De migratione Abrahami
- 101.1
ἀμείνονι βίου διεξόδῳ χρησόμεθα παγκάλως. διὰ τοῦτο καὶ ὁ αὐτομαθὴς Ἰσαὰκ εὔχεται τῷ σοφίας ἐραστῇ καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ λαβεῖν ἀγαθά· φησὶ γάρ· „δώῃ σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς“ (Gen. 27,28), ἴσον τῷ πρότερον μὲν συνεχῆ σοι τὸν νοητὸν καὶ οὐράνιον ὑετὸν ἄρδοι, μὴ λάβρως ὡς ἐπικλύσαι, ἀλλ’ ἠρέμα καὶ πρᾴως καθάπερ δρόσον ὡς ὀνῆσαι· δεύτερον δὲ τὸν αἰσθητὸν καὶ γήινον πλοῦτον χαρίσαιτο λιπαρὸν καὶ πίονα, τὴν ἐναντίαν πενίαν ψυχῆς τε καὶ τῶν αὐτῆς μερῶν ἀφαυάνας.
- 102.1
ἐὰν μέντοι καὶ τὸν ἀρχιερέα λόγον ἐξετάζῃς, εὑρήσεις συνῳδὰ φρονοῦντα καὶ τὴν ἱερὰν ἐσθῆτα αὐτῷ πεποικιλμένην ἔκ τε νοητῶν καὶ αἰσθητῶν δυνάμεων· ἧς τὰ μὲν ἄλλα μακροτέρων ἢ κατὰ τὸν παρόντα καιρὸν δεῖται λόγων καὶ ὑπερθετέον, τὰ δὲ πρὸς τοῖς πέρασιν ἐξετάσωμεν, κεφαλῇ τε καὶ βάσεσιν.
- 103.1
οὐκοῦν ἐπὶ μὲν τῆς κεφαλῆς ἐστι „πέταλον χρυσοῦν καθαρόν, ἔχον ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ“ (Exod. 28,32), ἐπὶ δὲ τοῖς ποσὶν ἐπὶ τοῦ τέλους τοῦ ὑποδύτου κώδωνες καὶ ἄνθινα (Exod. 28, 29. 30). ἀλλ’ ἐκείνη μὲν ἡ σφραγὶς ἰδέα ἐστὶν ἰδεῶν, καθ’ ἣν ὁ θεὸς ἐτύπωσε τὸν κόσμον, ἀσώματος δήπου καὶ νοητή, τὰ δ’ ἄνθινα καὶ οἱ κώδωνες αἰσθητῶν ποιοτήτων σύμβολα, ὧν ὅρασις καὶ ἀκοὴ τὰ κριτήρια.
- 104.1
ἄγαν δ’ ἐξητασμένως ἐπιφέρει ὅτι „ἔσται ἀκουστὴ φωνὴ αὐτοῦ εἰσόντος εἰς τὰ ἅγια“ (Exod. 28,31), ἵνα πρὸς τὰ νοητὰ καὶ θεῖα καὶ ὄντως ἅγια εἰσιούσης τῆς ψυχῆς καὶ αἱ αἰσθήσεις ὠφελούμεναι κατ’ ἀρετὴν συνηχῶσι καὶ ὅλον τὸ σύστημα ἡμῶν, ὥσπερ ἐμμελὴς καὶ πολυάνθρωπος χορός, ἐκ διαφερόντων φθόγγων ἀνακεκραμένων ἓν μέλος ἐναρμόνιον συνᾴδῃ, τὰ μὲν ἐνδόσιμα τῶν νοημάτων ἐμπνεόντων — ἡγεμόνες γὰρ τοῦ χοροῦ τούτου τὰ νοητά —, τὰ δ’ ἑπόμενα τῶν αἰσθητῶν συναναμελπόντων, ἃ τοῖς κατὰ μέρος χορευταῖς ἀπεικάζεται.
- 105.1
συνόλως γάρ, ᾗ φησιν ὁ νόμος, „τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν“ (Exod. 21, 10), τὰ τρία ταῦτα, ἀφαιρεῖσθαι τὴν ψυχὴν οὐκ ἔδει, ἀλλ’ ἕκαστον αὐτῶν βεβαίως προσνέμειν. τὰ μὲν οὖν δέοντα τὰ νοητά ἐστιν ἀγαθά, ἃ δεῖ καὶ ἃ χρὴ γενέσθαι λόγῳ φύσεως, ὁ δὲ ἱματισμὸς τὰ περὶ τὸν φαινόμενον τοῦ βίου κόσμον, ἡ δ’ ὁμιλία ἡ καθ’ ἑκάτερον τῶν εἰρημένων εἰδῶν συνέχεια καὶ μελέτη, ἵν’ οἷα τὰ ἀφανῆ νοητὰ τοιαῦτα καὶ τὰ αἰσθητὰ φαίνηται.
- 106.1
Πέμπτη τοίνυν ἐστὶ δωρεὰ ἡ κατὰ ψιλὸν μόνον τὸ εἶναι συνισταμένη· λέλεκται δὲ ἐπὶ ταῖς προτέραις, οὐχ ὡς εὐτελεστέρα ἐκείνων, ἀλλ’ ὡς ὑπερκύπτουσα καὶ ὑπερβάλλουσα πάσας. τί γὰρ ἂν εἴη τοῦ πεφυκέναι καὶ ἀψευδῶς καὶ ἀπλάστως ἀγαθὸν εἶναι καὶ εὐλογίας ἐπάξιον τελεώτερον;
- 107.1
„ἔσῃ“ γάρ φησιν „εὐλογητός“ (Gen. 12,2), οὐ μόνον εὐλογημένος· τὸ μὲν γὰρ ταῖς τῶν πολλῶν δόξαις τε καὶ φήμαις παραριθμεῖται, τὸ δὲ τῷ πρὸς ἀλήθειαν εὐλογητῷ.
- 108.1
ὥσπερ γὰρ τὸ ἐπαινετὸν εἶναι τοῦ ἐπαινεῖσθαι διαφέρει κατὰ τὸ κρεῖττον καὶ τὸ ψεκτὸν εἶναι τοῦ ψέγεσθαι κατὰ τὸ χεῖρον — τὰ μὲν γὰρ τῷ πεφυκέναι, τὰ δὲ τῷ νομίζεσθαι λέγεται μόνον, φύσις δὲ ἡ ἀψευδὴς δοκήσεως ἐχυρώτερον —, οὕτως καὶ τοῦ εὐλογεῖσθαι πρὸς ἀνθρώπων, ὅπερ ἦν εἰς εὐλογίαν ἄγεσθαι δοξαζόμενον, τὸ πεφυκέναι εὐλογίας ἄξιον, κἂν πάντες ἡσυχάζωσι, κρεῖττον, ὅπερ εὐλογητὸν ἐν τοῖς χρησμοῖς ᾄδεται.
- 109.1
Ταῦτα μὲν τὰ ἆθλα τῷ γενησομένῳ δωρεῖται σοφῷ· ἃ δὲ καὶ τοῖς ἄλλοις ἀπονέμει διὰ τὸν σοφόν, ἑξῆς ἴδωμεν· „εὐλογήσω“ φησί „τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι“ (Gen. 12, 3).
- 110.1
τὸ μὲν οὖν ἐπὶ τιμῇ τοῦ σπουδαίου καὶ ταῦτα γίνεσθαι παντί τῳ δῆλον, λέγεται δ’ οὐ δι’ ἐκεῖνο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐν τοῖς πράγμασιν εὐάρμοστον ἀκολουθίαν· τὸν γὰρ ἀγαθὸν καὶ ὁ ἐπαινῶν ἐγκωμιαστὸς καὶ ὁ ψέγων ἔμπαλιν ψεκτός. ἔπαινον δὲ καὶ ψόγον οὐχ οὕτως ἡ τῶν λεγόντων καὶ γραφόντων πιστοῦται δύναμις, ὡς ἡ τῶν γινομένων ἀλήθεια· ὥστ’ οὔτε ἐπαινεῖν οὔτε ψέγειν ἂν δοκοῖεν, ὅσοι τι ψεῦδος ἐν ἑκατέρῳ παραλαμβάνουσιν εἴδει.
- 111.1
τοὺς κόλακας οὐχ ὁρᾷς, οἳ μεθ’ ἡμέραν καὶ νύκτωρ ἀποκναίουσι τῶν κολακευομένων τὰ ὦτα θρύπτοντες, οὐκ ἐπινεύοντες ἐφ’ ἑκάστῳ τῶν λεγομένων αὐτὸ μόνον ἀλλὰ καὶ ῥήσεις μακρὰς συνείροντες καὶ ῥαψῳδοῦντες καὶ εὐχόμενοι μὲν τῇ
- 112.1
φωνῇ πολλάκις, ἀεὶ δὲ τῇ διανοίᾳ καταρώμενοι; τί οὖν ἄν τις εὖ φρονῶν εἴποι; ἆρ’ οὐχ ὥσπερ ἐχθροὺς μᾶλλον ἢ φίλους τοὺς λέγοντας ὄντας καὶ ψέγειν μᾶλλον ἢ ἐπαινεῖν, κἂν δράματα ὅλα συντιθέντες ἐγκωμίων ἐπᾴδωσι;
- 113.1
τοιγαροῦν ὁ μάταιος Βαλαὰμ ὕμνους μὲν εἰς τὸν θεὸν ὑπερβάλλοντας ᾄδων, ἐν οἷς καὶ τὸ „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23, 19), ᾀσμάτων τὸ ἱεροπρεπέστατον, ἐγκώμια δ’ εἰς τὸν ὁρῶντα, Ἰσραήλ, μυρία διεξερχόμενος ἀσεβὴς μὲν καὶ ἐπάρατος καὶ παρὰ τῷ σοφῷ κέκριται νομοθέτῃ, καταρᾶσθαι δέ, οὐκ εὐλογεῖν, νενόμισται.
- 114.1
τοῖς γὰρ πολεμίοις φησὶν αὐτὸν ἐπὶ μισθῷ συνταχθέντα μάντιν γενέσθαι κακὸν κακῶν, ἀρὰς μὲν ἐν ψυχῇ θέμενον χαλεπωτάτας γένει τῷ θεοφιλεῖ, εὐχὰς δὲ ἀναγκασθέντα διὰ στόματος καὶ γλώττης ὑπερφυεστάτας προφητεῦσαι· τὰ μὲν γὰρ λεγόμενα καλὰ ὄντα ὁ φιλάρετος ὑπήχει θεός, τὰ δ’ ἐννοούμενα — φαυλότερα γὰρ ἦν — ἔτικτεν ἡ μισάρετος διάνοια.
- 115.1
μαρτυρεῖ δὲ ὁ περὶ τούτων χρησμός· „οὐ γὰρ ἔδωκε“ φησίν „ὁ θεὸς τῷ Βαλαὰμ καταράσασθαί σοι, ἀλλ’ ἔστρεψε τὰς κατάρας εἰς εὐλογίαν“ (Deut. 23, 5), καίτοι πάντων ὅσα εἶπε πολλῆς γεμόντων εὐφημίας. ἀλλ’ ὁ τῶν ἐν ψυχῇ ταμιευομένων ἐπίσκοπος ἰδών, ᾧ κατιδεῖν ἔξεστι μόνῳ, τὰ ἀθέατα γενέσει, τὴν καταδικάζουσαν ἀπὸ τούτων ψῆφον ἤνεγκε, μάρτυς ἀψευδέστατος ὁμοῦ καὶ κριτὴς ἀδέκαστος ὁ αὐτὸς ὤν· ἐπεὶ καὶ τοὐναντίον ἐπαινετὸν βλασφημεῖν καὶ κατηγορεῖν δοκοῦντα τῇ
- 116.1
φωνῇ κατὰ διάνοιαν εὐλογεῖν τε καὶ εὐφημεῖν. σωφρονιστῶν ὡς ἔοικε τοῦτό ἐστι τὸ ἔθος, παιδαγωγῶν, διδασκάλων, γονέων, πρεσβυτέρων, ἀρχόντων, νόμων· ὀνειδίζοντες γάρ, ἔστι δ’ ὅπου καὶ κολάζοντες ἕκαστοι τούτων ἀμείνους τὰς ψυχὰς ἀπεργάζονται τῶν παιδευομένων. καὶ ἐχθρὸς μὲν οὐδεὶς οὐδενί, φίλοι δὲ πᾶσι πάντες· φίλων δὲ ἀνόθῳ καὶ ἀκιβδήλῳ χρωμένων εὐνοίᾳ τοῦτ’ ἐστὶν ἔργον ἐλευθεροστομεῖν ἄνευ τοῦ κακονοεῖν.
- 117.1
μηδὲν οὖν μήτε τῶν εἰς εὐλογίας καὶ εὐχὰς μήτε τῶν εἰς βλασφημίας καὶ κατάρας ἐπὶ τὰς ἐν προφορᾷ διεξόδους ἀναφερέσθω μᾶλλον ἢ διάνοιαν, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ἑκάτερον εἶδος τῶν λεχθέντων δοκιμάζεται.
- 118.1
Ταῦτα μὲν δὴ πρῶτον διὰ τὸν ἀστεῖον ἑτέροις συντυγχάνειν φησίν, ὅταν ἢ ψόγον ἢ ἔπαινον ἢ εὐχὰς ἢ κατάρας ἐθελήσωσιν αὐτῷ τίθεσθαι· μέγιστον δ’ ἑξῆς, ὅταν ἡσυχάζωσιν ἐκεῖνοι, τὸ μηδὲν μέρος φύσεως λογικῆς ἀμέτοχον εὐεργεσίας ἀπολείπεσθαι· λέγει γὰρ ὅτι „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 3).
- 119.1
ἔστι δὲ τοῦτο δογματικώτατον· ἐὰν γὰρ ὁ νοῦς ἄνοσος καὶ ἀπήμων διατελῇ, ταῖς περὶ αὐτὸν ἁπάσαις φυλαῖς τε καὶ δυνάμεσιν ὑγιαινούσαις χρῆται, ταῖς τε καθ’ ὅρασιν καὶ ἀκοὴν καὶ ὅσαι αἰσθητικαὶ καὶ πάλιν ταῖς κατὰ τὰς ἡδονάς τε καὶ ἐπιθυμίας καὶ ὅσαι ἀντὶ παθῶν εἰς εὐπάθειαν μεταχαράττονται.
- 120.1
ἤδη μέντοι καὶ οἶκος καὶ πόλις καὶ χώρα καὶ ἔθνη καὶ κλίματα γῆς ἑνὸς ἀνδρὸς καλοκἀγαθίας προμηθουμένου μεγάλης ἀπήλαυσαν εὐδαιμονίας, καὶ μάλισθ’ ὅτῳ μετὰ γνώμης ἀγαθῆς ὁ θεὸς καὶ δύναμιν ἔδωκεν ἀνανταγώνιστον, ὡς μουσικῷ καὶ παντὶ τεχνίτῃ τὰ κατὰ μουσικὴν καὶ πᾶσαν τέχνην ὄργανα ἢ ξύλων ὕλην πυρί.
- 121.1
τῷ γὰρ ὄντι ἔρεισμα τοῦ γένους τῶν ἀνθρώπων ἐστὶν ὁ δίκαιος, καὶ ὅσα μὲν αὐτὸς ἔχει, προφέρων εἰς μέσον ἐπ’ ὠφελείᾳ τῶν χρησομένων ἄφθονα δίδωσιν, ὅσα δ’ ἂν μὴ εὑρίσκῃ παρ’ ἑαυτῷ, τὸν μόνον πάμπλουτον αἰτεῖται θεόν· ὁ δὲ τὸν οὐράνιον ἀνοίξας θησαυρὸν ὀμβρεῖ καὶ ἐπινίφει τὰ ἀγαθὰ ἀθρόα, ὡς τῶν περιγείων ἁπάντων τὰς δεξαμενὰς πλημμυρούσας ἀναχυθῆναι.
- 122.1
ταῦτα δὲ τὸν ἱκέτην ἑαυτοῦ λόγον οὐκ ἀποστραφεὶς εἴωθε δωρεῖσθαι· λέγεται γὰρ ἑτέρωθι Μωυσέως ἱκετεύσαντος· „ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου“ (Num. 14, 20)· τοῦτο δέ, ὡς ἔοικεν, ἰσοδυναμεῖ τῷ „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.“ οὗ χάριν καὶ ὁ σοφὸς Ἀβραὰμ πεπειραμένος τῆς ἐν ἅπασι τοῦ θεοῦ χρηστότητος πεπίστευκεν ὅτι, κἂν πάντα τὰ ἄλλα ἀφανισθῇ, μικρὸν δέ τι λείψανον ἀρετῆς ὥσπερ ἐμπύρευμα διασῴζηται, διὰ τὸ βραχὺ τοῦτο κἀκεῖνα οἰκτείρει, ὡς πεπτωκότα ἐγείρειν καὶ τεθνηκότα ζωπυρεῖν (Gen. 18, 24 sqq.).
- 123.1
σπινθὴρ γὰρ καὶ ὁ βραχύτατος ἐντυφόμενος, ὅταν καταπνευσθεὶς ζωπυρηθῇ, μεγάλην πυράν· ἐξάπτει καὶ τὸ βραχύτατον οὖν ἀρετῆς, ὅταν ἐλπίσι χρησταῖς ὑποθαλπόμενον ἀναλάμψῃ, καὶ τὰ τέως μεμυκότα καὶ τυφλὰ ἐξωμμάτωσε καὶ τὰ ἀφαυανθέντα ἀναβλαστεῖν ἐποίησε καὶ ὅσα ὑπὸ ἀγονίας ἐστείρωτο εἰς εὐφορίαν εὐτοκίας περιήγαγεν. οὕτω τὸ σπάνιον ἀγαθὸν ἐπιφροσύνῃ θεοῦ πολὺ γίνεται
- 124.1
χεόμενον, ἐξομοιοῦν τὰ ἄλλα ἑαυτῷ. εὐχώμεθα οὖν τὸν ὡς ἐν οἰκίᾳ στῦλον νοῦν μὲν ἐν ψυχῇ, ἄνθρωπον δὲ ἐν τῷ γένει τῶν ἀνθρώπων τὸν δίκαιον διαμένειν εἰς τὴν τῶν νόσων ἄκεσιν· τούτου γὰρ ὑγιαίνοντος τὰς εἰς παντελῆ σωτηρίαν οὐκ ἀπογνωστέον ἐλπίδας, διότι οἶμαι ὁ σωτὴρ θεὸς τὸ πανακέστατον φάρμακον, τὴν ἵλεω δύναμιν, τῷ ἱκέτῃ καὶ θεραπευτῇ προτείνας ἑαυτοῦ χρῆσθαι πρὸς τὴν τῶν καμνόντων σωτηρίαν ἐπιτρέπει, καταπλάττοντι τῶν ψυχῆς τραυμάτων, ἅπερ ἀφροσύναι καὶ ἀδικίαι καὶ ὁ ἄλλος τῶν κακιῶν ὅμιλος ἀκονηθεὶς διεῖλεν.
- 125.1
ἐναργέστατον δὲ παράδειγμα Νῶε ὁ δίκαιος, ὃς τῷ μεγάλῳ κατακλυσμῷ τῶν τοσούτων μερῶν τῆς ψυχῆς ἐγκαταποθέντων ἐρρωμένως ἐπικυματίζων καὶ ἐπινηχόμενος ὑπεράνω μὲν ἔστη τῶν δεινῶν ἁπάντων, διασωθεὶς δὲ μεγάλας καὶ καλὰς ἀφ’ αὑτοῦ ῥίζας ἐβάλετο, ἐξ ὧν οἷα φυτὸν τὸ σοφίας ἀνεβλάστησε γένος· ὅπερ ἡμεροτοκῆσαν τοὺς τοῦ ὁρῶντος, Ἰσραήλ, τριττοὺς ἤνεγκε καρπούς, αἰῶνος μέτρα, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ·
- 126.1
καὶ γὰρ ἔστι καὶ ἔσται καὶ γέγονεν ἐν τῷ παντὶ ἀρετή, ἣν ἀκαιρίαι μὲν ἴσως ἀνθρώπων ἐπισκιάζουσιν, ὁ δὲ ὀπαδὸς θεοῦ καιρὸς ἀποκαλύπτει πάλιν, ἐν ᾧ καὶ ἡ φρόνησις ἀρρενογονεῖ Σάρρα, οὐ κατὰ τὰς χρονικὰς τοῦ ἔτους ὥρας, ἀλλὰ κατὰ τὰς ἀχρόνους ἀκμὰς καὶ εὐκαιρίας ἐπανθοῦσα· λέγεται γάρ· „ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου“ (Gen. 18,10).
- 127.1
Περὶ μὲν οὖν τῶν δωρεῶν, ἃς καὶ τοῖς γενησομένοις τελείοις καὶ δι’ αὐτοὺς ὁ θεὸς ἑτέροις εἴωθε χαρίζεσθαι, δεδήλωται. λέγεται δὲ ἑξῆς ὅτι „ἐπορεύθη Ἀβραὰμ καθάπερ ἐλάλησεν αὐτῷ κύριος“ (Gen. 12, 4).
- 128.1
τοῦτο δέ ἐστι τὸ παρὰ τοῖς ἄριστα φιλοσοφήσασιν ᾀδόμενον τέλος, τὸ ἀκολούθως τῇ φύσει ζῆν· γίνεται δέ, ὅταν ὁ νοῦς εἰς τὴν ἀρετῆς ἀτραπὸν ἐλθὼν κατ’ ἴχνος ὀρθοῦ λόγου βαίνῃ καὶ ἕπηται θεῷ, τῶν προστάξεων αὐτοῦ διαμεμνημένος καὶ πάσας ἀεὶ καὶ πανταχοῦ ἔργοις τε καὶ λόγοις βεβαιούμενος.
- 129.1
"ἐπορεύθη γάρ, καθὰ ἐλάλησεν αὐτῷ κύριος“· τοῦτο δέ ἐστι τοιοῦτον· ὡς λαλεῖ ὁ θεὸς — λαλεῖ δὲ παγκάλως καὶ ἐπαινετῶς —, οὕτως ὁ σπουδαῖος ἕκαστα δρᾷ τὴν ἀτραπὸν εὐθύνων ἀμέμπτως τοῦ βίου, ὥστε τὰ ἔργα τοῦ σοφοῦ λόγων ἀδιαφορεῖν θείων.
- 130.1
ἑτέρωθι γοῦν φησιν ὅτι ἐποίησεν Ἀβραὰμ „πάντα τὸν νόμον μου“ (Gen. 26, 5)· νόμος δὲ οὐδὲν ἄρα ἢ λόγος θεῖος προστάττων ἃ δεῖ καὶ ἀπαγορεύων ἃ μὴ χρή, ὡς μαρτυρεῖ φάσκων ὅτι „ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ νόμον“ (Deut. 33, 3. 4). εἰ τοίνυν λόγος μέν ἐστι θεῖος ὁ νόμος, ποιεῖ δ’ ὁ ἀστεῖος τὸν νόμον, ποιεῖ πάντως καὶ τὸν λόγον· ὥσθ’, ὅπερ ἔφην, τοὺς τοῦ θεοῦ λόγους πράξεις εἶναι τοῦ σοφοῦ.
- 131.1
τέλος οὖν ἐστι κατὰ τὸν ἱερώτατον Μωυσῆν τὸ ἕπεσθαι θεῷ, ὡς καὶ ἐν ἑτέροις φησίν· „ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ“ (Deut. 13,4), οὐ κινήσει χρώμενον τῇ διὰ σκελῶν — ἀνθρώπου μὲν γὰρ ὄχημα γῆ, θεοῦ δὲ εἰ καὶ σύμπας ὁ κόσμος, οὐκ οἶδα —, ἀλλ’ ἔοικεν ἀλληγορεῖν τὴν τῆς ψυχῆς πρὸς τὰ θεῖα δόγματα παριστὰς ἀκολουθίαν, ὧν ἡ ἀναφορὰ πρὸς τὴν τοῦ πάντων αἰτίου γίνεται τιμήν.
- 132.1
ἐπιτείνων δὲ τὸν ἀκάθεκτον πόθον τοῦ καλοῦ παραινεῖ καὶ κολλᾶσθαι αὐτῷ· „κύριον“ γάρ φησι „τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ“ (Deut. 10, 20). τίς οὖν ἡ κόλλα; τίς; εὐσέβεια δήπου καὶ πίστις· ἁρμόζουσι γὰρ καὶ ἑνοῦσιν αἱ ἀρεταὶ ἀφθάρτῳ φύσει διάνοιαν· καὶ γὰρ Ἀβραὰμ πιστεύσας „ἐγγίζειν θεῷ“ (Gen. 18, 23) λέγεται.
- 133.1
ἐὰν μέντοι πορευόμενος μήτε κάμῃ, ὡς ὑπενδοὺς ὀκλάσαι, μήτε ῥᾳθυμήσῃ, ὡς παρ’ ἑκάτερα ἐκτραπόμενος πλανᾶσθαι τῆς μέσης καὶ εὐθυτενοῦς διαμαρτὼν ὁδοῦ, μιμησάμενος δὲ τοὺς ἀγαθοὺς δρομεῖς τὸ στάδιον ἀπταίστως ἀνύσῃ τοῦ βίου, στεφάνων καὶ ἄθλων ἐπαξίων τεύξεται πρὸς τὸ τέλος ἐλθών.
- 134.1
ἢ οὐ τοῦτ’ εἰσὶν οἱ στέφανοι καὶ τὰ ἆθλα, μὴ ἀτυχῆσαι τοῦ τέλους τῶν πονηθέντων, ἀλλ’ ἐφικέσθαι τῶν δυσεφίκτων φρονήσεως περάτων; τί οὖν τοῦ φρονεῖν ὀρθῶς ἐστι τέλος; ἀφροσύνην ἑαυτοῦ καὶ παντὸς τοῦ γενητοῦ καταψηφίσασθαι· τὸ γὰρ μηδὲν οἴεσθαι εἰδέναι πέρας ἐπιστήμης, ἑνὸς ὄντος μόνου σοφοῦ τοῦ καὶ μόνου θεοῦ.
- 135.1
διὸ καὶ παγκάλως Μωυσῆς καὶ πατέρα τῶν ὅλων καὶ ἐπίσκοπον τῶν γενομένων αὐτὸν εἰσήγαγεν εἰπών· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν“ (Gen. 1,31)· οὐδενὶ γὰρ ἐξῆν τὰ συσταθέντα κατιδεῖν ἄκρως ὅτι μὴ τῷ πεποιηκότι.
- 136.1
πάριτε νῦν οἱ τύφου καὶ ἀπαιδευσίας καὶ πολλῆς ἀλαζονείας γέμοντες, οἱ δοκησίσοφοι καὶ μὴ μόνον ὅ ἐστιν ἕκαστον εἰδέναι σαφῶς ἐπιφάσκοντες, ἀλλὰ καὶ τὰς αἰτίας προσαποδιδόναι διὰ θρασύτητα τολμῶντες, ὥσπερ ἢ τῇ τοῦ κόσμου γενέσει παρατυχόντες καὶ ὡς ἕκαστα καὶ ἐξ ὧν ἀπετελεῖτο κατιδόντες ἢ σύμβουλοι περὶ τῶν κατασκευαζομένων τῷ δημιουργῷ γενόμενοι.
- 137.1
εἶτα τῶν ἄλλων ἅπαξ ἁπάντων μεθέμενοι γνωρίσατε ἑαυτοὺς καὶ οἵτινές ἐστε σαφῶς εἴπατε, κατὰ τὸ σῶμα, κατὰ τὴν ψυχήν, κατὰ τὴν αἴσθησιν, κατὰ τὸν λόγον, καθ’ ἕν τι κἂν τὸ βραχύτατον τῶν εἰδῶν. τί ἐστιν ὅρασις ἀποφήνασθε καὶ πῶς ὁρᾶτε, τί ἀκοὴ καὶ πῶς ἀκούετε, τί γεῦσις, τί ἁφή, τί ὄσφρησις καὶ πῶς καθ’ ἑκάστην ἐνεργεῖτε ἢ τίνες εἰσὶν αἱ τούτων πηγαί, ἀφ’ ὧν καὶ τὸ εἶναι ταῦτα συμβέβηκε.
- 138.1
μὴ γάρ μοι περὶ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ὅσα κατ’ οὐρανὸν καὶ κόσμον οὕτως μακρὰν διῳκισμένων καὶ τὰς φύσεις διαφερόντων ἀερομυθεῖτε, ὦ κενοὶ φρενῶν, πρὶν ἑαυτοὺς ἐρευνῆσαι καὶ γνῶναι. τηνικαῦτα γὰρ ἴσως καὶ περὶ ἑτέρων διεξιοῦσι πιστευτέον· πρὶν δὲ οἵτινές ἐστε αὐτοὶ παραστῆσαι, μὴ νομίζετε κριταὶ τῶν ἄλλων ἢ μάρτυρες ἀψευδέστατοί ποτε γενήσεσθαι.
- 139.1
τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον τελειωθεὶς ὁ νοῦς ἀποδώσει τὸ τέλος τῷ τελεσφόρῳ θεῷ κατὰ τὸ ἱερώτατον γράμμα· νόμος γάρ ἐστι τὸ τέλος εἶναι κυρίου (Num. 31, 28 sqq.). πότε οὖν ἀποδίδωσιν; ὅταν „ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεὸς τῇ ἡμέρᾳ τῇ τρίτῃ“ παραγένηται (Gen. 22, 3), παρελθὼν τὰς πλείους μοίρας τῶν χρονικῶν διαστημάτων καὶ ἤδη πρὸς τὴν ἄχρονον μεταβαίνων φύσιν·
- 140.1
τότε γὰρ καὶ τὸν ἀγαπητὸν υἱὸν ἱερουργήσει, οὐχὶ ἄνθρωπον — οὐ γὰρ τεκνοκτόνος ὁ σοφός —, ἀλλὰ τὸ τῆς ἀρετώσης ψυχῆς γέννημα ἄρρεν, τὸν ἐπανθήσαντα καρπὸν αὐτῇ, ὃν πῶς ἤνεγκεν οὐκ ἔγνω, βλάστημα θεῖον, οὗ φανέντος ἡ δόξασα κυοφορῆσαι τὴν ἄγνοιαν τοῦ συμβάντος ἀγαθοῦ διηγεῖται φάσκουσα· „τίς ἀναγγελεῖ Ἀβραὰμ“ ὡς ἀπιστοῦντι δήπου περὶ τὴν τοῦ αὐτομαθοῦς γένους ἀνατολήν, ὅτι „θηλάζει παιδίον Σάρρα“ (Gen. 21, 7), οὐχὶ πρὸς Σάρρας θηλάζεται; τὸ γὰρ αὐτοδίδακτον τρέφεται μὲν ὑπ’ οὐδενός, τροφὴ δ’ ἐστὶν ἄλλων, ἅτε ἱκανὸν διδάσκειν καὶ μανθάνειν οὐ δεόμενον.
- 141.1
„ἔτεκον γὰρ υἱόν“, οὐχ ὡς γυναῖκες Αἰγύπτιαι κατὰ τὴν τοῦ σώματος ἀκμήν (Exod. 1, 19), ἀλλ’ ὡς αἱ Ἑβραῖαι ψυχαί, „ἐν τῷ γήρᾳ μου“ (Gen. 21, 7), ὅτε τὰ μὲν ὅσα αἰσθητὰ καὶ θνητὰ μεμάρανται, τὰ δὲ νοητὰ καὶ ἀθάνατα ἀνήβηκεν, ἃ γέρως καὶ τιμῆς ἐστιν ἐπάξια.
- 142.1
καὶ ἔτεκον μαιευτικῆς τέχνης οὐ προσδεηθεῖσα· τίκτομεν γὰρ καὶ πρὶν εἰσελθεῖν τινας ἐπινοίας καὶ ἐπιστήμας ἀνθρώπων πρὸς ἡμᾶς ἄνευ τῶν ἐξ ἔθους συνεργούντων, σπείροντος καὶ γεννῶντος θεοῦ τὰ ἀστεῖα γεννήματα, ἃ τῷ δόντι προσηκόντως κατὰ τὸν ἐπ’ εὐχαριστίᾳ τεθέντα νόμον ἀποδίδοται· „τὰ γὰρ δῶρά μου, δόματά μου, καρπώματά μου“ φησί
- 143.1
„διατηρήσατε προσφέρειν ἐμοί“ (Num. 28, 2). τοῦτ’ ἐστὶ τὸ τέλος τῆς ὁδοῦ τῶν ἑπομένων λόγοις καὶ προστάξεσι νομίμοις καὶ ταύτῃ βαδιζόντων, ᾗ ἂν ὁ θεὸς ἀφηγῆται· ὁ δὲ ὑπενδοὺς ὑπὸ τοῦ πεινῶντος ἡδονῆς καὶ λίχνου παθῶν, ὄνομα Ἀμαλὴκ — ἑρμηνεύεται γὰρ λαὸς ἐκλείχων —, ἐκτετμήσεται.
- 144.1
μηνύουσι δὲ οἱ χρησμοὶ ὅτι λοχῶν ὁ τρόπος οὗτος, ἐπειδὰν τὸ ἐρρωμενέστερον τῆς ψυχικῆς δυνάμεως κατίδῃ περαιωθέν, ὑπανιστάμενος τῆς ἐνέδρας τὸ κεκμηκὸς μέρος ὡς „οὐραγίαν κόπτει“ (Deut. 25, 17. 18). κάματος δ’ ὁ μέν ἐστιν εὐένδοτος ἀσθένεια λογισμοῦ μὴ δυναμένου τοὺς ὑπὲρ ἀρετῆς ἀχθοφορῆσαι πόνους, ἐν ἐσχατιαῖς οὗτος εὑρισκόμενος εὐαλωτότατος, ὁ δέ ἐστιν ὑπομονὴ τῶν καλῶν, τὰ μὲν καλὰ ἀθρόα ἐρρωμένως ἀναδεχομένος, μηδὲν δὲ τῶν φαύλων, κἂν εἰ κουφότατον εἴη, βαστάσαι δικαιῶν, ἀλλ’ ὡς βαρύτατον ἄχθος ἀπορρίπτων.
- 145.1
διὸ καὶ τὴν ἀρετὴν ὁ νόμος εὐθυβόλῳ προσεῖπεν ὀνόματι Λείαν, ἥτις ἑρμηνευθεῖσα λέγεται κοπιῶσα· τὸν γὰρ τῶν φαύλων βίον ἐπαχθῆ καὶ βαρὺν ὄντα φύσει κοπώδη προσηκόντως αὕτη νενόμικε καὶ οὐδὲ προσιδεῖν ἀξιοῖ, τὰς ὄψεις πρὸς μόνον τὸ καλὸν ἀποκλίνουσα.
- 146.1
σπουδαζέτω δ’ ὁ νοῦς μὴ μόνον ἀνενδότως καὶ εὐτόνως ἕπεσθαι θεῷ, ἀλλὰ καὶ τὴν εὐθεῖαν ἀτραπὸν ἰέναι πρὸς μηδέτερα νεύων, μήτε τὰ δεξιὰ μήτε τὰ εὐώνυμα, οἷς ὁ γήινος Ἐδὼμ ἐμπεφώλευκε, τοτὲ μὲν ὑπερβολαῖς καὶ περιουσίαις, τοτὲ δὲ ἐλλείψεσι καὶ ἐνδείαις χρώμενος. ἄμεινον γὰρ ὁδῷ τῇ μέσῃ βαδίζειν ἐστὶ τῇ πρὸς ἀλήθειαν βασιλικῇ (Num. 20,17), ἣν ὁ μέγας καὶ μόνος βασιλεὺς θεὸς ταῖς φιλαρέτοις ψυχαῖς ηὔρυνεν ἐνδιαίτημα κάλλιστον.
- 147.1
διὸ καί τινες τῶν τὴν ἥμερον καὶ κοινωνικὴν μετιόντων φιλοσοφίαν μεσότητας τὰς ἀρετὰς εἶπον εἶναι, ἐν μεθορίῳ στήσαντες αὐτάς, ἐπειδὴ τό τε ὑπέραυχον ἀλαζονείας γέμον πολλῆς κακὸν καὶ τὸ ταπεινοῦ καὶ ἀφανοῦς μεταποιεῖσθαι σχήματος εὐεπίβατον, τὸ δὲ μεταξὺ ἀμφοῖν κεκραμένον ἐπιεικῶς ὠφέλιμον.
- 148.1
Τὸ δὲ „ᾤχετο μετ’ αὐτοῦ Λὼτ“ (Gen. 12, 4) τίνα ἔχει λόγον σκεπτέον. ἔστι μὲν οὖν Λὼτ ἑρμηνευθεὶς ἀπόκλισις· κλίνεται δὲ ὁ νοῦς τοτὲ μὲν τἀγαθόν, τοτὲ δ’ αὖ τὸ κακὸν ἀποστρεφόμενος. ἄμφω δὲ ταῦτα πολλάκις περὶ ἕνα καὶ τὸν αὐτὸν θεωρεῖται· εἰσὶ γάρ τινες ἐνδοιασταὶ καὶ ἐπαμφοτερισταί, πρὸς ἑκάτερον τοῖχον ὥσπερ σκάφος ὑπ’ ἐναντίων πνευμάτων διαφερόμενον ἀποκλίνοντες ἢ καθάπερ ἐπὶ πλάστιγγος ἀντιρρέποντες, ἐφ’ ἑνὸς στηριχθῆναι βεβαίως ἀδυνατοῦντες, ὧν οὐδὲ τὴν ἐπὶ τὰ ἀμείνω τροπὴν ἐπαινετέον· φορᾷ γάρ, ἀλλ’ οὐ γνώμῃ γίνεται.
- 149.1
τούτων καὶ ὁ Λώτ ἐστι θιασώτης, ὅν φησιν οἴχεσθαι μετὰ τοῦ σοφίας ἐραστοῦ. καλὸν δ’ ἦν ἀρξάμενον ἐκείνῳ παρακολουθεῖν ἀπομαθεῖν ἀμαθίαν καὶ μηκέτι παλινδρομῆσαι πρὸς αὐτήν. ἀλλὰ γὰρ οὐχ ἕνεκα τοῦ μιμησάμενον τὸν ἀμείνω βελτιωθῆναι συνέρχεται, ἀλλ’ ὑπὲρ τοῦ κἀκείνῳ παρασχεῖν ἀντισπάσματα καὶ μεθολκὰς καὶ κατὰ τὴν ἔνθεν ὀλίσθους.
- 150.1
τεκμήριον δέ· ὁ μὲν ἐπὶ τὴν ἀρχαίαν ὑποτροπιάσας νόσον οἰχήσεται ληφθεὶς αἰχμάλωτος ὑπὸ τῶν ἐν ψυχῇ πολεμίων, ὁ δὲ τὰς ἐξ ἐνέδρας ἐπιβουλὰς αὐτοῦ φυλαξάμενος πάσῃ μηχανῇ διοικισθήσεται. τὸν δὲ διοικισμὸν αὖθις μέν, οὔπω δὲ ποιήσεται. νῦν μὲν γὰρ τὰ θεωρήματα αὐτῷ ὡς ἂν ἄρτι ἀρχομένῳ τῆς θείας θεωρίας πλαδᾷ καὶ σαλεύει· ὅταν δ’ ἤδη παγέντα κραταιότερον ἱδρυθῇ, δυνήσεται τὸ δελεάζον καὶ κολακεῦον ὡς ἐχθρὸν ἀκατάλλακτον καὶ δυσθήρατον φύσει διαζεῦξαι.
- 151.1
τοῦτο γὰρ ἔσθ’ ὃ δυσαπότριπτον ὂν παρέπεται ψυχῇ κωλῦον αὐτὴν πρὸς ἀρετὴν ὠκυδρομεῖν· τοῦθ’, ἡνίκα καὶ τὴν Αἴγυπτον ἀπελείπομεν, τὴν σωματικὴν χώραν ἅπασαν, ἀπομαθεῖν τὰ πάθη σπουδάσαντες κατὰ τὰς τοῦ προφήτου λόγου, Μωυσέως, ὑφηγήσεις, ἠκολούθησεν ἡμῖν, ἐλλαμβανόμενον τῆς περὶ τὴν ἔξοδον σπουδῆς καὶ τῷ τάχει τῆς ἀπολείψεως ὑπὸ φθόνου βραδυτῆτας ἐμποιοῦν·
- 152.1
λέγεται γὰρ ὅτι „καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς, καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα“ (Exod. 12, 38), ὁ δὲ ἐπίμικτος οὗτος ἦν τὰ κτηνώδη καὶ ἄλογα τῆς ψυχῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δόγματα. παγκάλως δὲ καὶ εὐθυβόλως τὴν τοῦ φαύλου ψυχὴν ἐπίμικτον καλεῖ· συνῃρημένη γὰρ καὶ συμπεφορημένη καὶ μιγὰς ὄντως ἐκ πλειόνων καὶ μαχομένων δοξῶν, μία μὲν οὖσα ἀριθμῷ, μυριὰς δὲ τῷ πολυτρόπῳ.
- 153.1
διὸ καὶ τῷ ἐπίμικτος πρόσκειται πολύς· ὁ μὲν γὰρ πρὸς ἓν μόνον ἀφορῶν ἁπλοῦς καὶ ἀμιγὴς καὶ λεῖος ὄντως, ὁ δὲ πολλὰ τέλη τοῦ βίου προτιθέμενος πολὺς καὶ μιγὰς καὶ δασὺς ἀληθείᾳ. οὗ χάριν οἱ χρησμοὶ τὸν μὲν ἀσκητὴν τῶν καλῶν Ἰακὼβ λεῖον, τὸν δὲ τῶν αἰσχίστων Ἠσαῦ δασὺν εἰσάγουσι (Gen. 27, 11).
- 154.1
διὰ τὸν ἐπίμικτον καὶ δασὺν τοῦτον ὄχλον ἐκ μιγάδων καὶ συγκλύδων συμπεφυρμένον δοξῶν ὠκυδρομῆσαι δυνάμενος ὁ νοῦς, ὅτε τὴν σωματικὴν χώραν ἀπεδίδρασκεν Αἴγυπτον, καὶ τρισὶν ἡμέραις (Gen. 22, 3) διαδέξασθαι τὸν ἀρετῆς κλῆρον φωτὶ τρισσῷ, μνήμῃ τῶν παρεληλυθότων καὶ ἐναργείᾳ τῶν παρόντων καὶ τῇ τῶν μελλόντων ἐλπίδι, τεσσαράκοντα ἐτῶν ἀριθμόν, μῆκος τοσούτου χρόνου, τρίβεται τὴν ἐν κύκλῳ περιάγων καὶ ἀλώμενος ἕνεκα τοῦ πολυτρόπου, τὴν ἐπ’ εὐθείας ἀνυσιμωτάτην οὖσαν δέον.
- 155.1
οὗτός ἐστιν ὁ μὴ μόνον ὀλίγοις εἴδεσιν ἐπιθυμίας χαίρων, ἀλλὰ μηδὲν τὸ παράπαν ἀπολιπεῖν δικαιῶν, ἵνα ὅλον δι’ ὅλων τὸ γένος, ᾧ πᾶν εἶδος ἐμφέρεται, μετέρχηται· λέγεται γὰρ ὅτι „ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν“ αὐτοῦ τοῦ γένους, οὐχ ἑνός τινος τῶν εἰδῶν, „καὶ καθίσαντες ἔκλαιον“ (Num. 11,4). συνίησι γὰρ ὀλιγοδρανοῦσα ἡ διάνοια καί, ὁπότε μὴ δύναται τυχεῖν ὧν ὀρέγεται, δακρύει καὶ στενάζει· καίτοι ὤφειλε χαίρειν παθῶν καὶ νοσημάτων ἀτυχοῦσα καὶ μεγάλην εὐπραγίαν νομίζειν τὴν ἔνδειαν καὶ ἀπουσίαν αὐτῶν.
- 156.1
ἀλλὰ γὰρ καὶ τοῖς χορευταῖς ἀρετῆς σφαδᾴζειν καὶ δακρύειν ἔθος, ἢ τὰς τῶν ἀφρόνων ὀδυρομένοις συμφορὰς διὰ τὸ φύσει κοινωνικὸν καὶ φιλάνθρωπον ἢ διὰ περιχάρειαν. γίνεται δὲ αὕτη, ὅταν ἀθρόα ἀγαθὰ μηδὲ προσδοκηθέντα ποτὲ αἰφνίδιον ὀμβρήσαντα πλημμυρῇ· ἀφ’ οὗ καὶ τὸ ποιητικὸν εἰρῆσθαί μοι δοκεῖ „δακρυόεν γελάσασα“·
- 157.1
προσπεσοῦσα γὰρ ἐκ τοῦ ἀνελπίστου ἡ εὐπαθειῶν ἀρίστη χαρὰ ψυχῇ μείζονα αὐτὴν ἢ πρότερον ἦν ἐποίησεν, ὡς διὰ τὸν ὄγκον μηκέτι χωρεῖν τὸ σῶμα, θλιβόμενον δὲ καὶ πιεζόμενον ἀποστάζειν λιβάδας, ἃς καλεῖν ἔθος δάκρυα, περὶ ὧν ἐν ὕμνοις εἴρηται· „ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων“ (Psalm. 79, 6) καὶ „ἐγένετο τὰ δάκρυά μοι ἄρτος ἡμέρας καὶ νυκτός“ (Psalm. 41, 4). τροφὴ γάρ ἐστι διανοίας τὰ τοῦ ἐνδιαθέτου καὶ σπουδαίου γέλωτος ἐμφανῆ δάκρυα, ἐπειδὰν ὁ θεῖος ἐντακεὶς ἵμερος τὸν τοῦ γενητοῦ θρῆνον ἆσμα εἰς τὸν ἀγένητον ὕμνου ποιήσῃ.
- 158.1
ἔνιοι μὲν οὖν τὸν μιγάδα καὶ δασὺν τοῦτον ἀπορρίπτουσι καὶ διατειχίζουσιν ἀφ’ ἑαυτῶν τῷ θεοφιλεῖ μόνῳ γένει χαίροντες· ἔνιοι δὲ καὶ πρὸς αὐτὸν ἑταιρίαν τίθενται, μεσιτεύειν τὸν ἑαυτῶν βίον ἀξιοῦντες καὶ μεθόριον ἀνθρωπίνων τε καὶ θείων ἀρετῶν τιθέντες, ἵν’ ἑκατέρων ἐφάπτωνται, καὶ τῶν ἀληθείᾳ καὶ τῶν δοκήσει.
- 159.1
τούτου τοῦ δόγματος ὁ πολιτευόμενός ἐστι τρόπος, ὃν Ἰωσὴφ ὀνομάζειν ἔθος, ᾧ συναπέρχονται μέλλοντι τὸν πατέρα κηδεύειν „πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς Αἰγύπτου καὶ πᾶσα ἡ πανοικία αὐτοῦ Ἰωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ“ (Gen. 50, 7. 8).
- 160.1
ὁρᾷς ὅτι μέσος τῆς Φαραὼ καὶ τῆς πατρικῆς οἰκίας ὁ πολιτικὸς οὗτος τάττεται, ἵνα καὶ τῶν κατὰ σῶμα, τὴν Αἴγυπτον, καὶ τῶν κατὰ ψυχήν, ἅπερ ἐν τῷ πατρικῷ οἴκῳ θησαυροφυλακεῖται, κατ’ ἴσον ἐφάπτηται; ὅταν μὲν γὰρ λέγῃ „τοῦ θεοῦ εἰμι“ (Gen. 50, 19) καὶ τὰ ἄλλα ὅσα συγγενῆ τούτῳ, τοῖς τῆς πατρῴας οἰκίας ἐμμένει νομίμοις· ὅταν δὲ ἐπὶ „τὸ δευτερεῖον ἅρμα“ τοῦ βασιλεύειν νοῦ δοκοῦντος ἀνέρχηται, Φαραώ (Gen. 41, 43), τὸν Αἰγυπτιακὸν πάλιν ἱδρύεται τῦφον.
- 161.1
ἀθλιώτερος δ’ ὁ νομιζόμενος ἐνδοξότερος εἶναι βασιλεύς, ὃς τῷ προηγουμένῳ τῶν ἁρμάτων ἐποχεῖται· τὸ γὰρ μὴ ἐν καλοῖς διαπρέπειν ἐπιφανέστατον αἶσχος, ὡς τὸ φέρεσθαι τὰ ἐν τούτοις δευτερεῖα κουφότερον κακόν.
- 162.1
τὸ μέντοι γε ἐπαμφοτερίζον αὐτοῦ καταμάθοις ἂν κἀκ τῶν ὅρκων οὓς πεποίηται, τοτὲ μὲν ὀμνὺς „νὴ τὴν ὑγείαν Φαραώ“ (Gen. 42, 16), τοτὲ δ’ ἔμπαλιν οὐ τὴν ὑγείαν Φαραώ (Gen. 42, 15). ἀλλ’ ὁ μὲν περιέχων τὴν ἀπόφασιν ὅρκος τῆς πατρικῆς ἂν εἴη διάταγμα οἰκίας ἀεὶ φονώσης κατὰ τοῦ πάθους καὶ βουλομένης αὐτὸ τεθνάναι, ὁ δ’ ἕτερος Αἰγύπτου, ᾗ φίλον ἐστὶ τοῦτο σῴζεσθαι.
- 163.1
διόπερ καίτοι τοσαύτης πληθύος συνανιούσης ἐπίμικτον ὄχλον οὐκ εἶπεν, ἐπειδὴ τῷ μὲν ἄκρως ὁρατικῷ καὶ φιλαρέτῳ πᾶν ὃ μὴ ἀρετὴ ἢ ἀρετῆς ἔργον ἀναμεμῖχθαι καὶ συγκεχύσθαι δοκεῖ, τῷ δὲ ἔτι χαμαιζήλῳ καθ’
- 164.1
αὑτὰ τὰ γῆς ἆθλα ἀξιέραστα καὶ ἀξιοτίμητα νενόμισται. τὸν μὲν οὖν ὡς κηφῆνα τοὺς μὲν αὐτῶν ὠφελίμους πόνους λυμαίνεσθαι διεγνωκότα καὶ διὰ τοῦτο ἐπακολουθοῦντα διατειχιεῖ, καθάπερ ἔφην, ὁ φρονήσεως ἐραστής, τοὺς δὲ ἕνεκα μιμήσεως παρεπομένους κατὰ τὸν τῶν καλῶν ζῆλον ἀποδέξεται μοίρας αὐτοῖς τὰς ἁρμοττούσας δασάμενος· „τῶν“ γάρ φησι „συμπορευθέντων ἀνδρῶν μετ’ ἐμοῦ Ἐσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα“ (Gen. 14, 24)· λέγει δὲ τοὺς εὐφυεῖς τρόπους καὶ φιλοθεάμονας.
- 165.1
ὁ μὲν γὰρ Ἐσχὼλ εὐφυΐας σύμβολον πυρὸς ἔχων ὄνομα, ἐπειδὴ καὶ τὸ εὐφυὲς εὔτολμον καὶ ἔνθερμον καὶ ἐχόμενον ὧν ἂν προσάψηται, ὁ δὲ Αὐνὰν τοῦ φιλοθεάμονος· ὀφθαλμοὶ γὰρ ἑρμηνεύεται τῷ καὶ τὰ ψυχῆς ὑπ’ εὐθυμίας ὄμματα διοίγνυσθαι. τούτων δ’ ἀμφοτέρων ἐστὶν ὁ θεωρητικὸς βίος κλῆρος, προσαγορευόμενος Μαμβρῆ, ὃ μεταληφθὲν ἀπὸ ὁράσεως καλεῖται· τῷ δὲ θεωρητικῷ τὸ ὁρᾶν συνῳδόν τε καὶ οἰκειότατον.
- 166.1
ἐπειδὰν δὲ τούτοις ἀλείπταις χρησάμενος ὁ νοῦς μηδὲν ἐλλείπῃ τῶν πρὸς ἄσκησιν, συνομαρτεῖ καὶ συντρέχει τελείᾳ φρονήσει, μήθ’ ὑπερέχων μήθ’ ὑπερεχόμενος, ἀλλὰ ἰσαίτατα καὶ ἰσοστάσια βαίνων. δηλοῖ δὲ τὸ λόγιον ἐν ᾧ σαφῶς εἴρηται, διότι πορευθέντες ἀμφότεροι ἀνῆλθον „ἐπὶ τὸν τόπον ὃν εἶπεν ὁ θεός“ (Gen. 22, 3).
- 167.1
ὑπερβάλλουσά γε ἰσότης ἀρετῶν, ἁμιλλησαμένων πόνου μὲν πρὸς εὐεξίαν, τέχνης δὲ πρὸς τὴν αὐτοδίδακτον φύσιν, καὶ δυνηθέντων ἴσα τὰ ἆθλα τῆς ἀρετῆς ἐνέγκασθαι· ὥσπερ ἂν εἰ ζωγραφία καὶ πλαστικὴ μὴ μόνον ὡς νῦν ἀκίνητα καὶ ἄψυχα ἐδημιούργουν, ἴσχυον δὲ κινούμενά τε καὶ ἔμψυχα τὰ γραφόμενα καὶ πλαττόμενα ποιεῖν· ἐδόκουν γὰρ ἂν φύσεως ἔργων οὖσαι τὸ πάλαι μιμητικαὶ τέχναι φύσεις αὐταὶ γεγενῆσθαι τὰ νῦν.
- 168.1
ὁ δὲ ἐπὶ τοσοῦτον ἄνω μετέωρος ἐξαρθεὶς οὐδὲν ἔτι τῶν τῆς ψυχῆς μερῶν κάτω τοῖς θνητοῖς ἐνδιατρίβειν ἐάσει, πάντα δ’ ὥσπερ ἐκ σειρᾶς ἐκκρεμασθέντα συνεπισπάσεται. διὸ καὶ λόγιον ἐχρήσθη τῷ σοφῷ τοιόνδε· „ἀνάβηθι πρὸς κύριόν σου, σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ“ (Exod. 24, 1).
- 169.1
τοῦτο δέ ἐστι τοιοῦτον· ἀνάβηθι, ὦ ψυχή, πρὸς τὴν τοῦ ὄντος θέαν εὐαρμόστως, λογικῶς, ἑκουσίως, ἀφόβως, ἀγαπητικῶς, ἐν ἀριθμοῖς ἁγίοις καὶ τελείοις ἑβδομάδος δεκαπλασασθείσης. Ἀαρὼν μὲν γὰρ προφήτης λέγεται Μωυσέως ἐν τοῖς νόμοις, ὁ γεγωνὸς λόγος προφητεύων διανοίᾳ, Ναδὰβ δὲ ἑκούσιος ἑρμηνεύεται, ὁ μὴ ἀνάγκῃ τιμῶν τὸ θεῖον, καὶ Ἀβιοὺδ πατήρ μου· οὗτος ὁ μὴ δι’ ἀφροσύνην δεσπότου μᾶλλον ἢ πατρὸς διὰ φρόνησιν ἄρχοντος θεοῦ δεόμενος.
- 170.1
αἵδ’ εἰσὶν αἱ τοῦ βασιλεύειν ἀξίου νοῦ δορυφόροι δυνάμεις, ἃς συνέρχεσθαι τῷ βασιλεῖ παραπεμπούσας αὐτὸν θέμις. ἀλλὰ γὰρ δέος ἐστὶν ἀναβαίνειν πρὸς τὴν τοῦ ὄντος θέαν ψυχῇ δι’ ἑαυτῆς ἀγνοούσῃ τὴν ὁδόν, ὑπὸ ἀμαθίας ἅμα καὶ τόλμης ἐπαρθείσῃ — μεγάλα δὲ τὰ ἐξ ἀνεπιστημοσύνης καὶ πολλοῦ θράσους παραπτώματα —·
- 171.1
διόπερ εὔχεται Μωυσῆς αὐτῷ τῷ θεῷ χρῆσθαι ἡγεμόνι πρὸς τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδόν· λέγει γάρ· „εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν“ (Exod. 33, 15)· διότι πᾶσα κίνησις ἡ ἄνευ θείας ἐπιφροσύνης ἐπιζήμιον, καὶ ἄμεινον ἐνταυθοῖ καταμένειν τὸν θνητὸν βίον ἀλητεύοντας, ὡς τὸ πλεῖστον ἀνθρώπων γένος, ἢ πρὸς τὸν οὐρανὸν ἐξάραντας ἑαυτοὺς ὑπὸ ἀλαζονείας ἀνατραπῆναι· καθάπερ μυρίοις συνέβη τῶν σοφιστῶν, οἵτινες ᾠήθησαν σοφίαν πιθανὴν εἶναι λόγων εὕρεσιν, ἀλλ’ οὐ πραγμάτων ἀληθεστάτην πίστιν.
- 172.1
ἴσως δὲ καὶ τοιοῦτόν τι δηλοῦται· μή με ἄνω μετέωρον ἐξάρῃς, πλοῦτον ἢ δόξαν ἢ τιμὰς ἢ ἀρχὰς ἢ ὅσα ἄλλα τῶν ἐν ταῖς λεγομέναις εὐτυχίαις δωρησάμενος, εἰ μὴ μέλλοις αὐτὸς συνέρχεσθαι. ταῦτα γὰρ καὶ ζημίας καὶ ὠφελείας μεγίστας πολλάκις περιποιεῖται τοῖς ἔχουσιν, ὠφελείας μέν, ὅταν ἀφηγῆται τῆς γνώμης ὁ θεός, βλάβας δέ, ὅταν τοὐναντίον· μυρίοις γὰρ τὰ λεγόμενα ἀγαθὰ πρὸς ἀλήθειαν οὐκ ὄντα κακῶν ἀνηκέστων γέγονεν αἴτια.
- 173.1
ὁ δὲ ἑπόμενος θεῷ κατὰ τἀναγκαῖον συνοδοιπόροις χρῆται τοῖς ἀκολούθοις αὐτοῦ λόγοις, οὓς ὀνομάζειν ἔθος ἀγγέλους· λέγεται γοῦν ὅτι „Ἀβραὰμ συνεπορεύετο συμπροπέμπων αὐτούς“ (Gen. 18, 16). ὢ παγκάλης ἐπανισώσεως, καθ’ ἣν ὁ παραπέμπων παρεπέμπετο, διδοὺς ὃ ἐλάμβανεν, οὐκ ἀνθ’ ἑτέρου ἕτερον, ἀλλὰ ἓν αὐτὸ μόνον ἐκεῖνο τὸ πρὸς τὰς ἀντιδόσεις ἕτοιμον.
- 174.1
ἕως μὲν γὰρ οὐ τετελείωται, ἡγεμόνι τῆς ὁδοῦ χρῆται λόγῳ θείῳ· χρησμὸς γάρ ἐστιν· „ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ’ αὐτῷ“ (Exod. 23, 20. 21).
- 175.1
ἐπειδὰν δὲ πρὸς ἄκραν ἐπιστήμην ἀφίκηται, συντόνως ἐπιδραμὼν ἰσοταχήσει τῷ πρόσθεν ἡγουμένῳ τῆς ὁδοῦ· ἀμφότεροι γὰρ οὕτως ὀπαδοὶ γενήσονται τοῦ πανηγεμόνος θεοῦ μηδενὸς ἔτι τῶν ἑτεροδόξων παρακολουθοῦντος, ἀλλὰ καὶ τοῦ Λώτ, ὃς ἔκλινε τὴν ψυχὴν ὀρθὴν καὶ ἀκαμπῆ φύεσθαι δυναμένην, διοικισθέντος.
- 176.1
„Ἀβραὰμ δὲ ἦν“ φησίν „ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4). περὶ μὲν οὖν τοῦ τῶν πέντε καὶ ἑβδομήκοντα ἐτῶν ἀριθμοῦ — λόγον γὰρ ἔχει συνῳδὸν τοῖς πρόσθεν εἰρημένοις — αὖθις ἀκριβώσομεν. τίς δέ ἐστι Χαρρὰν καὶ τίς ἡ ἐκ ταύτης ἀποικία τῆς χώρας, πρότερον ἐρευνήσωμεν.
- 177.1
οὐδένα τοίνυν τῶν ἐντετυχηκότων τοῖς νόμοις ἀγνοεῖν εἰκός, ὅτι πρότερον μὲν ἐκ τῆς Χαλδαϊκῆς ἀναστὰς γῆς Ἀβραὰμ ᾤκησεν εἰς Χαρράν, τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐκεῖθι κἀκ ταύτης μετανίσταται, ὡς δυεῖν ἤδη τόπων ἀπόλειψιν πεποιῆσθαι. τί οὖν λεκτέον;
- 178.1
Χαλδαῖοι τῶν ἄλλων ἀνθρώπων ἐκπεπονηκέναι καὶ διαφερόντως δοκοῦσιν ἀστρονομίαν καὶ γενεθλιαλογικήν, τὰ ἐπίγεια τοῖς μετεώροις καὶ τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἁρμοζόμενοι καὶ ὥσπερ διὰ μουσικῆς λόγων τὴν ἐμμελεστάτην συμφωνίαν τοῦ παντὸς ἐπιδεικνύμενοι τῇ τῶν μερῶν πρὸς ἄλληλα κοινωνίᾳ καὶ συμπαθείᾳ, τόποις μὲν διεζευγμένων, συγγενείᾳ δὲ οὐ διῳκισμένων.
- 179.1
οὗτοι τὸν φαινόμενον τοῦτον κόσμον ἐν τοῖς οὖσιν ὑπετόπησαν εἶναι μόνον, ἢ θεὸν ὄντα αὐτὸν ἢ ἐν αὑτῷ θεὸν περιέχοντα, τὴν τῶν ὅλων ψυχήν· εἱμαρμένην τε καὶ ἀνάγκην θεοπλαστήσαντες ἀσεβείας πολλῆς κατέπλησαν τὸν ἀνθρώπινον βίον, ἀναδιδάξαντες ὡς δίχα τῶν φαινομένων οὐδενός ἐστιν οὐδὲν αἴτιον τὸ παράπαν, ἀλλ’ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων αἱ περίοδοι τά τε ἀγαθὰ καὶ τὰ ἐναντία ἑκάστῳ τῶν ὄντων ἀπονέμουσι.
- 180.1
Μωυσῆς μέντοι τῇ μὲν ἐν τοῖς μέρεσι κοινωνίᾳ καὶ συμπαθείᾳ τοῦ παντὸς ἔοικε συνεπιγράφεσθαι, ἕνα καὶ γενητὸν ἀποφηνάμενος τὸν κόσμον εἶναι — γενομένου γὰρ καὶ ἑνὸς ὑπάρχοντος εὔλογον τάς γε στοιχειώδεις οὐσίας ὑποβεβλῆσθαι τοῖς ἀποτελουμένοις τὰς αὐτὰς ἅπασι κατὰ μέρη, καθάπερ ἐπὶ σωμάτων συμβέβηκε τῶν ἡνωμένων ἀλληλουχεῖν —,
- 181.1
τῇ δὲ περὶ θεοῦ δόξῃ διαφέρεσθαι· μήτε γὰρ τὸν κόσμον μήτε τὴν τοῦ κόσμου ψυχὴν τὸν πρῶτον εἶναι θεὸν μηδὲ τοὺς ἀστέρας ἢ τὰς χορείας αὐτῶν τὰ πρεσβύτατα τῶν συμβαινόντων ἀνθρώποις αἴτια, ἀλλὰ συνέχεσθαι μὲν τόδε τὸ πᾶν ἀοράτοις δυνάμεσιν, ἃς ἀπὸ γῆς ἐσχάτων ἄχρις οὐρανοῦ περάτων ὁ δημιουργὸς ἀπέτεινε, τοῦ μὴ ἀνεθῆναι τὰ δεθέντα καλῶς προμηθούμενος· δεσμοὶ γὰρ αἱ δυνάμεις τοῦ παντὸς ἄρρηκτοι.
- 182.1
διό, κἄν που τῆς νομοθεσίας λέγηται „ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω“ (Deut. 4,39), μηδεὶς ὑποτοπησάτω τὸν κατὰ τὸ εἶναι λέγεσθαι — τὸ γὰρ ὂν περιέχειν ἀλλ’ οὐ περιέχεσθαι θέμις —, δύναμιν δ’ αὐτοῦ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο καὶ διεκόσμησε τὰ ὅλα.
- 183.1
αὕτη δὲ κυρίως ἐστὶν ἀγαθότης, φθόνον μὲν τὸν μισάρετον καὶ μισόκαλον ἀπεληλακυῖα ἀφ’ ἑαυτῆς, χάριτας δὲ γεννῶσα αἷς τὰ μὴ ὄντα εἰς γένεσιν ἄγουσα ἀνέφηνεν· ἐπεὶ τό γε ὂν φαντασιαζόμενον δόξῃ πανταχοῦ πρὸς ἀλήθειαν οὐδαμοῦ φαίνεται, ὡς ἀψευδέστατον ἐκεῖνον εἶναι τὸν χρησμόν, ἐν ᾧ λέλεκται· „ὧδε ἐγώ,“ ἄδεικτος ὡς ἂν δεικνύμενος, ἀόρατος ὡς ἂν ὁρατὸς ὤν, „πρὸ τοῦ σέ“ (Exod. 17,6)· πρὸ γὰρ παντὸς τοῦ γενητοῦ, ἔξω βαίνων ἐκείνου καὶ μηδενὶ
- 184.1
τῶν μετ’ αὐτὸν ἐμφερόμενος. τούτων λεγομένων ἐπὶ τῇ τῆς Χαλδαϊκῆς δόξης ἀνατροπῇ τοὺς ἔτι τὴν γνώμην χαλδαΐζοντας μετακλίνειν καὶ μετακαλεῖν οἴεται δεῖν ἐπὶ τὴν ἀλήθειαν, τῆς διδασκαλίας ἀρχόμενος ὧδε· τί, φησίν, ὦ θαυμάσιοι, τοσοῦτον αἰφνίδιον ἀρθέντες ἀπὸ γῆς εἰς ὕψος ἐπινήχεσθε καὶ τὸν ἀέρα ὑπερκύψαντες αἰθεροβατεῖτε, ὡς ἡλίου κινήσεις καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τὰς ἐμμελεῖς καὶ ἀοιδίμους ἀκριβοῦν χορείας; ταῦτα γὰρ μείζονα ἢ κατὰ τὰς ὑμετέρας ἐστὶν ἐπινοίας ἅτε εὐδαιμονεστέρας καὶ θειοτέρας μοίρας λαχόντα.
- 185.1
κατάβητε οὖν ἀπ’ οὐρανοῦ καὶ καταβάντες μὴ πάλιν γῆν καὶ θάλατταν καὶ ποταμοὺς καὶ φυτῶν καὶ ζῴων ἰδέας ἐξετάζετε, μόνους δὲ ἑαυτοὺς καὶ τὴν ἑαυτῶν φύσιν ἐρευνᾶτε, μὴ ἑτέρωθι μᾶλλον οἰκήσαντες ἢ παρ’ ἑαυτοῖς· διαθεώμενοι γὰρ τὰ κατὰ τὸν ἴδιον οἶκον, τὸ δεσπόζον ἐν αὐτῷ, τὸ ὑπήκοον, τὸ ἔμψυχον, τὸ ἄψυχον, τὸ λογικόν, τὸ ἄλογον, τὸ ἀθάνατον, τὸ θνητόν, τὸ ἄμεινον, τὸ χεῖρον, εὐθὺς ἐπιστήμην θεοῦ καὶ τῶν ἔργων αὐτοῦ σαφῆ λήψεσθε.
- 186.1
λογιεῖσθε γὰρ ὅτι, ὡς ἐν ὑμῖν ἐστι νοῦς, καὶ τῷ παντί ἐστι, καὶ ὡς ὁ ὑμέτερος ἀρχὴν καὶ δεσποτείαν τῶν περὶ ὑμᾶς ἀναψάμενος ἕκαστον τῶν μερῶν ὑπήκοον ἀπέφηνεν ἑαυτῷ, οὕτω καὶ ὁ τοῦ παντὸς τὴν ἡγεμονίαν περιβεβλημένος αὐτοκράτορι νόμῳ καὶ δίκῃ τὸν κόσμον ἡνιοχεῖ προμηθούμενος οὐ τῶν ἀξιονικοτέρων αὐτὸ μόνον ἀλλὰ καὶ τῶν ἀφανεστέρων
- 187.1
εἶναι δοκούντων. μεταναστάντες οὖν ἀπὸ τῆς κατ’ οὐρανὸν περιεργίας ἑαυτούς, ὅπερ εἶπον, οἰκήσατε, τὴν μὲν Χαλδαίων γῆν, δόξαν, καταλιπόντες, μετοικισάμενοι δὲ εἰς Χαρράν, τὸ τῆς αἰσθήσεως χωρίον, ὃ δὴ σωματικός ἐστιν οἶκος διανοίας.
- 188.1
Χαρρὰν γὰρ ἑρμηνεύεται τρώγλη, τρῶγλαι δὲ σύμβολα αἰσθήσεως ὀπῶν εἰσίν· ὀπὰς γὰρ καὶ φωλεοὺς τρόπον τινὰ ὀφθαλμοὺς μὲν ὁράσεως, ἀκοῆς δὲ ὦτα, ῥῖνας δὲ ὀσμῶν καὶ γεύσεως φάρυγγα καὶ πᾶσαν τὴν σώματος κατασκευὴν ἁφῆς εἶναι συμβέβηκε.
- 189.1
τούτοις οὖν ἔτι διατρίψαντες ἐνηρεμήσατε καὶ σχολάσατε καὶ τὴν ἑκάστου φύσιν ὡς ἔνι μάλιστα ἀκριβώσατε, καὶ τὸ ἐν ἑκάστοις εὖ τε καὶ χεῖρον καταμαθόντες τὸ μὲν φύγετε, τὸ δ’ ἔμπαλιν ἑλέσθε. ἐπειδὰν μέντοι σφόδρα ἀκριβῶς πάντα τὸν ἴδιον διασκέψησθε οἶκον καὶ ὃν ἔχει λόγον ἕκαστον αὐτοῦ τῶν μερῶν αὐγάσησθε, διακινήσαντες αὑτοὺς τὴν ἐνθένδε μετανάστασιν ζητεῖτε, οὐ θάνατον ἀλλ’ ἀθανασίαν καταγγέλλουσαν.
- 190.1
ἧς δείγματα σαφῆ καὶ ἐν τοῖς σωματικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς ἐγκατειλημμένοι φωλεοῖς κατόψεσθε, τοτὲ μὲν ἐν τοῖς βαθέσιν ὕπνοις — ἀναχωρήσας γὰρ ὁ νοῦς καὶ τῶν αἰσθήσεων καὶ τῶν ἄλλων ὅσα κατὰ τὸ σῶμα ὑπεξελθὼν ἑαυτῷ προσομιλεῖν ἄρχεται ὡς πρὸς κάτοπτρον ἀφορῶν ἀλήθειαν, καὶ ἀπορρυψάμενος πάνθ’ ὅσα ἐκ τῶν κατὰ τὰς αἰσθήσεις φαντασιῶν ἀπεμάξατο τὰς περὶ τῶν μελλόντων ἀψευδεστάτας διὰ τῶν ὀνείρων μαντείας ἐνθουσιᾷ —,
- 191.1
τοτὲ δὲ κἀν ταῖς ἐγρηγόρσεσιν· ὅταν γὰρ ἔκ τινος τῶν κατὰ φιλοσοφίαν κατασχεθεὶς θεωρημάτων ἀχθῇ πρὸς αὐτοῦ, τῷ μὲν ἕπεται, τῶν δ’ ἄλλων ὅσα κατὰ τὸν σωματικὸν ὄγκον ἀμνημονεῖ δήπου. κἂν ἐμποδίζωσιν αἱ αἰσθήσεις πρὸς τὴν ἀκριβῆ θέαν τοῦ νοητοῦ, μέλει τοῖς φιλοθεάμοσι καθαιρεῖν αὐτῶν τὴν ἐπίθεσιν· τάς τε γὰρ ὄψεις καταμύουσι καὶ τὰ ὦτα ἐπιφράττουσι καὶ τὰς τῶν ἄλλων αἰσθήσεων ἐπέχουσιν ὁρμὰς καὶ ἐν ἐρημίᾳ καὶ σκότῳ διατρίβειν ἀξιοῦσιν, ὡς μὴ πρός τινος αἰσθητοῦ τὸ ψυχῆς ὄμμα, ᾧ νοητὰ βλέπειν ἔδωκεν ὁ θεός, ἐπισκιασθῇ.
- 192.1
τοῦτον μέντοι τὸν τρόπον μαθόντες ἀπόλειψιν τοῦ θνητοῦ χρηματίζειν καὶ τὰς περὶ τοῦ ἀγενήτου παιδευθήσεσθε δόξας· εἰ μὴ νομίζετε τὸν μὲν ὑμέτερον νοῦν ἀποδυσάμενον σῶμα, αἴσθησιν, λόγον, δίχα τούτων γυμνὰ δύνασθαι τὰ ὄντα ὁρᾶν, τὸν δὲ τῶν ὅλων νοῦν, τὸν θεόν, οὐκ ἔξω τῆς ὑλικῆς φύσεως πάσης ἑστάναι περιέχοντα, οὐ περιεχόμενον, καὶ οὐκ ἐπινοίᾳ μόνον ἐπεξεληλυθέναι ὥσπερ ἄνθρωπον, ἀλλὰ καὶ τῷ οὐσιώδει, οἷα ἁρμόττει θεόν.
- 193.1
ὁ μὲν γὰρ ἡμέτερος νοῦς οὐ δεδημιούργηκε τὸ σῶμα, ἀλλ’ ἔστιν ἔργον ἑτέρου· διὸ καὶ περιέχεται ὡς ἐν ἀγγείῳ τῷ σώματι. ὁ δὲ τῶν ὅλων νοῦς τὸ πᾶν γεγέννηκε, τὸ πεποιηκὸς δὲ τοῦ γενομένου κρεῖττον· ὥστ’ οὐκ ἂν ἐμφέροιτο τῷ χείρονι, δίχα τοῦ μηδὲ ἁρμόττειν πατέρα ἐν υἱῷ περιέχεσθαι, υἱὸν δὲ ταῖς τοῦ πατρὸς ἐπιμελείαις συναύξεσθαι.
- 194.1
οὕτω κατὰ βραχὺ μεταβαίνων ὁ νοῦς ἐπὶ τὸν εὐσεβείας καὶ ὁσιότητος ἀφίξεται πατέρα, γενεθλιαλογικῆς ἀποστὰς τὸ πρῶτον, ἥτις παρέπεισεν αὐτὸν ὑπολαβεῖν τὸν κόσμον θεὸν τὸν πρῶτον εἶναι, ἀλλὰ μὴ τοῦ πρώτου θεοῦ δημιούργημα, καὶ τὰς τῶν ἀστέρων φοράς τε καὶ κινήσεις αἰτίας ἀνθρώποις κακοπραγίας καὶ τοὐναντίον εὐδαιμονίας.
- 195.1
ἔπειτ’ εἰς τὴν ἐπίσκεψιν ἐλθὼν τὴν αὐτὸς ἑαυτοῦ, φιλοσοφήσας τὰ κατὰ τὸν ἴδιον οἶκον, τὰ περὶ σώματος, τὰ περὶ αἰσθήσεως, τὰ περὶ λόγου, καὶ γνοὺς κατὰ τὸ ποιητικὸν γράμμα ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται, ἔπειτ’ ἀνατεμὼν ὁδὸν τὴν ἀφ’ αὑτοῦ καὶ διὰ ταύτης ἐλπίσας τὸν δυστόπαστον καὶ δυστέκμαρτον πατέρα τῶν ὅλων κατανοῆσαι, μαθὼν ἀκριβῶς ἑαυτὸν εἴσεται τάχα που καὶ θεόν, οὐκέτι μένων ἐν Χαρράν, τοῖς αἰσθήσεως ὀργάνοις, ἀλλ’ εἰς ἑαυτὸν ἐπιστραφείς· ἀμήχανον γὰρ ἔτι κινούμενον αἰσθητῶς μᾶλλον ἢ νοητῶς πρὸς τὴν τοῦ ὄντος ἐλθεῖν
- 196.1
ἐπίσκεψιν. οὗ χάριν καὶ ὁ ταχθεὶς τὴν ἀρίστην τάξιν παρὰ θεῷ τρόπος, ὄνομα Σαμουήλ, οὐχ ὑφηγεῖται τὰ τῆς βασιλείας δίκαια τῷ Σαοὺλ [[οὐδ’]ὐδ[οὐδ’]] ἔτι [οὐδ’]ιατρίβοντι ἐν τοῖς σκεύεσιν, ἀλλ[οὐδ’] ἐπειδὰν ἐκεῖθεν αὐτὸν ἐξελκύσῃ. πυνθάνεται μὲν γάρ, εἰ ἔτι ἔρχεται ἐνθάδε ὁ ἀνήρ, ἀποκρίνεται δὲ τὸ λόγιον· "ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι“.
- 197.1
τί οὖν προσήκει τὸν ἀκούσαντα, φύσει παιδευτικὸν ὄντα, ποιῆσαι, ὅτι μὴ μετὰ σπουδῆς αὐτὸν ἐξελκύσαι; „ἐπιδραμὼν“ γάρ φησι "λαμβάνει αὐτὸν ἐκεῖθεν“ (I Reg. 10,22. 23), διότι τοῖς ἀγγείοις τῆς ψυχῆς, σώματι καὶ αἰσθήσει, ἐνδιατρίβων οὐκ ἦν ἀξιόχρεως ἀκοῦσαι τῶν τῆς βασιλείας δογμάτων καὶ νόμων — βασιλείαν δὲ σοφίαν εἶναι λέγομεν, ἐπεὶ καὶ τὸν σοφὸν βασιλέα —, μεταναστὰς δέ, ἡνίκα τῆς ἀχλύος σκεδασθείσης ὀξυδορκήσειν ἔμελλεν. εἰκότως οὖν καὶ τὴν αἰσθήσεως χώραν, ὄνομα Χαρράν, ἀπολιπεῖν οἴεται δεῖν ὁ ἐπιστήμης ἑταῖρος.
- 198.1
Ἀπολείπει δὲ ἐτῶν γεγονὼς πέντε καὶ ἑβδομήκοντα· ὁ δὲ ἀριθμὸς οὗτος αἰσθητῆς καὶ νοητῆς, πρεσβυτέρας τε καὶ νεωτέρας, ἔτι δὲ φθαρτῆς καὶ ἀφθάρτου μεθόριος φύσεώς ἐστι.
- 199.1
νοητὸς μὲν γὰρ καὶ πρεσβύτερος καὶ ἄφθαρτος λόγος ὁ τῶν ἑβδομήκοντα, αἰσθητὸς δὲ καὶ νεώτερος ὁ ταῖς πέντε ἰσάριθμος ὢν αἰσθήσεσι. τούτῳ καὶ ὁ ἔτι γυμναζόμενος ἀσκητὴς ἐξετάζεται, μηδέπω δεδυνημένος ἐνέγκασθαι τὰ τέλεια νικητήρια· λέγεται γὰρ ὅτι "ἦσαν αἱ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα“ (Exod. 1,5)·
- 200.1
τοῦ γὰρ ἀθλοῦντος καὶ τὸν ὑπὲρ κτήσεως ἀρετῆς ἱερὸν ὄντως ἀγῶνα μὴ διαφθείροντος ψυχαὶ μὲν πρὸ σωμάτων γεννήματα, οὔπω δ’ ἐκτετμημέναι τὸ ἄλογον, ἀλλ’ ἔτι τὸν αἰσθήσεως ὄχλον ἐφελκόμεναι. παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος·
← Previous · Next → — showing 101–200 of 225
First Thousand Years of Greek. CTS URN tlg0018.tlg014.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.