Fragmenta
- 4.1
Τὰν ἅλα τὰν γλαυκὰν ὅταν ὥνεμος ἀτρέμα βάλλῃ,
- 4.2
τὰν φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐδ’ ἔτι μοι γᾶ
- 4.3
ἐστὶ φίλα, ποθίει δὲ πολὺ πλέον ἁ μεγάλα μ’ ἅλς.
- 4.4
ἀλλ’ ὅταν ἀχήσῃ πολιὸς βυθός, ἁ δὲ θάλασσα
- 4.5
κυρτὸν ἐπαφρίζῃ, τὰ δὲ κύματα μακρὰ μεμήνῃ,
- 4.6
ἐς χθόνα παπταίνω καὶ δένδρεα, τὰν δ’ ἅλα φεύγω,
- 4.7
γᾶ δέ μοι ἀσπαστά, χἀ δάσκιος εὔαδεν ὕλα,
- 4.8
ἔνθα καὶ ἢν πνεύσῃ πολὺς ὥνεμος, ἁ πίτυς ᾅδει.
- 4.9
ἦ κακὸν ὁ γριπεὺς ζώει βίον, ᾧ δόμος ἁ ναῦς,
- 4.10
καὶ πόνος ἐστὶ θάλασσα, καὶ ἰχθύες ἁ πλάνος ἄγρα.
- 4.11
αὐτὰρ ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ,
- 4.12
καὶ παγᾶς φιλέοιμι τὸν ἐγγύθεν ἆχον ἀκούειν,
- 4.13
ἃ τέρπει ψοφέοισα τὸν ἀγρικόν, οὐχὶ ταράσσει.
- 5.1
Ἤρατο Πὰν Ἀχῶς τᾶς γείτονος, ἤρατο δ’ Ἀχὼ
- 5.2
σκιρτατᾶ Σατύρω, Σάτυρος δ’ ἐπεμήνατο Λύδᾳ.
- 5.3
ὡς Ἀχὼ τὸν Πᾶνα, τόσον Σάτυρος φλέγεν Ἀχώ,
- 5.4
καὶ Λύδα Σατυρίσκον· Ἔρως δ’ ἐσμύχετ’ ἀμοιβᾷ.
- 5.5
ὅσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα,
- 5.6
τόσσον ὁμῶς φιλέων ἠχθαίρετο, πάσχε δ’ ἃ ποίει.
- 5.7
ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις·
- 5.8
στέργετε τὼς φιλέοντας, ἵν’ ἢν φιλέητε φιλῆσθε.
- 6.1
Ἀλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,
- 6.2
ἔρχεται εἰς Ἀρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,
- 6.3
ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν,
- 6.4
καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι, τὰν δὲ θάλασσαν
- 6.5
νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ,
- 6.6
ἁ δ’ οὐκ οἶδε θάλασσα διερχομένω ποταμοῖο.
- 6.7
κῶρος λινοθέτας κακομάχανος αἰνὰ διδάσκων
- 6.8
καὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν.
- 7.1
Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον
- 7.2
οὖλος Ἔρως, πήρην δ’ εἶχε κατωμαδίην,
- 7.3
καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων
- 7.4
ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.
- 7.5
εἶπε δ’ ἄνω βλέψας αὐτῷ Διί· πλῆσον ἀρούρας,
- 7.6
μή σε τὸν Εὐρώπης βοῦν ὑπ’ ἄροτρα βάλω.
Perseus Greek. CTS URN tlg0035.tlg005.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.