De specialibus legibus (lib. i‑iv)
- 2.256.1
τοιγάρτοι καὶ αὐτὸς ἐξομοιούσθω τοῖς χειροκμήτοις· θέμις γὰρ μὴ μετέχειν ψυχῆς τὸν τὰ ἄψυχα τιμήσαντα, καὶ μάλιστα φοιτητὴν γενόμενον Μωυσέως, οὗ πολλάκις ἤκουσε λέγοντός τε καὶ προφητεύοντος τὰς ἱερωτάτας καὶ καταθέους ἐκείνας ὑφηγήσεις· ὄνομα θεῶν ἑτέρων μήτε τῇ ψυχῇ παραδέξῃ εἰς ὑπόμνησιν μήτε φωνῇ διερμηνεύσῃς, ἀλλ’ ἑκάτερον, νοῦν καὶ λόγον, μακρὰν τῶν ἄλλων διαζεύξας ἐπίστρεψον πρὸς τὸν πατέρα καὶ ποιητὴν τῶν ὅλων, ἵνα καὶ φρονῇς περὶ μοναρχίας τὰ ἄριστα καὶ κάλλιστα καὶ λέγῃς τὰ πρέποντα καὶ λυσιτελέστατα σαυτῷ τε καὶ τοῖς ἀκουσομένοις.
- 2.257.1
Αἱ μὲν οὖν κατὰ τῶν παραβαινόντων τοὺς πέντε χρησμοὺς τιμωρίαι δεδήλωνται. τὰ δὲ προκείμενα τοῖς φυλάττουσιν αὐτοὺς ἆθλα, καὶ εἰ μὴ ῥηταῖς προστάξεσι μεμήνυκεν ὁ νόμος, ἀλλά τοι δι’ ὑπονοίας ἐμφαίνεται.
- 2.258.1
τὸ μὲν οὖν μὴ νομίζειν θεοὺς ἑτέρους μηδὲ χειρόκμητα θεοπλαστεῖν μηδὲ ψευδορκεῖν ἑτέρου γέρως χρεῖον οὐκ ἔστιν· αὐτὸ γάρ, οἶμαι, τὸ ταῦτα ἐπιτηδεύειν ἄριστον καὶ τελεώτατόν ἐστι γέρας· ἐπὶ τίνι γὰρ δύναιτ’ ἄν τις ἡσθῆναι μᾶλλον ἀληθείας ἐρῶν ἢ τῷ ἑνὶ προσκεῖσθαι θεῷ καὶ τῆς τούτου θεραπείας ἀδόλως καὶ καθαρῶς περιέχεσθαι;
- 2.259.1
καλῶ δὲ μάρτυρας, οὐχ οἵτινες θεραπεύουσι τῦφον, ἀλλὰ τοὺς ἀπλανῆ ζῆλον ἐζηλωκότας, παρ’ οἷς ἀλήθεια τιμᾶται· φρονήσεώς τε γὰρ ἆθλον αὐτὴ ἡ φρόνησις καὶ δικαιοσύνη καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν ἑαυτῆς ἐστι γέρας. ἡ δ’ ὥσπερ ἐν χορῷ καλλιστεύουσα καὶ κατάρχουσα πασῶν ὁσιότης πολὺ πλέον ἐστὶν ἑαυτῆς καὶ ἀγώνισμα καὶ ἆθλον, παρέχουσα καὶ τοῖς χρωμένοις εὐδαιμονίαν καὶ τοῖς τούτων παισὶ καὶ ἐγγόνοις εὐπραγίας ἀναφαιρέτους.
- 2.260.1
πάλιν γε μὴν τοῖς τὴν ἱερὰν ἑβδόμην φυλάττουσι συμβαίνει περὶ δύο τὰ ἀναγκαιότατα ὠφελεῖσθαι, σῶμα καὶ ψυχήν, τὸ μὲν ἀναπαύλαις ἐκ τῶν συνεχῶν καὶ ἀτρύτων πόνων, τὴν δ’ ὑπολήψεσιν ἀρίσταις περὶ θεοῦ ὡς κοσμοποιοῦ καὶ ἐπιμελουμένου ὧν ἐγέννησε· καὶ γὰρ τὰ σύμπαντα ἐτελεσφόρησεν ἑβδομάδι. δῆλον οὖν ἐκ τούτων, ὅτι τὴν ἑβδόμην τιμῶν αὐτὸς εὑρίσκεται τιμήν.
- 2.261.1
ὁμοίως μέντοι καὶ ὁ τοὺς γονεῖς ἀποδεχόμενος μὴ θηράσθω τι πλέον· εὑρήσει γὰρ σκοπῶν ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἆθλον. οὐ μὴν ἀλλ’ ἐπειδὴ τῶν προτέρων τεσσάρων κεφαλαίων, ἃ θειοτέρας ἔλαχε μοίρας, ἔλαττον τοῦτ’ ἐστὶ διὰ τὸ θνητῶν ἐφάπτεσθαι, παρηγόρησεν εἰπών· „τίμα πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ“ (Exod. 20, 12. Deut. 5,16), δύο γέρα τιθείς·
- 2.262.1
ἓν μὲν μετουσίαν ἀρετῆς, τὸ γὰρ εὖ ἡ ἀρετὴ ἢ οὐκ ἄνευ ἀρετῆς, ἕτερον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἀθανασίαν διὰ πολυχρονίου ζωῆς καὶ βίου μακραίωνος, ὃν καὶ μετὰ σώματος θρέψεις ψυχῇ κεκαθαρμένῃ τελείᾳ καθάρσει βιῶν. ταῦτα μὲν οὖν ἀποχρώντως λέλεκται, τὰ δ’ ἐν τῇ δευτέρᾳ δέλτῳ μετὰ ταῦτα καιροῦ διδόντος ἐπισκεψόμεθα.
- 3.1.1
Ἦν ποτε χρόνος, ὅτε φιλοσοφίᾳ σχολάζων καὶ θεωρίᾳ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ τὸν καλὸν καὶ περιπόθητον καὶ μακάριον ὄντως νοῦν ἐκαρπούμην, θείοις ἀεὶ λόγοις συγγινόμενος καὶ δόγμασιν, ὧν ἀπλήστως καὶ ἀκορέστως ἔχων ἐνευφραινόμην, οὐδὲν ταπεινὸν φρονῶν ἢ χαμαίζηλον οὐδὲ περὶ δόξαν ἢ πλοῦτον ἢ τὰς σώματος εὐπαθείας ἰλυσπώμενος, ἀλλ’ ἄνω μετάρσιος ἐδόκουν ἀεὶ φέρεσθαι κατά τινα τῆς ψυχῆς ἐπιθειασμὸν καὶ συμπεριπολεῖν ἡλίῳ καὶ σελήνῃ καὶ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ.
- 3.2.1
τότε δὴ τότε διακύπτων ἄνωθεν ἀπ’ αἰθέρος καὶ τείνων ὥσπερ ἀπὸ σκοπιᾶς τὸ τῆς διανοίας ὄμμα κατεθεώμην τὰς ἀμυθήτους θεωρίας τῶν ἐπὶ γῆς ἁπάντων καὶ εὐδαιμόνιζον ἐμαυτὸν ὡς ἀνὰ κράτος ἐκπεφευγότα τὰς ἐν τῷ θνητῷ βίῳ κῆρας.
- 3.3.1
ἐφήδρευε δ’ ἄρα μοι τὸ κακῶν ἀργαλεώτατον, ὁ μισόκαλος φθόνος, ὃς ἐξαπιναίως ἐπιπεσὼν οὐ πρότερον ἐπαύσατο καθέλκων πρὸς βίαν ἤ με καταβαλεῖν εἰς μέγα πέλαγος τῶν ἐν πολιτείᾳ φροντίδων, ἐν ᾧ φορούμενος οὐδ’ ὅσον ἀνανήξασθαι δύναμαι.
- 3.4.1
στένων δ’ ὅμως ἀντέχω τὸν ἐκ πρώτης ἡλικίας ἐνιδρυμένον τῇ ψυχῇ παιδείας ἵμερον ἔχων, ὃς ἔλεόν μου καὶ οἶκτον ἀεὶ λαμβάνων ἀνεγείρει καὶ ἀνακουφίζει. διὰ τοῦτον ἔστιν ὅτε τὴν κεφαλὴν ἐπαίρω καὶ τοῖς τῆς ψυχῆς ὄμμασιν ἀμυδρῶς μὲν — τὸ γὰρ ὀξυδερκὲς αὐτῶν ἡ τῶν ἀλλοκότων πραγμάτων ἀχλὺς ἐπεσκίασεν — ἀλλ’ ἀναγκαίως γοῦν περιβλέπομαι τἀν κύκλῳ καθαρᾶς καὶ ἀμιγοῦς κακῶν ζωῆς σπάσαι γλιχόμενος.
- 3.5.1
εἰ δέ μοι καὶ ἐξ ἀπροσδοκήτου βραχεῖα γένοιτο εὐδία καὶ γαλήνη θορύβων τῶν ἐν πολιτείᾳ, ὑπόπτερος ἐπικυματίζω μόνον οὐκ ἀεροπορῶν, αὔραις τῆς ἐπιστήμης καταπνεόμενος, ἥ με πολλάκις ἀναπείθει δραπετεύειν συνημερεύσοντα αὐτῇ καθάπερ ἀπὸ δεσποτῶν ἀμειλίκτων, οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ πραγμάτων ἀλλαχόθεν ἄλλων χειμάρρου τρόπον ἐπεισχεομένων.
- 3.6.1
ἀλλὰ γὰρ καὶ ἐπὶ τούτοις θεῷ προσῆκον εὐχαριστεῖν, ὅτι καίτοι κατακλυζόμενος οὐκ ἐγκαταπίνομαι βύθιος· ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμούς, οὓς ἀπογνώσει τινὸς χρηστῆς ἐλπίδος ᾠήθην ἤδη πεπηρῶσθαι, διοίγω καὶ φωτὶ τῷ σοφίας ἐναυγάζομαι μὴ πάντα τὸν βίον τῷ σκότῳ παραδοθείς. ἰδού γέ τοι τολμῶ μὴ μόνον τοῖς ἱεροῖς Μωυσέως ἑρμηνεύμασιν ἐντυγχάνειν, ἀλλὰ καὶ φιλεπιστημόνως διακύπτειν εἰς ἕκαστον καὶ ὅσα μὴ γνώριμα τοῖς πολλοῖς διαπτύττειν καὶ ἀναφαίνειν.
- 3.7.1
Ἐπεὶ δὲ τῶν δέκα λογίων, ἅπερ αὐτὸς ἔχρησεν ὁ θεὸς ἄνευ προφήτου καὶ ἑρμηνέως, πέντε μὲν εἴρηται τὰ χαραχθέντα ἐν τῇ προτέρᾳ δέλτῳ καὶ ὅσα τῶν κατὰ μέρος συνέτεινεν εἰς ταῦτα, δεῖ δ’ ἐν τῷ παρόντι καὶ τὰ λοιπὰ τὰ κατὰ τὴν ἑτέραν δέλτον ὡς οἷόν τε ἄριστα συνυφῆναι, πειράσομαι πάλιν καθ’ ἕκαστον τῶν γενῶν ἐφαρμόζειν τοὺς ἐν εἴδει νόμους.
- 3.8.1
ἐν δὲ τῇ δευτέρᾳ δέλτῳ πρῶτον γράμμα τοῦτ’ ἐστίν· „οὐ μοιχεύσεις“, ὅτι, οἶμαι, πανταχοῦ τῆς οἰκουμένης μέγα πνεῖ ἡ ἡδονὴ καὶ οὐδὲν μέρος τὴν δυναστείαν αὐτῆς ἐκπέφευγεν, οὐ τῶν κατὰ γῆν, οὐ τῶν κατὰ θάλατταν, οὐ τῶν ἐν ἀέρι· χερσαῖά τε γὰρ καὶ πτηνὰ καὶ ἔνυδρα πάντα διὰ πάντων τέθηπε καὶ περιέπει καὶ τοῖς ἐπιτάγμασιν αὐτῆς ὑπείκει πρός τι βλέμμα καὶ νεῦμα ἀφορῶντα κἂν εἰ φρυάττοιτο ὑπ’ ἀλαζονείας ἀσμενίζοντα καὶ μόνον οὐ φθάνοντα τὰς προστάξεις ὀξύτητι καὶ ἀνυπερθέτῳ τάχει τῶν ὑπηρεσιῶν.
- 3.9.1
ἔχει μὲν οὖν καὶ ἡ κατὰ φύσιν ἡδονὴ πολλὴν καὶ πολλάκις μέμψιν, ὅταν ἀμέτρως καὶ ἀκορέστως χρῆταί τις αὐτῇ, καθάπερ οἱ περὶ ἐδωδὴν ἄπληστοι, κἂν εἰ μηδὲν τῶν ἀπαγορευομένων προσφέροιντο, καὶ οἱ φιλογύναιοι συνουσίαις ἐπιμεμηνότες καὶ λαγνίστερον ὁμιλοῦντες γυναιξὶν οὐκ ἀλλοτρίαις ἀλλὰ ταῖς ἑαυτῶν.
- 3.10.1
ἡ δὲ μέμψις σώματός ἐστι μᾶλλον ἢ ψυχῆς κατὰ τοὺς πολλούς, πολλὴν μὲν ἔχοντος εἴσω φλόγα, ἣ τὴν παραβληθεῖσαν τροφὴν ἐξαναλίσκουσα ἑτέραν οὐκ εἰς μακρὰν ἐπιζητεῖ, πολλὴν δὲ ἰκμάδα, ἧς τὸ ῥοῶδες διὰ τῶν γεννητικῶν ἀποχετεύεται κνησμοὺς καὶ ὀδαξησμοὺς ἐμποιοῦν καὶ γαργαλισμοὺς ἀπαύστους.
- 3.11.1
τοὺς δὲ καὶ γυναιξὶν ἄλλων καὶ ἔστιν ὅτε οἰκείων καὶ φίλων ἐπιμεμηνότας καὶ ἐπὶ λύμῃ τῶν πλησίον ζῶντας, ὅλα γένη πολυάνθρωπα κιβδηλεύειν ἐπιχειροῦντας καὶ τὰς μὲν ἐπὶ γάμοις εὐχὰς παλιμφήμους τὰς δὲ ἐπὶ τέκνοις ἐλπίδας ἀτελεῖς ἀπεργαζομένους, ἀνίατον νόσον ψυχῆς νοσοῦντας, ὡς κοινοὺς ἐχθροὺς ἅπαντος ἀνθρώπων γένους κολαστέον θανάτῳ, ὡς μήτε ζῶντες ἐν ἀδείᾳ πλείους διαφθείροιεν οἴκους μήτε διδάσκαλοι γένοιντο ἑτέρων, οἷς τὰ πονηρὰ τῶν ἐπιτηδευμάτων ζηλοῦν ἐπιμελές.
- 3.12.1
Εὖ μέντοι καὶ τὰ ἄλλα τὰ περὶ τὰς ὁμιλίας ὁ νόμος διετάξατο. κελεύει γὰρ οὐ μόνον ἀλλοτρίων ἀπέχεσθαι γυναικῶν, ἀλλὰ καὶ χηρευουσῶν μητρυιῶν, αἷς οὐ θέμις συνέρχεσθαι.
- 3.13.1
τὸ Περσικὸν ἔθος εὐθὺς ἀποστραφεὶς καὶ μυσαξάμενος ἀπεῖπεν ὡς μέγιστον ἀνοσιούργημα· μητέρας γὰρ οἱ ἐν τέλει Περσῶν τὰς ἑαυτῶν ἄγονται καὶ τοὺς φύντας ἐκ τούτων εὐγενεστάτους νομίζουσι καὶ βασιλείας, ὡς λόγος, τῆς μεγίστης ἀξιοῦσιν·
- 3.14.1
οὗ τί ἂν γένοιτο δυσσεβέστερον ἀνοσιούργημα; πατρὸς εὐνὴν τετελευτηκότος, ἣν ἄψαυστον ὡς ἱερὰν ἐχρῆν φυλάττεσθαι, καταισχύνειν, γήρως δὲ καὶ μητρὸς αἰδῶ μὴ λαμβάνειν, τὸν αὐτὸν τῆς αὐτῆς υἱὸν καὶ ἄνδρα γίνεσθαι καὶ πάλιν τὴν αὐτὴν τοῦ αὐτοῦ καὶ γυναῖκα καὶ μητέρα, καὶ τοὺς ἀμφοῖν παῖδας τοῦ μὲν πατρὸς ἀδελφούς, υἱωνοὺς δὲ τῆς μητρός, καὶ τὴν μὲν ὧν ἔτεκε μητέρα τε καὶ μάμμην, τὸν δὲ ὧν ἐγέννησεν ἐν ταὐτῷ πατέρα τε καὶ ὁμομήτριον ἀδελφόν —
- 3.15.1
ταῦτ’ ἐπράχθη τὸ παλαιὸν καὶ παρ’ Ἕλλησιν ἐν Θήβαις ἐπὶ τοῦ Λαΐου παιδὸς Οἰδίποδος καὶ ἐπράχθη κατ’ ἄγνοιαν, οὐχ ἑκουσίῳ γνώμῃ, καὶ ὅμως τοσαύτην κακῶν φορὰν ἤνεγκεν ὁ γάμος, ὡς μηδὲν ἐλλειφθῆναι τῶν εἰς τὴν ἀνωτάτω βαρυδαιμονίαν.
- 3.16.1
πολέμων τε γὰρ ἐμφυλίων καὶ ξενικῶν διαδοχαὶ καθάπερ κλῆρος παισὶ καὶ ἐκγόνοις παρὰ πατέρων καὶ προγόνων ἀπελείπετο καὶ πορθήσεις πόλεων τῶν ἐν τῇ Ἑλλάδι μεγίστων ἐγίνοντο καὶ φθοραὶ στρατιωτικῶν δυνάμεων ἐγχωρίων τε καὶ τῶν κατὰ συμμαχίαν ἀφικνουμένων καὶ ἡγεμόνων τῶν παρ’ ἑκατέροις ἀρίστων ἐπάλληλοι φθοραὶ καὶ διὰ τὰς περὶ κράτους [καὶ] ἀρχῆς ἀσυμβάτους ἔχθρας ἀδελφοκτονίαι, δι’ ἃς οὐ μόνον αἱ συγγένειαι καὶ πατρίδες ἀλλὰ καὶ ἡ πλείστη μοῖρα τοῦ Ἑλληνικοῦ παντὸς ἐξεφθάρη πανωλεθρίᾳ· κεναὶ γὰρ αἱ πρότερον εὐανδροῦσαι πόλεις οἰκητόρων μνημεῖα τῶν τῆς Ἑλλάδος συμφορῶν ὑπελείφθησαν, ἀτυχὴς θέα τοῖς ὁρῶσιν.
- 3.17.1
οὐ μὴν οὐδὲ Πέρσαι, παρ’ οἷς ταῦτα ἐπιτηδεύεται, τῶν παραπλησίων κακῶν ἀμοιροῦσιν· ἀεὶ γὰρ ἐν στρατείαις καὶ μάχαις εἰσὶ κτείνοντες καὶ κτεινόμενοι καὶ τοτὲ μὲν τοὺς πλησιοχώρους κατατρέχοντες τοτὲ δὲ τοὺς ἐπανισταμένους ἀμυνόμενοι· πολλοὶ δὲ πολλαχόθεν ἐπανίστανται, τοῦ βαρβαρικοῦ μὴ πεφυκότος ἠρεμεῖν· πρὶν γοῦν καταλυθῆναι τὴν ἐν χερσὶ στάσιν, ἑτέρα φύεται, ὡς μηδένα τοῦ ἔτους ὑπεξῃρῆσθαι καιρὸν εἰς ἡσυχίαν, ἀλλὰ καὶ θέρους καὶ χειμῶνος μεθ’ ἡμέραν καὶ νύκτωρ ὁπλοφορεῖν, πλείω χρόνον ἐν τοῖς στρατοπέδοις ἐν ὑπαίθρῳ ταλαιπωροῦντας ἢ ἐν ταῖς πόλεσιν οἰκοῦντας διὰ πολλὴν ἔνδειαν εἰρήνης.
- 3.18.1
ἐῶ λέγειν τὰς τῶν βασιλέων μεγάλας καὶ ὑπερόγκους εὐπραγίας, οἷς ἀγώνισμα πρῶτον εὐθὺς ἅμα τῇ παραλήψει τῆς ἡγεμονίας τὸ μέγιστον ἄγος, ἀδελφοκτονία, μαντευομένων τὴν ἐκ τῶν ἀδελφῶν γενησομένην ἴσως ἐπίθεσιν ὑπὲρ τοῦ δοκεῖν εὐλόγως κτείνειν.
- 3.19.1
ἅπερ μοι δοκεῖ πάντα συμβαίνειν διὰ τὰς ἀναρμόστους υἱῶν πρὸς μητέρας ὁμιλίας, τῆς ἐφόρου τῶν ἀνθρωπείων δίκης ἀμυνομένης τῶν ἀνοσιουργημάτων τοὺς ἀσεβοῦντας· ἀσεβοῦσι δ’ οὐχ οἱ δρῶντες μόνον, ἀλλὰ καὶ ὅσοι τοῖς δρῶσιν ἑκουσίῳ γνώμῃ συνεπιγράφονται.
- 3.20.1
τοσαύτην δὲ ὁ ἡμέτερος νόμος φυλακὴν πεποίηται τοῦ πράγματος, ὥστε οὐδὲ προγονῷ τελευτήσαντος πατρὸς ἄγεσθαι μητρυιὰν ἐφῆκε, διά τε τὴν εἰς τὸν πατέρα τιμὴν καὶ διότι μητρυιᾶς καὶ μητρὸς ὄνομα συγγενές, εἰ καὶ μὴ τὸ τῆς ψυχῆς συνῳδὸν πάθος·
- 3.21.1
ὁ γὰρ ἀλλοτρίας ἀπέχεσθαι διδαχθείς, ὅτι μητρυιὰ προσερρήθη, πολὺ μᾶλλον ἀφέξεται τῆς φύσει μητρός· καὶ εἴ τις διὰ τὴν ἐπὶ τῷ πατρὶ μνήμην αἰδεῖται τὴν ἐκείνου ποτὲ γενομένην γυναῖκα, δῆλός ἐστιν ἕνεκα τῆς εἰς ἀμφοτέρους τοὺς γονεῖς τιμῆς οὐδὲν βουλευσόμενος ἐπὶ τῇ μητρὶ νεώτερον, ἐπεὶ καὶ σφόδρα ἐστὶν εὔηθες ἡμίσει μέρει τοῦ γένους χαριζόμενον ὁλοκλήρου καὶ παντελοῦς ὀλιγωρεῖν δοκεῖν.
- 3.22.1
Ἑξῆς ἐστι παράγγελμα μηδ’ ἀδελφὴν ἐγγυᾶσθαι, πάνυ σπουδαῖον καὶ συντεῖνον εἰς ἐγκράτειαν ὁμοῦ καὶ εὐκοσμίαν. ὁ μὲν οὖν Ἀθηναῖος Σόλων ὁμοπατρίους ἐφεὶς ἄγεσθαι τὰς ὁμομητρίους ἐκώλυσεν, ὁ δὲ Λακεδαιμονίων νομοθέτης ἔμπαλιν τὸν ἐπὶ ταῖς ὁμογαστρίοις γάμον ἐπιτρέψας τὸν πρὸς τὰς ὁμοπατρίους ἀπεῖπεν·
- 3.23.1
ὁ δὲ τῶν Αἰγυπτίων χλεύην θέμενος τὴν ἑκατέρων εὐλάβειαν ὡς ἡμίεργα διαταταττομένων εὐφόρησεν εἰς ἀσέλγειαν, ἐπιδαψιλευόμενος δυσθεράπευτον κακὸν σώμασι καὶ ψυχαῖς ἀκρασίαν καὶ παρασχὼν ἄδειαν ἁπάσας ἀδελφὰς ἄγεσθαι, τάς τε ἰδίας τοῦ ἑτέρου τῶν γονέων, τοῦδε ἢ τοῦδε, καὶ τὰς ἐξ ἀμφοῖν καὶ τὰς οὐ νεωτέρας μόνον ἀλλὰ καὶ πρεσβυτέρας καὶ ἰσήλικας· καὶ δίδυμοι γὰρ πολλάκις ἐγεννήθησαν, οὓς ἡ μὲν φύσις ἅμα τῇ γενέσει διήρτησε καὶ διέζευξεν, ἡ δ’ ἀκολασία καὶ φιληδονία εἰς κοινωνίαν ἐκάλεσεν ἀκοινώνητον καὶ ἁρμονίαν ἀνάρμοστον.
- 3.24.1
ἅπερ ἐκμυσαξάμενος ὁ ἱερώτατος Μωυσῆς ὡς ἀλλότρια καὶ ἐχθρὰ πολιτείας ἀνεπιλήπτου καὶ προτρέποντα καὶ ἀλείφοντα πρὸς τὰ αἴσχιστα τῶν ἐπιτηδευμάτων ἀνὰ κράτος ἀπεῖπεν ἀδελφῇ συνέρχεσθαι, εἴτε ἐξ ἀμφοῖν εἴτε καὶ μόνου γένοιτο τοῦ ἑτέρου.
- 3.25.1
τί γὰρ δεῖ τὸ τῆς αἰδοῦς κάλλος αἰσχύνειν; τί δ’ ἀχρωμάτους κατασκευάζειν παρθένους, ἃς ἐρυθριᾶν ἀναγκαῖον; τί δὲ τὰς πρὸς τοὺς ἄλλους ἀνθρώπους κοινωνίας καὶ ἐπιμιξίας ἐπέχειν εἰς βραχὺ χωρίον τὸ ἑκάστης οἰκίας συνωθοῦντας μέγα καὶ λαμπρὸν γένος ἐκτείνεσθαι καὶ χεῖσθαι δυνάμενον εἰς ἠπείρους καὶ νήσους καὶ τὴν οἰκουμένην πᾶσαν; αἱ γὰρ πρὸς τοὺς ὀθνείους ἐπιγαμίαι καινὰς ἀπεργάζονται συγγενείας τῶν ἀφ’
- 3.26.1
αἵματος οὐκ ἀποδεούσας. ὧν χάριν πολλὰς καὶ ἄλλας ὁμιλίας ἐκώλυσε προστάξας μὴ θυγατριδῆν, μὴ υἱιδῆν, μὴ τηθίδα πρὸς πατρὸς ἢ μητρός, μὴ θείου ἢ υἱοῦ ἢ ἀδελφοῦ γυναῖκα γενομένην ἐγγυᾶσθαι, μηδ’ αὖ προγονὴν ἢ χήραν ἢ παρθένον ζώσης μὲν τῆς γυναικὸς — ἄπαγε — ἀλλὰ μηδ’ ἀποθανούσης· δυνάμει γὰρ ὅ γε πατρωὸς πατὴρ ὀφείλων τὴν ἐκ τῆς γυναικὸς ἐν τάξει θυγατρὸς τίθεσθαι.
- 3.27.1
πάλιν δύο ἀδελφὰς ἄγεσθαι τὸν αὐτὸν οὐκ ἐπιτρέπει, οὔτ’ ἐν τῷ αὐτῷ οὔτ’ ἐν διαφέρουσι χρόνοις, κἂν τύχῃ τις ἣν προέγημεν ἀπεωσμένος· ζώσης γὰρ ἔτι τῆς συνοικούσης, εἴτε καὶ ἀπηλλαγμένης, ἐάν τε χηρεύῃ ἐάν τε καὶ ἑτέρῳ γαμηθῇ, τὴν ἀδελφὴν οὐχ ὅσιον ὑπέλαβεν ἐπὶ τὰ τῆς ἠτυχηκυίας παρέρχεσθαι, προδιδάσκων τὰ συγγενικὰ δίκαια μὴ λύειν μηδ’ ἐπιβαίνειν πταίσμασι τῆς οὕτως ἡνωμένης κατὰ γένος μηδ’ ἐναβρύνεσθαι καὶ ἐντρυφᾶν θεραπευομένην ὑπὸ τῶν ἐχθρῶν ἐκείνης καὶ ἀντιθεραπεύουσαν αὐτούς.
- 3.28.1
ἐγείρονται γὰρ ἐκ τούτων χαλεπαὶ ζηλοτυπίαι καὶ δυσπαρηγόρητοι φιλονεικίαι φορὰς ἀμυθήτους ἐπάγουσαι κακῶν· ὅμοιον γὰρ ὡς εἰ καὶ τὰ μέρη τοῦ σώματος τῆς κατὰ φύσιν ἁρμονίας ἐκστάντα καὶ κοινωνίας στασιάζοι πρὸς ἄλληλα, ὃ νόσους ἀνιάτους ἀπεργάζεται καὶ φθοράς· ἀδελφαὶ δέ, εἰ καὶ διαιρετὰ μέρη γεγόνασιν, ἀλλ’ οὖν ἁρμόζονται καὶ ἑνοῦνται φύσει καὶ συγγενείᾳ μιᾷ· ἡ δὲ ζηλοτυπία, πάθος ἀργαλεώτατον,
- 3.29.1
ἀπορρήττουσα χαλεπὰ καινουργεῖ κακὰ καὶ δυσίατα. ἀλλὰ μηδὲ ἀλλοεθνεῖ, φησί, κοινωνίαν γάμου συντίθεσο, μή ποτε μαχομένοις ἔθεσιν ὑπαχθεὶς ἐνδῷς καὶ τῆς πρὸς εὐσέβειαν ὁδοῦ λάθῃς διαμαρτὼν πρὸς ἀνοδίαν ἐκτραπείς· καὶ τάχα μὲν αὐτὸς ἀνθέξεις ἐκ πρώτης ἡλικίας ἡρματισμένος ὑποθήκαις ἀρίσταις, ἃς οἱ γονεῖς κατεπᾴδοντες ἀεὶ τοὺς ἱεροὺς νόμους ὑφηγοῦντο· δέος δὲ οὐ μικρόν ἐστι περὶ υἱῶν καὶ θυγατέρων, ἴσως γὰρ δελεασθέντες νόθοις πρὸ γνησίων ἔθεσι κινδυνεύουσι τὴν τοῦ ἑνὸς θεοῦ τιμὴν ἀπομαθεῖν, ὅπερ ἐστὶν ἀρχὴ καὶ τέλος τῆς ἀνωτάτω βαρυδαιμονίας.
- 3.30.1
ἐὰν δέ, φησίν, ἀνδρὸς ἀπαλλαγεῖσα γυνὴ καθ’ ἣν ἂν τύχῃ πρόφασιν ἑτέρῳ γημαμένη πάλιν χηρεύσῃ, ζῶντος ἢ καὶ τετελευτηκότος τοῦ δευτέρου, μὴ ἐπανίτω πρὸς ἄνδρα τὸν πρότερον, ἀλλὰ πᾶσι τοῖς ἄλλοις ἔνσπονδος μᾶλλον ἢ τῷδε γενέσθω, θεσμοὺς παραβᾶσα τοὺς ἀρχαίους, ὧν ἐξελάθετο φίλτρα καινὰ πρὸ τῶν παλαιῶν ἑλομένη.
- 3.31.1
πρὸς δὲ συμβάσεις εἴ τις ἐθέλει χωρεῖν ἀνὴρ τῇ τοιαύτῃ γυναικί, μαλακίας καὶ ἀνανδρίας ἐκφερέσθω δόξαν, ἐκτετμημένος τῆς ψυχῆς τὸ βιωφελέστατον, μισοπόνηρον πάθος, ὑφ’ οὗ καὶ τὰ οἴκων καὶ τὰ πόλεων πράγματα κατορθοῦται, καὶ δύο τὰ μέγιστα τῶν ἀδικημάτων εὐφόρως ἀπομαξάμενος, μοιχείαν τε καὶ προαγωγείαν· αἱ γὰρ αὖθις καταλλαγαὶ μηνύματ’ εἰσὶ τοῦ ἑκατέρου· θανάτου δίκην τινέτω σὺν τῇ γυναικί.
- 3.32.1
Φορὰ τῶν μηνιαίων ὁπότε γένοιτο, μὴ ψαυέτω γυναικὸς ἀνήρ, ἀλλὰ τὸν χρόνον ἐκεῖνον ὁμιλίας ἀνεχέτω νόμον φύσεως αἰδούμενος καὶ ἅμα προδιδασκόμενος μὴ ἀτελεῖς γονὰς ἀκαίρου καὶ ἀμούσου χάριν ἡδονῆς προΐεσθαι· ὅμοιον γὰρ ὡς εἴ τις γεωπόνος ὑπὸ μέθης ἢ φρενοβλαβείας πυροὺς καὶ κριθὰς εἰς λίμνας καὶ χειμάρρους ἀντὶ πεδίων σπείροι, ξηραῖς γὰρ γενομέναις ταῖς ἀρούραις καταβάλλεσθαι χρὴ τὸν σπόρον εἰς εὐκαρπίαν.
- 3.33.1
καθαίρει δὲ καὶ ἡ φύσις ἑκάστῳ μηνὶ τὴν μήτραν οἷά τινα θαυμαστὴν ἄρουραν, ἧς τὸν καιρὸν ἀγαθοῦ γεωργοῦ τρόπον ἐπιτηρητέον, ἵν’ ἔτι μὲν ἐπικλυζομένης ἐπέχοι τὸν σπόρον — λήσεται γὰρ τῇ φορᾷ κατασυρεὶς ὑπὸ τῆς ὑγρότητος τοὺς σπερματικοὺς τόνους οὐ χαλασθεὶς μόνον ἀλλὰ καὶ εἰς ἅπαν ἐκλυθείς· οὗτοι δ’ εἰσὶν οἱ ἐν τῇ μήτρᾳ τῷ τῆς φύσεως ἐργαστηρίῳ ζῳοπλαστοῦντες καὶ τῶν μερῶν ἕκαστον σώματός τε καὶ ψυχῆς ἀκρότητι τέχνης τελεσιουργοῦντες —, εἰ δ’ ἐπίσχοι τὰ μηνιαῖα, θαρρῶν ἤδη γόνιμα κατασπείροι μηκέτι φθορὰς τῶν καταβληθησομένων δεδιώς.
- 3.34.1
ὀνειδιστέον καὶ τοῖς σκληρὰν καὶ λιθώδη γῆν ἀροῦσιν· οὗτοι δὲ τίνες ἂν εἶεν ἢ οἱ στείραις συνερχόμενοι γυναιξί; θήρᾳ γὰρ αὐτὸ μόνον ἡδονῆς ἀκράτορος ὡς οἱ λαγνίστατοι τὰς γονὰς ἑκουσίῳ γνώμῃ διαφθείρουσιν· ἐπεὶ τίνος ἄλλου χάριν ἐγγυῶνται τὰς τοιαύτας; οὐ μὴν δι’ ἐλπίδα τέκνων, ἣν ἴσασιν ἐξ ἀνάγκης ἀτελῆ γενησομένην, ἀλλὰ δι’ ὑπερβάλλοντα οἶστρον καὶ ἀκρασίαν ἀνίατον.
- 3.35.1
ὅσοι μὲν οὖν ἄγονται κόρας ἀγνοίᾳ τοῦ πῶς ἔχουσιν εὐθὺς εὐτοκίας ἢ τοὐναντίον, ὁπόταν χρόνῳ μακρῷ ὕστερον ἐκ τῆς ἀγονίας αἰσθανόμενοι στείρας αὐτὰς μὴ ἀποπέμπωνται, συγγνώμης εἰσὶν ἐπάξιοι συνηθείας, βιαστικωτάτου πράγματος, ἡττώμενοι καὶ φίλτρα ἀρχαῖα συμβιώσει μακρᾷ ταῖς ψυχαῖς ἐνεσφραγισμένα λύειν ἀδυνατοῦντες.
- 3.36.1
ὅσοι δὲ προδεδοκιμασμένας ἑτέροις ἀνδράσιν ὡς εἰσὶν ἄγονοι μνῶνται συῶν τρόπον ἢ τράγων ὀχεύοντες αὐτὸ μόνον, ἐν ἀσεβῶν στήλαις ἐγγραφέσθωσαν ὡς ἀντίπαλοι θεοῦ· τῷ μὲν γὰρ ἅτε φιλοζῴῳ καὶ φιλανθρώπῳ δι’ ἐπιμελείας τῆς πάσης ἐστὶ σωτηρίαν καὶ μονὴν τοῖς γένεσιν ἅπασιν ἐργάζεσθαι, οἱ δ’ ἅμα τῇ καταβολῇ σβέσιν τοῖς σπέρμασι τεχνάζοντες ἐχθροὶ τῆς φύσεως ὁμολογουμένως εἰσίν.
- 3.37.1
Ἐπεισκεκώμακε δὲ ταῖς πόλεσιν ἕτερον πολὺ τοῦ λεχθέντος μεῖζον κακόν, τὸ παιδεραστεῖν, ὃ πρότερον μὲν καὶ λεχθῆναι μέγα ὄνειδος ἦν, νυνὶ δ’ ἐστὶν αὔχημα οὐ τοῖς δρῶσι μόνον, ἀλλὰ καὶ τοῖς πάσχουσιν, οἳ νόσον θήλειαν νοσεῖν ἐθιζόμενοι τάς τε ψυχὰς καὶ τὰ σώματα διαρρέουσι μηδὲν ἐμπύρευμα τῆς ἄρρενος γενεᾶς ἐῶντες ὑποτύφεσθαι, περιφανῶς οὕτως τὰς τῆς κεφαλῆς τρίχας ἀναπλεκόμενοι καὶ διακοσμούμενοι καὶ ψιμμυθίῳ καὶ φύκεσι καὶ τοῖς ὁμοιοτρόποις τὰς ὄψεις τριβόμενοι καὶ ὑπογραφόμενοι καὶ εὐώδεσι μύροις λίπα χριόμενοι — προσαγωγὸν γὰρ μάλιστα ἐν τοῖς τοιούτοις τὸ εὐῶδες ἐν ἅπασι τοῖς εἰς εὐκοσμίαν ἠσκημένοις —, καὶ τὴν ἄρρενα φύσιν ἐπιτηδεύσει τεχνάζοντες εἰς θήλειαν μεταβάλλειν οὐκ ἐρυθριῶσι.
- 3.38.1
καθ’ ὧν φονᾶν ἄξιον νόμῳ πειθαρχοῦντας, ὃς κελεύει τὸν ἀνδρόγυνον τὸ φύσεως νόμισμα παρακόπτοντα νηποινεὶ τεθνάναι, μηδεμίαν ἡμέραν ἀλλὰ μηδ’ ὥραν ἐώμενον ζῆν, ὄνειδος αὑτοῦ καὶ οἰκίας καὶ πατρίδος ὄντα καὶ τοῦ σύμπαντος ἀνθρώπων γένους.
- 3.39.1
ὁ δὲ παιδεραστὴς ἴστω τὴν αὐτὴν δίκην ὑπομένων, ἐπειδὴ τὴν παρὰ φύσιν ἡδονὴν διώκει καὶ τὰς πόλεις τό γε ἐπ’ αὐτὸν ἧκον μέρος ἐρήμους καὶ κενὰς ἀποδείκνυσιν οἰκητόρων διαφθείρων τὰς γονὰς καὶ προσέτι τῶν μεγίστων κακῶν, ἀνανδρίας καὶ μαλακίας, ὑφηγητὴς καὶ διδάσκαλος ἀξιοῖ γενέσθαι τοὺς νέους ὡραΐζων καὶ τὸ τῆς ἀκμῆς ἄνθος ἐκθηλύνων, ὃ πρὸς ἀλκὴν καὶ ῥώμην ἀλείφειν ἁρμόττον ἦν, καὶ τελευταῖον ὅτι κακοῦ τρόπον γεωργοῦ τὰς μὲν βαθυγείους καὶ εὐκάρπους ἀρούρας χερσεύειν ἐᾷ μηχανώμενος ἐπ’ αὐταῖς ἀγονίαν, ἐξ ὧν δ’ οὐδὲν βλάστημα προσδοκᾶται τὸ παράπαν, εἰς ταῦτα πονεῖται μεθ’ ἡμέραν τε καὶ νύκτωρ.
- 3.40.1
αἴτιον δ’ οἶμαι τὸ παρὰ πολλοῖς τῶν δήμων ἀκρασίας καὶ μαλακίας ἆθλα κεῖσθαι· τοὺς γοῦν ἀνδρογύνους ἔστιν ἰδεῖν διὰ πληθυούσης ἀγορᾶς ἀεὶ σοβοῦντας κἀν ταῖς ἑορταῖς προπομπεύοντας καὶ τὰ ἱερὰ τοὺς ἀνιέρους διειληχότας καὶ μυστηρίων καὶ τελετῶν κατάρχοντας καὶ τὰ Δήμητρος ὀργιάζοντας.
- 3.41.1
ὅσοι δ’ αὐτῶν τὴν καλὴν νεανιείαν προσεπιτείνοντες εἰς ἅπαν ὠρέχθησαν μεταβολῆς τῆς εἰς γυναῖκας καὶ τὰ γεννητικὰ προσαπέκοψαν, ἁλουργίδας ἀμπεχόμενοι καθάπερ οἱ μεγάλων ἀγαθῶν αἴτιοι ταῖς πατρίσι προέρχονται δορυφορούμενοι, τοὺς ὑπαντῶντας ἐπιστρέφοντες.
- 3.42.1
εἰ δ’ ἦν ἀγανάκτησις οἵα παρὰ τῷ ἡμετέρῳ νομοθέτῃ κατὰ τῶν τὰ τοιαῦτα τολμώντων καὶ ὡς κοινὰ τῶν πατρίδων ἄγη καὶ μιάσματα δίχα συγγνώμης ἀνῃροῦντο, πολλοὺς ἂν ἑτέρους συνέβαινε νουθετεῖσθαι· αἱ γὰρ τῶν προκαταγνωσθέντων ἀπαραίτητοι τιμωρίαι ἀνακοπὴν οὐ βραχεῖαν ἐργάζονται τοῖς ζηλωταῖς τῶν ὁμοίων ἐπιτηδευμάτων.
- 3.43.1
Ἀλλὰ γὰρ ἔνιοι τὰς Συβαριτῶν καὶ τὰς ἔτι λαγνιστέρων ἐπιθυμίας ζηλώσαντες τὸ μὲν πρῶτον ὀψοφαγίαις καὶ οἰνοφλυγίαις καὶ ταῖς ἄλλαις ταῖς γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδοναῖς ἐνησκήθησαν, εἶτα δὲ κορεσθέντες ἐξύβρισαν — ὕβριν γὰρ κόρος γεννᾶν πέφυκεν —, ὡς ὑπὸ φρενοβλαβείας λυττᾶν καὶ ἐπιμεμηνέναι μηκέτ’ ἀνθρώποις εἴτ’ ἄρρεσιν εἴτε θηλείαις ἀλλὰ καὶ ἀλόγοις ζῴοις, ὥσπερ ἐν Κρήτῃ φασὶ τὸ παλαιὸν τὴν γυναῖκα Μίνω τοῦ βασιλέως ὄνομα Πασιφάην·
- 3.44.1
ταύρου γὰρ ἐρασθεῖσαν καὶ τῷ πάθει σφαδᾴζουσαν ἕνεκα τῆς περὶ τὴν ὁμιλίαν ἀπογνώσεως — ἀποτυγχανόμενος γὰρ ἔρως οὐ μετρίως ἐπιτείνεται — Δαιδάλῳ τὴν κατέχουσαν συμφορὰν ἀνενεγκεῖν, ὃς ἦν τῶν κατ’ αὐτὸν ἄριστος δημιουργός· τὸν δὲ πάνυ δεινὸν ὄντα ταῖς ἐπινοίαις τὰ ἀθήρατα θηρᾶν δούρειον κατασκευάσαι βοῦν καὶ διὰ τῆς ἑτέρας πλευρᾶς ἐνθεῖναι τὴν Πασιφάην, τὸν δὲ ταῦρον ὁρμήσαντα ὡς ἐπὶ ζῷον συγγενὲς ἐπιβαίνειν· ἐγκύμονα δὲ γενομένην χρόνοις ὕστερον ἀποτεκεῖν μιξόθηρα τὸν ἐπικαλούμενον Μινώταυρον.
- 3.45.1
εἰκὸς δὲ καὶ ἄλλας ἔσεσθαι Πασιφάας, ἀχαλινώτων ἐωμένων τῶν παθῶν, καὶ οὐ γυναῖκας μόνον ἀλλὰ καὶ ἄνδρας ἐπιμανήσεσθαι θηρίοις, ἐξ ὧν γενήσεσθαι τέρατα παλίμφημα, μηνύματα τῆς ἀνθρώπων ὑπερβαλλούσης βδελυρίας· δι’ ἣν ἴσως καὶ αἱ τῶν ἀνυπάρκτων καὶ μεμυθευμένων ἀγένητοι φύσεις Ἱπποκενταύρων καὶ Χιμαιρῶν καὶ τῶν ὁμοιοτρόπων ἔσονται.
- 3.46.1
τοσοῦτον δ’ ἄρα τὸ προμηθὲς ἐν τοῖς ἱεροῖς νόμοις ἐστίν, ὥσθ’ ὑπὲρ τοῦ μηδεμίαν ἔκθεσμον ὁμιλίαν ἀνθρώπους προσίεσθαι διείρηται μηδὲ κτῆνος ἐᾶν ὑπό τινος ἑτερογενοῦς ὀχεύεσθαι· τράγον οὐδεὶς ἐάσει ποιμὴν Ἰουδαῖος ἐπιβαίνειν ἀμνάδι οὐδὲ κριὸν χιμαίρᾳ οὐδὲ βοῦν ἵππῳ, εἰ δὲ μή, δώσει δίκας ὡς φύσεως δόγμα λύων, ᾗ τὰ ἀνωτάτω γένη διατηρεῖν ἐπιμελὲς οὐ νοθευόμενα.
- 3.47.1
τοὺς ὀρεῖς ἔνιοι μὲν ἁπάντων ὑποζυγίων προτιμῶσιν, ἐπειδὴ τὰ σώματα αὐτοῖς πέπηγε καὶ σφόδρα νενεύρωται, κἀν τοῖς ἱπποφορβίοις καὶ ταῖς ἱπποστάσεσιν ὄνους ὑπερμεγέθεις, οὓς προσαγορεύουσι κήλωνας, ἀνατρέφουσιν, ἵνα ταῖς θηλείαις ἐπιβαίνωσι πώλοις, αἳ δὴ μικτὸν ζῷον ἀποτίκτουσιν ἡμίονον, ἧς παρὰ φύσιν τὴν γένεσιν εἰδὼς ἀνὰ κράτος ἀπεῖπε Μωυσῆς καθολικωτέρᾳ προστάξει, τοῖς ἀνομοιογενέσι μὴ ἐφεὶς ὀχεύειν ἢ ὀχεύεσθαι.
- 3.48.1
προὐνόησε μὲν οὖν ἀναλόγως τοῦ πρέποντος καὶ ἀκολούθου τῇ φύσει, μακρόθεν δ’ ὡς ἀπὸ σκοπῆς ἐσωφρόνισεν ἀνθρώπους, ἵν’ ἐκ τῶνδε προμαθόντες ἄνδρες ὁμοῦ καὶ γυναῖκες ἀνέχωσιν ὁμιλιῶν ἐκνόμων.
- 3.49.1
ἐάν τε οὖν ἀνὴρ ὀχεύῃ τετράπουν ἐάν τε γυνὴ ὑπὸ τετράποδος ὀχεύηται, θνῃσκέτωσαν καὶ οἱ ἄνθρωποι καὶ τὰ τετράποδα, οἱ μὲν ὅτι ὑπὲρ τοὺς ὅρους ἀκρασίας αὐτῆς ἤλασαν εὑρεταὶ γενόμενοι παρηλλαγμένων ἐπιθυμιῶν καὶ ὅτι ἡδονὰς ἀηδεστάτας ἐκαινούργησαν, ὧν καὶ ἡ διήγησις αἰσχίστη, τὰ δὲ ὅτι τοιούτοις ὀνείδεσιν ὑπηρέτησε καὶ ἵνα μηδὲν ἢ τέκῃ ἢ γεννήσῃ παλίμφημον, οἷα εἰκὸς ἐκ τοιούτων μιασμάτων·
- 3.50.1
ἄλλως τε οἷς καὶ βραχὺ μέλει τοῦ πρέποντος οὐκέτ’ ἂν χρήσαιντο τοῖς θρέμμασιν εἰς οὐδεμίαν τῶν περὶ βίον ὑπηρεσίαν, μυσαττόμενοι καὶ ἀποστρεφόμενοι καὶ τὴν ὄψιν αὐτὴν δυσχεραίνοντες καὶ νομίζοντες ὧν ἂν προσάψαιτο κἀκεῖνα εὐθὺς ἀκάθαρτα εἶναι· τὰ δὲ μηδαμῇ χρήσιμα τῷ βίῳ ζῆν εἰ καὶ λυσιτελὲς ἀλλ’ οὖν περιττὸν „ἄχθος γῆς“, ὡς εἶπέ τις.
- 3.51.1
Πάλιν πόρνην ἡ κατὰ Μωυσῆν οὐ παραδέχεται πολιτεία κοσμιότητος καὶ αἰδοῦς καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀλλοτρίαν, ἣ ἀναπιμπλᾶσα τὰς ψυχὰς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἀκολασίας τὸ μὲν τῆς διανοίας ἀθάνατον κάλλος αἰσχύνει, τὴν δὲ τοῦ σώματος ὀλιγοχρόνιον εὐμορφίαν προτιμᾷ, παραρριπτοῦσα μὲν αὑτὴν τοῖς ἐπιτυχοῦσι, τὴν δ’ ὥραν ὥσπερ τι τῶν ὠνίων ἐπ’ ἀγορᾶς πιπράσκουσα, καὶ ἐπὶ μὲν θήρᾳ τῶν νέων ἕκαστα λέγει τε καὶ πράττει, τοὺς δὲ ἐραστὰς ἀλείφει κατὰ ἀλλήλων αἴσχιστον ἆθλον αὑτὴν προτιθεῖσα τοῖς τὸ πλέον εἰσενεγκοῦσιν. ὡς λύμη καὶ ζημία καὶ κοινὸν μίασμα καταλευέσθω, τὰς τῆς φύσεως διαφθείρασα χάριτας, ἃς ἥρμοττε καλοκἀγαθίᾳ προσεπικοσμῆσαι.
- 3.52.1
Μοιχείας δὲ τὰς μὲν ἢ αὐτοφώρους ἢ ἐναργέσιν ἐλέγχοις πιστουμένας ὑπαιτίους ἀπέφηνεν ὁ νόμος, τὰς δὲ καθ’ ὑπόνοιαν οὐκ ἐδικαίωσεν ἐξετάζεσθαι πρὸς ἀνθρώπων, ἀλλὰ εἰς τὸ τῆς φύσεως ἤγαγε δικαστήριον, ἐπειδήπερ ἄνθρωποι μὲν τῶν ἐμφανῶν ἐπιγνώμονες, θεὸς δὲ καὶ τῶν ἀδήλων, ᾧ μόνῳ δυνατὸν ψυχὴν ἐναργῶς θεάσασθαι.
- 3.53.1
φησὶν οὖν τῷ ὑπονοήσαντι ἀνδρί· γραψάμενος πρόκλησιν εἰς τὴν ἱερόπολιν ἴθι σὺν τῇ γυναικὶ καὶ καταστὰς ἐπὶ τῶν δικαστῶν ἀπογύμνωσον τὸ παραστάν σοι τῆς ὑπονοίας πάθος, μὴ ὡς ἄν τις συκοφάντης ἢ κακοτεχνῶν ὑπὲρ τοῦ πάντως περιγενέσθαι, ἀλλ’ ὡς ἄν τις τῆς ἀληθείας ἀκριβὴς ἐξεταστὴς ἄνευ σοφιστείας.
- 3.54.1
ἡ δὲ γυνὴ δύο κινδύνους ὑπομένουσα, τὸν μὲν ὑπὲρ ψυχῆς, τὸν δὲ αἰσχύνης βίου, παντὸς ἀργαλεώτερον θανάτου, κρινάτω παρ’ αὑτῇ τὸ πρᾶγμα, κἂν μὲν καθαρεύῃ, θαρροῦσα ἀπολογείσθω, εἰ δὲ ὑπὸ τοῦ συνειδότος ἐλέγχοιτο, καταδυέσθω, προκάλυμμα τῶν ἁμαρτημάτων αἰδῶ ποιησαμένη· τὸ γὰρ μέχρι τέλους ἀναισχυντεῖν ὑπερβολὴ κακίας.
- 3.55.1
ἐὰν δὲ ἀμφήριστα ᾖ τὰ λεχθέντα καὶ μηδέτερον καθέλκῃ μέρος, ἴτωσαν εἰς τὸ ἱερόν, καὶ ὁ μὲν ἀνὴρ στὰς ἀντικρὺ τοῦ βωμοῦ, παρόντος τοῦ κατ’ ἐκείνην τὴν ἡμέραν ἱερωμένου, δηλούτω τὴν ὑπόνοιαν, ἅμα καὶ κομίζων ἄλευρον κρίθινον, εἶδός τι θυσίας ὑπὲρ τῆς γυναικός, εἰς ἔνδειξιν τοῦ μὴ κατ’ ἐπήρειαν ἀλλ’ ἀπὸ γνώμης ὑγιοῦς κατ’ ἐνδοιασμὸν εὔλογον αἰτιᾶσθαι.
- 3.56.1
ὁ δὲ ἱερεὺς λαβὼν προτεινέτω τῇ γυναικὶ καὶ τοὐπίκρανον ἀφελών, ἵν’ ἐπικρίνηται γεγυμνωμένῃ τῇ κεφαλῇ, τὸ τῆς αἰδοῦς περιῃρημένη σύμβολον, ᾧ ταῖς εἰς ἅπαν ἀναιτίοις ἔθος χρῆσθαι. μήτε δὲ ἔλαιον μήτε λιβανωτὸς ὡς ἐπὶ τῶν ἄλλων θυσιῶν παρέστω, διὰ τὸ μὴ ἐπὶ χαρτοῖς ἀλλ’ ἄγαν ὀδυνηροῖς τὴν θυσίαν μέλλειν ἐπιτελεῖσθαι.
- 3.57.1
κρίθινον δ’ ἐστὶ τὸ ἄλευρον, ἴσως ἐπειδὴ ὑπαμφίβολός ἐστιν ἡ ἀπὸ κριθῆς τροφὴ καὶ ἀλόγοις ζῴοις καὶ ἀτυχέσιν ἀνθρώποις ἐφαρμόζεται, σύμβολον τοῦ τὴν μεμοιχευμένην οὐδὲν θηρίων διαφέρειν, ὧν ἀδιακρίτους εἶναι καὶ ἀνεπιστάτους τὰς ὀχείας συμβέβηκε, τὴν δὲ καθαρεύουσαν τῶν ἐγκλημάτων τὸν οἰκεῖον ἀνθρώπων βίον ἐζηλωκέναι.
- 3.58.1
λαβὼν δέ, φησίν, ὁ ἱερεὺς κεραμεοῦν ἀγγεῖον ἐγχείτω καθαρὸν ὕδωρ ἐκ πηγῆς ἀρυσάμενος καὶ ἐπιφερέτω βῶλον γῆς ἐκ τοῦ κατὰ τὸ ἱερὸν ἐδάφους· ἅπερ οἶμαι καὶ αὐτὰ συντείνειν πρὸς τὴν ἔρευναν τῆς ἀληθείας διὰ συμβόλων, τὸ μὲν κεραμεοῦν ἀγγεῖον πρὸς τὸ μεμοιχεῦσθαι, διὰ τὸ εὐκάτακτον, θάνατος γὰρ ἡ κατὰ μοιχῶν δίκη, ἡ δὲ γῆ καὶ τὸ ὕδωρ πρὸς τὸ καθαρεύειν τῆς αἰτίας, ἐπειδὴ δι’ ἀμφοτέρων αἱ γενέσεις καὶ αὐξήσεις καὶ τελειώσεις ἁπάντων.
- 3.59.1
ὅθεν ἑκάτερον οὐκ ἀπὸ σκοποῦ καὶ τοῖς ὀνόμασιν ἐπεκόσμησε, τὸ μὲν ὕδωρ εἰπὼν δεῖν „καθαρὸν“ λαμβάνειν καὶ „ζῶν“, ἐπεὶ ἀνυπαίτιος ἡ γυνὴ καθαρεύει τὸν βίον καὶ ζῆν ὀφείλει, τὴν δὲ γῆν οὐκ ἀπὸ τοῦ τυχόντος ἀλλ’ ἀπὸ τοῦ ἱεροῦ ἐδάφους, ὅπερ ἀναγκαῖον ἀρετᾶν, ὡς καὶ γυναῖκα τὴν σώφρονα.
- 3.60.1
τούτων δὲ προευτρεπισθέντων, ἡ μὲν ἀκατακαλύπτῳ τῇ κεφαλῇ τὸ κρίθινον ἄλευρον κομίζουσα, καθάπερ ἐλέχθη, παρίτω, ὁ δὲ ἱερεὺς [ἀντικρὺ] τὸ κεραμεοῦν ἀγγεῖον, ἐν ᾧ ὕδωρ ἐστὶ καὶ γῆ, ἀντικρὺ στὰς ἐπιλεγέτω τάδε·
- 3.61.1
„εἰ μὲν τοὺς ἐπὶ γάμοις θεσμοὺς οὐ παραβέβηκας οὐδ’ ἀνὴρ ἕτερος ὡμίλησέ σοι καθυφεμένῃ τὰ πρὸς τὸν νόμῳ συνοικισθέντα δίκαια, ἀνυπαίτιος καὶ ἀθῷος ἴσθι· εἰ δ’ ὠλιγώρησας μὲν ἀνδρὸς καινὰς δὲ ἐζήλωσας ἐπιθυμίας ἢ ἐρασθεῖσα ἢ ἐρασθέντι ἐνδοῦσα, τὰ ἀναγκαιότατα καὶ φίλτατα προδοῦσα καὶ νοθεύσασα, μὴ ἀγνόει πάσαις ἀραῖς ἔνοχος γεγενημένη, ὧν τὰ δείγματα ἀναφανεῖς ἐπὶ τοῦ σώματος.
- 3.62.1
ἴθι δὴ ἔκπινε ποτὸν ἐλέγχου, ὃ τὰ κεκρυμμένα νῦν καὶ ἀδηλούμενα ἀπαμφιάσει καὶ ἀπογυμνώσει.“ ταῦτα γράψας ἐν χαρτιδίῳ καὶ ἀπαλείψας τῷ κατὰ τὸ ἀγγεῖον ὕδατι προτεινέτω τῇ γυναικί· ἡ δὲ πιοῦσα ἀπαλλαττέσθω προσδοκῶσα ἢ σωφροσύνης ἆθλον ἢ ἀκολασίας τὴν ἀνωτάτω τιμωρίαν. εἰ μὲν γὰρ σεσυκοφάντηται, σπορὰν καὶ γένεσιν τέκνων ἐλπιζέτω τῶν ἐπὶ στειρώσει καὶ ἀγονίᾳ φόβων καὶ φροντίδων ἀλογοῦσα· εἰ δ’ ἐστὶν ἔνοχος, ἐφεδρεύσοντα ἴστω γαστρὸς ὄγκον οἰδούσης καὶ πιμπραμένης καὶ τῶν περὶ μήτραν δεινὴν κάκωσιν, ἣν καθαρὰν οὐκ ἠξίωσε διατηρεῖν ἀνδρὶ τῷ κατὰ πάτρια γήμαντι.
- 3.63.1
τοσαύτην δ’ ἔχει πρόνοιαν ὁ νόμος τοῦ μηδὲν ἐπὶ γάμοις νεωτερίζεσθαι, ὥστε καὶ τοὺς συνιόντας εἰς ὁμιλίαν ἄνδρας καὶ γυναῖκας κατὰ τοὺς ἐπὶ γάμοις θεσμούς, ὅταν εὐνῆς ἀπαλλάττωνται, οὐ πρότερον ἐᾷ τινος ψαύειν ἢ λουτροῖς καὶ περιρραντηρίοις χρῆσθαι, πόρρωθεν μοιχείας ἀνείργων καὶ τῶν ἐπὶ μοιχείαις ἐγκλημάτων.
- 3.64.1
Ἐὰν δέ τις χήραν ἀποθανόντος ἀνδρὸς ἢ καὶ διαζευχθεῖσαν ἄλλως βιασάμενος αἰσχύνῃ, κουφότερον ἢ κατὰ μοιχείαν ἁμάρτημα δρῶν, ἥμισυ σχεδὸν ἐκείνου, τῆς μὲν θανάτου τιμωρίας ἀφείσθω, βίαν δὲ καὶ ὕβριν καὶ ἀκολασίαν καὶ θράσος τὰ αἴσχιστα ὡς κάλλιστα ἀποδεξάμενος κατηγορείσθω καὶ ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι τιμάτω τὸ δικαστήριον ἐπ’ αὐτῷ.
- 3.65.1
Ἀδελφὸν μὲν καὶ συγγενὲς ἀδίκημα μοιχείας φθορά, καθάπερ ἐκ μητρὸς μιᾶς, ἀκολασίας, φύντα· ἣν ἔνιοι τῶν εἰωθότων εὐπρεπέσιν ὀνόμασι τὰ αἰσχρὰ ἐπικοσμεῖν ἔρωτα ὀνομάζουσι τἀληθὲς ὁμολογεῖν ἐρυθριῶντες. ἀλλ’ ὅμως, εἰ καὶ συγγενές, οὐ παντάπασιν ὅμοιον, τῷ τὸ ἀδίκημα μὴ εἰς πλείους χωρεῖν οἰκίας, ὡς ἐπὶ τῆς μοιχείας συμβέβηκεν, ἀλλ’ εἰς μίαν συνῆχθαι τὴν τῆς παρθένου.
- 3.66.1
λεκτέον οὖν τῷ κόρης ἀστῆς ἐπιθυμοῦντι· "προπέτειαν καὶ θράσος ἀναίσχυντον ἢ τὰς ἐπ’ ἐνέδρᾳ πάγας ἤ τι τῶν ὁμοιοτρόπων, ὦ οὗτος, ἀποστραφεὶς μήτε ἀναφανδὸν μήτε λάθρα πονηρὸς ἐξετασθῇς.
- 3.67.1
ἀλλ’ εἴπερ ἄρα τι τῇ ψυχῇ πέπονθας πρὸς τὴν παῖδα οἰκεῖον, ἴθι πρὸς τοὺς γονεῖς αὐτῆς, ἐὰν ζῶντες τυγχάνωσιν, εἰ δὲ μή, πρὸς τοὺς ἀδελφοὺς ἢ ἐπιτρόπους ἢ ἄλλους κυρίους, καὶ ἀπογυμνώσας τὸ σεαυτοῦ πάθος, ὡς χρὴ τὸν ἐλεύθερον, αἴτει πρὸς γάμον καὶ παρακάλει μὴ ἀνάξιος νομισθῆναι.
- 3.68.1
σκαιὸς γὰρ οὐδεὶς ἂν οὕτως γένοιτο τῶν ἐπιμελουμένων τῆς παιδός, ὡς ἐναντιωθῆναι πρὸς λιπαρεστέρας δεήσεις, καὶ μάλιστά γε ἐπειδὰν ἐξετάσας ἀνευρίσκῃ μὴ κατεψευσμένον ἢ ἐπιπόλαιον ἄλλως τὸ πάθος ἀλλ’ ἐπαληθεῦον καὶ παγίως ἐνιδρυμένον.“
- 3.69.1
ἐὰν δέ τις λυττῶν καὶ μεμηνώς, ἅπασι τοῖς ἐκ λογισμοῦ πολλὰ χαίρειν φράσας, δυναστείαν τὸν οἶστρον καὶ τὴν ἐπιθυμίαν ὑπολαβών, νόμου βίαν, ὥς φασί τινες, προτιμοτέραν θέμενος, ἁρπάζῃ καὶ φθείρῃ ταῖς ἐλευθέραις ὡς θεραπαίναις χρώμενος, τὰ πολέμου δρῶν ἐν εἰρήνῃ, πρὸς τοὺς δικαστὰς ἀγέσθω.
- 3.70.1
κἂν μὲν ᾖ πατὴρ τῇ βιασθείσῃ, βουλευέσθω περὶ ἐγγύης τῆς πρὸς τὸν ἐφθαρκότα· εἶτα ἐὰν μὲν ἀνανεύῃ, προικιζέτω τὴν παῖδα ὁ φθορεὺς ἄλλως ζημιούμενος χρήμασιν, ἐὰν δὲ συναινῇ καὶ συνεπιγράφηται, μηδὲν ὑπερτιθέμενος ἀγέσθω προῖκα πάλιν τὴν ἴσην ὁμολογῶν καὶ μήτε ἀναδύεσθαι τὴν ἐξουσίαν ἐχέτω μήτε παραιτεῖσθαι, καὶ δι’ αὐτόν, ἵνα μὴ λαγνείας ἕνεκα δοκῇ μᾶλλον ἢ κατ’ ἔρωτα νόμιμον ἐφθαρκέναι, καὶ διὰ τὴν κόρην, ἵν’ αὐτῆς τὸ περὶ τὴν πρώτην σύνοδον ἀτύχημα παρηγορηθῇ βεβαιοτάτῳ γάμῳ, ὃν οὐδὲν ἄλλο τι ἢ θάνατος διαζεύξει.
- 3.71.1
ἐὰν δὲ πατρὸς ὀρφανὴ τυγχάνῃ, πρὸς τῶν δικαστῶν ἐρωτάσθω, εἴτε βούλεται συνοικεῖν εἴτε μή· ἐάν τε δὲ συναινῇ ἐάν τε ἀρνῆται, τὰ αὐτὰ γινέσθω ἃ ἂν καὶ ἐπὶ ζῶντι διωμολογήθη τῷ πατρί.
- 3.72.1
Μεθόριόν τινες ὑπολαμβάνουσιν ἀδίκημα εἶναι φθορᾶς καὶ μοιχείας ὑπογάμιον, ὅταν ὁμολογίαι μὲν ὑπερεγγυήσωσι, μήπω δὲ τῶν γάμων ἐπιτελεσθέντων ἕτερος ἀπατήσας τις ἢ καὶ βιασάμενος εἰς ὁμιλίαν ἔλθῃ. παρ’ ἐμοὶ δὲ κριτῇ μοιχείας καὶ τοῦτ’ ἐστὶν εἶδος· αἱ γὰρ ὁμολογίαι γάμοις ἰσοδυναμοῦσιν, αἷς ἀνδρὸς ὄνομα καὶ γυναικὸς καὶ τὰ ἄλλα τὰ ἐπὶ συνόδοις ἐγγράφεται.
- 3.73.1
ὧν χάριν καταλεύειν ὁ νόμος ἀμφοτέρους προσέταξεν, ἐάν γε ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς γνώμης ἐπιθῶνται τοῖς ἀδικήμασι συμφρονήσαντες· οὐχ οἷόν τε γὰρ μὴ ἀπὸ τῶν αὐτῶν ὁρμηθέντας βουλευμάτων νομίζεσθαι συναδικεῖν, οὐ συναδικοῦντας.
- 3.74.1
παρὰ γοῦν τὰς τῶν τόπων διαφορὰς αὔξεσθαι συμβέβηκε καὶ μειοῦσθαι τἀδίκημα· μεῖζον μὲν γάρ, ὡς εἰκός, ἐστίν, εἰ πραχθείη κατὰ πόλιν, ἔλαττον δέ, εἰ τειχῶν ἔξω κατ’ ἐρημίαν· ἐνταῦθα μὲν γὰρ βοηθὸς οὐδὲ εἷς ἐστι τῇ παιδὶ πάνθ’ ὅσα ὑπὲρ τοῦ διατηρῆσαι τὴν παρθενίαν ἄψαυστον καὶ ἀνεπιβούλευτον λεγούσῃ τε καὶ δρώσῃ, ἐν ἄστει δὲ βουλευτήρια, δικαστήρια, στρατηγῶν, ἀγορανόμων, ἀστυνόμων, ἄλλων ἀρχόντων ὅμιλοι μεγάλοι καὶ σὺν τούτοις ὁ δῆμος.
- 3.75.1
ἔστι γὰρ ἔστιν ἐν ἑκάστου τῇ ψυχῇ, κἂν ἰδιώτης τυγχάνῃ, μισοπόνηρον πάθος, ὃ διακινηθὲν ἀποδείκνυσι τὸν ἔχοντα κατ’ ἐκεῖνον τὸν χρόνον ὑπέρμαχον καὶ προαγωνιστὴν αὐτοκέλευστον τοῦ δόξαντος ἠδικῆσθαι.
- 3.76.1
τῷ μὲν οὖν διαπραξαμένῳ τὴν βίαν ἕπεται δίκη πανταχοῦ, μηδὲν ἐκ τῆς τῶν χωρίων διαφορᾶς εὑρισκομένῳ πρὸς ἐπανόρθωσιν ὧν ὕβρισε καὶ παρηνόμησε· τῇ δὲ παιδί, καθάπερ ἔφην, τοτὲ μὲν ἔλεος καὶ συγγνώμη τοτὲ δὲ ἀπαραίτητος τιμωρία παρακολουθήσει.
- 3.77.1
καὶ περὶ ταύτης μέντοι πολυπραγμονητέον τῷ δικαστῇ μὴ πάντ’ ἐπὶ τοὺς τόπους ἀναφέροντι· δύναται γὰρ καὶ κατὰ μέσην τὴν πόλιν ἄκουσα βεβιάσθαι καὶ ἔξω τῆς πόλεως ἑκοῦσα πρὸς ἔκθεσμον ὁμιλίαν ἐνδοῦναι. διὸ παρατετηρημένως καὶ σφόδρα καλῶς ἀπολογούμενος ὑπὲρ τῆς ἐν ἐρημίᾳ φθειρομένης φησὶν ὁ νόμος· "ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθήσων οὐκ ἦν αὐτῇ“ (Deut. 22,27), ὥστε, εἰ μήτε ἐβόησε μήτε ἠναντιώθη, βουλομένη δὲ συναπῆρε, γένοιτ’ ἂν ἔνοχος, σόφισμα τοῦ βεβιάσθαι δοκεῖν προστησαμένη τὸν τόπον.
- 3.78.1
καὶ μὴν ἐν πόλει τί γένοιτ’ ἂν ὄφελος τῇ πάντα μὲν ἐθελούσῃ ποιεῖν ὑπὲρ τῆς ἰδίας ἐπιτιμίας, ἀδυνατούσῃ δὲ ἕνεκα τῆς περὶ τὸν ὑβριστὴν ἰσχύος; τί γὰρ, εἰ μετὰ τῶν ἄλλων καταδήσειεν ἢ τὸ στόμα ἀποφράξειεν, ὡς μηδὲ φωνὴν ῥῆξαι δύνασθαι, γένοιτ’ ἂν ὄφελος ἐκ τῶν συνοικούντων; τρόπον γάρ τινα ἥδε μὲν ἐν πόλει διατρίβουσα κατ’ ἐρημίαν ἐστὶν ἅτε βοηθῶν ἔρημος, ἡ δέ, κἂν μηδεὶς παρατυγχάνῃ, τῷ ἑκοῦσα συναπᾶραι λέγοιτ’ ἂν οὐδὲν διαφέρειν τῆς ἐν ἄστει.
- 3.79.1
Εἰσὶ δέ τινες περὶ τὰς ὁμιλίας ἁψίκοροι, γυναικομανεῖς ἐν ταὐτῷ καὶ μισογύναιοι, συγκλύδων καὶ μιγάδων ἠθῶν ἀνάπλεῳ, οἳ ταῖς πρώταις εὐθὺς ὁρμαῖς ἐνδιδόντες, ὁποῖαί περ ἂν οὖσαι τυγχάνωσιν, ἃς ἡνιοχεῖν δέον ἀχαλινώτους ἐῶσιν, ἀπερισκέπτως καὶ ἀπροοράτως σώμασιν ὁμοῦ καὶ πράγμασιν ἐπεμπίπτοντες τυφλῶν τρόπον, ἅτε ῥύμῃ καὶ φορᾷ βιαίῳ συνωθοῦντες καὶ ἀνατρέποντες, οὐκ ἐλάττω ὧν διατιθέασι πάσχουσι.
- 3.80.1
περὶ ὧν τάδε νομοθετεῖται· κόρας οἱ ἀγόμενοι νόμῳ καὶ γάμους θύσαντές τε καὶ ἑστιαθέντες, μηδὲν οἰκεῖον ἐπὶ ταῖς γαμεταῖς πάθος σῴζοντες, ἀλλ’ ὑβρίσαντες καὶ ὡς ἑταίραις ταῖς ἀσταῖς προσενεχθέντες, ἐὰν διάζευξιν τεχνάζωσι μηδεμίαν ἀπαλλαγῆς πρόφασιν ἀνευρίσκοντες, εἶτ’ ἐπὶ τὸ συκοφαντεῖν τραπόμενοι σπάνει φανερῶν ἐγκλημάτων πρὸς τὰ ἀφανῆ τρέπωσι τὰς αἰτίας καὶ παρελθόντες κατηγορῶσιν, ὅτι παρθένοις δόξαντες συνεληλυθέναι γυναῖκας ἐν ταῖς πρώταις ὁμιλίαις ἐφώρασαν, ἀθροιζέσθω μὲν ἡ γερουσία πᾶσα πρὸς τὴν κρίσιν, παρίτωσαν δὲ οἱ τῶν κατηγορουμένων γονεῖς ἀπολογησόμενοι περὶ κοινοῦ κινδύνου.
- 3.81.1
κίνδυνος γὰρ οὐ ταῖς θυγατράσι μόνον περὶ τῆς τῶν σωμάτων ἁγνείας ἐστίν, ἀλλὰ καὶ τοῖς ἐπιμεληταῖς, οὐ μόνον ὅτι εἰς τὸν ἀναγκαιότατον τῆς ἀκμῆς καιρὸν οὐ παρετήρησαν, ἀλλ’ ὅτι καὶ ὡς παρθένους τὰς ὑφ’ ἑτέρων ἐφθαρμένας ἐνεγύησαν ἀπατῶντες καὶ φενακίζοντες τοὺς λαμβάνοντας.
- 3.82.1
εἶτα ἐὰν περιγένωνται τοῖς δικαίοις, τιμάτωσαν οἱ δικασταὶ κατὰ τῶν ψευδεῖς αἰτίας πλαττομένων χρημάτων ζημίας καὶ τὰς διὰ πληγῶν εἰς τὰ σώματα ὕβρεις καὶ—τὸ πάντων ἐκείνοις ἀηδέστατον—τὴν τῶν γάμων βεβαίωσιν, ἐὰν ὑπομένωσιν αἱ γυναῖκες ἔτι τοῖς τοιούτοις συνοικεῖν· ταῖς μὲν γὰρ ἐφίησιν ὁ νόμος θελούσαις καὶ μένειν καὶ ἀπαλλάττεσθαι, τοὺς δὲ οὐδετέρου κυρίους ἀπέφηνεν, ἀνθ’ ὧν ἐσυκοφάντησαν.
- 3.83.1
Ὄνομα μὲν ἀνδροφονία κατὰ τοῦ κτείναντος ἄνθρωπον ἐπιφημίζεται, τὸ δ’ ἀληθὲς ἔργον ἐστὶν ἱεροσυλία καὶ ἱεροσυλιῶν ἡ μεγίστη, διότι τῶν ἐν κόσμῳ κτημάτων καὶ κειμηλίων οὐδὲν οὔτε ἱεροπρεπέστερον οὔτε θεοειδέστερόν ἐστιν ἀνθρώπου· * * *
- 3.84.1
παγκάλης εἰκόνος πάγκαλον ἐκμαγεῖον ἀρχετύπου λογικῆς ἰδέας παραδείγματι τυπωθέν. τὸν οὖν ἀνδροφόνον εὐθὺς ἀσεβῆ καὶ ἀνοσιουργὸν ὑποληπτέον, ἀνοσιουργημάτων καὶ ἀσεβημάτων δρῶντα τὸ μέγιστον, ὃν ἀμείλικτα ἐργασάμενον ἀναιρετέον, ἐπειδὴ μυρίων θανάτων ἐπάξιος ὢν ἕνα ὑπομένει διὰ τὸ τῆς τιμωρίας ἀθάνατον εἰς πλῆθος μὴ πεφυκυίας συναύξεσθαι· χαλεπὸν δὲ οὐδέν, εἰ ταὐτὸν οἷς διέθηκέ τις πείσεται.
- 3.85.1
καίτοι πῶς ἐστι ταὐτόν, εἰ καὶ χρόνοις καὶ πράξεσι καὶ βουλήμασι καὶ προσώποις διαλλάττει; ἢ οὐχὶ τὸ μὲν χειρῶν ἄρχειν ἀδίκων ἐστὶ πρότερον, τὸ δ’ ἀμύνεσθαι ὕστερον; καὶ ἀνδροφονία μὲν παρανομώτατον, ἡ δὲ κατὰ ἀνδροφόνων κόλασις νομιμώτατον; καὶ ὁ μὲν κτείνας ἐκπεπλήρωκε τὴν ἐπιθυμίαν ὃν προῄρητο ἀνελών, ὁ δὲ πεπονθὼς ἅτε γεγονὼς ἐκποδὼν οὔτ’ ἀντιδιαθεῖναι οὔτ’ ἀντεφησθῆναι δυνατός ἐστι; καὶ ὁ μὲν ἐπιβουλεύειν αὐτοχειρίᾳ πέφυκε δι’ ἑαυτοῦ, τῷ δ’ ἀτελὴς ἡ ἐπέξοδος, εἰ μὴ συγγενεῖς ἢ φίλοι προαγωνίσαιντο λαβόντες τοῦ πάθους οἶκτον;
- 3.86.1
Ἐάν τις ἐπανατείνηται ξίφος, ὥστε ἀποκτεῖναι, κἂν μὴ ἀνέλῃ, ἔνοχος ἔστω προαιρέσει γεγονὼς ἀνδροφόνος, εἰ καὶ μὴ τὸ τέλος τῇ γνώμῃ συνέδραμε. τὰ δ’ αὐτὰ πασχέτω, κἂν σὺν τέχνῃ τις ἐξ ἐνέδρας, οὐ θαρρῶν ἄντικρυς ἐπιχειρεῖν, βουλεύῃ καὶ μηχανᾶται δολερῶς τὸν φόνον· ἐναγὴς γὰρ καὶ οὗτος εἰ καὶ μήπω ταῖς χερσὶν ἀλλά τοι τῇ
- 3.87.1
ψυχῇ καθέστηκεν. ὥσπερ γάρ, οἶμαι, πολεμίους οὐ μόνον τοὺς ἤδη ναυμαχοῦντας ἢ πεζομαχοῦντας ἀλλὰ καὶ τοὺς εἰς ἑκάτερον παρεσκευασμένους καὶ τὰς ἑλεπόλεις ἐφιστάντας τοῖς λιμέσι καὶ τείχεσι, κἂν μήπω συμπλέκωνται, κρίνομεν, οὕτως καὶ ἀνδροφόνους χρὴ νομίζειν οὐ τοὺς κτείναντας αὐτὸ μόνον ἀλλὰ καὶ τοὺς πάντα δρῶντας εἰς τὸ ἀνελεῖν ἢ φανερῶς ἢ λάθρα, κἂν μὴ τὸ ἀδίκημα ὦσιν εἰργασμένοι.
- 3.88.1
ἐὰν δὲ καὶ ὑπὸ δειλίας ἢ θράσους, μαχομένων καὶ ἐπιλήπτων παθῶν, καταφυγεῖν τολμῶσιν εἰς τὸ ἱερὸν ὡς ἀσυλίαν εὑρησόμενοι, κωλυτέον· κἂν ὀφθῶσι παρεισδύντες, ἐκδοτέον ἐπ’ ἀναιρέσει τοιαῦτα ἐπιλέγοντας, ἀσυλίαν ἀνιέροις τὸ ἱερὸν μὴ παρέχεσθαι. πᾶς γὰρ ὁ ἀνίατα δρῶν ἐχθρὸς θεῷ· ἀνδροφόνοι δὲ ἀνίατα δρῶσιν, ἐπεὶ καὶ οἱ ἀνδροφονηθέντες ἀνίατα πεπόνθασιν.
- 3.89.1
ἢ τοῖς μὲν μηδὲν ἡμαρτηκόσιν, ἕως ἂν ἀπολούσωνται καὶ περιρρανάμενοι καθαρθῶσι τοῖς εἰωθόσι καθαρσίοις, ἄβατος ὁ νεώς ἐστι, τοὺς δὲ ἐνόχους ἀνεκπλύτοις ἄγεσιν, ὧν τὰ μιάσματα οὐδεὶς ἀπονίψει χρόνος, ἄξιον ἐπιφοιτᾶν καὶ ἐνδιατρίβειν τοῖς ἕδεσιν, οὓς οὐδ’ ἂν οἰκία δέξαιτο κοσμίων ἀνδρῶν οἷς μέλει τῶν ὁσίων;
- 3.90.1
προστιθέντας οὖν ἀδικήματα ἀδικήμασιν, ἀνδροφονίᾳ παρανομίαν καὶ ἀσέβειαν, ἀναγκαῖον ἀπάγειν δώσοντας δίκην, τοὺς ὡς ἔφην ἄξια μυρίων θανάτων, οὐχ ἑνός, εἰργασμένους. ἄλλως τε τοῖς συγγενέσι καὶ φίλοις τοῦ δολοφονηθέντος ἀποκεκλείσεται τὸ ἱερόν, εἰ ὁ ἀνδροφόνος ἐνδιατρίβοι, μὴ ἂν ὑπομείνασιν εἰς ταὐτόν ποτε ἐλθεῖν· ἄτοπον δὲ ἑνὸς ἕνεκα πολλοὺς καὶ τοῦ παρανομωτάτου τοὺς παρανομηθέντας ἐξελαύνεσθαι, οἳ πρὸς τῷ μηδὲν ἁμαρτεῖν ἔτι καὶ πένθος πρόωρον ἀνεδέξαντο.
- 3.91.1
τάχα μέντοι καὶ τὰ μακρὰν ὀξυωπίᾳ λογισμοῦ πεφυκὼς ἐμβλέπειν προὐνόησε μὴ φόνον ἐν τῷ ἱερῷ γενέσθαι κατὰ τὰς ἐπιφοιτήσεις τῶν τοῦ σφαγέντος ἐπιτηδείων, οὓς στοργή, πάθος ἀδούλωτον, ὥσπερ τοὺς ἐνθουσιῶντας καὶ κατεχομένους προκαλέσεται μόνον οὐκ αὐτοχειρίᾳ κτεῖναι τὸν ἀνδροφόνον· οὗ γενομένου συμβήσεταί τι τῶν ἀνοσιωτάτων, αἵματι γὰρ ἀνδροφόνων αἷμα θυσιῶν ἀνακραθήσεται, τὸ τῶν καθωσιωμένων τῷ μὴ καθαρῷ. διὰ μὲν δὴ ταῦτα κελεύει καὶ ἀπ’ αὐτῶν τῶν βωμῶν ἐκδοῦναι τὸν ἀνδροφόνον.
- 3.92.1
Ἀλλ’ οἱ μὲν ξίφεσιν ἢ δορατίοις ἢ βέλεσιν ἢ ξύλοις ἢ λίθοις ἤ τισιν ὁμοιοτρόποις ἀναιροῦντες δύνανται μὴ προβεβουλευμένοι μηδ’ ἐκ πολλοῦ παρ’ αὑτοῖς λελογισμένοι τὸ ἄγος, ἐκ ταὐτομάτου διακινηθέντες καὶ θυμῷ δυνατωτέρῳ χρησάμενοι λογισμοῦ, δρᾶσαι τὸν φόνον, ὡς ἡμίεργον τὴν πρᾶξιν εἶναι, τῆς διανοίας μὴ προκατεσχημένης ἐκ μακροῦ τοῖς μιάσμασιν.
- 3.93.1
εἰσὶ δὲ ἕτεροι πονηρότατοι, χερσὶ καὶ γνώμαις ἐναγεῖς, οἱ μάγοι καὶ φαρμακευταί, σχολὴν καὶ ἀναχώρησιν ἐνδιδόντες αὑτοῖς πρὸς καιρίους ἐπιθέσεις καὶ τέχνας καὶ μηχανὰς πολυτρόπους ἀνευρίσκοντες ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς.
← Previous · Next → — showing 601–700 of 1,054
First Thousand Years of Greek. CTS URN tlg0018.tlg024.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.