De congressu eruditionis gratia
- 101.1
ἀφ’ ἑκάστου δὴ τῶν τριῶν μέτρων τούτων ἀπαρκτέον ὥσπερ τινὰ ἱερὰν δεκάτην, ἵνα καὶ τὸ λέγειν καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ καταλαμβάνειν ἀνυπαιτίως καὶ ὑγιεινῶς κατὰ θεὸν ἐξετάζηται· τὸ γὰρ ἀληθινὸν καὶ δίκαιον μέτρον τοῦτ’ ἐστί, τὰ δὲ
- 102.1
καθ’ ἡμᾶς ψευδῆ τε καὶ ἄδικα. εἰκότως οὖν καὶ ἐπὶ τῶν θυσιῶν τὸ μὲν δέκατον τοῦ μέτρου τῆς σεμιδάλεως τοῖς ἱερείοις ἐπὶ τὸν βωμὸν συνανενεχθήσεται (Exod. 29,40), ὁ δὲ ἔνατος ἀριθμός, τὸ λείψανον τοῦ δεκάτου, παρ’ ἡμῖν αὐτοῖς παραμενεῖ.
- 103.1
τούτοις συνᾴδει καὶ ἡ τῶν ἱερέων ἐνδελεχὴς θυσία· τὸ γὰρ δέκατον τὸ τοῦ οἶφι σεμιδάλεως ἀεὶ διείρηται προσφέρειν αὐτοῖς (Lev. 6,20). ἔμαθον γὰρ τὸν ἔνατον ὑπερβαίνοντες αἰσθητὸν δοκήσει θεὸν τὸν δέκατον καὶ μόνον ὄντα ἀψευδῶς προσκυνεῖν. ἐννέα γὰρ ὁ κόσμος ἔλαχε μοίρας,
- 104.1
ἐν οὐρανῷ μὲν ὀκτώ, τήν τε ἀπλανῆ καὶ ἑπτὰ τὰς πεπλανημένας ἐν τάξεσι φερομένας ταῖς αὐταῖς, ἐνάτην δὲ γῆν σὺν ὕδατι καὶ ἀέρι· τούτων γὰρ μία συγγένεια τροπὰς καὶ μεταβολὰς παντοίας δεχομένων.
- 105.1
οἱ μὲν οὖν πολλοὶ τὰς ἐννέα ταύτας μοίρας καὶ τὸν παγέντα κόσμον ἐξ αὐτῶν ἐτίμησαν, ὁ δὲ τέλειος τὸν ὑπεράνω τῶν ἐννέα, δημιουργὸν αὐτῶν, δέκατον θεόν· ὅλον γὰρ ὑπερκύψας τὸ ἔργον ἐπόθει τὸν τεχνίτην, καὶ ἱκέτης καὶ θεραπευτὴς ἐσπούδαζεν αὐτοῦ γενέσθαι· διὰ τοῦτο δεκάτην ἐνδελεχῆ τῷ δεκάτῳ καὶ μόνῳ καὶ αἰωνίῳ ὁ ἱερεὺς ἀνατίθησι.
- 106.1
τοῦτ’ ἐστὶ κυρίως εἰπεῖν τὸ ψυχικὸν Πάσχα, ἡ ἀπὸ παντὸς πάθους καὶ παντὸς αἰσθητοῦ διάβασις πρὸς τὸ δέκατον, ὃ δὴ νοητόν ἐστι καὶ θεῖον· λέγεται γάρ· „δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἰκίαν“ (Exod. 12, 3), ἵνα ἀπὸ τῆς δεκάτης τῷ δεκάτῳ καθιερωθῇ τὰ θύματα διατηρηθέντα ἐν τῇ ψυχῇ κατὰ δύο μοίρας ἐκ τριῶν πεφωτισμένῃ, μέχρις ἂν ὅλη δι’ ὅλων γενομένη φέγγος οὐράνιον, οἷα πλησιφαὴς σελήνη κατὰ δευτέρας ἑβδομάδος παραύξησιν, μὴ μόνον φυλάττειν ἀλλὰ καὶ ἱερουργεῖν ἤδη δύνηται τὰς ἀσινεῖς καὶ ἀμώμους προκοπάς.
- 107.1
τοῦτ’ ἐστὶν ἱλασμός — καὶ γὰρ οὗτος δεκάτῃ τοῦ μηνὸς βεβαιοῦται (Lev. 23,27), τὸν δέκατον ἱκετευούσης θεὸν ψυχῆς καὶ τὴν ταπεινότητα καὶ οὐδένειαν τοῦ γενητοῦ περίνοιαν λογισμοῦ πεποιθυίας καὶ τὰς ἐν ἅπασι τοῖς καλοῖς ὑπερβολὰς καὶ ἀκρότητας τοῦ ἀγενήτου δεδιδαγμένης. ἵλεως οὖν καὶ ἄνευ ἱκετείας ἵλεως εὐθὺς γίνεται τοῖς ἑαυτοὺς κακοῦσι καὶ συστέλλουσι καὶ μὴ καυχήσει καὶ οἰήσει φυσωμένοις —, τοῦτ’ ἐστὶν ἄφεσις (Lev. 25,9 sqq.),
- 108.1
τοῦτ’ ἐλευθερία παντελὴς ψυχῆς ὃν ἐπλανήθη τε πλάνον ἀποσειομένης καὶ πρὸς τὴν ἀπλανῆ φύσιν μεθορμιζομένης καὶ ἐπὶ τοὺς κλήρους ἐπανιούσης, οὓς ἔλαχεν, ἡνίκα λαμπρὸν | ἔπνει καὶ τοὺς περὶ τῶν καλῶν πόνους ἤθλει. τότε γὰρ αὐτὴν τῶν ἄθλων ἀγάμενος ὁ ἱερὸς λόγος ἐτίμησε, γέρας ἐξαίρετον δούς, κλῆρον ἀθάνατον, τὴν ἐν ἀφθάρτῳ γένει τάξιν.
- 109.1
τοῦτο καὶ Ἀβραὰμ ὁ σοφὸς ἱκετεύει, μελλούσης ἐμπίπρασθαι λόγῳ μὲν τῆς Σοδομίτιδος γῆς, ἔργῳ δὲ τῆς ἐστειρωμένης τὰ καλὰ καὶ τυφλῆς τὸν λογισμὸν ψυχῆς, ἵν’, ἐὰν εὑρεθῇ τὸ δικαιοσύνης μνημεῖον, ἡ δεκάς, ἐν αὐτῇ, τύχῃ τινὸς ἀμνηστίας (Gen. 18, 32)· ἄρχεται μὲν οὖν τῆς ἱκεσίας ἀπὸ τοῦ τῆς ἀφέσεως ἀριθμοῦ, πεντηκοντάδος, λήγει δὲ εἰς δεκάδα, τὴν τελευταίαν
- 110.1
ἀπολύτρωσιν. ἀφ’ οὗ μοι δοκεῖ καὶ Μωυσῆς μετὰ τὴν χιλιάρχων καὶ ἑκατοντάρχων καὶ πεντηκοντάρχων αἵρεσιν ἐπὶ πᾶσι δεκαδάρχους χειροτονεῖν (Exod. 18,25), ἵν’, εἰ μὴ δύναιτο διὰ τῶν πρεσβυτέρων τάξεων βελτιοῦσθαι ὁ νοῦς, ἀλλά τοι διὰ τῶν ὑστάτων καθαίρηται.
- 111.1
πάγκαλον δὲ δόγμα καὶ ὁ τοῦ φιλομαθοῦς παῖς ἔμαθεν, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην ἐπρέσβευε πρεσβείαν, αὐτομαθεῖ σοφῷ προξενῶν οἰκειοτάτην ἀρετήν, ἐπιμονήν. „δέκα γὰρ καμήλους λαμβάνει,“ τὴν δεκάδος, λέγω δὲ παιδείας ὀρθῆς, ἀνάμνησιν, ἀπὸ πολλῶν ἀπείρων μὲν οὖν τοῦ κυρίου μνημῶν.
- 112.1
„λαμβάνει δὲ καὶ τῶν ἀγαθῶν ἐκείνου„ (Gen. 24,10) δῆλον ὡς οὐκ ἄργυρον οὐδὲ χρυσὸν ἤ τινα ἄλλα τῶν ἐν ὕλαις φθαρταῖς — τὴν γὰρ ἀγαθοῦ πρόσρησιν οὐδέποτε τούτοις ἐπεφήμισε Μωυσῆς —, ἀλλὰ τὰ γνήσια, ἃ δὴ ψυχῆς ἐστι μόνα, ἐφοδιάζεται καὶ ἐμπορεύεται, διδασκαλίαν, προκοπήν, σπουδήν, πόθον, ζῆλον, ἐνθουσιασμούς, προφητείας, τοῦ κατορθοῦν ἔρωτα·
- 113.1
οἷς ἐμμελετῶν καὶ ἐνασκούμενος, ὅταν ὥσπερ ἐκ πελάγους ἐνορμίζεσθαι λιμένι μέλλῃ, λήψεται δύο μὲν ἐνώτια, ἀνὰ δραχμὴν ὁλκήν, ψέλια δὲ δέκα χρυσῶν ἐπὶ τὰς χεῖρας τῆς προξενουμένης (Gen. 24,22). ὢ θεοπρεποῦς κόσμου, δραχμὴν μίαν εἶναι τὸ ἄκουσμα καὶ μονάδα ἀρραγῆ καὶ ὁλκὸν φύσει — ἀκοὴν γὰρ οὐδενὶ σχολάζειν ἐμπρεπές, ὅτι μὴ λόγῳ ἑνί, ὃς ἂν τὰς τοῦ ἑνὸς ἀρετὰς καὶ μόνου θεοῦ καλῶς διεξέρχηται —, δέκα δὲ χρυσῶν τὰ ἐγχειρήματα· πράξεις γὰρ αἱ κατὰ σοφίαν τελείοις ἀριθμοῖς βεβαιοῦνται, καὶ ἔστιν ἑκάστη τιμιωτέρα χρυσοῦ.
- 114.1
τοιαύτη τίς ἐστι καὶ ἡ ἀριστίνδην ἐπικριθεῖσα τῶν ἀρχόντων εἰσφορά, ἣν ἐποιήσαντο, ἡνίκα ἡ ψυχὴ κατασκευασθεῖσα ὑπὸ φιλοσοφίας ἱεροπρεπῶς τὰ ἐγκαίνια ἦγεν αὐτῆς εὐχαριστοῦσα τῷ διδασκάλῳ καὶ ὑφηγητῇ θεῷ. „θυΐσκην γὰρ δέκα χρυσῶν πλήρη θυμιάματος ἀνατίθησιν“ (Num. 7,14), ἵνα τὰς ὑπὸ φρονήσεως καὶ πάσης ἀρετῆς ἀναδιδομένας αὔρας ὁ μόνος ἐπικρίνῃ σοφός.
- 115.1
ἐπειδὰν δὲ δόξωσιν εἶναι προσηνεῖς, τὸ ἐφύμνιον ᾄσεται Μωυσῆς λέγων· „ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας“ (Gen. 8,21), τὸ ὀσφρανθῆναι τιθεὶς ἐπὶ τοῦ συναινέσαι· οὐ γὰρ ἀνθρωπόμορφος οὐδὲ μυκτήρων ἤ τινων ἄλλων ὀργανικῶν μερῶν χρεῖος.
- 116.1
προϊὼν δὲ καὶ τὸ θεῖον ἐνδιαίτημα, τὴν σκηνήν, „δέκα αὐλαίας“ (Exod. 26,1) ἐρεῖ· τὸ γὰρ τῆς ὅλης πῆγμα σοφίας ἀριθμὸν τέλειον εἴληχε, δεκάδα· σοφία δὲ αὐλὴ καὶ βασίλειόν ἐστι τοῦ πανηγεμόνος καὶ μόνου βασιλέως αὐτοκράτορος.
- 117.1
ὁ μὲν δὴ νοητὸς οἶκος οὗτος, αἰσθητὸς δ’ ὁ κόσμος ἐστίν, ἐπεὶ καὶ τὰς αὐλαίας ἐκ τοιούτων συνύφηνεν, ἃ τῶν τεττάρων στοιχείων σύμβολά ἐστιν· ἐκ γὰρ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου δημιουργοῦνται (ibid.), τεττάρων, ὡς ἔφην, ἀριθμῶν. σύμβολον δὲ γῆς μὲν ἡ βύσσος — φύεται γὰρ ἐκ ταύτης —, ἀέρος δὲ ὁ ὑάκινθος — μέλας γὰρ οὗτος φύσει —, ὕδατος δὲ ἡ πορφύρα — τὸ γὰρ τῆς βαφῆς αἴτιον ἐκ θαλάττης, ἡ ὁμωνυμοῦσα κόγχη —, πυρὸς δὲ τὸ κόκκινον· ἐμφερέστατον γὰρ φλογί.
- 118.1
πάλιν γε μὴν Αἴγυπτον ἀφηνιάσασαν, ἡνίκα τὸν ἀντίθεον ἀπεσέμνυνε νοῦν τὰ παράσημα τῆς βασιλείας ἀναδοῦσα αὐτῷ, τὸν θρόνον, τὸ σκῆπτρον, τὸ διάδημα, δέκα πληγαῖς καὶ τιμωρίαις ὁ τῶν ὅλων ἐπίτροπος καὶ κηδεμὼν νουθετεῖ.
- 119.1
τὸν αὐτὸν δὲ τρόπον καὶ Ἀβραὰμ ὑπισχνεῖται τῷ σοφῷ οὔτε πλειόνων οὔτε ἐλαττόνων, ἀλλὰ αὐτὸ μόνον δέκα ἐθνῶν ἀπώλειαν καὶ παντελῆ φθορὰν ἐργάσεσθαι καὶ τὴν τῶν ἀναιρεθέντων χώραν δώσειν τοῖς ἐγγόνοις αὐτοῦ (Gen. 15,18—20), πανταχοῦ δεκάδι καὶ πρὸς ἔπαινον καὶ πρὸς ψόγον καὶ πρὸς τιμὴν καὶ πρὸς κόλασιν καταχρῆσθαι δικαιῶν.
- 120.1
καίτοι τί τούτων μεμνήμεθα; τὴν γὰρ ἱερὰν καὶ θείαν νομοθεσίαν δέκα τοῖς σύμπασι λόγοις Μωυσῆς ἀναγέγραφεν· οὗτοι δέ εἰσι θεσμοί, τῶν κατὰ μέρος ἀπείρων νόμων γενικὰ κεφάλαια, ῥίζαι καὶ ἀρχαὶ καὶ πηγαὶ ἀέναοι διαταγμάτων προστάξεις καὶ ἀπαγορεύσεις περιεχόντων ἐπ’ ὠφελείᾳ τῶν χρωμένων.
- 121.1
Εἰκότως οὖν μετὰ δεκαετίαν τῆς εἰς Χαναναίων γῆν ἀφίξεως ἡ πρὸς τὴν Ἄγαρ κοινωνία γίνεται· οὐ γὰρ εὐθὺς λογικοὶ γενόμενοι πλαδώσης ἔτι τῆς διανοίας ὀρεχθῆναι παιδείας τῆς ἐγκυκλίου δυνάμεθα, ἀλλ’ ἐπειδὰν σύνεσιν καὶ ἀγχίνοιαν κραταιωσάμενοι μηκέτι κούφῃ καὶ ἐπιπολαίῳ, ἀλλὰ βεβαίᾳ καὶ παγίᾳ γνώμῃ περὶ ἁπάντων χρώμεθα.
- 122.1
διὸ τἀκόλουθον προσυφαίνεται τὸ „εἰσῆλθε πρὸς Ἄγαρ“ (Gen. 16, 4)· ἦν γὰρ ἁρμόττον τῷ μανθάνοντι πρὸς ἐπιστήμην διδάσκαλον φοιτᾶν, ἵνα ἀναδιδαχθῇ τὰ προσήκοντα ἀνθρώπου φύσει παιδεύματα. νυνὶ μὲν ὁ γνώριμος εἰς διδασκάλου βαδίζων εἰσάγεται· προεκτρέχει δὲ πολλάκις ἐξοικίσασα φθόνον ἀφ’ ἑαυτῆς καὶ τοὺς ἔχοντας εὐφυῶς ἐπισπᾶται.
- 123.1
τὴν γοῦν ἀρετήν, Λείαν, ἔστιν ἰδεῖν προαπαντῶσαν καὶ λέγουσαν τῷ ἀσκητῇ· „πρὸς μὲ εἰσελεύσῃ σήμερον“ (Gen. 30,16), ἡνίκα ἐκεῖνος ἀγρόθεν ἐπανῄει. ποῦ γὰρ ὤφειλεν εἰςελθεῖν ὁ τῶν ἐπιστήμης σπερμάτων καὶ φυτῶν ἐπιμελητής, ὅτι μὴ πρὸς τὴν γεωργηθεῖσαν ἀρετήν;
- 124.1
ἔστι δ’ ὅτε καὶ ἀποπειρωμένη τῶν φοιτητῶν, ὡς ἔχουσι προθυμίας καὶ σπουδῆς, οὐχ ὑπαντᾷ μέν, ἐγκαλυψαμένη δὲ τὸ πρόσωπον ὥσπερ Θάμαρ ἐπὶ τριόδου καθέζεται, πόρνης δόξαν παρασχοῦσα τοῖς ὁδῷ βαδίζουσιν (Gen. 38, 14. 15), ἵνα οἱ περιέργως ἔχοντες ἀνακαλύψαντες ἀναφήνωσι καὶ καταθεάσωνται τὸ ἄψαυστον καὶ ἀμίαντον καὶ παρθένιον ὄντως αἰδοῦς καὶ σωφροσύνης ἐκπρεπέστατον κάλλος.
- 125.1
τίς οὖν ὁ ἐξεταστικὸς καὶ φιλομαθὴς καὶ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον τῶν ἐγκεκαλυμμένων πραγμάτων παραλιπεῖν ἀξιῶν ἐστιν, ὅτι μὴ ὁ ἀρχιστράτηγος καὶ βασιλεὺς καὶ ταῖς πρὸς θεὸν ὁμολογίαις ἐμμένων τε καὶ χαίρων, ὄνομα Ἰούδας; „ἐξέκλινε“ γάρ φησι „πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν· ἔασόν με εἰσελθεῖν πρὸς σέ“ (ibid. 16) — ἀλλ’ οὐκ ἔμελλε παραβιάζεσθαι — καὶ σκοπεῖν, τίς τε ἡ ἐγκεκαλυμμένη δύναμίς ἐστι καὶ ἐπὶ τί παρεσκεύασται.
- 126.1
μετὰ τοίνυν τὸ εἰσελθεῖν γέγραπται „καὶ συνέλαβε“ (ibid. 18) καὶ τὸ „τίς“ ῥητῶς οὐ μεμήνυται· συλλαμβάνει γὰρ καὶ συναρπάζει ἡ μὲν τέχνη τὸν μανθάνοντα ἐρωτικῶς ἔχειν ἀναπείθουσα ἑαυτῆς, ὁ δὲ μανθάνων τὴν διδάσκουσαν, ὁπότε φιλομαθὴς εἴη.
- 127.1
πολλάκις δέ τις τῶν μέσας ἐπιστήμας ὑφηγουμένων γνωρίμου τυχὼν εὐφυοῦς ηὔχησεν ἐπὶ τῇ διδασκαλίᾳ μόνος ὑπολαβὼν τῷ φοιτητῇ γεγονέναι τῆς εὐμαθίας αἴτιος, καὶ μετεωρίσας καὶ φυσήσας ἑαυτὸν ὑψαυχενεῖ καὶ τὰς ὀφρῦς εὖ μάλα ἀνασπάσας τετύφωται καὶ παρὰ τῶν βουλομένων συνδιατρίβειν πάμπολλα αἰτεῖ· οὓς δ’ ἂν αἴσθηται πένητας μέν, διψῶντας δὲ παιδείας, ἀποστρέφεται, ὥσπερ θησαυρόν τινα σοφίας μόνος ἀνευρηκώς.
- 128.1
τοῦτ’ ἐστὶ τὸ „ἐν γαστρὶ ἔχειν“, οἰδεῖν καὶ τετυφῶσθαι καὶ ὄγκον πλείονα τοῦ μετρίου περιβεβλῆσθαι, δι’ ὧν καὶ τὴν κυρίαν τῶν μέσων ἐπιστημῶν, ἀρετήν, ἔδοξάν τινες ἀτιμάζειν, ἐπίτιμον οὖσαν ἐξ ἑαυτῆς.
- 129.1
ὅσαι μὲν οὖν ψυχαὶ μετὰ φρονήσεως κυοφοροῦσι πραγμάτων τίκτουσιν ὅμως, τὰ συγκεχυμένα διακρίνουσαι καὶ διαστέλλουσαι, καθάπερ ἡ Ῥεβέκκα — λαβοῦσα γὰρ ἐν γαστρὶ τῶν διττῶν διανοίας ἐθνῶν ἐπιστήμην, ἀρετῆς τε καὶ κακίας, εὐτοκίᾳ χρωμένη τὴν ἑκατέρου φύσιν διαστέλλει τε καὶ διακρίνει (Gen. 25,23) —· ὅσαι δὲ ἄνευ φρονήσεως, ἢ ἀμβλίσκουσιν ἢ δύσεριν καὶ σοφιστὴν βάλλοντα καὶ τοξεύοντα (Gen. 21,20) ἢ βαλλόμενον καὶ τοξευόμενον ἀποκύουσι.
- 130.1
καὶ μήποτε εἰκότως· αἱ μὲν γὰρ λαμβάνειν, αἱ δὲ ἔχειν ἐν γαστρὶ οἴονται, παμμεγέθους οὔσης διαφορᾶς. αἱ μὲν γὰρ ἔχειν νομίζουσαι τὴν αἵρεσιν καὶ γένεσιν ἑαυταῖς ἐπιγράφουσαι σεμνομυθοῦσιν, αἱ δὲ λαμβάνειν ἀξιοῦσαι τὸ μὲν μηδὲν οἰκεῖον ἐξ ἑαυτῶν ἔχειν συνομολογοῦσι, τὰ δὲ σπέρματα καὶ τὰς γονὰς ἔξωθεν ἀρδομένας καταλαμβάνουσαι καὶ θαυμάζουσαι τὸν διδόντα κακὸν μέγιστον, φιλαυτίαν, ἀγαθῷ τελείῳ, θεοσεβείᾳ, διωθοῦνται.
- 131.1
τοῦτον τὸν τρόπον καὶ τὰ νομοθετικῆς τῆς παρὰ ἀνθρώποις κατεβλήθη σπέρματα· „ἦν γάρ τις“ φησίν „ἐκ τῆς φυλῆς Λευί, ὃς ἔλαβε τῶν θυγατέρων τῶν Λευί, καὶ ἔσχεν αὐτήν. καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν ἄρρεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ὂν ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς“ (Exod. 2, 1. 2).
- 132.1
οὗτός ἐστι Μωυσῆς, ὁ καθαρώτατος νοῦς, ὁ ἀστεῖος ὄντως, ὁ νομοθετικὴν ὁμοῦ καὶ προφητείαν ἐνθουσιώσῃ καὶ θεοφορήτῳ σοφίᾳ λαβών, ὃς γένος ὢν τῆς Λευιτικῆς φυλῆς καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρὸς ἀμφιθαλὴς τῆς ἀληθείας ἔχεται.
- 133.1
μέγιστον δὲ ἐπάγγελμα τοῦ γενάρχου τῆς φυλῆς ἐστι ταύτης· θαρρεῖ γὰρ λέγειν, ὅτι αὐτός μοι μόνος ἐστὶ θεὸς τιμητέος (Exod. 20, 3), ἄλλο δ’ οὐδὲν τῶν μετ’ αὐτόν, οὐ γῆ, οὐ θάλασσα, οὐ ποταμοί, οὐκ ἀέρος φύσις, οὐ πνευμάτων οὐχ ὡρῶν μεταβολαί, οὐ ζῴων οὐ φυτῶν ἰδέαι, οὐχ ἥλιος, οὐ σελήνη, οὐκ ἀστέρων πλῆθος ἐν τάξεσιν ἐναρμονίοις περιπολούντων, οὐχ ὁ σύμπας οὐρανός τε καὶ κόσμος.
- 134.1
μεγάλης καὶ ὑπερφυοῦς ψυχῆς τὸ αὔχημα, γένεσιν ὑπερκύπτειν καὶ τοὺς ὅρους αὐτῆς ὑπερβάλλειν καὶ μόνου τοῦ ἀγενήτου περιέχεσθαι κατὰ τὰς ἱερὰς ὑφηγήσεις, ἐν αἷς διείρηται „ἔχεσθαι αὐτοῦ“ (Deut. 30,20). τοιγάρτοι τοῖς ἐχομένοις καὶ ἀδιαστάτως θεραπεύουσιν ἀντιδίδωσι κλῆρον αὑτόν. ἐγγυᾶται δέ μου τὴν ὑπόσχεσιν λόγιον, ἐν ᾧ λέγεται· "κύριος αὐτὸς κλῆρος αὐτοῦ“ (Deut. 10,9).
- 135.1
οὕτως ἐν γαστρὶ λαμβάνουσαι μᾶλλον ἢ ἔχουσαι αἱ ψυχαὶ τίκτειν πεφύκασι. καθάπερ δ’ οἱ σώματος ὀφθαλμοὶ πολλάκις μὲν ἀμυδρῶς πολλάκις δὲ τηλαυγῶς ὁρῶσι, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς ψυχῆς ὄμμα τοτὲ μὲν ὑποσυγκεχυμένας καὶ ἀδήλους τοτὲ δὲ καθαρὰς καὶ τρανὰς δέχεται τὰς ἀπὸ τῶν πραγμάτων ἰδιότητας.
- 136.1
ἡ μὲν οὖν ἀσαφὴς καὶ ἀδηλουμένη προσβολὴ ἔοικε τῷ μήπω κατὰ γαστρὸς ἐμβρύῳ διατυπωθέντι, ἡ δὲ ἐναργὴς καὶ τρανὴ μάλιστα τῷ διαπεπλασμένῳ καὶ καθ’ ἕκαστον τῶν ἐντός τε καὶ ἐκτὸς μερῶν τετεχνιτευμένῳ καὶ τὴν ἁρμόττουσαν ἰδέαν ἀπειληφότι.
- 137.1
νόμος δὲ ἐπὶ τούτοις ἐγράφη πάνυ καλῶς καὶ συμφερόντως τεθεὶς οὗτος· „ἐὰν μαχομένων ἀνδρῶν δύο πατάξῃ τις γυναῖκα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθ’ ὅ τι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός, δώσει μετὰ ἀξιώματος· ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς“ (Exod. 21,22.23). οὐ γὰρ ἦν ὅμοιον, τέλειόν τε καὶ ἀτελὲς διανοίας ἔργον διαφθεῖραι, οὐδὲ εἰκαζόμενον καὶ καταλαμβανόμενον, οὐδὲ ἐλπιζόμενον καὶ ἤδη ὑπάρχον.
- 138.1
διὰ τοῦτο ὅπου μὲν ἐπιτίμιον ἄδηλον ἐπ’ ἀδήλῳ πράγματι, ὅπου δὲ ὡρισμένον ἐπὶ τελείῳ νομοθετεῖται, τελείῳ δὲ οὐχὶ τῷ πρὸς ἀρετήν, ἀλλὰ τῷ κατά τινα τέχνην τῶν ἀνεπιλήπτων γενομένῳ· κυοφορεῖ γὰρ αὐτὸ οὐχ ἡ λαβοῦσα, ἀλλ’ ἡ ἐν γαστρὶ ἔχουσα, οἴησιν πρὸ ἀτυφίας ἐπαγγελλομένη. καὶ γὰρ ἀμήχανον ἀμβλίσκειν τὴν ἐν γαστρὶ λαβοῦσαν, ἐπεὶ τὸ φυτὸν ὑπὸ τοῦ σπείραντος ἐμπρεπὲς τελεσφορεῖσθαι· τὴν δὲ ἔχουσαν οὐκ ἀνοίκειον, ἅτε νόσῳ χωρὶς ἰατροῦ κατεσχημένην.
- 139.1
Μὴ νομίσῃς δὲ τὴν Ἄγαρ λέγεσθαι ἑαυτὴν ὁρᾶν ἐν γαστρὶ ἔχουσαν διὰ τοῦ "ἰδοῦσα ὅτι ἐν γαστρὶ ἔχει“ (Gen. 16, 4), ἀλλὰ τὴν κυρίαν αὐτῆς Σάρραν. καὶ γὰρ ὕστερον αὕτη περὶ ἑαυτῆς φησιν· „ἰδοῦσα ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐνώπιον αὐτῆς“ (ibid. 5).
- 140.1
διὰ τί; ὅτι αἱ μέσαι τέχναι, καὶ εἰ τὰ καθ’ αὑτάς, ὧν εἰσιν ἐγκύμονες, ὁρῶσιν, ἀλλά τοι πάντως ἀμυδρῶς ὁρῶσιν, ἀλλ’ ἐπιστῆμαι τηλαυγῶς καὶ σφόδρα ἐναργῶς καταλαμβάνουσιν· ἐπιστήμη γὰρ πλέον ἐστὶ τέχνης, τὸ βέβαιον καὶ ἀμετάπτωτον ὑπὸ λόγου προσειληφυῖα.
- 141.1
τέχνης μὲν γὰρ ὅρος οὗτος· σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον, τοῦ εὐχρήστου διὰ τὰς κακοτεχνίας ὑγιῶς προστιθεμένου· ἐπιστήμης δέ· κατάληψις ἀσφαλὴς καὶ βέβαιος, ἀμετάπτωτος ὑπὸ λόγου.
- 142.1
μουσικὴν μὲν οὖν καὶ γραμματικὴν καὶ τὰς συγγενεῖς καλοῦμεν τέχνας — καὶ γὰρ οἱ ἀποτελούμενοι δι’ αὐτῶν τεχνῖται λέγονται μουσικοί τε καὶ γραμματικοί —, φιλοσοφίαν δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἐπιστήμας καὶ τοὺς ἔχοντας αὐτὰς ἐπιστήμονας· φρόνιμοι γάρ εἰσι καὶ σώφρονες καὶ φιλόσοφοι, ὧν οὐδὲ εἷς ἐν τοῖς τῆς διαπεπονημένης ἐπιστήμης σφάλλεται δόγμασι, καθάπερ οἱ προειρημένοι ἐν τοῖς τῶν μέσων τεχνῶν θεωρήμασιν.
- 143.1
ὥσπερ γὰρ ὀφθαλμοὶ μὲν ὁρῶσιν, ὁ δὲ νοῦς δι’ ὀφθαλμῶν τηλαυγέστερον, καὶ ἀκούει μὲν ὦτα, ὁ δὲ νοῦς δι’ ὤτων ἄμεινον, καὶ ὀσφραίνονται μὲν οἱ μυκτῆρες, ἡ δὲ ψυχὴ διὰ ῥινῶν ἐναργέστερον, καὶ αἱ ἄλλαι αἰσθήσεις τῶν καθ’ αὑτὰς ἀντιλαμβάνονται, καθαρώτερον δὲ καὶ εἱλικρινέστερον ἡ διάνοια — κυρίως γὰρ εἰπεῖν ἥδ’ ἐστὶν ὀφθαλμὸς μὲν ὀφθαλμῶν, ἀκοὴ δὲ ἀκοῆς καὶ ἑκάστης τῶν αἰσθήσεων αἴσθησις εἱλικρινεστέρα, χρωμένη μὲν ἐκείναις ὡς ἐν δικαστηρίῳ ὑπηρέτισι, δικάζουσα δ’ αὐτὴ τὰς φύσεις τῶν ὑποκειμένων, ὡς τοῖς μὲν συναινεῖν, τὰ δὲ ἀποστρέφεσθαι —, οὕτως αἱ μὲν λεγόμεναι μέσαι τέχναι ταῖς κατὰ τὸ σῶμα δυνάμεσιν ἐοικυῖαι τοῖς θεωρήμασιν ἐντυγχάνουσι κατά τινας ἁπλᾶς ἐπιβολάς, ἀκριβέστερον δὲ ἐπιστῆμαι καὶ σὺν ἐξετάσει περιττῇ.
- 144.1
ὃ γὰρ νοῦς πρὸς αἴσθησιν, τοῦτ’ ἐπιστήμη πρὸς τέχνην ἐστί· καθάπερ γὰρ αἴσθησίς τις αἰσθήσεων, ὡς ἐλέχθη πρότερον, ἐστὶν ἡ ψυχή * * * ἐκείνων μὲν οὖν ἑκάστη μικρὰ ἄττα τῶν ἐν τῇ φύσει παρεσπάσατο, περὶ ἃ πονεῖται καὶ πραγματεύεται, γραμμὰς μὲν γεωμετρία, φθόγγους δὲ μουσική, φιλοσοφία δὲ πᾶσαν τὴν τῶν ὄντων φύσιν· ὕλη γάρ ἐστιν αὐτῆς ὅδε ὁ κόσμος καὶ πᾶσα ἡ τῶν ὄντων ὁρατή τε καὶ ἀόρατος οὐσία.
- 145.1
τί οὖν θαυμαστόν, εἰ ἡ τὰ ὅλα καθορῶσα θεᾶται καὶ τὰ μέρη, καὶ ἄμεινον ἐκείνων, ἅτε ὀφθαλμοῖς μείζοσι καὶ ὀξυδερκεστέροις ἐνομματωθεῖσα; εἰκότως οὖν ἡ κυρία φιλοσοφία τὴν μέσην παιδείαν, τὴν θεραπαινίδα αὐτῆς, ἐγκύμονα θεάσεται μᾶλλον ἢ ἑαυτὴν ἐκείνη.
- 146.1
καίτοι γ’ οὐδὲ τοῦτό τις ἀγνοεῖ, ὅτι πάσαις ταῖς κατὰ μέρος τὰς ἀρχὰς καὶ τὰ σπέρματα, ἐξ ὧν ἀναβλαστεῖν ἔδοξε τὰ θεωρήματα, φιλοσοφία δεδώρηται. ἰσόπλευρα γὰρ καὶ σκαληνὰ κύκλους τε καὶ πολυγώνια καὶ τὰ ἄλλα σχήματα γεωμετρία προσεξεῦρε, σημείου δὲ καὶ γραμμῆς καὶ ἐπιφανείας καὶ στερεοῦ φύσιν, ἃ δὴ ῥίζαι καὶ θεμέλιοι τῶν λεχθέντων εἰσίν, οὐκέτι γεωμετρία.
- 147.1
πόθεν γὰρ αὐτῇ λέγειν ὁριζομένῃ, ὅτι σημεῖον μέν ἐστιν οὗ μέρος οὐδέν, γραμμὴ δὲ μῆκος ἀπλατές, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, στερεὸν δὲ ὃ τὰς τρεῖς ἔχει διαστάσεις, μῆκος, πλάτος, βάθος; ταῦτα γὰρ ἀνάκειται φιλοσοφίᾳ καὶ ἡ περὶ ὅρων πραγματεία πᾶσα τῷ φιλοσόφῳ.
- 148.1
τό γε μὴν γράφειν καὶ ἀναγινώσκειν γραμματικῆς τῆς ἀτελεστέρας ἐπάγγελμα, ἣν παρατρέποντές τινες γραμματιστικὴν καλοῦσι, τῆς δὲ τελειοτέρας ἀνάπτυξις τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν. ἐπειδὰν οὖν περὶ τῶν τοῦ λόγου διεξέρχωνται μερῶν, τότε οὐ τὰ φιλοσοφίας εὑρήματα παρασπῶνταί τε καὶ παρεργολαβοῦσι;
- 149.1
ταύτης γὰρ ἴδιον ἐξετάζειν, τί σύνδεσμος, τί ὄνομα, τί ῥῆμα, τί κοινὸν ὄνομα, τί ἴδιον, τί ἐλλιπὲς ἐν λόγῳ, τί πλῆρες, τί ἀποφαντόν, τί ἐρώτημα, τί πύσμα, τί περιεκτικόν, τί εὐκτικόν, τί ἀρατικόν· τὰς γὰρ περὶ αὐτοτελῶν καὶ ἀξιωμάτων καὶ κατηγορημάτων πραγματείας ἥδ’ ἐστὶν ἡ συνθεῖσα.
- 150.1
ἡμίφωνον δὲ ἢ φωνῆεν ἢ παντελῶς ἄφωνον στοιχεῖον ἰδεῖν, καὶ πῶς ἕκαστον τούτων εἴωθε λέγεσθαι, καὶ πᾶσα ἡ περὶ φωνῆς καὶ στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ἰδέα οὐ φιλοσοφίᾳ πεπόνηται καὶ κατήνυσται; βραχείας δ’ ὥσπερ ἀπὸ χειμάρρου σπάσαντες λιβάδας καὶ βραχυτέραις ταῖς ἑαυτῶν ψυχαῖς ἐναποθλίψαντες τὸ κλαπὲν οἱ φῶρες οὐκ ἐρυθριῶσι προφέροντες ὡς ἴδιον.
- 151.1
Οὗ χάριν φρυαττόμενοι τῆς κυρίας, ᾗ τὸ κῦρος ὄντως καὶ ἡ τῶν θεωρουμένων ἀνάκειται βεβαίωσις, ἀλογοῦσι. συναισθομένη δὲ αὕτη τῆς ὀλιγωρίας τούτων ἐλέγξει καὶ μετὰ παρρησίας φήσει· ἀδικοῦμαι καὶ παρασπονδοῦμαι τό γε ἐφ’ ὑμῖν ὁμολογίας παραβαίνουσιν.
- 152.1
ἀφ’ οὗ γὰρ ἐνεκολπίσασθε τὰ προπαιδεύματα, τῆς ἐμῆς θεραπαινίδος τὰ ἔγγονα, τὴν μὲν ὡς γαμετὴν ἐξετιμήσατε, ἐμὲ δὲ οὕτως ἀπεστράφητε, ὡς μηδὲ πώποτε ἐς ταὐτὸν ἐλθόντες. ἀλλ’ ἴσως ἐγὼ μὲν ταῦτα περὶ ὑμῶν ὑπείληφα, ἐκ τῆς φανερᾶς πρὸς τὴν οἰκέτιν ὁμιλίας τὴν ἄδηλον πρὸς ἐμὲ αὐτὴν ἀλλοτρίωσιν τεκμαιρομένη· εἰ δ’ ὑμεῖς ἐναντίως ἢ ὡς ὑπείληφα διάκεισθε, γνῶναι μὲν ἀμήχανον ἑτέρῳ, ῥᾴδιον δὲ μόνῳ θεῷ.
- 153.1
διόπερ οἰκείως ἐρεῖ· „κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ“ (Gen. 16,5), οὐ προκατεγνωκυῖα ὡς ἠδικηκότος, ἀλλ’ ἐνδοιάζουσα ὡς τάχ’ ἂν ἴσως καὶ κατορθοῦντος· ὅπερ ἀψευδῶς οὐκ εἰς μακρὰν ἀναφαίνεται δι’ ὧν ἀπολογούμενος καὶ τὸν ἐνδοιασμὸν αὐτῆς ἐξιώμενός φησιν· „ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ“ (Gen. 16,6).
- 154.1
καὶ γὰρ ὁ παιδίσκην εἰπὼν ἀμφότερα ὁμολογεῖ, τό τε δούλην καὶ τὸ νηπίαν εἶναι — τὸ γὰρ τῆς παιδίσκης ὄνομα ἑκατέρῳ τούτων ἐφαρμόζει —, συνομολογεῖ δὲ πάντως εὐθὺς καὶ τἀναντία, τῇ μὲν νηπίᾳ τὴν τελείαν, τῇ δὲ δούλῃ τὴν κυρίαν, μονονοὺ βοῶν ἄντικρυς, ὅτι τὴν μὲν ἐγκύκλιον παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς θεραπαινίδα ἀσπάζομαι, τὴν δὲ ἐπιστήμην καὶ φρόνησιν ὡς τελείαν καὶ δέσποιναν ἐκτετίμηκα.
- 155.1
τὸ δὲ "ἐν ταῖς χερσί σου“ δηλοῖ μὲν τὸ ὑποχείριός ἐστί σοι. σημαίνει δὲ καὶ τοιοῦτον ἕτερον· τὰ μὲν τῆς δούλης εἰς χεῖρας ἀφικνεῖται σώματος — σωματικῶν γὰρ ὀργάνων καὶ δυνάμεων τὰ ἐγκύκλια χρεῖα —, τὰ δὲ τῆς κυρίας εἰς ψυχὴν ἔρχεται· λογισμοῖς γὰρ τὰ κατά τε φρόνησιν καὶ ἐπιστήμην ἀνατίθεται.
- 156.1
ὥσθ’ ὅσῳ δυνατώτερον καὶ δραστικώτερον καὶ τοῖς ὅλοις κρεῖττον διάνοια χειρός ἐστι, τοσούτῳ τῆς ἐγκυκλίου μουσικῆς ἐπιστήμην καὶ φρόνησιν θαυμασιωτέραν εἶναι νενόμικα καὶ διαφερόντως ἐκτετίμηκα. λαβοῦσα οὖν, ὦ καὶ ὑπάρχουσα καὶ πρὸς ἐμοῦ νομιζομένη κυρία, τὴν ἐμὴν ἅπασαν παιδείαν ὡς θεραπαινίδι χρῶ, „ὡς εὐάρεστόν σοι.“
- 157.1
τὸ δὲ σοὶ εὐάρεστον οὐκ ἀγνοῶ ὅτι πάντως ἐστὶν ἀγαθόν, εἰ καὶ μὴ προσηνές, καὶ ὠφέλιμον, εἰ καὶ μακρὰν τοῦ ἡδέος ἀφέστηκεν. ἀγαθὸν δὲ καὶ ὠφέλιμον τοῖς ἐλέγχου δεομένοις νουθεσία, ὃ ἑτέρῳ ὀνόματι κάκωσιν ὁ ἱερὸς μηνύει λόγος.
- 158.1
Διόπερ ἐπιφέρει· „καὶ ἐκάκωσεν αὐτὴν“ (Gen. 16, 6), ἴσον τῷ ἐνουθέτησε καὶ ἐσωφρόνισε. λυσιτελὲς γὰρ σφόδρα τοῖς ἐν ἀδείᾳ καὶ ἐκεχειρίᾳ, καθάπερ ἵπποις ἀφηνιασταῖς, ὀξὺ κέντρον, ἐπεὶ μάστιγι μόλις καὶ ἀγωγῇ δαμασθῆναι καὶ τιθασευθῆναι δύνανται.
- 159.1
ἢ τὰ προκείμενα ἆθλα οὐχ ὁρᾷς τοῖς ἀνεπιπλήκτοις; λιπῶσιν, εὐρύνονται, πιαίνονται, λαμπρὸν πνέουσιν· εἶτα αἴρονται τὰ ἀσεβείας, οἱ πανάθλιοι καὶ βαρυδαίμονες, οἰκτρὰ βραβεῖα, ἐπ’ ἀθεότητι κηρυττόμενοι καὶ στεφανούμενοι. διὰ γὰρ τὴν λείως ῥέουσαν εὐτυχίαν ὑπέλαβον ἑαυτοὺς εἶναι τοὺς ὑπαργύρους καὶ ὑποχρύσους θεούς, νομίσματος κεκιβδηλευμένου τὸν τρόπον, τοῦ ἀληθινοῦ καὶ ὄντως ὄντος ἐκλαθόμενοι.
- 160.1
μαρτυρεῖ δὲ καὶ Μωυσῆς ἐν οἷς φησιν· „ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν“ (Deut. 32,15)· ὥστε εἰ ἡ ἐπὶ πλέον ἄνεσις τὸ μέγιστον κακόν, ἀσέβειαν, ὠδίνει, τοὐναντίον ἡ μετὰ νόμου κάκωσις ἀγαθὸν τέλειον ἀποτίκτει, τὴν ἀοίδιμον νουθεσίαν.
- 161.1
ἐνθένδε ὁρμηθεὶς καὶ τῆς πρώτης ἑορτῆς τὸ σύμβολον „ἄρτον κακώσεως“ εἶπε (Deut. 16,3), τὰ ἄζυμα. καίτοι τίς οὐκ οἶδεν, ὅτι ἑορταὶ καὶ θαλίαι περιποιοῦσιν ἱλαρὰς εὐφροσύνας καὶ εὐθυμίας, οὐ κακώσεις;
- 162.1
ἀλλὰ δῆλον, ὡς ὀνόματι κατακέχρηται πόνου, τοῦ σωφρονιστοῦ. τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἀγαθῶν ἀσκητικαῖς ἀθλήσεσι καὶ ἡβῶσι πόνοις εἴωθε περιγίνεσθαι· ψυχῆς δὲ ἑορτὴ ζῆλος ὁ τῶν ἀρίστων καὶ τελεσφορούμενος πόνος. οὗ χάριν διείρηται καὶ „ἐπὶ πικρίδων τὰ ἄζυμα ἐσθίειν“ (Exod. 12,8) οὐχ ὡς προσεψήματος, ἀλλ’ ἐπειδὴ τὸ μὴ οἰδεῖν καὶ ἀναζεῖν ταῖς ἐπιθυμίαις, ἐστάλθαι δὲ καὶ συνῆχθαι πρὸς ἀηδίας οἱ πολλοὶ τίθενται, πικρὸν ἡγούμενοι τὸ ἀπομαθεῖν τὸ πάθος, ὅπερ ἐστὶν
- 163.1
εὐφροσύνη καὶ ἑορτὴ διανοίᾳ φιλάθλῳ. ταύτης ἕνεκά μοι δοκεῖ τῆς αἰτίας ἐν χωρίῳ, ὃ κέκληται πικρία, τὰ νόμιμα ἀναδιδαχθῆναι· ἡδὺ μὲν γὰρ τὸ ἀδικεῖν, ἐπίπονον δὲ τὸ δικαιοπραγεῖν· τοῦτο δέ ἐστιν ὁ ἀψευδέστατος νόμος. ἐξελθόντες, γάρ φησιν, ἐκ τῶν Αἰγυπτιακῶν παθῶν „ἦλθον εἰς Μερρά, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μερρῶν· πικρὸν γὰρ ἦν. διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία. καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ Μωυσῆ λέγοντες· τί πιόμεθα; ἐβόησε δὲ Μωυσῆς πρὸς κύριον, καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις, κἀκεῖ αὐτὸν ἐπείραζεν“ (Exod. 15,23—25).
- 164.1
ἡ γὰρ ἄδηλος ἀπόπειρα καὶ δοκιμασία τῆς ψυχῆς ἐστιν ἐν τῷ πονεῖν καὶ πικραίνεσθαι· ὅπῃ γὰρ ταλαντεύσει, χαλεπὸν διαγνῶναι. οἱ μὲν γὰρ προκαμόντες ἀνέπεσον, βαρὺν ἀντίπαλον ἡγησάμενοι τὸν πόνον, καὶ τὰς χεῖρας ὑπ’ ἀσθενείας ὥσπερ ἀπειρηκότες ἀθληταὶ καθῆκαν, παλινδρομεῖν εἰς Αἴγυπτον ἐπὶ τὴν ἀπόλαυσιν τοῦ πάθους ἐγνωκότες.
- 165.1
οἱ δὲ τὰ φοβερὰ καὶ δεινὰ τῆς ἐρήμης πάνυ τλητικῶς καὶ ἐρρωμένως ἀναδεχόμενοι τὸν ἀγῶνα τοῦ βίου διήθλησαν ἀδιάφθορον καὶ ἀήττητον φυλάξαντες καὶ τῶν τῆς φύσεως ἀναγκαίων κατεξαναστάντες, ὡς πεῖναν, δίψος [ῥῖγος], κρύος, θάλπος, ὅσα τοὺς ἄλλους εἴωθε δουλοῦσθαι, κατὰ πολλὴν ἰσχύος περιουσίαν ὑπάγεσθαι.
- 166.1
αἴτιον δὲ ἐγένετο οὐ ψιλὸς ὁ πόνος, ἀλλὰ σὺν τῷ γλυκανθῆναι· λέγει γάρ· „ἐγλυκάνθη τὸ ὕδωρ,“ γλυκὺς δὲ καὶ ἡδὺς πόνος ἑτέρῳ ὀνόματι φιλοπονία καλεῖται. τὸ γὰρ ἐν πόνῳ γλυκὺ ἔρως ἐστὶ καὶ πόθος καὶ ζῆλος καὶ φιλία τοῦ καλοῦ.
- 167.1
μηδεὶς οὖν τὴν τοιαύτην κάκωσιν ἀποστρεφέσθω, μηδ’ „ἄρτον κακώσεως“ νομισάτω ποτὲ λέγεσθαι τὴν ἑορτῆς καὶ εὐφροσύνης τράπεζαν ἐπὶ βλάβῃ μᾶλλον ἢ ὠφελείᾳ· τρέφεται γὰρ τοῖς παιδείας δόγμασιν ἡ νουθετουμένη ψυχή.
- 168.1
τὸ ἄζυμον πέμμα τοῦτο οὕτως ἐστὶν ἱερόν, ὥστε χρησμοῖς προστέτακται δώδεκα ἄρτους ἀζύμους ταῖς φυλαῖς ἰσαρίθμους προτιθέναι ἐπὶ τῆς ἐν τοῖς ἀδύτοις χρυσῆς τραπέζης (Exod. 25, 29), καὶ καλοῦνται προθέσεως.
- 169.1
καὶ νόμῳ δὲ ἀπείρηται πᾶσαν ζύμην καὶ πᾶν μέλι προσφέρειν τῷ βωμῷ (Lev. 2,11)· χαλεπὸν γὰρ ἢ τὰς γλυκύτητας τῶν κατὰ τὸ σῶμα ἡδονῶν ἢ τὰς τῆς ψυχῆς ἀραιὰς καὶ χαύνους ἐπάρσεις καθιεροῦν ὡς ἅγια, τὰ φύσει βέβηλα καὶ ἀνίερα ἐξ αὑτῶν.
- 170.1
ἆρ’ οὖν οὐκ εἰκότως ἐπισεμνυνόμενος ὁ προφήτης λόγος, ὄνομα Μωυσῆς, ἐρεῖ· „μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέ σε κύριος ὁ θεὸς ἐν ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν καρδίᾳ σου, εἰ φυλάξεις ἐντολὰς αὐτοῦ ἢ οὔ· καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ“ (Deut. 8,2. 3) ;
- 171.1
τίς οὖν οὕτως ἀνόσιός ἐστιν, ὡς ὑπολαβεῖν κακωτὴν τὸν θεὸν καὶ λιμόν, οἴκτιστον ὄλεθρον, ἐπάγοντα τοῖς ἄνευ τροφῆς ζῆν μὴ δυναμένοις; ἀγαθὸς γὰρ καὶ ἀγαθῶν αἴτιος, εὐεργέτης, σωτήρ, τροφεύς, πλουτοφόρος, μεγαλόδωρος, κακίαν ὅρων ἱερῶν ἀπεληλακώς· οὕτω γὰρ τὰ γῆς ἄχθη, τόν τε Ἀδὰμ καὶ Κάιν, ἐφυγάδευσεν ἐκ τοῦ παραδείσου. μὴ παραγώμεθα οὖν ταῖς φωναῖς,
- 172.1
ἀλλὰ τὰ δι’ ὑπονοιῶν σημαινόμενα σκοπῶμεν καὶ λέγωμεν, ὅτι τὸ μὲν „ἐκάκωσε“ ἴσον ἐστὶ τῷ ἐπαίδευσε καὶ ἐνουθέτησε καὶ ἐσωφρόνισε, τὸ δὲ „λιμῷ παρέβαλεν“ οὐ σιτίων καὶ ποτῶν εἰργάσατο ἔνδειαν, ἀλλ’ ἡδονῶν καὶ ἐπιθυμιῶν φόβων τε καὶ λύπης καὶ ἀδικημάτων καὶ συνόλως ἁπάντων ὅσα ἢ κακιῶν ἐστιν ἢ παθῶν ἔργα.
- 173.1
μαρτυρεῖ δὲ τὸ ἐπιλεγόμενον ἑξῆς· „ἐψώμισέ σε τὸ μάννα.“ ἆρά γε τὸν τὴν ἄπονον καὶ ἀταλαίπωρον τροφὴν δίχα σπουδῆς τῶν ἀνθρώπων οὐκ ἐκ γῆς, ὡς ἔθος, ἀναδοθεῖσαν, ἀπ’ οὐρανοῦ δέ, τεράστιον ἔργον, ἐπ’ εὐεργεσίᾳ τῶν χρησομένων παρασχόμενον ἄξιον λέγειν λιμοῦ καὶ κακώσεως ἢ τοὐναντίον εὐθηνίας καὶ εὐετηρίας ἀδείας τε καὶ εὐνομίας αἴτιον;
- 174.1
ἀλλ’ οἱ πολλοὶ καὶ ἀγελαῖοι νομίζουσι τοὺς λόγοις θείοις τρεφομένους ἀθλίως καὶ ταλαιπώρως ζῆν — ἄγευστοι γάρ εἰσι τοῦ παντρόφου γεύματος σοφίας —, οἱ δ’ ἐν ταῖς εὐπαθείαις καὶ εὐφροσύναις λελήθασι διάγοντες.
- 175.1
οὕτω τοίνυν ἡ ποιὰ κάκωσις ὠφέλιμόν ἐστιν, ὥστε καὶ τὸ ταπεινότατον αὐτῆς, ἡ δουλεία, μέγα ἀγαθὸν νενόμισται. καὶ ταύτην ηὔξατό τις ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς πατὴρ υἱῷ, τῷ ἄφρονι Ἠσαῦ ὁ ἄριστος Ἰσαάκ.
- 176.1
εἶπε γάρ που· „ἐπὶ μαχαίρᾳ σου ζήσεις, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις“ (Gen. 27,40), λυσιτελέστατον κρίνων τῷ πόλεμον ἀντ’ εἰρήνης αἱρουμένῳ καὶ ὥσπερ ἐν μάχαις ὁπλοφοροῦντι διὰ τὴν ἐν τῇ ψυχῇ στάσιν καὶ ταραχὴν ὑπηκόῳ γενέσθαι καὶ δουλεῦσαι καὶ ἐπιτάγμασιν, ἅττ’ ἂν ὁ σωφροσύνης ἐραστὴς ἐπικελεύσῃ, πᾶσι πειθαρχεῖν.
- 177.1
ἐνθένδε μοι δοκεῖ τις τῶν φοιτητῶν Μωυσέως, ὄνομα εἰρηνικός, ὃς πατρίῳ γλώττῃ Σαλομὼν καλεῖται, φάναι· „παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, καὶ μὴ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος ἐλέγχει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται“ (Prov. 3,11.12). οὕτως ἄρα ἡ ἐπίπληξις καὶ νουθεσία καλὸν νενόμισται, ὥστε δι’ αὐτῆς ἡ πρὸς θεὸν ὁμολογία συγγένεια γίνεται. τί γὰρ οἰκειότερον υἱῷ πατρὸς ἢ υἱοῦ πατρί;
- 178.1
ἀλλ’ ἵνα μὴ λόγον ἐκ λόγου συνείροντες μηκύνειν δοκῶμεν, ἐναργεστάτην δίχα τῶν εἰρημένων πίστιν παρεξόμεθα τοῦ τὴν ποιὰν κάκωσιν ἀρετῆς ἔργον εἶναι· νόμος γάρ ἐστι τοιοῦτος· „πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε· ἐὰν δὲ κακίᾳ κακώσητε αὐτούς“ (Exod. 22,22). τί λέγει; ἆρ’ ὑπό τινος ἔστιν ἄλλου κακοῦσθαι; εἰ γὰρ κακίας ἔργα μόνης αἱ κακώσεις, περιττὸν τὸ ὁμολογούμενον γράφειν, ὃ καὶ δίχα προσθήκης ἀνομολογηθήσεται.
- 179.1
φήσει δὲ πάντως· οἶδα καὶ ὑπὸ ἀρετῆς ἐλεγχόμενον καὶ ὑπὸ φρονήσεως παιδευόμενον. διόπερ οὐ πᾶσαν κάκωσιν ἐν αἰτίᾳ τίθεμαι, ἀλλὰ τὴν μὲν δικαιοσύνης καὶ νομοθετικῆς ἔργον οὖσαν — ἐπιπλήξει γὰρ σωφρονίζει — μάλιστα θαυμάζω, τὴν δὲ ἀφροσύνης καὶ κακίας, βλαβερὰν ὑπάρχουσαν, ἀποστρέφομαι καὶ κακίζω δεόντως.
- 180.1
ὅταν οὖν τὴν Ἄγαρ κακουμένην ὑπὸ Σάρρας ἀκούσῃς, μηδὲν τῶν ἐν ταῖς γυναικείαις ζηλοτυπίαις εἰωθότων γίνεσθαι ὑπονοήσῃς· οὐ γὰρ περὶ γυναικῶν ἐστιν ὁ λόγος, ἀλλὰ διανοιῶν, τῆς μὲν γυμναζομένης ἐν τοῖς προπαιδεύμασι, τῆς δὲ τοὺς ἀρετῆς ἄθλους διαθλούσης.
← Previous — showing 101–180 of 180
First Thousand Years of Greek. CTS URN tlg0018.tlg016.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.