Fragmenta
- 12.2
τῆνο ποτὶ ψάμαθόν τε καὶ ἀϊόνα ψιθυρίσδων,
- 12.3
λισσόμενος Γαλάτειαν ἀπηνέα· τὰς δὲ γλυκείας
- 12.4
ἐλπίδας ὑστατίω μέχρι γήραος οὐκ ἀπολειψῶ
- 13.1
οὐ καλὸν ὦ φίλε πάντα λόγον ποτὶ τέκτονα φοιτᾶν,
- 13.2
μηδ’ ἐπὶ πάντ’ ἄλλω χρέος ἰσχέμεν· ἀλλὰ καὶ αὐτὸς
- 13.3
τεχνᾶσθαι σύριγγα· πέλει δέ τοι εὐμαρὲς ἔργον
- 14.1
Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν.
- 14.2
μολπὰν ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν,
- 14.3
τὰν γλυκερὰν μολπάν, τᾶς φάρμακον ἅδιον οὐδέν.
- 15.1
ἐκ θαμινᾶς ῥαθάμιγγος, ὅπως λόγος, αἰὲς ἰοίσας
- 15.2
χἀ λίθος ἐς ῥωχμὸν κοιλαίνεται
- 16.1
μηδὲ λίπῃς μ’ ἀγέραστον, ἐπεὶ χὠ Φοῖβος ἀείδων
- 16.2
μισθοδοκεῖ. τιμὰ δὲ τὰ πράγματα κρέσσονα ποιεῖ
- 17.1
μορφὰ θηλυτέραισι πέλει καλόν, ἀνέρι δ’ ἀλκά
- 18.1
πάντα θεοῦ γ’ ἐθέλοντος ἀνύσιμα, πάντα βροτοῖσιν
- 18.2
ἐκ μακάρων ῥάϊστα καὶ οὐκ ἀτέλεστα γένοντο.
← Previous — showing 101–116 of 116
Perseus Greek. CTS URN tlg0036.tlg003.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.