De decalogo
- 101.1
τοιοῦτον οὖν ἀρχέτυπον τῶν ἀρίστων βίων, πρακτικοῦ τε καὶ θεωρητικοῦ, μὴ παρέλθωμεν, ἀλλ’ αἰεὶ πρὸς αὐτὸ βλέποντες ἐναργεῖς εἰκόνας καὶ τύπους ταῖς ἑαυτῶν διανοίαις ἐγχαράττωμεν ἐξομοιοῦντες θνητὴν φύσιν ὡς ἔνεστιν ἀθανάτῳ κατὰ τὸ λέγειν καὶ πράττειν ἃ χρή. πῶς δὲ | λέγεται ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸν κόσμον ὑπὸ θεοῦ τοῦ μηδὲ χρόνων εἰς τὸ ποιεῖν δεομένου, μεμήνυται διὰ τῶν ἀλληγορηθέντων
- 102.1
ἐν ἑτέροις. τὴν μέντοι προνομίαν, ἧς ἐν τοῖς οὖσιν ἑβδομὰς ἠξίωται, δηλοῦσιν οἱ περὶ τὰ μαθήματα διατρίψαντες, ἐπιμελῶς πάνυ καὶ πεφροντισμένως αὐτὴν ἐξιχνεύσαντες. ἥδε γάρ ἐστιν ἡ ἐν ἀριθμοῖς παρθένος, ἡ ἀμήτωρ φύσις, ἡ μονάδος οἰκειοτάτη καὶ ἀρχῆς, ἡ ἰδέα τῶν πλανήτων, ἐπεὶ καὶ τῆς ἀπλανοῦς σφαίρας μονάς· ἐκ γὰρ μονάδος καὶ ἑβδομάδος οὐρανὸς ὁ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ.
- 103.1
πέπηγε δ’ ὁ οὐρανὸς ἔκ τε τῆς ἀμερίστου φύσεως καὶ τῆς μεριστῆς· ἡ μὲν οὖν ἀμέριστος τὴν πρώτην καὶ ἀνωτάτω καὶ ἀπλανῆ περιφορὰν εἴληχεν, ἣν μονὰς ἐπισκοπεῖ, ἡ δὲ μεριστὴ τὴν καὶ δυνάμει καὶ τάξει δευτέραν, ἧς ἐπιτροπεύει ἑβδομάς, ἥτις ἑξαχῇ διανεμηθεῖσα τοὺς ἐπικαλουμένους ἑπτὰ πλάνητας εἰργάσατο·
- 104.1
οὐκ ἐπειδὴ πεπλάνηταί τι τῶν κατὰ τὸν οὐρανὸν θείας καὶ μακαρίας καὶ εὐδαίμονος φύσεως μετεσχηκότων, οἷς πᾶσι τὸ ἀπλανὲς οἰκειότατον — τὴν γοῦν ἐν ὁμοίῳ ταυτότητα σῴζοντα δολιχεύει τὸν αἰῶνα μηδεμίαν ἐνδεχόμενα τροπὴν καὶ μεταβολήν —, ἀλλ’ ὅτι περιπολοῦνται ὑπεναντίως τῇ ἀμερίστῳ καὶ ἐξωτάτω σφαίρᾳ, πλάνητες ὠνομάσθησαν οὐ κυρίως ὑπ’ ἀνθρώπων εἰκαιοτέρων, οἳ τὴν ἰδίαν πλάνην τοῖς οὐρανίοις ἐπεφήμισαν, ἃ τὴν τοῦ θείου στρατοπέδου τάξιν οὐδέποτε λείπει.
- 105.1
διὰ μὲν δὴ ταῦτα καὶ ἔτι πλείω τετίμηται ἡ ἑβδομάς· ἐπ’ οὐδενὶ δ’ οὕτω προνομίας ἔτυχεν ἢ τῷ μάλιστα τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἐμφαίνεσθαι δι’ αὐτῆς· ὡς γὰρ διὰ κατόπτρου φαντασιοῦται ὁ νοῦς θεὸν δρῶντα καὶ κοσμοποιοῦντα καὶ τῶν ὅλων ἐπιτροπεύοντα.
- 106.1
Μετὰ δὲ τὰ περὶ τῆς ἑβδόμης παραγγέλλει πέμπτον παράγγελμα τὸ περὶ γονέων τιμῆς τάξιν αὐτῷ δοὺς τὴν μεθόριον τῶν δυοῖν πεντάδων· τελευταῖον γὰρ ὂν τῆς προτέρας, ἐν ᾗ τὰ ἱερώτατα προστάττεται, συνάπτει καὶ τῇ δευτέρᾳ περιεχούσῃ τὰ πρὸς ἀνθρώπους δίκαια.
- 107.1
αἴτιον δ’ ὡς οἶμαι τόδε· τῶν γονέων ἡ φύσις ἀθανάτου καὶ θνητῆς οὐσίας ἔοικεν εἶναι μεθόριος, θνητῆς μὲν διὰ τὴν πρὸς ἀνθρώπους καὶ τὰ ἄλλα ζῷα συγγένειαν κατὰ τὸ τοῦ σώματος ἐπίκηρον, ἀθανάτου δὲ διὰ τὴν τοῦ γεννᾶν πρὸς θεὸν τὸν γεννητὴν τῶν ὅλων ἐξομοίωσιν.
- 108.1
ἤδη μὲν οὖν τινες τῇ ἑτέρᾳ μερίδι προσκληρώσαντες ἑαυτοὺς ἔδοξαν τῆς ἑτέρας ὀλιγωρεῖν· ἄκρατον γὰρ ἐμφορησάμενοι τὸν εὐσεβείας πόθον, πολλὰ χαίρειν φράσαντες ταῖς ἄλλαις πραγματείαις ὅλον ἀνέθεσαν τὸν οἰκεῖον βίον θεραπείᾳ θεοῦ.
- 109.1
οἱ δ’ οὐδὲν ἔξω τῶν πρὸς ἀνθρώπους δικαιωμάτων ἀγαθὸν ὑποτοπήσαντες εἶναι μόνην τὴν πρὸς ἀνθρώπους ὁμιλίαν ἠσπάσαντο, τῶν τε ἀγαθῶν τὴν χρῆσιν ἐξ ἴσου πᾶσι παρέχοντες διὰ κοινωνίας ἵμερον καὶ τὰ δεινὰ κατὰ δύναμιν ἐπικουφίζειν ἀξιοῦντες.
- 110.1
τούτους μὲν οὖν φιλανθρώπους, τοὺς δὲ προτέρους φιλοθέους ἐνδίκως ἂν εἴποι τις, ἡμιτελεῖς τὴν ἀρετήν· ὁλόκληροι γὰρ οἱ παρ’ ἀμφοτέροις εὐδοκιμοῦντες. ὅσοι δὲ μήτ’ ἐν τοῖς πρὸς ἀνθρώπους ἐξετάζονται, συνηδόμενοι μὲν ἐπὶ τοῖς κοινοῖς ἀγαθοῖς, συναλγοῦντες δ’ ἐπὶ τοῖς ἐναντίοις, μήτ’ εὐσεβείας καὶ ὁσιότητος περιέχονται, μεταβεβληκέναι δόξαιεν ἂν εἰς θηρίων φύσιν· ὧν τῆς ἀγριότητος οἴσονται τὰ πρωτεῖα οἱ γονέων ἀλογοῦντες, ἑκατέρας μερίδος ὄντες ἐχθροὶ καὶ τῆς
- 111.1
πρὸς θεὸν καὶ τῆς πρὸς ἀνθρώπους. ἐν δυσὶν οὖν δικαστηρίοις, ἃ δὴ μόνα ἐστὶν ἐν τῇ φύσει, μὴ ἀγνοείτωσαν ἑαλωκότες, ἀσεβείας μὲν ἐν τῷ θείῳ, διότι τοὺς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντας καὶ κατὰ τοῦτο μιμησαμένους θεὸν οὐ περιέπουσι, μισανθρωπίας δ’ ἐν τῷ κατ’ ἀνθρώπους.
- 112.1
τίνα γὰρ ἕτερον εὖ ποιήσουσιν οἱ τῶν συγγενεστάτων καὶ τὰς μεγίστας παρασχομένων δωρεὰς ὀλιγωροῦντες, ὧν ἔνιαι δι’ ὑπερβολὴν οὐδ’ ἀμοιβὰς ἐνδέχονται; πῶς γὰρ ἂν ὁ γεννηθεὶς ἀντιγεννῆσαι δύναιτο τοὺς σπείραντας, κλῆρον ἐξαίρετον τῆς φύσεως χαρισαμένης πρὸς παῖδας γονεῦσιν εἰς ἀντίδοσιν ἐλθεῖν οὐ δυνάμενον; ὅθεν καὶ σφόδρα προσῆκεν ἀγανακτεῖν, εἰ μὴ πάντα ἔχοντες ἀντιχαρίζεσθαι μηδὲ τὰ κουφότατα ἐθελήσουσιν.
- 113.1
οἷς δεόντως ἂν εἴποιμι· τὰ θηρία πρὸς ἀνθρώπους ἡμεροῦσθαι δεῖ· καὶ πολλάκις ἔγνων ἡμερωθέντας λέοντας, ἄρκτους, παρδάλεις, οὐ μόνον πρὸς τοὺς τρέφοντας διὰ τὴν ἐπὶ τοῖς ἀναγκαίοις χάριν, ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους, ἕνεκά μοι δοκῶ τῆς πρὸς ἐκείνους ὁμοιότητος· καλὸν γὰρ ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ βελτιώσεως ἐλπίδα.
- 114.1
νυνὶ δ’ ἀναγκασθήσομαι τἀναντία λέγειν· μιμηταὶ θηρίων ἐνίων, ἄνθρωποι, γίνεσθε. τοὺς ὠφεληκότας ἀντωφελεῖν ἐκεῖνα οἶδε καὶ πεπαίδευται· κύνες οἰκουροὶ προασπίζουσι καὶ προαποθνῄσκουσι τῶν δεσποτῶν, ὅταν κίνδυνός τις ἐξαπιναίως καταλάβῃ· τοὺς δ’ ἐν ταῖς ποίμναις φασὶ προαγωνιζομένους τῶν θρεμμάτων ἄχρι νίκης ἢ θανάτου παραμένειν ὑπὲρ τοῦ διατηρῆσαι τοὺς ἀγελάρχας ἀζημίους.
- 115.1
εἶτ’ οὐκ αἰσχρῶν ἐστιν αἴσχιστον, ἐν χαρίτων ἀμοιβαῖς ἄνθρωπον ἡττηθῆναι κυνός, τοῦ θηρίων θρασυτάτου τὸ ἡμερώτατον ζῷον; ἀλλ’ εἰ μὴ τοῖς χερσαίοις ἀναδιδασκόμεθα, πρὸς τὴν πτηνὴν καὶ ἀεροπόρον μετίωμεν φύσιν ἃ χρὴ παρ’ αὐτῆς μαθησόμενοι.
- 116.1
τῶν πελαργῶν οἱ μὲν γηραιοὶ καταμένουσιν ἐν ταῖς νεοττιαῖς ἀδυνατοῦντες ἵπτασθαι οἱ δὲ τούτων παῖδες ὀλίγου δέω φάναι γῆν καὶ θάλατταν ἐπιποτώμενοι πανταχόθεν ἐκπορίζουσι τοῖς γονεῦσι τὰ ἐπιτήδεια·
- 117.1
καὶ οἱ μὲν ἀξίω τῆς ἡλικίας ἠρεμοῦντες ἐν ἀφθονίᾳ διατελοῦσι τῇ πάσῃ τρυφῶντες, οἱ δὲ τὰς εἰς τὸν πορισμὸν κακοπαθείας ἐπελαφριζόμενοι τῷ εὐσεβεῖν καὶ τῷ προσδοκᾶν ἐν γήρᾳ τὰ αὐτὰ πείσεσθαι ὑπὸ τῶν ἐκγόνων ἀναγκαῖον ὄφλημα ἀντεκτίνουσιν, ἐν καιρῷ καὶ λαβόντες αὐτὸ καὶ ἀνταποδιδόντες, ὅτ’ οὐδέτεροι τρέφειν αὑτοὺς δύνανται, παῖδες μὲν ἐν ἀρχῇ τῆς γενέσεως, γονεῖς δ’ ἐπὶ τελευτῇ τοῦ βίου· ὅθεν αὐτοδιδάκτῳ τῇ φύσει νεοττοτροφηθέντες γηροτροφοῦσι χαίροντες.
- 118.1
ἆρ’ οὐκ ἄξιον ἐπὶ τούτοις ἀνθρώπους, ὅσοι γονέων ἀμελοῦσιν, ἐγκαλύπτεσθαι καὶ κακίζειν ἑαυτούς, ὠλιγωρηκότας ὧν ἢ μόνων ἢ πρὸ τῶν ἄλλωι ἀναγκαῖον ἦν πεφροντικέναι, καὶ ταῦτ’ οὐ διδόντας μᾶλλον ἢ ἀποδιδόντας; παίδων γὰρ ἴδιον οὐδέν, ὃ μὴ γονέων ἐστίν, ἢ οἴκοθεν ἐπιδεδωκότων ἢ τὰς αἰτίας ἰῆς κτήσεως παρασχομένων.
- 119.1
εὐσέβειαν δὲ καὶ ὁσιότητα, τὰς ἀρετῶν ἡγεμονίδας, ἀρά γ’ ἐντὸς ὅρων ἔχουσι τῶν ψυχῶν; ὑπερορίους μὲν οὖν ἀπεληλάκασι καὶ πεφυγαδεύκασι· θεοῦ γὰρ ὑπηρέται πρὸς τέκνων σπορὰν οἱ γονεῖς· ὁ δ’ ὑπηρέτην ἀτιμάζων συνατιμάζει καὶ τὸν ἄρχοντα.
- 120.1
τῶν δ’ εὐτολμοτέρων ἀποσεμνύνοντες τὸ γονέων ὄνομά φασί τινες, ὡς ἄρα πατὴρ καὶ μήτηρ ἐμφανεῖς εἰσι θεοί, μιμούμενοι τὸν ἀγένητον ἐν τῷ ζῳοπλαστεῖν· ἀλλὰ τὸν μὲν εἶναι τοῦ κόσμου θεόν, τοὺς δὲ μόνων ὧν ἐγέννησαν. ἀμήχανον δ’ εὐσεβεῖσθαι τὸν ἀόρατον ὑπὸ τῶν εἰς τοὺς ἐμφανεῖς καὶ ἐγγὺς ὄντας ἀσεβούντων.
- 121.1
Τοσαῦτα καὶ περὶ γονέων τιμῆς φιλοσοφήσας τέλος ἐπιτίθησι τῇ ἑτέρᾳ καὶ θειοτέρᾳ πεντάδι. τὴν δ’ ἑτέραν ἀναγραψάμενος περιέχουσαν ἀπαγορεύσεις τῶν πρὸς ἀνθρώπους ἀπὸ μοιχείας ἄρχεται, μέγιστον ἀδικημάτων τοῦτ’ εἶναι ὑπολαβών.
- 122.1
πρῶτον μὲν γὰρ πηγὴν ἔχει φιληδονίαν, ἣ καὶ τὰ σώματα θρύπτει τῶν ἐχόντων καὶ τοὺς τῆς ψυχῆς ἐκλύει τόνους καὶ τὰς οὐσίας διαφθείρει πάντα δίκην ἀσβέστου πυρὸς ὧν ἄν προσάψηται καταφλέγουσα καὶ μηδὲν σῷον ἀπολείπουσα τῶν κατὰ τὸν ἀνθρώπινον βίον.
- 123.1
ἔπειτ’ ἀναπείθει τὸν μοιχὸν οὐκ ἀδικεῖν μόνον ἀλλὰ καὶ διδάσκειν συναδικεῖν ἐν ἀκοινωνήτοις πράγμασι κοινωνίαν τιθέμενον· οἴστρου γὰρ τοῦ] κατασχόντος, ἀμήχανον λαβεῖν τέλος δι’ ἑνὸς μόνου τὰς ὀρέξεις, ἀλλὰ δεῖ πάντως δύο κοινοπραγῆσαι, τὸν μὲν ὑφηγητοῦ τὸν δὲ γνωρίμου τάξιν λαβόντα, πρὸς ἀκρασίας καὶ λαγνείας βεβαίωσιν, αἰσχίστων κακῶν.
- 124.1
οὐδὲ γὰρ τοῦτ’ ἔνεστιν εἰπεῖν, ὡς τὸ σῶμα μόνον διαφθείρεται τῆς μοιχευομένης γυναικός, ἀλλ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡ ψυχὴ πρὸ τοὐ σώματος εἰς ἀλλοτρίωσιν ἐθίζεται διδασκομένη πάντα τρόπον ἀποστρέφεσθαι καὶ μισεῖν τὸν ἄνδρα.
- 125.1
καὶ ἧττον ἂν ἦν δεινόν, εἰ τὸ μῖσος ἐπεδείκνυτο ἐμφανές — τὰ γὰρ ἐν περιόπτῳ ῥᾷον φυλάξασθαι —· νυνὶ δὲ δυσυπονόητον καὶ δυσθήρατόν ἐστι, πανούργοις τέχναις συσκιαζόμενον καὶ τὴν ἐναντίαν ἔστιν ὅτε τοῦ φιλεῖν δόξαν ἐμποιοῦν γοητείαις τισὶ καὶ ἀπάταις.
- 126.1
ἀναστάτους γε μὴν τρεῖς ἀποδεικνύουσιν οἴκους, τόν τε τοῦ παρασπονδουμένου ἀνδρός, ὃς τὰς ἐπὶ γάμοις εὐχὰς καὶ τὰς ἐπὶ γνησίοις παισὶν ἐλπίδας περικόπτεται, καὶ δύο δ’ ἑτέρους τόν τε τοῦ μοιχοῦ καὶ τὸν τῆς γυναικός· καὶ γὰρ τούτων ἑκάτερος ὕβρεως καὶ ἀτιμίας καὶ τῶν μεγίστων ὀνειδῶν ἀναπίμπλαται.
- 127.1
κἄν πολυάνθρωποι μὲν τύχωσιν αἱ συγγένειαι διὰ τὰς ἐπιγαμίας καὶ τὰς ἄλλων πρὸς ἄλλους ἐπιμιξίας, ἅψεται καὶ τῆς πόλεως ἁπάσης ἐν κύκλῳ βαδίζον τἀδίκημα.
- 128.1
παγχάλεπόν γε μὴν καὶ ὁ τῶν τέκνων ἐπαμφοτερισμός· μὴ γὰρ ἁγνευούσης γυναικός, ἀμφίδοξον καὶ ἄδηλον, τὰ ἀποκυόμενα τίνος ἐστὶ τῇ ἀληθείᾳ πατρός· εἶτα λανθάνοντος τοῦ πράγματος, οἱ μοιχίδιοι τὴν τῶν γνησίων παρασπασάμενοι τάξιν ἀλλοτρίαν γενεὰν νοθεύουσι καὶ κλῆρον ὅσον τῷ δοκεῖν πατρῷον οὐδὲν προσήκοντα διαδέξονται.
- 129.1
καὶ ὁ μὲν μοιχὸς ἐφυβρίσας καὶ ἐναπερυγὼν τὸ πάθος, ἐπίληπτον σπορὰν σπείρας, ὅταν ἀποπλησθῇ τῆς ἐπιθυμίας, οἰχήσεται καταλιπών, γέλωτα θέμενος τὴν τοῦ παρανομηθέντος ἄγνοιαν· ὁ δ’ οἷα τυφλὸς μηδὲν τῶν ὑποικουρημένων ἐπιστάμενος ὡς οἰκειότατα ἔκγονα τὰ ἐκ τῶν πολεμιωτάτων θεραπεύειν ἀναγκασθήσεται.
- 130.1
φανερὸν δ’ εἰ γένοιτο τἀδίκημα, κακοδαιμονέστατοι γένοιντ’ ἂν οἱ μηδὲν ἠδικηκότες ἄθλιοι παῖδες, μηδετέρῳ γένει προσνεθῆναι δυνάμενοι, μήτε τῷ τοῦ γήμαντος μήτε τῷ τοῦ μοιχοῦ.
- 131.1
τοιαύτας συμφορὰς ἀπεργαζομένης τῆς ἐκνόμου μίξεως, εἰκότως στυγητὸν καὶ θεομίσητον πρᾶγμα, μοιχεία, πρῶτον ἀδικημάτων ἀνεγράφη.
- 132.1
Δεύτερον δὲ πρόσταγμα μὴ ἀνδροφονεῖν. ἀγελαστικὸν γὰρ καὶ σύννομον ζῷον τὸ ἡμερώτατον ἄνθρωπον ἡ φύσις γεννήσασα πρὸς ὁμόνοιαν καὶ κοινωνίαν ἐκάλεσε. λόγον δοῦσα συναγωγὸν εἰς ἁρμονίαν καὶ κρᾶσιν ἠθῶν. ὁ δὴ κτείνων τινὰ μὴ ἀγνοείτω νόμους φύσεως καὶ θεσμοὺς ἀνατρέπων καλῶς καὶ συμφερόντως ἅπασι γραφέντας.
- 133.1
ἴστω μέντοι καὶ ἱεροσυλίας ἔνοχος ὢν τὸ ἱερώτατον τῶν τοῦ θεοῦ κτημάτων σεσυληκώς· τί γὰρ σεμνότερον ἢ ἁγιώτερον ἀνάθημα ἀνθρώπου; χρυσὸς μὲν καὶ ἄργυρος καὶ λίθοι πολυτελεῖς καὶ ὅσαι ἄλλαι τιμαλφέσταται ὗλαι κόσμος οἰκοδομημάτων ἐστίν, ἄψυχος ἀψύχων·
- 134.1
ἄνθρωπος δέ, ζῷον ἄριστον κατὰ τὸ κρεῖττον τῶν ἐν αὐτῷ, τὴν ψυχήν, συγγενέστατος τῷ καθαρωτάτῳ τῆς οὐσίας οὐρανῷ, ὡς δ’ ὁ τῶν πλείστων λόγος, καὶ τῷ τοῦ κόσμου πατρί, τῶν ἐπὶ γῆς ἁπάντων οἰκειότατον ἀπεικόνισμα καὶ μίμημα τῆς ἀιδίου καὶ εὐδαίμονος ἰδέας τὸν νοῦν λαβών.
- 135.1
τρίτον δ’ ἐστὶ τῆς δευτέρας πεντάδος παράγγελμα μὴ κλέπτειν. ὁ γὰρ τοῖς ἀλλοτρίοις ἐπικεχηνὼς κοινὸς πόλεως ἐχθρός, βουλήσει μὲν τὰ πάντων δυνάμει δὲ τά τινων ὑφαιρούμενος, τῷ τὴν μὲν πλεονεξίαν ἐπὶ μήκιστον ἐκτείνεσθαι, τὸ δ’ ἀσθενὲς ὑστερίζον εἰς βραχὺ στέλλεσθαι καὶ μόνον φθάνειν ἐπ’ ὀλίγους.
- 136.1
ὅσοι τοίνυν τῶν κλεπτῶν ἰσχὺν προσέλαβον, ὅλας συλῶσι πόλεις ἀλογοῦντες τιμωριῶν διὰ τὸ ἐπικυδέστεροι τῶν νόμων εἷναι δοκεῖν· οὗτοι δ’ εἰσὶν οἱ ὀλιγαρχικοὶ τὰς φύσεις, οἱ τυραννίδων καὶ δυναστειῶν ἐπιθυμοῦντες, οἱ τὰς μεγάλας ἐργαζόμενοι κλοπάς, σεμνοῖς ὀνόμασι τοῖς ἀρχῆς καὶ ἡγεμονίας ἐπικρύπτοντες λῃστείαν τἀληθὲς ἔργον.
- 137.1
ἐκ πρώτης οὖν ἡλικίας ἀναδιδασκέσθω τις μηδὲν λάθρα τῶν ἀλλοτρίων ὑφαιρεῖσθαι, κἄν βραχύτατον ᾖ, διότι ἐγχρονίζον ἔθος φύσεως κραταιότερόν ἐστι καὶ τὰ μικρὰ μὴ κωλυόμενα φύεται καὶ ἐπιδίδωσι πρὸς μέγεθος συναυξανόμενα.
- 138.1
Κλέπτειν δ’ ἀπειπὼν ἑξῆς ψευδομαρτυρεῖν ἀπαγορεύει, πολλοῖς καὶ μεγάλοις καὶ πᾶσι χαλεποῖς τοὺς ψευδομάρτυρας ἐνόχους εἰδώς. τὸ μὲν γὰρ πρῶτον φθείρουσι τὴν σεμνὴν ἀλήθειαν, ἧς οὐκ ἔστιν ἐν βίῳ κτῆμα ἱερώτερον, ἡλίου τρόπον φῶς τοῖς πράγμασι περιτιθείσης, ἵνα μηδὲν αὐτῶν ἐπισκιάζηται.
- 139.1
δεύτερον δὲ πρὸς τῷ ψεύδεσθαι καὶ τὰ πράγματα οἷα νυκτὶ καὶ σκότῳ βαθεῖ περιαμπίσχουσι καὶ συμπράττουσι μὲν τοῖς ἁμαρτάνουσιν, ἐπιτίθενται δὲ τοῖς ἀδικουμένοις, ἃ μήτ’ εἶδον μήτ’ ἤκουσαν μήτ’ ἴσασι παγίως εἰδέναι καὶ σφόδρα κατειληφέναι διαβεβαιούμενοι.
- 140.1
προσεξεργάζονται δὲ καὶ τρίτον παρανόμημα τῶν προτέρων ἀργαλεώτερον· ὅταν γὰρ σπάνις ἀποδείξεων ᾖ διὰ λόγων ἢ διὰ γραμμάτων, ἐπὶ μάρτυρας καταφεύγουσιν οἱ τὰς ἀμφισβητήσεις ἔχοντες, ὧν τὰ ῥήματα κανόνες εἰσὶ τοῖς δικασταῖς περὶ ὧν μέλλουσιν ἀποφαίνεσθαι· μόνοις γὰρ τούτοις ἐπανέχειν ἀνάγκη, μηδενὸς ὄντος ἑτέρου τῶν εἰς ἔλεγχον· ἐξ οὗ συμβαίνει, τοὺς μὲν καταμαρτυρουμένους ἀδικεῖσθαι νικᾶν δυναμένους, τοὺς δὲ προσέχοντας δικαστὰς ἀδίκους καὶ παρανόμους ψήφους ἀντὶ νομίμων καὶ δικαίων γράφειν.
- 141.1
τὸ μέντοι πανούργημα φθάνει καὶ πρὸς ἀσέβειαν· οὐ γὰρ ἀνωμότοις δικάζειν ἔθος, ἀλλὰ μετὰ φρικωδεστάτων ὅρκων, οὓς παραβαίνουσι πρὸ τῶν ἀπατωμένων οἱ φενακίζοντες, ἐπειδὴ τῶν μὲν τὸ σφάλμα οὐ κατὰ γνώμην, οἱ δ’ ἐπιστήμῃ καταστρατηγοῦσι καὶ ἐκ προνοίας ἁμαρτάνοντες καὶ τοὺς κυρίους τῆς ψήφου συνεξαμαρτάνειν ἀναπείθοντες οὐκ εἰδότας ὃ δρῶσιν ἐπὶ τιμωρίᾳ τῶν οὐδεμιᾶς ἀξίων κολάσεως. διὰ μὲν δὴ ταῦτά μοι δοκεῖ ψευδομαρτυριαν ἀπειπεῖν.
- 142.1
τελευταῖον δ’ ἐπιθυμεῖν ἀπαγορεύει νεωτεροποιὸν καὶ ἐπίβουλον τὴν ἐπιθυμίαν εἰδώς. πάντα μὲν γὰρ τὰ ψυχῆς πάθη χαλεπά, κινοῦντα καὶ σείοντα αὐτὴν παρὰ φύσιν καὶ ὑγιαίνειν οὐκ ἐῶντα, χαλεπώτατον δ’ ἐπιθυμία· διὸ τῶν μὲν ἄλλων ἕκαστον θύραθεν ἐπεισιὸν καὶ προσπῖπτον ἔξωθεν ἀκούσιον εἶναι δοκεῖ, μόνη δ’ ἐπιθυμία τὴν ἀρχὴν ἐξ ἡμῶν αὐτῶν λαμβάνει καὶ ἔστιν ἑκούσιος.
- 143.1
τί δ’ ἐστὶν ὃ λέγω; τοῦ παρόντος καὶ νομισθέντος ἀγαθοῦ φαντασία διεγείρει καὶ διανίστησι τὴν ψυχὴν ἠρεμοῦσαν καὶ σφόδρα μετέωρον ἐξαίρει καθάπερ ὀφθαλμοὺς φῶς ἀναστράψαν· καλεῖται δὲ τουτὶ τὸ πάθος αὐτῆς ἡδονή.
- 144.1
τὸ δ’ ἐναντίον ἀγαθῷ κακόν, ὅταν ἐκβιασάμενον πληγὴν ἐπενέγκῃ καίριον, συννοίας καὶ κατηφείας εὐθὺς αὐτὴν ἀναπίμπλησιν ἄκουσαν·
- 145.1
ὄνομα δὲ καὶ] τούτῳ τῷ πάθει λύπη. ὅταν δὲ τὸ κακὸν μήπω μὲν εἰσῳκισμένον θλίβῃ, μέλλῃ δ’ ἀφικνεῖσθαι καὶ παρευτρεπίζηται, πτοίαν καὶ ἀγωνίαν, ἀποφράδας ἀγγέλους, προεκπέμπει δειματοῦντας· φόβος δὲ προσαγορεύεται τὸ πάθος.
- 146.1
ἐπειδὰν δὲ λαβών τις ἔννοιαν ἀγαθοῦ μὴ παρόντος ὀρέγηται τυχεῖν αὐτοῦ, πρὸς μήκιστον τὴν ψυχὴν ἐλαύνων καὶ ἐπὶ πλεῖστον ἐκτείνων, ψαῦσαι τοῦ ποθουμένου γλιχόμενος, ὥσπερ ἐπὶ τροχοῦ κατατείνεται, σπεύδων μὲν συλλαβεῖν, ἐφικνεῖσθαι δ’ ἀδυνατῶν καὶ ταὐτὸν πεπονθὼς τοῖς τοὺς ἐξαναχωροῦντα διώκουσιν ἐλάττονι μὲν τάχει προθυμίᾳ δ’ ἀνανταγωνίστῳ.
- 147.1
ὅμοιον δέ τι καὶ περὶ τὰς αἰσθήσεις ἔοικε συμβαίνειν· ὀφθαλμοί τε γὰρ πολλάκις ὁρατοῦ τινος πάνυ μακρὰν ἀφεστῶτος εἰς κατάληψιν ἐλθεῖν ἐπειγόμενοι τείνοντες αὑτούς, εὖ μάλα καὶ πλέον τῆς δυνάμεως ἐνεχθέντες, ὤλισθον κατὰ κενοῦ περὶ τὴν ἀκριβῆ τοῦ ὑποκειμένου γνῶσιν σφαλέντες καὶ προσέτι τὴν ὄψιν τῷ βιαίῳ καὶ συντόνῳ τῆς ἀτενοῦς προσβολῆς ἀσθενήσαντες ἀμαυροῦνται.
- 148.1
καὶ θροῦ πάλιν ἀσαφοῦς ἐκ μακροῦ διαστήματος φερομένου, τὰ ὦτα ἀνεγερθέντα καὶ ἐπουρίσαντα ἵεται καὶ σπεύδει προσελθεῖν εἰ οἷόν τε ἐγγυτέρω, πόθῳ τοῦ τρανωθῆναι ταῖς ἀκοαῖς τὸν ἦχον· ὁ δ’ —
- 149.1
ἔτι γὰρ ἀμαυρὸς ὡς ἔοικε προσπίπτει — οὐδὲν τῶν εἰς γνῶσιν τηλαυγέστερον ἐπιδίδωσιν, ὡς ἔτι μᾶλλον τὸν ἀνήνυτον καὶ ἀδιεξίτητον ἐπιτείνεσθαι τοῦ καταλαβεῖν ἵμερον, Ταντάλειον τιμωρίαν ἐπιφερούσης τῆς ἐπιθυμίας· ἐκεῖνός τε γὰρ ὧν ὀρεχθείη πάντων ὁπότε μέλλοι ψαύσειν, ἀπετύγχανεν, ὅ τε κρατηθεὶς ἐπιθυμίᾳ, διψῶν ἀεὶ τῶν ἀπόντων, οὐδέποτε πληροῦται περὶ κενὴν ἰλυσπώμενος τὴν ὄρεξιν.
- 150.1
ὥσπερ τε τὰ ἑρπηνώδη τῶν νοσημάτων, εἰ μὴ προανακρουσθείη τομαῖς ἢ καύσεσιν, ἐπιθέοντα σύμπασαν ἐν κύκλῳ καταλαμβάνει τὴν τοῦ σώματος κοινωνίαν οὐδὲν ἀπαθὲς μέρος ἐῶντα, οὕτως, εἰ μὴ λόγος ὁ κατὰ φιλοσοφίαν ἰατροῦ δίκην ἀγαθοῦ ῥέουσαν τὴν ἐπιθυμίαν ἐπίσχοι, πάντ’ ἐξ ἀνάγκης τὰ τοὺ βίου πράγματα κινηθήσεται παρὰ φύσιν· οὐδὲν γάρ ἐστιν ὑπεξῃρημένον ὃ διαφεύγει τὸ πάθος, ἀλλ’ ὅταν ἄδειαν λάβῃ καὶ ἐκεχειρίαν, ἐπινέμεται καὶ σίνεται πάντα διὰ πάντων.
- 151.1
εὔηθες ἴσως μακρηγορεῖν ἐστι περὶ τῶν οὕτως ἐμφανῶν, ἃ τίς ἀνὴρ ἢ πόλις ἀγνοεῖ καθ’ ἑκάστην οὐχ ἡμέραν μόνον ἀλλὰ καὶ ὥραν ὡς ἔπος εἰπεῖν ἔλεγχον ἐναργῆ παριστάντα; χρημάτων ἔρως ἢ γυναικὸς ἢ δόξης ἤ τινος ἄλλου τῶν ἡδονὴν ἀπεργαζομένων ἀρά γε μικρῶν καὶ τῶν τυχόντων αἴτιος γίνεται κακῶν;
- 152.1
οὐ διὰ τοῦτον συγγένειαι μὲν ἀλλοτριοῦνται τὴν φυσικὴν εὔνοιαν μεθαρμοζόμεναι πρὸς ἀνήκεστον ἔχθραν, χῶραι δὲ μεγάλαι καὶ πολυάνθρωποι στάσεσιν ἐμφυλίοις ἐρημοῦνται, γῆ δὲ καὶ θάλαττα πληροῦται τῶν καινουργουμένων αἰεὶ συμφορῶν ναυμαχίαις καὶ πεζαῖς στρατιαῖς;
- 153.1
οἱ γὰρ Ἑλλήνων καὶ βαρβάρων πρός τε ἑαυτοὺς καὶ πρὸς ἀλλήλους τραγῳδηθέντες πόλεμοι πάντες ἀπὸ μιᾶς πηγῆς ἐρρύησαν, ἐπιθυμίας ἢ χρημάτων ἢ δόξης ἢ ἡδονῆς· περὶ γὰρ ταῦτα κηραίνει τὸ τῶν ἀνθρώπων γένος.
- 154.1
Ἅλις μὲν δὴ τούτων. χρὴ δὲ μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι οἱ δέκα λόγοι κεφάλαια νόμων εἰσὶ τῶν ἐν εἴδει παρ’ ὅλην τὴν νομοθεσίαν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγραφέντων.
- 155.1
ὁ μὲν πρῶτος τῶν περὶ μοναρχίας· οὗτοι δὲ δηλοῦσιν, ὅτι ἓν αἴτιον τοῦ κόσμου καὶ ἡγεμὼν καὶ βασιλεὺς εἷς ὁ ἡνιοχῶν καὶ κυβερνῶν τὰ ὅλα σωτηρίως, ὀλιγαρχίαν ἢ ὀχλοκρατίαν, ἐπιβούλους πολιτείας φυομένας παρ’ ἀνθρώποις τοῖς κακίστοις ἐξ ἀταξίας καὶ πλεονεξίας, ἐξεληλακὼς ἐκ τοὐ καθαρωτάτου τῆς οὐσίας, οὐρανοῦ.
- 156.1
ὁ δὲ δεύτερος κεφάλαιόν ἐστι πάντων, ὅσα περὶ χειροκμήτων ἐνομοθετεῖτο, ἀγάλματα καὶ ξόανα καὶ συνόλως ἀφιδρύματα, ὧν γραφικὴ καὶ πλαστικὴ βλαβεραὶ δημιουργοί, κατασκευάζειν οὐκ ἐῶν οὐδ’ ὅσα μύθων πλάσματα προσίεσθαι, θεογαμίαν καὶ θεογονίαν καὶ τὰς ἀμφοτέραις ἑπομένας ἀμυθήτους καὶ ἀργαλεωτάτας κῆρας.
- 157.1
τῷ δὲ τρίτῳ ὑποστέλλει τά τε ἀνώμοτα πάντα καὶ ἐφ’ οἷς ὀμνύναι δεῖ καὶ ὁπότε καὶ ὅπου χρὴ καὶ τίνα καὶ πῶς ἔχοντα κατά τε ψυχὴν καὶ σῶμα καὶ ὅσα ἐπ’ εὐόρκοις καὶ τοὐναντίον ἐχρήσθη.
- 158.1
τὸ δὲ τέταρτον, τὸ περὶ τῆς ἑβδομάδος, οὐδὲν ἀλλ’ ἢ κεφάλαιον νομιστέον ἑορτῶν καὶ τῶν διατεταγμένων εἰς ἑκάστην ἁγνευτικῶν, περιρραντηρίων τε αἰσίων καὶ ἐπηκόων εὐχῶν καὶ θυσιῶν τελείων, αἷς ἡ λατρεία ἐγίνετο.
- 159.1
ἑβδόμην δὲ λέγω καὶ τὴν σὺν ἑξάδι τῇ γονιμωτάτῃ καὶ τὴν ἄνευ ἑξάδος, ἐπιπροσθοῦσαν αὐτῇ, μονάδι ὁμοιουμένην, ὧν ἑκατέρᾳ τὰς ἑορτὰς παραριθμεῖ· μονάδι μὲν τήν τε ἱερομηνίαν, ἣν σάλπιγξιν ὑποσημαίνουσι, καὶ νηστείαν, ἐν ᾗ σιτίων καὶ ποτῶν ἀποχὴ διείρηται, καὶ ἣν Ἑβραῖοι πατρίῳ γλώττῃ Πάσχα προσαγορεύουσιν, ἐν ᾗ θύουσι πανδημεὶ αὐτῶν ἕκαστος τοὺς ἱερεῖς αὐτῶν οὐκ ἀναμένοντες, ἱερωσύνην τοῦ νόμου χαρισαμένου τῷ ἔθνει παντὶ κατὰ μίαν ἡμέραν ἐξαίρετον ἀνὰ πᾶν ἔτος εἰς αὐτουργίαν θυσιῶν·
- 160.1
καὶ ἔτι τὴν ἐν ᾗ προσφέρεται δράγμα χαριστήριον εὐγονίας καὶ φορᾶς τῆς πεδιάδος δι’ ἀσταχύων πληρώσεως· καὶ τὴν ἀπὸ ταύτης καταριθμουμένην ἑπτὰ ἑβδομάσι πεντηκοστὴν ἡμέραν, ἐν ᾗ προσάγειν ἄρτους ἔθος, οἳ καλοῦνται πρωτογεννημάτων ἐτύμως, ἐπειδήπερ εἰσὶν ἀπαρχὴ γεννημάτων καὶ καρπῶν ἡμέρου τροφῆς, ἣν ἀνθρώπῳ τῷ ἡμερωτάτῳ ζῴων ἀπένειμεν ὁ θεός.
- 161.1
ἑβδομάδι δὲ τὰς μεγίστας καὶ πολυημέρους ἑορτὰς προσένειμε κτὰ τὰς τοῦ ἔτους ἰσημηρίας, ἐαρινὴν καὶ μετοπωρινήν, δύο δυσὶν ἀναθείς, ἑκατέραν ἐφ’ ἡμέρας ἑπτά, τὴν μὲν κατὰ τὸ ἔαρ ἐπὶ τελειώσει τῶν σπειρομένων, τὴν δὲ μετοπωρινὴν ἐπὶ συγκομιδῇ καρπῶν ἀπάντων, οὓς καὶ τὰ δένδρα ἤνεγκεν· ἑπτὰ δ’ ἡμέραι ἀπενεμήθησαν εἰκότως ἑπτὰ μησὶ τῆς ἰσημερίας ἑκατέρας, ἵνα μὴν ἕκαστος λαμβάνῃ γέρας ἐξαίρετον μίαν ἱερὰν ἡμέραν ἑορτώδη πρὸς εὐθυμίαν καὶ ἀπόλαυσιν ἐκεχειρίας.
- 162.1
ἐμφέρονται δὲ καὶ ἄλλοι νόμοι πάνυ καλῶς τεθέντες, εἰς ἡμερότητα καὶ κοινωνίαν ἀτυφίαν τε καὶ ἰσότητα προκαλούμενοι· τούτων οἱ μέν εἰσι περὶ τοῦ λεγομένου ἑβδοματικοῦ, καθ’ ὃ διείρηται πᾶσαι ἀργὴν τὴν χώραν ἐᾶν μήτε σπείροντας μήτε ἀροῦντας μήτε δένδρα διακαθαίροντας ἢ τέμνοντας ἢ ὅσ’ ἄλλα τῶν κατὰ γεωργίαν ἐπιτελοῦντας·
- 163.1
ἓξ γὰρ ἐνιαυτοῖς τήν τε πεδιάδα καὶ τὴν ὀρεινὴν εἰς καρπῶν γένεσιν καὶ δασμῶν ἐτήσιον φορὰν πονηθείσας ἀνέσεως ἠξίωσε τοῦ διαπνεῦσαι χάριν καὶ ἀπελευθεριάσαι χρησαμένας ἀνεπικελεύστῳ τῇ φύσει.
- 164.1
ἕτεροι δ’ εἰσὶ περὶ τοῦ πεντηκοστοῦ ἔτους, ἐν ᾧ τά τε λεχθέντα ἀρτίως ἐπιτελεῖται καὶ — τὸ ἀναγκαιότατον — τῶν κληρουχιῶν ἀποκατάστασις εἰς τοὺς ἐξ ἀρχῆς λαχόντας οἴκους, πρᾶγμα φιλανθρωπίας καὶ δικαιοσύνης μεστόν.
- 165.1
τὸ δὲ πέμπτον, τὸ περὶ γονέων τιμῆς, πολλοὺς καὶ ἀναγκαίους νόμους ὑπαινίττεται, τοὺς ἐπὶ πρεσβύταις καὶ νέοις ἀναγραφέντας, τοὺς ἐπ’ ἄρχουσι καὶ ὑπηκόοις, τοὺς ἐπ’ εὐεργέταις καὶ εὖ πεπονθόσι, τοὺς ἐπὶ δούλοις καὶ δεσπότις.
- 166.1
γονεῖς μὲν γὰρ ἐν τῇ κρείττονι τῶν εἰρημένων εἰσὶ τάξει, ἐν ᾗ πρεσβύτεροι, ἡγεμόνες, εὐεργέται, δεσπόται, παῖδες δὲ ἐν τῇ καταδεεστέρᾳ, ἐν ᾗ νεώτεροι, ὑπήκοοι, εὖ πεπονθότες, δοῦλοι.
- 167.1
πολλὰ δὲ καὶ ἄλλα προστέτακται, νέοις μὲν εἰς ἀποδοχὴν γήρως, πρεσβύταις δ’ εἰς ἐπιμέλειαν νεότητος, καὶ ὑπηκόοις μὲν εἰς πειθαρχίαν ἡγεμόνων, ἡγεμόσι δ’ εἰς ὠφέλειαν τῶν ἀρχομένων, καὶ εὖ μὲν πεπονθόσιν εἰς χαρίτων ἀμοιβάς, ἄρξασι δὲ δωρεῶν εἰς τὸ μὴ ζητεῖν καθάπερ ἐν δανείοις ἀπόδοσιν, καὶ θεράπουσι μὲν εἰς ὑπηρεσίαν φιλοδέσποτον, δεσπόταις δ’ εἰς ἠπιότητα καὶ πρᾳότητα, δι’ ὧν ἐξισοῦται τὸ ἄνισον.
- 168.1
ἇι ἡ μὲν προτέρα πεντὰς ἐν τούτοις περατοῦται κεφαλαιώδη τύπον περιέχουσα, τῶν δ’ ἐν εἴδει νόμων οὐκ ὀλίγος ἀριθμός. τῆς δ’ ἑτέρας πρῶτόν ἐστι κεφάλαιον τὸ κατὰ μοιχῶν, ᾧ ὑποτέτακται πλεῖστά διατάγματα, τὸ κατὰ φθορέων, τὸ κατὰ παιδεραστῶν, τὸ κατὰ τῶν λαγνίστερον βιούντων ὁμιλίαις τε καὶ μίξεσιν ἐκνόμοις καὶ ἀκολάστοις χρωμένων.
- 169.1
τὰς δὲ ἰδέας ἀναγέγραφεν οὐχ ὑπὲρ τοῦ μηνῦσαι τὸ πολύχουν καὶ πολύτροπον τῆς ἀκρασίας, ἀλλ’ ὑπὲρ τοῦ τοὺς ἀσχημόνως ζῶντας ἐμφανέστατα δυσωπεῖν ἐπαντλοῦντα τοῖς ὠσὶν αὐτῶν ἀθρόα ὀνείδη, δι’ ὧν ἐρυθριάσουσι.
- 170.1
δεύτερον δὲ κεφάλαιον ἡ τοῦ μὴ ἀνδροφονεῖν ἀπαγόρευσις, ὑφ’ ἥν εἰσ’· πάντες οἱ περὶ βιαίων, ὕβρεως, αἰκίας, τραυμάτων, πηρώσεως ἀναγκαῖοι νόμοι καὶ σφόδρα κοινωφελεῖς.
- 171.1
τρίτον δὲ τὸ περὶ τοῦ μὴ κλέπτειν, ᾧ ὑποτέτακται τὰ ἐπὶ χρεωκοπίαις ὁρισθέντα καὶ ἐξάρνοις παρακαταθηκῶν καὶ ἀκοινωνήτῳ κοινωνίᾳ καὶ ἀναισχύντοις ἁρπαγαῖς καὶ συνόλως πλεονεξίαις, ὑφ’ ὧν πείθονταί τινες φανερῶς ἢ λάθρα τἀλλότρια νοσφίζεσθαι.
- 172.1
τέταρτον δὲ τὸ περὶ τοῦ μὴ ψευδομαρτυρεῖν, ᾧ πολλὰ ἐμφέρεται, τὸ μὴ ἀπατᾶν, τὸ μὴ συκοφαντεῖν, τὸ μὴ τοῖς ἐξαμαρτάνουσι συμπράττειν, τὸ μὴ ποιεῖσθαι προκάλυμμα πίστιν ἀπιστίας, ἐφ’ οἷς ἅπασι νόμοι προσήκοντες ἐτέθησαν.
- 173.1
πέμπτον δὲ τὸ ἀνεῖργον τὴν τῶν ἀδικημάτων πηγήν, ἐπιθυμίαν, ἀφ’ ἧς ῥέουσιν αἱ παρανομώταται πράξεις, ἴδιαι καὶ κοιναί, μικραὶ καὶ μεγάλαι, ἱεραὶ κὼ βέβηλοι, περί τε σώματα καὶ ψυχὰς καὶ τὰ λεγόμενα ἐκτός· διαφεύγει γὰρ οὐδέν, ὡς καὶ πρότερον ἐλέχθη, τὴν ἐπιθυμίαν, ἀλλ’ οἷα φλὸξ ἐν ὕλη νέμεται δαπανῶσα πάντα καὶ φθείρουσα.
- 174.1
πολλὰ δὲ καὶ τῶν ὑποπιπτόντων αὐτῇ διατέτακται πρός τε νουθεσίας ἐπανόρθωσιν ἐνδεχομένων καὶ πρὸς κόλασιν ἀφηνιαστῶν ὅλον τὸν βίον ἐνδεδωκότων τῷ πάθει.
- 175.1
τοσαῦτα καὶ περὶ τῆς δευτέρας πεντάδος ἀποχρώντως λέλεκται πρὸς ἐκπλήρωσιν τῶν δέκα λογίων, ἅπερ ἱεροπρεπῶς ἔχρησεν αὑτὸς ὁ θεός. ἦν γὰρ ἁρμόττον αὐτοῦ τῇ φύσει, κεφάλαια μὲν τῶν ἐν εἴδει νόμων αὐτοπροσώπως θεσπίσαι, νόμους δὲ τοὺς ἐν τῷ μέρει διὰ τοῦ τελειοτάτου τῶν προφητῶν, ὃν ἐπικρίνας ἀριστίνδην καὶ ἀναπλήσας ἐνθέου πνεύματος ἑρμηνέα τῶν χρησμῳδουμένων εἵλετο.
- 176.1
μετὰ δὲ ταῦτα λέγωμεν τὴν αἰτίαν, δι’ ἣν τοὺς δέκα λόγους ἢ νόμους ἀπεφήνατο ψιλαῖς προστάξεσι καὶ ἀπαγορεύσεσι κατὰ τῶν παραβησομένων, ὡς ἔθος νομοθέταις, μηδὲν ὁρίσας ἐπιτίμιον· θεὸς ἦν, εὐθὺς δὲ κύριος ἀγαθός, μόνων ἀγαθῶν αἴτιος, κακοῦ δ’ οὐδενός.
- 177.1
οἰκειότατον οὗν ὑπολαβὼν αὑτοῦ τῇ φύσει τὰ σωτήρια κελεύειν ἀμιγῆ καὶ ἀμέτοχα τιμωρίας, ἵνα μή πὼς φόβῳ τις ἄφρονι συμβούλῳ χρησάμενος ἄκων ἀλλ’ ἔμφρονι λογισμῷ καθ’ ἑκούσιον γνώμην αἱρῆται τὰ βέλτιστα, μετὰ κολάσεως οὐκ ἠξίωσε θεσπίζειν, οὐκ ἀσυλίαν τοῖς ἀδικοπραγοῦσι διδούς, ἀλλ’ εἰδὼς τὴν πάρεδρον αὑτῷ δίκην καὶ τῶν ἀνθρωπίνων ἔφορον πραγμάτων οὐκ ἠρεμήσουσαν ἅτε φύσει μισοπόνηρον καὶ ὥσπερ τι συγγενὲς ἔργον ἐκδεξομένην τὴν κατὰ τῶν ἁμαρτανόντων ἄμυναν.
- 178.1
ἐμπρεπὲς γὰρ ὑπηρέταις μὲν καὶ ὑπάρχοις θεοῦ καθάπερ τοῖς πολέμου στρατηγοῖς ἐπὶ λιποτάκταις οἳ λείπουσι τὴν τοὺ δικαίου τάξιν ἀμυντηρίοις χρῆσθαι, τῷ δὲ μεγάλῳ βασιλεῖ τὴν κοινὴν ἀσφάλειαν ἐπιγεγράφθαι τοῦ παντός, εἰρηνοφυλακοῦντι καὶ τὰ τῆς εἰρήνης ἀγαθὰ πάντα τοῖς πανταχοῦ πᾶσιν ἀεὶ πλουσίως καὶ ἀφθόνως χορηγοῦντι· τῷ γὰρ ὄντι ὁ μὲν θεὸς πρύτανις εἰρήνης, οἱ δ’ ὑποδιάκονοι πολέμων ἡγεμόνες εἰσίν.
← Previous — showing 101–178 of 178
First Thousand Years of Greek. CTS URN tlg0018.tlg023.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.