Ancient Textssearch the texts themselves, not just their titles

← Library

De Josepho

First Thousand Years of Greek · First Thousand Years of Greek · 276 sections

  1. 95.1

    ἀλλ’ ἐπειδὴ τοῖς ὀνείρων κριταῖς ἀληθεύειν ἀναγκαῖον θεῖα λόγια διερμηνεύουσι καὶ προφητεύουσι, λέξω μηδὲν ὑποστειλάμενος· ἀψευδεῖν γὰρ ἐπὶ μὲν πάντων ἄριστον, ἐπὶ δὲ τῶν θείων ἀποφθεγμάτων καὶ ὁσιώτατον.

  2. 96.1

    τὰ τρία κανᾶ σύμβολον τριῶν ἡμερῶν ἐστιν· ἐπισχὼν ταύτας ὁ βασιλεὺς ἀνασκολοπισθῆναί σε καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύσει καὶ καταπτάμενα ὄρνεα τῶν σῶν εὐωχηθήσεται σαρκῶν, ἄχρις ἂν ὅλος ἐξαναλωθῇς.“

  3. 97.1

    καὶ ὁ μὲν ὥσπερ εἰκὸς συγχυθεὶς ἀνατέτραπτο, καραδοκῶν τὴν ὁρισθεῖσαν προθεσμίαν καὶ τῇ διανοίᾳ τὰς ἀνίας προσδεχόμενος. ὡς δ’ αἱ τρεῖς ἡμέραι διῆλθον, γενέθλιος ἐπέστη τοῦ βασιλέως, ἐν ᾗ πάντες οἱ κατὰ τὴν χώραν ἐπανηγύριζον, διαφερόντως δ’ οἱ περὶ τὰ βασίλεια.

  4. 98.1

    ἑστιωμένων οὖν τῶν ἐν τέλει καὶ τῆς θεραπείας εὐωχουμένης ὥσπερ ἐν δημοθοινίᾳ, τῶν κατὰ τὸ δεσμωτήριον εὐνούχων ὑπομνησθεὶς ἀχθῆναι κελεύει καὶ θεασάμενος τἀκ τῆς τῶν ὀνείρων διακρίσεως ἐπισφραγίζεται, προστάξας τὸν μὲν ἀνασκολοπισθῆναι τὴν κεφαλὴν ἀποτμηθέντα, τῷ δὲ τὴν ἀρχὴν ἣν διεῖπε πρότερον ἀπονεῖμαι.

  5. 99.1

    Καταλλαγεὶς δὲ ὁ ἀρχιοινοχόος ἐκλανθάνεται τοῦ τὰς καταλλαγὰς προειπόντος καὶ ἕκαστα τῶν συμπεσόντων ἀτυχημάτων ἐπικουφίσαντος, ἴσως μὲν ἐπειδὴ πᾶς ἀχάριστος ἀμνήμων ἐστὶν εὐεργετῶν, ἴσως δὲ καὶ κατὰ πρόνοιαν θεοῦ βουληθέντος τὰς εὐπραγίας τῷ νεανίᾳ μὴ δι’ ἀνθρώπου γενέσθαι μᾶλλον ἢ δι’ ἑαυτοῦ.

  6. 100.1

    μετὰ γὰρ διετῆ χρόνον τῷ βασιλεῖ τὰ μέλλοντα τῇ χώρᾳ συμβαίνειν ἀγαθὰ καὶ κακὰ διτταῖς φαντασίαις δι’ ὀνείρου θεσπίζεται ταὐτὸν ὑποσημαινούσαις ἕνεκα βεβαιοτέρας πίστεως.

  7. 101.1

    ἔδοξε γὰρ ἑπτὰ βόας ἀνέρπειν ἐκ τοῦ ποταμοῦ, πίονας καὶ σφόδρα εὐσάρκους καὶ καλὰς ὀφθῆναι, καὶ παρὰ ταῖς ὄχθαις νέμεσθαι· μεθ’ ἃς ἑτέρας ἀριθμὸν ἴσας, ἀσάρκους τρόπον τινὰ καὶ κατεσκελετευμένας καὶ εἰδεχθεστάτας, ἀνελθεῖν καὶ συννέμεσθαι ταῖς προτέραις· εἶτ’ ἐξαπιναίως ὑπὸ τῶν χειρόνων καταβρωθῆναι τὰς ἀμείνους καὶ μηδὲν ἀλλὰ μηδὲ τὸ βραχύτατον ταῖς ἐμφορηθείσαις πρὸς ὄγκον ἐπιδοῦναι τὰς γαστέρας, ἀλλ’ ἢ μᾶλλον ἢ οὐχ ἧττον ἐστάλθαι.

  8. 102.1

    περιαναστὰς δὲ καὶ κοιμηθεὶς πάλιν ἑτέρᾳ πληχθῆναι φαντασίᾳ· νομίσαι γὰρ ἑπτὰ πυροῦ στάχυς ἐκπεφυκότας ἑνὸς πυθμένος, ἰσαιτάτους τοῖς μεγέθεσιν, αὐξομένους καὶ τεθηλότας αἴρεσθαι πρὸς ὕψος μάλ’ εὐρώστους· εἶθ’ ἑτέρους ἑπτὰ λεπτοὺς καὶ ἀσθενεῖς ἀναπεφυκέναι πλησίον, ὑφ’ ὧν ἐπιδραμόντων καταποθῆναι τὸν εὔσταχυν πυθμένα.

  9. 103.1

    ταύτην ἰδὼν τὴν ὄψιν, τὸ λειπόμενον τῆς νυκτὸς ἄυπνος διατελέσας — ἤγειρον γὰρ αἱ φροντίδες κεντοῦσαι καὶ τιτρώσκουσαι —, μεταπέμπεται τοὺς σοφιστὰς ἅμα τῇ ἕῳ καὶ τὴν φαντασίαν διηγεῖται.

  10. 104.1

    μηδενὸς δὲ στοχασμοῖς εἰκόσι τἀληθὲς ἰχνηλατῆσαι δυναμένου, παρελθὼν ὁ ἀρχιοινοχόος φησίν· "ὦ δέσποτα, τὸν ἄνδρα ὃν ζητεῖς ἐλπίς ἐστιν εὑρήσειν· ἁμαρτόντας ἐμὲ καὶ τὸν ἀρχισιτοποιὸν ἐκέλευσας εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι, ἐν ᾧ τοῦ ἀρχιμαγείρου θεράπων ἦν Ἑβραῖος, ᾧτινι διηγησάμεθα ἐγώ τε κἀκεῖνος ὀνείρατα τὰ φανέντα ἡμῖν· ὁ δ’ οὕτως εὐθυβόλως καὶ εὐσκόπως διέκρινεν, ὡς ὅσα προεῖπεν ἑκατέρῳ συμβῆναι, τῷ μὲν ἣν ὑπέμεινε τιμωρίαν, ἐμοὶ δὲ τὸ σοῦ τυχεῖν ἵλεω καὶ εὐμενοῦς.“

  11. 105.1

    ὁ μὲν οὖν βασιλεὺς ἀκούσας προστάττει συντείναντας ἀνακαλεῖν τὸν νεανίαν. οἱ δ’ ἀποκείραντες — βαθεῖαι γὰρ ἦσαν αὐτῷ χαῖται καθειργμένῳ κεφαλῆς καὶ γενείου—καὶ ἀντὶ ῥυπώσης λαμπρὰν ἐσθῆτα ἀντιδόντες καὶ τἄλλα φαιδρύναντες εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα·

  12. 106.1

    ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ —χαρακτῆρες γὰρ ἐπιφαίνονταί τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλ’ οἷς τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ — "μαντεύεται" εἶπεν "ἡ ψυχή μου περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα γὰρ σοφίας ὁ νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρ’ ἡμῖν σοφιστῶν ἀποσκεδάσει.“

  13. 107.1

    καὶ τοὺς ὀνείρους διηγεῖτο. ὁ δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλ’ οὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν ὁ θεὸς ἐν τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς εἶναι διττοὺς ὀνείρους· εἷς ἐστι, τὴν ἀναδίπλωσιν ἔχων οὐ περιττήν, ἀλλὰ πρὸς ἔλεγχον βεβαιοτέρας πίστεως.

  14. 108.1

    αἵ τε γὰρ πίονες ἑπτὰ βόες καὶ οἱ εὔβλαστοι καὶ εὐθαλεῖς ἑπτὰ στάχυες ἐνιαυτοὺς ἑπτὰ δηλοῦσιν εὐθηνίας καὶ εὐετηρίας καὶ ἑπτὰ ἑτέρους λιμοῦ αἱ ἐπανιοῦσαι ἑπτὰ βόες λεπταὶ καὶ εἰδεχθεῖς καὶ οἱ παρεφθαρμένοι καὶ μεμυκότες ἑπτὰ στάχυες.

  15. 109.1

    ἥξει μὲν οὖν ἑπταετία προτέρα πολλὴν καὶ ἄφθονον ἔχουσα εὐκαρπίαν, πλημμύραις μὲν ἀνὰ πᾶν ἔτος τοῦ ποταμοῦ λιμνάζοντος τὰς ἀρούρας, τῶν δὲ πεδίων ὡς οὔπω πρότερον εὐτοκίᾳ χρωμένων· ἥξει δὲ μετὰ ταῦτα ἑπταετία πάλιν ἐναντία χαλεπὴν ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐπιφέρουσα, μήτ’ ἀναχεομένου τοῦ ποταμοῦ μήτε τῆς γῆς λιπαινομένης, ὡς τῆς προτέρας εὐθηνίας ἐκλαθέσθαι καὶ εἴ τι λείψανον παλαιᾶς εὐετηρίας ἦν ἀναλωθῆναι. τὰ μὲν οὖν ἐκ τῆς διακρίσεως τοιαῦτ’ ἐστίν.

  16. 110.1

    ὑπηχεῖ δέ μοι καὶ ἐκλαλεῖ τὸ θεῖον ὑποβάλλον τὰ ὡς ἐν νόσῳ σωτήρια· νόσος δὲ πόλεων καὶ χωρίων ἡ βαρυτάτη λιμός, ᾗ κατασκευαστέον ἀσθένειαν, ἵνα μὴ τελείως ῥωσθεῖσα τοὺς οἰκήτορας ἐκφάγῃ.

  17. 111.1

    πῶς οὖν ἀσθενήσει; τοῦ καρποῦ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἡ εὐφορία, τὸ πλεονάζον μετὰ τὰς αὐτάρκεις τοῖς πλήθεσι τροφὰς — ἔσται δ’ ἴσως μέρος πέμπτον — θησαυριστέον ἐν πόλει καὶ κώμαις, μὴ μετακομίζοντας τὰ θέρη μακρόθεν, ἀλλ’ ἐξ ὧν ἂν ᾖ χωρίων, ἐν ἐκείνοις φυλάττοντας πρὸς τὴν τῶν οἰκούντων παρηγορίαν·

  18. 112.1

    συγκομίζειν δὲ τὸν καρπὸν αὐτοῖς δράγμασι μήτε ἀλοῶντας μήτε συνόλως καθαίροντας, τεττάρων ἕνεκα· ἑνὸς μὲν τοῦ σκέπῃ χρώμενον πρὸς πλείω χρόνον διαμένειν ἀδιάφθορον· ἑτέρου δὲ τοῦ καθ’ ἕκαστον ἐνιαυτὸν γίνεσθαι τῆς εὐθηνίας ὑπόμνησιν, ἀλοώντων καὶ λικμώντων· ἡ γὰρ μίμησις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν δευτέραν ἔμελλεν ἡδονὴν ἀπεργάζεσθαι·

  19. 113.1

    τρίτου δὲ τοῦ μηδ’ εἰς ἀριθμὸν ἐλθεῖν, ἐν στάχυσι καὶ δράγμασιν ἀδήλου καὶ ἀπεριγράφου τοῦ καρποῦ ὑπάρχοντος, ἵνα μὴ προαναπέσωσιν αἱ διάνοιαι τῶν ἐγχωρίων ἐν ταῖς ἀναλώσεσι τοῦ συλλογισθέντος, ἀλλ’ εὐθυμίᾳ χρώμενοι τῇ σιτίων ἀμείνονι τροφῇ—τρέφει γὰρ ἐν τοῖς μάλιστα ἐλπίς— ἐπικουφίζωσι τὴν ἐκ τῆς ἐνδείας βαρεῖαν νόσον· τετάρτου δὲ τοῦ καὶ τοῖς θρέμμασι χιλὸν τεταμιεῦσθαι, τῶν ἀχύρων καὶ ἀθέρων ἐκ τῆς τοῦ καρποῦ καθάρσεως διακρινομένων.

  20. 114.1

    ἐπιμελητὴν δὲ τούτων χειροτονητέον ἄνδρα φρονιμώτατον καὶ συνετώτατον καὶ ἐν πᾶσι δόκιμον, ὃς γένοιτ’ ἂν ἱκανὸς ἀμισῶς καὶ ἀνεπάφως εὐτρεπῆ τὰ λεχθέντα ποιεῖν μηδεμίαν αἴσθησιν τοῖς πλήθεσιν ἐνδιδοὺς περὶ τοῦ γενησομένου λιμοῦ· χαλεπὸν γὰρ τὸ προκάμνοντας ταῖς ψυχαῖς ἀναπεσεῖν δυσελπιστίᾳ.

  21. 115.1

    ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν, φήσει δεῖν, καθάπερ ἐν εἰρήνῃ προνοεῖν τῶν ἐν τῷ πολέμῳ παρασκευῶν, καὶ ἐν εὐπορίαις τῶν κατ’ ἔνδειαν· ἀδήλους δὲ εἶναι πολέμους καὶ λιμοὺς καὶ συνόλως τοὺς καιροὺς τῶν ἀβουλήτων, εἰς οὓς ἀναγκαῖον εἶναι παρεσκευάσθαι, ἀλλὰ μὴ γενομένων τότε τὴν θεραπείαν ζητεῖν, ὅτ’ οὐδὲν ὄφελος.“

  22. 116.1

    ἀκούσας δὲ ὁ βασιλεὺς καὶ τὴν τῶν ὀνείρων διάκρισιν εὐθυβόλως καὶ εὐσκόπως στοχαζομένην τῆς ἀληθείας καὶ τὴν συμβουλίαν ὅσα τῷ δοκεῖν ὠφελιμωτάτην κατὰ τὴν τοῦ μέλλοντος ἀδήλου πρόνοιαν, τοὺς συνόντας ἐγγυτέρω προσελθεῖν κελεύσας, ἵνα μὴ κατακούοι, "ἆρ’" εἶπεν, "ἄνδρες, εὑρήσομεν τοιοῦτον ἄνθρωπον, ὃς ἔχει πνεῦμα θεῖον ἐν ἑαυτῷ“ (Gen. 41, 38) ;

  23. 117.1

    συνεπαινούντων δὲ καὶ συνευφημούντων, ἀπιδὼν εἰς τὸν παρεστῶτα "ἐγγὺς" εἶπεν „ἐστὶν ὃν παραινεῖς ἀναζητεῖν, οὐ μακρὰν ἀφέστηκεν ὁ φρόνιμος καὶ συνετός, ὃν ἔδει κατὰ τὰς σὰς ὑφηγήσεις σκοπεῖν, αὐτὸς ὢν τυγχάνεις· οὐ γὰρ ἄνευ θεοῦ ταῦτ’ ἀποφθέγγεσθαί μοι δοκεῖς. ἴθι δὴ καὶ παραλάμβανε τήν τ’ ἐπιμέλειαν τῆς ἐμῆς οἰκίας καὶ τὴν Αἰγύπτου πάσης ἐπιτροπήν.

  24. 118.1

    εὐχέρειαν δ’ οὐδείς μου καταγνώσεται μὴ φιλαυτίᾳ χρωμένου, πάθει δυσιάτῳ· αἵ τε γὰρ μεγάλαι τῶν φύσεων χρόνοις οὐ δοκιμάζονται μακροῖς, ὄγκῳ δυνάμεως βιαζόμεναι φθάνειν εἰς ἀποδοχὴν αὑτῶν ἀνυπέρθετον, τά τε πράγματα μέλλησιν καὶ διατριβὴν οὐκ ἀνέχεται, τῶν καιρῶν ἐπειγόντων εἰς τὰς ἀναγκαίας παρασκευάς.“

  25. 119.1

    εἶτ’ αὐτὸν καθίστησι τῆς βασιλείας διάδοχον, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, βασιλέα, τὸ μὲν ὄνομα τῆς ἀρχῆς ὑπολειπόμενος αὑτῷ, τῆς δ’ ἐν ἔργοις ἡγεμονίας ἐκστὰς ἐκείνῳ καὶ τἄλλα πράττων ὅσα ἐπὶ τιμῇ

  26. 120.1

    τοῦ νεανίου. δίδωσιν οὖν αὐτῷ σφραγῖδα βασιλικὴν καὶ ἱερὰν ἐσθῆτα καὶ κύκλον χρυσοῦν περιδέραιον καὶ ἐπὶ δευτερεῖον τῶν ἁρμάτων ἀναβιβάσας κελεύει περιελθεῖν τὴν πόλιν, προερχομένου κήρυκος καὶ δηλοῦντος τοῖς ἀγνοοῦσι τὴν χειροτονίαν.

  27. 121.1

    μετονομάζει δ’ αὐτὸν ἀπὸ τῆς ὀνειροκριτικῆς ἐγχωρίῳ γλώττῃ προσαγορεύσας καὶ ἐγγυᾷ πρὸς γάμον αὐτῷ τὴν ἐπιφανεστάτην τῶν κατ’ Αἴγυπτον ἱερέως Ἡλίου θυγατέρα. ταῦτ’ ἐγένετο, περὶ ἔτη γεγονότος ἤδη τριάκοντα.

  28. 122.1

    τοιαῦτα τῶν εὐσεβῶν τὰ τέλη· κἂν γὰρ κλιθῶσιν, οὐκ εἰς ἅπαν πίπτουσιν, ἀλλὰ διαναστάντες ὀρθοῦνται παγίως καὶ βεβαίως, ὡς μηκέθ’ ὑποσκελισθῆναι.

  29. 123.1

    τίς γὰρ ἂν προσεδόκησε μιᾷ ἡμέρᾳ τὸν αὐτὸν ἀντὶ μὲν δούλου δεσπότην, ἀντὶ δὲ δεσμώτου πάντων ἀξιονικότατον, καὶ τὸν ὑποδιάκονον εἱρκτοφύλακος ὕπαρχον βασιλέως ἔσεσθαι καὶ ἀντὶ τῆς εἱρκτῆς τὰ βασίλεια οἰκήσειν, τὰ πρῶτα τῶν ἐπὶ τιμαῖς φερόμενον ἀντὶ τῶν εἰς ἀτιμίαν ἐσχάτων. ἀλλ’ ὅμως καὶ γέγονε ταῦτα καὶ γενήσεται πολλάκις, ὅταν δοκῇ τῷ θεῷ·

  30. 124.1

    μόνον ἐντυφέσθω τι καλοκἀγαθίας ἐμπύρευμα ταῖς ψυχαῖς, ὅπερ ἀναγκαῖόν ποτε ῥιπιζόμενον ἐκλάμψαι.

  31. 125.1

    Ἐπεὶ δὲ πρόκειται μετὰ τὴν ῥητὴν ἀπόδοσιν καὶ τὴν τροπικωτέραν ἐξετάζειν, λεκτέον ἃ χρὴ καὶ περὶ αὐτῆς. ἴσως μὲν οὖν γελάσονταί τινες τῶν εἰκαιοτέρων ἀκούσαντες· ἐγὼ δ’ ἐρῶ μηδὲν ὑποστειλάμενος, ὅτι ὁ πολιτικὸς πάντως ὀνειροκριτικός ἐστιν, οὐχὶ τῶν βωμολόχων οὐδὲ τῶν ἐναδολεσχούντων καὶ ἐνσοφιστευόντων ἐπὶ μισθῷ καὶ τὴν τῶν καθ’ ὕπνον φαντασιῶν διάκρισιν ἀργυρισμοῦ πρόβλημα πεποιημένων, ἀλλὰ τὸν κοινὸν καὶ πάνδημον καὶ μέγαν ὄνειρον οὐ κοιμωμένων μόνον ἀλλὰ καὶ ἐγρηγορότων εἰωθὼς ἀκριβοῦν.

  32. 126.1

    ὁ δὲ ὄνειρος οὗτος, ὡς ἀψευδέστατα φάναι, ὁ τῶν ἀνθρώπων ἐστὶ βίος· ὡς γὰρ ἐν ταῖς καθ’ ὕπνον φαντασίαις βλέποντες οὐ βλέπομεν καὶ ἀκούοντες οὐκ ἀκούομεν καὶ γευόμενοι ἢ ἁπτόμενοι οὔτε γευόμεθα οὔτε ἁπτόμεθα λέγοντές τε οὐ λέγομεν καὶ περιπατοῦντες οὐ περιπατοῦμεν καὶ ταῖς ἄλλαις κινήσεσι καὶ σχέσεσι χρῆσθαι δοκοῦντες οὐδεμιᾷ τὸ παράπαν χρώμεθα — κεναὶ δ’ εἰσὶ τῆς διανοίας πρὸς οὐδὲν ὑποκείμενον ἀληθείᾳ μόνον ἀναζωγραφούσης καὶ ἀνειδωλοποιούσης τὰ μὴ ὄντα ὡς ὄντα —, οὕτω καὶ τῶν παρ’ ἡμῖν ἐγρηγορότων αἱ φαντασίαι τοῖς ἐνυπνίοις ἐοίκασιν· ἦλθον, ἀπῆλθον, ἐφάνησαν, ἀπεπήδησαν, πρὶν καταληφθῆναι βεβαίως ἀπέπτησαν.

  33. 127.1

    ἐρευνησάτω δ’ ἕκαστος αὑτὸν καὶ τὸν ἔλεγχον οἴκοθεν ἄνευ τῶν παρ’ ἐμοῦ πίστεων εἴσεται, καὶ μάλιστ’ εἴ τις πρεσβύτερος ἤδη γεγονὼς τυγχάνοι· οὗτος ἦν ὁ ποτὲ βρέφος καὶ μετὰ ταῦτα παῖς, εἶτ’ ἔφηβος, εἶτα μειράκιον, καὶ νεανίας αὖθις, εἶτ’ ἀνήρ, καὶ γέρων ὕστατον.

  34. 128.1

    ἀλλὰ ποῦ πάντ’ ἐκεῖνα; οὐκ ἐν μὲν παιδὶ τὸ βρέφος ὑπεξῆλθεν, ὁ δὲ παῖς ἐν παρήβῳ, ὁ δ’ ἔφηβος ἐν μειρακίῳ, τὸ δὲ μειράκιον ἐν νεανίᾳ, ἐν ἀνδρὶ δ’ ὁ νεανίας, ἀνὴρ δ’ ἐν γέροντι, γήρᾳ δ’ ἕπεται τελευτή;

  35. 129.1

    τάχα μέντοι τάχα καὶ τῶν ἡλικιῶν ἑκάστη παραχωροῦσα τοῦ κράτους τῇ μεθ’ ἑαυτὴν προαποθνῄσκει, τῆς φύσεως ἡμᾶς ἀναδιδασκούσης ἡσυχῇ μὴ δεδιέναι τὸν ἐπὶ πᾶσι θάνατον, ἐπειδὴ τοὺς προτέρους εὐμαρῶς ἠνέγκαμεν, τὸν βρέφους, τὸν παιδός, τὸν ἐφήβου, τὸν μειρακίου, τὸν νεανίου, τὸν

  36. 130.1

    ἀνδρός, ὧν οὐδεὶς ἔτ’ ἐστὶ γήρως ἐπιστάντος. τὰ δ’ ἄλλα ὅσα περὶ τὸ σῶμα οὐκ ἐνύπνια; οὐ κάλλος μὲν ἐφήμερον, πρὶν ἀνθῆσαι μαραινόμενον; ὑγεία δὲ ἀβέβαιον διὰ τὰς ἐφέδρους ἀσθενείας; ἰσχὺς δ’ εὐάλωτον νόσοις ἐκ μυρίων προφάσεων; ἥ τ’ ἀκρίβεια τῶν αἰσθήσεων οὐ παγία ῥεύματος ἐνστάσει βραχέος ἀνατρέπεται.

  37. 131.1

    τὴν δὲ τῶν ἐκτὸς ἀσάφειαν τίς οὐκ οἶδε; μιᾷ ἡμέρᾳ πλοῦτοι μεγάλοι πολλάκις ἀπερρύησαν· τὰ πρωτεῖα τῶν ἐν ταῖς ἀνωτάτω τιμαῖς ἐνεγκάμενοι μυρίοι πρὸς ἠμελημένων καὶ ἀφανῶν ἀδοξίαν μετέβαλον· ἀρχαὶ βασιλέων αἱ μέγισται καθῃρέθησαν βραχείᾳ καιροῦ ῥοπῇ.

  38. 132.1

    ἐγγυᾶταί μου τὸν λόγον Διονύσιος ὁ ἐν Κορίνθῳ, ὃς Σικελίας μὲν τύραννος ἦν, ἐκπεσὼν δὲ τῆς ἡγεμονίας εἰς Κόρινθον καταφεύγει καὶ γραμματιστὴς ὁ τοσοῦτος ἡγεμὼν γίνεται.

  39. 133.1

    συνεγγυᾶται καὶ Κροῖσος ὁ Λυδίας βασιλεύς, πλουσιώτατος βασιλέων, ὃς ἐλπίσας τὴν Περσῶν καθελεῖν ἀρχὴν οὐ μόνον τὴν οἰκείαν προσαπέβαλεν, ἀλλὰ καὶ ζωγρηθεὶς ἐμέλλησε καταπίμπρασθαι.

  40. 134.1

    μάρτυρες τῶν ἐνυπνίων οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ πόλεις, ἔθνη, χῶραι, ἡ Ἑλλάς, ἡ βάρβαρος, ἠπειρῶται, νησιῶται, ἡ Εὐρώπη, ἡ Ἀσία, δύσις, ἀνατολή· μεμένηκε γὰρ οὐδὲν οὐδαμοῦ τὸ παράπαν ἐν ὁμοίῳ, τροπαῖς δὲ καὶ μεταβολαῖς ἐχρήσατο πάντα διὰ πάντων.

  41. 135.1

    Αἴγυπτός ποτε πολλῶν ἐθνῶν ἡγεμονίαν εἶχεν, ἀλλὰ νῦν ἐστι δούλη. Μακεδόνες οὕτως ἐπὶ καιρῶν ἤκμασαν, ὡς ἁπάσης ἀνάψασθαι τῆς οἰκουμένης τὸ κράτος, ἀλλὰ νῦν τοῖς ἐκλογεῦσι τῶν χρημάτων τοὺς ἐπιταχθέντας ὑπὸ τῶν κυρίων δασμοὺς ἐτησίους εἰσφέρουσι.

  42. 136.1

    ποῦ δὲ ἡ τῶν Πτολεμαίων οἰκία καὶ ἡ καθ’ ἕκαστον τῶν διαδόχων ἐπιφάνεια μέχρι γῆς καὶ θαλάττης περάτων ἐκλάμψασα; ποῦ δ’ αἱ τῶν αὐτονόμων ἐθνῶν καὶ πόλεων ἐλευθερίαι; ποῦ δ’ ἔμπαλιν αἱ δουλεῖαι τῶν ὑπηκόων; οὐ Πέρσαι μὲν Παρθυαίων ἐπεκράτουν, νυνὶ δὲ Περσῶν Παρθυαῖοι διὰ τὰς τῶν ἀνθρωπείων πραγμάτων στροφὰς καὶ τὰς ἄνω καὶ κάτω πεττείας καὶ μεταθέσεις αὐτῶν;

  43. 137.1

    ἀναπλάττουσιν ἔνιοι μακράς τινας καὶ ἀπεράτους εὐτυχίας ἑαυτοῖς, αἱ δ’ ἀρχαὶ μεγάλων κακῶν εἰσι· καὶ σπεύδοντες ὡς ἐπ’ ἀγαθῶν κληρονομίαν εὑρίσκουσι δεινὰς κακοπραγίας, καὶ τοὐναντίον κακὸν προσδοκήσαντες ἀγαθοῖς ἐνέτυχον.

  44. 138.1

    ἀθληταὶ δυνάμεσι καὶ ῥώμαις καὶ εὐεξίαις σωμάτων μέγα φρονοῦντες, ἀνενδοίαστον νίκην ἐλπίσαντες, ἐξαγώνιοι πολλάκις ἐγένοντο μὴ δοκιμασθέντες ἢ καταστάντες εἰς τὸν ἀγῶνα ἡττήθησαν, οἱ δ’ ἀπογνόντες καὶ δευτερείων ἐφίξεσθαι τὰ πρῶτα τῶν ἄθλων στεφανηφοροῦντες ἤραντο.

  45. 139.1

    θέρους ἀναχθέντες τινὲς—ὁ γὰρ καιρὸς εὐπλοίας—ἐναυάγησαν, ἕτεροι δὲ χειμῶνος ἀνατραπήσεσθαι προσδοκῶντες ἀκινδύνως ἄχρι λιμένων παρεπέμφθησαν. ὡς ἐφ’ ὁμολογούμενα κέρδη συντείνουσιν ἔνιοι τῶν ἐμπόρων ἀγνοοῦντες τὰς ἐφέδρους ζημίας, ἔμπαλιν λογιζόμενοι βλαβήσεσθαι μεγάλων ἀπέλαυσαν ὠφελειῶν.

  46. 140.1

    οὕτως ἄδηλοι μὲν αἱ τύχαι πρὸς ἑκάτερα, τὰ δ’ ἀνθρώπεια ὡς ἐπὶ ζυγοῦ ταλαντεύεται βάρεσιν ἀνίσοις ἐπικουφιζόμενα καὶ καθέλκοντα· δεινὴ δ’ ἀσάφεια καὶ πολὺ σκότος κατακέχυται τῶν πραγμάτων· ὡς δ’ ἐν βαθεῖ ὕπνῳ πλαζόμεθα μηδὲν ἐμπεριελθεῖν ἀκριβείᾳ λογισμοῦ δυνάμενοι μηδ’ εὐτόνως καὶ παγίως ἐπιδράξασθαί τινος, σκιαῖς γὰρ ἔοικε καὶ φάσμασι.

  47. 141.1

    καὶ ὥσπερ ἐν ταῖς πομπαῖς τὰ πρῶτα παρέρχεται φεύγοντα τὰς ὄψεις κἀν τοῖς χειμάρροις τὸ φερόμενον ῥεῦμα φθάνει παραδραμὸν ὀξύτητι τάχους τὴν κατάληψιν, οὕτω καὶ τὰ ἐν τῷ βίῳ πράγματα φερόμενα καὶ παρεξιόντα φαντάζεται μὲν ὡς ὑπομένοντα, μένει δ’ οὐδ’ ἐπ’ ἀκαρές, ἀλλ’ ἀεὶ ὑποσύρεται.

  48. 142.1

    καὶ οἱ ἐγρηγορότες, ὅσα γε πρὸς τὸ ἐν ταῖς καταλήψεσιν ἀβέβαιον οὐδὲν τῶν κοιμωμένων διαφέροντες, ἀπατῶντες ἑαυτοὺς ἱκανοὶ νομίζουσιν εἶναι τὰς φύσεις τῶν πραγμάτων ἀπλανέσι λογισμοῖς ὁρᾶν· οἷς ἑκάστη τῶν αἰσθήσεων εἰς ἐπιστήμην ἐμπόδιος, δεκαζομένη θεάμασιν, ἀκούσμασι, χυλῶν ποιότησιν, ἀτμῶν ἰδιότησι, πρὸς ἅπερ ἀποκλίνουσα συνεφέλκεται καὶ τὴν ὅλην ψυχὴν οὐκ ἐῶσα ὀρθοῦσθαι καὶ ἀπταίστως οἷα διὰ λεωφόρων ὁδῶν προέρχεσθαι· τὸ δ’ ὑψηλοτάπεινον καὶ μεγαλόμικρον καὶ πᾶν ὅσον ἀνισότητι καὶ ἀνωμαλίᾳ συγγενὲς ἀπεργάζεται καὶ σκοτοδινιᾶν

  49. 143.1

    ἀναγκάζει καὶ πολὺν ἐμποιεῖ ἴλιγγον. τοσαύτης οὖν ταραχῆς καὶ ἀταξίας ἔτι δὲ ἀσαφείας γέμοντος τοῦ βίου, παρελθόντα δεῖ τὸν πολιτικὸν ὥσπερ τινὰ σοφὸν τὴν ὀνειροκριτικὴν τὰ μεθημερινὰ ἐνύπνια καὶ φάσματα τῶν ἐγρηγορέναι δοκούντων διακρίνειν εἰκόσι στοχασμοῖς καὶ εὐλόγοις πιθανότησι περὶ ἑκάστου ἀναδιδάσκοντα, ὅτι τοῦτο καλόν, ἐκεῖνο αἰσχρόν, τοῦτο ἀγαθόν, κακὸν ἐκεῖνο, τουτὶ δίκαιον, ἄδικον τοὐναντίον, καὶ τἄλλα ταύτῃ, τὸ φρόνιμον, τὸ ἀνδρεῖον, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ συμφέρον, τὸ ὠφέλιμον, καὶ πάλιν τὸ ἀνωφελές, τὸ ἀλόγιστον, τὸ ἀγεννές, τὸ ἀσεβές, τὸ ἀνόσιον, τὸ ἀσύμφορον, τὸ βλαβερόν, τὸ φίλαυτον.

  50. 144.1

    καὶ ἔτι πρὸς τούτοις ἀλλότριον τοῦτο, μὴ ἐπιθύμει· ἴδιον τοῦτο, χρῶ μὴ παραχρώμενος· περιουσιάζεις, μεταδίδου· πλούτου γὰρ τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ’ ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ· ὀλίγα κέκτησαι, μὴ φθόνει τοῖς ἔχουσι· πένητα γὰρ βάσκανον οὐδεὶς ἂν ἐλεήσαι· εὐδοξεῖς καὶ τετίμησαι, μὴ καταλαζονεύου· ταπεινὸς εἶ ταῖς τύχαις, ἀλλὰ τὸ φρόνημα μὴ καταπιπτέτω· πάντα σοι κατὰ νοῦν χωρεῖ, μεταβολὴν εὐλαβοῦ· πταίεις πολλάκις, χρηστὰ ἔλπιζε· πρὸς γὰρ τἀναντία τῶν ἀνθρώπων αἱ τροπαί.

  51. 145.1

    σελήνη μὲν γὰρ καὶ ἥλιος καὶ ὁ σύμπας οὐρανὸς σαφεῖς καὶ ἀριδήλους ἔχει τὰς τρανότητας, ἅτε πάντων τῶν κατ’ αὐτὸν ὁμοίων μενόντων καὶ τοῖς τῆς ἀληθείας αὐτῆς μετρουμένων κανόσιν ἐν τάξεσιν ἐναρμονίοις καὶ συμφωνιῶν ταῖς ἀρίσταις, τὰ δ’ ἐπίγεια πολλῆς ἀταξίας γέμοντα καὶ ταραχῆς ἀσύμφωνα καὶ ἀνάρμοστα, ὡς κυριώτατα φάναι, ὅτι ταῦτα μὲν βαθὺ σκότος κατείληφεν, ἐκεῖνα δ’ ἐμφέρεται τηλαυγεστάτῳ φωτί, μᾶλλον δ’ αὐτὸ φῶς ἐστιν εἱλικρινέστατον καὶ καθαρώτατον.

  52. 146.1

    εἰ γοῦν βουληθείη διακύπτειν εἴσω τις τῶν πραγμάτων, εὑρήσει τὸν οὐρανὸν ἡμέραν αἰώνιον, νυκτὸς καὶ πάσης σκιᾶς ἀμέτοχον, ἅτε περιλαμπόμενον ἀσβέστοις καὶ ἀκηράτοις ἀδιαστάτως φέγγεσιν.

  53. 147.1

    ὅσῳ τε διαφέρουσιν οἱ παρ’ ἡμῖν ἐγρηγορότες τῶν κοιμωμένων, τοσούτῳ καὶ ἐν ἅπαντι τῷ κόσμῳ τὰ οὐράνια τῶν ἐπιγείων, τὰ μὲν ἐγρηγόρσει χρώμενα ἀκοιμήτῳ διὰ τὰς ἀπλανεῖς καὶ ἀπταίστους καὶ ἐν ἅπασι κατορθούσας ἐνεργείας, τὰ δ’ ὕπνῳ κατεχόμενα, κἂν εἰ πρὸς βραχὺ διανασταίη, πάλιν καθελκόμενα καὶ καταδαρθάνοντα διὰ τὸ μηδὲν εὐθυτενῶς δύνασθαι τῇ ψυχῇ βλέπειν, ἀλλὰ πλάζεσθαι καὶ περιπταίειν· ἐπισκοτεῖται γὰρ ψευδέσι δόξαις, ὑφ’ ὧν ὀνειρώττειν ἀναγκαζόμενα καὶ τῶν πραγμάτων ὑστερίζοντα

  54. 148.1

    οὐδὲν παγίως καὶ βεβαίως ἱκανὰ καταλαμβάνειν ἐστί. συμβολικῶς μέντοι καὶ ἐπὶ τὸ δευτερεῖον τῶν βασιλικῶν ἁρμάτων ἀναβαίνειν λέγεται δι’ αἰτίαν τοιάνδε· ὁ πολιτικὸς τὰ δευτερεῖα φέρεται βασιλέως· οὔτε γὰρ ἰδιώτης ἐστὶν οὔτε βασιλεύς, ἀλλ’ ἀμφοῖν μεθόριος, ἰδιώτου μὲν ὢν κρείττων, ἐλάττων δ’ εἰς ἀρχὴν αὐτεξούσιον βασιλέως, τῷ δήμῳ βασιλεῖ χρώμενος, ὑπὲρ οὗ πάντα πράττειν προῄρηται καθαρᾷ καὶ ἀδολωτάτῃ πίστει.

  55. 149.1

    φέρεται δὲ ὡς ἐφ’ ἁρματείου δίφρου μετέωρος ὑπό τε τῶν πραγμάτων καὶ τῶν ὄχλων εἰς ὕψος αἰρόμενος, καὶ μάλισθ’ ὅταν κατὰ νοῦν ἕκαστα μικρὰ καὶ μεγάλα χωρῇ, μηδενὸς ἀντιπνέοντος μηδ’ ἀντιστατοῦντος, ἀλλ’ ὡς ἐν εὐπλοίᾳ πάντων σωτηρίως ὑπὸ θεοῦ κυβερνωμένων. ὅν τε δίδωσιν ὁ βασιλεὺς δακτύλιον, ἐναργέστατον δεῖγμα πίστεώς ἐστιν, ἣν πεπίστευκεν ὅ τε βασιλεὺς δῆμος τῷ πολιτικῷ καὶ ὁ πολιτικὸς τῷ βασιλεύοντι δήμῳ.

  56. 150.1

    ὁ δὲ περὶ τὸν τράχηλον χρυσοῦς κύκλος εὐδοξίαν ὁμοῦ καὶ κόλασιν ἔοικεν ὑποσημαίνειν· ἕως μὲν γὰρ τὰ κατὰ τὴν πολιτείαν εὐοδεῖ πράγματα αὐτῷ, γαῦρός ἐστι καὶ σεμνὸς ὑπὸ τῶν ὄχλων τιμώμενος· ἐπειδὰν δὲ πταῖσμα συμβῇ, μὴ κατὰ προαίρεσιν — τοῦτο γὰρ ὑπαίτιον —, ἀλλὰ τυχηρόν, ὅπερ ἐστὶ συγγνωστόν, οὐδὲν ἧττον ἕλκεται κάτω διὰ τοῦ περιαυχενίου κόσμου καὶ ταπεινοῦται, μόνον οὐκ ἐπιλέγοντος τοῦ δεσπότου· „τὸν περιαυχένιον τοῦτον κύκλον ἐδωρησάμην σοι καὶ κόσμον κατορθουμένων τῶν ἐμῶν καὶ ἀγχόνην ἀποτυγχανομένων.“

  57. 151.1

    Ἤκουσα μέντοι καθ’ ἑτέραν ἰδέαν τροπικώτερον τὰ περὶ τὸν τόπον ἀκριβούντων. ἦν δὲ τοιάδε· τὸν βασιλέα τῆς Αἰγύπτου τὸν ἡμέτερον νοῦν ἔλεγον εἶναι, τὸν τῆς καθ’ ἕκαστον σωματικῆς χώρας ἡγεμόνα, ὃς οἷα βασιλεὺς ἀνῆπται τὸ κράτος.

  58. 152.1

    ᾧ γενομένῳ φιλοσωμάτῳ τρία τὰ πλείστης ἀξιούμενα σπουδῆς διαπονεῖται, σιτία καὶ ὄψα καὶ ποτά, παρὸ καὶ τρισὶ χρῆται τοῖς τῶν λεγομένων ἐπιμεληταῖς, ἀρχισιτοποιῷ καὶ ἀρχιοινοχόῳ καὶ ἀρχιμαγείρῳ· πρυτανεύει γὰρ ὁ μὲν τὰ περὶ ἐδωδήν, ὁ δὲ τὰ περὶ πόσιν, ὁ δ’ ἐπιτέτακται τοῖς περὶ αὐτὰ τὰ ὄψα ἡδύσμασιν.

  59. 153.1

    πάντες δέ εἰσιν εὐνοῦχοι, ἐπειδὴ ὁ φιλήδονος ἄγονός ἐστι τῶν ἀναγκαιοτάτων, σωφροσύνης, αἰδοῦς, ἐγκρατείας, δικαιοσύνης, ἁπάσης ἀρετῆς· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ, ὡς ἀρετῇ ἡδονή, δι’ ἣν ἀλογοῦσιν οἱ πολλοὶ ὧν μόνον ἄξιον πεφροντικέναι, ταῖς ἀκαθέκτοις ἐπιθυμίαις χαριζόμενοι καὶ οἷς ἂν προστάττωσιν εἴκοντες.

  60. 154.1

    ὁ μὲν οὖν ἀρχιμάγειρος οὔτ’ εἰς δεσμωτήριον ἀπάγεται οὔτε τινὶ περιπίπτει λύμῃ διὰ τὸ μὴ σφόδρα τῶν ἀναγκαίων εἶναι τὰς παραρτύσεις οὐχ ἡδονὰς οὔσας ἀλλ’ εὔσβεστα ἡδονῶν ὑπεκκαύματα, δύο δὲ τῶν περὶ τὴν ἄθλιον γαστέρα πραγματευομένων, ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος, ἐπειδὴ τὰ συνεκτικώτατα τῶν εἰς τὸ ζῆν χρησίμων ἐστὶ βρῶσις καὶ πόσις, ὧν ἐπιμελείας μὲν ἀξιουμένων οἱ προεστῶτες εἰκότως ἐπαίνων τυγχάνουσιν, ὀλιγωρουμένων δὲ ὀργῆς καὶ κολάσεως ἀξιοῦνται.

  61. 155.1

    διαφορὰ δὲ κἀν ταῖς κολάσεσιν, ὅτι διάφορος ἡ χρεία, σιτίων μὲν ἀναγκαιοτάτη, οἴνου δὲ οὐ πάνυ χρησίμη· καὶ γὰρ ἀκράτου δίχα ζῶσιν ἄνθρωποι ναματιαίῳ ὕδατι ποτῷ χρώμενοι.

  62. 156.1

    δι’ ἣν αἰτίαν πρὸς μὲν τὸν ἀρχιοινοχόον γίνονται καταλλαγαὶ καὶ συμβάσεις ὡς ἂν ἁμαρτόντα περὶ τὸ ἔλαττον μέρος, ἀσύμβατα δὲ καὶ ἀκατάλλακτα τὰ πρὸς τὸν ἀρχισιτοποιόν ἐστιν ἄχρι θανάτου λαμβάνοντα τὴν ὀργὴν ὡς ἂν περὶ τὸ μέγιστον ἀδικήσαντα· τελευτὴ γὰρ ἕπεται σιτίων σπάνει· οὗ χάριν καὶ ὁ περὶ ταῦτ’ ἐξαμαρτὼν εἰκότως θνῄσκει κρεμασθείς, ὅμοιον κακὸν ᾧ διέθηκε παθών· καὶ γὰρ αὐτὸς ἀνεκρέμασε καὶ παρέτεινε τὸν πεινῶντα λιμῷ.

  63. 157.1

    Τοσαῦτα καὶ περὶ τούτου. ὁ μέντοι βασιλέως ὕπαρχος κατασταθεὶς καὶ τῆς Αἰγύπτου τὴν ἐπιμέλειαν καὶ προστασίαν λαβὼν ἐξῄει γνωρισθησόμενος ἅπασι τοῖς ἐγχωρίοις καὶ τοὺς λεγομένους νομοὺς ἐπιὼν κατὰ πόλεις πολὺν αὑτοῦ πόθον ἐνειργάζετο τοῖς ὁρῶσιν, οὐ μόνον ταῖς ὠφελείαις, ἃς ἑκάστοις παρεῖχεν, ἀλλὰ καὶ ταῖς περὶ τὴν ὄψιν τε καὶ τὴν ἄλλην ὁμιλίαν ἀλέκτοις καὶ ἐξαιρέτοις χάρισιν.

  64. 158.1

    ἐπεὶ δὲ κατὰ τὴν τῶν ὀνειράτων σύγκρισιν ἐνέστη προτέρα τῆς εὐθηνίας ἡ ἑπταετία, τὸ πέμπτον τῶν καρπῶν ἀνὰ πᾶν ἔτος συνάγων διά τε τῶν ὑπάρχων καὶ τῶν ἄλλων, οἳ πρὸς τὰς δημοσίας χρείας ὑπηρέτουν αὐτῷ, τοσαύτην ἤθροισε πληθὺν δραγμάτων, ὅσην οὐδείς πω πρότερον γενομένην ἐμέμνητο· πίστις δὲ σαφεστάτη τὸ μηδ’ ἀριθμηθῆναι δύνασθαι, καίτοι μυρία τινῶν πονηθέντων, οἷς ἐπιμελές, περιεργίᾳ διαριθμήσασθαι.

  65. 159.1

    διεξελθόντων δὲ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς εὐφόρησεν ἡ πεδιάς, ἀρχὴν ἐλάμβανεν ὁ λιμός, ὃν ἐπιβαίνοντα καὶ συναυξόμενον οὐκ ἐχώρησεν Αἴγυπτος· ἀναχεόμενος γὰρ καὶ τὰς ἑξῆς ἀεὶ πόλεις καὶ χώρας ἐπικαταλαμβάνων ἄχρι περάτων καὶ τῶν πρὸς ἕω καὶ τῶν πρὸς δυσμὰς ἔφθασε τὴν οἰκουμένην ἐν κύκλῳ πᾶσαν κατασχών.

  66. 160.1

    λέγεται γοῦν μηδέποτε κοινὴ νόσος κατασκῆψαι τοσαύτη, καθάπερ ἣν ἰατρῶν παῖδες ὀνομάζουσιν ἑρπῆνα· καὶ γὰρ αὕτη πᾶσι τοῖς μέρεσιν ἐπιφοιτῶσα τὴν κοινωνίαν τῶν ἡλκωμένων σωμάτων ὅλην δι’ ὅλων στοιχηδὸν πυρὸς τρόπον ἐπινέμεται.

  67. 161.1

    τοὺς οὖν ἀφ’ ἑκάστης δοκιμωτάτους αἱρούμενοι σιτώνας ἐξέπεμπον εἰς Αἴγυπτον· ἤδη γὰρ ἡ πρόνοια τοῦ νεανίσκου πανταχόσε διηγγέλλετο ταμιευσαμένου τροφὰς ἀφθόνους εἰς καιρὸν ἐνδείας.

  68. 162.1

    ὁ δὲ τὸ μὲν πρῶτον κελεύει ἀνοιχθῆναι τοὺς σωροὺς ἅπαντας, ὑπολαμβάνων εὐθυμοτέρους παρασκευάσειν τοὺς ἰδόντας καὶ τρόπον τινὰ τὰς ψυχὰς ἀναθρέψειν πρὸ τῶν σωμάτων ἐλπίσι χρησταῖς, ἔπειτα διὰ τῶν ἐπιτραπέντων τὰς σιταρχίας ἐπώλει τοῖς ἔχουσιν ὠνητικῶς, στοχαζόμενος τοῦ μέλλοντος ἀεὶ καὶ τὸ ἐπιὸν ὁρῶν τοῦ παρόντος ἀκριβέστερον.

  69. 163.1

    Ἐν δὲ τούτῳ καὶ ὁ πατήρ, ὑποσπανιζόντων ἤδη τῶν ἀναγκαίων, ἀγνοῶν τὴν τοῦ παιδὸς εὐτυχίαν ἐκπέμπει δέκα τῶν υἱῶν ἐπὶ σιτωνίαν τὸν νεώτατον οἴκοι κατασχών, ὃς ἦν ὁμομήτριος ἀδελφὸς τῷ βασιλέως ὑπάρχῳ.

  70. 164.1

    καὶ οἱ μὲν εἰς Αἴγυπτον ἐλθόντες ἐντυγχάνουσιν ὡς ἀλλοτρίῳ τἀδελφῷ καὶ τὴν περὶ αὐτὸν ἀξίωσιν καταπλαγέντες ἔθει παλαιῷ προσκυνοῦσιν, ἤδη καὶ τῶν ὀνειράτων αὐτοῦ λαμβανόντων βεβαίωσιν.

  71. 165.1

    ὁ δὲ τοὺς πεπρακότας θεασάμενος εὐθὺς ἐγνώρισεν ἅπαντας ὑπὸ μηδενὸς αὐτὸς γνωρισθεὶς τὸ παράπαν, μὴ βουληθέντος πω τοῦ θεοῦ τἀληθὲς ἀναφῆναι διά τινας ἀναγκαίας αἰτίας, ἃς τότε βέλτιον ἦν ἡσυχάζεσθαι, ἀλλ’ ἢ τὴν ὄψιν ἀλλάξαντος εἰς σεμνότερον εἶδος τοῦ τὴν χώραν ἐπιτραπέντος ἢ παρατρέψαντος τὰς ἀκριβεῖς καταλήψεις τῆς διανοίας τῶν ὁρώντων.

  72. 166.1

    εἶτ’ οὐχ ὥσπερ νέος καὶ τοσαύτης ἡγεμονίας διάδοχος ἀρχὴν τὴν μετὰ βασιλέα πρώτην ἀναψάμενος, εἰς ὃν ἀνατολαὶ καὶ δύσεις ἀπέβλεπον, ἡλικίας ἀκμῇ καὶ μεγέθει τῆς ἐξουσίας ἐπαρθείς, καιρὸν ἔχων ἀμύνης ἐμνησικάκησεν, ἀλλ’ ἐγκρατῶς τὸ πάθος ἐνεγκὼν καὶ ταμιευσάμενος αὑτοῦ τῇ ψυχῇ μετὰ πολλοῦ τοῦ προμηθοῦς ἐπεμόρφαζεν ἀλλοτρίωσιν καὶ βλέμμασι καὶ φωνῇ καὶ τοῖς ἄλλοις καθυποκρινόμενος τὸν δυσχεραίνοντα "οὐδέν" εἶπεν, "ὦ οὗτοι, φρονεῖτε εἰρηνικόν, ἀλλά τις τῶν βασιλέως ἐχθρῶν κατασκόπους ὑμᾶς ἐξέπεμψεν, ᾧ κακὰς ὑπηρεσίας ὁμολογήσαντες ὑπηρετήσειν λήσεσθαι μὲν ᾠήθητε, λανθάνει δ’ οὐδὲν τῶν δρωμένων ἐπ’ ἐνέδρᾳ, κἂν βαθεῖ σκότῳ συσκιάζηται."

  73. 167.1

    πειρωμένων δ’ ἀπολογεῖσθαι καὶ διεξιόντων, ὡς ἐπ’ ἀγενήτοις κατηγοροῦνται, μήτε γὰρ παρὰ δυσμενῶν ἥκειν μήτ’ αὐτοὶ τοῖς ἐγχωρίοις ἀπέχθεσθαι μηδ’ ἂν ὑπομεῖναί ποτε τοιαύτην διακονίαν, εἶναι γὰρ τὰς φύσεις εἰρηνικοὶ καὶ μεμαθηκέναι σχεδὸν ἐξ ἔτι νηπίων παίδων τιμᾶν εὐστάθειαν παρ’ ὁσιωτάτῳ καὶ θεοφιλεστάτῳ πατρί, ᾧ δώδεκα γενομένων υἱῶν ἕνα μὲν τὸν νεώτατον οὐκ ἔχοντά πω ἡλικίαν ἀποδημίας οἴκοι καταμεῖναι, δέκα δὲ τοὺς ὁρωμένους ἡμᾶς ἐνταῦθα ὑπάρχειν, τὸν δὲ λοιπὸν ἐκποδὼν γεγενῆσθαι —, ταῦτ’ ἀκούσας ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ παρὰ τῶν ἀποδομένων τί τὴν ψυχὴν ἄρα ἐπεπόνθει;

  74. 168.1

    καὶ γὰρ εἰ μὴ ἐξελάλησε τότε τὸ παραστὰν πάθος, ἀλλὰ τούτοις ὑποτυφομένῳ καὶ ζωπυρουμένῳ πάντως τὰ ἐντὸς ἐκαίετο, βαθεῖ δ’ ὅμως ἤθει φησὶν αὐτοῖς· „εἰ τῷ ὄντι μὴ κατασκεψόμενοι τὴν γῆν ἀφῖχθε, πρὸς πίστιν τὴν ἐμὴν ὑμεῖς μὲν ἐνταυθοῖ διατρίψατε βραχύν τινα χρόνον, ὁ δὲ νεώτατος ἀδελφὸς ὑμῶν ἀφικέσθω μετακληθεὶς ἐπιστολιμαίοις γράμμασιν.

  75. 169.1

    ἐὰν δ’ ἕνεκα τοῦ πατρὸς ἐπείγησθε ἀπιέναι φοβησομένου τάχα τὴν μακρὰν ὑμῶν διάζευξιν, οἱ μὲν ἄλλοι πάντες ἀπάρατε, καταμεινάτω δ’ εἷς ὁμηρεύσων, ἄχρις ἂν ἐπανέλθητε σὺν τῷ νεωτάτῳ· τιμωρία δὲ κατὰ τῶν μὴ πειθαρχούντων ἡ ἀνωτάτω προκείσεται θάνατος.“

  76. 170.1

    καὶ ὁ μὲν τοιαῦτ’ ἀπειλήσας ὑποβλεπόμενος καὶ βαρείας ὀργῆς δείγματα παρασχὼν ὅσα τῷ δοκεῖν ἀπηλλάττετο· οἱ δὲ συννοίας καὶ κατηφείας γεμισθέντες ἐκάκιζον ἑαυτοὺς ἕνεκα τῆς πρὸς τὸν ἀδελφὸν ἐπιβουλῆς „ἐκεῖνο“ λέγοντες „τἀδίκημα τῶν παρόντων ἐστὶ κακῶν αἴτιον, τῆς ἐφόρου δίκης τῶν ἀνθρωπείων πραγμάτων ἤδη τι μηχανωμένης καθ’ ἡμῶν· βραχὺν γὰρ ἡσυχάσασα χρόνον διανίσταται τὴν ἀμείλικτον καὶ ἀπαραίτητον αὑτῆς ἐπιδεικνυμένη φύσιν τοῖς ἀξίοις κολάσεως. πῶς γὰρ οὐκ ἄξιοι;

  77. 171.1

    οἳ δεόμενον καὶ ποτνιώμενον τὸν ἀδελφὸν οἱ ἀνηλεεῖς ὑπερείδομεν οὐδὲν μὲν ἐξαμαρτόντα, φαντασίας δὲ τὰς καθ’ ὕπνον διὰ τὸ φιλοίκειον ὡς συνήθεσιν ἀνενεγκόντα, ὑπὲρ ὧν οἱ θηριωδέστατοι καὶ πάντων ἀγριώτατοι δυσχεραίνοντες ἡμεῖς οὐχ ὅσια — δεῖ γὰρ ἀψευδεῖν — εἰργασάμεθα.

  78. 172.1

    τοιγαροῦν καὶ ταῦτα καὶ ἔτι χείρω τούτων πείσεσθαι προσδοκῶμεν, οἵτινες μόνοι σχεδὸν ἐξ ἁπάντων ἀνθρώπων εὐπατρίδαι λεγόμενοι διὰ τὰς πατέρων καὶ πάππων καὶ προγόνων ὑπερβαλλούσας ἀρετὰς ᾐσχύναμεν τὴν συγγένειαν ἐπιφανὲς ὄνειδος κτήσασθαι σπουδάσαντες.“

  79. 173.1

    ὁ δὲ πρεσβύτατος τῶν ἀδελφῶν, ὃς καὶ ἐν ἀρχῇ, συντιθεμένων τὴν ἐπιβουλήν, ἠναντιοῦτο, „ἐπὶ δὴ πεπραγμένοις“ εἶπεν "ἀνωφελεῖς αἱ μεταμέλειαι· παρεκάλουν, ἱκέτευον, ἐξετάζων ὅσον ἐστὶ τὸ ἀνοσιούργημα, μὴ θυμῷ χαρίζεσθαι· συναινεῖν δέον, ταῖς ἀβουλίαις ἑαυτῶν εἴξατε.

  80. 174.1

    τοιγαροῦν καρπούμεθα τῆς αὐθαδείας καὶ ἀσεβείας τἀπίχειρα· ζητεῖται μὲν ἡ ἐπ’ ἐκείνῳ τυρευθεῖσα ἐπιβουλή, ὁ δὲ ζητῶν οὐκ ἔστιν ἄνθρωπος,

  81. 175.1

    ἀλλ’ ἢ θεὸς ἢ λόγος ἢ νόμος θεῖος.“ ταῦτα δ’ ἤκουεν ὁ πραθεὶς ἀδελφὸς ἡσυχῇ διαλαλούντων, ἑρμηνέως μεταξὺ ὄντος· καὶ νικηθεὶς ὑπὸ τοῦ πάθους, μέλλων δακρύειν, ὡς μὴ γένοιτο καταφανής, ἀποστρέφεται καὶ προχέας θερμὰ καὶ ἐπάλληλα δάκρυα καὶ πρὸς ὀλίγον ἐπικουφισθείς, τὴν ὄψιν ἀπομαξάμενος, ἐπιστρέφει καὶ κελεύει τὸν ἡλικίᾳ δεύτερον τῶν ἀδελφῶν ἐν ὄψεσι ταῖς ἁπάντων δεθῆναι, τὸν αὐτῷ κατάλληλον — ὁ γὰρ ἐν πλείοσι δεύτερος τῷ παρεσχάτῳ κατάλληλος, ἐπεὶ καὶ τῷ τελευταίῳ ὁ πρῶτος —·

  82. 176.1

    ἴσως μέντοι καὶ διότι τὴν πλείστην μοῖραν ἔδοξε τῶν ἁμαρτηθέντων εἰσενεγκεῖν μόνον οὐ συνταγματαρχῶν καὶ τοὺς ἄλλους ἀλείφων ἐπὶ δυσμένειαν· εἰ γὰρ συνετάχθη τῷ πρεσβυτάτῳ χρηστὰ καὶ φιλάνθρωπα βουλευομένῳ, νεώτερος μὲν ἐκείνου, τῶν δ’ ἄλλων πρεσβύτερος ὤν, ἴσως ἂν ἴσως ἐπεσχέθη τἀδίκημα, τῶν τὴν ἀνωτάτω τάξιν καὶ τιμὴν ἐχόντων συμπνεόντων καὶ ὁμογνωμονούντων περὶ πράγματος, ὃ καὶ καθ’ αὑτὸ πολλὴν ῥοπὴν συνεφείλκετο·

  83. 177.1

    νυνὶ δ’ ἀποστὰς τῆς ἡμέρου καὶ ἀμείνονος τάξεως πρὸς τὴν ἀνήμερον καὶ χαλεπὴν ηὐτομόλησε καὶ ταύτης ἀποδειχθεὶς ἡγεμὼν οὕτως ἐθάρσυνε τοὺς συνεφαπτομένους τοῦ παρανομήματος, ὡς ἀνενδότως τὸν ἐπίληπτον ἆθλον διαθλῆσαι. διὰ ταῦτ’ ἐξ ἁπάντων μόνος οὗτος δεθῆναί μοι δοκεῖ.

  84. 178.1

    οἱ δ’ ἄλλοι τὴν οἴκαδε ἐπάνοδον ἤδη παρευτρεπίζονται, κελεύσαντος τοῦ τῆς χώρας ἐπιτρόπου τοῖς πυροπωλοῦσι τὰ ἀγγεῖα τῶν ἀδελφῶν ὡς ξένων ἅπαντα πληρῶσαι καὶ ἣν ἔλαβον τιμὴν ἐπὶ τῶν στομίων λάθρα καταθεῖναι μὴ προειπόντας οἷς ἀπεδίδοσαν καὶ τρίτον τι προσεπιδαψιλεύεσθαι τροφάς, αἳ γένοιντ’ ἂν ἱκαναὶ κατὰ τὴν ὁδόν, ἐξαιρέτους ὑπὲρ τοῦ παραπεμφθῆναι τὴν σιτωνίαν ἀμείωτον.

  85. 179.1

    ὁδοιπορούντων δὲ καὶ τὸν ἐν δεσμοῖς ἀδελφὸν ὡς εἰκὸς οἰκτιζομένων, οὐχ ἧττον δ’ ἐπὶ τῷ πατρὶ κατηφούντων, εἰ πάλιν ἀκούσεται συμφορᾶς, καθ’ ἑκάστην ὁδὸν ἐλαττουμένης καὶ ἀποκειρομένης αὐτοῦ τῆς εὐπαιδίας, καὶ λεγόντων "ἀλλ’ οὐδὲ πιστεύσει δεδέσθαι, πρόφασιν δ’ εἶναι τὰ δεσμὰ τελευτῆς ὑπολήψεται διὰ τὸ τοὺς ἅπαξ πληγέντας εἰς τὰ αὐτὰ προσπταίειν“, ἑσπέρα καταλαμβάνει καὶ τῶν ὑποζυγίων καθελόντες τὰ ἄχθη τὰ μὲν ἐπεκούφιζον, αὐτοὶ δὲ βαρυτέρας ταῖς ψυχαῖς φροντίδας ἐδέχοντο· φιλεῖ γὰρ ἐν ταῖς ἀναπαύλαις τῶν σωμάτων ἐναργεστέρας τῶν ἀβουλήτων ἡ διάνοια λαμβάνουσα φαντασίας χαλεπῶς ἄγαν θλίβεσθαι καὶ πιέζεσθαι.

  86. 180.1

    λύσας δέ τις ἓν ἀγγεῖον ὁρᾷ παρὰ τῷ στομίῳ βαλάντιον ὑπόμεστον ἀργυρίου καὶ διαριθμησάμενος εὕρισκεν ὅσην τοῦ σίτου καθῆκε τιμὴν ἀποδεδομένην αὑτῷ καὶ καταπλαγεὶς τοῖς ἀδελφοῖς ἀνέφερεν.

  87. 181.1

    οἱ δ’ οὐ χάριν ἀλλ’ ἐνέδραν ὑποτοπήσαντες ἠθύμουν καὶ βουλόμενοι πάντα τὰ ἀγγεῖα διερευνήσασθαι φόβῳ διώξεως ἄραντες ᾗ τάχιστα συνέτεινον καὶ μόνον οὐκ ἀπνευστὶ θέοντες πολυήμερον ὁδὸν ἐπιτεμόντες ἀνύουσιν.

  88. 182.1

    εἶτ’ ἀλλαχόθεν ἄλλοι τὸν πατέρα οὐκ ἀδακρυτὶ περιλαβόντες ἐφίλουν ἑκάστῳ περιπλεκόμενον καὶ περιχεόμενον ἐκθύμως, καίτοι τῆς ψυχῆς ἤδη τι μαντευομένης ἀβούλητον· καὶ γὰρ προσιόντας καὶ δεξιουμένους κατενόει καὶ τὸν ὑπολειφθέντα υἱὸν ὡς ὑστερηκότα τῆς βραδυτῆτος ᾐτιᾶτο καὶ πρὸς τὰς εἰσόδους ἀπέβλεπε σπεύδων τὸν ἀριθμὸν τῶν τέκνων πλήρη θεάσασθαι.

  89. 183.1

    μηδενὸς δ’ ἔξωθεν ἔτι προσεπιφοιτῶντος, διεπτοημένον ἰδόντες "τῶν ἀβουλήτων“ ἔφασαν, "ὦ πάτερ, ἀνιαρότερος τῆς μαθήσεως ὁ ἐνδοιασμός ἐστι· μαθὼν μὲν γάρ τις ὁδὸν εὗρεν εἰς σωτηρίαν, ἡ δ’ ἀμφίβολος ἄγνοια δυσοδίας καὶ ἀπορίας αἴτιον· ἄκουε δὴ σφόδρα μὲν ἀνιαροῦ διηγήματος, ἀναγκαίου δὲ λεχθῆναι.

  90. 184.1

    ὁ συμπεμφθεὶς ἡμῖν ἀδελφὸς ἐπὶ σιτωνίαν καὶ μὴ ἐπανεληλυθὼς ζῇ μέν — δεῖ γὰρ τὸν ὡς ἐπὶ τεθνεῶτι ἀπαλλάξαι σου μείζονα φόβον —, ζῶν δ’ ἐν Αἰγύπτῳ καταμένει παρὰ τῷ τῆς χώρας ἐπιτρόπῳ, ὃς εἴτ’ ἐκ διαβολῆς εἴτε καὶ ὑποτοπήσας αὐτὸς αἰτίαν ἡμῖν ὡς κατασκόποις ἐπέφερεν.

  91. 185.1

    ἀπολογουμένων δὲ ὅσα ὁ καιρὸς καὶ περί τε σοῦ τοῦ πατρὸς διεξιόντων καὶ τῶν ἀπολειπομένων ἀδελφῶν, ἑνὸς μὲν τοῦ τεθνεῶτος, ἑτέρου δὲ τοῦ παρὰ σοὶ διατρίβοντος, ὃν ἔφαμεν ἔτι νέον ὄντα διὰ τὴν ἡλικίαν οἴκοι καταμεῖναι, πάντα ἀπαμπίσχοντες καὶ ἀπογυμνοῦντες τὰ τῆς συγγενείας εἰς τὸ ἀνύποπτον οὐδὲν ἠνύσαμεν, ἀλλ’ ἔφη μόνην ἂν αὐτῷ πίστιν ἀψευδοῦς ὁμολογίας γενέσθαι τὴν ὡς αὐτὸν ἄφιξιν τοῦ νεωτάτου παιδός, οὗ χάριν καὶ τὸν δεύτερον κατεσχηκέναι ῥύσιόν τε καὶ ἐνέχυρον ἐκείνου.

  92. 186.1

    τὸ μὲν οὖν ἐπίταγμα πάντων ἀνιαρότατον, ὁ δὲ καιρὸς αὐτὸ προστάττει μᾶλλον τοῦ κελεύοντος, ᾧ πειστέον ἐξ ἀνάγκης διὰ τἀπιτήδεια, μόνης Αἰγύπτου χορηγούσης αὐτὰ τοῖς λιμῷ πιεσθεῖσιν.“

  93. 187.1

    ὁ δὲ βαρύτατον ἀναστενάξας „τίνα πρῶτον“ εἶπεν "ὀλοφύρωμαι; τὸν παρέσχατον, ὃς οὐ τελευταῖος ἀλλὰ πρῶτος ἔλαχε τὴν τῶν συμφορῶν τάξιν; ἢ τὸν δεύτερον, ὃς τὰ δευτερεῖα τῶν κακῶν ἤρατο, πρὸ θανάτου δεσμά; ἢ τὸν νεώτατον, ὃς ἀπευκταιοτάτην ὁδὸν ἀφίξεται, ἐὰν ἄρα ἀπίῃ, ταῖς τῶν ἀδελφῶν κακοπραγίαις οὐ σωφρονισθείς; ἐγὼ δὲ κατὰ μέλη καὶ μέρη διαρτώμενος — μέρη γὰρ τέκνα γονέων — εἰς ἀπαιδίαν κινδυνεύω περιελθεῖν ὁ πολύπαις καὶ εὔπαις ἄχρι πρὸ μικροῦ νομισθείς.“

  94. 188.1

    ὁ δὲ πρεσβύτατος „εἰς ὁμηρείαν“ ἔφη "σοὶ δύο υἱοὺς δίδωμι, οὓς καὶ μόνους ἐγέννησα· τούτους ἀπόκτεινον, ἐὰν μὴ σῷον ἀποδῶ τὸν ἐγχειρισθησόμενον ἀδελφόν, ὃς ἀφικόμενος εἰς Αἴγυπτον δύο περιποιήσει τὰ μέγιστα ἡμῖν, ἓν μὲν πίστιν σαφῆ τοῦ μὴ κατασκόπους μηδὲ πολεμίους εἶναι, ἕτερον δὲ τὸ τὸν ἀδελφὸν τὸν ἐν δεσμοῖς ἀπολαβεῖν δυνηθῆναι.“

  95. 189.1

    σφόδρα δ’ ἀχθομένου τοῦ πατρὸς καὶ λέγοντος ἀγνοεῖν, ὅτι δυεῖν ὄντων ὁμομητρίων ὁ μὲν ἤδη τέθνηκεν, ὁ δ’ ἔρημος καὶ μόνος ἀπολειφθεὶς εὐλαβήσεται τὴν ὁδὸν καὶ ζῶν προαποθανεῖται τῷ δέει κατὰ τὴν φοβερῶν ἐκείνων ὑπόμνησιν, ἃ συνέβη τὸν πρότερον παθεῖν, ταῦτα λέγοντος, τὸν εὐτολμότατον καὶ ἀρχικὸν φύσει καὶ δυνατὸν εἰπεῖν — ἦν δὲ καθ’ ἡλικίαν ἀπὸ τοῦ πρώτου τέταρτος — προστησάμενοι διερμηνεύειν ἔπεισαν τὰ δοκοῦντα πᾶσιν.

  96. 190.1

    ἐδόκει δὲ τῶν μὲν ἀναγκαίων ὑστεριζόντων — ὁ γὰρ κομισθεὶς πρότερος σῖτος ἐπιλελοίπει —, κρατοῦντος δὲ τοῦ λιμοῦ καὶ πιέζοντος, ὠνησομένους ἀπιέναι, μὴ βαδιεῖσθαι δὲ τοῦ νεωτάτου καταμένοντος· τὸν γὰρ τῆς χώρας ἐπίτροπον ἀπηγορευκέναι δίχα τούτου παραγενέσθαι. λογισάμενος δὲ ἅτε σοφὸς ἀνήρ,

  97. 191.1

    ὡς ἔστιν ἄμεινον ἕνα προέσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ καὶ ἀμφιβόλῳ πρὸ τῆς ὁμολογουμένης τῶν τοσούτων ἀπωλείας, ἣν ὑπομενεῖ πᾶς οἶκος ἐνδείᾳ πιεσθείς, ἀνιάτῳ νόσῳ, φησὶν αὐτοῖς·

  98. 192.1

    "ἀλλ’ εἰ τῆς ἐμῆς βουλήσεως ἐπικρατέστερα τὰ τῆς ἀνάγκης ἐστίν, εἰκτέον· ἴσως γὰρ ἴσως ἡ φύσις οἰκονομεῖ τι βέλτιον, ὃ μήπω ταῖς διανοίαις ἡμῶν παραφαίνειν ἀξιοῖ.

  99. 193.1

    λαβόντες οὖν καὶ τὸν νεώτατον, ὡς προῄρησθε, ἄπιτε, μὴ μέντοι τὸν αὐτὸν ὃν καὶ πρόσθεν τρόπον· πάλαι μὲν γὰρ ἀργυρίου μόνον ἔδει πρὸς σιτωνίαν ἀγνοουμένοις ἀνθρώποις καὶ μηδέν πω πεπονθόσιν ἀνήκεστον, νυνὶ δὲ καὶ δώρων, τριῶν ἕνεκα, τῆς τε πρὸς τὸν ἡγεμόνα καὶ σιτάρχην ἀρεσκείας, ὑφ’ οὗ γνωρίζεσθαί φατε, καὶ τοῦ τὸν ἐν δεσμοῖς ἀπολαβεῖν θᾶττον πολλὰ καταθέντας αὐτοῦ λύτρα καὶ τοῦ τὴν ὑπόνοιαν τῆς κατασκοπῆς ὡς ἔνι μάλιστα ἰάσασθαι.

  100. 194.1

    πάντων οὖν ὅσων ἡ ἡμετέρα γῆ φέρει λαβόντες ὥσπερ τινὰς ἀπαρχὰς κομίζετε τῷ ἀνθρώπῳ καὶ δισσὸν ἀργύριον, τό τε ἀποδοθὲν πρότερον, ὃ ἴσως ἀγνοίᾳ τινὸς ἀπεδόθη, καὶ ἕτερον αὔταρκες εἰς σιτωνίαν.

← Previous · Next → — showing 101200 of 276

First Thousand Years of Greek. CTS URN tlg0018.tlg021.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.