De Josepho
- 1.1
Τρεῖς μέν εἰσιν ἰδέαι, δι’ ὧν τὸ ἄριστον τέλος, μάθησις, φύσις, ἄσκησις, τρεῖς δὲ καὶ σοφῶν οἱ πρεσβύτατοι κατὰ Μωυσῆν ἐπώνυμοι τούτων· ὧν τοὺς βίους ἀναγεγραφώς, τόν τε ἐκ διδασκαλίας καὶ τὸν αὐτομαθῆ καὶ τὸν ἀσκητικόν, τέταρτον κατὰ τὸ ἑξῆς ἀναγράψω τὸν πολιτικόν, οὗ πάλιν ἐπώνυμον ἕνα τῶν φυλάρχων διασυνίστησιν ἐκ πρώτης ἡλικίας συγκροτηθέντα.
- 2.1
ἤρξατο μέντοι συγκροτεῖσθαι περὶ ἔτη γεγονὼς ἑπτακαίδεκα τοῖς κατὰ ποιμενικὴν θεωρήμασιν, ἃ συνᾴδει τοῖς περὶ πόλιν· ὅθεν οἶμαι καὶ τὸ ποιητικὸν γένος "ποιμένας λαῶν“ τοὺς βασιλεῖς εἴωθεν ὀνομάζειν· ὁ γὰρ τὴν ποιμενικὴν κατωρθωκὼς ἄριστος ἂν εἴη καὶ βασιλεύς, τῆς καλλίστης ζῴων ἀγέλης, ἀνθρώπων, τὴν ἐπιμέλειαν ἐν ταῖς ἐλάττονος σπουδῆς ἀξίαις ἀναδιδαχθείς·
- 3.1
καὶ καθάπερ τῷ μέλλοντι πολεμαρχεῖν καὶ στρατηγεῖν ἀναγκαιότατον αἱ περὶ τὰ κυνηγέσια μελέται, τὸν αὐτὸν τρόπον καὶ οἷς ἐλπὶς ἐπιτροπεῦσαι πόλεως οἰκειότατον ποιμενικὴ προάγων τις οὖσα ἐπιστασίας καὶ στρατηγίας.
- 4.1
ἐνορῶν οὖν ὁ πατὴρ αὐτῷ φρόνημα εὐγενὲς καὶ μεῖζον ἢ κατ’ ἰδιώτην ἐθαύμαζε καὶ περιεῖπε καὶ τῶν ἄλλων υἱῶν μᾶλλον ἔστεργεν, ἐπειδὴ ὀψίγονος ἦν, ὅπερ οὐδενὸς ἧττον ἀγωγόν ἐστιν εἰς εὔνοιαν· καὶ ἅτε φιλόκαλος ὢν ἐζωπύρει τὴν τοῦ παιδὸς φύσιν ἐξαιρέτοις καὶ περιτταῖς ἐπιμελείαις,
- 5.1
ἵνα μὴ ἐντύφηται μόνον, ἀλλὰ καὶ θᾶττον ἐκλάμψῃ. φθόνος δὲ ὁ ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος καὶ τότε πᾶσι τοῖς μέρεσιν οἰκίαν κατορθοῦσαν ἐπιθέμενος διέστησε καθ’ ἑνὸς πολλοὺς ἀδελφοὺς ἀλείψας, οἳ τῇ πρὸς ἐκεῖνον εὐνοίᾳ τοῦ πατρὸς ἰσόρροπον δύσνοιαν ἐπεδείκνυντο μισοῦντες ὅσον ἐστέργετο· τὸ δὲ μῖσος οὐκ ἐξελάλουν, ἀλλ’ ἐν ἑαυτοῖς ἐταμίευον, ὅθεν εἰκότως ἀργαλεώτερον ἐφύετο· τὰ γὰρ στεγόμενα πάθη μὴ διαπνέοντα τοῖς ἐπισχοῦσι λόγοις βαρύτερα.
- 6.1
χρώμενος οὖν ἀκάκοις τοῖς ἤθεσι καὶ τὴν ὑποικουροῦσαν ἔχθραν ἐκ τῶν ἀδελφῶν οὐ συνιείς, ὄναρ ἰδὼν αἴσιον, ὡς δὴ εὔνοις διηγεῖται· "ἔδοξα" γάρ φησιν "ἀμήτου καιρὸν ἐφεστάναι καὶ πάντας ἡμᾶς ἀφικομένους εἰς τὸ πεδίον ἐπὶ τὴν τοῦ καρποῦ συλλογὴν δρέπανα λαβόντας θερίζειν, αἰφνίδιον δὲ τὸ μὲν ἐμὸν δράγμα ὑπανίστασθαι καὶ μετεωρισθὲν ὀρθοῦσθαι, τὰ δὲ ὑμέτερα ὥσπερ ἀπὸ συνθήματος ἐπιδραμόντα τεθηπέναι καὶ μετὰ τιμῆς τῆς πάσης προσκυνεῖν“.
- 7.1
οἱ δὲ εἰς σύνεσιν ἀκριβεῖς καὶ δεινοὶ διὰ συμβόλων ἰχνηλατῆσαι πρᾶγμ’ ἀδηλούμενον εἰκόσι στοχασμοῖς „μὴ νομίζεις“ ἔφασαν "ἔσεσθαι βασιλεὺς ἡμῶν καὶ κύριος; ταῦτα γὰρ διὰ τῆς κατεψευσμένης φαντασίας ὑπαινίττῃ.“ τὸ δὲ μῖσος ἔτι μᾶλλον ἐζωπυρεῖτο προσλαμβάνον ἀεί τινα καινὴν πρόφασιν εἰς συναύξησιν.
- 8.1
ὁ δὲ οὐδὲν ὑπιδόμενος ὀλίγαις ὕστερον ἡμέραις ὄναρ ἰδὼν ἕτερον καταπληκτικώτερον τοῦ προτέρου τοῖς ἀδελφοῖς ἀνέφερεν· ᾤετο γὰρ ἥλιον καὶ σελήνην καὶ ἕνδεκα ἀστέρας ἥκοντας προσκυνεῖν αὑτόν, ὡς τὸν πατέρα θαυμάσαντα τὸ γεγονὸς ἐναποθέσθαι τῇ διανοίᾳ ταμιεύοντα καὶ σκοπούμενον τὸ ἐσόμενον.
- 9.1
ἐμβριθῶς δ’ ἐνουθέτει τὸν παῖδα κατὰ δέος τοῦ μή τι διαμαρτεῖν καί φησιν· „ἆρα δυνησόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ προσκυνῆσαί σε;—διὰ μὲν γὰρ ἡλίου τὸν πατέρα, διὰ δὲ σελήνης τὴν μητέρα, διὰ δὲ τῶν ἕνδεκα ἀστέρων τοὺς ἕνδεκα ἀδελφοὺς ὑποσημαίνειν ἔοικας—· ὃ μηδὲ εἰς νοῦν ποτε ἔλθοι τὸν σόν, ὦ παῖ, λαθοῦσα δὲ καὶ ἡ μνήμη τῶν φανέντων ὑπεξέλθοι· τὸ γὰρ τὴν ἐπὶ τοῖς οἰκείοις ἐλπίζειν καὶ καραδοκεῖν ἡγεμονίαν ἀπευκτὸν ἄγαν παρ’ ἐμοὶ κριτῇ, νομίζω δὲ καὶ παρὰ πᾶσιν, ὅσοις ἰσότητος μέλει καὶ συγγενικῶν δικαίων.“
- 10.1
εὐλαβηθεὶς δ’ ὁ πατήρ, μή τις ἐκ τῆς συνδιαιτήσεως ἐπιγένηται ταραχὴ καὶ στάσις τοῖς ἀδελφοῖς μνησικακοῦσιν ὑπὲρ τῶν ὀνειράτων τῷ θεασαμένῳ, τοὺς μὲν ἐκπέμπει ποιμανοῦντας, τὸν δὲ οἴκοι παρεφύλαττεν ἄχρι καιροῦ τοῦ προσήκοντος, εἰδὼς ὅτι τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων λέγεται εἶναι χρόνος ἰατρός, ἱκανὸς καὶ πένθος ἀνελεῖν καὶ θυμὸν σβέσαι καὶ φόβον θεραπεῦσαι· πάντα γὰρ ἐξευμαρίζει καὶ ὅσα κατὰ τὴν φύσιν δυσίατα.
- 11.1
ὡς δ’ ἐτόπασε μηδὲν ἔτι ταῖς διανοίαις αὐτῶν ἔχθος ὑποικουροῦν, ἐκπέμπει τὸν υἱὸν ἅμα μὲν τοὺς ἀδελφοὺς ἀσπασόμενον, ἅμα δὲ καὶ δηλώσοντα, πῶς ἔχουσιν αὐτοί τε καὶ αἱ τῶν θρεμμάτων ἀγέλαι.
- 12.1
ταύτην τὴν ὁδὸν ἀρχὴν συνέβη γενέσθαι μεγάλων κακῶν τε αὖ καὶ ἀγαθῶν παρ’ ἐλπίδας ἑκατέρων. ὁ μὲν γὰρ ταῖς ἐπισκήψεσι πειθαρχῶν τοῦ πατρὸς ᾔει πρὸς τοὺς ἀδελφούς, οἱ δὲ μακρόθεν ἀφικνούμενον ἰδόντες ἄλλος ἄλλῳ διελάλουν οὐδὲν εὔφημον, ὁπότε οὐδ’ ὀνομαστὶ προσαγορεύειν ἠξίουν αὐτόν, ἀλλ’ ὀνειροπλῆγα καὶ "ἐνυπνιαστὴν" καὶ τοιαῦτα ἐπεφήμιζον καὶ ἐπὶ τοσοῦτον προῆγον ὀργῆς, ὥστε καὶ τὸν ἐπ’ αὐτῷ φόνον οὐ πάντες ἀλλ’ οἱ πλείους ἐβούλευον καὶ ὑπὲρ τοῦ μὴ καταφωραθῆναι ῥιπτεῖν ἀνελόντες ἐγνώκεσαν εἰς ὄρυγμα γῆς βαθύτατον· πολλαὶ δέ εἰσι περὶ τὸν τόπον ὕδατος ὀμβρίου δεξαμεναί.
- 13.1
καὶ μικροῦ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, εἰργάσαντο, εἰ μὴ παρηγορίαις τοῦ πρεσβυτάτου μόλις ἐπείσθησαν, ὃς παρῄνει μὴ ἐφάψασθαι τοῦ μιάσματος, ἀλλ’ αὐτὸ μόνον εἰς ἓν τῶν ὀρυγμάτων ῥῖψαι, διανοούμενός τι σωτήριον, ἵνα λαβὼν μετὰ τὴν ἀναχώρησιν ἀπαθῆ παντὸς κακοῦ παραπέμψῃ τῷ πατρί.
- 14.1
συναινεσάντων δέ, ὁ μὲν προσιὼν ἠσπάζετο, οἱ δὲ ὡς πολέμιον συλλαβόντες ἀπαμπίσχουσι τὴν ἐσθῆτα καὶ τὸν μὲν καθιμῶσιν εἰς βαθεῖς βόθρους, τὴν δ’ ἐρίφου αἵματι φοινίξαντες διαπέμπονται τῷ πατρὶ πρόφασιν ὡς ὑπὸ θηρίων
- 15.1
δαπανηθέντος. ἐκείνῃ δὲ τῇ ἡμέρᾳ κατά τινα συντυχίαν ἔμποροί τινες ὡδοιπόρουν τῶν ἔθος ἐχόντων ἀπ’ Ἀραβίας εἰς Αἴγυπτον κομίζειν φόρτον· οἷς ἀνελκύσαντες τὸν ἀδελφὸν πιπράσκουσιν, ἡγησαμένου τὴν γνώμην τοῦ καθ’ ἡλικίαν τετάρτου· καὶ γὰρ οὗτός μοι δοκῶ δείσας, μή ποθ’ ὑπὸ τῶν ὀργὴν ἀμείλικτον ἐπ’ αὐτῷ ζωπυρούντων δολοφονηθῇ, συνεβούλευσεν ἀποδόσθαι δουλείαν ὑπαλλαττόμενος θανάτου, κουφότερον κακὸν μείζονος.
- 16.1
ὁ δὲ πρεσβύτατος — οὐ γὰρ παρῆν πιπρασκομένου — διακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε;“ λέγων·
- 17.1
"εἴπατε, ζῇ ἢ τέθνηκεν; εἰ μὲν οὐκ ἔστι, δείξατέ μοι τὸν νεκρόν, ἵν’ ἐπιδακρύσας τῷ πτώματι λωφήσω τῆς συμφορᾶς· ἰδὼν κείμενον παρηγορηθήσομαι. τί καὶ νεκρῷ μνησικακοῦμεν; πρὸς τοὺς ἐκποδὼν φθόνος οὐδεὶς φύεται. εἰ δὲ ζῇ, ποῖ γῆς ἀπελήλυθε; φυλάττεται παρὰ τίσιν; οὐ γὰρ δὴ κἀγὼ καθάπερ ἐκεῖνος ἐν ὑποψίαις εἰμί, ὡς ἀπιστεῖσθαι.“
- 18.1
εἰπόντων δ’ ὅτι πέπραται καὶ τὴν τιμὴν ἐπιδεικνυμένων, „καλὴν ἐμπορίαν“ εἶπεν "ἐστείλασθε· τὰ κέρδη διανειμώμεθα· τοῖς ἀνδραποδισταῖς περὶ κακίας ἄθλων ἁμιλλησάμενοι στεφανηφορῶμεν, προσυπερβάλλοντες αὐτοὺς ὠμότητι σεμνυνώμεθα· κατὰ ἀλλοτρίων ἐκεῖνοι συντίθενται, κατὰ δ’ οἰκειοτάτων καὶ φιλτάτων ἡμεῖς.
- 19.1
κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δ’ ὑπαιτίων ψόγου καὶ κατηγορίας τυγχάνουσαι.
- 20.1
τίνα ἄρα τρόπον ὁ πατὴρ ἡμῶν τὴν περὶ τῶν συμβεβηκότων ἀκοὴν δέξεται; τρισμακαρίῳ καὶ τρισευδαίμονι τὸν καθ’ ἡμᾶς βίον ἀβίωτον παρέσχησθε. τὸν πραθέντα τῆς δουλείας ἢ τοὺς πεπρακότας τῆς ὠμότητος οἰκτιεῖται; πολὺ μᾶλλον εὖ οἶδα ἡμᾶς, ἐπεὶ καὶ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν χαλεπώτερον· τὸ μὲν γὰρ δυσὶ βοηθεῖται τοῖς μεγίστοις, ἐλέῳ καὶ ἐλπίδι, τὸ δ’ οὐδετέρου μετέχον ἅπασιν ἡττᾶται τοῖς κριταῖς. ἀλλὰ τί ταῦτα θρηνῶν ἀπηχῶ;
- 21.1
βέλτιον ἡσυχάζειν, μὴ καὶ αὐτὸς παραπολαύσω τινὸς ἀπευκτοῦ· τραχύτατοι γάρ ἐστε εἰς ὀργὴν καὶ ἀπαραίτητοι καὶ πνεῖ λαμπρὸς ἔτι ὁ ἐν ἑκάστῳ θυμός.“
- 22.1
ὡς δ’ ἤκουσεν ὁ πατὴρ οὐ τἀληθές, ὅτι πέπραται ὁ υἱὸς αὐτοῦ, τὸ δὲ ψεῦδος, ὅτι τέθνηκε καὶ ὡς ὑπὸ θηρίων ἐξανάλωται, πληχθεὶς τὰ μὲν ὦτα διὰ τῶν λεγομένων, τοὺς δ’ ὀφθαλμοὺς διὰ τοῦ φανέντος — ὁ γὰρ χιτὼν αὐτοῦ κατεσχισμένος καὶ κατῃκισμένος καὶ πολλῷ αἵματι πεφοινιγμένος ἐκεκόμιστο —, συγχυθεὶς ὑπὸ τῆς περιπαθήσεως ἀχανὴς ἐπὶ πλεῖστον χρόνον ἔκειτο, μηδ’ ὅσον τὴν κεφαλὴν ἐπᾶραι δυνάμενος, θλιβούσης καὶ ἐκτραχηλιζούσης τῆς συμφορᾶς.
- 23.1
εἶθ’ ὥσπερ τινὰ πηγὴν δακρύων ἐξαίφνης ἀνιεὶς μετ’ οἰμωγῆς πικρᾶς παρειὰς καὶ γένεια καὶ στέρνα κατένιπτε καὶ τὰς περὶ αὑτὸν ἐσθῆτας ἅμα τοιαῦτ’ ἐπιλέγων· „οὐχ ὁ θάνατός με λυπεῖ, τέκνον, ἀλλ’ ὁ τούτου τρόπος· εἰ ἐπὶ γῆς ἐτάφης τῆς σῆς, παρηγορούμην, ἐθεράπευσα, ἐνοσήλευσα πρότερον, ἀποθνῄσκοντι τελευταίων ἀσπασμῶν ἐκοινώνησα, τοὺς ὀφθαλμοὺς συνέκλεισα, ἐπεδάκρυσα κειμένῳ τῷ νεκρῷ, πολυτελῶς ἐκήδευσα, τῶν νομιζομένων οὐδὲν παρέλιπον.
- 24.1
ἀλλ’ εἰ καὶ ἐπὶ τῆς ξένης, εἶπον ἄν· τὸ οἰκεῖον ὄφλημα τῆς φύσεως ἀπολαβούσης, ὦ οὗτος, μὴ κατήφει· πρὸς ζῶντας αἱ πατρίδες, ἀποθανόντων δὲ πᾶσα γῆ τάφος· ὠκύμορος οὐδεὶς ἢ πάντες ἄνθρωποι, καὶ γὰρ ὁ μακροβιώτατος ὀλιγοχρόνιος ἀντεξεταζόμενος αἰῶνι.
- 25.1
εἰ δὲ δὴ καὶ βιαίως καὶ ἐξ ἐπιβουλῆς ἔδει θνῄσκειν, ἦν ἄν μοι κουφότερον κακόν, ὑπ’ ἀνθρώπων ἀναιρεθέντος, οἳ κτείναντες νεκρὸν ἂν ἠλέησαν, ὡς ἐπαμήσασθαι κόνιν καὶ τὸ σῶμα συγκρύψαι· εἰ δὲ καὶ πάντων ἐγεγένηντο ὠμότατοι, τί πλέον εἶχον ἢ ῥίψαντες ἄταφον ἀπαλλάττεσθαι; τῶν δ’ ἐν ὁδῷ παριόντων ἴσως τις ἐπιστὰς καὶ θεασάμενος, οἶκτον τῆς κοινῆς λαβὼν φύσεως, ἐπιμελείας καὶ ταφῆς ἠξίωσε. νυνὶ δ’, ὡς λόγος, ἀτιθάσοις καὶ σαρκοβόροις θηρσὶν εὐωχία καὶ θοίνη γέγονας γευσαμένοις καὶ ἑστιαθεῖσι τῶν ἐμῶν σπλάγχνων.
- 26.1
ἀθλητής εἰμι τῶν ἀβουλήτων, εἰκῇ γεγύμνασμαι πολλαῖς κακοπαθείαις, ἀλώμενος, ξενιτεύων, θητεύων, ἀναγκαζόμενος, ἄχρι καὶ ψυχῆς ἐπιβουλευόμενος ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν· καὶ πολλὰ μὲν εἶδον, πολλὰ δ’ ἤκουσα, μυρία δ’ αὐτὸς ἔπαθον τῶν ἀνηκέστων, ἐφ’ οἷς παιδευθεὶς μετριοπαθεῖν οὐκ ἐγνάμφθην· ἀλλ’ οὐδὲν τοῦ συμβεβηκότος ἀφορητότερον, ὅ μου τὴν ῥώμην τῆς ψυχῆς ἀνατέτροφε καὶ καθῄρηκε. τί γὰρ μεῖζον ἢ οἰκτρότερον πένθος;
- 27.1
ἡ μὲν ἐσθὴς τοῦ παιδὸς διακεκόμισταί μοι τῷ πατρί, τοῦ δὲ οὐ μέρος, οὐ μέλος, οὐ βραχὺ λείψανον· ἀλλ’ ὁ μὲν ὅλος δι’ ὅλων δεδαπάνηται μηδὲ ταφῆς δυνηθεὶς μεταλαχεῖν, ἡ δ’ οὐδ’ ἂν εἰσπεμφθῆναί μοι δοκεῖ τὸ παράπαν, εἰ μὴ πρὸς ἀνίας ὑπόμνησιν καὶ ὧν ὑπέμεινε καίνωσιν, εἰς ἀλήστους καὶ συνεχεῖς ἐμοὶ συμφοράς.“ καὶ ὁ μὲν τοιαῦτ’ ἀπωδύρετο. οἱ δ’ ἔμποροι πιπράσκουσι τὸν παῖδα ἐν Αἰγύπτῳ τῶν εὐνούχων τινὶ τοῦ βασιλέως, ὅς ἐστιν ἀρχιμάγειρος.
- 28.1
Ἄξιον μέντοι μετὰ τὴν ῥητὴν διήγησιν καὶ τὰ ἐν ὑπονοίαις προσαποδοῦναι· σχεδὸν γὰρ τὰ πάντα ἢ τὰ πλεῖστα τῆς νομοθεσίας ἀλληγορεῖται. ὁ τοίνυν ἐπικρινόμενος τρόπος παρὰ μὲν Ἑβραίοις Ἰωσὴφ καλεῖται, παρὰ δ’ Ἕλλησι "κυρίου πρόσθεσις“, εὐθυβολώτατον ὄνομα καὶ τῷ δηλουμένῳ πράγματι οἰκειότατον· προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος ἁπάντων ἀνημμένης φύσεως ἡ κατὰ δήμους πολιτεία.
- 29.1
ἡ μὲν γὰρ μεγαλόπολις ὅδε ὁ κόσμος ἐστὶ καὶ μιᾷ χρῆται πολιτείᾳ καὶ νόμῳ ἑνί· λόγος δέ ἐστι φύσεως προστακτικὸς μὲν ὧν πρακτέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον· αἱ δὲ κατὰ τόπους αὗται πόλεις ἀπερίγραφοί τέ εἰσιν ἀριθμῷ καὶ πολιτείαις χρῶνται διαφερούσαις καὶ νόμοις οὐχὶ τοῖς αὐτοῖς, ἄλλα γὰρ παρ’ ἄλλοις ἔθη καὶ νόμιμα παρεξευρημένα καὶ προστεθειμένα.
- 30.1
αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους ἢ βαρβάρων πρὸς Ἕλληνας, ἀλλὰ καὶ τὸ ἑκατέρου γένους ἰδίᾳ πρὸς τὸ ὁμόφυλον· εἶθ’ ὡς ἔοικε τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους, ἀγονίαν καρπῶν, τὸ λυπρόγεων, τὴν θέσιν ὅτι παράλιος ἢ μεσόγειος ἢ κατὰ νῆσον ἢ κατὰ ἤπειρον ἢ ὅσα τούτοις ὁμοιότροπα, τἀληθὲς ἡσυχάζουσιν· ἔστι δ’ ἡ πλεονεξία καὶ ἡ πρὸς ἀλλήλους ἀπιστία, δι’ ἃς οὐκ ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς τὰ δόξαντα συμφέρειν κοινῇ τοῖς ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν.
- 31.1
ὥστε εἰκότως προσθῆκαι μᾶλλον αἱ κατὰ μέρος πολιτεῖαι μιᾶς τῆς κατὰ τὴν φύσιν· προσθῆκαι μὲν γὰρ οἱ κατὰ πόλεις νόμοι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου, προσθήκη
- 32.1
δέ ἐστι πολιτικὸς ἀνὴρ τοῦ βιοῦντος κατὰ φύσιν. οὐκ ἀπὸ σκοποῦ μέντοι καὶ χιτῶνα ποικίλον ἀναλαμβάνειν λέγεται (Gen. 37, 3)· ποικίλον γὰρ πολιτεία καὶ πολύτροπον, μυρίας ὅσας ἐνδεχομένη μεταβολάς, προσώποις, πράγμασιν, αἰτίαις, πράξεων ἰδιότησι, καιρῶν καὶ τόπων διαφοραῖς.
- 33.1
ὥσπερ γὰρ κυβερνήτης ταῖς τῶν πνευμάτων μεταβολαῖς συμμεταβάλλει τὰς πρὸς εὔπλοιαν βοηθείας, εὐθύνων τὸ σκάφος οὐχ ἑνὶ τρόπῳ, καὶ ἰατρὸς οὐ μιᾷ χρῆται θεραπείᾳ πρὸς ἅπαντας τοὺς κάμνοντας, ἀλλ’ οὐδὲ πρὸς ἕνα, τοῦ πάθους μὴ ἐπιμένοντος, ἀλλ’ ἐπιτηρῶν ἀνέσεις, ἐπιτάσεις, πληρώσεις, κενώσεις, αἰτίων μεταβολὰς ποικίλλει ταῦτα πρὸς σωτηρίαν ποτὲ μὲν ταυτὶ ποτὲ δὲ ταυτὶ προσφέρων, οὕτως, οἶμαι,
- 34.1
καὶ τὸν πολιτικὸν ἀναγκαῖον εἶναί τινα πολυειδῆ καὶ πολύμορφον, ἕτερον μὲν κατ’ εἰρήνην, ἕτερον δ’ ἐν πολέμῳ, ἄλλον δὲ ἐπισυνισταμένων ὀλίγων ἢ πολλῶν, τῶν μὲν ὀλίγων εὐτόνως κατεξανιστάμενον, μετὰ δὲ πειθοῦς τοῖς πολλοῖς ὁμιλοῦντα, καὶ ὅπου μὲν μετὰ κινδύνου τὸ εἶναι, διὰ τὸ κοινωφελὲς φθάνοντα τοὺς ἄλλους αὐτουργίᾳ, ὅπου δὲ πόνων ἡ σκέψις, ἑτέροις ὑπηρετεῖν ἐξιστάμενον.
- 35.1
εὖ μέντοι τὸ φάναι πιπράσκεσθαι τὸν ἄνθρωπον· ὁ μὲν γὰρ δημοκόπος καὶ δημηγόρος ἀναβὰς ἐπὶ τὸ βῆμα, καθάπερ τὰ πιπρασκόμενα τῶν ἀνδραπόδων, δοῦλος ἀντ’ ἐλευθέρου γίνεται διὰ τῶν τιμῶν, ἃς δοκεῖ λαμβάνειν, ἀπαχθεὶς ὑπὸ μυρίων δεσποτῶν.
- 36.1
ὁ δ’ αὐτὸς καὶ θηριάλωτος εἰσάγεται· θηρίον δὲ ἀτίθασον ἡ λοχῶσα κενοδοξία συναρπάζουσα καὶ διαφθείρουσα τοὺς χρωμένους. οἱ δ’ ὠνησάμενοι καὶ πιπράσκουσιν· οὐ γὰρ εἷς δεσπότης τῶν πολιτευομένων, ἀλλ’ ὄχλος, ἐξ ἑτέρων ἕτεροι κατά τινας ἐφεδρείας καὶ διαδοχάς· οἱ δὲ τρίπρατοι κακῶν θεραπόντων τρόπον ἀλλάττουσι τοὺς κυρίους οὐχ ὑπομένοντες τοὺς προτέρους διὰ τὴν ἁψίκορον καὶ φιλόκαινον τῶν ἠθῶν ἀνωμαλίαν.
- 37.1
Τοσαῦτα καὶ περὶ τούτων. ὁ μέντοι νεανίας εἰς Αἴγυπτον ἀχθεὶς καὶ γενόμενος, ὡς ἐλέχθη, παρ’ εὐνούχῳ δεσπότῃ, τῆς καλοκἀγαθίας καὶ εὐγενείας πεῖραν ὀλίγαις ἡμέραις δοὺς τὴν ἐπὶ τοῖς ὁμοδούλοις ἀρχὴν παραλαμβάνει καὶ συμπάσης τῆς οἰκίας τὴν ἐπιμέλειαν· ἤδη γὰρ ὁ κτησάμενος ἐτεκμηριοῦτο διὰ πολλῶν, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης ἐκεῖνος ἕκαστα λέγει τε καὶ πράττει.
- 38.1
τῷ μὲν οὖν δοκεῖν ὑπὸ τοῦ πριαμένου καθίστατο τῆς οἰκίας ἐπίτροπος, ἔργῳ δὲ καὶ ταῖς ἀληθείαις ὑπὸ φύσεως μνωμένης αὐτῷ πόλεων καὶ ἔθνους καὶ χώρας μεγάλης ἡγεμονίαν· ἔδει γὰρ τὸν μέλλοντα ἔσεσθαι πολιτικὸν ἐγγυμνάσασθαι καὶ ἐνασκηθῆναι πρότερον τοῖς κατ’ οἰκονομίαν· οἰκία τε γὰρ πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα καὶ οἰκονομία συνηγμένη τις πολιτεία, ὡς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις οἰκονομία.
- 39.1
δι’ ὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἶναι καὶ πολιτικόν, κἂν τὰ πλήθη καὶ μεγέθη τῶν ὑποκειμένων διαλλάττῃ· καθάπερ ἐπὶ ζωγραφίας ἔχει καὶ πλαστικῆς· ὁ γὰρ ἀγαθὸς ἀνδριαντοποιὸς ἢ ζωγράφος, ἐάν τε πολλὰ καὶ κολοσσιαῖα μεγέθη κατασκευάζῃ, ἐάν τε ὀλίγα καὶ
- 40.1
βραχύτερα, τὴν αὐτὴν ἐπιδεικνύμενος τέχνην ὁ αὐτός ἐστι. σφόδρα δὲ εὐδοκιμῶν ἐν τοῖς κατὰ τὴν οἰκουρίαν ἐπιβουλεύεται πρὸς τῆς τοῦ δεσπότου γυναικὸς ἐπιβουλὴν τὴν ἐξ ἔρωτος ἀκολάστου. τῇ γὰρ εὐμορφίᾳ ἐπιμανεῖσα τοῦ νεανίσκου καὶ ἀκαθέκτως περὶ τὸ πάθος λυττῶσα τοὺς περὶ μίξεως λόγους προσέφερεν ἐρρωμένως ἐναντιουμένῳ καὶ μηδ’ ὅλως προσίεσθαι ὑπομένοντι διὰ τὴν ἐκ φύσεως καὶ μελέτης ἐνυπάρξασαν κοσμιότητα καὶ σωφροσύνην.
- 41.1
ἐπεὶ δὲ ζωπυροῦσα καὶ ἀναφλέγουσα τὴν ἔκνομον ἐπιθυμίαν ἀεὶ μὲν ἀπεπειρᾶτο, ἀεὶ δ’ ἀπετύγχανε, βίᾳ λοιπὸν προσπαθοῦσα ἐχρῆτο καὶ λαβομένη τῆς ἀμπεχόνης εὐτόνως ἄχρι τῆς εὐνῆς ἐπεσπάσατο ῥώμῃ κραταιοτέρᾳ, τοῦ πάθους ἰσχὺν ἐπιδιδόντος, ὃ καὶ τοὺς ἀσθενεστάτους εἴωθε νευροῦν.
- 42.1
ὁ δὲ τῆς παρούσης ἀκαιρίας γενόμενος δυνατώτερος τὰς ἐλευθερίους καὶ ἀξίας τοῦ γένους ἔρρηξε φωνὰς "τί βιάζῃ;“ λέγων· "ἐξαιρέτοις ἔθεσι καὶ νομίμοις χρώμεθα ἡμεῖς οἱ Ἑβραίων ἀπόγονοι.
- 43.1
τοῖς ἄλλοις ἐφεῖται μετὰ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν πόρναις καὶ χαμαιτύπαις καὶ ταῖς ὅσαι μισθαρνοῦσιν ἐπὶ τοῖς σώμασι μετὰ πολλῆς ἀδείας χρῆσθαι, παρ’ ἡμῖν δὲ οὐδ’ ἑταίρᾳ ζῆν ἔξεστιν (Deut. 23, 17), ἀλλὰ κατὰ τῆς ἑταιρούσης ὥρισται δίκη θάνατος. πρὸ δὴ συνόδων νομίμων ὁμιλίαν ἑτέρας γυναικὸς οὐκ ἴσμεν, ἀλλ’ ἁγνοὶ γάμων ἁγναῖς παρθένοις προσερχόμεθα προτεθειμένοι τέλος οὐχ ἡδονὴν ἀλλὰ γνησίων παίδων σποράν.
- 44.1
εἰς δὴ ταύτην καθαρεύσας τὴν ἡμέραν οὐκ ἄρξομαι παρανομεῖν ἀπὸ μοιχείας, τοῦ μεγίστου τῶν ἀδικημάτων, ὀφείλων, εἰ καὶ τὸν ἄλλον χρόνον ὑπῆρχον ἐκδεδιῃτημένος καὶ νεότητος ὁρμαῖς ἠγμένος καὶ τὴν ἐγχώριον ἐζηλωκὼς τρυφήν, ὅμως ἀλλότριον μὴ θηρᾶν γάμον· ἐφ’ ᾧ τίς ἀνθρώπων οὐ φονᾷ; περὶ γὰρ τῶν ἄλλων εἰωθότες διαφέρεσθαι μόνον τοῦθ’ ὁμογνωμονοῦντες πανταχοῦ πάντες ἄξιον θανάτων μυρίων ἐνόμισαν ἀκρίτους ἐκδιδόντες τοὺς ἁλόντας τοῖς πεφωρακόσι.
- 45.1
σὺ δ’ ἐπιδαψιλευομένη καὶ τριττὸν προστίθης μοι μίασμα κελεύουσα μὴ μοιχεύειν μόνον, ἀλλὰ καὶ δέσποιναν καὶ δεσπότου γυναῖκα διαφθείρειν· εἰ μὴ ἄρα τούτου χάριν παρῆλθον εἰς τὴν ὑμετέραν οἰκίαν, ἵν’ ἀποστὰς τῶν ὑπηρεσιῶν, ἃς δεῖ θεράποντα παρέχειν, μεθύω καὶ ἐμπαροινῶ ταῖς ἐλπίσι τοῦ πριαμένου νοθεύων αὐτοῦ γάμον, οἰκίαν, συγγένειαν.
- 46.1
ἀλλὰ γὰρ οὐχ ὡς δεσπότην μόνον ἀλλὰ καὶ ὡς εὐεργέτην ἤδη τιμᾶν προάγομαι· πάντ’ ἐπιτέτροφέ μοι τὰ οἰκεῖα, οὐδὲν οὐ μικρὸν οὐ μέγα ὑπεξῄρηται τὸ παράπαν δίχα σοῦ τῆς γυναικός· ἀνθ’ ὧν ἄξιον αὐτὸν ἐν οἷς παραινεῖς ἀμείψασθαι; καλὰς ὡς ἔοικεν ἀντιπαρέξω δωρεὰς ταῖς προϋπηργμέναις χάρισιν οἰκείας.
- 47.1
ὁ μὲν δεσπότης αἰχμάλωτον ὄντα με καὶ ξένον ταῖς εὐεργεσίαις ἐλεύθερον καὶ ἀστὸν τὸ γοῦν ἐπ’ αὐτὸν ἧκον μέρος ἀπειργάσατο, ἐγὼ δ’ ὁ δοῦλος ὡς ξένῳ καὶ αἰχμαλώτῳ προσενεχθήσομαι τῷ δεσπότῃ; τίνι ψυχῇ παραδεξάμενος τὸ ἀνοσιούργημα τοῦτο; προσβλέψω δὲ τίσιν ὀφθαλμοῖς ὁ σιδηροῦς ἐγώ; τὸ συνειδὸς ἐλλαμβανόμενον ὀρθοῖς ὄμμασιν οὐκ ἐάσει προσβλέπειν, κἂν δυνηθῶ λανθάνειν· λήσομαι δ’ οὐδαμῶς· εἰσὶ γὰρ ἐξετασταὶ μυρίοι τῶν λάθρα δρωμένων, οἷς οὐ θέμις ἡσυχάζειν.
- 48.1
ἐῶ λέγειν ὅτι, κἂν μηδεὶς ἕτερος αἴσθηται ἢ συναισθόμενος μὴ κατείπῃ, μηνυτὴς οὐδὲν ἧττον αὐτὸς γενήσομαι κατ’ ἐμαυτοῦ τῷ χρώματι, τῷ βλέμματι, τῇ φωνῇ, καθάπερ μικρῷ πρότερον εἶπον, ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος· εἰ δὲ καὶ μηδεὶς κατερεῖ, τὴν πάρεδρον τοῦ θεοῦ δίκην καὶ τῶν πραγμάτων ἔφορον οὔτε
- 49.1
δέδιμεν οὔτ’ αἰδούμεθα;“ πολλὰ τοιαῦτα συνείροντος καὶ φιλοσοφοῦντος, ἐκεκώφητο πρὸς ἅπαντα· δειναὶ γὰρ αἱ ἐπιθυμίαι καὶ τὰς ἀκριβεστάτας τῶν αἰσθήσεων ἐπισκιάσαι· ὅπερ συνιδὼν ἀποδιδράσκει τὰ ἱμάτια καταλιπὼν ἐν ταῖς χερσὶν αὐτῆς, ὧν ἐπείληπτο.
- 50.1
τοῦτο παρέσχεν αὐτῇ τὸ ἔργον εὑρεσιλογεῖν προφάσεις σκεπτομένῃ κατὰ τοῦ νεανίσκου, αἷς αὐτὸν ἀμυνεῖται· παραγενομένῳ γὰρ ἐξ ἀγορᾶς τῷ αὐτῆς ἀνδρὶ καθυποκρινομένη τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῖς ἀκολάστοις ἐπιτηδεύμασι πάνυ δυσχεραίνουσαν "ἤγαγες" ἔφη „θεράποντα ἡμῖν παῖδα Ἑβραῖον, ὃς οὐ μόνον ἤδη τὴν σὴν ψυχὴν διέφθαρκεν εὐχερῶς καὶ ἀνεξετάστως ἐπιτρέψαντος αὐτῷ τὴν οἰκίαν,
- 51.1
ἀλλὰ καὶ ἐμοῦ ἀπετόλμησεν αἰσχῦναι τὸ σῶμα. ταῖς γὰρ ὁμοδούλοις οὐκ ἐξήρκεσεν αὐτῷ χρῆσθαι μόναις ἀσελγεστάτῳ καὶ λαγνιστάτῳ γενομένῳ, πειρᾶν δὲ καὶ τὴν δέσποιναν ἐπεχείρησεν ἐμὲ καὶ βιάζεσθαι. καὶ τὰ δείγματα τῆς φρενοβλαβείας ἐναργῆ καὶ δῆλά ἐστι· περιπαθήσασα γὰρ ὡς ἐξεφώνησα τοὺς ἔνδον βοηθοὺς ἐπικαλοῦσα, πτοηθεὶς διὰ τὸ ἀπερίσκεπτον τὴν ἐσθῆτα καταλιπὼν ἀποδιδράσκει φόβῳ συλλήψεως.“ ἣν καὶ ἐπιδεικνυμένη πίστιν ἐδόκει προσφέρειν τῶν λεγομένων.
- 52.1
ἅπερ ἀληθῆ νομίσας ὁ δεσπότης εἶναι κελεύει τὸν ἄνθρωπον εἰς εἱρκτὴν ἀπαγαγεῖν δυσὶ τοῖς μεγίστοις ἁμαρτών, ἑνὶ μὲν ὅτι μὴ μεταδοὺς ἀπολογίας ἀκρίτως κατέγνω τοῦ μηδὲν ἠδικηκότος ὡς τὰ μέγιστα παρανομήσαντος, ἑτέρῳ δὲ ὅτι ἡ ἐσθής, ἣν προὔφερεν ἡ γυνὴ ὡς ἀπολειφθεῖσαν ὑπὸ τοῦ νεανίσκου, πίστις ἦν βίας, οὐχ ἣν ἐκεῖνος εἰργάζετο, ἀλλὰ τὴν ὑπομονὴν ἣν ὑπέμεινεν ἐκ τῆς γυναικός· βιαζομένου μὲν γὰρ ἔργον ἦν τὴν ἀμπεχόνην τῆς δεσποίνης κατέχειν, βιασθέντος δὲ τὴν ἰδίαν ἀφαιρεθῆναι.
- 53.1
συγγνωστὸς δ’ ἴσως τῆς ἄγαν ἀπαιδευσίας, ἅτε τὴν δίαιταν ἐν μαγειρείῳ ποιούμενος αἵματος καὶ καπνοῦ καὶ τέφρας ἀνάπλεῳ, τοῦ λογισμοῦ καιρὸν οὐκ ἔχοντος ἐνηρεμεῖν καὶ σχολάζειν ἑαυτῷ διὰ τὸ πεφύρθαι μᾶλλον ἢ οὐχ ἧττον τοῦ σώματος.
- 54.1
Τρεῖς ἤδη χαρακτῆρας τοῦ πολιτικοῦ διετύπωσε, τόν τε ποιμενικὸν καὶ τὸν οἰκονομικὸν καὶ τὸν καρτερικόν. περὶ μὲν οὖν τῶν προτέρων εἴρηται δυεῖν, ὁ δ’ ἐγκρατὴς οὐχ ἧττον ἐκείνων πρὸς πολιτείαν συντείνει.
- 55.1
πρὸς μὲν οὖν ἅπαντα τὰ τοῦ βίου πράγματα λυσιτελὲς ἐγκράτεια καὶ σωτήριον, πρὸς δὲ τὰ πόλεως καὶ διαφερόντως, ὡς ἀφθόνως τοῖς βουλομένοις μανθάνειν πάρεστι καὶ προχειρότατα.
- 56.1
τίς γὰρ ἀγνοεῖ τὰς ἐξ ἀκρασίας ἔθνεσι καὶ χώραις καὶ ὅλοις κλίμασι τῆς οἰκουμένης ἐν γῇ καὶ θαλάττῃ γινομένας συμφοράς; τῶν γὰρ πολέμων οἱ πλείους καὶ μέγιστοι δι’ ἔρωτας καὶ μοιχείας καὶ γυναικῶν ἀπάτας συνέστησαν, ὑφ’ ὧν τὸ πλεῖστον καὶ ἄριστον ἐξαναλώθη τοῦ τε Ἑλληνικοῦ καὶ βαρβαρικοῦ γένους καὶ τῶν πόλεων ἡ νεότης ἐφθάρη.
- 57.1
εἰ δὲ τὰ ἐξ ἀκρασίας στάσεις ἐμφύλιοι καὶ πόλεμοι καὶ κακὰ ἐπὶ κακοῖς ἀμύθητα, δῆλον ὅτι τὰ ἐκ σωφροσύνης εὐστάθεια καὶ εἰρήνη καὶ τελείων κτῆσις ἀγαθῶν καὶ ἀπόλαυσις.
- 58.1
Ἄξιον μέντοι καὶ τὰ διὰ τούτων ἐμφαινόμενα κατὰ τὸ ἀκόλουθον παραστῆσαι. ὁ πριάμενος τὸν ἐπικρινόμενον εὐνοῦχος εἶναι λέγεται· δεόντως· ὁ γὰρ ὠνούμενος τὸν πολιτικὸν ὄχλος ἐστὶ πρὸς ἀλήθειαν εὐνοῦχος, ὅσα μὲν τῷ δοκεῖν ἔχων τὰ γεννητικά, τὰς δ’ εἰς τὸ γεννᾶν δυνάμεις ἀφῃρημένος, καθάπερ καὶ οἱ τὰς ὄψεις ὑποχυθέντες ὀφθαλμοὺς ἔχοντες τῆς δι’ ὀφθαλμῶν ἐνεργείας στέρονται βλέπειν οὐ δυνάμενοι.
- 59.1
τίς οὖν ἡ πρὸς ὄχλον εὐνούχων ὁμοιότης; ὅτι ἄγονός ἐστι σοφίας δοκῶν ἐπιτηδεύειν ἀρετήν· ὅταν γὰρ μιγάδων καὶ συγκλύδων πλῆθος ἀνθρώπων εἰς ταὐτὸν συνέλθῃ, λέγει μὲν τὰ δέοντα, φρονεῖ δὲ καὶ πράττει τἀναντία, τὰ νόθα πρὸ τῶν γνησίων ἀποδεχόμενος, ἕνεκα τοῦ δόξης μὲν ἡττᾶσθαι, τὸ δ’ ἀληθείᾳ καλὸν μὴ ἐπιτηδεύειν.
- 60.1
ὅθεν καὶ — τὸ παραλογώτατον — γυνὴ τῷ εὐνούχῳ τούτῳ συνοικεῖ· μνᾶται γὰρ ὄχλος ἐπιθυμίαν, ὥσπερ ἀνὴρ γυναῖκα, δι’ ἧς ἕκαστα καὶ λέγει καὶ πράττει σύμβουλον αὐτὴν ποιούμενος ἁπάντων ῥητῶν καὶ ἀπορρήτων μικρῶν τε αὖ καὶ μεγάλων, ἥκιστα προσέχειν εἰωθὼς τοῖς ἐκ λογισμοῦ.
- 61.1
προσφυέστατα μέντοι καὶ ἀρχιμάγειρον αὐτὸν καλεῖ· καθάπερ γὰρ οὐδὲν ἕτερον ἐπιτηδεύει μάγειρος ἢ τὰς ἀνηνύτους καὶ περιττὰς γαστρὸς ἡδονάς, τὸν αὐτὸν τρόπον καὶ ὁ πολιτικὸς ὄχλος τὰς δι’ ἀκοῆς τέρψεις τε καὶ θρύψεις, ὑφ’ ὧν οἱ τόνοι τῆς διανοίας χαλῶνται καὶ τρόπον τινὰ τὰ νεῦρα τῆς ψυχῆς ἐκλύεται. τὴν δὲ πρὸς ἰατροὺς μαγείρων διαφορὰν τίς οὐκ οἶδεν;
- 62.1
οἱ μὲν τὰ ὑγιεινά, κἂν μὴ προσηνῆ τυγχάνῃ, μόνα διὰ σπουδῆς τῆς πάσης εὐτρεπίζονται, οἱ δ’ ἔμπαλιν μόνα τὰ ἡδέα τοῦ συμφέροντος ἀλογοῦντες.
- 63.1
ἰατροῖς μὲν οὖν ἐοίκασιν ἐν δήμῳ νόμοι καὶ οἱ κατὰ νόμους ἄρχοντες βουλευταί τε καὶ δικασταὶ φροντίζοντες τῆς τῶν κοινῶν σωτηρίας καὶ ἀσφαλείας ἀκολάκευτοι, ὀψαρτυταῖς δὲ οἱ πολυάνθρωποι τῶν νεωτέρων ὅμιλοι· μέλει γὰρ αὐτοῖς οὐ τὰ συνοίσοντα, ἀλλὰ πῶς τὴν ἐν τῷ παρόντι
- 64.1
καρπώσονται μόνον ἡδονήν. ἐρᾷ δ’ ὡς ἀκόλαστος γυνὴ καὶ ἡ τῶν ὄχλων ἐπιθυμία τοῦ πολιτικοῦ καί φησιν αὐτῷ· „παρελθών, ὦ οὗτος, εἰς ὄχλον, ᾧ συνοικῶ, πάντων ἐκλαθοῦ τῶν ἰδίων ἠθῶν, ἐπιτηδευμάτων, λόγων, ἔργων, ἐν οἷς ἐτράφης· ἐμοὶ δὲ πειθάρχει καὶ ἐμὲ θεράπευε καὶ ὅσα δι’ ἡδονῆς ἐστί μοι πρᾶττε.
- 65.1
αὐστηρὸν γὰρ καὶ αὐθέκαστον καὶ ἀληθείας ἑταῖρον καὶ ἀκριβοδίκαιον, ὄγκῳ καὶ σεμνότητι πρὸς ἅπαντα χρώμενον καὶ πρὸς μηδὲν εἴκοντα, μόνου περιεχόμενον ἀεὶ τοῦ συμφέροντος ἄνευ θεραπείας τῶν ἀκροωμένων, οὐκ ἀνέχομαι.
- 66.1
διαβολὰς δ’ ἐρανιῶ κατὰ σοῦ μυρίας καὶ πρὸς τὸν ἐμὸν ἄνδρα τὸν ὄχλον, τὸν σὸν δεσπότην· ἄχρι γὰρ νῦν ἀπελευθεριάζειν δοκεῖς μοι καὶ ὅτι δοῦλος τυραννικοῦ γέγονας δεσπότου λίαν ἀγνοεῖς. εἰ δὲ ᾔδεις, ὅτι αὐτοπραγία μὲν οἰκειότατον ἐλευθέρῳ, οἰκέτῃ δ’ ἀλλότριον, ἐπεπαίδευσο ἂν αὐθάδειαν μεθέμενος εἰς ἐμὲ βλέπειν τὴν ἐκείνου γυναῖκα, ἐπιθυμίαν, καὶ δρᾶν τὰ πρὸς ἀρέσκειαν τὴν ἐμήν, δι’ ὧν μάλιστα εὐαρεστήσεις.
- 67.1
ὁ δὲ πολιτικὸς ὄντως οὐκ ἀγνοεῖ μέν, ὅτι δεσποτικὴν ἐξουσίαν ἔχει ὁ δῆμος, αὑτὸν δ’ οὐχ ὁμολογήσει δοῦλον ἀλλ’ ἐλεύθερον καὶ * * * τὴν τῆς ψυχῆς ἀρέσκειαν. ἀλλ’ ἄντικρυς ἐρεῖ· "δημοκοπεῖν οὔτ’ ἔμαθον οὔτ’ ἐπιτηδεύσω ποτέ, πόλεως δὲ προστασίαν καὶ ἐπιμέλειαν ἔχειν ἐγχειρισθείς, ὡς ἀγαθὸς ἐπίτροπος ἢ πατὴρ εὔνους * * * ἀδόλως καὶ καθαρῶς ἄνευ τῆς ἐχθρᾶς ὑποκρίσεως.
- 68.1
ταῦτα φρονῶν ἐξετασθήσομαι μηδὲν ὑποστέλλων μηδὲ συγκρύπτων φωρὸς τρόπον, ἀλλὰ τὸ συνειδὸς αὐγάζων ὡς ἐν ἡλίῳ καὶ φωτί· φῶς γὰρ ἡ ἀλήθεια· φοβηθήσομαι δ’ οὐδὲν ὧν ἂν ἐπανατείνηται, κἂν θάνατον ἀπειλῇ· θανάτου γὰρ ἐμοὶ κακὸν ἀργαλεώτερον ὑπόκρισις. ἣν ὑπομενῶ τοῦ χάριν;
- 69.1
καὶ γὰρ εἰ δεσπότης ὁ δῆμος, ἀλλ’ οὐκ ἐγὼ δοῦλος, εὐπατρίδης δ’ εἰ καί τις ἄλλος, ἐφιέμενος ἐγγραφῆς τῆς ἐν τῷ μεγίστῳ καὶ ἀρίστῳ πολιτεύματι τοῦδε τοῦ κόσμου.
- 70.1
ὅταν γὰρ μὴ δῶρα, μὴ παρακλήσεις, μὴ τιμῶν ἔρως, μὴ ἀρχῆς ἐπιθυμία, μὴ ἀλαζονεία, μὴ ὁ τοῦ δοκεῖν ἵμερος, μὴ ἀκολασία, μὴ ἀνανδρία, μὴ ἀδικία, μηδὲν ἄλλο τῶν ὅσα ἐκ πάθους ἢ κακίας ὑπάγηται, τίνος ἔτι φοβηθήσομαι δεσποτείαν; ἢ δῆλον ὅτι τὴν ἀπ’ ἀνθρώπων;
- 71.1
ἀλλ’ οὗτοί γε τὴν σώματος ἐπιγράφονται κυρείαν, οὐ τὴν κατ’ ἐμέ· ἐγὼ γὰρ ἀπὸ τοῦ κρείττονος, τῆς ἐν ἐμαυτῷ διανοίας, χρηματίζω, καθ’ ἣν παρεσκεύασμαι βιοῦν ὀλίγα φροντίζων τοῦ θνητοῦ σώματος, ὃ κἂν ὀστρέου δίκην περιπεφυκὸς ἐπηρεάζηται πρός τινων, ἀφειμένον τῶν ἔνδον δεσποτῶν τε χαλεπῶν καὶ δεσποινῶν, οὐκ ἀνιάσομαι τὴν βαρυτάτην ἀνάγκην ἐκπεφευγώς.
- 72.1
ἐὰν οὖν δικάζειν δέῃ, δικάσω μήτε πλουσίῳ προσθέμενος διὰ τὴν περιουσίαν μήτε πένητι διὰ τὸν ἐπὶ ταῖς ἀτυχίαις ἔλεον, ἀλλὰ τὰ τῶν κρινομένων ἀξιώματα καὶ σχήματα παρακαλυψάμενος ἀδόλως βραβεύσω τὸ φανησόμενον δίκαιον.
- 73.1
ἐάν τε βουλεύω, γνώμας εἰσηγήσομαι τὰς κοινωφελεῖς, κἂν μὴ πρὸς ἡδονὴν ὦσιν· ἐάν τε ἐκκλησιάζω, τοὺς θῶπας λόγους ἑτέροις καταλιπὼν τοῖς σωτηρίοις χρήσομαι καὶ συμφέρουσιν, ἐπιτιμῶν, νουθετῶν, σωφρονίζων, οὐκ αὐθάδειαν μανιώδη καὶ παράφορον ἀλλὰ νήφουσαν παρρησίαν ἐπιτετηδευκώς.
- 74.1
εἰ δὲ μὴ χαίρει τις ταῖς βελτιώσεσιν, ἐπιτιμάτω καὶ γονεῦσι καὶ ἐπιτρόποις καὶ διδασκάλοις καὶ πᾶσι τοῖς κηδεμόσιν, ὅτι τέκνα γνήσια καὶ ὀρφανοὺς παῖδας καὶ φοιτητὰς κακηγοροῦσιν, ἔστι δ’ ὅτε καὶ τύπτουσιν, οἷς οὔτε βλασφημίαν οὔθ’ ὕβριν ὅσιον ἐπιφημίζειν, ἀλλὰ τοὐναντίον τὰ φιλίας καὶ εὐνοίας ὀνόματα.
- 75.1
πάνυ γὰρ ἀνάξιον τὸν πολιτικὸν ἐμὲ καὶ τὰ τοῦ δήμου πάντα ἐπιτετραμμένον ἐν τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς χείρονα γενέσθαι τινὸς τὴν ἰατρικὴν τέχνην ἐπιτηδεύοντος.
- 76.1
ἐκεῖνος γὰρ οὐδὲν τῆς περὶ τὸν θεραπευόμενον λαμπρότητος ἐν ταῖς νομιζομέναις εὐτυχίαις φροντίσας, οὔθ’ ὅτι εὐγενὴς ἦν ἢ πολυχρήματος οὔθ’ ὅτι τῶν κατ’ αὐτὸν ἐνδοξότατος βασιλεὺς ἢ τύραννος, ἑνὸς περιέχεται μόνου τοῦ σῶσαι κατὰ δύναμιν, κἂν δέῃ τομαῖς ἢ καύσεσι χρῆσθαι, καίει τε καὶ τέμνει τὸν ἄρχοντα καὶ δεσπότην ὁ ὑπήκοος καὶ λεγόμενος δοῦλος.
- 77.1
ἐγὼ δ’ οὐχ ἕνα ἄνδρα πόλιν δ’ ὅλην κάμνουσαν παραλαβὼν ὑπ’ ἀργαλεωτέρων νόσων, ἃς κατεσκεύασαν αἱ συγγενεῖς ἐπιθυμίαι, τί πράσσειν ὀφείλω; προέμενος τὰ συνοίσοντα πᾶσι κοινῇ τὰ τοῦ δεῖνος ἢ τοῦ δεῖνος ὦτα θεραπεύειν ἀνελευθέρῳ καὶ σφόδρα δουλοπρεπεῖ κολακείᾳ; τεθνάναι μᾶλλον ἂν ἑλοίμην ἢ πρὸς ἡδονήν τι φθεγξάμενος ἐπικρύψαι τὴν ἀλήθειαν καὶ τοῦ συμφέροντος ἀμελῆσαι.
- 78.1
"πρὸς ταῦθ’“
- 78.2
ὡς ὁ τραγικός φησιν
- 78.3
„ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανον“. —
- 78.4
„πίμπρα, κάταιθε σάρκας, ἐμπλήσθητί μου
- 78.5
πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
- 78.6
γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ εἰς αἰθέρα,
- 78.7
πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.“
- 79.1
οὕτως οὖν ἠρρενωμένον τὸ φρόνημα καὶ ἐκτὸς πάντων παθῶν ἱστάμενον, ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας, ἄνδρα πολιτικὸν ὁ δεσπότης δῆμος οὐκ ἀνέχεται, συλλαβὼν δ’ ὡς ἐχθρὸν κολάζει τὸν εὔνουν καὶ φίλον, πρὸ ἐκείνου τιμωρούμενος ἑαυτὸν τῇ μεγίστῃ τῶν τιμωριῶν, ἀπαιδευσίᾳ, δι’ ἣν οὐκ ἔμαθεν ἄρχεσθαι, τὸ κάλλιστον καὶ βιωφελέστατον, ἐξ οὗ περιγίνεται καὶ τὸ ἄρχειν.
- 80.1
Ἀποχρώντως δὴ καὶ περὶ τούτων διειλεγμένοι τὰ ἑξῆς ἴδωμεν. ὁ διαβληθεὶς νεανίας ὑπὸ τῆς ἐρωμένης γυναικὸς τῷ δεσπότῃ πλασαμένης ἀντιστρόφους αἰτίας, αἷς ἦν ἔνοχος αὐτή, μηδ’ ἀπολογίας τυχὼν εἰς εἱρκτὴν ἀπάγεται· καὶ γενόμενος ἐν τῷ δεσμωτηρίῳ τοσοῦτον ἀρετῆς μέγεθος ἐπεδείξατο, ὡς καὶ τοὺς πονηροτάτους τῶν ἐκεῖ τεθηπέναι καὶ καταπλήττεσθαι καὶ παρηγόρημα τῶν συμφορῶν ὑπολαμβάνειν ἀλεξίκακον εὑρηκέναι τὸν ἄνθρωπον.
- 81.1
ὅσης δ’ ἀπανθρωπίας οἱ εἱρκτοφύλακες γέμουσι καὶ ὠμότητος, οὐδεὶς ἀγνοεῖ· φύσει τε γὰρ ἀνηλεεῖς εἰσι καὶ μελέτῃ συγκροτοῦνται θηριούμενοι καθ’ ἑκάστην ἡμέραν πρὸς ἀγριότητα, χρηστὸν μὲν οὐδὲν ἀλλ’ οὐδ’ ἐκ τύχης ὁρῶντες ἢ λέγοντες ἢ δρῶντες, ὅσα δὲ βιαιότατα καὶ χαλεπώτατα.
- 82.1
καθάπερ γὰρ οἱ τὰ σώματα εὐπαγεῖς, ὅταν τὴν ἐξ ἀθλητικῆς ἄσκησιν προσλάβωσι, νευροῦνται δύναμιν ἀνανταγώνιστον καὶ εὐεξίαν ὑπερβάλλουσαν κτώμενοι, τὸν αὐτὸν τρόπον, ὅταν ἀτίθασος καὶ ἀμείλικτος φύσις ἄσκησιν εἰς τὸ ἀνήμερον προσλάβῃ, διχόθεν ἄβατος καὶ ἀπρόσιτος οἴκτῳ γίνεται, χρηστῷ πάθει καὶ φιλανθρώπῳ.
- 83.1
ὥσπερ γὰρ οἱ τῶν ἀγαθῶν ὁμιληταὶ βελτιοῦνται τοὺς τρόπους χαίροντες τοῖς συνοῦσιν, οὕτω καὶ οἱ τοῖς πονηροῖς συζῶντες ἀπομάττονταί τι τῆς ἐκείνων κακίας· δεινὸν γὰρ τὸ ἔθος ἐξομοιῶσαι καὶ βιάσασθαι πρὸς φύσιν. συνδιατρίβουσιν οὖν οἱ εἱρκτοφύλακες λωποδύταις, κλέπταις,
- 84.1
τοιχωρύχοις, ὑβρισταῖς, βιαίοις, φθορεῦσιν, ἀνδροφόνοις, μοιχοῖς, ἱεροσύλοις, ὧν ἀφ’ ἑκάστου σπῶνταί τι μοχθηρίας καὶ συνερανίζουσι καὶ ἐκ τῆς πολυμιγοῦς κράσεως ἓν ἀποτελοῦσι πάμφυρτον καὶ παμμίαρον κακόν.
- 85.1
ἀλλ’ ὅμως ὁ τοιοῦτος ἡμερωθεὶς ὑπὸ τῆς τοῦ νεανίσκου καλοκἀγαθίας οὐ μόνον ἀδείας καὶ ἐκεχειρίας μετέδωκεν, ἀλλὰ καὶ ἀρχῆς τῆς ἐφ’ ἅπασι τοῖς δεσμώταις, ὡς λόγῳ μὲν ἕνεκα προσχήματος ἐμμένειν εἱρκτοφύλαξ, τὴν δ’ ἐν ἔργοις τάξιν παρακεχωρηκέναι τῷ νεανίᾳ, δι’ ἧς οὐκ ὀλίγα συνέβαινε τοὺς ἀπαχθέντας ὠφελεῖσθαι.
- 86.1
τὸ γοῦν χωρίον οὐδ’ ὀνομάζειν ἔτ’ ἠξίουν εἱρκτήν, ἀλλὰ σωφρονιστήριον· ἀντὶ γὰρ βασάνων καὶ τιμωριῶν, ἃς νύκτωρ καὶ μεθ’ ἡμέραν ὑπέμενον τυπτόμενοι καὶ καταδούμενοι καὶ τί κακὸν οὐ πάσχοντες, λόγοις καὶ δόγμασι τοῖς φιλοσοφίας ἐνουθετοῦντο καὶ ταῖς ἀνυσιμωτέραις παντὸς λόγου πράξεσι τοῦ διδάσκοντος.
- 87.1
τὸν γὰρ αὑτοῦ βίον σωφροσύνης καὶ πάσης ἀρετῆς οἷα γραφὴν ἀρχέτυπον εὖ δεδημιουργημένην ἐν μέσῳ θεὶς ἐπέστρεψε καὶ τοὺς πάνυ δοκοῦντας ἀνιάτως ἔχειν, οἷς μακραὶ νόσοι τῆς ψυχῆς ἐλώφησαν ἤδη κακίζουσιν ἐπὶ τοῖς πεπραγμένοις αὑτοὺς καὶ μετανοοῦσι καὶ τοιαῦτ’ ἐπιφθεγγομένοις· „ποῦ ποτ’ ἄρ’ ἦν πάλαι τοσοῦτον ἀγαθόν, οὗ τὴν ἀρχὴν ἐσφάλημεν; ἰδοὺ γὰρ ἐπιλάμψαντος αὐτοῦ, ὡς πρὸς κάτοπτρον τὴν ἀκοσμίαν ὁρῶντες αὑτῶν αἰσχυνόμεθα“.
- 88.1
τοῦτον τὸν τρόπον βελτιουμένων εἰσάγονται δύο εὐνοῦχοι τοῦ βασιλέως, ὁ μὲν ἀρχιοινοχόος, ὁ δὲ ἀρχισιτοποιός, ἐν οἷς ἐπετράπησαν κατηγορηθέντες καὶ καταγνωσθέντες. ὁ δὲ καὶ τούτων τὴν ἐπιμέλειαν ἣν καὶ τῶν ἄλλων ἐποιεῖτο, εὐχόμενος ὅπως οἷός τε ᾖ μηδὲν χείρους τῶν ἀνεπιλήπτων ἀπεργάσασθαι τοὺς ὑφ’ ἑαυτῷ.
- 89.1
χρόνου δ’ οὐ μακροῦ διελθόντος, ἐπιὼν τοὺς δεσμώτας ὁρᾷ συννοίας καὶ κατηφείας γέμοντας μᾶλλον ἢ πρότερον τοὺς εὐνούχους καὶ στοχασάμενος ἐκ τῆς σφοδρᾶς λύπης προσπεπτωκέναι τι νεώτερον ἐπυνθάνετο τὴν αἰτίαν.
- 90.1
ἀποκριναμένων δέ, ὡς ὀνείρους ἰδόντες ἄσης καὶ ἀδημονίας πεπλήρωνται, μηδενὸς ὄντος τοῦ διακρινοῦντος, „θαρσεῖτε“ ἔφη „καὶ διηγεῖσθε, γνώριμοι γὰρ ἔσονται βουλομένου θεοῦ· βούλεται δὲ τὰ συνεσκιασμένα τῶν πραγμάτων ἀνακαλύπτειν τοῖς ἀλήθειαν ποθοῦσιν.“ εἶτα πρότερος ὁ ἀρχιοινοχόος φησίν·
- 91.1
„ἔδοξα μεγάλην ἄμπελον ἐκπεφυκέναι τριῶν πυθμένων ἓν εὐερνέστατον στέλεχος, τεθηλυῖαν καὶ βοτρυηφοροῦσαν ὡς ἐν ἀκμῇ τῆς ὀπώρας, ὑποπερκαζούσης δὲ τῆς σταφυλῆς δρέψασθαι τῶν βοτρύων καὶ εἰς ἔκπωμα βασιλικὸν ἀποθλίβειν, ὅπερ ἱκανῶς ἔχον ἀκράτου προσενεγκεῖν τῷ βασιλεῖ.“
- 92.1
ὁ δὲ μικρὸν ἐπισχὼν „εὐτυχίαν“ εἶπεν „ἡ φαντασία σοι καταγγέλλει καὶ τῆς προτέρας ἀνάληψιν ἀρχῆς· αἱ γὰρ τρεῖς ῥίζαι τῆς ἀμπέλου τρεῖς ἡμέρας ὑπογράφουσι, μεθ’ ἃς ὑπομνησθήσεταί σου ὁ βασιλεὺς καὶ μεταπεμψάμενος ἐνθένδε παρέξει μὲν ἀμνηστίαν, ἐπιτρέψει δὲ τῆς αὐτῆς μεταποιεῖσθαι τάξεως, καὶ ὑπὲρ βεβαιώσεως τῆς ἀρχῆς οἰνοχοήσεις ἀναδοὺς ἔκπωμα τῷ δεσπότῃ.“ καὶ ὁ μὲν ἐγεγήθει ταῦτ’
- 93.1
ἀκούσας. ὁ δ’ ἀρχισιτοποιὸς ἀποδεξάμενος τὴν διάκρισιν, ὡς καὶ αὐτὸς εὐτυχὲς ὄναρ ἰδών — ἦν δ’ οὐ μετρίως παλίμφημον —, ἀπατηθεὶς ταῖς ἑτέρου χρησταῖς ἐλπίσι φησίν· „ἀλλὰ κἀγὼ κανηφορεῖν ἔδοξα καὶ τρία πλήρη κανᾶ πεμμάτων κομίζειν ἐπὶ τῆς κεφαλῆς, τὸ δ’ ἀνωτάτω πλῆρες εἶναι παντοίων γενῶν, οἷς ἔθος ἐστὶ χρῆσθαι τὸν βασιλέα — ποικίλας δ’ εἶναι τὰς πρὸς δίαιταν βασιλικὴν σιτοπόνων περιεργίας —, ὄρνεις δὲ καθιπταμένους ἁρπάζειν ἀπὸ τῆς κεφαλῆς καὶ ἀπλήστως ἐμφορεῖσθαι, μέχρις οὗ πάντ’ ἀναλῶσαι καὶ μηδὲν τῶν εὐτρεπισθέντων ὑπολιπέσθαι.“
- 94.1
ὁ δὲ „ἐβουλόμην μὲν“ εἶπε „μὴ παραστῆναί σοι τὴν φαντασίαν ἢ φανεῖσαν ἡσυχασθῆναι ἤ, εἰ καὶ διηγεῖτό τις, μακρὰν γοῦν, ἵνα μὴ κατακούσαιμι, τῶν ἐμῶν ὤτων γενέσθαι τὴν διήγησιν· ὀκνῶ τε γάρ, εἰ καί τις ἄλλος, εἶναι κακῶν ἄγγελος συναλγῶ τε τοῖς ἐν συμφοραῖς, ἕνεκα φιλανθρωπίας οὐχ ἥκιστα τῶν ὑπομενόντων ὀδυνώμενος.
Next → — showing 1–100 of 276
First Thousand Years of Greek. CTS URN tlg0018.tlg021.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.