐνδεῶς ἀθροίζηται τὸ γάλα κατὰ τοὺς μαστοὺς, ἐθέλῃς δὲ πλέον γενέσθαι, διάσκεψαι περὶ τοῦ αἵματος· ἤτοι γὰρ ἔλασσόν ἐστι τοῦ προσήκοντος ἢ μοχθηρότερον. τὸ μὲν οὖν ἔλαττον ὑγραινούσης τε καὶ θερμαινούσης δεῖται τῆς συμπάσης διαίτης, τὸ δὲ μοχθηρότερον, εἰ μὲν χολῶδες ὑπάρχει, καθάρσεως μὲν πρῶτον, εἶθ’ οἵας εἴρηται διαίτης· εἰ δὲ φλεγματικὸν, φαρμάκων θερμαινόντων μὲν, ἤτοι κατὰ τὴν πρώτην ἢ δευτέραν τάξιν, οὐ μὴν ξηραινόντων. καλλίω δ’ αὐτῶν ὅσα μὴ φάρμακα μόνον ἐστὶν, ἀλλὰ καὶ τροφαὶ, εὔζωμα καὶ μάραθρα καὶ ἄνηθα. λέγω δὲ καὶ τὰς πόας αὐτὰς χλωρὰς ἔτι καὶ ὑγράς. καὶ γὰρ ξηραὶ ξηραίνουσί τε καὶ θερμαίνουσι πλέον ἤ δεῖ. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ σμύρνιον καὶ σέλινον καὶ σίον καὶ πόλιον, καὶ ταῦτα χλωρὰ, πρὶν ξηρανθῆναι. τὰ γάρ τοι ξηραίνοντα πάντα τὴν ἰκμάδα τοῦ αἵματος ἐκβοσκόμενα παχύτερον ἅμα καὶ ἔλαττον αὐτὸ καθίστησι, καὶ θερμότερον μὲν τοῦ δέοντος, εἰ θερμὰ τὴν φύσιν ὑπάρχει, ψυχρότερον δ’, εἰ ψυχρά. δεῖται δὲ δή που συμμέτρως τε εἶναι θερμὸν καὶ οὐδαμῶς παχὺ πρὸς τὴν τοῦ γάλακτος γένεσιν, ὅθεν ὅσα μὲν τοιαῦτα σβέννυσι μᾶλλον ἢ γεννᾷ τὸ γάλα, τὰ δὲ θερμαίνοντα μὲν, ὡς εἴρηται, ξηρότητος δ’ ἐπιφανοῦς μηδεμιᾶς μετέχοντα, γάλακτος ἔχειν γεννητικὰς δυνάμεις εἰκότως ἐλέχθη. ταυτὶ μὲν οὖν ὀλίγα τὸν ἀριθμόν. οὐδὲ γὰρ οὐδὲ ῥᾳδίως ἐστὶ τῆς προειρημένης ἐν τῇ κράσει συμμετρίας ἐπιτυχεῖν. ἄπειρα δὲ, ὡς ἂν οὕτω τις εἴποι, καὶ ἀπερίληπτα ὅσα βλάπτει γάλα· καὶ γὰρ ὅσα πλέον ἢ χρὴ θερμαίνει, καὶ ὅσα ξηραίνει καὶ ὅσα ψύχει, τὰ μὲν τῇ ποιότητι τοῦ αἵματος λυμαινόμενα, τὰ δὲ τὴν οὐσίαν ὅλην ἐλάττονα ποιοῦντα, κωλύει γενέσθαι τὸ γάλα.
- 5.22.1
Παραπλησίαν δὲ τοῖς εἰρημένοις ἔχει δύναμιν ὅσα προτρέπειν ἢ παύειν ἐπιμήνια πέφυκεν. ὕλη γὰρ ἀμφοῖν κοινὴ τὸ ἐν ταῖς φλεψὶν αἷμα. τοῦτο οὖν ὅταν εὔρουν τε ἅμα καὶ τῇ ποσότητι σύμμετρον ὑπάρχῃ, χορηγίαν ἄφθονον ἑκατέρῳ παρέχει. καὶ μὲν δὴ καὶ διότι κοιναὶ μαστοῖς τε καὶ ὑστέραις οὐ μικραὶ φλέβες εἰσὶν, καὶ τίνες αὗται τυγχάνουσιν οὖσαι, λέλεκται δι’ ἑτέρων. ταῦτά τοι κᾀπειδὰν ἐπὶ θάτερα τῶν μορίων φέρηται τὸ αἷμα, ξηραίνεται θάτερα. καὶ διὰ τοῦθ’ ὅσαις τὰ καταμήνια φέρεται συμμέτρως, οὐκ ἀθροίζουσιν ἐν μαστοῖς τὸ γάλα, καὶ ὅσαις ἄφθονον τοῦτο, τὰ καταμήνια τελέως ἴσχεται. θαυμαστὸν οὖν οὐδὲν, εἰ τὰ διαιτήματα καὶ τὰ φάρμακα παραπλήσια τά τε γεννῶντα καὶ τὰ παύοντα τὴν ἐφ’ ἑκάστῳ μηνὶ κάθαρσιν ἐξ ὑστερῶν καὶ τὴν ἐν μαστοῖς τοῦ γάλακτος γένεσιν. τοσόνδε μέντοι διαφέρουσιν καθ’ ὅσον θερμοτέρων τε καὶ τμητικωτέρων ἐνίοτε τὰ κατὰ τὰς μήτρας χρῄζει. καὶ γὰρ ἀνεστομῶσθαι δέονται μᾶλλον αἱ τῇδε φλέβες ἤπερ αἱ κατὰ τοὺς μαστοὺς, καὶ τοῦ αἵματος εὐρουστέρου χρῄζουσιν, ὡς ἂν μηδὲν αὐτῆς τῆς μήτρας συντελούσης εἰς τὴν φορὰν αὐτοῦ. πέμπεται γὰρ εἰς τὰς ἐν αὐτῇ φλέβας, οὐχ ἕλκεται τὰ καταμήνια. εἰς μαστοὺς δ’ οὐ πέμπεται μόνον, ἀλλὰ καὶ ἕλκεται, καὶ διὰ τοῦτο βραχυτέρας ἐπικουρίας ἐκ φαρμάκων προσδεῖται τὸ μὴ παραγενόμνον αὐτάρκως εἰς μαστοὺς αἷμα. καὶ ὅσα γε τὸ αἷμα ὑπέρχεσθαι προτρέπει, ταῦτα καὶ τὰς ἐλλιπεῖς καθάρσεις ὠφελεῖ. τὰς δ’ ἐπὶ πλέον βεβλαμμένας, ἢ καὶ παντάπασιν ἰσχομένας, οὐκέτ’ οὐδὲν τῶν τοιούτων ἰᾶται, ἀλλὰ βράθυ καὶ μεῖον ἴρις τε καὶ καλαμίνθη, καὶ γλήχων καὶ δίκταμον ἄσαρόν τε καὶ κόστος ἥ τε κασία και τὸ κιννάμωμον, ἄμωμόν τε καὶ ἀριστολοχία, καὶ τὸ βούνιον, ὅσα τ’ ἄλλα τοιαῦτα, τὰς παντελεῖς ἐπισχέσεις τῶν κατὰ μήτρας καθάρσεων ἰᾶται. τὰ γὰρ τοιαῦτα καὶ τοῖς οὔροις ποδηγεῖ. ἀλλὰ τῶν αὐτῶν δὴ τοῦτο μόνον οὐρητικῶν ὀνομαζομένων φαρμάκων διαλλάττει, τῷ μὴ ξηραίνειν ἰσχυρῶς. τὸ μὲν γὰρ θερμαίνειν ἐν τρισὶ γένεσι τῶν φαρμάκων κοινὸν, ὅσα γε τῇ τοῦ γάλακτος γενέσει συνεργεῖ, καὶ ὅσα ταῖς τῶν καταμηνίων τε καὶ οὔρων φοραῖς. διαφέρει δὲ τῷ τε ποσῷ τῆς θερμότητος καὶ τῷ τὰ μὲν ξηραίνειν, τὰ δὲ μή ὅσα μὲν γὰρ οὔτε ξηραίνει καὶ θερμαίνει μετρίως, εἰς γάλακτος γένεσιν χρηστά· τὰ δ’ ἐπὶ πλέον θερμαίνοντα, μὴ μέντοι γε ἰσχυρῶς ξηραίνοντα, ταῖς τῶν καταμηνίων φοραῖς ἀγαθά. οὔρησιν δὲ καὶ ταῦτα μὲν ἀμφότερα προτρέπει, καὶ πρὸς τοῦτο δὲ οὐδὲν ἧττον ὅσα θερμαίνει ξηραίνοντα. καὶ διὰ τοῦτο ἐξαιρέτως οὐρητικὰ τὰ τοιαῦτα κέκληται, οὐ διὰ τὸ μόνα κινεῖν τὴν οὔρησιν, ἀλλὰ τὸ μόνην ἄνευ τοῦ καταμήνια καὶ γάλα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν ἐπιτήδεια τὰ ξηραίνοντα. δεῖται γὰρ κᾀκεῖνα τέμνεσθαι μὲν, μὴ ξηραίνεσθαι δὲ, καθάπερ γε οἱ κατὰ νεφροὺς καὶ κύστιν λίθοι. λέλεκται δὲ ὑπὲρ τῶν τοιούτων φαρμάκων ἔμπροσθεν.
- 5.23.1
Ὥσπερ δὲ γάλακτος, οὕτω καὶ σπέρματος εἰώθασιν ὀνομάζειν ἔνια μὲν γεννητικὰ, καὶ τούτοις ἐναντία τὰ σβεστικὰ, προκλητικὰ δ’ ἕτερα, καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν ἐστι τὰ γεννῶντα τὸ μὴ πρότερον ὑπάρχον, σβεστικὰ δὲ τὰ φθείροντα· προκλητικὰ δὲ τὰ τὸ συνηθροισμένον ἐν βάθει πρὸς τοὐμφανὲς ἄγοντα, καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν σπέρματός ἐστιν ἐδέσματα ὅσα τρόφιμά τε ἅμα καὶ φυσώδη καὶ ταῖς ὅλαις οὐσίαις ἐστὶν οἰκεῖα· φάρμακα δ’ ὅσα πνευματώδη καὶ θερμά· σβεστικὰ δὲ τὰ ξηραίνοντα πάντα καὶ τὰ ψύχοντα πάντα καὶ ταῖς οὐσίαις ἐναντία, καὶ μὲν δὴ καὶ προκλητικὰ μὲν ὅσα φυσώδη τ’ ἐστὶ καὶ θερμὰ χωρὶς τοῦ ξηραίνειν, ἐπισχετικὰ δὲ τὰ ἐναντία. τῆς γὰρ τοῦ σπέρματος οὐσίας ἐκ χρηστοῦ περιττώματος ἐχούσης τὴν γένεσιν, οὔσης δὲ καὶ πνευματώδους, τρόφιμά τε ἅμα καὶ πνευματώδη χρὴ πάνθ’ ὑπάρχειν ὅσα γεννᾷν καὶ προκαλεῖσθαι δύνηται σπέρμα. βολβοὶ μὲν οὖν ἐρέβινθοί τε καὶ κύαμοι καὶ πολύποδες καὶ κῶνος ἐδέσματα πολύσπερμα λέγεται καὶ ἔστι· σκίγκος δὲ καὶ σατύριον φάρμακα. τροφαὶ δ’ ἅμα καὶ φάρμακα πολύσπερμα τό τε τῆς λίνου σπέρμα καὶ τὸ εὔζωμον. ὅσα δὲ ψύχειν πέφυκεν ἐδέσματά τε καὶ φάρμακα, παχύνοντά τε καὶ πηγνύντα, καὶ στάσιμον ἐργαζόμενα τὸ σπέρμα, τὴν τῶν ἐπισχόντων αὐτὰ δύναμιν, οὐ τὴν τῶν φθειρόντων ἔχει. θριδακίναι μὲν γὰρ καὶ βλίτα καὶ ἀτραφάξυες καὶ κολοκυνθὶς καὶ μόρα καὶ μηλοπέπονές τε καὶ σίκυοι, ἤν τε καὶ πέπονες, ἤν τε καὶ μὴ πέπονες ὦσιν. ὅσα δὲ ξηραίνει, τὴν ἀρχὴν οὐδ’ ἐπιτρέπει γενέσθαι τὸ σπέρμα, κᾂν θερμὰ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τὸ πήγανον. εἰ δὲ καὶ μὴ θερμαίνει, πολὺ μᾶλλον, ὡς ἡ νυμφαία. ταῦτα μέν γε καὶ κατὰ τὴν ἰδιότητα τῆς οὐσίας εὔλογον ἐναντίως ἔχειν σπέρματι. τὴν δ’ αὐτὴν ἀναλογίαν ἐδεσμάτων τε καὶ φαρμάκων ἐπί τε γάλακτός ἐστιν εὑρεῖν καὶ καταμηνίων. καθ’ ἕτερον δὲ τρόπον ὑπὸ ταὐτὸ πέπτωκε γένος αὐτοῖς ὅσα ταῖς ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναπτύσεσι τιμωρεῖται καὶ ὅσα κινεῖν οὔρησιν πέφυκεν. ἅπαντα γὰρ ταῦτα λεπτυντικῆς ἐστι δυνάμεως, ὥσπερ οὖν τὰ ἐναντία παχυντικῆς. ἀλλὰ περὶ μὲν τῆς λεπτυντικῆς διαίτης ἰδίᾳ γέγραπται δηλουμένων οὐδὲν ἧττον ἐν ταὐτῷ βιβλίῳ καὶ τῶν παχυνόντων. τὰ δὲ λεπτύνοντα καὶ παχύνοντα φάρμακα τῶν ἐφεξῆς τῶνδε τριῶν βιβλίων ἐκλέγου, ἐπὶ μὲν τῶν λεπτυνόντων σκοπὸν ἔχων τὰ θερμότητα καὶ λεπτομέρειαν ἔχοντα, ἐπὶ δὲ τῶν παχυνόντων τὰ ἐναντία. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς ἔμπροσθεν ὡς ἰδία τίς ἐστιν ἡ τῶν λεπτομερῶν φαρμάκων φύσις οὐ μόνον τοῖς θερμαίνουσιν ὑπάρχουσα. κατὰ ταὐτὰ δὲ καὶ ἡ τῶν παχυμερῶν οὐ μόνον τοῖς ψύχουσιν· ὥσπερ δὲ καὶ ἐπὶ τῶν τοιούτων ἀναλογία τις ἐν ταῖς δυνάμεσιν ὑπάρχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ πάντων ζητεῖν, εἰ καὶ μὴ κείμενον ὄνομα τύχῃ. λέγονται γοῦν τινες ὀξυδορκικαὶ δυνάμεις αἱ τοὺς ὀφθαλμοὺς, ἐπειδὰν μηδὲν ἔχοντες αἰσθητὸν πάθημα φαύλως ἐνεργῶσιν, ἐπανορθούμεναι. καὶ χρὴ δηλονότι καὶ κατὰ τὰ ὦτα καὶ τὰς ῥῖνας ἑκάστην τε τῶν ἄλλων αἰσθήσεων ἀνάλογον ὑπάρχειν τινὰ τοιαύτην δύναμιν, οὐ μὴν ὠνόμασταί γε ὀξυήκοός τις δύναμις, ὥσπερ οὐδὲ κατὰ τὴν ὄσφρησιν ἢ τὴν γεῦσιν ἢ τὴν ἁφὴν, καίτοι γε ἐν αὐτοῖς τοῖς αἰσθητοῖς πράγμασιν ἀναλόγως ὑπαρχούσης. εἰ δ’ ἐπὶ πλέον ἐκτείνοι τις τὴν ὁμοιότητα, καὶ καθ’ ἕκαστον ἡμῶν μόριον ἀναγκαῖον εἶναι τοιαύτην τινὰ δύναμιν φαρμάκων, ὑφ’ ἧς δηλονότι βέλτιον γίγνεται τὸ τοῦ μέρους ἔργον, ὥσπερ, εἰ οὕτως ἔτυχε, τὸ τῆς γαστρός. ἔστι γὰρ οὖν κᾀνταῦθα πολλάκις εὑρεῖν ἀτονίαν τινὰ τοιαύτην αὐτῆς, οἵα κατ’ ὀφθαλμούς ἐστιν ἡ ἀμβλυωπία, μήτε φλεγμαίνοντας μήτε ῥευματιζομένους μήθ’ ἡλκωμένους μήτ’ ἄλλο τι φανερὸν ἔχοντας κακόν. καὶ δὴ καὶ τὰ φάρμακα τὴν τοιαύτην διάθεσιν τῆς γαστρὸς ἐπανορθούμενα κέκληται πεπτικὰ, τῷ μὲν σχήματι τῆς προσηγορίας οὐκ ἀνάλογον ἔχοντα τοῖς ὀξυδορκικοῖς, τῷ δ’ ἔργῳ καὶ τῇ δυνάμει παραπλήσια.
- 5.24.1
Ἐπεὶ δὲ καὶ ἀπὸ μορίων τοῦ σώματος τινὰς ἐλέγομεν ὠνομάσθαι δυνάμεις, οὐ χεῖρον ἂν εἴη καὶ περὶ τούτων διελθεῖν. οὔτε γὰρ, ὡς ἂν οἰηθείη τις, ἐπὶ πάντων ἁρμόττουσι τῶν παθῶν τοῦ μέρους οὔτ’ ἐφ’ ἑνὸς οὕτω τινὸς ὡς ἕτερον ὀνῆσαι μηδὲν, ἀλλ’ ἤτοι τὸ πλειστάκις, ἢ τῷ μάλιστα ἐνεργεῖν ἐπὶ τοῦδέ τινος τοῦ μέρους, ἀπ’ αὐτοῦ τὴν προσηγορίαν ἔσχον. ὀφθαλμικαὶ μὲν, ἐπειδὴ καὶ μάλιστα καὶ πλειστάκις ἐπ’ ὀφθαλμῶν αὐταῖς χρώμεθα, καθάπερ τῷ γε διὰ ῥόδων κολλυρίῳ καὶ τῷ διὰ πομφόλυγος καὶ τῷ κνίκῳ προσαγορευομένῳ καὶ τῷ λιβανίῳ καὶ τοῖς ἄλλοις ἅπασιν, οἷς ἔνεστι μὲν χρήσασθαι καὶ ὤτων πασχόντων καὶ στομάτων καὶ ῥινὸς αἰδοίου τε καὶ ἕδρας, οὐ μὴν οὔθ’ οὕτω πολλάκις οὔθ’ οὕτως ὠφελίμως. ἡπατικὰς δ’ αὖ καὶ σπληνικὰς καὶ πλευριτικὰς καὶ στομαχικὰς, ἐπειδὴ καὶ ταύτας, ἕκαστον τῶν εἰρημένων ὠφελούσας ὁρῶμεν μάλιστά τε καὶ πλειστάκις. ἥτις δ’ αἰτία τῆς ὠφελείας ἐστὶν, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ ῥηθήσεται, καθ’ ἣν καὶ τἄλλα πάντα περὶ τῆς τῶν φαρμάκων χρήσεως ἐπέξιμεν, ὥστ’ οὐδὲν ἔτι μηκύνειν ἐνταῦθα, πλὴν εἴπερ ἄρα περὶ τῆς τῶν ὀνομάτων βραχὺ ἐπισημήνασθαι χρήσεως, ἣν ἄλλοι τέ τινες τῶν νεωτέρων ἰατρῶν ἐποιήσαντο καινοτομοῦντες, οὐχ ἥκιστα δὲ καὶ οἱ καλούμενοι μεθοδικοί.
- 5.25.1
Τὸ μὲν γὰρ σταλτικάς τινας ὑπ’ αὐτῶν λέγεσθαι δυνάμεις, ἢ σφιγγούσας ἢ συναγούσας ἢ ἀπωθουμένας, ἤ τι τοιοῦτον ἕτερον, οὔτ’ ἄτοπον οὔτ’ ἀσαφές. ὅταν δὲ μετασυγκριτικάς τινας εἶναι λέγωσιν ὕλας ἢ δυνάμεις, οὔτε σαφές ἐστι τὸ λεγόμενον οὔτ’ ἀληθὲς οὔτε τῆς αἱρέσεως αὐτῶν οἰκεῖον, οἵγε φεύγειν φασὶν τὴν ἀπὸ τῶν δογματικῶν ὑπολήψεων ἔνδειξιν, ἀρκεῖν γὰρ αὐτοῖς τὰς φαινομένας καινότητας. τὸ δ’ ἐκτρεπομένων τῶν πόρων τοῦ σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐν ἰδιότητι τῆς τροπῆς αὐτῶν συνίστασθαί τινα πάθη δογματική τις ὑπόληψίς ἐστιν. ἕπεται δὲ ταύτῃ καὶ τὸ τῶν τοιούτων παθῶν μετασυγκριτικάς τινας εἶναι δυνάμεις, ἀλλοιούσας δηλονότι τὴν παρὰ φύσιν τῆς συγκρίσεως ἡμῶν ποροποιίαν. οὕτως γὰρ δὴ καὶ χρῶνται τοῖς ὀνόμασιν οἱ περὶ τὸν Θεσσαλὸν, εἶτ’ ἐπὶ τῶν χρονίως ῥευματιζομένων παραλαμβάνουσι τὰς τοιούτοις δυνάμεις, οὔθ’ ὅτι τῶν πόρων ἀλλοίωσις ἐν τοῖς τοιούτοις γίνεται πάθεσιν ἀποδείξαντες οὔθ’ ὅτι τάδε τὰ φάρμακα μετασυγκρίνειν πέφυκεν, τὴν ἡμαρτημένην ποροποιίαν ἐπιδεῖξαι δυνάμενοι. διὰ τί γὰρ, ὦ πρὸς θεῶν, τὸ νᾶπυ καὶ ἡ θαψία καὶ τὸ πύρεθρον, ἥ τε τῆς καππάρεως ῥίζα, καὶ ἁπλῶς ὅσα καίειν πέφυκεν, εἰ χρονίσειεν ὁμιλοῦντα τῷ σώματι, μετασυγκρίνει τὴν ποροποιίαν; ὅτι μὲν γὰρ ὠφελεῖται τὰ ῥευματικὰ μόρια πρὸς τῶν τοιούτων φαρμάκων ἐναργῶς φαίνεται. διὰ τί δ’ ὠφελεῖται, πρόβλημά ἐστι τῆς φυσικῆς θεωρίας. ἡμεῖς μὲν οὖν φαμεν ὑγρὰν καὶ ψυχρὰν εἶναι τὴν κρᾶσιν αὐτῶν, καὶ διὰ τοῦτο δεῖσθαι τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἄλλοι δ’ ἄλλην τὴν αἰτίαν ἐροῦσιν, ὡς ἂν καὶ τύχωσι περὶ τῶν στοιχείων τοῦ σώματος ὑπολαμβάνοντες. οὐ μὴν προσήκει γε φθέγγεσθαι τὸ τῆς μετασυγκρίσεως ὄνομα τῶν ἀφ’ ἑτέρας αἱρέσεως ἀγομένων οὐδενὶ, πλὴν ὅσοι τὰ τῶν ζώων σώματα συγκρίματα νομίζουσί τε καὶ ὀνομάζουσιν, ἐξ ὄγκων ἀτόμων ἢ ἐλαχίστων ἢ ἀμερῶν ἢ ὁμοιομερῶν, καὶ οὐδὲ τούτοις ἅπασι, ἀλλ’ ὅσοι, καθάπερ ὁ Θεσσαλὸς, ἐν τῷ κανόνι τῆς τῶν πόρων ἀλλοιώσεως τὰ τοιαῦτα τῶν νοσημάτων ἀνατιθέασιν, οὐ γὰρ ᾗ μεθοδικός ἐστι, τοῦτο λέγων ὁ Θεσσαλός. ἀποχωρεῖ γὰρ ὅταν ὡς μεθοδικὸς ἡμῖν διαλέγηται τῆς ἀπὸ τῶν ἀδήλων ἐνδείξεως, ἀλλ’ ᾗ δογματικὸς, ἀπὸ μὲν τῶν αὐτῶν Ἀσκληπιάδει στοιχείων ἀρχόμενος, οὐ μὴν ἀκολουθῶν γε πάντῃ, ἀλλ’ οὐ νῦν γε καιρὸς ὑπὲρ τῶν τοιούτων ἐπὶ πλέον διεξέρχεσθαι. τὰ μὲν γὰρ αὐτῶν ἐστιν οἰκειότερα τῇ θεραπευτικῇ μεθόδῳ, τὰ δ’ ἐν τοῖς περὶ τῆς κατὰ Θεμίσωνα καὶ Θεσσαλὸν αἱρέσεως ἀκριβέστερον εἰρήσεται. καιρὸς οὖν ἤδη καταπαύειν ἐνταῦθα καὶ τόνδε τὸν λόγον, ἔτι δύο προσθέντας αὐτῷ κεφάλαια, τὸ μὲν ἕτερον ἐν τῇ τῶν ἔμπροσθεν ἀναβληθέντων ὑπὲρ τῶν ἐναντίων δυνάμεων, τὸ δ’ ἕτερον ἀναγκαῖον μὲν εἰς τὸν ἐφεξῆς λόγον, ὁρίζον δὲ τὴν τάξιν ἑκάστου τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων φαρμάκων.
- 5.26.1
Τὰς μὲν οὖν ἐναντίας δυνάμεις ἐκ τῶν ἔργων κριτέον, ὥσπερ ἐν ὅλῳ τῷδε τῷ γράμματι πολλάκις ἐδείξαμεν, ἐμπλαστικάς τέ τινας εἰπόντες εἶναι δυνάμεις ἐναντίας ταῖς ῥυπτικαῖς, ἐκφρακτικάς τε ταῖς ἐμφρακτικαῖς, καὶ μαλακτικὰς ταῖς σκληρυνούσαις, καὶ χαλαστικὰς ταῖς συντεινούσαις. στυπτικὰς γὰρ, ἢ δριμείας ἢ πικρὰς ἢ γλυκείας ἢ ὀξείας οὐ δυνάμεις φαρμάκων, ἀλλὰ γευστὰς ποιότητας ἐδείκνυμεν οὔσας, ὥστε ἢ οὐ ζητητέον ὅλως ἐν ταύταις τὴν ἐναντίωσιν, ἢ οὐχ ὡς ἐν δυνάμεσι ζητητέον. ὁ σκοπὸς δὲ κᾀν ταύταις διττὸς, αἵ τ’ ἐνέργειαι καὶ αἱ κράσεις αὐτῶν. ἐνέργειαι μὲν ἐν τῷ πυκνοῦν καὶ ἀραιοῦν ἢ ἐπισπᾶσθαί τι τῶν ἐκ τοῦ βάθους, ἢ ἀπωθεῖσθαι, παχύνειν τε τὰς ὕλας, ἢ λεπτύνειν, ἢ φράττειν τε τοὺς πόρους ἢ ἐκφράττεν. αἱ κράσεις δὲ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν, ὑπὲρ ὧν αὐτάρκως ἁπάντων τῷ τετάρτῳ βιβλίῳ διῄρηται, δεικνύντων ἡμῶν ὡς τὸ μὲν στῦφον γεῶδές τέ ἐστι καὶ ψυχρὸν, τὸ δὲ ὀξὺ λεπτομερὲς ψυχρὸν, τὸ δὲ πικρὸν γεῶδες λεπτομερὲς, τὸ δὲ ἄνευ τινὸς ἐπισήμου ποιότητος ψυχρὸν ὑδατῶδες. οὕτω μὲν καὶ τὸ μὲν δριμὺ πυρῶδες ἐδείκνυτο, τὸ δ’ ἁλυκὸν γεῶδες θερμὸν, οὐ μὴν ἤδη γέ πω πυρῶδες. ὡσαύτως δὲ καὶ τὸ γλυκὺ θερμὸν μὲν, ἀλλ’ οὐδέπω καυστικόν. ὅσα δ’ ἐλαιώδη πάνθ’ ὑδατώδη τε ἐστι καὶ ἀερώδη, εἵπετο δὲ δήπου καὶ τὰ ἔργα ταῖς κράσεσιν αὐτῶν. τὸ μὲν γὰρ στῦφον συνάγειν καὶ πιλεῖν καὶ πυκνοῦν καὶ ἀποκρούεσθαι καὶ παχύνειν, ἔτι τε πρὸ τούτων ἁπάντων ψύχειν καὶ ξηραίνειν πέφυκεν, τὸ δ’ ὀξὺ τέμνειν καὶ διαιρεῖν καὶ λεπτύνειν, ἐκφράττειν τε καὶ διακαθαίρειν ἄνευ τοῦ θερμαίνειν, τὸ δὲ δριμὺ παραπλησίως μὲν ὀξεῖ δρᾷν, κατά γε τὸ διαλεπτύνειν τε καὶ διακαθαίρειν. διαφέρει δὲ τῷ τὸ μὲν ὀξὺ ψύχειν, τὸ δὲ δριμὺ θερμαίνειν, καὶ προσέτι τῷ τὸ μὲν ἀποκρούεσθαι, τὸ δ’ ἐπισπᾶσθαι καὶ διαφορεῖν. οὕτω δὲ καὶ τὸ μὲν πικρὸν διακαθαίρει τε τοὺς πόρους καὶ διαῤῥύπτει καὶ λεπτύνει καὶ τέμνει τὸ πάχος τῶν χυμῶν ἄνευ φανερᾶς θερμότητος. τὸ δ’ ὑδατῶδες ψυχρὸν παχύνει καὶ συνίστησι καὶ συνάγει καὶ πιλεῖ καὶ νεκροῖ καὶ ναρκοῖ. τὸ δὲ δριμὺ λεπτύνει, διακαθαίρει, διαφορεῖ καὶ ἐκρήσσει καὶ ἐπισπᾶται καὶ ἐσχαροῖ. τὸ δὲ ἁλυκὸν συνάγει καὶ σφίγγει, ταριχεύει, ξηραίνει χωρὶς ἐπισήμου θερμότητος ἢ ψύξεως. τὸ δὲ γλυκὺ πέττει, χαλᾷ, ἀραιοῖ. τὸ δ’ ἐλαιῶδες ὑγραίνει, μαλάττει, χαλᾷ. ῥᾴδιον οὖν ἤδη τοῖς εἰρημένοις σταθμώμενον ἐξευρίσκειν, τῶν χυμῶν ὅσοι τε ταῖς κράσεσιν καὶ ὅσοι τοῖς ἔργοις εἰσὶν ἐναντίοι.
- 5.27.1
Ἐμοὶ δὲ καιρὸς ἂν εἴη πρέπων ἀφορισαμένῳ τὰς τάξεις τῶν ἐν τοῖς φαρμάκοις κράσεών τε καὶ δυνάμεων ἐνταῦθα καταπαύειν ἤδη τὸν λόγον. τὸ μὲν δὴ σύμμετρον φάρμακον, ὡς ὁμοίας εἶναι κράσεως ᾧ προσάγεται, κατὰ τὸ μήτε ξηραίνειν μήθ’ ὑγραίνειν, μήτε ψύχειν μήτε θερμαίνειν, οὔτε ξηρὸν οὔθ’ ὑγρὸν, οὔτε ψυχρὸν οὔτε θερμὸν ὀνομάζειν προσήκει. τὸ δ’ ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ θερμότερον ἢ ψυχρότερον, ἀπὸ τῆς ἐπικρατούσης καλεῖται δυνάμεως. ἀρκεῖ δὲ καθ’ ἑκάστην ἐπικράτειαν τέσσαρας ὡς πρὸς τὴν χρείαν ποιήσασθαι τάξεις, θερμὸν μὲν ὀνομάζοντας κατὰ τὴν πρώτην τάξιν ὅ τι ἂν ἡμᾶς θερμαίνῃ, μὴ μέντοι γε ἐναργῶς, ἀλλὰ μετὰ τοῦ προσδεῖσθαί τινος ἀποδείξεως λογικῆς. οὕτω καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν, ὅ τι περ ἂν ἀποδείξεως δέηται, μηδέπω τὴν ἐνέργειαν ἰσχυρὰν μηδ’ ἐναργῆ κεκτημένον. ὅσα μέντοι σαφῶς ἤδη θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν πέφυκε, δευτέρας τὰ τοιαῦτα τάξεως εἶναι λεχθήσεται. τὰ δ’ ἤδη μὲν σφοδρῶς, οὐ μὴν εἰς ἄκρον γε, τῆς τρίτης. ὅσα δ’ οὕτω θερμαίνειν πέφυκεν, ὡς ἐσχαροῦν τε καὶ καίειν, τετάρτης. οὕτω δὴ καὶ ὅσα σφοδρότερον ψύχειν πέφυκεν, ὡς ἤδη νεκροῦν, τετάρτης καὶ ταῦτα. ξηραῖνον δ’ οὐδέν ἐστιν εὑρεῖν τετάρτης τάξεως, ἄνευ τοῦ καίειν· ὅ τι γὰρ ἄκρως ξηραίνει, πάντως τοῦτο καὶ καίει. τῆς τρίτης μέντοι τάξεως τῶν ξηραινόντων δύναταί τι καὶ μὴ καῖον εἶναι, καθάπερ ὅσα στύφει σφοδρῶς ἅπαντα, ἐξ ὧν ἐστιν ὀμφάκιον καὶ ῥοῦς καὶ στυπτηρία καὶ βαλαύστιον καὶ κικὶς ἡ ὀμφακῖτις. ἐν αὐτοῖς δὲ τούτοις τὰ μὲν ἐγγύς ἐστι τῶν καιόντων, οἷον ἥ τε λεπὶς τοῦ χαλκοῦ καὶ ὁ κεκαυμένος χαλκὸς, ὡς ἐν τῷ ἀσαφεῖ που κεῖσθαι τῆς τρίτης τε καὶ τετάρτης τάξεως. τὰ δ’ ἐν τῷ μέσῳ, καθάπερ ὁ κεκαυμένος χαλκὸς, εἰ πλυθείη, τὰ δ’ ἐν ἀρχῇ καθάπερ ὑποκυστίς. οὕτω δὲ καὶ κατὰ τὴν δευτέραν τε καὶ τετάρτην τάξιν ἔνεστι διαφορὰς ποιεῖσθαι τριττάς. οὐ γὰρ ὡσαύτως δή που τὸ καυτήριον ξηραίνει τῷ νάπυϊ, καίτοι γε ἄμφω τῆς τετάρτης τάξεώς ἐστιν. ὑπὲρ ἁπάντων δὴ τούτων ἐν τοῖς ἑξῆς διορισθήσεται καθ’ ἕκαστον ἁπλοῦν φάρμακον ἰδίᾳ.
- 6.prooemium.1
Προοίμιον. Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων ἰδέας καὶ δυνάμεως ἐγχειρήσαντες γράφειν, ἐν μὲν τοῖς πρώτοις δύο βιβλίοις ἐπιδεῖξαι προειλόμεθα τοὺς μοχθηροὺς τρόπους τῶν ἐπιχειρημάτων, οἷς πλεῖστοι τῶν νεωτέρων ἰατρῶν χρώμενοι σφάλλονται μέγιστα. κατὰ δὲ τὸ τρίτον οἷον στοιχείωσίν τινα τῆς συμπάσης ἐποιησάμεθα διδασκαλίας, εἶτα ἑξῆς κατὰ τὸ τέταρτον ὑπὲρ τῆς τῶν χυμῶν φύσεως ἐζητήσαμεν, ἐξευρεῖν σπουδάσαντες ἅπαν ὅσον οἷόν τ’ ἐστὶν ἐξ αὐτῶν εἰς τὴν τῶν δυνάμεων γνῶσιν ὠφεληθῆναι. διελέχθημεν δὲ ἐπὶ τῆς τελευτῆς τοῦ βιβλίου καὶ περὶ τῶν πρὸς τὴν ὄσφρησιν ἐν τοῖς ἁπλοῖς φαρμάκοις ποιοτήτων. ἐν δὲ τῷ πέμπτῳ μεταβάντες ἐπὶ τὸ λοιπὸν γένος τῶν δυνάμεων, ὃ παρονομάζεται ἀπὸ τῶν ἔργων αὐτῶν ἃ πεφύκασι δρᾷν, ἐπεδείξαμεν κᾀνταῦθα ἑκάστου τὴν φύσιν καὶ οὐσίαν. οἱ μὲν δὴ καθόλου λόγοι πάντες ὑπὲρ τῆς τῶν ἁπλῶν δυνάμεως ἐοίκασιν ἤδη τέλος ἔχειν· ἐπὶ δὲ τοὺς κατὰ μέρος ἢ κατ’ εἶδος, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, μετιέναι καιρός. εἶεν δ’ ἂν οὗτοι καθ’ ἕκαστον φάρμακον ἰδίᾳ περαινόμενοι, καθάπερ καὶ κατ’ ἀρχὰς εὐθὺς ἐποιήσαμεν, ἐν μὲν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων ὑπὲρ ὕδατός τε καὶ ὄξους ἐπισκεψάμενοι, κατὰ δὲ τὸ δεύτερον ὑπὲρ ἐλαίου καὶ ῥοδίνου, πλὴν ἐν ἐκείνοις μὲν ἐπὶ παραδειγμάτων ὁ λόγος ἡμῖν ἐγίγνετο πρὸς τοὺς οὐκ ὀρθῶς ὑπὲρ τῆς δυνάμεως αὐτῶν ἀποφηναμένους· ἐνταῦθα δὲ διὰ βραχέων ὑπὲρ ἑκάστου δίειμι μηκέτι φροντίζων, εἴ τις μὴ καλῶς ἀπεφήνατο περί τινος αὐτῶν, ἀλλ’ ὅπερ ἀληθέστατόν μοι φαίνεται γράφων, ἄνευ τῆς πρὸς τοὺς διαμαρτάνοντας ἀντιλογίας. ὅτι δὲ οὐ μόνον ἀσαφὴς ὁ λόγος ἔσται τοῖς ἐπιλανθανομένοις τῶν ἔμπροσθεν, ἀλλὰ καὶ τὸ τῆς ἀποδείξεως πιστὸν οὐχ ἕξει, δῆλον μὲν οἶμαι κᾂν ἐγὼ μὴ λέγω, κάλλιον δ’ ἐστὶν ἴσως ἀναμνῆσαι κᾀμὲ, πρῶτον μὲν ὡς ἐπὶ τῆς εὐκρατοτάτης φύσεως τὴν πεῖραν χρὴ ποιεῖσθαι τῆς τῶν φαρμάκων δυνάμεως, εἶθ’ ἑξῆς ὡς ἐπὶ τῶν ἁπλῶν νοσημάτων. εἰ δὲ δὴ κᾀκ τῶν πρὸς τὴν γεῦσιν ποιοτήτων ἐθέλοι τις ἐνδεικτικῶς τεκμαίρεσθαι περὶ τῆς δυνάμεως αὐτῆς, ἐδείξαμεν ἐν τῷ τετάρτῳ καὶ τὴν ἐν τούτοις μέθοδον. ἐὰν οὖν τις ἤτοι ῥᾳθύμως ἀναγνοὺς τὰ πρόσθεν ἢ καὶ μηδ’ ὅλως ἀναγνοὺς ἐπὶ τουτὶ τὸ βιβλίον εὐθέως ἀφίκηται, σπεύδων ὅτι τάχιστα ἐπιστήμων γενέσθαι τῆς τῶν φαρμάκων δυνάμεως, οὐχ ἕξει βεβαίαν τὴν γνῶσιν αὐτῶν. ἐπεὶ δὲ τὰ φάρμακα πάντα τὰ μέν ἐστι μόρια ζώων ἢ φυτῶν ἢ καρπῶν ἤ τινες ὀποὶ τούτων ἢ χυλοὶ, τὰ δὲ ἐκ τῶν μετάλλων λαμβάνεται, κάλλιον ἔδοξέ μοι περὶ τῶν φυτῶν πρῶτον διελθεῖν, ὅτι τε πλεῖστον αὐτῶν ἐστι τὸ γένος ἰσχυρότατόν τε καὶ τὴν δύναμιν, εἶθ’ ἑξῆς περὶ τῶν μεταλλευόντων εἰπεῖν, ἔπειθ’ οὕτως ἐπὶ τὰ τῶν ζώων ἀφικέσθαι μόρια. καὶ μέντοι καὶ τὴν τάξιν αὐτῶν τῆς γραφῆς ἔγνων χρῆναι κατὰ στοιχεῖον ποιήσασθαι, πρῶτα μὲν ἐκεῖνα γράψας τῶν φυτῶν ὧν αἱ προσηγορίαι τὴν ἀρχὴν ἔχουσιν ἀπὸ τοῦ ἄλφα στοιχείου, δεύτερα δὲ ὅσα ἀπὸ τοῦ β, καὶ οὕτως ἤδη τρίτα τε καὶ τέταρτα καὶ πέμπτα καὶ τἄλλα ἐφεξῆς ἅπαντα κατὰ τὴν τῶν γραμμάτων τάξιν. οὕτω δὴ καὶ Πάμφιλος ἐποιήσατο τὴν περὶ τῶν βοτανῶν πραγματείαν. ἀλλ’ ἐκεῖνος μὲν εἴς τε μύθους γραῶν τινας ἐξετράπετο καί τινας γοητείας Αἰγυπτίας ληρώδεις ἅμα τισὶν ἐπῳδαῖς, ἃς ἀναιρούμενοι τὰς βοτάνας ἐπιλέγουσι. καὶ δὴ κέχρηται πρὸς περίαπτα καὶ ἄλλας μαγγανείας οὐ περιέργους μόνον, οὐδ’ ἔξω τῆς ἰατρικῆς τέχνης, ἀλλὰ καὶ ψευδεῖς ἁπάσας. ἡμεῖς δὲ οὔτε τούτων οὐδὲν οὔτε τὰς τούτων ἔτι ληρώδεις μεταμορφώσεις ἐροῦμεν. οὐδὲ γὰρ τοῖς μικροῖς παισὶ κομιδῇ χρησίμους ὑπολαμβάνομεν εἶναι τοὺς τοιούτους μύθους, μήτι γε δὴ τοῖς μετιέναι σπεύδουσι τὰ τῆς ἰατρικῆς ἔργα. καί μοι δοκεῖ πρὸς Ἱπποκράτους εὐθέως ἐν ἀρχῇ τῶν ἀφορισμῶν εἰρῆσθαι ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ χάριν τοῦ μὴ καταναλίσκειν τοὺς χρόνους εἰς ἄχρηστα, σπεύδειν δὲ ὡς οἷόν τε τὴν ἐπιτομωτάτην ἰέναι δι’ αὐτῶν τῶν χρησιμωτάτων τῆς τέχνης. καὶ μὲν δὴ καὶ τὰ πολλὰ τῶν βοτανῶν ὀνόματα ταῦτα Αἰγυπτιακὰ καὶ Βαβυλώνια, καὶ ὅσα τινὲς ἰδίως ἢ συμβολικῶς ἐπ’ αὐταῖς ἔθεντο, περιττὸν ἔδοξέ μοι προσγράφειν ἐνταῦθα. κάλλιον γὰρ, εἴ τις ἐθέλοι καὶ ταῦτα πολυπραγμονεῖν, ἰδίᾳ καὶ καθ’ ἑαυτὸν ἀναγινώσκειν τὰς τῶν ἀντιφραζόντων βίβλους. οὕτως γὰρ καί αὐτὰς ἐπιγράφουσιν οἱ συντιθέντες αὐτὰς, καθάπερ καὶ Ξενοκράτης ὁ Ἀφροδισιεὺς ἐποίησεν, ἄνθρωπος τἄλλα περίεργος ἱκανῶς καὶ γοητείας οὐκ ἀπηλλαγμένος. ὁ δέ γε Πάμφιλος ὁ τὰ περὶ τῶν βοτανῶν συνθεὶς εὔδηλός ἐστιν κᾀξ αὐτῶν ὧν γράφει γραμματικὸς ὢν καὶ μήθ’ ἑωρακὼς τὰς βοτάνας ὑπὲρ ὧν διηγεῖται μήτε τῆς δυνάμεως αὐτῶν πεπειραμένος, ἀλλὰ τοῖς πρὸ αὐτοῦ γεγραφόσιν ἅπασιν ἄνευ βασάνου πεπιστευκώς. οὗτος μὲν ἐξέγραψε βιβλία, πλῆθος ὀνομάτων ἐφ’ ἑκάστῃ βοτάνῃ μάτην προστιθεὶς, εἶθ’ ἑξῆς εἴ τις αὐτῶν ἐξ ἀνθρώπου μετεμορφώθη διηγούμενος, εἶτα ἐπῳδὰς καὶ σπονδὰς δή τινας καὶ θυμιάματα ταῖς ἐπὶ τούτων ἐκ τῆς γῆς ἀναιρέσεσι προσγράφων, ἑτέρας τε γοητείας τοιαύτας ληρώδεις. ὁ δὲ Ἀναζαρβεὺς Διοσκουρίδης ἐν πέντε βιβλίοις τὴν χρήσιμον ἅπασιν ὕλην ἔγραψεν οὐ βοτανῶν μόνον, ἀλλὰ καὶ δένδρων καὶ καρπῶν καὶ χυλῶν καὶ ὀπῶν, ἔτι τε τῶν μεταλλευομένων ἁπάντων καὶ τῶν ἐν τοῖς ζώοις μορίων μνημονεύσας. καί μοι δοκεῖ τελεώτατα πάντων οὗτος τὴν περὶ τῆς ὕλης τῶν φαρμάκων πραγματείαν ποιήσασθαι. πολλὰ μὲν γὰρ καὶ τοῖς ἔμπροσθεν ὑπὲρ αὐτῶν γέγραπται καλῶς, ἀλλ’ ὑπὲρ ἁπάντων οὕτως οὐδενὶ, πλὴν εἰ Τάνιτρόν τις ἐπαινοίη τοῦ Ἀσκληπιάδου. καὶ γὰρ καὶ τούτῳ τἄλλα τε καλῶς εἴρηται, χωρὶς τῶν κατὰ τὰς αἰτίας λογισμῶν. ταῦτά τε οὖν ἀναγινώσκειν χρὴ τὸν ἔμπειρον γενέσθαι ὕλης βουλόμενον, ἔτι τε πρὸς τούτοις τά θ’ Ἡρακλείδου τοῦ Ταραντίνου καὶ Κρατεύα καὶ Μαντίου. γέγραπται δὲ οὐχ ὁμοίως οὕτως ἐκείνοις, οὐδ’ εἰς ἓν ἤθροισται πάντα, καθάπερ τῷ Διοσκουρίδῃ, περὶ ὕλης γε ἐπιγράψαντι τὰς πέντε βίβλους, ἀλλ’ ἰδίᾳ μὲν, εἰ οὕτως ἔτυχε, περὶ σκευασίας τε καὶ δοκιμασίας φαρμάκων ἔγραψαν, ὥσπερ Ἡρακλείδης ὁ Ταραντῖνος, ἰδίως δὲ περὶ καθαρτικῆς ἢ προποτισμῶν ἢ κλυσμῶν, ὥσπερ ὁ Μαντίας ἐποίησεν. ἰδίᾳ δ’ εὐπορίστων βοηθημάτων, ὡς Ἀπολλώνιος, ἢ τῶν κατὰ τόπους, ὡς Μαντίας. ἡ δὲ πλείστη τῶν φαρμάκων χρῆσις ἐν αὐταῖς ταῖς θεραπευτικαῖς πραγματείαις ὑπό τε τῶν παλαιῶν γέγραπται καὶ προσέτι τῶν νεωτέρων ἁπάντων σχεδόν· καὶ γὰρ πρὸς Ἱπποκράτους εἴρηται πολλὰ καὶ πρὸς Εύρυφῶντος καὶ Διεύχους καὶ Διοκλέους καὶ Πλειστονίκου καὶ Πραξαγόρου καὶ Ἡροφίλου, καὶ οὐκ ἔστιν οὐδεὶς ἀνὴρ παλαιὸς ὃς οὐ συνεβάλλετό τι τῇ τέχνῃ μεῖζον ἢ μεῖον εἰς ἐπιστήμην φαρμάκων, ἄνευ γοητείας τε καὶ ἀλαζονείας, ἣν ὕστερον Ἀνδρέας ἐπεδείξατο, ὥσθ’ ὅτῳ σχολὴ χρησίμοις ὁμιλεῖν βιβλίοις περὶ φαρμάκων γεγραμμένοις, ἔχει πολλὰ καὶ τῶν παλαιῶν μὲν, ὡς εἴρηται, καὶ τῶν νεωτέρων δὲ, οὐκ ὀλίγα μέχρι καὶ τῶν περὶ Πάμφιλόν τε καὶ Ἀριχιγένην. καὶ μὲν δὴ καὶ Ῥούφῳ τῷ Ἐφεσίῳ πολλὰ μὲν κᾀν τοῖς θεραπευτικοῖς βιβλίοις γέγραπται φάρμακα, καὶ περὶ βοτανῶν δὲ δι’ ἑξαμέτρων ἐπῶν σύγκειται τέτταρα, καὶ οὐδεὶς φόβος ἐπιλείπειν χρήσιμα βιβλία, κᾂν ἐν ἅπαντι τῷ βίῳ βούληταί τις ἄλλο μηδὲν ἢ περὶ φαρμάκων ἀναγινώσκειν. Ἀνδρέου δὲ καὶ τῶν ὁμοίως ἀλαζόνων ἀφίστασθαι χρὴ, καὶ πολὺ μᾶλλον ἔτι Παμφίλου τοῦ μηδ’ ὄναρ ἑωρακότος ποτὲ τὰς βοτάνας, ὧν τὰς ἰδέας ἐπιχειρεῖ γράφειν. οἱ γὰρ τοιοῦτοι τῶν ἀνθρώπων, ὥσπερ οὖν καὶ ὁ Ταραντῖνος Ἡρακλείδης εἴκαζεν αὐτοὺς, ὁμοιότατοι τοῖς κήρυξίν εἰσιν, ὅσοι τὰ τῆς ἰδέας γνωρίσματα κηρύττουσιν ἀποδεδρακότος ἀνδραπόδου, αὐτοὶ μηδεπώποτε θεασάμενοι. λαμβάνουσι μὲν γὰρ τὰ γνωρίσματα παρὰ τῶν εἰδότων, λέγουσι δὲ ὡς ἐπῳδὴν αὐτὰ, ἃ μηδὲ εἰ παρεστὼς ὁ κηρυττόμενος τύχῃ, διαγνῶναι δυνάμενοι. ἐγὼ μὲν γὰρ ἐμεμφόμην τοῖς πρώτως γράψασι τὰς ἰδέας τῶν βοτανῶν, ἄμεινον ἡγούμενος αὐτόπτην γενέσθαι παρ’ αὐτῷ τῷ διδάσκοντι τὸν μανθάνοντα καὶ μὴ τοῖς ἐκ τοῦ βιβλίου κυβερνήταις ὁμοιωθῆναι. καὶ γὰρ ἀληθέστερον οὕτω καὶ σαφέστερον ἡ διδασκαλία περαίνοι ἂν ὑπὸ διδασκάλων οὐ βοτανῶν μόνων ἢ θάμνων ἢ δένδρων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων φαρμάκων. εἰ δὲ ἄρα καὶ δέοιτο τοῦ βιβλίου, τίς οὕτως ἄθλιος ὡς παρελθεῖν τὰ Διοσκουρδίου καὶ Νίγρου καὶ Ἡρακλείδου καὶ Κρατεύα καὶ ἄλλων μυρίων ἐν τῇ τέχνῃ καταγηρασάντων, βιβλία γραμματικὰ γράφοντος ἐπῳδὰς καὶ μεταμορφώσεις καὶ δεκανῶν καὶ δαιμόνων ἱερὰς βοτάνας ἀνάσχοιτ’ ἄν; ὅτι γὰρ γόητες ἄνθρωποι ἐκπλήττειν τὸν πολὺν ὄχλον ἔργον πεποιημένοι τὰ τοιαῦτα συνέθεσαν ἐξ αὐτῶν ἔνεστί σοι γνῶναι τοῦ Παμφίλου βιβλίων, ὃς πρῶτον μὲν ἐν ταῖς βοτάναις ἔγραψεν ἀβρότονον, ἅπασιν ἡμῖν γνώριμον τυγχάνουσαν, εἶθ’ ἑξῆς ἄγνον ἱκανῶς καὶ τοῦτο γνώριμον θάμνον, εἶτ’ ἄγρωστιν οὐδὲ τοῖς ἰδιώταις ἄγνωστον πόαν, εἶτ’ ἄγχουσαν ἣν οὐδὲ αὐτὴν ἀγνοεῖ τις, ὥσπερ οὖν οὐδὲ τὸ ἀδίαντον ἐφεξῆς αὐτῇ γεγραμμένον. ἐν μὲν δὴ τούτοις οὐδὲν ὧν ἴσμεν περιττότερον γράφει· μετὰ δὲ ταῦτα βοτάνης μέμνηται καλουμένης, ὡς αὐτός φησιν, ἀετοῦ, περὶ ἧς ὁμολογεῖ μηδένα τῶν Ἑλλήνων εἰρηκέναι μηδὲν, ἀλλ’ ἔν τινι τῶν εἰς Ἑρμῆν τὸν Αἰγύπτιον ἀναφερομένων βιβλίων ἐγγεγράφθαι, περιέχοντι τὰς λστ΄ τῶν ὡροσκόπων ἱερὰς βοτάνας, αἵ εὔδηλον ὅτι πᾶσαι λῆρός εἰσι καὶ πλάσματα τοῦ συνθέντος, ὁμοιότατα τοῖς ὀφιονίκοις τοῖς Κόγχλας. οὔτε γὰρ ὅλως ἐγίνετό τις Κόγχλας, ἀλλ’ εἰς γέλωτα σύγκειται τοὔνομα, καθάπερ καὶ τἄλλα πάντα τὰ κατὰ τὸ βιβλίον αὐτοῦ γεγραμμένα. καὶ αἱ λστ΄ αὗται βοτάναι μέχρι τῶν ὀνομάτων προέρχονται, μηδενὸς αὐταῖς ὑποκειμένου πράγματος. ἀλλὰ Πάμφιλος μὲν ὥσπερ ἄλλοι πολλοὶ σχολὴν ἴσως ἦγεν ἀχρήστους μύθους ἐγγράφειν βιβλίοις· ἡμεῖς δὲ καὶ νῦν ἡγούμεθα τὸν χρόνον ἀπολλύναι μνημονεύοντες αὐτῶν ἐπιπλέον. ἀρξώμεθα οὖν ἤδη τῶν χρησίμων.
- 6.1.1.1
[α΄. Περὶ ἀβροτόνου τε καὶ ἀψινθίου καὶ τῶν ἑκατέρου εἰδῶν.] Ἀβροτόνου ταύτης τῆς πόας οὔτε τὴν ἰδέαν χρὴ γράφειν ἐπὶ τοσούτοις τε καὶ τοιούτοις ἀνδράσιν οὔτε τὰς κατὰ μέρος ἐνεργείας ὡς ἐκεῖνοι, κᾂν εἰ μὴ διωρισμένως, ἀλλὰ σαφῶς γοῦν ἐδήλωσαν. εἰρήσεται δὲ καὶ ἡμῖν ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῇ περὶ συνθέσεως φαρμάκων πραγματείᾳ καὶ τῇ τῶν εὐπορίστων, ἔστι δ’ ὅτε κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὅταν ἡ χρεία καλῇ. μόνον δὲ, ὅπερ ἐξ ἀρχῆς πρόκειται, τὰς καθόλου δυνάμεις ἁπάντων τῶν φαρμάκων ἐπισκέψασθαι, τοῦτο κᾀπὶ τῶν ἄλλων μὲν ἕπεται, καὶ νῦν δὲ ἤδη ποιητέον αὐτὸ καὶ λεκτέον ὡς θερμόν τέ ἐστι καὶ ξηρὸν τὴν δύναμιν τὸ ἀβρότονον, ἐν τρίτῃ που τάξει καὶ ἀποστάσει μετὰ τὰς συμμετρίας τεταγμένον, διαφορητικήν τέ τινα καὶ τμητικὴν ἔχον δύναμιν. τῆς αὐτῆς δ’ ἐστὶ δυνάμεως καὶ ἡ τρίψις αὐτοῦ εἰληφυῖα, ὥσπερ τὸ σαρκωτικόν τε καὶ δακνῶδες. ὅτι δὲ καὶ ὡς πρὸς τὴν εὔκρατον φύσιν ἡ τοιαύτη τάξις ἐξετάζεται πρόσθεν εἴρηται πολλάκις. ἐξεύρομεν δ’ αὐτοῦ τὴν κρᾶσιν οὐχ ἥκιστα μὲν καὶ τῇ γεύσει τεκμηράμενοι, πικρὸν γὰρ ἱκανῶς ἐστιν. ὁ δὲ τοιοῦτος χυμὸς ἐδείκνυτο γεώδης μὲν ὢν τὴν οὐσίαν, ὑπὸ θερμότητος δαψιλοῦς λεπτύνεσθαι, ὥστε καὶ θερμαίνειν καὶ ξηραίνειν οὐκ ἀγεννῶς. οὐ μὴν ἀλλὰ καὶ τῇ διωρισμένῃ πείρᾳ, περὶ ἧς ἔμπροσθεν εἴρηται πολλάκις, ἀκριβῶς βασανίσαντες ἐκ τῆς αὐτῆς εὕρομεν τὸ φάρμακον τοῦτο κράσεως. εἴτε γὰρ κόψας τὴν κόμην ἅμα τοῖς ἄνθεσιν, ἄχρηστον γὰρ αὐτοῦ τὸ λοιπὸν κάρφος, ἐπιπάττοις ἕλκει καθαρῷ, δακνῶδές τε καὶ ἐρεθιστικὸν φαίνεται, εἴτε ἀποβρέξας ἐν ἐλαίῳ καταντλεῖν ἐθελήσαις ἤτοι κεφαλὴν ἢ γαστέρα, θερμαῖνον σφοδρῶς εὑρεθήσεται. καὶ μὲν δὴ καὶ ὅσοι κατὰ περιόδους ἁλίσκονται ῥίγεσιν, εἰ καὶ τούτους ἀνατρίβοις πρὸ τῆς εἰσβολῆς, ἧττον ῥιγῶσιν, ἀλλ’ οὐδὲ τὴν αἴσθησιν εὐθὺς ἅμα τῷ προσφέρεσθαι λανθάνει θερμαῖνον. ὅτι δὲ ἕλμινθας ἀναιρεῖν εἰκός ἐστι πικρὸν ὑπάρχον αὐτὸ καὶ πρὸ τῆς πείρας εὔδηλον, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένων ὑπὲρ τοῦ πικροῦ χυμοῦ τῆς φύσεως. εἰδήσεις δ’ εὐθὺς ὡς καὶ διαφορητικήν τινα καὶ τμητικὴν ἔχει δύναμιν. ἀλλὰ καὶ ὡς μᾶλλον ἀψινθίου τοῦτο ὑπάρχειν ἀναγκαῖον αὐτῷ συλλογίσασθαί σοι παρέσται πρῶτον μὲν ἐκ τῆς γεύσεως. ἐλαχίστης γάρ τινος μετέχει στρυφνότητος τὸ ἀβρότονον, ἀψίνθιον δὲ οὐκ ὀλίγης· ἔπειτα δὲ κᾀκ τοῦ κακοστόμαχον εἶναι τὸ ἀβρότονον, ὥσπερ οὖν καὶ τὸ σέριφον, εὐστόμαχον δὲ τὸ ἀψίνθιον. ἐδείχθη γὰρ καὶ περὶ τούτων πρόσθεν ὡς τὸ μὲν πικρὸν αὐτὸ καθ’ αὑτὸ παντελῶς εἴη κακοστόμαχον, τὸ δὲ αὐστηρὸν ἢ στρυφνὸν ἢ ὅλως στῦφον εὐστόμαχον. ἐπιμιγνυμένων δὲ τῶν ποιοτήτων ἀλλήλαις ἡ σφοδροτέρα ἂν ἐπικρατοίη. ταῦτ’ οὖν ἀρκεῖ σοι γινώσκειν ἐν τῇδε τῇ πραγματείᾳ. δειχθήσεται γὰρ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ὡς ἄν τις τοιούτῳ φαρμάκῳ κάλλιστα χρῷτο. καὶ διὰ τοῦτο μηκέτι ἐπιζήτει ἀκούειν μήθ’ ὅτι σὺν ἑφθῷ μήλῳ κυδονίῳ καταπλασθὲν ἢ ἄρτῳ φλεγμονὰς ὀφθαλμῶν ἰᾶται, μήθ’ ὅτι διαφορεῖ φύματα σὺν ὠμηλύσει λεῖον ἑψηθέν. οὐδὲ γὰρ τούτων οὐδέτερον οὔτε τῶν ἄλλων οὐδὲν τῆς νῦν πραγματείας ἴδιόν ἐστιν, ἀλλὰ τοῖς μὲν ἐμπειρικὴν διδασκαλίαν ποιουμένοις ἐν τοῖς εὐπορίστοις γράφεται φαρμάκοις, ὅσοι δὲ λογικῶς ἀσκῆσαι τὴν τέχνην βούλονται, τῆς θεραπευτικῆς ἐστι χρεία τούτοις μεθόδου. τά τε γὰρ ἄλλα καὶ βλαβείη τις ἂν μᾶλλον ἢ ὠφεληθείη πρὸς τῆς τοιαύτης ἱστορίας. Ἱπποκράτει μὲν οὖν ἐν ἀφορισμοῖς γράφοντι, ὀδύνας ὀφθαλμῶν ἀκρατοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει· μὴ μέντοι προστιθέντι, ποίας μὲν οὖν ὀδύνας ἀκρατοποσία, ποίας δὲ λουτρὸν, καὶ τίνας μὲν πυρία, τίνας δὲ φλεβοτομία, τίνας δὲ φαρμακεία, συγχωρήσειεν ἄν τις, οἶμαι, διὰ τρεῖς αἰτίας. καὶ γὰρ ἀφοριστικὴν ἐποιεῖτο διδασκαλίαν, ἐν ᾗ διὰ τὸ σύντομον οὕτω λέγεσθαι συγκεχώρηκε τὰ πολλὰ, καὶ πάντα τὰ ἰατικὰ τῶν ὀδυνῶν ἔγραψεν, εἰ καὶ μὴ διωρίσατο πρὸς ὁποίαν ὀδύνην ποῖον αὐτῶν ἁρμόττει, ἢ καὶ πολλαχόθι τῶν ἄλλων συγγραμμάτων ἀφορμὰς ἡμῖν ἔδωκε τῶν ἐν τοῖς οὕτω ῥηθεῖσι διορισμῶν. ὅσοι δὲ μήτ’ ἐν ἑτέροις βιβλίοις ἔγραψαν ὑπὲρ τῶν τοιούτων ἀφορισμῶν μήτε ἐν διεξοδικῇ τε καὶ μακρᾷ πραγματείᾳ, γράφουσιν ἀφοριστικῶς τε καὶ βραχέως, εἴτε τὸ πρὸς τούτοις ἓν ἐκ πολλῶν δηλοῦσιν, εἰς πλείω δὲ βλάπτουσιν ἡμᾶς ἢ ὠφελοῦσι. πολλῶν γὰρ οὐσῶν διαφορῶν ἐν ταῖς ὀφθαλμίαις, καὶ μιᾶς μὲν ἐξ αὐτῶν χρῃζούσης τοῦ προειρημένου καταπλάσματος, τῶν δ’ ἄλλων βλαπτομένων, ὁ χρώμενος ἐπὶ πασῶν ἀδιορίστως πολὺ πλείους βλάψει ἢ ὠφελήσει. κατὰ τοῦτον οὖν τὸν τρόπον οὐ περὶ ἀβροτόνου μόνον, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων γραπτέον ἡμῖν ἐστι, τὰς μὲν κατὰ τὸ θερμαίνειν καὶ ψύχειν ἢ ὑγραίνειν ἢ ξηραίνειν δυνάμεις ἐξ ὧν πολλάκις εἴρηκα μεθόδων εὑρίσκουσιν, ὅσα δὲ κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ἀποτελοῦνται τῇ πείρᾳ μόνῃ. δέδεικται καὶ περὶ τῶν τοιούτων ὡς δηλητήριοί τέ εἰσι καὶ δηλητηρίων ἀλεξητήριοι καὶ καθαρτικοί. τούτων γὰρ οὐχ οἷόν τε λογικὴν ποιήσασθαι τὴν εὕρεσιν, ἀλλ’ ἤ μόνον ὑπόνοιάν τινα πιθανὴν ἔστιν εὑρεῖν ἐπί τινων· οὐ γὰρ δὴ ἐπὶ πάντων γε, καθάπερ καὶ αὐτὸ τοῦτο δεδήλωται διὰ τῶν ἔμπροσθεν. ἀλλὰ περὶ μὲν τῶν οὕτως εὑρισκομένων δυνάμεων ἰδίᾳ ποιήσομαι τὸν λόγον ἐν τοῖς ἐφεξῆς, ἐπειδὰν πρότερον ὑπὲρ τῶν κατὰ τὸ θερμαίνειν καὶ ψύχειν, ὑγραίνειν τε καὶ ξηραίνειν, καὶ ὅσα ταύταις ἕπονται διέλθω καθ’ ἕκαστον εἶδος φαρμάκου. τοσόνδε μέντοι προσθεὶς ἔτι περὶ ἀβροτόνου καταπαύσω τὸν λόγον, ὡς ὁ θαυμασιώτατος Πάμφιλος, καίτοι ταύτην πρώτην πόαν γράφων καὶ τάχ’ ἂν εἰ μηδενὸς τῶν ἐφεξῆς, ἀλλὰ ταύτης γοῦν ἐθελήσας αὐτόπτης γενέσθαι, ὅμως ἔσφαλται μέγιστα, νομίζων ὑπὸ Ῥωμαίων σαντόνικον ὀνομάζεσθαι τὴν βοτάνην. διαφέρει γὰρ ἀβρότονον σαντονίκου, καθότι καὶ Διοσκουρίδης ἔγραψεν ἐν τῷ τρίτῳ περὶ ὕλης ἀκριβέστατα, καὶ πάντες ἴσασι τοῦτό γε ἰατροὶ καὶ ῥωποπῶλαι. τοῦ μὲν γὰρ ἀβροτόνου δύο ἐστὶν εἴδη, τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ νομιζόμενον, ὡς καὶ τοῦτο διώρισται παρὰ τῷ Διοσκουρίδῃ τε καὶ τῷ Παμφίλῳ καὶ ἄλλοις μυρίοις. ἕτερον δέ ἐστιν αὐτοῦ τὸ ἀψίνθιον, οὗ πάλιν εἴδη χρὴ τίθεσθαι καὶ αὐτὰ τριττὰ, ὧν τὸ μὲν τῷ γένει ὁμωνύμως προσαγορεύονται ἀψίνθιον, ὁποῖον μάλιστά ἐστι τὸ Ποντικὸν, τὸ δὲ σέριφον, τὸ δὲ σαντόνικον. εἰ δ’ ἄλλο μὲν ἀψίνθιον, ἄλλο δὲ σέριφον, ἄλλο δὲ σαντόνικον λέγοι, οὐδὲν εἰς τὰ παρόντα διαφέρει. οὐδὲ γὰρ ὄνομα διαιρήσοντες ἥκομεν, ἀλλ’ ὑπὲρ αὐτῶν τῶν πραγμάτων σπουδάζομεν. ἐπεὶ τοίνυν καὶ ταῦτα καὶ ταῖς ἰδέαις καὶ ταῖς γεύσεσι καὶ ταῖς δυνάμεσιν ἕτερα σαφῶς ἀλλήλων ἐστὶν, ὀνομαζέτω μὲν, εἰ βούλοιτό τις, ἅπαντα διὰ μιᾶς προσηγορίας, ἐκδιδασκέτω δὲ ἀκριβῶς τὰς δυνάμεις. ἡμεῖς οὖν τὰς μὲν ἰδέας αὐτάρκως ἔφαμεν εἰρῆσθαι Διοσκουρίδῃ τε καὶ ἄλλοις οὐκ ὀλίγοις, ὥστ’ οὐ χρὴ γράφειν αὖθις ὅσα τοῖς πρόσθεν ὀρθῶς εἴρηται. εἴ τι δ’ ἐν ταῖς τούτου δυνάμεσιν ἀδιόριστον ἐκεῖνοι παρέλιπον, οὗ δὴ χάριν ἐπὶ τήνδε τὴν ἔξοδον ἀφικόμην, ἐγὼ προσθεῖναι πειράσομαι. τὸ μὲν ἀψίνθιον ἧττόν ἐστιν τῶν εἰρημένων θερμὸν, ὡς ἂν πλείστης μετέχων τῆς στύψεως. εἰ δὲ καὶ τοῦτο λεπτομερὲς ἧττον ἐκείνων, καὶ λεπτυντικὸν δὴ κατὰ τὸν αὐτὸν τρόπον ἧττον ἐκείνων, οὐ μὴν ἧττόν γε ξηραντικόν. τῶν δ’ ἄλλων τὸ μὲν σαντόνικον ἀπὸ Σαντονείας χώρας, ἐν ᾗ φύεται, τὴν προσηγορίαν ἔχον ἐγγυτάτω τὴν δύναμίν ἐστι τοῦ σερίφου, βραχεῖ τινι λειπόμενον ἐν τῷ λεπτύνειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν. αὐτὸ δὲ τὸ σέριφον ἧττον μὲν θερμὸν τοῦ ἀβροτόνου, θερμότερον δὲ ἀψινθίου, κακοστόμαχον δὲ ἱκανῶς καὶ ὡς ἂν ἁλμυρίδα τινὰ σὺν πικρότητι ἀποφαῖνον, ἔτι τε τῆς στρυφνότητος ὀλίγον μετέχον. οὕτω δὲ καὶ ἀβρότονον καὶ σαντόνικον ἱκανῶς ἐστι κακοστόμαχον. μόνον γὰρ ἐν αὐτοῖς τὸ ἀψίνθιον καὶ μάλιστα τὸ Ποντικὸν εὐστόμαχόν ἐστιν ὅτι πλείστης μετέχει στύψεως. ἀβρότονον δὲ κεκαυμένον θερμὸν καὶ ξηρόν ἐστι τὴν δύναμιν, ἔτι μᾶλλον κολοκύνθης ξηρᾶς κεκαυμένης καὶ ἀνήθου ῥίζης. ἐκεῖνα γὰρ ἕλκεσιν ὑγροῖς τε ἅμα καὶ χωρὶς φλεγμονῆς τετυλωμένοις ἁρμόττει, καὶ διὰ τοῦτο μάλιστα τοῖς ἐπὶ πόσθαις αἰδοίου συμπεφωνηκέναι δοκεῖ. τοῦ δὲ ἀβροτόνου ἡ τέφρα δακνώδης ἅπασιν ἕλκεσιν ὑπάρχει. καὶ διὰ τοῦτο καὶ πρὸς ἀλωπεκίας ἁρμόττει σὺν ἐλαίῳ λεπτομερεῖ, κικίνῳ δηλονότι ἢ ῥαφανίνῳ ἢ Σικυωνίῳ ἢ παλαιῷ, καὶ μάλιστα τῷ Σαβίνῳ. καὶ γένεια δὲ βραδέως ἀνιόντα προκαλεῖται μετά τινος τῶν εἰρημένων ἐλαίων ὅτου δὴ, καὶ οὐδὲν δ’ ἧττον ἐκείνων σχινίνῳ δευόμενον. ἀραιωτικὸν γάρ ἐστι πρὸς τῷ λεπτομερὲς εἶναι καὶ δακνῶδες καὶ θερμὸν, ἃς δὴ καὶ μάλιστα χρὴ γινώσκειν τὰς δυνάμεις αὐτοῦ καὶ μηδὲν ἔτι τῶν κατὰ μέρος ἐν τῇδε τῇ πραγματείᾳ δεῖσθαι.
- 6.1.2.1
[β΄. Περὶ ἄγνου ἢ λύγου.] Ἄγνος δὲ ἢ λύγος, τὸ θαμνῶδες φυτὸν, θερμὸς μέν ἐστι καὶ ξηραντικὸς κατὰ τὴν τρίτην που ἀπόστασιν, λεπτομερὴς δὲ ἱκανῶς καὶ γευόμενος δριμύς τε ἅμα καὶ στύφων ἄγνος, ἢ λύγος. αὐτὰς μὲν δὴ τὰς λύγους ἀχρήστους ἔχει πρὸς ἰατρείαν, τὰ δὲ φύλλα καὶ τὸ σπέρμα ξηρὰ καὶ θερμὰ τὴν δύναμίν ἐστι καὶ κατὰ τὴν οὐσίαν λεπτομερῆ. καὶ γὰρ χρωμένων οὕτω φαίνεται καὶ γευομένων δριμύ τε ἅμα καὶ ὑποστῦφόν ἐστι καὶ τὸ φύλλον καὶ τὸ ἄνθος καὶ ὁ καρπός. ἔστι δὲ καὶ ἐδώδιμος ὁ καρπὸς καὶ θερμαίνει σαφῶς μετὰ τοῦ κεφαλαλγὴς ὑπάρχειν. εἰ δὲ φρυχθείη, καὶ γὰρ καὶ οὕτως ἐσθίεται μετὰ τραγημάτων, ἧττον ἅπτεται τῆς κεφαλῆς. ἄφυσος δὲ κατὰ γαστέρα καὶ ὁ ἄφρυκτος μὲν, ἐπὶ μᾶλλον δὲ πεφρυγμένος. ἐπέχει δὲ καὶ τὰς πρὸς ἀφροδίσια ὁρμὰς ὅ τε πεφρυγμένος καὶ ὁ ἄφρυκτος καρπὸς, καὶ τὰ φύλλα καὶ τὰ ἄνθη τοῦ θάμνου ταὐτὸ τοῦτο δύναται δρᾷν, ὥστε οὐ μόνον ἐσθιόμενα καὶ πινόμενα πρὸς ἁγνείαν πεπίστευται συντελεῖν, ἀλλὰ καὶ ὑποστρωννύμενα. ταῦτ’ ἄρα καὶ τοῖς Θεσμοφορίοις αἱ γυναῖκες Ἀθήνῃσιν ὑποστρωννύουσιν ἑαυταῖς ὅλον τὸν θάμνον, ἐντεῦθεν δὲ καὶ τοὔνομα αὐτῷ. ἐξ ὧν ἁπάντων δῆλον, εἴ γε τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων μεμνήμεθα, θερμαίνειν τε ἅμα καὶ ξηραίνειν καὶ ἀφυσότατον ὑπάρχειν ἄγνον. ὅτι δὲ λεπτομερὴς ἀκριβῶς ἐστιν ἡ δύναμις αὐτοῦ τεκμήριον. καὶ γὰρ τὸ πρὸς κεφαλὴν. ἅπτειν οὐ διὰ πλῆθος ἀτμώδους πνεύματος ὑπ’ αὐτοῦ γεννωμένου μᾶλλον ἤπερ διὰ θερμότητα καὶ λεπτομέρειαν εὔλογον γίνεται. εἴ περ γὰρ ἦν φυσώδους πνεύματος γεννητικὸν, ἐνεφύσησέ τε ἂν τὴν γαστέρα καὶ τὰς πρὸς ἀφροδίσια παρώξυνεν ὁρμὰς ὥσπερ εὔζωμον. ἐπεὶ δὲ οὐ μόνον οὐ παροξύνει, ἀλλὰ καὶ καταστέλλειν πέφυκεν, εἴη ἂν κατὰ τὴν πηγάνου μάλιστα δύναμιν ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν, οὐ μὴν ἶσόν γ’ ἐστὶν αὐτῷ. βραχὺ γὰρ ἀπολείπεται κατ’ ἄμφω· καὶ γὰρ θερμαντικώτερον αὐτοῦ καὶ ξηραντικώτερόν ἐστι τὸ πήγανον. διενήνοχε δὲ καὶ τῷ τῆς ποιότητος καὶ δυνάμεως ἐπιμίκτῳ. τὸ γὰρ τοῦ ἄγνου σπέρμα καὶ οἱ βλαστοὶ στύψιν τινὰ μετρίαν ἐπεισφέρουσι. τὸ δὲ πήγανον ὅταν μὲν ξηρὸν ᾖ, πικρὸν ἀκριβῶς ἐστι καὶ δριμὺ, ὅταν δὲ ὑγρὸν, ὑπόπικρον. οὐ μὴν αὐστηρόν γε ἢ στρυφνόν τι πρόσεστιν αὐτῷ, ἢ εἰ καὶ προσεῖναί τῳ δόξειεν, ἀμυδρὸν παντάπασιν οἶδ’ ὅτι δόξει, καὶ οὐδαμῶς ἶσον τῷ τοῦ ἄγνου. ταῦτ’ ἄρα καὶ πρὸς ἧπαρ καὶ σπλῆνα σκληρούμενά τε καὶ ἐμφραττόμενα τὸ τοῦ ἄγνου σπέρμα μᾶλλον ἢ πήγανον ἁρμόττει. τῆς θεραπευτικῆς δέ ἐστιν ἤδη ταῦτα μεθόδου, ἧς τὸ μὲν μηδ’ ὅλως προσάπτεσθαι φαρμάκων δυνάμεως ἀποφαινόμενον ἀδύνατόν ἐστι, τὸ δὲ ταχέως ἀπολείποντα πάλιν ἐπανέρχεσθαι πρὸς τὸ προκείμενον ἀνδρὸς ἔργον ἂν εἴη σώφρονος. ἔτι δὲ μᾶλλον ἐπὶ τῶν ἑξῆς φαρμάκων αὐτὸ δὴ τοῦτο πρᾶξαι πειράσομαι, λέγω δὴ τὸ τὴν καθόλου δύναμιν ἔκ τινων ὀλίγων ἐναργῶν ἐπιλογισάμενος ἀποχωρεῖν τῶν κατὰ μέρος ἐνεργειῶν. ἀρκεῖ γὰρ τοῦτο μόνον εἰς τὰ παρόντα γινώσκειν, ὡς θερμὸς μὲν καὶ ξηρὸς ἄγνος τὴν δύναμίν ἐστιν οὐ μετρίως, ἀλλὰ κατὰ τὴν τρίτην που τῶν ἀποστάσεων, λεπτομερὴς δὲ ἱκανῶς. ὁ γὰρ ταῦτα εἰδὼς, εἶτα προσμαθὼν τὴν θεραπευτικὴν μέθοδον, αὐτὸς ἐξευρήσει πῶς μὲν καταμήνια κινήσει δι’ αὐτοῦ, πῶς δὲ τὰ σκληρυνόμενα μόρια διαφορήσει, πῶς δὲ ἄκοπον ἢ θερμαντικὸν ἄλειμμα δι’ αὐτοῦ κατασκευάσει.
- 6.1.3.1
[γ΄. Περὶ ἀγρώστεως.] Τῆς δὲ ἀγρώστεως ἡ μὲν ῥίζα συμμέτρως ἐστὶ ψυχρὰ καὶ ξηρὰ, ἔχουσά τι ὀλίγον δακνῶδες καὶ λεπτομερές. ἡ δὲ πόα ψύχει μὲν κατὰ τὴν πρώτην ἀπόστασιν, σύμμετρος δ’ ἐστὶ κατὰ ὑγρότητα καὶ ξηρότητα. τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενὲς ὑπάρχει, τῆς δ’ ἐν τῷ Παρνασσῷ ξηραντικόν τε καὶ λεπτομερὲς καὶ ὑπόστρυφνον. ἄγρωστις ἐδώδιμον ἔχει τὴν ῥίζαν, ἔστ’ ἂν ᾖ μαλακὴ, γλυκεῖα μὲν ὑδατώδης, δριμὺ δέ τι καὶ ὑπόστρυφνον ὀλίγον ἔχουσα. αὕτη δὲ ἡ πόα τελέως ἐστὶν ὑδατώδης γευομένοις. ἐξ ὧν δῆλον ὡς μετρίως μέν ἐστιν ἡ ῥίζα ψυχρὰ καὶ ξηρὰ καὶ διὰ τοῦτο κολλητικὸν τῶν ἐναίμων ἑλκῶν. αὐτὴ δὲ ἡ πόα καταπλασσομένη ψύχει μὲν οὐκ ἰσχυρῶς, ὑγρότητος δὲ καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκε. τὸ δὲ ἐν τῇ ῥίζῃ δακνῶδες καὶ λεπτομερές ἐστι μὲν ὀλίγον, εἴωθε δ’ οὖν ἔστιν ὅτε καὶ λίθους θρύπτειν, εἴ τις αὐτὴν ἀφεψήσας πίνοι. τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενές ἐστιν, τῆς δ’ ἐν τῷ Παρνασσῷ διουρητικόν τέ ἐστι καὶ ῥεύματα ξηραίνει γαστρὸς καὶ στομάχου. δύναμις γάρ ἐστιν αὐτοῦ ξηραντική τε καὶ λεπτομερὴς καὶ ὑπόστρυφνος.
- 6.1.4.1
[δ΄. Περὶ ἀγχούσης καὶ τεττάρων ἀγχουσῶν.] Τῆς δὲ ἀγχούσης τέταρτόν ἐστιν εἶδος, ὧν ἡ μὲν ὀνόκλεια ψύχουσαν ἱκανῶς καὶ ξηραίνουσαν ἔχει τὴν ῥίζαν, στύφουσάν τε ἅμα καὶ ὑπόπικρον, ἱκανὴν δὲ καὶ λεπτῦναι καὶ ἀποῤῥῦψαι τοὺς χολώδεις χυμοὺς καὶ πυκνῶσαι τὰ σώματα. τὰ δὲ φύλλα ἀσθενέστερα μὲν ἔχει τῆς ῥίζης, στύφει δὲ αὐτὰ καὶ ξηραίνει. καὶ ἡ λύκοψις δὲ προσαγορευομένη ψύχει μὲν καὶ ξηραίνει, ῥίζαν δ’ ἔχει στυπτικωτέραν τῆς ὀνοκλείας. ἡ δὲ ὀνόχειλος θερμοτέρα τέ ἐστι καὶ φαρμακωδεστέρα. πλέον γὰρ ἔχει καὶ πρὸς τὴν γεῦσιν εὐθὺς τὸ δριμύ. ταύτης δ’ ἔτι θερμοτέρα, ἣ μικρὰ καὶ πικροτέρα καὶ πλέον ἔτι φαρμακωδεστέρα τυγχάνει. ἄγχουσαι δὲ οὐ τῆς αὐτῆς ἅπασαι δυνάμεως. ἡ μὲν γὰρ ὀνόκλεια προσαγορευομένη στύφουσάν τε ἅμα καὶ ὑπόπικρον ἔχει τὴν ῥίζαν, ἱκανὴν καὶ πυκνῶσαι τὰ σάματα καὶ μετρίως λεπτῦναι καὶ ἀποῤῥῦψαι καὶ ἀποπλῦναι τοὺς χολώδεις καὶ ἁλμυρώδεις χυμούς. ἐῤῥέθη γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ στρυφνὴ ποιότης ἐπιμεμιγμένη τῇ πικρᾷ ταῦτα ἐργάζεσθαι πέφυκεν. οὕτω τέ τοι καὶ ἰκτερικοῖς καὶ σπληνικοῖς καὶ νεφριτικοῖς ὠφέλιμος ὑπάρχει. ἔστι δὲ καὶ ψύχειν μὲν ἱκανὴ καὶ καταπλασσομένη γε σὺν ἀλφίτοις ἐρυσιπέλατα ὠφελεῖ, καὶ ἀποῤῥύπτει δὲ οὐ πινομένη μόνον, ἀλλὰ καὶ ἔξωθεν ἐπιτιθεμένη, καὶ διὰ τοῦτο ἀλφοὺς καὶ λέπρας ἰᾶται σὺν ὄξει. τὰ μὲν τῆς ῥίζης ἔργα ταῦτα καὶ αἱ τῶν ἔργων δυνάμεις αἱ εἰρημέναι. τὰ δὲ φύλλα τῆς βοτάνης ἐστὶν μὲν ἀσθενέστερα τῆς ῥίζης, οὐκ ἀπήλλακται δὲ τοῦ ξηραίνειν τε καὶ στύφειν, ὥστε καὶ διάῤῥοιαν ἰᾶται σὺν οἴνῳ πινόμενα. καὶ ἡ λύκοψις δὲ προσαγορευομένη τοῖς ἐρυσιπέλασιν ὁμοίως ἁρμόζει καὶ ῥίζαν ἔχει στυπτικωτέραν τῆς ὀνοκλείας. τῆς δὲ ὀνοχείλους τε καὶ Ἀλκιβιαδείου καλουμένης ἡ μὲν δύναμίς ἐστι φαρμακωδεστέρα. πλέον γοῦν ἔχει καὶ πρὸς τὴν γεῦσιν εὐθὺς τὸ δριμὺ καὶ ἐχιοδήκτοις ἱκανῶς ἁρμόττει καταπλαττομένη καὶ περιαπτομένη καὶ ἐσθιομένη. ἡ λοιπὴ δὲ τετάρτη καὶ μικρὰ καὶ σχεδὸν ἀνώνυμος ἐξ αὐτῶν μόνη, παραπλησία μέν ἐστι τῇ Ἀλκιβιαδείῳ, πικροτέρα δὲ καὶ πλέον ἐστὶ φαρμακωδεστέρα, καὶ διὰ τοῦτο πρὸς τὰς πλατείας ἕλμινθας ἐπιτηδεία, πλῆθος ὀξυβάφου σὺν ὑσσώπῳ τε καὶ καρδάμῳ πινομένη.
- 6.1.5.1
[ε΄. Περὶ ῥίζης ἀγαρικοῦ.] Ἀγαρικοῦ ῥίζα τοῦτ’ ἔστιν ἐπιφυομένη πρέμνῳ, κατὰ μὲν τὴν πρώτην γεῦσιν γλυκεῖά τις, ὑπόπικρος δὲ ὀλίγον ὕστερον φαινομένη καί τινος ἐν τῷ χρόνῳ δριμύτητος ἔμφασιν ἐπάγουσα, καὶ βραχείας στύψεως. ἔστι δὲ καὶ χαύνη τὴν σύστασιν. ἐξ ὧν ἁπάντων εὔδηλον, εἴπερ τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων μνημονεύομεν, ὡς σύνθετόν ἐστι τὸ φάρμακον ἐξ οὐσίας ἀερώδους τε καὶ γεώδους, ὑπὸ θερμότητος λελεπτυσμένης, ἥκιστα δὲ τῆς ὑδατώδους μετέχει. ταῦτ’ ἄρα διαφορητικήν τε καὶ θερμαντικὴν τὴν δύναμιν ἔχει, καὶ πάχους τμητικὴν καὶ διακαθαίρει τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις, καὶ διὰ τοῦτο ἰκτεριῶντας ἰᾶται, τοὺς ἐπ’ ἐμφράξει τῶν καθ’ ἧπαρ οὕτω κάμνοντας. ὀνίνησι δὲ καὶ τοὺς ἐπιλήπτους διὰ τὴν αὐτὴν δύναμιν καὶ ῥίγη τὰ κατὰ περίοδον, ὅσα παχέων ἢ γλίσχρων ἐστὶ χυλῶν ἔγγονα, καὶ ταῦτα ἰᾶται. ὠφελεῖ δὲ καὶ τοὺς ὑπὸ κατὰ ψύξιν ἀδικούντων θηρίων δηχθέντας, ἢ νυγέντας, ἔξωθέν τε κατὰ τοῦ πεπονθότος ἐπιτιθέμενον, εἴσω τε τοῦ σώματος λαμβάνον ὁλκῇ δραχμῆς μιᾶς μετ’ οἴνου κεκραμένου. ἔστι δὲ καὶ καθαρτικόν.
- 6.1.6.1
[στ΄. Περὶ ἀγηράτου.] Ἀγήρατόν ἐστι δυνάμεως διαφορητικῆς τε καὶ ἀτρέμα πως ἀφλεγμάντου.
- 6.1.7.1
[ζ΄. Περὶ ἀδιάντου.] Τὸ δὲ ἀδίαντον κατὰ μὲν θερμότητα καὶ ψυχρότητα σύμμετρόν ἐστι, ξηραίνει δὲ καὶ λεπτύνει καὶ διαφορεῖ. καὶ γὰρ ἀλωπεκίας δασύνει καὶ χοιράδας καὶ ἀποστήματα διαφορεῖ καὶ λίθους θρύπτει πινόμενον, καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς τῶν γλίσχρων καὶ παχέων χυμῶν οὐ σμικρὰ συντελεῖ, καὶ ῥεῦμα κοιλίας ἵστησιν. οὐ μὴν θερμότητά γέ τινα προσβάλλει σαφῆ, καθάπερ οὐδὲ ψύξιν. ἀλλὰ θείη τις ἂν αὐτὸ κατὰ τὴν ἐν τούτοις ἀντίθεσίν τε καὶ κρᾶσιν ἐν τῇ μέσῃ τάξει.
- 6.1.8.1
[η΄. Περὶ ἀειζώου.] Ἀείζωον ἑκάτερον, καὶ τὸ μικρὸν καὶ τὸ μέγα, ξηραίνει μὲν ἐπ’ ὀλίγον, ὅτι καὶ στύφει μετρίως, ἀπηλλαγμένον ἁπάσης ἄλλης ἰσχυρᾶς ποιότητος, ὡς ἐπικρατεῖν ἐν αὐτῷ τὴν ὑδατώδη μᾶλλον οὐσίαν· ἐμψύχει δὲ οὐ μετρίως. ἔστι γὰρ τῆς τρίτης ἀποστάσεώς τε καὶ τάξεως τῶν ψυχόντων. ταῦτ’ ἄρα καὶ πρὸς ἐρυσιπέλατα μὲν, ἀλλὰ καὶ πρὸς ἕρπητας καὶ πρὸς τὰς ἐκ ῥευμάτων φλεγμονὰς ἁρμόττει.
- 6.1.9.1
[θ΄. Περὶ αἰγίλωπος.] Αἰγίλωψ διαφορητικὴν ἔχει τὴν δύναμιν, δῆλον δ’ ἐκ τῆς γεύσεως, ἠρέμα γάρ πώς ἐστι δριμύς. οὐ μὴν ἀλλὰ κᾀκ τοῦ τὰς σκληρυνομένας φλεγμονὰς καὶ τοὺς αἰγίλωπας ἰᾶσθαι.
- 6.1.10.1
[ι΄. Περὶ αἴρας.] Αἴρα ξηραίνει καὶ θερμαίνει δραστικῶς, ὡς ἐγγὺς εἶναι τῶν δριμέων ἴρεως μᾶλλον. οὐκ ἔστι δὲ ὡς ἐκείνη λεπτομερὴς, ἀλλ’ ἀπολείπεται συχνῷ κατὰ τοῦτο, καὶ θείη ἄν τις αὐτὴν ἐν ἀρχῇ μὲν τῆς τρίτης τάξεως τῶν θερμαινόντων, ἐπὶ τελευτῇ δὲ δευτέρας τῶν ξηραινόντων.
- 6.1.11.1
[ια΄. Περὶ αἰγείρου.] Αἰγείρου τὰ μὲν ἄνθη θερμὰ τὴν δύναμίν ἐστιν ἐκ τῆς πρώτης ἀποστάσεως ἀπὸ τῶν εὐκράτων· ἐν δὲ τῇ κατὰ τὸ ξηραίνειν τε καὶ ὑγραίνειν διαφορᾷ βραχὺ τῶν εὐκράτων καὶ μέσων ἀποκεχώρηκεν ἐπὶ τὸ ξηρότερον. ἔστι δὲ καὶ λεπτομερὴς μᾶλλον ἢ παχυμερής. καὶ τὰ φύλλα αὐτῆς ὅμοια μέν πώς ἐστι τοῖς ἄνθεσιν, πλὴν εἰς ἅπαν ἀσθενέστερά τε καὶ ἀπρακτότερα· καὶ ἡ ῥητίνη δὲ αὐτῆς ὁμοία τοῖς ἄνθεσιν δυνάμεώς ἐστι καὶ θερμοτέρα ἔτι. τὸ δὲ σπέρμα λεπτομερέστερόν ἐστι καὶ ξηραντικώτερον τῆς ῥητίνης καὶ τῶν ἀνθῶν, θερμότερον δὲ οὐ πάνυ τι.
- 6.1.12.1
[ιβ΄. Περὶ ἀκακίας.] Ἀκακίας καὶ τὸ φυτὸν μὲν αὐτὸ στρυφνόν ἐστι, καὶ ὁ καρπὸς καὶ ὁ χυλὸς, ὅστις καὶ πλυθεὶς ἀσθενέστερός τε ἅμα καὶ ἀδηκτότερος γίγνεται, ὥς τινα δριμύτητα κατὰ τὴν πλύσιν ἀποτιθέμενος. εἰ δὴ καὶ ἐπαλειφθείη κατά τινος ὑγιοῦς μέρους, εὐθὺς τοῦτο ξηρότερόν τε καὶ συντεταμένον ἀποφαίνει, καὶ θερμασίας μὲν αἴσθησιν οὐδέποτε, ψύξιν δὲ οὐκ ἄγαν ἰσχυρὰν ἔχει. δῆλον οὖν ὅτι ψυχρόν τε καὶ γεῶδές ἐστι τὸ φάρμακον, ἀναμεμιγμένης αὐτῷ τινος καὶ ὑδατώδους οὐσίας. εἰκασθείη δ’ ἂν οὐδ’ ὁμοιομερὲς ὑπάρχειν, ἀλλ’ ἔχειν τινὰ μόρια διεσπαρμένα καὶ λεπτομερῆ καὶ θερμὰ, κατὰ τὴν πλύσιν ἀποχωροῦντα. καὶ κείσθω καὶ τοῦτο τῆς τρίτης μὲν τάξεως τῶν ξηραινόντων, τῆς δευτέρας δὲ τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ, τὸ δὲ ἄπλυτον τῆς πρώτης.
- 6.1.13.1
[ιγ΄. Περὶ ἀκαλύφης.] Ἀκαλύφη. καὶ ταύτης τῆς πόας ὅ τε καρπὸς καὶ τὰ φύλλα, ταῦτα γὰρ καὶ εἰς χρεῖαν ἥκει μάλιστα, διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως, ὥστε καὶ φύματα καὶ παρωτίδας ἰᾶται. ἔχει δέ τι καὶ φυσῶδες, ᾧ καὶ πρὸς τὰς συνουσίας ὁρμὰς ἐπεγείρει, καὶ μάλισθ’ ὅταν μετὰ γλυκέος πίνηται τὸ σπέρμα. ὅτι δ’ οὐ θερμαίνει μὲν σφοδρῶς, λεπτομερὲς δὲ ἱκανῶς ἐστιν, ἥ τε τῶν ἐν θώρακί τε καὶ πνεύμονι παχέων καὶ γλίσχρων χυμῶν ἀναγωγὴ μαρτυρεῖ καὶ τὸ κνεῖσθαι τὰ μόρια τοῦ σώματος ὧν προσψαύσῃ. τὸ δὲ πνευματῶδες, οὗ μετέχειν εἴρηται, πεττομένης αὐτῆς γεννᾶται. οὐ γάρ ἐστιν ἐνεργείᾳ πνευματῶδες, ἀλλὰ δυνάμει. κοιλίαν δὲ ὑπάγει μετρίως αὐτῷ μόνῳ τῷ ῥύπτειν καὶ οἷον γαργαλίζειν, οὐ τῷ καθαίρειν. καὶ τὰ γαγγραινώδη καὶ τὰ καρκινώδη καὶ ὅλως ὅσα ξηρανθῆναι δεῖται χωρὶς τοῦ δάκνεσθαι προσηκόντως ἰᾶται, λεπτομερὴς μὲν ὑπάρχουσα καὶ ξηρὰ τὴν κρᾶσιν, οὐ μὴν εἰς τοσοῦτόν γε μετέχουσα θερμότητος ὡς ἤδη δάκνειν.
- 6.1.14.1
[ιδ΄. Περὶ ἀκάνθου.] Ἄκανθος. οἱ μὲν μελάμφυλλον, οἱ δὲ παιδέρωτα. τὰ μὲν φύλλα διαφορητικὴν μετρίως ἔχει τὴν δύναμιν, ἡ δὲ ῥίζα ξηραντική τε καὶ τμητικὴ ἀτρέμα καὶ λεπτομερής.
- 6.1.15.1
[ιε΄. Περὶ ἀκανθίου.] Ἀκάνθιον. ἡ ῥίζα τούτου καὶ τὰ φύλλα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ σπωμένοις βοηθεῖν.
- 6.1.16.1
[ιστ΄. Περὶ ἀκάνθου λευκῆς.] Ἄκανθος λευκή. ταύτην ἔνιοι λευκάκανθον ὀνομάζουσιν. ἔστι δ’ αὐτῆς ἡ μὲν ῥίζα ξηραντικὴ καὶ μετρίως στύφουσα, διὸ καὶ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ, καὶ τὰς τοῦ αἵματος ἀγωγὰς ἐπέχει καὶ τὰ οἰδήματα καταπλαττομένη συστέλλει καὶ ὀδόντας ἀλγοῦντας, εἰ διακλύζοιτο τῷ ἀφεψήματι. τὸ δὲ σπέρμα λεπτομεροῦς καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ τοῖς σπωμένοις ἁρμόττειν πινόμενον.
- 6.1.17.1
[ιζ΄. Περὶ ἀκάνθου Αἰγυπτίας.] Ἄκανθος Αἰγυπτία· ἔνιοι δὲ Ἀραβικὴν ὀνομάζουσιν. ἔοικε δὲ καὶ τῇ παρ’ ἡμῖν ἀκάνθῃ τῇ λευκῇ. στυπτικωτέρα δὲ καὶ ξηραντικωτέρα τὴν δύναμίν ἐστιν, ὥστε καὶ ῥοῦν γυναικεῖον ὀνίνησιν αὐτῆς ἡ ῥίζα. καὶ πρὸς τὰ ἄλλα ὅσα περ ἡ παρ’ ἡμῖν ἅπαντα βοηθεῖ σφοδροτέρως ἥ τε ῥίζα καὶ ὁ καρπὸς αὐτοῦ. οὗτος δὲ καὶ τὰ κατὰ τὴν σταφυλὴν καὶ τὰ καθ’ ἕδραν ἐμφυσώμενα, καὶ εἰς οὐλὴν ἄγει τὰ ἕλκη μετρίαν ἔχουσα καὶ οὐκ ἀηδῆ τὴν στύψιν.
- 6.1.18.1
[ιη΄. Περὶ ἀκόρου.] Ἄκορον. τούτου τῇ ῥίζῃ χρώμεθα, δριμείᾳ μὲν οὔσῃ καὶ ὑποπίκρῳ μετρίως κατὰ γεῦσιν, οὐκ ἀηδεῖ δὲ κατὰ τὴν ὀσμήν. ὅθεν δῆλον ὡς θερμὴ τὴν δύναμίν ἐστιν καὶ λεπτομερὴς τὴν σύστασιν. ὁμολογεῖ δὲ τούτῳ καὶ τὸ κινεῖν οὖρα καὶ σκιῤῥουμένους τοὺς σπλῆνας ὠφελεῖν, ἀποῤῥύπτειν τε καὶ λεπτύνειν τὰ πάχη τοῦ κερατοειδοῦς. ἀμείνων δὲ ὁ χυλὸς αὐτῆς εἰς τοῦτο. δῆλον δὲ ὅτι ξηραντικὸν πάντως ἐστίν. καὶ δὴ καὶ κείσθω τρίτης τάξεως ἐν ἀμφοῖν, ἔν τε τῷ θερμαίνειν κᾀν τῷ ξηραίνειν.
- 6.1.19.1
[ιθ΄. Περὶ ἀκονίτου ἢ παρδαλιαγχοῦς.] Ἀκόνιτον ἢ παρδαλιαγχές. σηπτικῆς τοῦτο καὶ δηλητηρίου δυνάμεώς ἐστιν, ὅθεν αὐτὸ φυλακτέον ἐν ἐδέσματι λαβεῖν ἢ ποτῷ. πρὸς μέντοι τὸ ἀποσῆψαί τινα ἐκ τοῦ σώματος ἢ κατὰ τὴν ἕδραν ἐπιτήδειόν ἐστι. χρήσιμος δὲ ἡ ῥίζα τῆς πόας εἰς ταῦτα.
- 6.1.20.1
[κ΄. Περὶ ἀκονίτου ἢ λυκοκτόνου.] Ἀκόνιτον ἢ λυκοκτόνον. ἔστι μὲν καὶ τοῦτο παραπλησίας θατέρῳ δυνάμεως, ἰδιώτερον δὲ λύκους ἀναιρεῖν πέφυκεν ὥσπερ ἐκεῖνο παρδάλεις.
- 6.1.21.1
[κα΄. Περὶ ἄκτης καὶ χαμαιάκτης.] Ἀκτὴ ἥ τε μεγάλη καὶ δενδρώδης καὶ ἡ βοτανωδεστέρα, ἥν περ δὴ καὶ χαμαιάκτην ὀνομάζουσιν· ξηραντικῆς ἀμφότεραι δυνάμεώς εἰσι, κολλητικῆς τε καὶ μετρίως διαφορητικῆς.
- 6.1.22.1
[κβ΄. Περὶ ἀλίμου.] Ἄλιμον. θάμνος τοῦτό ἐστι τὸ φυτὸν, ἐν Κιλικίᾳ μάλιστα πλεῖστον γεννώμενον, ἵνα καὶ τοὺς βλαστοὺς αὐτοῦ ἐσθίωσι προσφάτους τε καὶ εἰς ἀπόθεσιν θησαυρίζοντες. ἔστι δὲ καὶ σπέρματος καὶ γάλακτος γεννητικὸν τὸ φυτὸν καὶ κατὰ τὴν γεῦσιν ἁλυκόν τέ ἐστι καὶ ὑποστῦφον ἔχον. ἐξ ὧν ἁπάντων δῆλον ὡς ἀνομοιομερὲς μέν ἐστι, τὸ δὲ πλεῖον αὐτοῦ τῆς οὐσίας θερμὸν εὐκράτως ὑπάρχει μεθ’ ὑγρότητος ἀκατεργάστου τε καὶ φυσώδους ἀτρέμα.
- 6.1.23.1
[κγ΄. Περὶ ἀλόης.] Ἀλόη. αὕτη μὲν ἡ πόα παρ’ ἡμῖν οὐ πάνυ τι φύεται, καὶ ἡ φυομένη δὲ κατὰ Συρίαν τὴν μεγάλην ὑδατωδεστέρα τε καὶ ἀσθενεστέρα τὴν δύναμίν ἐστιν. ἄχρι μέντοι τοσούτου ξηραίνειν πέφυκεν ὡς κολλᾷν τραύματα. κατὰ δὲ τὰς θερμοτέρας χώρας, ὧν ἐστιν ἡ κοίλη Συρία καὶ Ἀραβία, πολὺ βελτίων ἐστίν. ἀρίστη δὲ καὶ ἡ κατὰ τὴν Ἰνδίαν, ἧς ὀπός ἐστιν τὸ κομιζόμενον ἐνταυθοῖ τοῦτο φάρμακον ἡ ἀλόη προσαγορευομένη, χρείαν παμπόλλην παρεχόμενον ἐκ τοῦ ξηραίνειν ἀδήκτως. ἔστι δὲ οὐχ ἁπλῆς φύσεως, ἀλλ’ ὥσπερ καὶ ἡ γεῦσις μαρτυρεῖ, στύφει τε ἅμα καὶ πικράζει. στύφει μὲν οὖν μετρίως, πικρὰ δὲ ἰσχυρῶς ἐστιν. ὑπάγει δὲ καὶ γαστέρα τῶν ἐκκοπρωτικῶν καλουμένων οὖσα φαρμάκων, ὥστε ἐκ τῶν εἰρημένων δῆλον, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ τετάρτῳ λόγῳ δεδειγμένων, ὡς τῶν μὲν ξηραινόντων φαρμάκων τῆς τρίτης ἐστὶν ἀποστάσεως, τῶν θερμαινόντων δὲ ἤτοι τῆς πρώτης ἐπιτεταμένης ἢ τῆς δευτέρας ἐκλελυμένης. τῷ δὲ μικτῷ τῆς δυνάμεως αὐτῆς μαρτυρεῖ καὶ τὰ κατὰ μέρος ἔργα. καὶ γὰρ εὐστόμαχόν ἐστι τὸ φάρμακον, εἴπέρ τι καὶ ἄλλο, καὶ κόλπων κολλητικόν. ἰᾶται δὲ τὰ δυσεπούλωτα τῶν ἑλκῶν, καὶ μάλιστα τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον. ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα καὶ κολλᾷ τραύματα κατὰ τὸν αὐτὸν τρόπον. ἁρμόζει δὲ ὡσαύτως χρωμένῳ καὶ πρὸς τὰς ἐν στόματι καὶ ῥισὶ καὶ ὀφθαλμοῖς φλεγμονάς. καὶ ὅλως ἀποκρούεσθαί τε καὶ διαφορεῖν ἅμα πέφυκεν, μετὰ καὶ τοῦ ῥύπτειν ἐπ’ ὀλίγον, εἰς ὅσον ἕλκεσι καθαροῖς ἄλυπον.
- 6.1.24.1
[κδ΄. Περὶ ἀλύσσου.] Ἄλυσσον. ὠνόμασται μὲν ἄλυσσον ἡ πόα διὰ τὸ θαυμαστῶς ὀνινάναι τοὺς ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένους. ἀλλὰ καὶ ἤδη λυττῶντι δοθεῖσα πολλάκις ἐξιάσατο. τοῦτο μὲν ἐκ τῆς καθ’ ὅλην οὐσίαν ὁμοιότητος δύναται, καὶ λέλεκται πρόσθεν ὡς ἡ τοιαύτη δύναμις ἐκ πείρας τε μόνης λαμβάνεται καὶ παντάπασιν ἀμέθοδός ἐστιν. εἰ δὲ ἄν τις καὶ χρήσαιτο πρὸς πολλὰ, δυνάμεως γνώσεται ὡς μετρίως ἐστὶν ξηραντικῆς καὶ διαφορητικῆς, πρὸς τῷ καὶ ῥυπτικόν τι ἔχειν. ταύτῃ γέ τοι καὶ ἀλφοὺς καὶ ἔφηλιν ἀποκαθαίρει.
- 6.1.25.1
[κε΄. Περὶ ἀλσίνης.] Ἀλσίνη ἢ μυὸς ὦτα. ὁμοίαν ἔχει καὶ αὕτη τὴν δύναμιν τῇ ἑλξίνῃ ψύχουσάν τε καὶ ὑγραίνουσαν. ἔστι γὰρ οὐσίας ὑδατώδους ψυχρᾶς, διὸ καὶ χωρὶς στύψεως ἐμψύχει. ταῦτ’ ἄρα πρὸς τὰς ζεούσας ἁρμόττει φλεγμονὰς καὶ πρὸς ἐρυσιπέλατα μέτρια.
- 6.1.26.1
[κστ΄. Περὶ ἀμαράκου.] Ἀμάρακον θερμαίνει μὲν οὐκ ἀγγεννῶς, ξηραίνει δὲ οὐ σφοδρῶς. ἀλλ’ ἐν μὲν τῇ θερμότητι τῆς τρίτης ἐστὶ τάξεως, ἐν δὲ τῷ ξηραίνειν τῆς δευτέρας.
- 6.1.27.1
[κζ΄. Περὶ ἀμβροσίας.] Ἀμβροσία καταπλαττομένη δύναμιν ἔχει στύφουσάν τε καὶ ἀποκρουστικήν.
- 6.1.28.1
[κη΄. Περὶ ἄμεως.] Ἄμι. τῆς πόας ἣν ἄμιν καλοῦσι, τὸ σπέρμα μάλιστά ἐστι χρήσιμον, θερμαντικῆς καὶ ξηραντικῆς καὶ λεπτομεροῦς ὑπάρχει δυνάμεως. ἔστι δὲ καὶ γευομένοις ὑπόπικρόν τε καὶ δριμὺ καὶ δῆλον ὅτι καὶ διουρητικόν τε καὶ διαφορητικόν. ἕποιτο δ’ ἂν καὶ τὸ θερμαίνειν καὶ τὸ ξηραίνειν ἐκ τρίτης τάξεως ἐπιτεταμένης.
- 6.1.29.1
[κθ΄. Περὶ ἀμαράνθου.] Ἀμάρανθον δυνάμεώς ἐστιν τμητικῆς τε καὶ λεπτυντικῆς. ἔμμηνα οὖν ἄγει σὺν οἴνῳ ποθεῖσα ἡ κόμη καὶ θρόμβους αἵματος τήκειν πεπίστευται αὐτοὺς, οὐ τοὺς ἐν γαστρὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐν κύστει. χρὴ δὲ μᾶλλον τηνικαῦτα σὺν οἰνομέλιτι πίνειν, καὶ πάντων δ’ ἐστὶν ἁπλῶς ῥευμάτων ξηραντικὴ πινομένη κακοστόμαχος ὑπάρχουσα.
- 6.1.30.1
[λ΄. Περὶ ἀμόργης.] Ἀμόργη γεώδους ἐστὶν οὐσίας θερμῆς, οὐ μὴν εἰς τοσοῦτον μετέχει θερμότητος ὡς δάκνειν ἐπιφανῶς. εἰ δὲ καὶ ἑψηθείη, πολὺ μᾶλλον ἔτι παχυμερής τε γίνεται καὶ ξηρά. καὶ εἴη ἂν ἐκ τῆς δευτέρας τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἐπιτεταμένης πως μᾶλλον. οὕτω γέ τοι καὶ τὰ τῶν ξηρῶν τῇ κράσει σωμάτων ἕλκη θεραπεύει, τὰ δ’ ἐν τοῖς ἄλλοις ἅπασι παροξύνει. συντατικὴ γάρ ἐστιν ὥσπερ ῥητίνη καὶ πίττα ξηρὰ καὶ ἄσφαλτος, ἅπερ καὶ αὐτὰ τῶν σκληρῶν μὲν πάνυ σωμάτων ἤτοι τραῦμα ἐχόντων ἢ κόλπων ἐστὶ κολλητική. τὰ δὲ ἄλλα πάντα συντείνει τε καὶ παροξύνει.
- 6.1.31.1
[λα΄. Περὶ ἀμπελοπράσου.] Ἀμπελόπρασον· εἰ μεταξὺ σκορόδου τι καὶ πράσου νοήσαις, εὕροις ἂν ἀμπελοπράσου τὴν δύναμιν. ἔστι γὰρ ἄγριον ὡς ἂν εἴποι τις πράσον, ὅθεν καὶ δριμύτερον αὐτοῦ καὶ ξηρότερον ὑπάρχει, καθάπερ καὶ τἄλλα πάντα ἄγρια τῶν ἡμέρων, καὶ διὰ τοῦτο κακοστομαχώτερόν τέ ἐστιν καὶ παχέων καὶ γλίσχρων χυμῶν τμητικώτερον, ἐκφρακτικώτερόν τε τῶν ἐμπεφραγμένων ὀργάνων. ταύτῃ τοι καὶ οὖρα καὶ καταμήνια πολλάκις ἐκίνησεν, ὅταν ὑπὸ παχέος καὶ γλίσχρου ἴσχηται χυμοῦ. θερμὸν δὲ οὕτως ἐστὶν ὡς ἑλκοῦν ἤδη δύνασθαι καταπλασσόμενον. ἐῤῥέθη δ’ ἔμπροσθεν ὡς τῆς ἐσχάτης ἐστὶ τάξεως ἅπαντα τὰ οὕτως θερμά.
- 6.1.32.1
[λβ΄. Περὶ ἀμπέλου ἀγρίας.] Ἀμπέλου ἀγρίας οἱ βότρυες ῥυπτικῆς εἰσι δυνάμεως, ὡς ἐφήλεις τε καὶ σπίλους καὶ ὅσα τοιαῦτα κατὰ τοῦ δέρματος ἐπιπολῆς γίγνεται θεραπεύειν. ἔχουσι δέ τι καὶ στυπτικὸν αὐτοί τε καὶ οἱ ἀκρέμονες, οἵπερ δὴ καὶ ταριχεύονται.
- 6.1.33.1
[λγ΄. Περὶ ἀμπέλου ἡμέρου.] Ἀμπέλου τῆς ἡμέρου παραπλησία μὲν ἡ δύναμίς ἐστι τῇ τῆς ἀγρίας, ἀσθενεστέρα δὲ τὰ πάντα.
- 6.1.34.1
[λδ΄. Περὶ ἀμπέλου λευκῆς.] Ἀμπέλου λευκῆς, ἣν δὴ βρυωνίαν καὶ ψίλωθρον καλοῦσιν, οἱ μὲν πρῶτοι βλαστοὶ συνήθως ὑπὸ πάντων ἐσθίονται κατὰ τὸ ἔαρ, ὡς εὐστόμαχον ἔδεσμα διὰ τὸ στύφειν, καὶ ὑπόπικρον δὲ καὶ ἀτρέμα δριμεῖαν ἔχον τὴν στύψιν· διὸ καὶ τὴν οὔρησιν κινοῦσι μετρίως. ἡ δὲ ῥίζα ῥυπτικήν τέ τινα καὶ ξηραντικὴν καὶ λεπτομερῆ δύναμιν ἔχει καὶ συμμέτρως θερμήν. διὸ καὶ σπλῆνας τήκει σκιῤῥουμένους, πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ σύκων καὶ ψώραν καὶ λέπραν ἰᾶται. ὁ δὲ βοτρυώδης αὐτῆς καρπὸς τοῖς σκυτοδέψαις ἐστὶ χρήσιμος.
- 6.1.35.1
[λε΄. Περὶ ἀμπέλου μελαίνης.] Ἄμπελος μέλαινα. καλεῖται δὲ ἰδίως αὕτη βρυωνία, παραπλήσιός ἐστι τὰ πάντα τῇ προειρημένῃ πλὴν ἀσθενεστέρα.
- 6.1.36.1
[λστ΄. Περὶ ἀμυγδάλων.] Ἀμύγδαλα. τὰ μὲν πικρὰ φανερῶς τῆς λεπτυνούσης παντελῶς ἐστι δυνάμεως καὶ τῇ ποιότητι τεκμαιρομένῳ καὶ τῇ πείρᾳ κρίνοντι. περὶ μὲν οὖν τῆς πικρᾶς ποιότητος ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἴρηται· τῶν δὲ τῆς πείρας ἀρκεῖ δύο ταῦτα προχειρισαμένων ἐξ αὐτῶν τούτων διδαχθῆναι περὶ τῆς δυνάμεως αὐτῶν. ἔφηλίν τε οὖν ἀποκαθαίρει καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεσι τῶν γλίσχρων τε καὶ παχέων χυμῶν ἱκανῶς συντελεῖ. ταῦτα δὲ ἡμῖν ἐδείκνυτο κατὰ γένος μὲν τῆς λεπτυντικῆς, κατ’ εἶδος δὲ τῆς ῥυπτικῆς ἔχεσθαι δυνάμεως. καὶ μὲν δὴ καὶ ὅτι τῆς ἐκφρακτικῆς κατὰ συμβεβηκὸς εἴη ἂν δυνάμεως, ἐπιδέδεικται καὶ τοῦτο πρόσθεν. ἀλλὰ ἡ πεῖρα μαρτυρεῖ. τὰς γοῦν ἐν ἥπατι παχέων τε καὶ γλίσχρων χυμῶν ἐν τοῖς πέρασι τῶν ἀγγείων σφηνώσεις ἱκανῶς ἐκκαθαίρει. καὶ μὲν δὴ καὶ τῶν πλευρῶν ἀλγήματα τὰ διὰ τὴν τοιαύτην αἰτίαν γιγνόμενα καὶ κατὰ σπληνὸς καὶ κώλου καὶ νεφρῶν ἰᾶται. καὶ τὸ δένδρον αὐτὸ σύμπαν ὁμοίαν ἔχει τὴν δύναμιν, ὥστε καὶ τούτου τὰς ῥίζας ἑφθὰς ἐπιπάττοντες ἀποκαθαίρουσιν ἐφήλεις. ὅσα δὲ γλυκέα τῶν ἀμυγδάλων, μετέχει μὲν καὶ ταῦτα βραχείας πικρότητος. ἀλλ’ ἐπικρατούσης τῆς γλυκύτητος ἀποκρύπτεται, κατάδηλον δ’ ἐναργῶς γίνεται χρονιζόντων αὐτῶν. ἐπιδέδεικται δὲ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ γλυκεῖα ποιότης θερμὴ συμμέτρως ἐστίν.
- 6.1.37.1
[λζ΄. Περὶ ἀμμωνιακοῦ.] Ἀμμωνιακὸν ὀπός ἐστι νάρθηκός τινος. τοῦτο μαλακτικῆς ἐστι δυνάμεως ἐπιτεταμένης, ὥστε καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους διαλύειν καὶ σπλῆνας ἐσκιῤῥουμένους ἰᾶσθαι καὶ χοιράδας διαφορεῖν.
- 6.1.38.1
[λη΄. Περὶ ἀμώμου.] Ἄμωμον ἔοικε κατὰ τὴν δύναμιν ἀκόρῳ πλὴν ὅτι ξηρότερόν ἐστι τὸ ἄκορον πεπτικώτερον δὲ τὸ ἄμωμον.
- 6.1.39.1
[λθ΄. Περὶ ἀναγαλλίδος.] Ἀναγαλλὶς ἑκατέρα, ἥ τε τὸ κύανον ἄνθος ἔχουσα καὶ ἡ τὸ φοινικοῦν, ῥυπτικῆς ἱκανῶς εἰσι δυνάμεως, ἔχουσαί τι καὶ ὑπόθερμον καὶ ἑλκτικὸν, ὥστε καὶ σκόλοπας ἐπισπᾶσθαι. ὁ δὲ χυλὸς αὐτῶν ἐκ ῥινῶν καθαίρει διὰ τὴν αὐτὴν αἰτίαν, καὶ καθόλου φάναι ξηραντικὴν ἔχουσι δύναμιν ἄδηκτον, ὅθεν καὶ τραύματα κολλῶσι καὶ τοῖς σηπομένοις βοηθοῦσι.
- 6.1.40.1
[μ΄. Περὶ ἀναγύρου.] Ἀνάγυρος θάμνος ἐστὶ δυσώδης καὶ δριμὺς, διαφορητικῆς καὶ θερμαινούσης δυνάμεως. ἀλλὰ τὰ μὲν φύλλα τὰ χλωρὰ διὰ τὴν ὑγρότητος ἐπιμιξίαν ἧττον ὄντα δριμέα κατασταλτικὰ τῶν οἰδούντων ἐστὶν, ξηρανθέντα δὲ τμητικῆς καὶ ξηραινούσης ἰσχυρῶς δυνάμεως. ὁμοίας δέ πώς ἐστι φύσεως καὶ ὁ τῆς ῥίζης αὐτῶν φλοιός. τὸ δὲ σπέρμα πλέον ἐστὶ λεπτομερεστέρας, ἀλλὰ καὶ ἐμετικόν ἐστιν.
- 6.1.41.1
[μα΄. Περὶ ἀνδροσαίμου.] Ἀνδρόσαιμον, θαμνῶδες φυτὸν διττὸν τὴν φύσιν, τὸ μὲν ἕτερον ἄσκυρον ἢ ἀσκυροειδὲς ὀνομαζόμενον, εἶδος ὑπάρχον ὑπερικοῦ. τὸ δ’ ἕτερον, ὅπερ ὀνομάζεται πρός τινων διονυσίας. ἔστι δὲ ὁ μὲν καρπὸς αὐτῶν καθαρτικὸς, ἡ δὲ τῶν φύλλων δύναμις ξηραντική τε καὶ ῥυπτικὴ μετρίως, ὥστε καὶ πυρίκαυτα θεραπεύειν πεπίστευται. καθεψηθέντα δὲ ἐν οἴνῳ αὐστηρῷ κολλητικὸν τραυμάτων μεγάλων τὸν οἶνον ἀποφαίνει.
- 6.1.42.1
[μβ΄. Περὶ ἀνδροσάκους.] Ἀνδρόσακες πικρὰ καὶ δριμεῖα πόα. δύναται δὲ ξηρανθεῖσα καὶ πινομένη αὐτή τε καὶ ὁ καρπὸς αὐτῆς οὖρα κινεῖν ἱκανῶς καὶ δηλονότι διαφορεῖν καὶ ξηραίνειν.
- 6.1.43.1
[μγ΄. Περὶ ἀνδράχνης.] Ἀνδράχνη ψυχρά ἐστι καὶ ὑδατώδης τὴν κρᾶσιν, ὀλίγου δέ τινος αὐστηροῦ μετέχει. διὸ καὶ ἀποκρούεται ῥεύματα καὶ μάλιστα χολώδη καὶ θερμὰ μετὰ τοῦ μεταβάλλειν αὐτὰ καὶ ἀλλοιοῦν κατὰ τὴν ποιότητα ἱκανῶς ἐμψύχειν. καὶ εἴη ἂν ἐν μὲν τῇ τοῦ ψύχειν δυνάμει τρίτης ἀποστάσεως ἀπὸ τῶν συμμέτρων τε καὶ μέσων, ἐν δὲ τῇ τοῦ ὑγραίνειν δευτέρας. ταῦτά τοι καὶ τοὺς καυσουμένους ὀνίνησιν εἴπερ τι ἄλλο κατά τε στόματος τῆς κοιλίας ἐπιτιθεμένη καὶ ὅλων τῶν ὑποχονδρίων, καὶ μάλιστα ἐπὶ τῶν ἑκτικῶν πυρετῶν, αἱμωδίας τέ ἐστιν ἴαμα ἐξηρασμένα ταχέως ὑπὸ τῆς τῶν ὀξέων χυμῶν ὁμιλίας αὐτὴ λειαίνουσά τε καὶ ἀναπληροῦσα, τῷ γλίσχρον ἔχειν τὴν ὑγρότητα. καὶ ὁ χυμὸς δὲ αὐτῆς ὁμοίως, ὥστε οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ἐμψύχει. τοῦτο μέν γε καὶ αὐτῇ τῇ βοτάνῃ συμβέβηκεν ὅλῃ βρωθείσῃ. διὰ δὲ τὸ ὑποστύφειν καὶ δυσεντερικοῖς ἐστιν ἐπιτήδειον ἔδεσμα καὶ γυναικείῳ ῥῷ καὶ αἵματος ἀναγωγαῖς. εἰς ταῦτα μέντοι πολὺ δραστικώτερος αὐτῆς τῆς πόας ὁ χυλός ἐστιν.
- 6.1.44.1
[μδ΄. Περὶ ἀνεμώνης.] Ἀνεμῶναι πᾶσαι δριμείας καὶ ῥυπτικῆς εἰσιν, ἐπισπαστικῆς τε καὶ ἀναστομωτικῆς δυνάμεως. ὅθεν ἥ τε ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται καὶ ὁ χυλὸς ἐκ ῥινῶν καθαίρει καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς λεπτύνει. καὶ τὰ ῥυπαρὰ δὲ τῶν ἑλκῶν καθαίρουσιν αἱ ἀνεμῶναι καὶ λέπρας ἀφιστῶσιν, ἔμμηνά τε προκαλοῦνται προτιθέμεναι καὶ γάλα ἀνασπῶσιν.
- 6.1.45.1
[με΄. Περὶ ἀνήθου.] Ἄνηθον θερμαίνει μὲν εἰς τοσοῦτον ὡς ἤτοι τῆς δευτέρας αὐτὸ τάξεως ἐπιτεταμένης ἢ τῆς τρίτης ἐκλελυμένης ὑπολαβεῖν. τῶν ξηραινόντων δὲ τῆς δευτέρας ἐστὶ τάξεως ἀρχομένης, ἢ τῆς πρώτης ἐπιτεταμένης, ὥστε εἰκότως ἐναφεψόμενον ἐλαίῳ, διαφορητικόν τε καὶ ἀνώδυνον καὶ ὑπνοποιὸν καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων ὑπάρχει. γίγνεται γὰρ τὸ ἐξ αὐτοῦ ἔλαιον ἐγγύς τι τῆς κράσεως τοῖς πυοποιοῖς τε καὶ πεπτικοῖς ὀνομαζομένοις φαρμάκοις, πλὴν ὅτι θερμότερον αὐτῶν βραχεῖ καὶ λεπτομερές ἐστι καὶ διὰ τοῦτο καὶ διαφορητικόν. καυθὲν δὲ τῆς τρίτης τάξεως γίνεται τῶν θερμαινόντων τε καὶ ξηραινόντων, καὶ διὰ τοῦτο πλαδαροῖς ἕλκεσιν ἐπιπλαττόμενον ὀνίνησι καὶ μάλιστα τοῖς ἐν αἰδοίῳ. τὰ δὲ ἐπὶ τῆς πόσθης χρόνια καὶ ἐπουλοῖ καλῶς. ὑγρότερον δὲ δηλονότι καὶ ἧττον θερμόν ἐστι τὸ χλωρὸν ἔτι καὶ εὔχυμον, ὥστε πεπτικώτερον μὲν καὶ ὑπνοποιὸν ἔσται μᾶλλον τοῦ ξηροῦ, διαφορητικὸν δ’ ἧττον. διὰ τοῦτό μοι δοκοῦσι καὶ οἱ παλαιοὶ ἐξ αὐτοῦ στεφάνοις χρῆσθαι παρὰ τὰ συμπόσια.
- 6.1.46.1
[μστ΄. Περὶ ἀνθυλλίδος.] Ἀνθυλλὶς διττὴ μέν ἐστιν, ἀμφότεραι δὲ ξηραίνουσι μετρίως, ὥστε καὶ ἕλκη κολλᾷν. ἡ δ’ ἑτέρα αὐτῶν, ἡ τῇ χαμαιπίτυϊ ἐοικυῖα, λεπτομερεστέρα πώς ἐστι τῆς ἑτέρας, ὡς καὶ τοῖς ἐπιλήπτοις ἁρμόττειν. αὐτὴ δὲ καὶ ῥυπτικωτέρα τῆς ἑτέρας ὑπάρχει.
- 6.1.47.1
[μζ΄. Περὶ ἀνθεμίδος.] Ἀνθεμὶς ἢ χαμαίμηλον. εἴρηται μὲν κᾀν τῷ τρίτῳ γράμματι περὶ ταύτης τῆς πόας ἐπὶ πλέον. εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλῇ, ὡς ξηραίνει καὶ θερμαίνει κατὰ τὴν πρώτην τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς καὶ διὰ ταῦτα διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστικὴ τὴν δύναμιν ὑπάρχει.
- 6.1.48.1
[μη΄. Περὶ ἀνίσου.] Ἀνίσου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, δριμὺ καὶ ὑπόπικρον ὑπάρχον, ὥστ’ ἐγγὺς ἥκειν θερμότητος τῶν καυστικῶν. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐκ τῆς τρίτης ἀποστάσεως, ὥσπερ κᾀν τῷ θερμαίνειν. ταῦτ’ ἄρα καὶ οὐρητικόν ἐστι καὶ διαφορητικὸν, ἐμπνευματώσεις τε τὰς κατὰ γαστέρα καθίστησιν.
- 6.1.49.1
[μθ΄. Περὶ ἀντιῤῥίνου.] Ἀντίῤῥιον ἢ ἀνάῤῥινον ὅμοιον μόσχου ῥισὶν ἔχει τὸν καρπὸν, ἄχρηστον εἰς τὰς ἰάσεις. αὐτὸ δὲ παραπλησίας ἐστὶ τῷ βουβωνίῳ δυνάμεως, ἀλλὰ πολὺ καταδεέστερον, ὥστε ἐξ ἐκείνων καὶ περὶ τούτου μαθήσῃ.
- 6.1.50.1
[ν΄. Περὶ ἀπαρίνης.] Ἀπαρίνη· οἱ μὲν φιλάνθρωπον, οἱ δὲ ὀμφακόκαρπον, μετρίως ῥύπτει καὶ ξηραίνει. ἔχει δὲ καί τι λεπτομερές.
- 6.1.51.1
[να΄. Περὶ ἀπίου.] Ἀπίου τὰ μὲν φύλλα καὶ οἱ ἀκρέμονες αὐστηροὶ, ὁ δὲ καρπὸς ἔχει τι καὶ γλυκύτητος ὑδατώδους, ἐξ ὧν δήλη καὶ ἡ κρᾶσίς ἐστιν ἀνώμαλός τις ὑπάρχουσα κατὰ τὰ μόρια, καὶ τὸ μέν τι γεῶδες ἔχουσα, τὸ δ’ ὑδατῶδες, καὶ καθ’ ἑκάτερον τὸ μέν τι ψυχρὸν, τὸ δ’ εὔκρατον. καὶ διὰ τοῦτ’ ἐσθιόμενοι μὲν εὐστόμαχοί τ’ εἰσὶ καὶ ἄδιψοι. καὶ καταπλαττόμενοι δὲ ξηραίνουσί τε καὶ μετρίως ψύχουσιν, ὡς ἔγωγε κολλήσας αὐτοῖς οἶδα τραῦμα, μηδενὸς ἄλλου φαρμάκου παρόντος.
- 6.1.52.1
[νβ΄. Περὶ ἀχράδων.] Ἀχράδες ὀνομαζόμεναι καὶ στύφουσι μᾶλλον τῶν ἄλλων ἀπίων καὶ ξηραίνουσι, καὶ διὰ τοῦτο δηλονότι καὶ κολλῶσι τραύματα μείζονα καὶ ἀποτρέπουσι ῥεύματα.
← Previous · Next → — showing 101–200 of 794
First Thousand Years of Greek. CTS URN tlg0057.tlg075.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.