De mutatione nominum
- 101.1
ἆρ’ οὐ προσφυῶς εὐφυΐᾳ μὲν [ἡ] μνήμη, μαθήσει δὲ ἀνάμνησις ἐφαρμόζεται; καὶ μὴν ὃν λόγον ἔχει Συμεὼν πρὸς Ῥουβήν, τὸ δ’ ἐστὶ μάθησις πρὸς φύσιν, τοῦτον ἔχει λόγον Μανασσῆς πρὸς Ἐφραΐμ, τὸ δ’ ἐστὶ πρὸς μνήμην ἀνάμνησις.
- 102.1
ὡς γὰρ τὸ εὐφυὲς ἄμεινον τοῦ μανθάνοντος — τὸ μὲν γὰρ ἔοικεν ὁράσει, τὸ δὲ ἀκοῇ· ἀκοὴ δὲ ὁράσεως τὰ δεύτερα φέρεται —, οὕτω τὸ μνημονικὸν τοῦ ἀναμιμνῃσκομένου πανταχοῦ κρεῖττον, ὅτι τὸ μὲν λήθῃ κέκραται, τὸ δὲ ἀμιγὲς καὶ ἄκρατον ἐξ ἀρχῆς ἄχρι τέλους διαμένει.
- 103.1
Καὶ μὴν τόν γε τοῦ ἀρχιπροφήτου πενθερὸν τοτὲ μὲν Ἰοθὸρ τοτὲ δὲ Ῥαγουὴλ οἱ χρησμοὶ καλοῦσιν· Ἰοθὸρ μέν, ὅταν τῦφος εὐημερῇ· μεταληφθεὶς γάρ ἐστι περισσός, περιττὸν δὲ ἀψευδεῖ βίῳ τῦφος, γέλωτα μὲν τὰ ἴσα καὶ ἀναγκαῖα τῷ βίῳ τιθέμενος, τὰ δὲ πλεονεξίας ἄνισα σεμνύνων.
- 104.1
οὗτος καὶ ἀνθρώπεια θείων καὶ ἔθη νόμων καὶ βέβηλα ἱερῶν καὶ θνητὰ ἀθανάτων καὶ συνόλως τὸ δοκεῖν τοῦ εἶναι προτιμᾷ. καὶ ἐπιτολμήσας αὐτοκέλευστος εἰς τὴν τοῦ συμβούλου παρέρχεται τάξιν, ὑφηγούμενος τῷ σοφῷ [μὴ] ἀναδιδάσκειν ἃ μόνα μανθάνειν ἄξιον, „τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον“ (Exod. 18,20), ἀλλὰ μὴ τὰ πρὸς ἀλλήλους ἀνθρώπων συμβόλαια, τῆς ἀκοινωνήτου σχεδὸν αἴτια κοινωνίας. καὶ ὁ μέγας πάντα πειθαρχεῖ, νομίσας ἁρμόττον εἶναι μικροῖς μὲν τὰ μικρά, μεγάλοις δὲ τὰ μεγάλα δίκαια τίθεσθαι (ibid. 22.24).
- 105.1
μεταβαλὼν δὲ πολλάκις ὁ δοκησίσοφος οὗτος καὶ μεταβὰς ἀπὸ τῶν θρεμμάτων, ἃ δὴ τυφλὸς ἔλαχεν ἡνιοχεῖν, ἀναζητήσας τὴν θείαν ἀγέλην μέρος οὐ μεμπτὸν αὐτῆς γίνεται, θαυμάσας τῆς φύσεως τὸν ἀγελάρχην καὶ τῆς ἐπιστασίας ἀγάμενος, ᾗ χρῆται πρὸς τὴν τῶν ἑαυτοῦ θρεμμάτων ἐπιμέλειαν· ἑρμηνεύεται γὰρ Ῥαγουὴλ (Exod. 2, 18) ποιμασία θεοῦ.
- 106.1
τὸ μὲν κεφάλαιον εἴρηται, τὰς δὲ πίστεις ὑφηγήσεται. πρῶτον μὲν θεραπευτὴν αὐτὸν κρίσεως καὶ δίκης εἰσηγεῖται· ἡ γὰρ προσηγορία τῆς Μαδιὰμ μεταληφθεῖσα ἐκ κρίσεως ὀνομάζεται. διττὸν δὲ τοῦτο. δηλοῖ γὰρ τὸ μὲν ἔκκρισιν καὶ ἀπόκρισιν, ἣ καὶ τοῖς ἀγωνισταῖς κατὰ τοὺς ἱεροὺς ἀγῶνας λεγομένους εἴωθε συμβαίνειν· μυρίοι γὰρ ἀνεπιτήδειοι φανέντες ἤδη πρὸς τῶν ἀθλοθετῶν ἐξεκρίθησαν.
- 107.1
οὗτοι [τε] τελεταῖς ἀνιέροις ταῖς Βεελφεγὼρ τελεσθέντες (Num. 25,3) καὶ τὰ τοῦ σώματος στόμια πάντα εὐρύναντες πρὸς τὴν τῶν ἔξωθεν ἐπιχεομένων ῥευμάτων ὑποδοχὴν — ἑρμηνεύεται γὰρ Βεελφεγὼρ ἀνωτέρω στόμα δέρματος — κατέκλυσαν τὸν ἡγεμόνα νοῦν καὶ ἀφεῖσαν εἰς βυθὸν ἔσχατον, ὡς μηδ’ ἀνανήξασθαι μηδὲ μικρὸν ὅσον δυνηθῆναι ἀνασχεῖν·
- 108.1
καὶ τοῦτο ἔπαθεν, ἕως ὁ εἰρηνικὸς καὶ ἱερεὺς τοῦ θεοῦ (ibid. 12. 13) τρανός, Φινεές, ὑπέρμαχος αὐτοκέλευστος ἦλθε, φύσει μισοπόνηρος ὢν καὶ ζήλῳ τῶν καλῶν κατεσχημένος· ᾧ σειρομάστην λαβόντι, τὸ δ’ ἐστὶν ἠκονημένον καὶ ὀξὺν λόγον, μαστεύειν καὶ ἀναζητεῖν ἕκαστα ἱκανόν, ἐξεγένετο μὴ φενακισθῆναι, ῥώμῃ δὲ καρτερᾷ χρησαμένῳ κατακεντῆσαι διὰ τῆς μήτρας τὸ πάθος (ibid. 7.8), ἵνα μηδὲν ἔτι κακὸν θεήλατον τίκτῃ.
- 109.1
πρὸς τούτους καὶ ὁ μέγιστος ἐνίσταται τῷ ὁρατικῷ γένει πόλεμος, ἐν ᾧ τῶν διαγωνισαμένων „διεφώνησεν οὐδείς“ (Num. 31,49), ἀλλ’ ἄτρωτος καὶ σῷος ἐπανῆλθε, τοῖς νικητηρίοις ἀναδούμενος στεφάνοις.
- 110.1
ἓν μὲν δὴ τοῦτο ἐκ τῆς Μαδιὰμ ἐδηλοῦτο· ἕτερον δὲ τὸ κριτικὸν καὶ δικαστικὸν εἶδος, ὃ καὶ κατ’ ἐπιγαμίαν οἰκειοῦται γένει τῷ προφητικῷ. „τῷ ἱερεῖ“, φησὶν οὖν, τῆς κρίσεως καὶ τῆς δίκης „εἰσὶν ἑπτὰ θυγατέρες“ (Exod. 2, 16), συμβολικῶς αἱ τοῦ ἀλόγου δυνάμεις, γονή τε καὶ φωνὴ καὶ πέντε αἰσθήσεις, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρός.
- 111.1
διὰ γὰρ τῶν ἑπτὰ δυνάμεων τούτων αἱ προβάσεις καὶ παραυξήσεις τοῦ πατρὸς νοῦ ταῖς ἐγγινομέναις καταλήψεσι συνίστανται. παραγενόμεναι δ’ ἐπὶ τὰ οἰκεῖα ἑκάστη, χρώματα μὲν καὶ σχήματα ὅρασις, φωνὰς δὲ ἀκοή, ἀτμοὺς δὲ ὄσφρησις, χυλοὺς δὲ γεῦσις καὶ αἱ ἄλλαι πρὸς τὰ ἁρμόττοντα ἑαυταῖς, „ἀντλοῦσι“ τρόπον τινὰ τὰ ἐκτὸς αἰσθητά, „ἕως ἂν πληρώσωσι τὰς τῆς ψυχῆς δεξαμενάς, ἐξ ὧν ποτίζουσι τὰ πρόβατα τοῦ πατρός“ (ibid.), τὴν καθαρωτάτην λέγω τοῦ λογισμοῦ ποίμνην, ἀσφάλειαν καὶ κόσμον περιφέρουσαν ἐν ταὐτῷ.
- 112.1
παραγενόμενοι δ’ οἱ φθόνου καὶ βασκανίας ἑταῖροι, πονηρᾶς ἀγέλης ἡγεμόνες, ἐλαύνουσιν αὐτὰς τῆς κατὰ φύσιν χρήσεως (ibid. 17). αἱ μὲν γὰρ τὰ ἐκτὸς ἄγουσιν εἴσω πρὸς οἷα δικαστὴν καὶ βασιλέα τὸν νοῦν, ἵν’ ἄρχοντι χρώμεναι τῷ βελτίστῳ κατορθῶσιν·
- 113.1
οἱ δ’ ἀντικάθηνται διώκοντες καὶ τἀναντία παραγγέλλοντες, ἔξω τὸν νοῦν ἐπισπᾶσθαι καὶ ἀγώγιμα παραδιδόναι τὰ φαινόμενα, μέχρις „ἀναστὰς“ ὁ τέως ἠρεμεῖν τρόπος δοκῶν φιλάρετος καὶ ἐπιθειάσας, ὄνομα Μωυσῆς, ὑπερασπίσει καὶ „ῥύσεται αὐτὰς“ τῶν κατεχόντων, ποτίμοις λόγοις θρέψας τὴν τοῦ πατρὸς ποίμνην (ibid.).
- 114.1
ἐκφυγοῦσαι δὲ τὴν ἐπίθεσιν τῶν διανοίας μὲν ἐχθρῶν, τὰ δὲ περίαπτα ὥσπερ ἐν τραγῳδίᾳ μόνα ἐζηλωκότων οὐκέτι πρὸς Ἰοθόρ, ἀλλὰ πρὸς Ῥαγουὴλ ἀφικνοῦνται (ibid. 17. 18). καταλελοίπασι μὲν γὰρ τὴν πρὸς τῦφον συγγένειαν, ᾠκείωνται δὲ ἀγωγῇ νομίμῳ, μοῖρα τῆς ἱερᾶς ἀγέλης ἀξιώσασαι γενέσθαι, ἧς ὁ θεῖος ἀφηγεῖται λόγος, ὡς δηλοῖ τοὔνομα· ποιμασία γάρ ἐστι θεοῦ.
- 115.1
ποίμνης δ’ ἐπιμελουμένου τῆς ἰδίας, ἐξ ἑτοίμου ἀγαθὰ πάρεστιν ἀθρόα τοῖς πειθαρχοῦσι καὶ μὴ ἀφηνιάζουσι τῶν θρεμμάτων. ᾄδεται δὲ καὶ ἐν ὕμνοις ᾆσμα τοιοῦτον· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“ (Psalm. 22, 1).
- 116.1
πεύσεται οὖν εἰκότως ὁ ποιμένι καὶ βασιλεῖ χρώμενος τῷ θείῳ λόγῳ νοῦς τῶν ἑπτὰ θυγατέρων αὐτοῦ· διὰ τί συντείνασαι μετὰ πολλοῦ τάχους τήμερον ἀφῖχθε (Exod. 2, 18) ; πρότερον γὰρ ὅτ’ ἐνετυγχάνετε τοῖς αἰσθητοῖς, μακρὸν χρόνον ἔξω διατρίβουσαι μόλις ἐπανῄειτε δελεαζόμεναι πρὸς αὐτῶν· νυνὶ δ’ οὐκ οἶδ’ ὅ τι παθοῦσαι συντόνως παρὰ τὸ εἰωθὸς ἐπανήκετε.
- 117.1
φήσουσιν οὖν, ὅτι οὐκ αὐταὶ γεγόνασιν αἴτιαι τοῦ τὸν δίαυλον ἐπὶ τὰ αἰσθητὰ καὶ ἀπὸ τῶν αἰσθητῶν ἀπνευστὶ καὶ μετὰ πολλῆς ῥύμης δραμεῖν, ἀλλ’ ὁ ῥυσάμενος αὐτὰς ἄνθρωπος ἀπὸ τῶν τῆς ἀγρίας ἀγέλης ποιμένων. Αἰγύπτιον δὲ καλοῦσι Μωυσῆν (ibid. 19), τὸν οὐ μόνον Ἑβραῖον, ἀλλὰ καὶ τοῦ καθαρωτάτου γένους ὄντα Ἑβραίων, ὃ ἱερᾶται μόνον, οὐ δυνάμεναι τὴν ἑαυτῶν φύσιν ὑπερβῆναι.
- 118.1
μεθόριοι γὰρ αἱ αἰσθήσεις οὖσαι [τῶν] νοητῶν τε καὶ αἰσθητῶν ἀγαπητὸν ἐὰν ἑκατέρων ἐφιῶνται, ἀλλὰ μὴ ὑπὸ μόνων τῶν αἰσθητῶν ἄγωνται· τὸ δ’ οἴεσθαι ὅτι μόνοις ποτὲ τοῖς κατὰ διάνοιαν ἐπανέξουσιν εὐήθεια πολλή. οὗ χάριν ἀμφότερα τιθέασι, διὰ μὲν τοῦ „ἄνθρωπος“ τὰ μόνῳ λόγῳ θεωρητὰ μηνύουσαι, διὰ δὲ τοῦ „Αἰγύπτιος“ παριστᾶσαι τὰ αἰσθητά.
- 119.1
ταῦτ’ ἀκούσας καὶ πάλιν πεύσεται· „ποῦ ἐστιν“ ὁ ἄνθρωπος (ibid. 20) ; ἐν τίνι μέρει τῶν καθ’ ὑμᾶς οἰκεῖ τὸ λογικὸν εἶδος; „ἵνα τί αὐτὸν“ ῥᾳδίως οὕτω „καταλελοίπατε“ (ibid.), ἀλλ’ οὐχ ἅπαξ ἐντυχοῦσαι περιέσχετε κτῆμα κάλλιστον καὶ λυσιτελέστατον ἑαυταῖς;
- 120.1
ἀλλ’ εἰ μὴ πρότερον, νῦν „αὐτὸν καλέσατε, ὅπως ἂν φάγῃ“ (ibid.) καὶ τραφῇ ταῖς ὑμετέραις βελτιώσεσι καὶ πρὸς αὐτὸν οἰκειώσεσι. τάχα γὰρ καὶ οἰκήσει παρ’ ἡμῖν καὶ τὸ πτηνὸν καὶ [τὸ] θεοφόρητον καὶ προφητικὸν γένος, ὄνομα Σεπφώραν, ἄξεται (ibid. 21).
- 121.1
Ταῦτα καὶ περὶ τούτων. ἀλλὰ καὶ τὸν Ὠσηὲ μετονομάζει Μωυσῆς εἰς τὸν Ἰησοῦν (Num. 13,17), τὸν ποιὸν εἰς ἕξιν μεταχαράττων. Ὠσηὲ μὲν γὰρ ἑρμηνεύεται ποιὸς οὗτος, Ἰησοῦς δὲ σωτηρία κυρίου, ἕξεως ὄνομα τῆς ἀρίστης.
- 122.1
ἕξεις γὰρ τῶν κατ’ αὐτὰς ποιῶν ἀμείνους, ὡς μουσικὴ μουσικοῦ καὶ ἰατρικὴ ἰατροῦ καὶ παντὸς τεχνίτου τέχνη ποιά, καὶ ἀιδιότητι καὶ δυνάμει καὶ τῇ περὶ τὰ θεωρήματα ἀπταίστῳ ἀκρότητι. ἡ μὲν γὰρ ἕξις ἀίδιον, ἐνεργοῦν, τέλειον, ὁ δὲ ποιὸς θνητόν, πάσχον, ἀτελές· κρεῖττον δὲ θνητοῦ μὲν τὸ ἄφθαρτον, πάσχοντος δὲ τὸ δρῶν αἴτιον, τὸ δὲ τέλειον ἀτελοῦς.
- 123.1
οὕτω μετεχαράχθη καὶ τὸ τοῦ λεχθέντος νόμισμα πρὸς ἰδέαν βελτίονα. ὁ δὲ Χάλεβ καὶ αὐτὸς ὅλος ἀλλάττεται· „ἐγένετο“ γάρ φησι „πνεῦμα ἕτερον ἐν αὐτῷ“ (Num. 14,24), ὡσανεὶ τοῦ ἡγεμονικοῦ μεταβαλόντος πρὸς ἄκραν τελειότητα.
- 124.1
καὶ γὰρ ἑρμηνευθείς ἐστι Χάλεβ πᾶσα καρδία· τοῦτο δὲ σύμβολον τοῦ μὴ ἐκ μέρους ἐπαμφοτερίζουσαν καὶ ἀντιρρέπουσαν, ἀλλ’ ὅλην δι’ ὅλου τὴν ψυχὴν μεταβεβλῆσθαι πρὸς τὸ δόκιμον, κἂν εἴ τι μὴ πάνυ ἐπαινετὸν εἴη, λόγοις τοῖς περὶ μετανοίας ἐξοικίσασαν· οὕτω γὰρ ἐκνιψαμένη τὰ καταρρυπαίνοντα καὶ τοῖς φρονήσεως λουτροῖς χρησαμένη καὶ καθαρσίοις ἔμελλε φαιδρύνεσθαι.
- 125.1
Τὸν δὲ ἀρχιπροφήτην συμβέβηκεν εἶναι πολυώνυμον. ὁπότε μὲν γὰρ τοὺς χρησμῳδουμένους χρησμοὺς ἑρμηνεύων ὑφηγεῖται, προσαγορεύεται Μωυσῆς· ὁπότε δ’ εὐχόμενος εὐλογεῖ τὸν λεών, ἄνθρωπος θεοῦ (Deut. 33,1)· ἡνίκα δὲ Αἴγυπτος τὰς ὑπὲρ τῶν ἀσεβηθέντων δίκας ἐκτίνει, τοῦ βασιλεύοντος τῆς χώρας Φαραὼ θεός (Exod. 7, 1).
- 126.1
διὰ τί δέ; ὅτι τὸ μὲν νόμους μεταγράφειν ἐπ’ ὠφελείᾳ τῶν ἐντευξομένων ψηλαφῶντός ἐστι καὶ διὰ χειρὸς ἔχοντος ἀεὶ τὰ θεῖα καὶ ἀνακεκλημένου (Exod. 24,1) ὑπὸ τοῦ θεσπιῳδοῦ νομοθέτου καὶ εἰληφότος παρ’ αὐτοῦ μεγάλην δωρεάν, ἑρμηνείαν καὶ προφητείαν νόμων ἱερῶν· μεταληφθεὶς γὰρ Μωυσῆς καλεῖται λῆμμα, δύναται δὲ καὶ ψηλάφημα διὰ τὰς εἰρημένας αἰτίας.
- 127.1
τὸ δέ γε εὔχεσθαι καὶ εὐλογεῖν οὐκ ἔστι τοῦ τυχόντος, ἀλλ’ ἀνθρώπου τὴν πρὸς γένεσιν μὴ ἑωρακότος συγγένειαν, προσκεκληρωκότος δὲ ἑαυτὸν τῷ πάντων ἡγεμόνι καὶ πατρί·
- 128.1
ἀγαπητὸν γάρ, εἴ τῳ ἐξεγένετο εὐλογιστίᾳ χρῆσθαι, τὸ δέ γε καὶ ἑτέροις περιποιεῖν τὸ ἀγαθόν, τοῦτο μείζονος καὶ τελειοτέρας ψυχῆς καὶ ὡς ἀληθῶς θειαζούσης ἦν ἐπάγγελμα, ἧς ὁ τυχὼν εἰκότως θεὸς κεκλήσεται. θεὸς δὲ ὁ αὐτὸς οὗτος ἅτε σοφὸς ὢν καὶ διὰ τοῦτ’ ἄρχων παντὸς ἄφρονος, κἂν εἰ τοῖς βασιλείοις σκήπτροις ἐκεῖνος ἐφιδρύοιτο μεγαλαυχῶν καὶ διὰ τοῦτο οὐχ ἥκιστα.
- 129.1
βούλεται γὰρ ὁ τῶν ὅλων ἡγεμών, κἂν ἀφόρητα ἀδικοῦντές τινες μέλλωσι κολάζεσθαι, παραιτητὰς ἔχειν τοὺς ἐντευξομένους ὑπὲρ αὐτῶν, οἳ τὴν τοῦ πατρὸς ἵλεω δύναμιν ἀπομιμούμενοι μετριώτερον καὶ φιλανθρωπότερον χρήσονται ταῖς τιμωρίαις· θεοῦ δὲ τὸ εὐεργετεῖν ἴδιον.
- 130.1
Ἀποχρώντως οὖν περὶ τῆς τῶν ὀνομάτων ἀλλαγῆς τε καὶ μεταθέσεως εἰρηκότες ἐπὶ τὰ ἑξῆς τῆς ἐφόδου τρεψόμεθα κεφάλαια. εἵπετο δ’ εὐθὺς ἡ γένεσις Ἰσαάκ· καλέσας γὰρ τὴν μητέρα αὐτοῦ Σάρραν ἀντὶ Σάρας φησὶ τῷ Ἀβραάμ· „δώσω σοι ἐξ αὐτῆς τέκνον“ (Gen. 17, 16). ἐν μέρει δ’ ἕκαστον ἀκριβωτέον.
- 131.1
ὁ τοίνυν κυρίως διδοὺς ὁτιοῦν ἴδιόν τι πάντως ἑαυτοῦ δίδωσιν· εἰ δὲ τοῦτ’ ἀψευδές ἐστι, γένοιτ’ ἂν Ἰσαὰκ οὐχ ὁ ἄνθρωπος, ἀλλ’ ὁ συνώνυμος τῆς ἀρίστης τῶν εὐπαθειῶν, χαρᾶς, γέλως, ὁ ἐνδιάθετος υἱὸς θεοῦ τοῦ διδόντος αὐτὸν μείλιγμα καὶ εὐθυμίαν εἰρηνικωτάταις ψυχαῖς.
- 132.1
ἄτοπον μὲν γὰρ ἕτερον ἄνδρα εἶναι, ἐξ ἑτέρου δὲ νόθα καὶ μοιχίδια παιδοποιεῖσθαι· καὶ μὴν τόν γε θεὸν ἄνδρα τῆς φιλαρέτου διανοίας Μωυσῆς ἀναγράφει δι’ ὧν φησιν· „ἰδὼν κύριος, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς“ (Gen. 29, 31).
- 133.1
ἔλεον γὰρ καὶ οἶκτον λαβὼν τῆς ὑπὸ τοῦ θνητοῦ γένους μισουμένης ἀρετῆς καὶ ψυχῆς τῆς φιλαρέτου στειροῖ μὲν * * * τὴν φιλόκαλον φύσιν, ἀνοίγνυσι δὲ τῆς εὐπαιδίας πηγὴν εὐτοκίαν αὐτῇ χαριζόμενος.
- 134.1
ἡ δὲ Θάμαρ ἐγκύμων τε γενομένη θείων σπερμάτων καὶ τὸν μὲν σπείραντα οὐκ ἰδοῦσα — λέγεται γὰρ τότε „ἐγκαλύψασθαι τὸ πρόσωπον“ (Gen. 38, 15), ὡς Μωυσῆς, ἡνίκα ἀπεστράφη εὐλαβούμενος τὸν θεὸν ἰδεῖν (Exod. 3, 6) —, τὰ δὲ σύμβολα καὶ τὰ μαρτύρια διαθρήσασα καὶ παρ’ αὑτῇ δικάσασα, ὅτι θνητὸς ταῦτ’ οὐ δίδωσιν, ἀνέκραγεν· „οὗτινος ταῦτ’ ἐστίν, ἐξ ἐκείνου ἐν γαστρὶ ἔχω“ (Gen. 38,25).
- 135.1
τίνος ὁ δακτύλιος, ἡ πίστις, ἡ τῶν ὅλων σφραγίς, ἡ ἀρχέτυπος ἰδέα, ᾗ τὰ πάντ’ ἀνείδεα ὄντα καὶ ἄποια σημειωθέντα ἐτυπώθη; τίνος δὲ καὶ ὁ ὁρμίσκος, ἡ [ὁ κόσμος] εἱμαρμένη, ἀκολουθία καὶ ἀναλογία τῶν συμπάντων εἱρμὸν ἔχουσα ἀδιάλυτον; τίνος δὲ καὶ ἡ ῥάβδος (ibid.), τὸ ἐρηρεισμένον, τὸ ἀκράδαντον, τὸ ἄτρεπτον, ἡ νουθεσία, ὁ σωφρονισμός, ἡ παιδεία; τὸ σκῆπτρον, ἡ βασιλεία, τίνος; ἆρ’ οὐχὶ μόνου θεοῦ;
- 136.1
τοιγαροῦν ὁ ἐξομολογητικὸς τρόπος, Ἰούδας, ἡσθεὶς αὐτῆς τῷ κατεχομένῳ καὶ θεοφορήτῳ παρρησιάζεται λέγων· „δεδικαίωται, ἧς ἕνεκα αἰτίας ἐγὼ οὐδενὶ θνητῷ αὐτὴν ἔδωκα„ (ibid. 26), ἀσεβὲς ἡγούμενος μιαίνειν
- 137.1
βεβήλοις τὰ θεῖα. μηνύει δὲ καὶ ἡ τρόπον μητρὸς ἀποκυήσασα φρόνησις τὸ αὐτομαθὲς γένος, ὅτι θεὸς αὐτὸ ἔσπειρε· τεχθέντος γὰρ ἐπισεμνύνεται φάσκουσα· „γέλωτά μοι ἐποίησεν ὁ κύριος“ (Gen. 21,ὁ), ἴσον τῷ τὸν Ἰσαὰκ διέπλασεν, ἐδημιούργησεν, ἐγέννησεν, ἐπειδὴ γέλωτι ὁ αὐτὸς ἦν.
- 138.1
ἀλλ’ οὐ παντός ἐστιν ἀκοῦσαι τὸ ἄκουσμα τοῦτο, πολλοῦ τοῦ δεισιδαιμονίας ῥυέντος παρ’ ἡμῖν κακοῦ καὶ τὰς ἀνάνδρους καὶ ἀγεννεῖς ψυχὰς ἐπικλύσαντος. διὸ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (ibid.), ὡς ὀλίγων ὄντων, οἷς τὰ ὦτα ἀναπέπταται καὶ ἀνωρθίασται πρὸς τὴν τῶν ἱερῶν τούτων λόγων ὑποδοχήν, οἳ διδάσκουσιν, ὡς ἄρα μόνου θεοῦ σπείρειν καὶ γεννᾶν τὰ καλὰ ἔργον ἴδιον·
- 139.1
πρὸς οὓς οἱ ἄλλοι πάντες κεκώφηνται. στόματι δ’ οἶδά ποτε προφητικῷ θεσπισθέντα διάπυρον τοιόνδε χρησμόν· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά“ (Hos. 14, 9. 10) ; τὸν δ’ ὑπηχοῦντα καὶ κρούοντα ἀόρατον ἀοράτως τὸ φωνῆς ὄργανον ἐνενόουν καὶ ἐθαύμαζον ἅμα καταπληττόμενος καὶ τὸ εἰρημένον.
- 140.1
εἰ γάρ τι ἀγαθὸν ἐν τοῖς οὖσι * * * μᾶλλον δὲ καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, θεοῦ καρπός ἐστιν, ὑφ’ οἷα δένδρου συνεχόμενος τῆς ἀιδίου καὶ ἀειθαλοῦς φύσεως. συνετῶν δ’ ἐστὶ καὶ σοφῶν ἀνδρῶν τὰ τοιαῦτα γινώσκειν καὶ ὁμολογεῖν, οὐκ ἀσήμων.
- 141.1
Τί μὲν οὖν ἐστι τὸ „δώσω σοι“ λέλεκται, τὸ δ’ „ἐξ αὐτῆς“ (Gen. 17, 16) μηνυτέον. οἱ μὲν οὖν τὸ ἔξω γινόμενον αὐτῆς ἐδέξαντο νομίζοντες ἄριστον κεκρίσθαι παρὰ ὀρθῷ λόγῳ τὸ μηδὲν ἀποφαίνειν τὴν ψυχὴν ἴδιον αὑτῆς καλόν, ἀλλὰ προσγινόμενον ἔξωθεν κατὰ τὴν μεγαλόνοιαν τοῦ χάριτας ὀμβροῦντος θεοῦ· οἱ δὲ τὸ παραυτίκα τάχος·
- 142.1
ἴσον γὰρ εἶναι τὸ ἐξ αὐτῆς τῷ παραχρῆμα, εὐθύς, ἀνυπερθέτως, ἄνευ μελλήσεως. τοῦτον δὲ τὸν τρόπον αἱ θεῖαι φιλοῦσι συμβαίνειν δωρεαὶ φθάνουσαι καὶ τὰ χρόνων διαστήματα. τρίτοι δέ εἰσιν οἱ τὴν ἀρετὴν μητέρα τοῦ γενητοῦ εἶναι λέγοντες ἀγαθοῦ, λαμβάνουσαν τὰς γονὰς παρὰ μηδενὸς θνητοῦ.
- 143.1
πρὸς δὲ τοὺς ζητοῦντας, εἰ στεῖρα τίκτει — Σάρραν γὰρ εἰσάγοντες πάλαι στεῖραν οἱ χρησμοὶ νῦν ὅτι γενήσεται μήτηρ ὁμολογοῦσι —, λεκτέον ἐκεῖνο, ὅτι γυνὴ μὲν στεῖρα τίκτειν οὐ πέφυκεν, ὥσπερ οὐδὲ τυφλὸς βλέπειν οὐδὲ κωφὸς ἀκούειν, ψυχὴ δ’ ἡ πρὸς τὰ φαῦλα ἐστειρωμένη καὶ παθῶν ἀμετρίας καὶ κακιῶν ἄγονος μόνη σχεδὸν εὐτοκίᾳ χρῆται, τὰ ἀξιέραστα τίκτουσα, τὸν ἀριθμὸν ἑπτὰ κατὰ τὸ ᾀδόμενον ᾆσμα ὑπὸ τῆς χάριτος, Ἄννης, ἥ φησιν· „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5).
- 144.1
καλεῖ δὲ πολλὴν μὲν τὴν ἐκ μιγάδων καὶ συγκλύδων λογισμῶν συμπεφορημένην διάνοιαν, ἣ διὰ τὸ πλῆθος τῶν περὶ αὐτὴν ὄχλων καὶ θορύβων ἀνήκεστα κακὰ τίκτει, στεῖραν δὲ τὴν μὴ παραδεχομένην θνητὸν ὡς γόνιμον σπόρον, ἀλλὰ τὰς τῶν φαύλων ὁμιλίας καὶ συνουσίας ἀναλίσκουσάν τε καὶ διαφθείρουσαν, περιεχομένην δὲ τῆς ἑβδόμης καὶ τοῦ κατ’ αὐτὴν εἰρηνικωτάτου· τούτου γὰρ ἐγκύμων τε εἶναι βούλεται καὶ μήτηρ λέγεσθαι.
- 145.1
Τοιοῦτον ἦν καὶ τὸ „ἐξ αὐτῆς“· τὸ δὲ τρίτον, ὃ δὴ „τέκνον“ ἐλέγετο, νῦν διασκεψώμεθα. πρῶτον μὲν τοίνυν ἄξιον θαυμάσαι τὸ μὴ πολλὰ τέκνα φάναι δώσειν, ἓν δὲ χαριεῖσθαι μόνον. διὰ τί δέ; ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει μᾶλλον ἢ δυνάμει πέφυκεν ἐξετάζεσθαι.
- 146.1
μουσικὰ μὲν γάρ, εἰ τύχοι, καὶ γραμματικὰ καὶ γεωμετρικὰ καὶ δίκαια καὶ φρόνιμα καὶ ἀνδρεῖα καὶ σώφρονα πάμπολλά ἐστιν· αὐτὸ δὲ τοῦτο τὸ μουσικὸν καὶ γραμματικὸν καὶ γεωμετρικόν, ἔτι δὲ δίκαιον καὶ σῶφρον φρόνιμόν τε καὶ ἀνδρεῖον ἓν αὐτὸ μόνον τὸ ἀνωτάτω, μηδὲν ἰδέας ἀρχετύπου διαφέρον, ἀφ’ οὗ τὰ πολλὰ καὶ ἀμύθητα ἐκεῖνα διεπλάσθη.
- 147.1
ταῦτα μὲν περὶ τοῦ ἓν φάναι δώσειν· νυνὶ δὲ τέκνον εἴρηκεν οὐκ ἀμελῶς οὐδ’ ἀπερισκέπτως, ἀλλ’ ἕνεκα τοῦ παραστῆσαι, ὅτι οὐκ ὀθνεῖον οὐδ’ ὑποβολιμαῖον οὐδ’ αὖ θετὸν ἢ νόθον, ἀλλὰ γνήσιον καὶ ἀστεῖον [ὅτι οὐκ ὀθνεῖον] ὄντως ἀστῆς ψυχῆς ἔγγονον. παρὰ γὰρ τὸν τόκον τὸ τέκνον εἴρηται πρὸς ἔμφασιν οἰκειότητος, ᾗ φυσικῶς ἁρμόζεται τέκνα γονεῦσιν.
- 148.1
„Εὐλογήσω“ δέ φησιν „αὐτήν, καὶ ἔσται εἰς ἔθνη“ (Gen. 17, 16), δηλῶν ὅτι οὐ μόνον ἡ γενικὴ ἀρετὴ ὡς ἂν εἰς ἔθνη τὰ προσεχέστατα εἴδη τέμνεται καὶ τὰ ὑπὸ τοῖς εἴδεσιν, ἀλλὰ καὶ ὅτι συμβέβηκεν ὡς ζῴων οὕτω καὶ πραγμάτων εἶναι τρόπον τινὰ ἔθνη, οἷς μέγα ὄφελος ἀρετὴν προσεῖναι.
- 149.1
τὰ γὰρ ἔρημα καὶ χῆρα φρονήσεως πάντα ἐπιζήμια, καθάπερ οἷς οὐκ ἐπιλάμπει ἥλιος ἐξ ἀνάγκης ζοφερά. ἀρετῇ μὲν γὰρ γεωπόνος ἄμεινον φυτῶν ἐπιμελεῖται, ἀρετῇ δὲ καὶ ἡνίοχος ἅρμα ἐν ἱπποδρομίαις ἄπταιστον ἐλαύνει, ἀρετῇ δὲ καὶ κυβερνήτης [οἰακονόμος] οἰακονομεῖ κατὰ πλοῦν τὸ σκάφος. ἀρετὴ καὶ οἰκίας καὶ πόλιν καὶ χώραν βέλτιον οἰκεῖσθαι παρεσκεύασεν, οἰκονομικούς, πολιτικούς, κοινωνικοὺς ἄνδρας δημιουργοῦσα.
- 150.1
ἀρετὴ καὶ νόμους ἀρίστους εἰσηγήσατο καὶ τὰ εἰρήνης κατεβάλετο πανταχοῦ σπέρματα· ἐπεὶ καὶ ὑπὸ τῆς ἐναντίας ἕξεως πέφυκε γίνεσθαι τἀναντία, πόλεμος, ἀνομία, κακοπολιτεῖαι, συγχύσεις, δύσπλοιαι, περιτροπαί, ἡ ἐν ταῖς ἐπιστήμαις ἀργαλεωτάτη νόσος, πανουργία, ἀφ’ ἧς ἀντὶ τεχνῶν κακοτεχνίαι προσερρήθησαν. ἀναγκαίως οὖν εἰς ἔθνη χωρήσει ἡ ἀρετή, ζῴων ὁμοῦ καὶ πραγμάτων μεγάλα καὶ ἀθρόα συστήματα, ἐπὶ τῇ τῶν δεχομένων ὠφελείᾳ.
- 151.1
Λέγεται δὲ ἑξῆς, ὅτι „καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτῆς ἔσονται“ (ibid.). οὓς γὰρ κυοφορεῖ καὶ ἀποτίκτει, πάντες εἰσὶν ἡγεμόνες, οὐ κλήρῳ, πράγματι ἀβεβαίῳ, καὶ χειροτονίᾳ ἐμμίσθων τὰ πολλὰ ἀνθρώπων πρὸς ὀλίγον χρόνον αἱρεθέντες, ἀλλ’ ὑπὸ φύσεως εἰς ἀεὶ κατασταθέντες αὐτῆς.
- 152.1
οὗτος δ’ οὐκ ἐμὸς μῦθος, ἀλλὰ χρησμῶν τῶν ἱερωτάτων ἐστίν, ἐν οἷς εἰσάγονταί τινες λέγοντες τῷ Ἀβραάμ· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23,6), οὐ τὰς ὕλας ἐξετάσαντες, — τίνες γὰρ ἦσαν ἀνδρὶ μετανάστῃ καὶ μηδὲ πόλιν οἰκοῦντι, πολλὴν δὲ καὶ ἐρήμην καὶ ἄβατον ἀλωμένῳ γῆν; — ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ βασιλικὴν ἕξιν κατανοήσαντες, ὥστ’ ἀνομολογῆσαι κατὰ Μωυσῆν μόνον τὸν σοφὸν βασιλέα.
- 153.1
καὶ γὰρ ὄντως ὁ μὲν φρόνιμος ἡγεμὼν ἀφρόνων ἐστὶν εἰδὼς ἃ χρὴ ποιεῖν τε καὶ ἃ μή, ὁ δὲ σώφρων ἀκολάστων τὰ περὶ τὰς αἱρέσεις καὶ φυγὰς ἠκριβωκὼς οὐκ ἀμελῶς, δειλῶν δὲ ὁ ἀνδρεῖος ἃ δεῖ ὑπομένειν καὶ ἃ μὴ σαφῶς ἐκμαθών, ἀδίκων δὲ ὁ δίκαιος ἰσότητος ἐν τοῖς ἀπονεμητέοις ἀρρεποῦς στοχαζόμενος, ὁ δ’ ὅσιος ἀνοσίων [ἐν] ἀρίσταις ὑπολήψεσι ταῖς περὶ θεοῦ κατεσχημένος.
- 154.1
Ταύταις εἰκὸς ἦν ταῖς ὑποσχέσεσι τὸν νοῦν ἐκφυσηθέντα μετέωρον ἀρθῆναι. ὁ δὲ πρὸς ἔλεγχον ἡμῶν, οἳ καὶ ἐπὶ τοῖς μικροτάτοις εἰώθαμεν ὑψαυχενεῖν, πίπτει καὶ εὐθὺς γελᾷ (Gen. 17, 17) τὸν ψυχῆς γέλωτα, σκυθρωπάζων μὲν τῷ προσώπῳ, μειδιῶν δὲ τῇ διανοίᾳ, πολλῆς καὶ ἀκράτου χαρᾶς εἰσοικισαμένης.
- 155.1
ἀμφότερα δὲ κατὰ τὸν αὐτὸν χρόνον συμβαίνει τῷ μείζονα ἐλπίδος ἀγαθὰ κληρονομοῦντι σοφῷ, γελᾶν τε καὶ πίπτειν· τὸ μὲν εἰς πίστιν τοῦ μὴ μεγαλαυχεῖν διὰ κατάγνωσιν τῆς θνητῆς οὐδενείας, τὸ δ’ εἰς εὐσεβείας βεβαίωσιν διὰ τὸ μόνον χαρίτων καὶ ἀγαθῶν νομίζειν τὸν θεὸν αἴτιον.
- 156.1
πιπτέτω μὲν δὴ καὶ σκυθρωπαζέτω γένεσις, φυσικῶς — ἀνίδρυτός τε γὰρ καὶ ἐπίλυπος ἐξ ἑαυτῆς ἐστιν —, ἀνιστάσθω δὲ ὑπὸ θεοῦ καὶ γελάτω· τὸ γὰρ ἔρεισμα αὐτῆς καὶ ἡ χαρὰ μόνος οὗτός ἐστιν.
- 157.1
εἰκότως δ’ ἂν ἀπορήσειέ τις, πῶς ἐνδέχεται γελᾶν τινα, μήπω γέλωτος εἰς τὴν καθ’ ἡμᾶς γένεσιν ἐλθόντος· ὁ γὰρ Ἰσαάκ ἐστι γέλως, ὃς κατὰ τὴν παροῦσαν σκέψιν οὔπω γεγένηται. ὥσπερ γὰρ οὔτε βλέπειν χωρὶς ὀφθαλμῶν οὔτ’ ἀκούειν χωρὶς ὤτων οὔτε δίχα μυκτήρων ὀσφραίνεσθαι οὐδ’ αὖ ταῖς ἄλλαις αἰσθήσεσιν ἄνευ τῶν κατ’ αὐτὰς ὀργάνων χρῆσθαι οὔτε καταλαμβάνειν δίχα λογισμοῦ, οὕτως οὐδὲ γελᾶν εἰκὸς ἦν, εἰ μὴ γέλως ἐδεδημιούργητο. τί οὖν χρὴ λέγειν;
- 158.1
πολλὰ ἡ φύσις τῶν μελλόντων γίνεσθαι διά τινων συμβόλων προμηνύει. ἢ τὸν νεοττὸν οὐχ ὁρᾷς, ὅς, πρὶν ἀέρι ἐπινήχεσθαι, πτερύσσεσθαι καὶ τοὺς ταρσοὺς διασείειν φιλεῖ, τὴν ἐλπίδα τοῦ πέτεσθαι δυνήσεσθαι προευαγγελιζόμενος;
- 159.1
ἀμνὸν δ’ ἢ χίμαρον ἢ βοῦν ἔτι νεογνὸν οὐκ εἶδες, μήπω τῶν κεράτων ἐκπεφυκότων, ὁπότε διερεθίζει τις, ἀντιβεβηκότα καὶ τοῖς μέρεσιν ἐκείνοις ὁρμῶντα πρὸς ἄμυναν, ἐξ ὧν ἡ φύσις τὰ ἀμυντήρια ὅπλα ἀναδίδωσιν;
- 160.1
ἔν γε μὴν ταῖς θηριομαχίαις οὐκ εὐθὺς οἱ ταῦροι τοὺς ἀντιτεταγμένους ἀναπείρουσιν, ἀλλ’ εὖ μάλα διαβάντες καὶ μετρίως τὸν αὐχένα χαλάσαντες καὶ θάτερον ἐκκλίναντες καὶ ταυρωπὸν ὄντως ἀποβλεψάμενοι τηνικαῦτα ἐπίασιν, ἔργου ἑξόμενοι. τὸ δὲ γινόμενον ὄρουσιν ἐκάλεσαν, οἷς ὀνοματοποιεῖν ἔθος, ὁρμήν τινα πρὸ ὁρμῆς ὑπάρχουσαν.
- 161.1
ὅμοιον δή τι καὶ ἡ ψυχὴ τὰ πολλὰ πάσχει· ἐλπιζομένου γὰρ τἀγαθοῦ προγήθει, ὡς τρόπον τινα χαίρειν πρὸ χαρᾶς καὶ εὐφραίνεσθαι πρὸ εὐφροσύνης. εἰκάσαι δ’ ἄν τις αὐτὸ καὶ τῷ περὶ τὰ φυτὰ συμβαίνοντι· καὶ γὰρ ταῦτα, ὁπότε μέλλοι καρποφορεῖν, προβλαστάνει καὶ προανθεῖ καὶ χλοηφορεῖ.
- 162.1
τὴν ἡμερίδα ἄμπελον ἴδε, ὡς ὑπὸ φύσεως τεθαυματούργηται, κληματίσιν, ἕλιξι, μοσχεύμασι, πετάλοις, οἰνάροις, ἃ φωνὴν μονονοὐκ ἀφιέντα μηνύει τὴν ἐπὶ τῷ μέλλοντι καρπῷ τοῦ δένδρου χαράν. καὶ ἡ ἡμέρα μέντοι προγελᾷ πρὸς βαθὺν ὄρθρον μέλλοντος ἀνίσχειν ἡλίου· αὐγὴ γὰρ αὐγῆς ἄγγελος καὶ φῶς φωτὸς ἀμυδρότερον τηλαυγεστέρου προεξέρχεται.
- 163.1
ἥκοντι μὲν οὖν ἤδη τῷ ἀγαθῷ συνομαρτεῖ χαρά, προσδοκωμένῳ δὲ ἐλπίς· ἀφικομένῳ μὲν γὰρ χαίρομεν, μέλλοντος δὲ ἐλπίζομεν, καθάπερ καὶ ἐπὶ τῶν ἐναντίων ἔχειν συμβέβηκεν· ἡ μὲν γὰρ παρουσία τοῦ κακοῦ λύπην, ἡ δὲ προσδοκία φόβον ἐγέννησεν. φόβος δὲ ἄρα ἦν οὐδὲν ἢ λύπη πρὸ λύπης, ὥσπερ ἐλπὶς χαρὰ πρὸ χαρᾶς· ὃ γάρ, οἶμαι, πρὸς λύπην φόβος, τοῦτο πρὸς χαρὰν ἐλπίς.
- 164.1
σημεῖα δὲ τοῦ λεγομένου καὶ αἰσθήσεις ἐναργῆ περιφέρουσι· γεύσεως γὰρ ὄσφρησις προκαθημένη τὰ πρὸς ἐδωδὴν καὶ πόσιν σχεδὸν ἅπαντα προδικάζει· ἀφ’ οὗ καὶ προγευστρίδα αὐτὴν ἐκάλεσαν εἰς τὴν ἐνάργειαν ἀπιδόντες εὐθυβόλως ἔνιοι. πέφυκε δὲ καὶ ἡ ἐλπὶς ὡσανεὶ τοῦ μέλλοντος ἀγαθοῦ προγεύεσθαι καὶ διασυνιστάνειν αὐτὸ ψυχῇ τῇ βεβαίως κτησομένῃ.
- 165.1
κἀν ταῖς ὁδοιπορίαις μέντοι πεινήσας τις καὶ διψήσας, πηγὰς ἐξαίφνης ἰδὼν ἢ δένδρα παντοῖα ἡμέροις βρίθοντα καρποῖς, μήπω φαγὼν ἢ πιών, ἀλλὰ μηδ’ ἀρυσάμενος ἢ δρεψάμενος ἐλπίδι τῆς ἀπολαύσεως προπληροῦται. εἶτ’ οἰόμεθα ταῖς μὲν τοῦ σώματος τροφαῖς καὶ πρὸ τῆς χρήσεως ἑστιᾶσθαι δύνασθαι, τὰς δὲ τῆς διανοίας οὐχ ἱκανὰς εἶναι καὶ ὁπότε μέλλοιεν ἑστιᾶν προευφραίνειν;
- 166.1
Ἐγέλασεν οὖν εἰκότως μήπω δοκοῦντος ἐν τῷ θνητῷ γένει σπαρῆναι τοῦ γέλωτος· καὶ οὐ μόνον αὐτός, ἀλλὰ καὶ ἡ γυνὴ γελᾷ. λέγεται γὰρ αὖθις· "ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν“ (Gen. 18,12) ἄνευ μελέτης ἀπαυτοματίζον ἀγαθόν· ὁ δ’ ὑποσχόμενος „κύριός μου καὶ πρεσβύτερος“ (ibid.) πάσης γενέσεώς ἐστιν, ᾧ πιστεύειν ἀναγκαῖον.
- 167.1
ἅμα μέντοι καὶ ἀναδιδάσκει, ὅτι ἥ τ’ ἀρετὴ χαρτόν ἐστι φύσει καὶ ὁ ἔχων αὐτὴν αἰεὶ γέγηθε, καὶ τοὐναντίον ὅτι ἥ τε κακία λυπηρὸν καὶ ὁ ἔχων ὀδυνηρότατος. ἔτι νῦν θαυμάζομεν τῶν φιλοσόφων τοὺς λέγοντας τὴν ἀρετὴν εὐπάθειαν εἶναι;
- 168.1
ἰδοὺ γὰρ Μωυσῆς χορηγὸς ἀνεύρηται τοῦ σοφοῦ τούτου δόγματος, χαίροντα καὶ γελῶντα παραγαγὼν τὸν ἀστεῖον· ἀλλαχόθι δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς εἰς ταὐτὸν ἀφικνουμένους αὐτῷ. "ἰδὼν γάρ σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14), ὡς τῆς τοῦ σπουδαίου προσόψεως αὐτὸ μόνον ἱκανῆς οὔσης ἀναπληρῶσαι τὴν διάνοιαν εὐφροσύνης, ἀποφορτισαμένην τὸ ἀπεχθέστατον ψυχῆς κακῶν, λύπην.
- 169.1
φαύλῳ δ’ οὐδενὶ χαίρειν ἐφεῖται, καθάπερ καὶ ἐν προφητικαῖς ᾄδεται ῥήσεσι· „χαίρειν οὐκ ἔστι τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός“ (Ies. 48,22). λόγος γὰρ ὄντως καὶ χρησμός ἐστι θεῖος, σκυθρωπὸν καὶ ἐπίλυπον καὶ μεστὸν βαρυδαιμονίας εἶναι τὸν παντὸς μοχθηροῦ βίον, κἂν προσποιῆται τῷ προσώπῳ μειδιᾶν.
- 170.1
οὐ γὰρ τοὺς Αἰγυπτίους χαίρειν ἂν εἴποιμι πρὸς ἀλήθειαν, ἡνίκα τοὺς ἀδελφοὺς Ἰωσὴφ ἥκοντας ἤκουσαν, ἀλλ’ ἐπιμορφάζειν καθυποκρινομένους τὸ δοκεῖν. οὐδενὶ γὰρ ἐπιστὰς ἔλεγχος ἀφρόνων δι’ ἡδονῆς ἐστιν, ὥσπερ οὐδ’ ἰατρὸς ἀκρατεῖ νοσοῦντι. πόνος μὲν γὰρ τοῖς συμφέρουσι, ῥᾳστώνη δὲ τοῖς βλαβεροῖς ἕπεται· πόνου δὲ ῥᾳστώνην προκρίναντες εἰκότως τοῖς τὰ συμφέροντα εἰσηγουμένοις ἀπεχθάνονται.
- 171.1
ἐπειδὰν οὖν ἀκούσῃς ὅτι „ἐχάρη Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ“ (Gen. 45, 16) διὰ τὴν τῶν ἀδελφῶν Ἰωσὴφ ἄφιξιν, μὴ νόμιζε πρὸς ἀλήθειαν ἥδεσθαι, εἰ μὴ κατ’ ἐκεῖνο ἴσως, ὅτι προσδοκῶσιν αὐτὸν μεταβαλεῖν ἀπὸ τῶν ψυχῆς ἀγαθῶν, οἷς συνετράφη, πρὸς τὰς τοῦ σώματος ἀνηνύτους ἐπιθυμίας, τὸ ἀρχαῖον καὶ προγονικὸν ἀρετῆς συγγενοῦς νόμισμα παρακόψαντα.
- 172.1
τοιαῦτα δ’ ἐλπίσας ὁ φιλήδονος νοῦς αὔταρκες οὐχ ὑπολαμβάνει τοὺς νεωτέρους καὶ ἄρτι πρὸς τὰ σωφροσύνης γυμνάσια φοιτῶντας ἐπιθυμιῶν δελέασιν ἀγκιστρεύσασθαι, ἀλλὰ δεινὸν ἐνόμισεν εἶναι, εἰ μὴ καὶ τὸν πρεσβύτερον ὑπάξεται λόγον, οὗ τὰ λυττῶντα πάθη παρήβηκε.
- 173.1
λέγει γὰρ αὖ τὰς ζημίας ὡς ὠφελείας προτείνων· „παραλαβόντες τὸν πατέρα καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρὸς μέ“ (ibid. 18) ἐπ’ Αἰγύπτου καὶ τοῦ φοβεροῦ τούτου βασιλέως, ὃς καὶ τὰ πατρῷα ἡμῶν καὶ τὰ ὄντως ὑπάρχοντα ἀγαθὰ ἔξω προεληλυθότα τοῦ σώματος — φύσει γάρ ἐστιν ἐλεύθερα — ἀντισπᾷ βιαζόμενος δεσμωτηρίῳ πάνυ πικρῷ παραδοῦναι, καταστήσας εἱρκτοφύλακα, ὥς φησι τὸ λόγιον, Πεντεφρῆ τὸν σπάδοντα καὶ ἀρχιμάγειρον (Gen. 39, 1) σπάνει κεχρημένον τῶν καλῶν καὶ τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένον, ἔτι δὲ σπείρειν καὶ φυτεύειν τι τῶν κατὰ παιδείαν ἀδυνατοῦντα, μαγείρου τρόπον κτείνοντα τὰ ζῶντα καὶ κατὰ μέρη καὶ κατὰ μέλη κόπτοντα καὶ διαιροῦντα καὶ ἐν ἀψύχοις καὶ νεκροῖς καλινδούμενον οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ ταῖς περιέργοις παραρτύσεσιν ἀνεγείροντα καὶ ἀνερεθίζοντα τὰς τῶν ἀνηνύτων παθῶν ὁρμάς, ἃς εἰκὸς ἦν τιθασεύοντα πραΰναι.
- 174.1
ὁ δὲ καὶ „δώσω“ φησίν „ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς“ (Gen. 45, 18). ἀλλ’ ἐροῦμεν αὐτῷ· σώματος ἀγαθὸν οὐ προσιέμεθα οἱ τὰ ψυχῆς ἰδόντες· ἱκανὸς γὰρ ὁ τριπόθητος ἐκείνων ἵμερος ἐντακεὶς πάντων ὅσα τῇ σαρκὶ φίλα λήθην ἐργάσασθαι.
- 175.1
Τοιαύτη μέν τις ἡ ψευδώνυμος χαρὰ τῶν ἀφρόνων, ἡ δὲ ἀληθὴς πρότερον εἴρηται, μόνοις ἀστείοις ἐφαρμόζουσα. „πεσὼν οὖν ἐγέλασεν“ (Gen. 17,17), οὐκ ἀπὸ θεοῦ πεσών, ἀλλ’ ἀφ’ ἑαυτοῦ· ἔστη μὲν γὰρ περὶ τὸν ἄτρεπτον, ἔπεσε δὲ ἀπὸ τῆς ἰδίας οἰήσεως.
- 176.1
διὸ καὶ τοῦ μὲν δοκησισόφου καταβληθέντος φρονήματος, ἀνεγερθέντος δὲ τοῦ φιλοθέου καὶ περὶ τὸν ἀκλινῆ μόνον ἱδρυθέντος, γελάσας εὐθὺς „εἶπε τῇ διανοίᾳ· εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται“ (ibid.) ;
- 177.1
μὴ μέντοι νομίσῃς, ὦ γενναῖε, τὸ „εἰπεῖν“ οὐχὶ τῷ στόματι, ἀλλὰ „τῇ διανοίᾳ“ προσκεῖσθαι παρέργως, ἀλλὰ καὶ πάνυ ἐξητασμένως. διὰ τί; ὅτι ἔοικε διὰ τοῦ φάσκειν „εἰ τῷ ἑκατονταετεῖ γενήσεται“ περὶ τῆς Ἰσαὰκ ἐνδοιάσαι γενέσεως, ἐφ’ ᾗ πρότερον ἐλέγετο πιστεῦσαι, ὡς ἐδήλου τὸ χρησθὲν πρὸ μικροῦ τόδε· „οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ“· εἶτ’ εὐθὺς εἶπεν· „ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην“ (Gen. 15,4. 6).
- 178.1
ἐπειδὴ τοίνυν ἀκόλουθον οὐκ ἦν ἐνδοιάσαι τῷ πεπιστευκότι, πεποίηκε τὸν ἐνδοιασμὸν οὐ πολυχρόνιον, μηκυνόμενον μέχρι γλώττης καὶ στόματος, ἀλλ’ αὐτοῦ περὶ τὴν ὀξυκίνητον διάνοιαν ἱστάμενον. „τῇ γὰρ διανοίᾳ“ φησίν „εἶπεν,“ ἣν τῶν εἰς ποδώκειαν ἐπαινουμένων οὐδὲν ἂν ἰσχύσαι παραδραμεῖν, ἐπεὶ καὶ τὰς πτηνὰς φύσεις ἁπάσας ἔφθακεν.
- 179.1
ἀφ’ οὗ μοι δοκεῖ καὶ τῶν παρ’ Ἕλλησι ποιητῶν ὁ δοκιμώτατος „ὡς εἰ πτερὸν ἠὲ νόημα“ φάναι, δηλῶν τὸ τῆς ὀξύτητος τάχος, κατ’ ἐπίτασιν ὕστερον τοῦ πτεροῦ τὸ νόημα θείς. ἐπὶ πολλὰ γὰρ ἡ διάνοια ἐν ταὐτῷ πράγματα ὁμοῦ καὶ σώματα στείχει μετὰ ἀλέκτου φορᾶς, καὶ ἐπὶ τὰ γῆς καὶ θαλάττης αὐτίκα πέρατα φθάνει συναιροῦσα καὶ τέμνουσα τὰ ἀπειρομεγέθη διαστήματα· κατὰ δὲ τὸν αὐτὸν χρόνον τοσοῦτον ἀπὸ γῆς ἀναπηδᾷ, ὡς δι’ ἀέρος εἰς αἰθέρα ἀνέρχεσθαι καὶ μόλις περὶ τὴν ἐσχάτην τῶν ἀπλανῶν ἁψῖδα ἵστασθαι.
- 180.1
τὸ γὰρ ἔνθερμον καὶ διάπυρον ἠρεμεῖν αὐτὴν οὐκ ἐᾷ· διὸ πολλὰ ὑπερβάλλουσα καὶ τοῦ παντὸς αἰσθητοῦ τούτου ὅρου ἔξω φέρεται πρὸς τὸν ἐκ τῶν ἰδεῶν παγέντα συγγενικῶς. γέγονεν οὖν περὶ τὸν ἀστεῖον ἡ τροπὴ βραχεῖα, ἄτομος, ἀμερής, οὐκ αἰσθητή, νοητὴ δὲ μόνον, τρόπον τινὰ ἄχρονος.
- 181.1
ἀλλ’ ἴσως ἄν τις εἴποι· τί οὖν γε, ὅτι πεπιστευκὼς ἴχνος ἢ σκιὰν ἢ αὔραν ἀπιστίας δέχεται τὸ παράπαν; οὗτος δὲ οὐδὲν ἕτερόν μοι βούλεσθαι δοκεῖ ἢ τὸν γενόμενον ἀποφαίνειν ἀγένητον καὶ τὸν θνητὸν ἀθάνατον καὶ τὸν φθαρτὸν ἄφθαρτον καὶ τὸν ἄνθρωπον, εἰ θέμις εἰπεῖν, θεόν. τὴν γὰρ πίστιν, ἧς ἔλαχεν ἄνθρωπος,
- 182.1
οὕτω βέβαιόν φησι δεῖν εἶναι, ὡς μηδὲν διαφέρειν τῆς περὶ τὸ ὄν, τῆς ἀρτίου καὶ περὶ πάντα πλήρους. λέγει γὰρ Μωυσῆς ἐν ᾠδῇ τῇ μείζονι· „θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ“ (Deut. 32,8).
- 183.1
πολλὴ δὲ ἄγνοια νομίζειν, τὰς θεοῦ ἀρετὰς τὰς ἀρρεπεῖς καὶ παγιωτάτας χωρῆσαι ψυχὴν ἀνθρώπου δύνασθαι· ἀγαπητὸν γὰρ εἰκόνας αὐτῶν κτήσασθαι δυνηθῆναι, πολλοῖς καὶ μεγάλοις ἀριθμοῖς τῶν ἀρχετύπων ἐλαττουμένας· καὶ μήποτ’ εἰκότως·
- 184.1
ἀκράτους μὲν γὰρ ἀναγκαῖον εἶναι τὰς θεοῦ ἀρετάς, ἐπειδὴ καὶ ὁ θεὸς οὐ σύγκριμα, φύσις ὢν ἁπλῆ, κεκραμένας δὲ τὰς τῶν ἀνθρώπων, ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν κράματα, θείου καὶ θνητοῦ συγκερασθέντων καὶ κατὰ τοὺς τῆς τελείας μουσικῆς λόγους ἁρμοσθέντων· τὸ δ’ ἐκ πλειόνων συνεστὼς φυσικὰς πρὸς ἕκαστον τῶν μερῶν ἀνθολκὰς ἔχει.
- 185.1
εὐδαίμων δ’ ὅτῳ ἐξεγένετο τὸν πλείω τοῦ βίου χρόνον πρὸς τὴν ἀμείνω καὶ θειοτέραν μοῖραν ταλαντεύειν· ἅπαντα γὰρ τὸν αἰῶνα ἀμήχανον, ἐπεὶ καὶ τὸ ἀντίπαλον θνητὸν ἄχθος ἔστιν ὅτε ἀντέρρεψε καὶ ἐφεδρεῦσαν ἐκαιροφυλάκησε τὰς ἀκαιρίας τοῦ λογισμοῦ, ὡς ἀντιβιάσασθαι.
- 186.1
„πεπίστευκεν οὖν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15,6), ἀλλ’ ὡς ἄνθρωπος πεπίστευκεν, ἵνα τὸ ἴδιον τοῦ θνητοῦ γνῷς καὶ μάθῃς οὐκ ἄλλως αὐτῷ γενέσθαι, εἰ μὴ ἐκ φύσεως, τὴν τροπήν. ἀλλ’ εἰ βραχεῖα καὶ ἀκαρὴς γέγονεν, ἄξιον εὐχαριστεῖν· πολλοὶ γὰρ ἕτεροι τῇ ῥύμῃ καὶ φορᾷ κατακλυσθέντες καὶ τῇ βίᾳ εἰσάπαν ἠφανίσθησαν.
- 187.1
οὐκ ἔστι γάρ, ὦ γενναῖε, κατὰ τὸν ἱερώτατον Μωυσῆν ἀρτίπους ἡ ἐν θνητῷ σώματι ἀρετή, ἀλλὰ παραπλήσιόν τι πάσχουσα νάρκῃ, μικρὸν ὅσον ὑποχωλαίνουσα. „ἐνάρκησε“ γάρ φησι „τὸ πλάτος τοῦ μηροῦ, ᾧ καὶ ἐπέσκαζεν“ (Gen. 32,25. 31).
- 188.1
ἴσως δ’ ἂν τῶν εὐθαρσεστέρων εἴποι τις παρελθών, ὅτι οὐδὲ ἀπιστοῦντός ἐστιν ἡ προφορά, ἀλλ’ εὐχομένου, ἵν’, εἰ μέλλοι τῶν εὐπαθειῶν ἡ ἀρίστη γεννᾶσθαι, χαρά, μὴ ἑτέροις ἀριθμοῖς μᾶλλον ἢ τοῖς ἐνενήκοντα καὶ ἑκατὸν τεχθῇ (Gen. 17, 17), ἵνα τὸ τέλειον ἀγαθὸν τελείοις ἀριθμοῖς εἰς γένεσιν ἔλθῃ.
- 189.1
τέλειοι δ’ οἱ λεχθέντες ἀριθμοί, καὶ μάλιστα κατὰ τὰς ἱερωτάτας ἀναγραφάς. ἴδωμεν δ’ αὐτῶν ἑκάτερον· Σὴμ εὐθέως μέν, ὁ υἱὸς τοῦ δικαίου Νῶε, πρόγονος δὲ τοῦ ὁρατικοῦ γένους, „ἑκατὸν ἐτῶν εἶναι λέγεται, ἡνίκα ἐγέννησε τὸν Ἀρφαξάτ“ (Gen. 11,10), ὃς ἑρμηνεύεται συνετάραξε ταλαιπωρίαν· καλόν γε ἔγγονον ψυχῆς κλονεῖν καὶ συγχεῖν καὶ διαφθείρειν τὴν ταλαίπωρον καὶ γέμουσαν κακῶν ἀδικίαν.
- 190.1
ἀλλὰ καὶ „Ἀβραὰμ ἄρουραν φυτεύει“ (Gen. 21,33) χρώμενος ἑκατοστῷ λόγῳ πρὸς ἀναμέτρησιν τοῦ χωρίου, καὶ Ἰσαὰκ „ἑκατοστεύουσαν εὑρίσκει κριθήν“ (Gen. 26,12). καὶ τὴν αὐλὴν τῆς ἱερᾶς σκηνῆς Μωυσῆς κατασκευάζει πήχεσιν ἑκατόν (Exod. 27,9), τὸ πρὸς ἀνατολὰς καὶ δύσεις ἐκμετρούμενος διάστημα.
- 191.1
ἔστι δὲ καὶ ἀπαρχῆς ἀπαρχὴ ὁ ἑκατοστὸς λόγος, ὃν Λευῖται τοῖς ἱερωμένοις ἀπάρχονται (Num. 18,28)· λαβοῦσι γὰρ αὐτοῖς τὰς δεκάτας παρὰ τοῦ ἔθνους διείρηται καθάπερ ἀπὸ κτημάτων οἰκείων τοῖς ἱερεῦσι διδόναι ὡς δεκάτην λόγων ἱεράν.
- 192.1
πολλὰ δ’ ἄν τις καὶ ἄλλα σκοπῶν εὕροι πρὸς ἔπαινον τοῦ λεχθέντος ἀριθμοῦ τοῖς νόμοις ἐμφερόμενα, πρὸς δὲ τὸ παρὸν διεξαρκεῖ τὰ εἰρημένα. ἀλλ’ ἐὰν τῶν ἑκατὸν ἀφέλῃς δεκάτην ἱερὰν ἀπαρχὴν τῷ τῆς ψυχῆς φέροντι καὶ αὔξοντι καὶ πληροῦντι καρποὺς θεῷ, ἕτερον ἀριθμὸν τέλειον τὸν ἐνενήκοντα ἀπολείψεις. πῶς γὰρ οὐ τέλειος, μεθόριος ὢν πρώτης καὶ δεκάτης, καθ’ ὃν διακρίνεται τὰ ἅγια τῶν ἁγίων τρόπον καταπετάσματος τοῦ μέσου (Exod. 26,33), ᾧ τὰ ὁμογενῆ διαστέλλεται κατὰ τὰς ἐν τοῖς εἴδεσι τομάς.
- 193.1
ὁ μὲν οὖν ἀστεῖος ἐλάλει τῇ διανοίᾳ τὰ ἀστεῖα ὄντως, ὁ δὲ φαῦλος ἑρμηνεύει ἔστιν ὅτε παγκάλως τὰ καλά, πράττει δὲ αἰσχρῶς τὰ αἴσχιστα, καθάπερ καὶ Συχὲμ ὁ ἔγγονος ἀνοίας. Ἐμὼρ γάρ ἐστι πατρός, ὃς μεταληφθεὶς ὄνος καλεῖται, αὐτὸς δὲ ἑρμηνευθείς ἐστιν ὦμος, πόνου σύμβολον. ἄθλιος δὲ καὶ ταλαιπωρίας μεστὸς πόνος, ὃν ἄνοια γεννᾷ, ὥσπερ ὠφέλιμος, ᾧ συγγενὴς ἀγχίνοια.
- 194.1
φασὶ γοῦν οἱ χρησμοὶ ὅτι "ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου“ ταπεινώσας αὐτὴν πρότερον ὁ Συχέμ (Gen. 34,2. 3). ἆρ’ οὐκ ἐξητασμένως ἐλέχθη τὸ "ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου“, μονονοὺκ εἰς δήλωσιν τοῦ τἀναντία οἷς εἶπεν εἰργασμένου; Δεῖνα γάρ ἐστιν ἡ ἀδέκαστος κρίσις, ἡ πάρεδρος θεοῦ δίκη, ἡ ἀειπάρθενος· ἑρμηνεύεται γὰρ ἑκάτερον Δεῖνα, κρίσις ἢ δίκη.
- 195.1
ταύτην οἱ ἐπιχειροῦντες ἄφρονες διαφθείρειν διὰ τῶν καθ’ ἑκάστην ἡμέραν βουλευμάτων καὶ ἐπιτηδευμάτων εὐπρεπείᾳ λόγου διαδιδράσκουσι τὸν ἔλεγχον. χρὴ γοῦν αὐτοὺς ἢ ἀκόλουθα τοῖς λεγομένοις πράττειν ἢ ἀδικοῦντας ἡσυχάζειν· ἥμισυ γάρ, φασί, κακοῦ ἡσυχία· καθὰ καὶ Μωυσῆς ἐπιτιμῶν τῷ πρεσβείων μὲν ἀξιώσαντι γένεσιν, δευτερείων δὲ τὸν ἄφθαρτον θεόν φησιν· „ἥμαρτες, ἡσύχασον“ (Gen. 4,7).
- 196.1
τὸ γὰρ ἐκτραγῳδεῖν καὶ ἐπικομπάζειν τὰ κακὰ διπλοῦν ἁμάρτημα. σχεδὸν δ’ οἱ πολλοὶ πεπόνθασι τοῦτο· λέγουσι μὲν γὰρ ἀεὶ τῇ παρθένῳ ἀρετῇ τὰ φίλα καὶ δίκαια, καιρὸν δ’ οὐδένα παριᾶσιν, ἐν ᾧ δυνηθέντες αὐτὴν οὐχ ὑβριοῦσι καὶ κακώσουσι. ποία γὰρ πόλις οὔκ ἐστι μεστὴ τῶν τὴν ἀειπάρθενον ὑμνούντων ἀρετήν;
- 197.1
οἳ τὰ ὦτα τῶν παρατυγχανόντων ἀποκναίουσι διεξιόντες τὰ τοιαῦτα· ἡ φρόνησις ἀναγκαῖον, ἡ ἀφροσύνη βλαβερόν· αἱρετὸν ἡ σωφροσύνη, ἐχθρὸν ἡ ἀκολασία· ὑπομονῆς ἄξιον ἡ ἀνδρεία, φυγῆς ἡ δειλία· συμφέρον ἡ δικαιοσύνη, ἀσύμφορον ἡ ἀδικία· τὸ ὅσιον καλόν, τὸ ἀνόσιον αἰσχρόν· τὸ θεοσεβὲς ἐπαινετόν, τὸ ἀσεβὲς ψεκτόν· [τὸ] οἰκειότατον ἀνθρώπου φύσει τὸ εὖ καὶ βουλεύεσθαι καὶ πράττειν καὶ λέγειν, ἀλλοτριώτατον τὸ κακῶς τούτων ἕκαστον.
- 198.1
ταῦτα καὶ τὰ τοιαῦτα ἀεὶ συνείροντες τὰ δικαστήρια καὶ βουλευτήρια καὶ τὰ θέατρα καὶ πάντα σύλλογον καὶ θίασον ἀνθρώπων ἀπατῶσιν, ὥσπερ οἱ προσωπεῖα καλὰ αἰσχίσταις ὄψεσι περιτιθέντες προνοίᾳ τοῦ μὴ ὑπὸ τῶν ὁρώντων ἐλέγχεσθαι.
- 199.1
ἀλλ’ οὐδὲν ὄφελος· ἀφίξονται γάρ τινες εὖ μάλα ἐρρωμένοι καὶ τῷ περὶ ἀρετὴν ζήλῳ κατεσχημένοι καὶ τὰ περικαλύμματα καὶ περίαπτα ταῦτα, ὅσα λόγῳ κακοτεχνοῦντες συνύφηναν, ἀπαμφιάσαντες καὶ γυμνὴν αὐτὴν ἐφ’ αὑτῆς τὴν ψυχὴν αὐγάσαντες εἴσονται καὶ τὰ ἐν μυχοῖς ἀποκείμενα τῆς φύσεως ἀπόρρητα — εἶτ’ ἔξω προαγαγόντες τὰ αἴσχη καὶ τὰ ὀνείδη πάντα αὐτῆς ἐν ἡλίῳ καθαρῷ πᾶσιν ἐπιδείξονται, οἵα τις οὖσα, ὡς αἰσχρὰ καὶ καταγέλαστος οἵαν ἐκ τῶν περιάπτων, ὡς νόθην ἐπεμόρφαζεν εὐμορφίαν.
- 200.1
οἱ δὲ πρὸς ἄμυναν εὐτρεπεῖς τῶν οὕτως βεβήλων καὶ ἀκαθάρτων τρόπων δύο μέν εἰσιν ἀριθμῷ, Συμεὼν καὶ Λευί, γνώμῃ δὲ εἷς. διὸ καὶ ἐν ταῖς εὐλογίαις ὁ μὲν πατὴρ αὐτοὺς ἐν τάξει ἑνὸς κατηρίθμει (Gen. 49,5), διὰ τὸ σύμφωνον τῆς ὁμονοίας καὶ τῆς πρὸς ἓν καὶ τὸ αὐτὸ μέρος ὁρμῆς. ὁ δὲ Μωυσῆς οὐδὲ δυάδος ἔτι μέμνηται, ἀλλ’ ὅλον τὸν Συμεὼν εἰς τὸν Λευὶ ἐνεχάραξε (Deut. 33,8) δύο οὐσίας κερασάμενος, ἀφ’ ὧν ἕνα εἰργάσατο οἷον ἰδέᾳ μιᾷ τυπωθέντα, τὸ ἀκούειν τῷ πράττειν ἑνώσας.
← Previous · Next → — showing 101–200 of 270
First Thousand Years of Greek. CTS URN tlg0018.tlg018.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.