De fuga et inventione
- 101.1
ὁ δ’ ὑπεράνω τούτων λόγος θεῖος εἰς ὁρατὴν οὐκ ἦλθεν ἰδέαν, ἅτε μηδενὶ τῶν κατ’ αἴσθησιν ἐμφερὴς ὤν, ἀλλ’ αὐτὸς εἰκὼν ὑπάρχων θεοῦ, τῶν νοητῶν ἅπαξ ἁπάντων ὁ πρεσβύτατος, ὁ ἐγγυτάτω, μηδενὸς ὄντος μεθορίου διαστήματος, τοῦ μόνου, ὅ ἔστιν ἀψευδῶς, ἐφιδρυμένος. λέγεται γάρ· „λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου, ἀνὰ μέσον τῶν δυεῖν Χερουβίμ“ (Exod. 25, 21), ὥσθ’ ἡνίοχον μὲν εἶναι τῶν δυνάμεων τὸν λόγον, ἔποχον δὲ τὸν λαλοῦντα, ἐπικελευόμενον τῷ ἡνιόχῳ τὰ πρὸς ὀρθὴν τοῦ παντὸς ἡνιόχησιν.
- 102.1
ὁ μὲν οὖν ἄνευ τροπῆς, ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ καὶ τῆς ἀκουσίου γεγονώς, αὐτὸν τὸν θεὸν κλῆρον ἔχων (Deut. 10,9), ἐν αὐτῷ μόνῳ κατοικήσει· οἱ δ’ οὐκ ἐκ προνοίας ἀλλ’ ἀβουλήτοις χρησάμενοι σφάλμασι καταφυγὰς ἕξουσι τὰς εἰρημένας ἀφθόνους καὶ πλουσίας οὕτως.
- 103.1
τῶν δὲ πρὸς καταφυγὴν πόλεων τρεῖς μέν εἰσι πέραν, αἳ μακρὰν ἡμῶν τοῦ γένους ἀφεστᾶσι. τίνες αὗται; ὁ τοῦ ἡγεμόνος λόγος καὶ ἡ ποιητικὴ καὶ βασιλικὴ δύναμις αὐτοῦ· τούτων γὰρ ὅ τε οὐρανὸς καὶ σύμπας ὁ κόσμος ἐπικοινωνεῖ.
- 104.1
αἱ δὲ προσεχεῖς ἡμῖν καὶ ἐφαπτόμεναι τοῦ τῶν ἀνθρώπων ἐπικήρου γένους, ᾧ μόνῳ συμβέβηκε διαμαρτάνειν, αἱ ἐντός εἰσι τρεῖς, ἡ ἵλεως, ἡ προστακτικὴ τῶν ποιητέων, ἡ ἀπαγορευτικὴ τῶν μὴ ποιητέων·
- 105.1
αὗται γὰρ ἤδη ἡμῶν ἐφάπτονται. τίς γὰρ ἀπαγορεύσεως χρεία τοῖς μὴ μέλλουσιν ἀδικήσειν, τίς δὲ προστάξεως τοῖς μὴ πεφυκόσι σφάλλεσθαι, τίς δὲ τῆς ἵλεω τοῖς μηδ’ ὅλως ἁμαρτησομένοις; ἀλλὰ τό γε ἡμέτερον γένος χρεῖον γέγονε τούτων διὰ τὸ πεφυκέναι καὶ ἐπικλινῶς
- 106.1
ἔχειν πρός τε τὰ ἑκούσια καὶ ἀκούσια ἁμαρτήματα. τέταρτον καὶ λοιπὸν ἦν τῶν προταθέντων ἡ προθεσμία τῆς τῶν πεφευγότων καθόδου, τοῦ ἀρχιερέως ὁ θάνατος, πολλὴν ἐν τῷ ῥητῷ μοι παρέχουσα δυσκολίαν. ἄνισος γὰρ ἡ τιμωρία κατὰ τῶν τὰ αὐτὰ δρασάντων νομοθετεῖται, εἴ γε οἱ μὲν πλείω χρόνον ἀποδράσονται, οἱ δὲ ἐλάττω· μακροβιώτατοι γὰρ οἱ μέν, οἱ δὲ ὀλιγοχρονιώτατοι τῶν ἀρχιερέων εἰσί· καὶ οἱ μὲν νέοι, οἱ δὲ πρεσβῦται καθίστανται·
- 107.1
καὶ τῶν ἑαλωκότων ἐπ’ ἀκουσίῳ φόνῳ οἱ μὲν ἐν ἀρχῇ τῆς ἱερωσύνης ἐφυγαδεύθησαν, οἱ δ’ ἤδη μέλλοντος τελευτᾶν τοῦ ἱερωμένου, ὡς τοὺς μὲν αἰῶνα μακρόν τινα τῆς πατρίδος ἐστερῆσθαι, τοὺς δ’ αὐτὸ μόνον ἡμέραν, εἰ τύχοι, μεθ’ ἣν τὸν αὐχένα ἐπαίροντες καὶ φρυαττόμενοι καὶ γελῶντες τοὺς ἄγχιστα γένους τῶν ἀνῃρημένων ἀφίξονται.
- 108.1
τὸ ἄπορον οὖν καὶ δυσαπολόγητον ἀποδρασόμεθα τῆς δι’ ὑπονοιῶν φυσικῆς ἀποδόσεως ἐφιέμενοι. λέγομεν γὰρ τὸν ἀρχιερέα οὐκ ἄνθρωπον ἀλλὰ λόγον θεῖον εἶναι πάντων οὐχ ἑκουσίων μόνον ἀλλὰ καὶ ἀκουσίων ἀδικημάτων ἀμέτοχον.
- 109.1
οὔτε γὰρ ἐπὶ πατρί, τῷ νῷ, οὔτε ἐπὶ μητρί, τῇ αἰσθήσει, φησὶν αὐτὸν Μωυσῆς (Lev. 21,11) δύνασθαι μιαίνεσθαι, διότι, οἶμαι, γονέων ἀφθάρτων καὶ καθαρωτάτων ἔλαχεν, πατρὸς μὲν θεοῦ, ὃς καὶ τῶν συμπάντων ἐστὶ πατήρ, μητρὸς δὲ σοφίας, δι’ ἧς τὰ ὅλα ἦλθεν εἰς γένεσιν·
- 110.1
καὶ διότι τὴν κεφαλὴν κέχρισται ἐλαίῳ, λέγω δὲ τὸ ἡγεμονικὸν φωτὶ αὐγοειδεῖ περιλάμπεται, ὡς ἀξιόχρεως "ἐνδύσασθαι τὰ ἱμάτια“ νομισθῆναι — ἐνδύεται δ’ ὁ μὲν πρεσβύτατος τοῦ ὄντος λόγος ὡς ἐσθῆτα τὸν κόσμον (γῆν γὰρ καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ τὰ ἐκ τούτων ἐπαμπίσχεται), ἡ δ’ ἐπὶ μέρους ψυχὴ τὸ σῶμα, ἡ δὲ τοῦ σοφοῦ διάνοια τὰς ἀρετάς —·
- 111.1
καὶ ὅτι τὴν κεφαλὴν „οὐδέποτε ἀπομιτρώσει“, τὸ βασίλειον οὐκ ἀποθήσεται διάδημα, τὸ σύμβολον τῆς οὐκ αὐτοκράτορος μέν, ὑπάρχου δὲ καὶ θαυμαστῆς ἡγεμονίας, "οὐδ’ αὖ τὰ ἱμάτια διαρρήξει“ (Lev. 21, 10)·
- 112.1
ὅ τε γὰρ τοῦ ὄντος λόγος δεσμὸς ὢν τῶν ἁπάντων, ὡς εἴρηται, καὶ συνέχει τὰ μέρη πάντα καὶ σφίγγει κωλύων αὐτὰ διαλύεσθαι καὶ διαρτᾶσθαι· ἥ τ’ ἐπὶ μέρους ψυχή, καθόσον δυνάμεως μεμοίραται, τῶν τοῦ σώματος οὐδὲν ἀποσχίζεσθαι καὶ ἀποτέμνεσθαι μερῶν παρὰ φύσιν ἐᾷ, τὸ δ’ ἐπ’ αὐτῇ πάντα ὁλόκληρα ὄντα ἁρμονίαν καὶ ἕνωσιν ἀδιάλυτον ἄγει τὴν πρὸς ἄλληλα· ὅ τε κεκαθαρμένος τοῦ σοφοῦ νοῦς ἀρρήκτους καὶ ἀπήμονας διαφυλάττει τὰς ἀρετάς, τὴν φυσικὴν αὐτῶν συγγένειάν τε καὶ κοινωνίαν ἁρμοσάμενος εὐνοίᾳ παγιωτέρᾳ.
- 113.1
οὗτος „ἐπὶ πᾶσαν ψυχὴν τετελευτηκυῖαν“, ᾗ φησι Μωυσῆς, „οὐκ εἰσελεύσεται“ (Lev. 21, 11)· θάνατος δὲ ψυχῆς ὁ μετὰ κακίας | ἐστὶ βίος, ὥστε οὐδέ τινος ἄγους, ὧν προσβάλλειν ἀφροσύνη φιλεῖ, ποτὲ προσάψεται.
- 114.1
τούτῳ καὶ παρθένος ἐκ τοῦ ἱεροῦ γένους ἁρμόζεται, καθαρὰ καὶ ἀμίαντος καὶ ἀδιάφθορος εἰς ἀεὶ γνώμη· χήρας γὰρ καὶ ἐκβεβλημένης καὶ βεβήλου καὶ πόρνης ἀνὴρ οὐδέποτε γίνεται (ibid. 13.14), πόλεμον ἄσπονδον καὶ ἀκήρυκτον πρὸς αὐτὰς ἀεὶ συγκροτῶν. ἐχθρὸν γὰρ αὐτῷ τὸ χηρεύειν ἀρετῆς καὶ ἐκβεβλῆσθαι καὶ πεφυγαδεῦσθαι πρὸς αὐτῆς καὶ πᾶν ὅ τι ἂν ᾖ βέβηλον πεῖσμα καὶ ἀνίερον· τὸ δὲ πολυμιγὲς καὶ πολύανδρον καὶ πολύθεον, ἄθεον μὲν οὖν κακόν, πόρνην, οὐδὲ προσιδεῖν ἀξιοῖ, τὴν ἕνα ἄνδρα καὶ πατέρα τὸν ἡγεμόνα θεὸν ἐπιγεγραμμένην ἠγαπηκώς.
- 115.1
ὑπερβολή τις περὶ τὸν τρόπον τοῦτον τελειότητος ἐνορᾶται. τὸν μέν γε τὴν μεγάλην εὐξάμενον εὐχὴν οἶδέ που καὶ ἀκουσίως σφαλλόμενον, εἰ καὶ μὴ ἑκουσίῳ γνώμῃ· λέγει γάρ· „ἐὰν δέ τις ἀποθάνῃ ἐπ’ αὐτῷ ἐξάπινα, παραχρῆμα μιανθήσεται“ (Num. 6, 9)· τὰ γὰρ ἀβούλητα ἔξωθεν αἰφνίδιον κατασκήπτοντα παραχρῆμα τὴν ψυχὴν οὐ πρὸς αἰῶνα μήκιστον μιαίνει, ἅτε ὄντα ἀκούσια. τούτων δ’ ὁ ἀρχιερεὺς καθάπερ καὶ τῶν ἑκουσίων ὑπεράνω στὰς ἀλογεῖ.
- 116.1
ταῦτα δ’ οὐκ ἀπὸ σκοποῦ μοι λέλεκται, ἀλλ’ ὑπὲρ τοῦ διδάξαι, ὅτι φυσικωτάτη προθεσμία καθόδου φυγάδων ὁ τοῦ ἀρχιερέως ἐστὶ θάνατος (Num. 35,25).
- 117.1
ἕως μὲν γὰρ ὁ ἱερώτατος οὗτος λόγος ζῇ καὶ περίεστιν ἐν ψυχῇ, ἀμήχανον τροπὴν ἀκούσιον εἰς αὐτὴν κατελθεῖν· ἀμέτοχος γὰρ καὶ ἀπαράδεκτος παντὸς εἶναι πέφυκεν ἁμαρτήματος. ἐὰν δὲ ἀποθάνῃ, οὐκ αὐτὸς διαφθαρείς, ἀλλ’ ἐκ τῆς ἡμετέρας ψυχῆς διαζευχθείς, κάθοδος εὐθὺς δίδοται τοῖς ἑκουσίοις σφάλμασιν· εἰ γὰρ μένοντος καὶ ὑγιαίνοντος ἐν ἡμῖν ἐξῳκίζετο, μετανισταμένου πάντως εἰσοικισθήσεται.
- 118.1
γέρας γὰρ ἐξαίρετον ὁ ἀμίαντος ἀρχιερεύς, ἔλεγχος, ἐκ φύσεως κεκάρπωται τὸ μηδέποτ’ εἰς αὑτὸν παραδέξασθαι τόπον γνώμης ὄλισθον. διόπερ ἄξιον εὔχεσθαι ζῆν ἐν ψυχῇ τὸν ἀρχιερέα ὁμοῦ καὶ βασιλέα, δικαστὴν ἔλεγχον, ὃς ὅλον ἡμῶν τὸ διανοίας ἀποκεκληρωμένος δικαστήριον ὑπ’ οὐδενὸς τῶν ἀγομένων εἰς κρίσιν δυσωπεῖται.
- 119.1
Λελαληκότες οὖν τὰ ἁρμόττοντα περὶ φυγάδων τὴν κατὰ τὸν εἱρμὸν ἀκολουθίαν συνυφανοῦμεν. λέγεται γὰρ ἑξῆς· "εὗρεν αὐτὴν ἄγγελος κυρίου“ (Gen. 16,7), κάθοδον ψηφισάμενος ὑπ’ αἰδοῦς κινδυνευσούσῃ ψυχῇ πλανᾶσθαι καὶ μονονοὺ προπομπὸς γινόμενος τῆς εἰς τὴν ἀπλανῆ γνώμην ἐπανόδου.
- 120.1
χρήσιμον δὲ καὶ τὰ περὶ εὑρέσεως καὶ ζητήσεως φιλοσοφηθέντα τῷ νομοθέτῃ μὴ ἡσυχασθῆναι. τοὺς μὲν γὰρ εἰσάγει μηδὲν μήτε ζητοῦντας μήτε εὑρίσκοντας, τοὺς δὲ ἐν ἑκατέρῳ κατορθοῦντας, ἐνίους δὲ θάτερον περιπεποιημένους, ὧν οἱ μὲν ζητοῦντες οὐχ εὑρίσκουσιν, οἱ δ’ εὑρίσκουσιν οὐ ζητήσαντες.
- 121.1
οἱ μὲν οὖν μήτε εὑρέσεως μήτε ζητήσεως ἐφιέμενοι τὸν λογισμὸν ἀπαιδευσίᾳ καὶ ἀμελετησίᾳ χαλεπῶς ᾐκίσαντο καὶ δυνάμενοι ὀξὺ καθορᾶν ἐπηρώθησαν. οὕτως φησὶ „τὴν γυναῖκα Λὼτ στραφεῖσαν εἰς τοὐπίσω γενέσθαι στήλην“ (Gen. 19,26), οὐ μυθοπλαστῶν, ἀλλὰ πράγματος ἰδιότητα μηνύων.
- 122.1
ὃς γὰρ ἂν ὀλιγωρήσας τοῦ διδάσκοντος ὑπὸ ῥᾳθυμίας ἐμφύτου τε ὁμοῦ καὶ συνήθους τὰ μὲν πρόσω καταλίπῃ, δι’ ὧν ὁρᾶν καὶ ἀκούειν καὶ ταῖς ἄλλαις δυνάμεσιν ἔστι χρῆσθαι πρὸς τὴν τῶν φύσεως πραγμάτων ἐπίκρισιν, ἐκτραχηλίσας δ’ αὑτὸν εἰς τοὐπίσω περιαγάγῃ, τὰ τυφλὰ τῶν ἐν τῷ βίῳ πραγμάτων μᾶλλον ἢ τῶν τοῦ σώματος μερῶν ἐζηλωκώς, ἀψύχου καὶ κωφῆς λίθου τρόπον στηλιτεύεται.
- 123.1
οὐ γὰρ ἔσχον, ᾗ φησι Μωυσῆς, οἱ τοιοῦτοι τρόποι „καρδίαν συνιέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν“ (Deut. 29, 4), ἀλλὰ τυφλὸν καὶ κωφὸν καὶ ἀνόητον καὶ πάντῃ πηρὸν βίον ἀβίωτον ἑαυτοῖς ἐξειργάσαντο, οὐδενὶ τῶν δεόντων
- 124.1
ἐφιστάντες. ἡγεμὼν δ’ ἐστὶ τοῦ χοροῦ τούτου ὁ τῆς σωματικῆς χώρας βασιλεύς· „ἐπιστραφεὶς“ γάρ φησι „Φαραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ οὐκ ἐπέστησε τὸν νοῦν οὐδ’ ἐπὶ τούτῳ“ (Exod. 7,23), ἴσον τῷ ἐπ’ οὐδενὶ τὸ παράπαν, ἀλλ’ εἴασεν αὐτὸν οἷα φυτὸν ἀγεώργητον ἀφαυαίνεσθαι καὶ στειρούμενον ἀγονίᾳ χρῆσθαι.
- 125.1
οἱ μέν γε βουλευόμενοι καὶ σκοπούμενοι καὶ πάντ’ ἐπιμελῶς ἐξετάζοντες ἀκονῶσι καὶ παραθήγουσιν αὐτόν· ὁ δὲ γυμναζόμενος τοὺς οἰκείους φέρει καρπούς, ἀγχίνοιάν τε καὶ σύνεσιν, δι’ ὧν τὸ ἀφενάκιστον περιγίνεται· ὁ δ’ ἀπερίσκεπτος ἀμβλύνει καὶ περιθραύει τὰς φρονήσεως ἀκμάς.
- 126.1
Τὸν μὲν οὖν ἄλογον καὶ ἄψυχον ὡς ἀληθῶς τῶν τοιούτων θίασον ἐατέον, τὸν δὲ τῶν σκέψει καὶ εὑρέσει χρωμένων ἐπικριτέον. αὐτίκα τοίνυν ὁ πολιτικὸς μὲν ἥκιστα δὲ δοξομανὴς τρόπος, ἐφιέμενος τῆς ἀμείνονος γενεᾶς, ἣν ἀρεταὶ κεκλήρωνται, ζητῶν τε καὶ ἀνευρίσκων αὐτὴν εἰσάγεται.
- 127.1
„εὗρε“ γάρ φησιν „ἄνθρωπος τὸν Ἰωσὴφ πλανώμενον ἐν τῷ πεδίῳ, καὶ ἠρώτησεν αὐτόν· τί ζητεῖς; ὁ δὲ εἶπεν· τοὺς ἀδελφούς μου ἐγὼ ζητῶ, ἀνάγγειλόν μοι, ποῦ βόσκουσιν. εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος· ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων· πορευθῶμεν εἰς Δωθαΐν. καὶ ἐπορεύθη Ἰωσὴφ κατόπιν τῶν ἀδελφῶν αὐτοῦ, καὶ εὗρεν αὐτοὺς ἐν Δωθαΐν“ (Gen. 37, 15—17).
- 128.1
ἑρμηνεύεται Δωθαῒν ἔκλειψις ἱκανή, σύμβολον ψυχῆς οὐ μέσως ἀλλὰ τελείως ἀποδεδρακυίας τὰς κενὰς δόξας, αἳ γυναικῶν μᾶλλον ἢ ἀνδρῶν ἐπιτηδεύμασιν ἐοίκασι. διὸ πάνυ καλῶς ἡ ἀρετὴ Σάρρα „τὰ γυναικεῖα ἐκλείπει“ (Gen. 18,11), περὶ ἃ πονούμεθα οἱ τὸν ἄνανδρον καὶ θῆλυν ὄντως βίον μεταδιώκοντες. ὁ δὲ σοφὸς καὶ „ἐκλείπων προστίθεται“ (Gen. 25, 17) κατὰ Μωυσῆν, φυσικώτατα· τὴν γὰρ τῆς κενῆς δόξης ἀφαίρεσιν πρόσθεσιν ἀληθείας εἶναι συμβέβηκεν.
- 129.1
εἰ δή τις ἔτ’ ἐν θνητῷ καὶ πολυμιγεῖ καὶ πολυμόρφῳ βίῳ διατρίβων καὶ κεχρημένος ἀφθόνοις ταῖς πρὸς περιουσίαν ὕλαις σκέπτεται καὶ ζητεῖ περὶ τῆς ἀμείνονος καὶ πρὸς τὸ καλὸν μόνον ἀφορώσης γενεᾶς, ἄξιος ἀποδοχῆς ἐστιν, ἂν μὴ πάλιν τὰ ὀνείρατα καὶ φαντάσματα τῶν νομιζομένων καὶ φαινομένων ἀγαθῶν ὑπαναπλεύσαντα παρευημερήσῃ.
- 130.1
μένων γὰρ ἐν ἀκιβδηλεύτῳ τῇ ψυχικῇ σκέψει, κατ’ ἴχνος τῶν ζητουμένων βαίνων καὶ ἐπακολουθῶν οὐκ ἀνήσει πρότερον ἢ τοῖς ποθουμένοις ἐντυχεῖν. ἀλλ’ οὐδὲν αὐτῶν παρὰ μοχθηροῖς ἀνευρήσει· διὰ τί;
- 131.1
„ἀπήρκασι γὰρ ἐντεῦθεν“, τὰς μὲν ἡμετέρας σπουδὰς ἐκλιπόντες, μετοικισάμενοι δ’ εἰς τὸν ἔρημον κακῶν εὐσεβῶν χῶρον. λέγει δὲ ταῦτα ὁ ἀληθινὸς ἄνθρωπος, ὁ ἐπὶ ψυχῆς ἔλεγχος, ὃς ἀποροῦσαν καὶ σκεπτομένην καὶ ζητοῦσαν αὐτὴν ἰδὼν εὐλαβεῖται, μὴ πλανηθεῖσα διαμάρτῃ τῆς ὀρθῆς ὁδοῦ.
- 132.1
πάνυ τεθαύμακα κἀκείνους, τὸν μὲν φιλοπευστοῦντα περὶ τοῦ μέσου τῶν ἄκρων καὶ λέγοντα· „ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν“, τὸν δ’ ἀποκρινόμενον· „ὁ θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον“ καὶ ὕστερον τὸ ἀντιδοθὲν εὑρίσκοντα· „ἰδοὺ γὰρ κριὸς εἷς κατεχόμενος τῶν κεράτων ἐν φυτῷ Σαβέκ“ (Gen. 22,7. 8. 13).
- 133.1
ἴδωμεν οὖν, τί ὁ μὲν ζητῶν ἀπορεῖ, ὁ δ’ ἀποκρινόμενος ἀποφαίνεται, καὶ τρίτον τί τὸ εὑρισκόμενον ἦν. ὃ μὲν οὖν πυνθάνεται τοιοῦτόν ἐστιν· ἰδοὺ τὸ δρῶν αἴτιον, τὸ πῦρ· ἰδοὺ καὶ τὸ πάσχον, ἡ ὕλη, τὰ ξύλα· ποῦ τὸ τρίτον, τὸ ἀποτέλεσμα;
- 134.1
οἷον ἰδοὺ ὁ νοῦς, ἔνθερμον καὶ πεπυρωμένον πνεῦμα· ἰδοὺ καὶ τὰ νοητά, ὡσανεὶ ὗλαι· ποῦ τὸ τρίτον, τὸ νοεῖν; πάλιν ἰδοὺ ἡ ὅρασις, ἰδοὺ τὸ χρῶμα, ποῦ τὸ ὁρᾶν; καὶ συνόλως ἰδοὺ ἡ αἴσθησις, τὸ κριτήριον, ἀλλὰ καὶ τὰ αἰσθητά, αἱ ὗλαι· τὸ οὖν αἰσθάνεσθαι ποῦ;
- 135.1
ταῦτα πυνθανομένῳ δεόντως ἀποκρίνεται· „ὁ θεὸς ὄψεται ἑαυτῷ“· θεοῦ γὰρ ἔργον ἴδιον τὸ τρίτον. ἐπιφροσύνῃ γὰρ αὐτοῦ ὁ μὲν νοῦς καταλαμβάνει, ἡ δ’ ὅρασις ὁρᾷ καὶ πᾶσα αἴσθησις αἰσθάνεται. „κριὸς δ’ εὑρίσκεται κατεχόμενος“, τουτέστι λόγος ἡσυχάζων καὶ ἐπέχων.
- 136.1
ἄριστον γὰρ ἱερεῖον ἡσυχία καὶ ἐποχὴ περὶ ὧν πάντως οὔκ εἰσι πίστεις. ῥητὸν γὰρ μόνον τοῦτο „ὁ θεὸς ὄψεται“, ᾧ γνώριμα τὰ πάντα, ὃς λαμπροτάτῳ φωτί, ἑαυτῷ, τὰ ὅλα αὐγάζει· τὰ δ’ ἄλλα οὐ ῥητὰ γενέσει, ἧς πολὺ κατακέχυται τὸ σκότος· ἠρεμία δ’ ἀσφαλὲς ἐν σκότῳ.
- 137.1
ζητήσαντες καὶ τί τὸ τρέφον ἐστὶ τὴν ψυχήν — „οὐ γὰρ“ ᾗ φησι Μωυσῆς „ᾔδεισαν τί ἦν“ (Exod. 16, 15) — εὗρον μαθόντες ῥῆμα θεοῦ καὶ λόγον θεῖον, ἀφ’ οὗ πᾶσαι παιδεῖαι καὶ σοφίαι ῥέουσιν ἀένναοι. ἥδ’ ἐστὶν ἡ οὐράνιος τροφή, μηνύεται δ’ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς ἐκ προσώπου τοῦ αἰτίου λέγοντος· „ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ“ (ibid. 4)· τῷ γὰρ ὄντι τὴν αἰθέριον σοφίαν ὁ θεὸς ταῖς εὐφυέσι καὶ φιλοθεάμοσιν ἄνωθεν ἐπιψεκάζει διανοίαις·
- 138.1
αἱ δὲ ἰδοῦσαι καὶ γευσάμεναι καὶ σφόδρ’ ἡσθεῖσαι ἔμαθον μὲν ὃ ἔπαθον, τὸ δὲ διαθὲν ἀγνοοῦσι. διὸ πυνθάνονται· „τί ἐστι τοῦτο“ (ibid. 15), ὃ μέλιτος γλυκύτερον, χιόνος δὲ λευκότερον εἶναι πέφυκε;
- 139.1
διδαχθήσονται δὲ ὑπὸ τοῦ θεοπρόπου, ὅτι „οὗτός ἐστιν ὁ ἄρτος, ὃν ἔδωκε κύριος αὐτοῖς φαγεῖν“ (ibid. 15). τίς οὖν ὁ ἄρτος, εἰπέ. „τοῦτο“ φησί „τὸ ῥῆμα ὃ συνέταξε κύριος“ (ibid. 16). ἡ θεία σύνταξις αὕτη τὴν ὁρατικὴν ψυχὴν φωτίζει τε ὁμοῦ καὶ γλυκαίνει, φέγγος μὲν τὸ ἀληθείας ἀπαστράπτουσα, πειθοῖ δέ, ἀρετῇ γλυκείᾳ, τοὺς διψῶντας καὶ πεινῶντας καλοκἀγαθίας ἐφηδύνουσα.
- 140.1
ζητήσας καὶ ὁ προφήτης αὐτός, τί τὸ τοῦ κατορθοῦν αἴτιον, ἀνεῦρεν ὅτι ἡ θεοῦ μόνου σύνοδος. ἐπειδὴ γὰρ ἠπόρει, τίς εἰμι καὶ τίς ὢν τὸ ὁρατικὸν γένος ἀπὸ τοῦ βασιλεύειν δοκοῦντος ἀντιθέου τρόπου ῥύσομαι, διδάσκεται χρησμῷ, ὅτι „ἔσομαι μετὰ σοῦ“ (Exod. 3,11. 12).
- 141.1
ζητήσεις δ’ αἱ τῶν κατὰ μέρος ἔχουσι μὲν γλαφυρὰν θεωρίαν καὶ φιλόσοφον — πῶς γὰρ οὔ; —, ἡ δὲ τοῦ τῶν ὄντων ἀρίστου καὶ ἀσυγκρίτου καὶ πάντων αἰτίου θεοῦ ζήτησις εὐφραίνει μὲν εὐθὺς ἰόντας ἐπὶ τὴν σκέψιν, ἀτελὴς δ’ οὐ γίνεται, προϋπαντῶντος διὰ τὴν ἵλεω φύσιν ἑαυτοῦ ταῖς παρθένοις χάρισι καὶ ἐπιδεικνυμένου ἑαυτὸν τοῖς γλιχομένοις ἰδεῖν, οὐχ οἷός ἐστιν — ἀμήχανον γάρ, ἐπεὶ καὶ Μωυσῆς „ἀπέστρεψε τὸ πρόσωπον· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ“ (Exod. 3,6) —, ἀλλ’ ὡς ἐνεχώρει γενητὴν φύσιν τῇ ἀπερινοήτῳ δυνάμει προσβαλεῖν.
- 142.1
ἀναγέγραπται καὶ τοῦτο ἐν τοῖς προτρεπτικοῖς· „ἐπιστραφήσεσθε“ γάρ φησι „πρὸς κύριον τὸν θεὸν ὑμῶν, καὶ εὑρήσετε αὐτόν, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν“ (Deut. 4, 29. 30).
- 143.1
Ἀποχρώντως λελαληκότες καὶ περὶ τούτων ἐπὶ τὸ τρίτον ἑξῆς τρεψώμεθα κεφάλαιον, ἐν ᾧ τὸ μὲν ζητεῖν ἦν, τὸ δ’ εὑρίσκειν οὐχ εἵπετο. Λάβαν γοῦν ἀναζητήσας ὅλον τοῦ ἀσκητοῦ τὸν ψυχικὸν οἶκον „οὐχ εὗρεν“ ᾗ φησι Μωυσῆς „τὰ εἴδωλα“ (Gen. 31, 33)·
- 144.1
πλήρης γὰρ πραγμάτων, οὐκ ὀνειράτων καὶ κενῶν φαντασμάτων ἦν. οὐδ’ οἱ τυφλοὶ διάνοιαν Σοδομῖται σπουδάσαντες ἐκθύμως αἰσχῦναι τοὺς ἱεροὺς καὶ ἀμιάντους λόγους εὗρον τὴν εἰς τοῦτ’ ἄγουσαν ὁδόν, ἀλλ’, ὥς φησι τὸ λόγιον, „παρελύθησαν ζητοῦντες τὴν θύραν“ (Gen. 19, 11), καίτοι γε ἐν κύκλῳ πᾶσαν τὴν οἰκίαν περιθέοντες καὶ πάντα κινήσαντες λίθον πρὸς ἐκπλήρωσιν τῆς ἐκφύλου καὶ ἀσεβοῦς ἐπιθυμίας.
- 145.1
ἤδη τινὲς καὶ ἀντὶ πυλωρῶν βασιλεῖς ἐθελήσαντες γενέσθαι καὶ τὸ κάλλιστον ἐν βίῳ, τάξιν, καταλῦσαι οὐ μόνον τῆς ἀδίκως ἐλπισθείσης εὐπραγίας ἐσφάλησαν, ἀλλὰ καὶ ἣν ἐν χερσὶν εἶχον ἐκβαλεῖν ἠναγκάσθησαν. ἱερωσύνης γὰρ τοὺς Κορὲ θιασώτας ὀρεχθέντας * * * ὁ νόμος διαμαρτεῖν φησιν ἀμφοῖν (Num. 16).
- 146.1
ὥσπερ γὰρ οὐ τὰ αὐτὰ παῖδες καὶ ἄνδρες μανθάνουσιν, ἀλλ’ ἑκατέρᾳ τῶν ἡλικιῶν εἰσιν ἁρμόττουσαι διδασκαλίαι, οὕτως πεφύκασιν εἶναί τινες αἰεὶ παιδικαὶ ψυχαὶ καὶ ἐν σώμασι γεγηρακόσι καὶ ἔμπαλιν τελειόταται ἐν ἄρτι ἀκμάζουσι καὶ ἡβῶσιν. ὄφλοιεν ἂν οὖν εὐήθειαν, ὅσοι μειζόνων ἢ κατὰ τὴν ἑαυτῶν φύσιν ἐρῶσιν, ἐπειδὴ πᾶν τὸ ὑπὲρ δύναμιν ἐπιτάσει σφοδρότητος ἀπορρήττεται.
- 147.1
καὶ Φαραὼ „ζητῶν ἀνελεῖν Μωυσῆν“ (Exod. 2,15), τὸ προφητικὸν γένος, οὐδέποτε εὑρήσει, καίτοι χαλεπὸν ἀκηκοὼς κατ’ αὐτοῦ λόγον ὡς ἐπικεχειρηκότος καθελεῖν τὴν σώματος ἅπασαν ἡγεμονίαν δυσὶ προσβολαῖς·
- 148.1
ὧν τὴν μὲν προτέραν ἐποιήσατο πρὸς τὸν Αἰγύπτιον τρόπον, ὃς ἐπετείχιζεν ἡδονὴν ψυχῇ — „πατάξας γὰρ αὐτὸν“ οὐσίᾳ σποράδι „κατέχωσεν, ἄμμῳ“ (Exod. 2,12), τοῦ αὐτοῦ νομίσας ἀμφότερα εἶναι τὰ δόγματα, καὶ ἡδονὴν ὡς πρῶτον καὶ μέγιστον ἀγαθὸν καὶ ἀτόμους ὡς τῶν ὅλων ἀρχάς —, τὴν δ’ ἑτέραν (ibid. 13) πρὸς τὸν κατακερματίζοντα τὴν φύσιν τοῦ ἀγαθοῦ καὶ τὸ μὲν ψυχῇ, τὸ δὲ σώματι, τὸ δὲ τοῖς ἐκτὸς ἀπονέμοντα. ὁλόκληρον γὰρ αὐτὸ βούλεται εἶναι, τῷ ἀρίστῳ τῶν ἐν ἡμῖν, διανοίᾳ μόνῃ, προσκεκληρωμένον καὶ μηδενὶ τῶν ἀψύχων ἐφαρμόττον.
- 149.1
οὐδὲ τὴν ἀνίκητον ἀρετὴν καὶ πικραινομένην ἐπὶ ταῖς καταγελάστοις τῶν ἀνθρώπων σπουδαῖς, ὄνομα Θάμαρ, ὁ διαπεμφθεὶς ἐπὶ τὴν ζήτησιν αὐτῆς ἀνευρίσκει. φυσικώτατα· λέγεται γάρ· „ἀπέστειλε δὲ Ἰούδας τὸν ἔριφον ἐν χειρὶ τοῦ ποιμένος τοῦ Ὁδολλαμίτου κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός· καὶ οὐχ εὗρεν αὐτήν. ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπον· οὐκ ἦν ἐνταῦθα πόρνη. καὶ ἀπεστράφη πρὸς Ἰούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι μὴ εἶναι ὧδε πόρνην. εἶπε δὲ Ἰούδας· ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας“ (Gen. 38,20—23). ὢ θαυμαστῆς δοκιμασίας, ὢ ἱεροπρεποῦς πείρας.
- 150.1
ἀρραβῶνά τις ἔδωκεν ὠνητικῶς ἔχουσα διάνοια τοῦ καλλίστου κτήματος, θεοσεβείας, διὰ τριῶν ἐνεχύρων ἢ συμβόλων, δακτυλίου, ὁρμίσκου, ῥάβδου (ibid. 18), βεβαιότητα καὶ πίστιν, εἱρμὸν καὶ ἀκολουθίαν λόγου πρὸς βίον καὶ βίου πρὸς λόγον, ὀρθὴν καὶ ἀκλινῆ παιδείαν, ᾗ λυσιτελὲς ἐπερείδεσθαι.
- 151.1
τὸν ἀρραβῶνα τοῦτον εἰ καλῶς ἔδωκε, βασανίζει. τίς οὖν ἡ βάσανος; καθεῖναί τι δέλεαρ ὁλκῷ κεχρημένον δυνάμει, δόξαν ἢ πλοῦτον ἢ ὑγείαν σώματος ἤ τι τῶν ὁμοιοτρόπων, καὶ γνῶναι πρὸς πότερα καθάπερ ἐπὶ πλάστιγγος ταλαντεύσει· ῥοπὴ γὰρ εἰ γένοιτο πρός τι τούτων, ὁ ἀρραβὼν οὐ βέβαιος. ἀπέστειλεν οὖν τὸν ἔριφον κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός, οὐ τοῦτο προῃρημένος πάντως ἀπολαβεῖν, ἀλλ’ εἴ ποτε ἀναξία τοῦ κατέχειν ἐκείνη γένοιτο. γενήσεται δὲ πότε;
- 152.1
ἡνίκα ἂν τὰ διαφέροντα ἀδιαφόρων ἀντικαταλλάξηται, τῶν γνησίων ἀγαθῶν τὰ νόθα προτιμήσασα· γνήσια μὲν οὖν ἀγαθὰ πίστις, εἱρμὸς καὶ ἀκολουθία λόγων πρὸς ἔργα, παιδείας κανὼν ὀρθῆς, ὡς ἔμπαλιν κακὰ ἀπιστία, τὸ ἀνακόλουθον, ἀπαιδευσία, τὰ δὲ νόθα, ὅσα τῆς ἀλόγου φορᾶς ἀπῃώρηται.
- 153.1
ζητῶν οὖν „οὐκ ἀνεῦρεν αὐτήν“· δυσεύρετον γὰρ ἢ καὶ παντελῶς ἀνεύρετον ἐν πεφυρμένῳ βίῳ τὸ καλόν. κἂν διαπύθηται, εἰ ἔστι περὶ πάντα τὸν τόπον τοῦ καλοῦ πεπορνευμένη ψυχή, ῥητῶς ἀκούσεται, ὅτι οὔτε ἔστιν οὔτε ἦν πρότερον· ἀκόλαστος γὰρ ἢ μαχλὰς ἢ τριοδῖτις σοβὰς ἢ τὸ τῆς ὥρας ἄνθος ἐπευωνίζουσα ἢ καθαρσίοις καὶ λουτροῖς τὰ ἐκτὸς φαιδρυνομένη, τὰ δὲ ἐντὸς ῥυπῶσα, ἢ καθάπερ τὰ πινάκια χρώμασι τὴν ὄψιν ὑπογραφομένη χήτει φυσικῆς εὐμορφίας ἢ τὸ λεγόμενον πολύανδρον κακὸν ὡς ἀγαθὸν μεταδιώκουσα ἢ πολυγαμίας ἐρῶσα ἢ πρὸς μυρία σπειρομένη ἢ ὑπὸ μυρίων σωμάτων ὁμοῦ καὶ πραγμάτων ἐμπαιζομένη καὶ περιυβριζομένη κεῖθι οὐκ ἔστι.
- 154.1
ταῦτα ὁ διαπεμψάμενος ἀκούσας, φθόνον ἠλλοτριωκὼς ἀφ’ αὑτοῦ καὶ τὴν φύσιν ἵλεως γέγηθεν οὐ μετρίως καί φησι· μὴ γὰρ οὐ δι’ εὐχῆς ἐστί μοι τὴν διάνοιαν ἀστείαν τε καὶ ἀστὴν ὡς ἀληθῶς εἶναι, κοσμιότητι καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις διαπρέπουσαν ἀρεταῖς, ἑνὶ προσέχουσαν ἀνδρὶ καὶ τὴν ἑνὸς οἰκουρίαν ἀγαπῶσαν καὶ μοναρχίᾳ χαίρουσαν. εἰ δὴ τοιαύτη τίς ἐστιν, ἐχέτω τὰ δεδομένα, καὶ τὴν παιδείαν καὶ τὸν εἱρμὸν λόγου πρὸς βίον καὶ βίου πρὸς λόγον καὶ τὸ ἀναγκαιότατον, βεβαιότητα καὶ πίστιν.
- 155.1
ἀλλὰ μή ποτε γελασθῶμεν ἀνάξια κεχαρίσθαι δόξαντες, καίτοι γ’ ὑπολαβόντες ἐπιτηδειότατα τῇ ψυχῇ δεδωρῆσθαι. ἀλλὰ γὰρ ἐγὼ μέν, ὅπερ εἰκὸς ἦν ἐργάσασθαι τὸν βουλόμενον τρόπου βάσανον καὶ δοκιμασίαν λαβεῖν, πεποίηκα, δέλεαρ καθεὶς καὶ διαπεμψάμενος, ὁ δὲ ἐπεδείξατο τὴν ἑαυτοῦ φύσιν οὐκ εὐάλωτον.
- 156.1
δῆλον δὲ ἐμοὶ τὸ διὰ τί οὐκ εὐάλωτος· μυρίους γὰρ εἶδον τῶν ἄγαν φαύλων τὰ αὐτὰ δρῶντας ἔσθ’ ὅτε τοῖς λίαν ἀγαθοῖς, ἀλλ’ οὐκ ἀπὸ διανοίας τῆς αὐτῆς, ἐπειδὴ τοῖς μὲν ἀλήθεια, τοῖς δὲ ὑπόκρισις ἀσκεῖται· χαλεπὴ δ’ ἡ διάγνωσις ἀμφοῖν· πολλάκις γὰρ ὑπὸ τοῦ δοκεῖν παρευημερήθη τὸ εἶναι.
- 157.1
καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ὁ φιλάρετος ζητεῖ μέν, οὐχ εὑρίσκει δέ· ἤδη γὰρ, ὡς δηλοῖ τὸ λόγιον, ἐνεπέπρηστο (Lev. 10, 16). τί δ’ αἰνίττεται, σκεπτέον· τὸ μὲν μηδὲν ἁμαρτεῖν ἴδιον θεοῦ, τὸ δὲ μετανοεῖν σοφοῦ· παγχάλεπον δὲ καὶ δυσεύρετον τοῦτό γε.
- 158.1
φησὶν οὖν ὁ χρησμός, ὅτι „ζητῶν ἐξεζήτησε Μωυσῆς“ ἐν τῷ θνητῷ βίῳ τὸν περὶ ἁμαρτημάτων μετανοίας λόγον. ἐσπούδαζε γὰρ ἀνευρεῖν ἀπαμπισχομένην τὸ ἀδικεῖν ψυχὴν καὶ ἄνευ αἰσχύνης γυμνὴν προϊοῦσαν ἁμαρτημάτων. ἀλλ’ ὅμως οὐχ εὗρε, τῆς φλογός, λέγω δὲ τῆς ὀξυκινητοτάτης ὁρμῆς ἀλόγου, καταδραμούσης καὶ ὅλην ψυχὴν ἐπινεμηθείσης.
- 159.1
νικᾶται γὰρ τὰ μὲν ἐλάττω πρὸς τῶν πλειόνων, τὰ δὲ βραδύτερα πρὸς τῶν ὠκυδρομωτέρων, τὰ δὲ μέλλοντα πρὸς τῶν παρόντων· ἐσταλμένον δὲ καὶ βραδὺ καὶ μέλλον ἡ μετάνοια, πολὺ δὲ καὶ ταχὺ καὶ συνεχὲς ἐν τῷ θνητῷ βίῳ τὸ ἀδικεῖν. εἰκότως οὖν ἐν τροπῇ τις γενόμενός φησι μὴ δύνασθαι „τοῦ περὶ ἁμαρτίας ἐμφαγεῖν“· μὴ γὰρ ἐπιτρέπειν τὸ συνειδὸς αὐτῷ μετανοίᾳ τραφῆναι· διὸ λέγεται· „ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ“ (Lev. 10, 19. 20).
- 160.1
τὰ γὰρ πρὸς γένεσιν τῶν πρὸς θεὸν μακρὰν ἀπέζευκται· τῇ μὲν γὰρ τὰ φανερὰ μόνα, τῷ δὲ καὶ τὰ ἀφανῆ γνώριμα. παραπαίει δ’, ὃς ἂν τοῦ ἀληθοῦς καταψευδόμενος ἔτ’ ἀδικῶν μετανενοηκέναι φάσκῃ· ὅμοιον ὡς εἰ καὶ ὁ νοσῶν τὸν ὑγιαίνοντα καθυποκρίνοιτο· μᾶλλον γάρ, ὡς ἔοικε, νοσήσει μηδὲν τῶν εἰς ὑγίειαν προσφόρων ἐπιτηδεύειν ἀξιῶν.
- 161.1
ἐζήτει ποτὲ προαχθεὶς ὑπὸ τοῦ φιλομαθοῦς καὶ τὰς αἰτίας, αἷς τἀναγκαιότατα τῶν ἐν τῷ κόσμῳ πραγμάτων ἐπιτελεῖται· θεώμενος γὰρ ὅσα ἐν γενέσει φθειρόμενα καὶ γεννώμενα, ἀπολλύμενά τε αὖ καὶ διαμένοντα, τέθηπε καὶ καταπέπληκται καὶ ἐκβοᾷ φάσκων·
- 162.1
„τί, ὅτι ὁ βάτος καίεται καὶ οὐ κατακαίεται“ (Exod. 3,2. 3)· τὸν γὰρ ἄβατον οὐ πολυπραγμονεῖ χῶρον, θείων ἐνδιαίτημα φύσεων, ἀλλ’ ἤδη μέλλων ἀνήνυτον καὶ ἀτελῆ πόνον διαθλεῖν ἐπικουφίζεται ἐλέῳ καὶ προμηθείᾳ τοῦ πάντων σωτῆρος θεοῦ, ὃς ἔχρησεν ἐκ τῶν ἀδύτων· „μὴ ἐγγίσῃς ὧδε“ (ibid. 5), ἴσον τῷ μὴ πρόσιθι τοιαύτῃ διασκέψει· περιεργίας γὰρ καὶ φιλοπραγμοσύνης μείζονος ἢ κατὰ ἀνθρωπίνην δύναμιν τὸ ἔργον· ἀλλὰ τὰ μὲν γεγονότα θαύμαζε, τὰς δὲ αἰτίας, δι’ ἃς ἢ γέγονεν ἢ φθείρεται, μὴ πολυπραγμόνει.
- 163.1
„ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας“ φησί „γῆ ἁγία ἐστί“ (ibid. 5). ποῖος τόπος; ἢ δῆλον ὅτι ὁ αἰτιολογικός, ὃν μόνον ταῖς θείαις ἀνῆψε φύσεσιν, ἀνθρώπων οὐδένα νομίσας ἱκανὸν εἶναι αἰτιολογίας ἐφάψασθαι;
- 164.1
ὁ δ’ ἄρα διὰ πόθον ἐπιστήμης ὑπερκύψας ἅπαντα τὸν κόσμον ζητεῖ περὶ τοῦ κοσμοποιοῦ, τίς ἐστιν ὁ δυσόρατος οὗτος καὶ δυστόπαστος, σῶμα ἢ ἀσώματος ἢ ὑπεράνω τι τούτων ἢ φύσις ἁπλῆ, οἵα μονάς, ἢ σύγκριμα ἢ τί τῶν ὄντων. καὶ τοῦθ’ ὁρῶν ὡς ἔστι δυσθήρατον καὶ δυσπερινόητον, εὔχεται παρ’ αὐτοῦ μαθεῖν τοῦ θεοῦ, τίς ἐστιν ὁ θεός· οὐ γὰρ ἤλπισε δυνήσεσθαι γνῶναι παρ’ ἑτέρου τινὸς τῶν μετ’ αὐτόν.
- 165.1
ἀλλ’ ὅμως ἴσχυσε μηδὲν περὶ τῆς τοῦ ὄντος ἐρευνᾶν οὐσίας· „τὰ γὰρ ὀπίσω μου“ φησίν „ὄψει, τὸ δὲ πρόσωπον οὐ μὴ ἴδῃς“ (Exod. 33, 23). αὔταρκες γάρ ἐστι σοφῷ τὰ ἀκόλουθα καὶ ἑπόμενα καὶ ὅσα μετὰ τὸν θεὸν γνῶναι, τὴν δ’ ἡγεμονικὴν οὐσίαν ὁ βουλόμενος καταθεάσασθαι τῷ περιαυγεῖ τῶν ἀκτίνων πρὶν ἰδεῖν πηρὸς ἔσται.
- 166.1
Τοσαῦτα καὶ περὶ τοῦ τρίτου διειλεγμένοι κεφαλαίου μέτιμεν ἐπὶ τὸ τέταρτον καὶ τελευταῖον τῶν προταθέντων, καθ’ ὃ μὴ γενομένης ζητήσεως φιλεῖ προαπαντᾶν εὕρεσις. ἐν τούτῳ τάττεται πᾶς αὐτομαθὴς καὶ αὐτοδίδακτος σοφός· οὐ γὰρ σκέψεσι καὶ μελέταις καὶ πόνοις ἐβελτιώθη, γενόμενος δ’ εὐθὺς εὐτρεπισμένην εὗρε σοφίαν ἄνωθεν ὀμβρηθεῖσαν ἀπ’ οὐρανοῦ, ἧς ἀκράτου σπάσας εἱστιάθη καὶ διετέλεσε μεθύων τὴν μετ’ ὀρθότητος λόγου νήφουσαν μέθην.
- 167.1
οὗτός ἐστιν ὃν Ἰσαὰκ ὠνόμασαν οἱ χρησμοί, ὃν οὐχ ἑτέρῳ μὲν χρόνῳ συνέλαβεν, ἑτέρῳ δὲ ἔτεκεν ἡ ψυχή· „συλλαβοῦσα“ γάρ φησιν „ἔτεκεν“ (Gen. 21, 2) ὡς ἂν ἀχρόνως. οὐ γὰρ ἄνθρωπος ἦν ὁ γεννώμενος, ἀλλὰ νόημα καθαρώτατον, φύσει μᾶλλον ἢ ἐπιτηδεύσει καλόν· οὗ χάριν καὶ ἡ τίκτουσα αὐτὸ λέγεται „τὰ γυναικεῖα ἐκλιπεῖν“ (Gen. 18, 11), τὰ συνήθη καὶ εὔλογα καὶ ἀνθρώπινα.
- 168.1
καινὸν γὰρ καὶ κρεῖττον λόγου καὶ θεῖον ὄντως τὸ αὐτομαθὲς γένος, οὐκ ἀνθρωπίναις ἐπινοίαις, ἀλλ’ ἐνθέῳ μανίᾳ συνιστάμενον. ἢ ἀγνοεῖς ὅτι οὐ δέονται πρὸς τὸν τόκον μαιῶν Ἑβραῖαι, „τίκτουσι“ δ’, ὥς φησι Μωυσῆς, „πρὶν εἰσελθεῖν τὰς μαίας“ (Exod. 1, 19), λέγω δὲ μεθόδους, τέχνας, ἐπιστήμας, φύσει μόνῃ χρώμεναι συνεργῷ; παγκάλους δὲ καὶ προσφυεστάτους ὅρους ἀποδίδωσι τοῦ αὐτομαθοῦς, ἕνα μὲν τοιοῦτον, τὸ ταχὺ εὑρισκόμενον, ἕτερον δὲ „ὃ παρέδωκεν ὁ θεός“.
- 169.1
τὸ μὲν οὖν διδασκόμενον μακροῦ χρόνου δεῖται, τὸ δὲ φύσει ταχύ τε καὶ τρόπον τινὰ ἄχρονόν ἐστι· κἀκεῖνο μὲν ἄνθρωπον, τοῦτο δὲ θεὸν ὑφηγητὴν ἔχει. τὸν μὲν δὴ πρότερον ὅρον κατέταξεν ἐν πεύσει· „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον“, τὸν δὲ ἕτερον ἐν ἀποκρίσει φάσκων· „ὃ παρέδωκε κύριος ὁ θεός“ (Gen. 27, 20).
- 170.1
ἔστι δὲ καὶ τρίτος ὅρος τοῦ αὐτομαθοῦς, τὸ ἀναβαῖνον αὐτόματον. λέγεται γὰρ ἐν τοῖς προτρεπτικοῖς· „οὐ σπερεῖτε, οὐδὲ μὴ ἀμήσητε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς“ (Lev. 25, 11)· τέχνης γὰρ οὐδεμιᾶς χρεῖα τὰ φύσει, τοῦ θεοῦ σπείροντος αὐτὰ καὶ τῇ γεωργικῇ τέχνῃ τελεσφοροῦντος ὡς ἂν αὐτόματα τὰ οὐκ αὐτόματα, πλὴν παρόσον ἐπινοίας ἀνθρωπίνης οὐκ ἐδεήθη τὸ παράπαν.
- 171.1
οὐ προτρέπει δὲ μᾶλλον ἢ γνώμην ἀποφαίνεται· παραινῶν μὲν γὰρ εἶπεν ἄν· μὴ σπείρητε, μὴ ἀμήσητε, ἀποφαινόμενος δέ· „οὐ σπερεῖτε, οὐδὲ μὴ ἀμήσητε τὰ αὐτόματα“. οἷς γὰρ ἀπαυτοματίζουσιν ἐκ φύσεως ἐπιτυγχάνομεν, τούτων οὔτε τὰς ἀρχὰς οὔτε τὰ τέλη παρ’ ἑαυτοὺς ὡς ἂν αἰτίους εὑρίσκομεν·
- 172.1
ἀρχὴ μὲν οὖν ὁ σπόρος, τελευτὴ δὲ ὁ ἄμητος. ἄμεινον δ’ ἐκεῖνο ἐκδέξασθαι· πᾶσα ἀρχὴ καὶ πᾶν τέλος αὐτόματόν ἐστιν, ἴσον τῷ φύσεως, οὐχ ἡμέτερον ἔργον· οἷον ἀρχὴ τίς τοῦ μανθάνειν; ἢ δῆλον ὅτι ἡ ἐν τῷ διδασκομένῳ φύσις εὐπαράδεκτος οὖσα πρὸς τὰ κατὰ μέρος θεωρήματα; τίς δὲ τοῦ τελειοῦσθαι; πάλιν, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, ἡ φύσις. προκοπὰς μὲν γὰρ ἐμποιῆσαι καὶ ὁ διδάσκων ἱκανός, τὴν δ’ ἐπ’ ἄκρον τελειότητα ὁ θεὸς μόνος, ἡ ἀρίστη φύσις.
- 173.1
ὁ τούτοις ἐντρεφόμενος τοῖς δόγμασι τὴν ἀίδιον εἰρήνην ἄγει, πόνων ἀφειμένος ἀτρύτων. ἀδιαφορεῖ δ’ ἑβδομάδος εἰρήνη κατὰ τὸν νομοθέτην· ἐν γὰρ αὐτῇ τὸ δοκεῖν ἐνεργεῖν ἀποτιθεμένη γένεσις ἀναπαύεται.
- 174.1
προσηκόντως οὖν λέγεται· „καὶ ἔσται τὰ σάββατα τῆς γῆς ὑμῖν βρώματα“ (Lev. 25, 6), δι’ ὑπονοιῶν· τρόφιμον γὰρ καὶ ἀπολαυστὸν μόνον ἡ ἐν θεῷ ἀνάπαυσις, τὸ μέγιστον ἀγαθὸν περιποιοῦσα, τὴν ἀπόλεμον εἰρήνην. ἡ μὲν γὰρ κατὰ πόλεις ἀνακέκραται ἐμφυλίῳ πολέμῳ, ἡ δὲ ψυχῆς ἀμιγὴς διαφορᾶς ἁπάσης ἐστίν.
- 175.1
ἐναργέστατα δέ μοι δοκεῖ τὴν ἄνευ ζητήσεως εὕρεσιν παριστάνειν διὰ τούτων· „ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησας, οἰκίας πλήρεις πάντων ἀγαθῶν, ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐ κατεφύτευσας“ (Deut. 6, 10. 11).
- 176.1
ὁρᾷς τὴν ἀφθονίαν τῶν κεχυμένων μεγάλων καὶ ἑτοίμων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν ἀγαθῶν; εἰκάζονται δὲ πόλεσι μὲν αἱ γενικαὶ ἀρεταί, διότι ἐπὶ πλεῖστον εὐρύνονται, οἰκίαις δ’ αἱ ἐν εἴδει — στέλλονται γὰρ εἰς βραχύτερον αὗται κύκλον —, λάκκοις δὲ αἱ εὐφυεῖς ψυχαί, αἱ εὐπαράδεκτοι σοφίας ὡς ἐκεῖνοι ὕδατος, ἀμπελῶσι δὲ καὶ ἐλαιῶσιν αἱ προκοπαὶ καὶ αὐξήσεις καὶ καρπῶν γενέσεις· καρπὸς δ’ ἐπιστήμης ὁ θεωρητικὸς βίος, ἄκρατον εὐφροσύνην περιποιῶν ὡς ἀπ’ οἴνου καὶ νοητὸν φέγγος ὡς ἀπὸ φλογός, ἧς ἔλαιον τροφή.
- 177.1
Ταῦτα καὶ περὶ εὑρέσεως εἰπόντες μέτιμεν ἑξῆς ἐπὶ τὰ ἀκόλουθα τῆς ἐφόδου. „εὗρεν“ οὖν φησιν „αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος„ (Gen. 16, 7). λέγεται δὲ πολλαχῶς πηγή, ἕνα μὲν τρόπον ὁ ἡμέτερος νοῦς, ἕτερον δὲ ἡ λογικὴ ἕξις καὶ παιδεία, τρίτον δ’ ἡ φαύλη διάθεσις, τέταρτον ἡ σπουδαία καὶ ἐναντία ταύτης, πέμπτον αὐτὸς ὁ τῶν ὅλων ποιητὴς καὶ πατήρ.
- 178.1
τὰς δὲ τούτων πίστεις οἱ ἀναγραφέντες δηλοῦσι χρησμοί· τίνες οὖν εἰσιν, ἐπισκεπτέον. ᾄδεταί τις ἐν ἀρχῇ τῆς νομοθεσίας μετὰ τὴν κοσμοποιίαν εὐθὺς τοιόσδε· „πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς“ (Gen. 2, 6).
- 179.1
οἱ μὲν οὖν ἀλληγορίας καὶ φύσεως τῆς κρύπτεσθαι φιλούσης ἀμύητοι τὴν εἰρημένην εἰκάζουσι πηγὴν τῷ Αἰγυπτίῳ ποταμῷ, ὃς κατὰ πᾶν ἔτος ἀναχεόμενος λιμνάζει τὴν πεδιάδα, μονονοὺκ ἀντίμιμον οὐρανοῦ δύναμιν ἐπιδείκνυσθαι δοκῶν.
- 180.1
ὃ γὰρ χειμῶνος ταῖς ἄλλαις χώραις οὐρανός, τοῦτ’ Αἰγύπτῳ θέρους ἀκμάζοντος ὁ Νεῖλός ἐστιν· ὁ μὲν γὰρ ἄνωθεν ἐπὶ γῆν τὸν ὑετὸν ἀποστέλλει, ὁ δὲ κάτωθεν ἄνω, τὸ παραδοξότατον, ὕων ἄρδει τὰς ἀρούρας. ὅθεν ὁρμηθεὶς καὶ Μωυσῆς ἄθεον ἀνέγραψε τὸν Αἰγύπτιον τρόπον γῆν οὐρανοῦ προκρίνοντα καὶ τῶν ὀλυμπίων τὰ χερσαῖα καὶ ψυχῆς τὸ σῶμα.
- 181.1
ἀλλὰ μὴν περὶ τούτων καὶ αὖθίς ποτε ἐνέσται λέγειν, ὅταν ἐπιτρέπωσιν οἱ καιροί· νυνὶ δὲ — στοχαστέον γὰρ τοῦ μὴ μακρηγορεῖν — ἐπανιτέον ἐπὶ τὴν δι’ ὑπονοιῶν ἀπόδοσιν καὶ λεκτέον τὸ „πηγὴν ἀναβαίνειν καὶ ποτίζειν πᾶν τὸ πρόσωπον τῆς γῆς“ τοιοῦτον εἶναι·
- 182.1
τὸ ἡγεμονικὸν ἡμῶν ἐοικὸς πηγῇ δυνάμεις πολλὰς οἷα διὰ γῆς φλεβῶν ἀνομβροῦν, τὰς δυνάμεις ταύτας ἄχρι τῶν αἰσθήσεων [ὀργάνων], ὀφθαλμῶν, ὤτων, ῥινῶν, τῶν ἄλλων, ἀποστέλλει· αἱ δ’ εἰσὶ παντὸς ζῴου περὶ κεφαλὴν καὶ πρόσωπον. ποτίζεται οὖν ὥσπερ ἀπὸ πηγῆς τοῦ κατὰ ψυχὴν ἡγεμονικοῦ τὸ σώματος ἡγεμονικὸν πρόσωπον, τὸ μὲν ὁρατικὸν πνεῦμα τείνοντος εἰς ὄμματα, τὸ δὲ ἀκουστικὸν εἰς οὖς, εἰς δὲ μυκτῆρας τὸ ὀσφρήσεως, τὸ δ’ αὖ γεύσεως εἰς στόμα καὶ τὸ ἁφῆς εἰς σύμπασαν τὴν ἐπιφάνειαν.
- 183.1
εἰσὶ δὲ καὶ τῆς παιδείας πολύτροποι πηγαί, αἷς ὀρθοὶ καὶ τροφιμώτατοι λόγοι, καθάπερ στελέχη φοινίκων, παρανέβλαστον. „ἦλθον“ γάρ φησιν „εἰς Αἰλίμ, καὶ ἐν Αἰλὶμ ἦσαν δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα“ (Exod. 15, 27). Αἰλὶμ πυλῶνες ἑρμηνεύονται, εἰσόδου τῆς πρὸς ἀρετὴν σύμβολον· ὥσπερ γὰρ οἰκίας ἀρχαὶ πυλῶνες, καὶ ἀρετῆς τὰ ἐγκύκλια προπαιδεύματα.
- 184.1
τέλειος δ’ ἀριθμὸς ὁ δώδεκα, μάρτυς δ’ ὁ ζῳδιακὸς ἐν οὐρανῷ κύκλος, τοσούτοις κατηστερισμένος φωσφόροις ἄστροις· μάρτυς καὶ ἡ ἡλίου περίοδος· μησὶ γὰρ δώδεκα τὸν ἑαυτοῦ περατοῖ κύκλον, ἰσαρίθμους τε τοῖς ἐνιαυτοῦ μησὶ τὰς ἡμέρας καὶ νυκτὸς ὥρας ἄγουσιν ἄνθρωποι.
- 185.1
Μωυσῆς δ’ οὐκ ἐν ὀλίγοις ὑμνεῖ τὸν ἀριθμόν, δώδεκα φυλὰς τοῦ ἔθνους ἀναγράφων, ἄρτους δώδεκα τῆς προθέσεως νομοθετῶν, λίθους, ἐν οἷς αἱ γλυφαί, δώδεκα τῇ ἱερᾷ ἐσθῆτι τοῦ ποδήρους ἐνδύματος ἐπὶ τῷ λογίῳ συνυφαίνειν κελεύων (Exod. 28, 17 sqq.).
- 186.1
ὑμνεῖ μέντοι καὶ τὴν δεκάδι πολυπλασιαζομένην ἑβδομάδα, νυνὶ μὲν ἑβδομήκοντα φοίνικας παρὰ ταῖς πηγαῖς εἶναι λέγων, ἐν ἑτέροις δὲ πρεσβυτέρους μόνους ἑβδομήκοντα, οἷς τὸ θεῖον ἐπενεμήθη καὶ προφητικὸν πνεῦμα (Num. 11,16), καὶ πάλιν ἱερεῖα μόσχων ἑβδομήκοντα ἐν διαιρέσεσι καὶ τάξεσιν ἐναρμονίοις ἑορτῇ τῶν σκηνῶν προσαγομένων· βουθυτοῦνται γὰρ οὐκ ἀθρόοι, ἀλλ’ ἐν ἡμέραις ἑπτά, τῆς ἀρχῆς ἀπὸ τρισκαίδεκα ταύρων γενομένης (Num. 29, 13 sqq.)· οὕτως γὰρ κατὰ τὴν ἑνὸς ὑφαίρεσιν ἀεὶ μέχρι τῆς ἑβδόμης ἔμελλεν ὁ τῶν ἑβδομήκοντα συντεθεὶς ἀριθμὸς ἐκπληροῦσθαι.
- 187.1
παραγενόμενοι δὲ εἰς τοὺς θυρῶνας ἀρετῆς, τὰ προπαιδεύματα, καὶ θεασάμενοι πηγὰς καὶ παρ’ αὐταῖς ἔρνη φοινίκων στρατοπεδεύειν οὐ παρὰ τοῖς φυτοῖς ἀλλὰ παρὰ τοῖς ὕδασι λέγονται. διὰ τί; ὅτι φοίνικι μὲν καὶ ταινίαις οἱ παντελοῦς ἀρετῆς ἐπιφερόμενοι τὰ ἆθλα κοσμοῦνται, οἱ δὲ ἔτι ἐγχορεύοντες τοῖς προπαιδεύμασιν ἅτε μαθήσεως διψῶντες παρὰ ταῖς δυναμέναις ἄρδειν καὶ ποτίζειν τὰς ψυχὰς αὐτῶν ἐπιστήμαις ἱδρύονται.
- 188.1
τοιαῦται μέν εἰσιν αἱ παιδείας τῆς μέσης πηγαί, τὴν δ’ ἀφροσύνης ἐπισκεψώμεθα, περὶ ἧς λελάληκεν ὁ νομοθέτης ὧδε· „ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψε, καὶ αὕτη ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολοθρευθήτωσαν ἀμφότεροι“ (Lev. 20,18)·
- 189.1
γυναῖκα τὴν αἴσθησιν καλεῖ, νοῦν ἄνδρα αὐτῆς ὑποτιθέμενος. ἀποκάθηται δὲ αἴσθησις, ὅπερ ἐστὶν ἀπωτάτω καθέζεται, ὅταν νοῦν ἀπολιποῦσα, τὸν γνήσιον ἄνδρα, ἐφιδρύηται τοῖς δελεάζουσι καὶ φθείρουσιν αἰσθητοῖς καὶ ἐρωτικῶς ἑκάστοις ἐμπλέκηται· τότ’ οὖν εἰ πρὸς ὕπνον τράποιτο ὁ νοῦς, ἐγρηγορέναι δέον, „τὴν πηγὴν“ τῆς αἰσθήσεως „ἀπεκάλυψεν“ αὑτὸν — αὐτὸς γὰρ ἦν, ὥσπερ ἔφην, ἡ αἰσθήσεως πηγή —, τοῦτο δέ ἐστιν ἄστεγον καὶ ἀτείχιστον καὶ εὐεπιβούλευτον κατεσκεύασεν ἑαυτόν.
- 190.1
οὐ μὴν ἀλλὰ κἀκείνη „ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς“· ῥέουσα γὰρ πᾶσα αἴσθησις πρὸς τὸ ἐκτὸς αἰσθητὸν ἐπικαλύπτεται μὲν καὶ στέλλεται διακρατουμένη λογισμῷ, καταλείπεται δὲ ἔρημος χηρεύσασα ἡγεμόνος ὀρθοῦ· κακὸν δὲ βαρύτατον ὡς πόλει τὸ ἀτείχιστον, καὶ ψυχῇ τὸ ἀφύλακτον. πότ’ οὖν ἀφύλακτος γίνεται;
- 191.1
ἢ ὅταν ἄστεγος μὲν ὅρασις κεχυμένη πρὸς τὰ ὁρατά, ἄστεγος δὲ ἀκοὴ φωναῖς ἁπάσαις ἐπαντλουμένη, ἄστεγοι δὲ ὀσμαὶ καὶ αἱ συγγενεῖς δυνάμεις καταλειφθῶσι, πρὸς ὅ τι ἂν οἱ κατατρέχοντες βούλωνται διαθεῖναι παθεῖν ἑτοιμόταται, ἄστεγος δὲ καὶ ὁ προφορικὸς λόγος, ὃς μυρία τῶν ἀπορρήτων, ἅτε μηδενὸς τὴν φορὰν ἀνωθοῦντος, ἀκαίρως ἐξελάλησε; ῥυεὶς γοῦν ἀκωλύτως μεγάλας βίων ὑποθέσεις ὀρθὰς οἷα ἐν γαλήνῃ πλεούσας περιέτρεψεν.
- 192.1
οὗτός ἐστιν ὁ μέγας κατακλυσμός, ἐν ᾧ „ἀνεῴχθησαν μὲν οἱ καταρράκται τοῦ οὐρανοῦ,“ λέγω δὲ τοῦ νοῦ, „ἀπεκαλύφθησαν δὲ αἱ πηγαὶ τῆς ἀβύσσου“ (Gen. 7,11), τουτέστι τῆς αἰσθήσεως. μόνως γὰρ οὕτως ἡ ψυχὴ κατακλύζεται, ἄνωθεν μὲν ὥσπερ ἀπ’ οὐρανοῦ τοῦ νοῦ καταρραγέντων ἀδικημάτων, κάτωθεν δὲ ὥσπερ ἀπὸ γῆς τῆς αἰσθήσεως ἀνομβρησάντων παθῶν.
- 193.1
οὗ χάριν ἀπαγορεύει Μωυσῆς „ἀσχημοσύνην πατρὸς καὶ μητρὸς ἀποκαλύπτειν“ (Lev. 18,7), εἰδὼς σαφῶς, ἡλίκον ἐστὶ κακὸν τὰ ἁμαρτήματα τοῦ νοῦ καὶ τῆς αἰσθήσεως μὴ ἐπέχειν καὶ ἐπικρύπτειν, ἀλλ’ ὥσπερ κατορθώματα προφέρειν
- 194.1
εἰς μέσον. αἵδ’ εἰσὶν αἱ τῶν ἁμαρτημάτων πηγαί, τὴν δὲ φρονήσεως ἐρευνητέον. εἰς ταύτην ἡ ὑπομονὴ κάτεισι, Ῥεβέκκα, καὶ τὸ ψυχῆς ὅλον πληρώσασα ἀγγεῖον ἀναβαίνει, τὴν κάθοδον ἄνοδον εἰπόντος τοῦ νομοθέτου φυσικώτατα· πρὸς γὰρ ὕψος ἐξαίρεται τὸ ἀρετῆς, ἥτις ἂν ἀπ’ ἀλαζονείας τῆς ὑπεραύχου διανοῆται κατέρχεσθαι.
- 195.1
λέγει γάρ· „καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν, καὶ ἀνέβη“ (Gen. 24,16). ἥδ’ ἐστὶν ἡ θεία σοφία, ἐξ ἧς αἵ τε κατὰ μέρος ἐπιστῆμαι ποτίζονται καὶ ὅσαι ψυχαὶ φιλοθεάμονες ἔρωτι τοῦ ἀρίστου κατέσχηνται.
- 196.1
ταύτῃ ὁ ἱερὸς λόγος τῇ πηγῇ προσφυέστατα ὀνόματα τίθεται, „κρίσιν“ αὐτὴν καὶ „ἁγίαν“ προσαγορεύων. „ἀναστρέψαντες“ γάρ φησιν "ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως, αὕτη ἐστὶ Κάδης“ (Gen. 14,7)· καλεῖται δὲ Κάδης ἁγία. μονονοὺ βοᾷ καὶ κέκραγεν, ὅτι ἡ τοῦ θεοῦ σοφία ἁγία τέ ἐστιν οὐδὲν ἐπιφερομένη γήινον καὶ κρίσις τῶν ὅλων, ᾗ πᾶσαι
- 197.1
αἱ ἐναντιότητες διαζεύγνυνται. λεκτέον δ’ ἤδη περὶ τῆς ἀνωτάτω καὶ ἀρίστης πηγῆς, ἣν ὁ πατὴρ τῶν ὅλων διὰ προφητικῶν ἐθέσπισε στομάτων. εἶπε γάρ που· „ἐμὲ ἐγκατέλιπον πηγὴν ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συσχεῖν ὕδωρ“ (Ier. 2,13).
- 198.1
οὐκοῦν ὁ θεός ἐστιν ἡ πρεσβυτάτη πηγή, καὶ μήποτ’ εἰκότως· τὸν γὰρ σύμπαντα τοῦτον κόσμον ὤμβρησε. καταπέπληγμαι δ’ ἀκούων, ὅτι ζωῆς ἐστιν ἥδε ἡ πηγή· μόνος γὰρ ὁ θεὸς ψυχῆς καὶ ζωῆς καὶ διαφερόντως λογικῆς ψυχῆς καὶ τῆς μετὰ φρονήσεως ζωῆς αἴτιος. ἡ μὲν γὰρ ὕλη νεκρόν, ὁ δὲ θεὸς πλέον τι ἢ ζωή, πηγὴ τοῦ ζῆν, ὡς αὐτὸς εἶπεν, ἀένναος.
- 199.1
οἱ δ’ ἀσεβεῖς ἀποδράντες, ἄγευστοι τοῦ τῆς ἀθανασίας ποτοῦ διατελέσαντες, ὤρυξαν, οἱ φρενοβλαβεῖς, ἑαυτοῖς ἀλλ’ οὐ θεῷ τὸ πρῶτον, τὰς ἰδίας πράξεις τῶν οὐρανίων καὶ ὀλυμπίων προκρίναντες καὶ τὰ ἐκ φροντίδος τῶν αὐτομάτων καὶ ἑτοίμων.
- 200.1
ἔπειτα ὀρύττουσιν οὐχ ὡς Ἀβραὰμ καὶ Ἰσαάκ, οἱ σοφοί, φρέατα (Gen. 21,30. 26,18), βαθείας ἐπιστήμας ποτίμους λόγους ἀναδιδούσας, ἀλλὰ λάκκους, ἴδιον οὐδὲν ἐξ ἑαυτῶν ἔχοντας τρόφιμον καλόν, τῆς δ’ ἔξωθεν χρῄζοντας ἐπιρροῆς, ἣ γένοιτ’ ἂν ἐκ διδασκαλίας ἐπαντλούντων ἀεὶ τῶν ὑφηγητῶν ἀκοαῖς τῶν μανθανόντων ἀθρόα τὰ ἐπιστήμης δόγματα καὶ θεωρήματα, καὶ φρενὶ κατασχεῖν καὶ μνήμῃ τὰ παραδοθέντα ταμιεύεσθαι.
← Previous · Next → — showing 101–200 of 213
First Thousand Years of Greek. CTS URN tlg0018.tlg017.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.