Ancient Textssearch the texts themselves, not just their titles

← Library

De confusione linguarum

First Thousand Years of Greek · First Thousand Years of Greek · 198 sections

  1. 101.1

    διάνοιαν ὀφθαλμῷ. πυροῦντες δὲ τὰς πλίνθους εἰσάγονται συμβολικῶς, τὰ πάθη καὶ τὰς κακίας θερμῷ καὶ κινητικωτάτῳ λόγῳ κραταιούμενοι, ὡς μὴ πρὸς τῶν σοφίας δορυφόρων ποτὲ καθαιρεθεῖεν, οἷς τὰ πρὸς ἀνατροπὴν αὐτῶν αἰεὶ μηχανήματα συγκροτεῖται.

  2. 102.1

    διὸ καὶ ἐπιλέγεται „ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον„ (Gen. 11,3) — τὸ γὰρ μανὸν καὶ κεχυμένον τῆς μὴ σὺν λόγῳ φορᾶς εἰς ἀντίτυπον καὶ στερεὰν φύσιν πιληθὲν καὶ πυκνωθὲν λόγοις δυνατοῖς καὶ ἀποδείξεσιν ἐχυρωτάταις μετέβαλεν, ἀνδρωθείσης τρόπον τινὰ τῆς τῶν θεωρημάτων καταλήψεως, ἥτις ἐν ἡλικίᾳ διαρρεῖ παιδικῇ διὰ τὴν τῆς ψυχῆς ὑγρότητα μήπω δυναμένης τοὺς ἐνσφραγιζομένους πήττειν καὶ διαφυλάττειν χαρακτῆρας —, "καὶ ἡ ἄσφαλτος ἦν αὐτοῖς πηλός„ (ibid.), οὐκ ἔμπαλιν ὁ πηλὸς ἄσφαλτος·

  3. 103.1

    δοκοῦσι μὲν γὰρ οἱ φαῦλοι τὰ ἀσθενῆ κραταιοῦσθαι κατὰ τῶν ἀμεινόνων καὶ τὰ διαλυόμενα καὶ ῥέοντα ἐξ αὐτῶν πήττειν, ἵν’ ἐπ’ ἐχυροῦ βάλωσι καὶ τοξεύσωσιν ἀρετήν· ὁ δ’ ἵλεως καὶ πατὴρ τῶν καλῶν οὐκ ἐφήσει τὸ δεδεμένον ἐκνικᾶν εἰς ἀδιάλυτον ἀσφάλειαν, ῥεούσης σπουδῆς μὴ ὑφεστὼς ἔργον ὡς πλαδῶντα πηλὸν ἀναδείξας.

  4. 104.1

    εἰ μὲν γὰρ ὁ πηλὸς ἐγένετο ἄσφαλτος, μέχρι παντὸς ἂν ἴσως τὸ ἐν συνεχεῖ ῥύσει γεῶδες αἰσθητὸν εἰς ἀσφαλῆ καὶ ἀμετάβλητον δύναμιν ἐξενίκησεν· ἐπεὶ δὲ τοὐναντίον ἡ ἄσφαλτος εἰς πηλὸν μετέβαλεν, οὐκ ἀθυμητέον· ἐλπὶς γάρ, ἐλπὶς τὰ βέβαια τῆς κακίας ἐρείσματα κράτει θεοῦ διακοπῆναι.

  5. 105.1

    τοιγαροῦν ὁ δίκαιος καὶ ἐν τῷ μεγάλῳ καὶ ἐπαλλήλῳ τοῦ βίου κατακλυσμῷ, μήπω δυνάμενος δίχα αἰσθήσεως ψυχῇ μόνῃ τὰ ὄντα ὄντως ὁρᾶν, „τὴν κιβωτόν„, λέγω δὲ τὸ σῶμα, „ἔνδοθέν τε καὶ ἔξωθεν ἀσφάλτῳ„ καταχρίσει (Gen. 6,14) βεβαιούμενος τὰς δι’ αὐτοῦ φαντασίας καὶ ἐνεργείας· λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τῆς φορᾶς ἐπισχούσης ἐξελεύσεται χρησάμενος ἀσωμάτῳ διανοίᾳ πρὸς τὴν ἀληθείας ἀντίληψιν.

  6. 106.1

    ὁ μὲν γὰρ ἀστεῖος ἀπὸ γενέσεως ἀρχῆς φυτευθεὶς καὶ προσαγορευθεὶς τρόπος, ὄνομα Μωυσῆς, ὁ τὸν κόσμον ὡς ἄστυ καὶ πατρίδα οἰκήσας ἅτε κοσμοπολίτης γενόμενος, ἐνδεθείς ποτε τῷ ἐπαληλιμμένῳ ὡς ἂν „ἀσφαλτοπίσσῃ" (Exod. 2,3) σώματι καὶ δοκοῦντι τὰς πάντων τῶν ὑποκειμένων ἐν αἰσθήσει φαντασίας ἀσφαλῶς δέχεσθαί τε καὶ κεχωρηκέναι, κατακλαίει (Exod. 2,6) μὲν τὴν ἔνδεσιν ἀσωμάτου φύσεως πιεσθεὶς ἔρωτι, κατακλαίει δὲ καὶ τὸν πλάνητα καὶ τετυφωμένον τῶν πολλῶν ἄθλιον νοῦν, ὃς ψευδοῦς δόξης ἐκκρεμασθεὶς ᾠήθη τι παρ’ ἑαυτῷ βέβαιον καὶ ἀσφαλὲς ἢ συνόλως παρά τινι τῶν γενομένων ἄτρεπτον ἱδρῦσθαι, τοῦ παγίως καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος ἐστηλιτευμένου παρὰ μόνῳ τῷ θεῷ.

  7. 107.1

    Τὸ δὲ „δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ„ (Gen. 11,4) τοιοῦτον ὑποβάλλει νοῦν· πόλεις ὁ νομοθέτης οὐχὶ ταύτας μόνον οἴεται εἶναι τὰς ἐπὶ γῆς δημιουργηθείσας, ὧν εἰσιν ὗλαι λίθοι καὶ ξύλα, ἀλλὰ καὶ ἃς ἄνθρωποι περιφέρουσι ταῖς ψυχαῖς ἑαυτῶν ἐνιδρυμένας. εἰσὶ δ’ αὗται μέν,

  8. 108.1

    ὡς εἰκός, ἀρχέτυποι ἅτε θειοτέρας κατασκευῆς λαχοῦσαι, ἐκεῖναι δὲ μιμήματα ὡς ἂν ἐκ φθαρτῆς οὐσίας συνεστῶσαι. διττὸν δὲ πόλεως εἶδος, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μὲν τὸ δημοκρατίᾳ χρώμενον ἰσότητα τιμώσῃ πολιτείᾳ, ἧς ἄρχοντές εἰσι νόμος καὶ δίκη — θεοῦ δὲ ὕμνος ἡ τοιάδε —, χεῖρον δὲ τὸ κιβδηλεῦον αὐτήν, ὡς τὸ παράσημον καὶ παρακεκομμένον ἐν νομίσμασιν, ὀχλοκρατία, ἣ θαυμάζει τὸ ἄνισον, ἐν ᾗ ἀδικία καὶ ἀνομία καταδυναστεύουσιν.

  9. 109.1

    ἐγγράφονται δ’ οἱ μὲν ἀστεῖοι τῷ τῆς προτέρας πολιτεύματι, τῶν δὲ φαύλων ἡ πληθὺς τὴν ἑτέραν καὶ χείρω διέζωσται, πρὸ εὐκοσμίας ἀκοσμίαν καὶ σύγχυσιν πρὸ εὐσταθοῦς καταστάσεως ἀγαπῶσα.

  10. 110.1

    συνεργοῖς δὲ ὁ ἄφρων ἀξιοῖ πρὸς τὸ ἁμαρτάνειν οὐκ ἀρκούμενος αὑτῷ μόνῳ χρῆσθαι, καὶ προτρέπει μὲν ὅρασιν, προτρέπει δὲ ἀκοήν, παρακαλεῖ δὲ πᾶσαν αἴσθησιν ἀνυπερθέτως αὐτῷ συντετάχθαι, φερούσης ἑκάστης τὰ πρὸς ὑπηρεσίαν ἐπιτήδεια πάντα· ἐπαίρει μέντοι καὶ παραθήγει καὶ τὸ ἄλλο ἀτίθασον ἐκ φύσεως τῶν παθῶν στῖφος, ἵνα ἄσκησιν καὶ μελέτην προσλαβὸν ἀνύποιστον γένηται.

  11. 111.1

    τούτους οὖν καλέσας τοὺς συμμάχους ὁ νοῦς φησιν· „οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν„ (Gen. 11,4), ἴσον τῷ ὀχυρωσώμεθα τὰ οἰκεῖα καὶ φραξώμεθα δυνατῶς, ὡς μὴ πρὸς τῶν κατατρεχόντων εὐμαρῶς ἁλισκοίμεθα· διέλωμεν καὶ διανείμωμεν ὥσπερ κατὰ φυλὰς καὶ δήμους ἑκάστας τῶν ἐν ψυχῇ δυνάμεων προσκληρώσαντες τὰς μὲν λογικῇ, τὰς δὲ ἀλόγῳ μερίδι·

  12. 112.1

    ἄρχοντας ἑλώμεθα τοὺς ἱκανοὺς πλοῦτον, δόξαν, τιμάς, ἡδονὰς ἀφ’ ὧν ἂν δύνωνται περιποιεῖν ἁπάντων· τὴν πενίας καὶ ἀδοξίας αἰτίαν δικαιοσύνην τιθεμένους ἐκποδὼν γράφωμεν νόμους, οἳ τὸ τοῦ κρείττονος συμφέρον βεβαιώσουσι τοῖς πλέον ἑτέρων αἰεὶ φέρεσθαι δυναμένοις.

  13. 113.1

    „πύργος„ δ’ ὡς ἂν ἀκρόπολις κατεσκευάσθω τῇ | τυράννῳ κακίᾳ βασίλειον ὀχυρώτατον, ἧς οἱ μὲν πόδες ἐπὶ γῆς βαινέτωσαν, ἡ δὲ κεφαλὴ πρὸς οὐρανὸν φθανέτω τοσοῦτον ὑπὸ μεγαλαυχίας ὕψος ἐπιβᾶσα.

  14. 114.1

    τῷ γὰρ ὄντι οὐ μόνον ἐπὶ τῶν ἀνθρωπείων ἀδικημάτων ἵσταται, μετατρέχει δὲ καὶ τὰ ὀλύμπια τοὺς ἀσεβείας καὶ ἀθεότητος λόγους προτείνουσα, ἐπειδὰν ἢ ὡς οὐκ ἔστι τὸ θεῖον διεξίῃ, ἢ ὡς ὂν οὐ προνοεῖ, ἢ ὡς ὁ κόσμος οὔποτε γενέσεως ἔλαβεν ἀρχήν, ἢ ὡς γενόμενος ἀστάτοις αἰτίαις ὡς ἂν τύχῃ φέρεται, ποτὲ μὲν πλημμελῶς, ποτὲ δὲ οὐχ ὑπαιτίως, καθάπερ ἐπὶ πλοίων καὶ τεθρίππων εἴωθε γίνεσθαι·

  15. 115.1

    φιλεῖ γὰρ ἔστιν ὅτε χωρὶς ἡνιόχων τε καὶ κυβερνητῶν ὅ τε πλοῦς καὶ ὁ δρόμος εὐθύνεσθαι· προνοίας δ’ οὐ τὸ ὀλιγάκις, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης πολλάκις, τῆς δὲ θείας ἀδιαστάτως αἰεὶ κατορθοῦν, ἐπεὶ τὸ διαμαρτάνειν ἀλλότριον ἀνωμολόγηται θείας δυνάμεως. κατασκευάζουσι μέντοι συμβολικῶς ὡσανεὶ πύργον τὸν περὶ κακίας λόγον οἱ φρενοβλαβεῖς, τί βουλόμενοι ἢ ὄνομα αὐτῶν ὑπολείπεσθαι τὸ δυσώνυμον;

  16. 116.1

    λέγουσι γάρ· „ποιήσωμεν ἑαυτῶν ὄνομα„ (Gen. 11,4). ὢ περιττῆς καὶ κεχυμένης ἀναισχυντίας. τί φατε; νυκτὶ καὶ βαθεῖ σκότῳ τὰ ἑαυτῶν ἀδικήματα συγκρύπτειν ὀφείλοντες καὶ προκάλυμμα αὐτῶν, εἰ καὶ μὴ τὴν ἀληθῆ, τὴν γοῦν προσποίητον αἰδῶ πεποιῆσθαι ἢ χάριτος ἕνεκα τῆς πρὸς τοὺς ἐπιεικεστέρους ἢ διαδύσεως τῶν ἐφ’ ὁμολογουμένοις ἁμαρτήμασι τιμωριῶν, τοσοῦτον τῆς τόλμης ἐπιβαίνετε, ὥστε οὐ μόνον πρὸς φῶς καὶ λαμπρότατον ἥλιον ἐναυγάζεσθε μήτε τὰς ἀνθρώπων τῶν ἀμεινόνων ἀπειλὰς μήτε τὰς ἀπαραιτήτους ἐκ θεοῦ δίκας τοῖς οὕτως ἀνοσιουργοῖς ἀπαντωμένας καταδείσαντες, ἀλλὰ καὶ πανταχόσε φήμας ἀγγέλους τῶν οἰκείων ἀδικημάτων περιπέμπειν ἀξιοῦτε, ὡς μηδεὶς ἀμύητος μηδ’ ἀνήκοος γένοιτο τῶν ὑμετέρων, ὦ σχέτλιοι καὶ παμμίαροι, τολμημάτων.

  17. 117.1

    ὀνόματος οὖν ποίου γλίχεσθε; ἢ τοῦ τοῖς πραττομένοις οἰκειοτάτου; ἆρ’ οὖν ἕν ἐστι μόνον; γένει μὲν ἴσως ἕν, μυρία δὲ τοῖς εἴδεσιν, ἅ, κἂν ἡσυχάζητε, ἑτέρων λεγόντων ἀκούσεσθε· προπέτεια τοίνυν ἐστὶ μετὰ ἀναισχυντίας, ὕβρις μετὰ βίας, βία μετὰ ἀνδροφονίας, σὺν μοιχείαις φθοραί, σὺν ἀμέτροις ἡδοναῖς ἀόριστος ἐπιθυμία, μετὰ θράσους ἀπόνοια, μετὰ πανουργίας ἀδικία, κλοπαὶ μετὰ ἁρπαγῆς, σὺν ψευδολογίαις ψευδορκίαι, μετὰ παρανομιῶν ἀσέβειαι.

  18. 118.1

    ταῦτα καὶ τὰ παραπλήσια τῶν τοιούτων ἔστ’ ὀνόματα. καλόν γ’ ἐναυχῆσαι κἀπισεμνύνεσθαι δόξαν θηρωμένους τὴν ἀπὸ τούτων, ἐφ’ οἷς εἰκὸς ἦν ἐγκαλύπτεσθαι. καὶ μὴν ἔνιοι μέγα φρονοῦσιν ἐπὶ τούτοις, ὡς ἄμαχόν τινα ἰσχὺν ἐκ τοῦ τοιούτους νομισθῆναι παρὰ πᾶσι καρπωσάμενοι, οὓς τοῦ πολλοῦ θράσους ἡ ὀπαδὸς τοῦ θεοῦ δίκη τίσεται καίτοι τάχα τὸν οἰκεῖον οὐ μαντευομένους μόνον, ἀλλὰ καὶ προορωμένους ὄλεθρον· φασὶ γάρ· „πρὶν διασπαρῆναι„ (Gen. 11,4), φροντίσωμεν ὀνόματός τε καὶ δόξης.

  19. 119.1

    οὐκοῦν, εἴποιμ’ ἂν αὐτοῖς, ὅτι σκεδασθήσεσθε γινώσκετε; τί οὖν ἁμαρτάνετε; ἀλλὰ μήποτε τὸν τρόπον τῶν ἀφρόνων διασυνίστησιν, οἳ καίτοι μεγίστων ἐπικρεμαμένων οὐκ ἀδήλως ἀλλ’ ἐκ τοῦ φανεροῦ πολλάκις τιμωριῶν ἀδικεῖν ὅμως οὐκ ὀκνοῦσι· γνωριμώταται δ’ εἰσὶν αἱ τιμωρίαι ἀδηλοῦσθαι νομισθεῖσαι, ἃς ἐκ θεοῦ κατασκήπτειν συμβέβηκε.

  20. 120.1

    πάντες γὰρ οἱ φαυλότατοι λαμβάνουσιν ἐννοίας περὶ τοῦ μὴ λήσειν τὸ θεῖον ἀδικοῦντες μηδὲ τὸ δίκην ὑφέξειν εἰσάπαν ἰσχῦσαι διακρούσασθαι· ἐπεὶ πόθεν ἴσασιν, ὅτι σκεδασθήσονται;

  21. 121.1

    καὶ μὴν λέγουσι „πρὶν ἡμᾶς διασπαρῆναι„· ἀλλὰ τὸ συνειδὸς ἔνδοθεν ἐλέγχει καὶ σφόδρα ἐπιτηδεύοντας ἀθεότητα κεντεῖ, ὡς ἄκοντας εἰς συναίνεσιν ἐπισπάσασθαι περὶ τοῦ τὰ κατ’ ἀνθρώπους πάντα πρὸς ἀμείνονος φύσεως ἐφορᾶσθαι καὶ δίκην ἐφεστάναι τιμωρὸν ἀδέκαστον, ἀσεβῶν πράξεις ἐχθραίνουσαν ἀδίκους καὶ λόγους τοὺς συνηγόρους αὐταῖς.

  22. 122.1

    ἀλλ’ εἰσὶν ἀπόγονοι πάντες οὗτοι τῆς αἰεὶ μὲν ἀποθνῃσκούσῃς, μηδέποτε δὲ τεθνηκυίας μοχθηρίας, ἧς Κάιν ἐστὶν ὄνομα. ἢ οὐχὶ καὶ ὁ Κάιν υἱὸν γεννήσας, ὃν Ἐνὼχ ἐκάλεσεν, ὁμώνυμον αὐτῷ [καὶ] κτίζων εἰσάγεται πόλιν (Gen. 4, 17) καὶ τρόπον τινὰ τὰ γενητὰ καὶ θνητὰ οἰκοδομῶν ἐπὶ τῇ τῶν θειοτέρας κατασκευῆς λαχόντων ἀνατροπῇ;

  23. 123.1

    ὁ γὰρ Ἐνὼχ ἑρμηνεύεται χάρις σου· τῶν δ’ ἀνοσίων ἕκαστος διάνοιαν μὲν ἡγεῖται χαρίζεσθαι ἑαυτῷ τάς τε καταλήψεις καὶ διανοήσεις, ὀφθαλμοὺς δὲ τὸ βλέπειν καὶ ἀκούειν ὦτα καὶ μυκτῆρας ὀσφραίνεσθαι, καὶ τὰς ἄλλας αἰσθήσεις τὰ οἰκεῖα ἑαυταῖς, ἔτι μέντοι καὶ τὰ φωνῆς ὄργανα τὸ λέγειν, θεὸν δὲ ἢ μὴ συνόλως ἢ μὴ ὡς πρῶτον αἴτιον ὄν.

  24. 124.1

    διὰ τοῦτο καὶ ὧν ἐγεωπόνησε τὰς ἀπαρχὰς ἑαυτῷ ταμιεύεται, καρποὺς δὲ αὐτὸ μόνον αὖθις προσενεγκεῖν θεῷ λέγεται καίτοι παραδείγματος ὑγιοῦς ἐγγὺς ἑστῶτος· ὁ γὰρ ἀδελφὸς αὐτοῦ τὰ πρωτότοκα, οὐ τὰ δεύτερα τῆς ποίμνης ἔκγονα ἱερουργεῖ, τὰς τῶν γινομένων πρεσβυτέρας αἰτίας κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων ὁμολογῶν συνίστασθαι.

  25. 125.1

    τῷ δ’ ἀσεβεῖ τοὐναντίον δοκεῖ, αὐτοκράτορα μὲν εἶναι τὸν νοῦν ὧν βουλεύεται, αὐτοκράτορα δὲ καὶ τὴν αἴσθησιν ὧν αἰσθάνεται· δικάζειν γὰρ ἀνυπαιτίως καὶ ἀψευδῶς τὴν μὲν τὰ σώματα, τὸν δὲ πάντα.

  26. 126.1

    τούτων δὲ τί ἂν γένοιτο ἐπιληπτότερον ἢ μᾶλλον ὑπὸ τῆς ἀληθείας ἐλεγχόμενον; ἢ οὐχὶ καὶ ὁ νοῦς πολλάκις ἐπὶ μυρίων ὅσων ἠλέγχθη παρανοῶν, καὶ αἱ αἰσθήσεις ἅπασαι ψευδομαρτυριῶν ἑάλωσαν οὐ παρ’ ἀλόγοις δικασταῖς, οὓς εἰκὸς ἀπατᾶσθαι, ἀλλ’ ἐν τῷ τῆς φύσεως αὐτῆς δικαστηρίῳ, ἣν οὐ θέμις δεκάζεσθαι;

  27. 127.1

    καὶ μὴν σφαλλομένων γε τῶν καθ’ ἡμᾶς αὐτοὺς περί τε νοῦν καὶ αἴσθησιν κριτηρίων ἀνάγκη τἀκόλουθον ὁμολογεῖν, ὅτι ὁ θεὸς τῷ μὲν τὰς ἐννοίας, τῇ δὲ τὰς ἀντιλήψεις ἐπομβρεῖ, καὶ ἔστιν οὐ τῶν καθ’ ἡμᾶς μερῶν χάρις τὰ γινόμενα, ἀλλὰ τοῦ δι’ ὃν καὶ ἡμεῖς γεγόναμεν δωρεαὶ πᾶσαι.

  28. 128.1

    τὸν φιλαυτίας κλῆρον παραλαβόντες παῖδες παρὰ πατρὸς συναυξῆσαι γλίχονται μέχρις οὐρανοῦ, ἕως ἂν ἡ φιλάρετός τε καὶ μισοπόνηρος δίκη παρελθοῦσα καθέλῃ τὰς πόλεις, ἃς ἐπετείχισαν ψυχῇ τῇ ταλαίνῃ, καὶ τὸν πύργον, οὗ τοὔνομα ἐν τῇ

  29. 129.1

    τῶν κριμάτων ἀναγραφομένῃ βίβλῳ δεδήλωται. ἔστι δὲ ὡς μὲν Ἑβραῖοι λέγουσι Φανουήλ, ὡς δὲ ἡμεῖς ἀποστροφὴ θεοῦ· τὸ γὰρ κατεσκευασμένον ὀχύρωμα διὰ τῆς τῶν λόγων πιθανότητος οὐδενὸς ἕνεκα ἑτέρου κατεσκευάζετο ἢ τοῦ μετατραπῆναι καὶ μετακλιθῆναι διάνοιαν ἀπὸ τῆς τοῦ θεοῦ τιμῆς· οὗ τί ἂν γένοιτο ἀδικώτερον;

  30. 130.1

    ἀλλὰ πρός γε τὴν τοῦ ὀχυρώματος τούτου καθαίρεσιν ὁ πειρατὴς τῆς ἀδικίας καὶ φονῶν αἰεὶ κατ’ αὐτῆς εὐτρέπισται, ὃν Ἑβραῖοι καλοῦσι Γεδεών, ὃς ἑρμηνεύεται πειρατήριον· „ὤμοσε“ γάρ φησι „Γεδεὼν τοῖς ἀνδράσι Φανουὴλ λέγων· ἐν τῷ με ἐπιστρέφειν μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω“ (Iud. 8,9).

  31. 131.1

    πάγκαλον καὶ πρεπωδέστατον αὔχημα μισοπονήρῳ ψυχῇ κατὰ ἀσεβῶν ἠκονημένῃ τὸ βεβαιοῦσθαι καθαιρήσειν πάντα λόγον ἀποστρέφειν διάνοιαν ὁσιότητος ἀναπείθοντα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν γὰρ ὁ νοῦς ἐπιστρέψῃ, τὸ ἀποκλῖνον καὶ ἀποστρεφόμενον αὐτοῦ πᾶν λύεται.

  32. 132.1

    τούτου δὲ καιρός ἐστι τῆς καθαιρέσεως, τὸ παραδοξότατον, ᾗ φησιν, οὐ πόλεμος, ἀλλ’ εἰρήνη· διανοίας γὰρ εὐσταθείᾳ καὶ ἠρεμίᾳ, ἣν εὐσέβεια γεννᾶν πέφυκεν, ἀνατρέπεται πᾶς λόγος, ὃν ἐδημιούργησεν ἀσέβεια.

  33. 133.1

    πολλοὶ καὶ τὰς αἰσθήσεις πύργου τινὰ τρόπον ἐπὶ τοσοῦτον ἤγειραν, ὡς ἅψασθαι τῶν οὐρανοῦ περάτων· οὐρανὸς δὲ συμβολικῶς ὁ νοῦς ἡμῶν ἐστι, καθ’ ὃν αἱ ἄρισται καὶ θεῖαι φύσεις περιπολοῦσιν. οἱ δὲ ταῦτα τολμῶντες αἴσθησιν μὲν διανοίας προκρίνουσιν, ἀξιοῦσι δὲ καὶ διὰ τῶν αἰσθητῶν τὰ νοητὰ πάντα ἑλεῖν ἀνὰ κράτος, εἰς μὲν δούλων τάξιν τὰ δεσπόζοντα, εἰς δὲ ἡγεμόνων τὰ φύσει δοῦλα μεθαρμόσασθαι βιαζόμενοι.

  34. 134.1

    Τὸ δέ, „κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον“ (Gen. 11,5) τροπικώτερον πάντως ἀκουστέον· προσιέναι γὰρ ἢ ἀπιέναι ἢ κατιέναι ἢ τοὐναντίον ἀνέρχεσθαι ἢ συνόλως τὰς αὐτὰς τοῖς κατὰ μέρος ζῴοις σχέσεις καὶ κινήσεις ἴσχεσθαι καὶ κινεῖσθαι τὸ θεῖον ὑπολαμβάνειν ὑπερωκεάνιος καὶ μετακόσμιος, ὡς ἔπος εἰπεῖν, ἐστὶν ἀσέβεια.

  35. 135.1

    ταῦτα δὲ ἀνθρωπολογεῖται παρὰ τῷ νομοθέτῃ περὶ τοῦ μὴ ἀνθρωπομόρφου θεοῦ διὰ τὰς τῶν παιδευομένων ἡμῶν, ὡς πολλάκις ἐν ἑτέροις εἶπον, ὠφελείας. ἐπεὶ τίς οὐκ οἶδεν ὅτι τῷ κατιόντι τὸν μὲν ἀπολείπειν, τὸν δὲ ἐπιλαμβάνειν τόπον ἀναγκαῖον;

  36. 136.1

    ὑπὸ δὲ τοῦ θεοῦ πεπλήρωται τὰ πάντα, περιέχοντος, οὐ περιεχομένου, ᾧ πανταχοῦ τε καὶ οὐδαμοῦ συμβέβηκεν εἶναι μόνῳ· οὐδαμοῦ μέν, ὅτι καὶ χώραν καὶ τόπον αὐτὸς τοῖς σώμασι συγγεγέννηκε, τὸ δὲ πεποιηκὸς ἐν οὐδενὶ τῶν γεγονότων θέμις εἰπεῖν περιέχεσθαι, πανταχοῦ δέ, ὅτι τὰς δυνάμεις αὑτοῦ διὰ γῆς καὶ ὕδατος ἀέρος τε καὶ οὐρανοῦ τείνας μέρος οὐδὲν ἔρημον ἀπολέλοιπε τοῦ κόσμου, πάντα δὲ συναγαγὼν διὰ πάντων ἀοράτοις ἔσφιγξε δεσμοῖς, ἵνα μή ποτε λυθείη, οὗ χάριν μελετήσας ὧ * * *.

  37. 137.1

    τὸ μὲν γὰρ ὑπεράνω τῶν δυνάμεων ὂν ἐπινοεῖται περιττεύειν, οὐ * * * κατὰ τὸ εἶναι μόνον· τούτου δύναμις δέ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο τὰ πάντα, κέκληται μὲν ἐτύμως θεός, ἐγκεκόλπισται δὲ τὰ ὅλα καὶ διὰ τῶν τοῦ παντὸς μερῶν διελήλυθε.

  38. 138.1

    τὸ δὲ θεῖον καὶ ἀόρατον καὶ ἀκατάληπτον καὶ πανταχοῦ ὂν ὁρατόν τε καὶ καταληπτὸν οὐδαμοῦ πρὸς ἀλήθειάν ἐστιν * * * „ὧδε στὰς ἐγὼ πρὸ τοῦ σέ“ (Exod. 17, 6), δείκνυσθαι καὶ καταλαμβάνεσθαι δοκῶν, πρὸ πάσης δείξεως καὶ φαντασίας ὑπερβαλὼν τὰ γεγονότα.

  39. 139.1

    τῶν οὖν μεταβατικῆς κινήσεως ὀνομάτων οὐδὲν ἐφαρμόττει τῷ κατὰ τὸ εἶναι θεῷ, τὸ ἄνω, τὸ κάτω, τὸ ἐπὶ δεξιά, τὸ ἐπ’ εὐώνυμα, τὸ πρόσω, τὸ κατόπιν· ἐν οὐδενὶ γὰρ τῶν λεχθέντων ἐπινοεῖται, ὡς οὐδ’ ἂν μετατρεπόμενος ἐναλλάττοι χωρία.

  40. 140.1

    λέγεται δ’ οὐδὲν ἧττον κατελθὼν ἰδεῖν, ὁ προλήψει πάντα οὐ γενόμενα μόνον ἀλλὰ καὶ πρὶν γενέσθαι σαφῶς κατειληφώς, προτροπῆς ἕνεκα καὶ διδασκαλίας, ἵνα μηδεὶς ἀνθρώπων οἷς οὐ πάρεστιν, ἀβεβαίῳ χρώμενος εἰκασίᾳ, μακρὰν ἀφεστὼς προπιστεύῃ, ἀλλ’ ἄχρι τῶν πραγμάτων ἐλθὼν καὶ διακύψας εἰς ἕκαστα καὶ ἐπιμελῶς αὐτὰ αὐγασάμενος· ὄψιν γὰρ ἀπλανῆ πρὸ ἀκοῆς ἀπατεῶνος ἄξιον μάρτυρα τίθεσθαι.

  41. 141.1

    οὗ χάριν καὶ παρὰ τοῖς ἄριστα πολιτευομένοις ἀναγέγραπται νόμος ἀκοῇ μὴ μαρτυρεῖν, ὅτι φύσει τὸ δικαστήριον αὐτῆς πρὸς τὸ δεκάζεσθαι ταλαντεύει· καὶ Μωυσῆς μέντοι φησὶν ἐν τοῖς ἀπαγορευτικοῖς· „οὐ παραδέξῃ ἀκοὴν ματαίαν“ (Exod. 23, 1), οὐχὶ μόνον τοῦτο λέγων, * * * παραδέχεσθαι ψευδῆ λόγον ἢ εὐήθη δι’ ἀκοῆς, ἀλλὰ καὶ ὅτι πρὸς τὴν σαφῆ τῆς ἀληθείας κατάληψιν μακρὸν ὅσον ὄψεως ὑστερίζουσα διελέγχεται γέμουσα

  42. 142.1

    ματαιότητος ἀκοή. ταύτην φαμὲν αἰτίαν εἶναι τοῦ λέγεσθαι „τὸν θεὸν καταβεβηκέναι τὴν πόλιν καὶ τὸν πύργον θεάσασθαι„. οὐ παρέργως δὲ πρόσκειται „ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων„ (Gen. 11,5). ἴσως γὰρ ἄν τις εἴποι τῶν οὐκ εὐαγῶν ἐπιχλευάζων ἅμα· καινὸν ἡμᾶς ἀναδιδάσκει μάθημα ὁ νομοθέτης, ὅτι πύργους καὶ πόλεις οὐχ ἕτεροί τινες, ἀλλὰ παῖδες ἀνθρώπων ἀνοικοδομοῦνται. τίς γὰρ τά γ’ οὕτως ἐμφανῆ καὶ περίοπτα καὶ τῶν λίαν ἐξεστηκότων ἀγνοεῖ;

  43. 143.1

    ἀλλὰ μὴ τὸ πρόχειρον τοῦτο καὶ κατημαξευμένον ἐν τοῖς ἱερωτάτοις χρησμοῖς ἀναγεγράφθαι νομίσῃς, ἀλλ’ ὅπερ ἀποκεκρυμμένον ἰχνηλατεῖται διὰ τῶν ἐμφανῶν ὀνομάτων. τί οὖν ἐστι τοῦτο;

  44. 144.1

    οἱ πολλοὺς ἐπιγραφόμενοι τῶν ὄντων ὡσανεὶ πατέρας καὶ τὸ πολύθεον εἰσηγούμενοι στῖφος ἀπειρίαν ὁμοῦ καὶ πολυμιγίαν τῶν πραγμάτων καταχέαντες καὶ τὸ ψυχῆς τέλος ἡδονῇ παραδόντες δημιουργοὶ τῆς εἰρημένης πόλεως καὶ τῆς κατ’ αὐτὴν ἀκροπόλεως, εἰ δεῖ τἀληθὲς εἰπεῖν, γεγόνασι, τὰ ποιητικὰ τοῦ τέλους τρόπον οἰκοδομημάτων συναύξοντες, τῶν ἐκ πόρνης ἀποκυηθέντων οὐδέν, ὥς γ’ οἶμαι, διαφέροντες, οὓς ὁ νόμος ἐκκλησίας ἀπελήλακε θείας εἰπών· „οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23, 2), ὅτι, καθάπερ περὶ πολλὰ τέλη πλανώμενοι τοξόται καὶ μηδενὸς εὐστόχως ἐφιέμενοι σκοποῦ, μυρίας ἀρχὰς καὶ αἰτίας τῆς τῶν ὄντων ὑποθέμενοι γενέσεως ψευδωνύμους πάσας τὸν ἕνα ποιητὴν καὶ πατέρα τῶν ὅλων ἠγνόησαν.

  45. 145.1

    οἱ δὲ ἐπιστήμῃ κεχρημένοι τοῦ ἑνὸς υἱοὶ θεοῦ προσαγορεύονται δεόντως, καθὰ καὶ Μωυσῆς ὁμολογεῖ φάσκων· „υἱοί ἐστε κυρίου τοῦ θεοῦ" (Deut. 14, 1) καὶ „θεὸν τὸν γεννήσαντά σε" (Deut. 32,18) καὶ „οὐκ αὐτὸς οὗτός σου πατήρ“ (ibid. 6) ; ἕπεται μέντοι τοῖς οὕτω τὴν ψυχὴν διατεθεῖσι μόνον τὸ καλὸν ἀγαθὸν εἶναι νομίζειν, ὅπερ τῷ τέλει τῆς ἡδονῆς πρὸς ἐμπειροπολέμων ἀνδρῶν ἀντιτειχίζεται πρὸς ἀνατροπὴν καὶ καθαίρεσιν ἐκείνου. κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως

  46. 146.1

    ὢν υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον, πολυώνυμον ὑπάρχοντα· καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ’ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν, Ἰσραήλ, προσαγορεύεται.

  47. 147.1

    διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόντων ὅτι „πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου“ (Gen. 42, 11)· καὶ γὰρ εἰ μήπω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ, λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος.

  48. 148.1

    καὶ πολλαχοῦ μέντοι τῆς νομοθεσίας υἱοὶ πάλιν Ἰσραὴλ καλοῦνται, τοῦ ὁρῶντος οἱ ἀκούοντες, ἐπειδὴ μεθ’ ὅρασιν ἀκοὴ δευτερείοις τετίμηται καὶ τὸ διδασκόμενον τοῦ χωρὶς ὑφηγήσεως ἐναργεῖς τύπους τῶν ὑποκειμένων λαμβάνοντος αἰεὶ δεύτερον.

  49. 149.1

    ἄγαμαι καὶ τῶν ἐν βασιλικαῖς βίβλοις ἱεροφαντηθέντων, καθ’ ἃς οἱ πολλαῖς γενεαῖς ὕστερον ἀκμάσαντες καὶ βιώσαντες ἀνυπαιτίως υἱοὶ τοῦ τὸν θεὸν ὑμνήσαντος Δαβὶδ ἀναγράφονται (III Reg. 15,11 IV Reg. 18, 3 al.), οὗ περιόντος οὐδ’ οἱ πρόπαπποι τούτων ἦσαν ἴσως γεγενημένοι· ψυχῶν γὰρ ἀπαθανατιζομένων ἀρεταῖς, οὐ φθαρτῶν σωμάτων ἐστὶ γένεσις, ἣν ἐπὶ τοὺς καλοκἀγαθίας ἡγεμόνας ὡσανεὶ γεννητὰς καὶ πατέρας ἀναφέρεσθαι συμβαίνει.

  50. 150.1

    κατὰ δὲ τῶν ἐπ’ ἀδικίαις σεμνυνομένων εἶπε κύριος· „ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων“ (Gen. 11,5), ἴσον τῷ ἰδοὺ μία οἰκειότης καὶ συγγένεια, καὶ πάλιν ἁρμονία καὶ συμφωνία ἡ αὐτὴ πάντων ὁμοῦ, μηδενὸς ἠλλοτριωμένου τὴν γνώμην μηδ’ ἀπᾴδοντος, καθάπερ ἔχει καὶ ἐπ’ ἀνθρώπων ἀμούσων· τὸ γὰρ φωνητήριον αὐτοῖς ὄργανον πᾶσι τοῖς φθόγγοις ἔστιν ὅτε δι’ ὅλων ἐκμελὲς καὶ ἀπῳδὸν οὐ μετρίως καθέστηκε, πρὸς ἀναρμοστίαν ἄκρως ἡρμοσμένον καὶ πρὸς τὸ ἀσύμφωνον συμφωνίαν μόνον ἄγον.

  51. 151.1

    καὶ ἐπὶ τῆς πολίτιδος τὸ κατασκευαστὸν τὸ παραπλήσιον ἰδεῖν ἔστιν· αἵ τε γὰρ ἀμφημεριναὶ καὶ διάτριτοι καὶ τεταρταΐζουσαι παρὰ παισὶν ἰατρῶν λεγόμεναι περίοδοι μεθ’ ἡμέραν τε καὶ νύκτωρ περὶ τὰς αὐτὰς ὥρας κατασκήπτουσι τὴν εἰς αὐτὰ καὶ τάξιν φυλάττουσαι.

  52. 152.1

    τὸ δὲ „καὶ τοῦτο ἤρξαντο ποιῆσαι“ (Gen. 11,6) μετ’ οὐ μετρίου σχετλιασμοῦ λέλεκται, διότι τοῖς ῥᾳδιουργοῖς οὐ τὰ πρὸς τοὺς ὁμοφύλους μόνον συγχεῖν δίκαια ἐξήρκεσεν, ἀλλ’ ἤδη καὶ τῶν ὀλυμπίων ἐπιβαίνειν ἐτόλμησαν, ἀδικίαν μὲν σπείραντες,

  53. 153.1

    ἀσέβειαν δὲ θερίσαντες. ὄφελος δὲ τοῖς ἀθλίοις οὐδέν· οὐ γὰρ ὥσπερ ἀδικοῦντες ἀλλήλους πολλὰ ὧν ἂν ἐθελήσωσιν ἀνύτουσιν ἔργοις βεβαιούμενοι τὰ βουλαῖς ἀγνώμοσιν ἐπιλογισθέντα, οὕτως καὶ ἀσεβοῦντες· ἀζήμια γὰρ καὶ ἀπήμονα τὰ θεῖα, τοῦ δὲ πλημμελεῖν εἰς αὐτὰ οἱ δυσκάθαρτοι τὰς ἀρχὰς εὑρίσκονται μόνον, πρὸς δὲ τὸ τέλος φθάνουσιν οὐδέποτε.

  54. 154.1

    διὸ καὶ λέγεται τοῦτο· „ἤρξαντο ποιῆσαι“· κορεσθέντες γὰρ οἱ τοῦ παρανομεῖν ἄπληστοι τῶν πρὸς τὰ ἐν γῇ καὶ θαλάττῃ καὶ ἀέρι, ἃ φθαρτῆς φύσεως ἔλαχε, κακῶν ἐπὶ τὰς ἐν οὐρανῷ θείας φύσεις μετατάξασθαι διενοήθησαν· ἅ ἐστι τῶν ὄντων ἔξω τοῦ κακηγορεῖν ἔθος ἐστὶ διαθεῖναι τὸ παράπαν οὐδέν· καὶ αὐτὸ μέντοι τὸ βλασφημεῖν οὐ τοῖς κακηγορουμένοις ἐπιφέρει τινὰ ζημίαν, ἃ τῆς ἰδίου φύσεως οὔποτ’ ἐξίσταται, ἀλλὰ τοῖς καταιτιωμένοις συμφορὰς ἀνηκέστους.

  55. 155.1

    οὐκ ἐπειδὴ μέντοι μόνον ἤρξαντο πρὸς τὸ τέλος ἐλθεῖν ἀδυνατήσαντες ἀσεβείας, διὰ τοῦτ’ αὐτοὺς οὐχ ὡς διαπραξαμένους ἕκαστα ὧν διενοήθησαν αἰτιατέον· οὗ χάριν καὶ τετελειωκέναι φησὶ τὸν πύργον αὐτοὺς οὐ τελειώσαντας, ἐπειδὰν λέγῃ· „κύριος κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον", οὐχ ὃν οἰκοδομῆσαι μέλλουσιν, ἀλλ’ ὃν „ᾠκοδόμησαν“ ἤδη (Gen. 11,5).

  56. 156.1

    τίς οὖν πίστις τοῦ μὴ τετελεσιουργῆσθαι τὴν κατασκευήν; ἡ ἐνάργεια πρώτη· γῆς γὰρ ὁτιοῦν μέρος ἀμήχανον οὐρανοῦ ψαῦσαι διὰ τὴν ἔμπροσθεν αἰτίαν, ὅτιπερ οὐδὲ κέντρον περιφερείας ἅπτεται· δευτέρα δ’, ὅτι ὁ αἰθήρ, ἱερὸν πῦρ, φλόξ ἐστιν ἄσβεστος, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα παρὰ τὸ αἴθειν, ὃ δὴ καίειν ἐστὶ κατὰ γλῶτταν, εἰρημένον.

  57. 157.1

    μάρτυς δὲ μία μοῖρα τῆς οὐρανίου πυρᾶς ἥλιος, ὃς τοσοῦτον γῆς ἀφεστὼς ἄχρι μυχῶν τὰς ἀκτῖνας ἐπιπέμπων αὐτήν τε καὶ τὸν ἀπ’ αὐτῆς ἀνατείνοντα μέχρι τῆς οὐρανίου σφαίρας ἀέρα φύσει ψυχρὸν ὄντα τῇ μὲν ἀλεαίνει, τῇ δὲ καταφλέγει· τὰ μὲν γὰρ ὅσα ἢ μακρὰν ἀφέστηκεν αὐτοῦ τῆς φορᾶς ἢ ἐγκάρσια παραβέβληται ἀλεαίνει μόνον, τὰ δ’ ἐγγὺς ἢ ἐπ’ εὐθείας ὄντα καὶ προσανακαίει βίᾳ.

  58. 158.1

    εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τοὺς ἀναβαίνειν τολμῶντας ἀνθρώπους οὐκ ἀναγκαῖον ἦν ἐμπεπρῆσθαι κεραυνωθέντας, ἀτελοῦς αὐτοῖς τῆς μεγαλουργηθείσης ἐπινοίας γενομένης; τοῦτ’ ἔοικεν αἰνίττεσθαι διὰ τῶν αὖθις λεγομένων· „ἐπαύσαντο“ γάρ φησιν „οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον“ (Gen. 11,8), οὐ δήπου τελειώσαντες, ἀλλὰ τελεσιουργῆσαι κωλυθέντες διὰ τὴν ἐπιγενομένην σύγχυσιν. οὐ μὴν ἐκπεφεύγασι τὴν τῶν διαπράξεων αἰτίαν οἱ πρὸς τῷ βουλεύσασθαι καὶ ἐγκεχειρηκότες.

  59. 159.1

    τὸν γοῦν οἰωνόμαντιν καὶ τερατοσκόπον περὶ τὰς ἀβεβαίους εἰκασίας ματαιάζοντα — καὶ γὰρ μάταιος ἑρμηνεύεται Βαλαάμ — φησὶν ὁ νόμος τῷ ὁρῶντι καταράσασθαι καίτοι διὰ τῶν λόγων εὐφήμους ποιησάμενον εὐχάς, σκοπῶν οὐ τὰ λεχθέντα ἃ προμηθείᾳ θεοῦ μετεχαράττετο οἷα δόκιμον ἀντὶ κιβδήλου νόμισμα, τὴν δὲ διάνοιαν, ἐν ᾗ τὰ βλάψοντα πρὸ τῶν ὠφελησόντων ἀνεπολεῖτο. ἔστι δὲ φύσει πολέμια ταῦτα, στοχασμὸς ἀληθείᾳ καὶ ματαιότης ἐπιστήμῃ καὶ ἡ διὰ ἐνθουσιασμοῦ μαντεία νηφούσῃ σοφίᾳ.

  60. 160.1

    καὶ ἂν ἐξ ἐνέδρας μέντοι τις ἐπιχειρήσας ἀνελεῖν τινα μὴ δυνηθῇ κτεῖναι, τῇ τῶν ἀνδροφόνων οὐδὲν ἧττον ὕποχος δίκῃ καθέστηκεν, ὡς ὁ γραφεὶς περὶ τούτων δηλοῖ νόμος· „ἐὰν“ γάρ φησι „τὶς ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι„ (Exod. 21,14)· καίτοι ἐπιτίθεται μόνον, οὐκ ἀνῄρηκεν, ἀλλ’ ἴσον ἡγήσατο ἀδίκημα τῷ κτεῖναι τὸ βουλεῦσαι τὸν φόνον· οὗ χάριν οὐδ’ ἱκέτῃ γενομένῳ δέδωκεν ἀμνηστίαν, ἀλλὰ καὶ ἐξ ἱεροῦ ἐκέλευσεν ἀπάγειν τὸν ἀνιέρῳ γνώμῃ χρησάμενον.

  61. 161.1

    ἀνίερος δὲ οὐ ταύτῃ μόνον, ὅτι κατὰ ψυχῆς τῆς αἰεὶ ζῆν δυναμένης ἀρετῶν κτήσει τε καὶ χρήσει τὸν διὰ προσβολῆς κακίας φόνον ἐβούλευσεν, ἀλλὰ καὶ ὅτι θεὸν τῆς ἀνοσιουργοῦ τόλμης αἰτιᾶται· τὸ γὰρ „καταφύγῃ“ τοιοῦτον ὑποβάλλει νοῦν, διότι πολλοὶ τὰ καθ’ ἑαυτῶν ἀποδιδράσκειν ἐθέλοντες ἐγκλήματα καὶ ῥύεσθαι τῶν ἐφ’ οἷς ἠδίκησαν ἀξιοῦντες ἑαυτοὺς τιμωριῶν τὸ οἰκεῖον ἄγος τῷ κακοῦ μὲν μηδενὸς ἀγαθῶν δ’ ἁπάντων αἰτίῳ προσβάλλουσι θεῷ. διὸ καὶ ἀπ’ αὐτῶν βωμῶν τοὺς τοιούτους ἀπάγειν ὅσιον εἶναι ἐνομίσθη.

  62. 162.1

    δίκην δ’ ὑπερβάλλουσαν κατὰ τῶν ἐπ’ ἀθεότητι λόγους οἰκοδομουμένων καὶ συγκροτούντων ὁρίζει, ἣν ἴσως τινὲς τῶν ἀφρόνων οὐ βλάβην, ἀλλ’ ὠφέλειαν ὑποτοπήσουσιν· „οὐ γὰρ ἐκλείψει“ φησίν „ἀπ’ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν“ (Gen. 11,6). ὢ τῆς ἀπεριγράφου καὶ ἀμέτρου κακοδαιμονίας, πάνθ’ οἷς ἂν ὁ φρενοβλαβέστατος ἐπιθῆται νοῦς, ὑποχείρια εἶναι καὶ ὑπήκοα, καὶ μηδέν, μὴ μέγα μὴ μικρόν, ὑστερίζειν τὸ παράπαν, ἀλλ’

  63. 163.1

    ὡσπερεὶ φθάνοντα προαπαντᾶν πρὸς τὰς χρείας ἑκάστας. ψυχῆς ταῦτα φρονήσεως χηρευούσης ἐστὶν ἐπίδειξις μηδὲν τῶν εἰς τὸ ἁμαρτάνειν ἐχούσης ἐμποδών. εὔξαιτο γὰρ ἂν ὁ μὴ σφόδρα ἀνιάτως ἔχων τὰ ἐξ ὑποθέσεως τοῦ νοῦ πάντ’ ἐπιλιπεῖν αὐτῷ, ἵνα μὴ τῷ κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἢ ἱεροσυλεῖν ἤ τινι τῶν ὁμοιοτρόπων ἐπιτιτιθέμενος εὐοδῇ, μυρία δ’ εὑρίσκῃ τὰ κωλυσιεργήσοντα. κωλυθεὶς μὲν γὰρ τὴν μεγίστην νόσον, ἀδικίαν, ἀποβάλλει, σὺν ἀδείᾳ δ’ ἐπεξελθὼν ταύτην ἀναδέξεται.

  64. 164.1

    τί οὖν ἔτι τὰς τῶν τυράννων τύχας ὡς μακαρίων ζηλοῦτε καὶ θαυμάζετε, δι’ ἃς εὐπετῶς ἕκαστα ἐπεξίασιν, ὧν ἂν ὁ ἐκλελυττηκὼς κἀκτεθηριωμένος τέκῃ νοῦς, καὶ ἐν ἑαυτοῖς δέον ἐπιστένειν, εἴ γε ἀπορία καὶ [ἡ] ἀσθένεια κακοῖς λυσιτελές, ὡς περιουσία καὶ ἰσχὺς ἀγαθοῖς ὠφελιμώτατον;

  65. 165.1

    εἷς δέ τις τῶν ἀφρόνων ᾐσθημένος, εἰς ὅσην κακοδαιμονίας ὑπερβολὴν ἄγει ἡ τοῦ διαμαρτάνειν ἐκεχειρία, μετὰ παρρησίας εἶπε· „μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι“ (Gen. 4, 13). παγχάλεπον γὰρ ἀχαλίνωτον ἐαθῆναι ψυχὴν ἀτίθασον οὖσαν ἐξ ἑαυτῆς, ἣν μόλις ἡνίαις μετ’ ἐπανατάσεως μαστίγων ἔστι κατασχόντα πραῧναι.

  66. 166.1

    διόπερ λόγιον τοῦ ἵλεω θεοῦ μεστὸν ἡμερότητος ἐλπίδας χρηστὰς ὑπογράφον τοῖς παιδείας ἐρασταῖς ἀνῄρηται τοιόνδε· „οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω“ (Jos. 1, 5)· τῶν γὰρ τῆς ψυχῆς δεσμῶν χαλασθέντων, οἷς διεκρατεῖτο, ἡ μεγίστη παρέπεται συμφορά, καταλειφθῆναι ὑπὸ θεοῦ, ὃς τοῖς ὅλοις δεσμοὺς τὰς ἑαυτοῦ δυνάμεις περιῆψεν ἀρρήκτους, αἷς τὰ πάντα σφίγξας ἄλυτα εἶναι βεβούληται.

  67. 167.1

    λέγει μέντοι καὶ ἑτέρωθι, ὅτι „πάνθ’ ὅσα δεσμῷ καταδέδεται, καθαρά ἐστιν“ (Num. 19, 15), ἐπειδὴ τῆς ἀκαθάρτου φθορᾶς αἴτιον ἡ διάλυσις. μηδέποτ’ οὖν ἰδών τινα τῶν φαύλων οἷς ἂν ἐπιθῆται πᾶσιν εὐμαρῶς ἐπεξιόντα θαυμάσῃς ὡς κατορθοῦντα, ἀλλὰ τοὐναντίον ὡς ἀποτυγχάνοντα οἰκτίζου, ὅτι ἀφορίᾳ μὲν ἀρετῆς, κακίας δὲ εὐφορίᾳ χρώμενος διατελεῖ.

  68. 168.1

    σκέψασθαι δ’ οὐ παρέργως ἄξιον, τίν’ ἔχει λόγον τὸ εἰρημένον ἐκ προσώπου τοῦ θεοῦ· „δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν“ (Gen. 11,7). φαίνεται γὰρ διαλεγόμενός τισιν ὡς ἂν συνεργοῖς αὐτοῦ, τὸ δ’ αὐτὸ καὶ πρότερον ἐπὶ τῆς τἀνθρώπου κατασκευῆς ἀναγέγραπται· „εἶπε“ γάρ φησι „κύριος ὁ θεός·

  69. 169.1

    ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν“ (Gen. 1,26) τοῦ „ποιήσωμεν“ πλῆθος ἐμφαίνοντος· καὶ πάλιν „εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἷς ἡμῶν, τῷ γινώσκειν καλὸν καὶ πονηρόν“ (Gen. 3, 22)· τὸ γὰρ „ὡς εἷς ἡμῶν“ οὐκ ἐφ’ ἑνός, ἀλλ’ ἐπὶ πλειόνων τίθεται.

  70. 170.1

    λεκτέον οὖν ἐκεῖνο πρῶτον, ὅτι οὐδὲν τῶν ὄντων ἰσότιμον ὑφέστηκε θεῷ, ἀλλ’ ἔστιν εἷς ἄρχων καὶ ἡγεμὼν καὶ βασιλεύς, ᾧ πρυτανεύειν καὶ διοικεῖν μόνῳ θέμις τὰ σύμπαντα. τὸ γὰρ οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεὺς οὐκ ἐπὶ πόλεων καὶ ἀνθρώπων λέγοιτ’ ἂν ἐν δίκῃ μᾶλλον ἢ ἐπὶ κόσμου καὶ θεοῦ· ἑνὸς γὰρ ἕνα ποιητήν τε καὶ πατέρα πάλιν καὶ δεσπότην

  71. 171.1

    ἀναγκαῖον εἶναι. τούτου δὴ προδιομολογηθέντος ἀκόλουθον ἂν εἴη συνυφαίνειν τὰ ἁρμόζοντα. τίν’ οὖν ἐστι, σκοπῶμεν· εἷς ὢν ὁ θεὸς ἀμυθήτους περὶ αὑτὸν ἔχει δυνάμεις ἀρωγοὺς καὶ σωτηρίους τοῦ γενομένου πάσας, αἷς ἐμφέρονται καὶ αἱ κολαστήριοι· ἔστι δὲ καὶ ἡ κόλασις οὐκ ἐπιζήμιον, ἁμαρτημάτων οὖσα κώλυσις καὶ ἐπανόρθωσις.

  72. 172.1

    διὰ τούτων τῶν δυνάμεων ὁ ἀσώματος καὶ νοητὸς ἐπάγη κόσμος, τὸ τοῦ φαινομένου τοῦδε ἀρχέτυπον, ἰδέαις ἀοράτοις συσταθείς, ὥσπερ οὗτος σώμασιν ὁρατοῖς.

  73. 173.1

    καταπλαγέντες οὖν τινες τὴν ἑκατέρου τῶν κόσμων φύσιν οὐ μόνον ὅλους ἐξεθείωσαν, ἀλλὰ καὶ τὰ κάλλιστα τῶν ἐν αὐτοῖς μερῶν, ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν, ἅπερ οὐδὲν αἰδεσθέντες θεοὺς ἐκάλεσαν. ὧν τὴν ἀπόνοιαν κατιδὼν Μωυσῆς φησι· „κύριε, κύριε, βασιλεῦ τῶν θεῶν“ (Deut. 10, 17) εἰς ἔνδειξιν τῆς παρ’ ὑπηκόους ἄρχοντος διαφορᾶς.

  74. 174.1

    ἔστι δὲ καὶ κατὰ τὸν ἀέρα ψυχῶν ἀσωμάτων ἱερώτατος χορὸς ὀπαδὸς τῶν οὐρανίων· ἀγγέλους τὰς ψυχὰς ταύτας εἴωθε καλεῖν ὁ θεσπιῳδὸς λόγος· πάντ’ οὖν τὸν στρατὸν ἑκάστων ἐν ταῖς ἁρμοττούσαις διακεκοσμημένον τάξεσιν ὑπηρέτην καὶ θεραπευτὴν εἶναι συμβέβηκε τοῦ διακοσμήσαντος ἡγεμόνος, ᾧ ταξιαρχοῦντι κατὰ δίκην καὶ θεσμὸν ἕπεται· λιποταξίου γὰρ οὐ θέμις ἁλῶναί ποτε τὸ θεῖον στράτευμα.

  75. 175.1

    βασιλεῖ δὲ ταῖς ἑαυτοῦ δυνάμεσιν ἐμπρεπὲς ὁμιλεῖν τε καὶ χρῆσθαι πρὸς τὰς τῶν τοιούτων πραγμάτων ὑπηρεσίας, οἷσπερ ἁρμόττει μὴ ὑπὸ μόνου πήγνυσθαι θεοῦ. χρεῖος μὲν γὰρ οὐδενός ἐστιν ὁ τοῦ παντὸς πατήρ, ὡς δεῖσθαι τῆς ἀφ’ ἑτέρων, εἰ ἐθέλοι δημιουργῆσαι, συμπράξεως, τὸ δὲ πρέπον ὁρῶν ἑαυτῷ τε καὶ τοῖς γινομένοις ταῖς ὑπηκόοις δυνάμεσιν ἔστιν ἃ διαπλάττειν ἐφῆκεν, οὐδὲ ταύταις εἰσάπαν αὐτοκράτορα δοὺς τοῦ τελεσιουργεῖν ἐπιστήμην, ἵνα μή τι πλημμεληθείη τῶν ἀφικνουμένων εἰς γένεσιν.

  76. 176.1

    ταῦτα μὲν οὖν ἀναγκαῖον ἦν προτυπῶσαι· ὧν δὲ χάριν, ἤδη λεκτέον· ἡ μὲν φύσις τῶν ζῴων εἴς τε ἄλογον καὶ λογικὴν μοῖραν, ἐναντίας ἀλλήλαις, ἐτμήθη τὸ πρῶτον, ἡ δ’ αὖ λογικὴ πάλιν εἴς τε τὸ φθαρτὸν καὶ ἀθάνατον εἶδος, φθαρτὸν μὲν τὸ ἀνθρώπων, ἀθάνατον δὲ τὸ ψυχῶν ἀσωμάτων, αἳ κατά τε ἀέρα καὶ οὐρανὸν περιπολοῦσι.

  77. 177.1

    κακίας δὲ ἀμέτοχοι μέν εἰσιν αὗται, τὸν ἀκήρατον καὶ εὐδαίμονα κλῆρον ἐξ ἀρχῆς λαχοῦσαι καὶ τῷ συμφορῶν ἀνηνύτων οὐκ ἐνδεθεῖσαι χωρίῳ, σώματι, ἀμέτοχοι δὲ καὶ αἱ τῶν ἀλόγων, παρόσον ἀμοιροῦσαι διανοίας οὐδὲ τῶν ἐκ λογισμοῦ συμβαινόντων ἑκουσίων ἀδικημάτων ἁλίσκονται.

  78. 178.1

    μόνος δὲ σχεδὸν ἐκ πάντων ὁ ἄνθρωπος ἀγαθῶν καὶ κακῶν ἔχων ἐπιστήμην αἱρεῖται μὲν πολλάκις τὰ φαυλότατα, φεύγει δὲ τὰ σπουδῆς ἄξια, ὥστ’ αὐτὸν μάλιστα ἐπὶ τοῖς ἐκ προνοίας ἁμαρτήμασι καταγινώσκεσθαι.

  79. 179.1

    προσηκόντως οὖν τὴν τούτου κατασκευὴν ὁ θεὸς περιῆψε καὶ τοῖς ὑπάρχοις αὐτοῦ λέγων· „ποιήσωμεν ἄνθρωπον“, ἵνα αἱ μὲν τοῦ ἀνθρώπου κατορθώσεις ἐπ’ αὐτὸν ἀναφέρωνται μόνον, ἐπ’ ἄλλους δὲ αἱ ἁμαρτίαι. θεῷ γὰρ τῷ πανηγεμόνι ἐμπρεπὲς οὐκ ἔδοξεν εἶναι τὴν ἐπὶ κακίαν ὁδὸν ἐν ψυχῇ λογικῇ δι’ ἑαυτοῦ δημιουργῆσαι· οὗ χάριν τοῖς μετ’ αὐτὸν ἐπέτρεψε τὴν τούτου τοῦ μέρους κατασκευήν. ἔδει γὰρ καὶ τὸ ἀντίπαλον τῷ ἀκουσίῳ, τὸ ἑκούσιον, εἰς τὴν τοῦ παντὸς συμπλήρωσιν κατασκευασθὲν ἀναδειχθῆναι.

  80. 180.1

    τοῦτο μὲν δὴ ταύτῃ λελέχθω. προσήκει δὲ κἀκεῖνο λελογίσθαι, ὅτι μόνων ἀγαθῶν ἐστιν ὁ θεὸς αἴτιος, κακοῦ δὲ οὐδενὸς τὸ παράπαν, ἐπειδὴ καὶ τὸ πρεσβύτατον τῶν ὄντων καὶ τελειότατον ἀγαθὸν αὐτὸς ἦν. ἐμπρεπέστατον δὲ τὰ οἰκεῖα τῇ ἑαυτοῦ φύσει δημιουργεῖν ἄριστα τῷ ἀρίστῳ, τὰς μέντοι κατὰ πονηρῶν κολάσεις διὰ τῶν ὑπ’ αὐτὸν βεβαιοῦσθαι.

  81. 181.1

    μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ τὸ εἰρημένον ὑπὸ τοῦ τελειωθέντος ἐξ ἀσκήσεως τόδε· „ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν“ (Gen. 48, 15. 16)· ὁμολογεῖ γὰρ καὶ οὗτος ἤδη, ὅτι τὰ μὲν γνήσια τῶν ἀγαθῶν, ἃ φιλαρέτους τρέφει ψυχάς, ἐπὶ θεὸν ἀναφέρεται μόνον ὡς αἴτιον, ἡ δὲ τῶν κακῶν μοῖρα ἀγγέλοις ἐπιτέτραπται πάλιν, οὐδὲ ἐκείνοις ἔχουσι τὴν τοῦ κολάζειν αὐτοκράτορα ἐξουσίαν, ἵνα μηδενὸς τῶν εἰς φθορὰν τεινόντων ἡ σωτήριος αὐτοῦ κατάρχῃ φύσις.

  82. 182.1

    διὸ λέγει· „δεῦτε καὶ καταβάντες συγχέωμεν“. οἱ μὲν γὰρ ἀσεβεῖς τοιαύτης ἐπάξιοι δίκης τυγχάνειν, ἵλεως καὶ εὐεργέτιδας καὶ φιλοδώρους αὐτοῦ δυνάμεις οἰκειοῦσθαι τιμωρίαις. εἰδὼς μέντοι τῷ γένει τῶν ἀνθρώπων ὠφελίμους ὑπαρχούσας δι’ ἑτέρων αὐτὰς ὥρισεν· ἔδει γὰρ τὸ μὲν ἐπανορθώσεως ἀξιωθῆναι, τὰς δὲ πηγὰς τῶν ἀεννάων αὐτοῦ χαρίτων ἀμιγεῖς κακῶν οὐκ ὄντων μόνον ἀλλὰ καὶ νομιζομένων φυλαχθῆναι.

  83. 183.1

    Τίς δέ ἐστιν ἡ σύγχυσις, ἐρευνητέον. πῶς οὖν ἐρευνήσομεν; οὕτως, ὥς γ’ ἐμοὶ φαίνεται· πολλάκις οὓς πρότερον οὐκ ᾔδειμεν, ἀπὸ τῶν συγγενῶν καί τινα πρὸς αὐτοὺς ἐχόντων ἐμφέρειαν ἐγνωρίσαμεν· οὐκοῦν καὶ πράγματα τὸν αὐτὸν τρόπον, ἃ μὴ ῥᾴδιον ἐξ ἑαυτῶν καταλαμβάνεσθαι, δῆλα γένοιτ’ ἂν κατὰ τὴν τῶν οἰκείων αὐτοῖς ὁμοιότητα.

  84. 184.1

    τίνα οὖν ἐστι συγχύσει πράγματα ὅμοια; ἡ μῖξις, ὥσπερ ὁ παλαιὸς λόγος, καὶ κρᾶσις· ἀλλ’ ἡ μὲν μῖξις ἐν ξηραῖς, ἡ δὲ κρᾶσις ἐν ὑγραῖς οὐσίαις δοκιμάζεται.

  85. 185.1

    μῖξις μὲν οὖν σωμάτων διαφερόντων ἐστὶν οὐκ ἐν κόσμῳ παράθεσις, ὥσπερ ἂν εἴ τις σωρὸν ποιήσειε κριθὰς καὶ πυροὺς καὶ ὀρόβους καὶ ἄλλ’ ἄττα εἴδη τῶν σπαρτῶν εἰς ταὐτὸ εἰσενεγκών, κρᾶσις δ’ οὐ παράθεσις, ἀλλὰ τῶν ἀνομοίων μερῶν εἰς ἄλληλα εἰσδυομένων δι’ ὅλων ἀντιπαρέκτασις, ἔτι δυναμένων ἐπιτεχνήσει τινὶ διακρίνεσθαι τῶν ποιοτήτων, ὡς ἐπὶ οἴνου καὶ ὕδατός φασι γίνεσθαι·

  86. 186.1

    συνελθούσας μὲν γὰρ τὰς οὐσίας ἀποτελεῖν κρᾶσιν, τὸ δὲ κραθὲν οὐδὲν ἧττον ἀναπλοῦσθαι πάλιν εἰς τὰς ἐξ ὧν ἀπετελέσθη ποιότητας· σπόγγῳ γὰρ ἠλαιωμένῳ τὸ μὲν ὕδωρ ἀναλαμβάνεσθαι, τὸν δ’ οἶνον ὑπολείπεσθαι· μήποτε ἐπειδήπερ ἐξ ὕδατος ἡ σπογγιᾶς γένεσίς ἐστι, τὸ μὲν οἰκεῖον, ὕδωρ, πέφυκεν ἀναλαμβάνεσθαι πρὸς αὐτῆς ἐκ τοῦ κράματος, τὸ δ’ ἀλλότριον ὑπολείπεσθαι, ὁ οἶνος.

  87. 187.1

    σύγχυσις δέ ἐστι φθορὰ τῶν ἐξ ἀρχῆς ποιοτήτων πᾶσι τοῖς μέρεσιν ἀντιπαρεκτεινομένων εἰς διαφερούσης μιᾶς γένεσιν, ὡς ἐπὶ τῆς ἐν ἰατρικῇ τετραφαρμάκου συντέτευχε· κηρὸς γὰρ καὶ στέαρ καὶ πίττα ῥητίνη τε, οἶμαι, συνελθόντα ταύτην ἀποτελεῖ, συντεθείσης δὲ ἀμήχανον ἔτι τὰς ἐξ ὧν συνετέθη διακριθῆναι δυνάμεις, ἀλλ’ ἑκάστη μὲν αὐτῶν ἠφάνισται, πασῶν δ’ ἡ φθορὰ μίαν ἐξαίρετον ἄλλην ἐγέννησε δύναμιν.

  88. 188.1

    ὅταν δ’ ἀπειλῇ σύγχυσιν τοῖς ἀσεβέσι λογισμοῖς ὁ θεός, οὐ μόνον ἑκάστης κακίας τό τε εἶδος καὶ τὴν δύναμιν ἀφανισθῆναι κελεύει, ἀλλὰ καὶ τὸ συνερανισθὲν ἐξ αὐτῶν, ἵνα μήτε τὰ μέρη καθ’ ἑαυτὰ μήθ’ ἡ πάντων σύνοδός τε καὶ συμφωνία περιβάληταί τινα ἰσχὺν ἐπὶ καθαιρέσει τῆς ἀμείνονος μοίρας.

  89. 189.1

    οὗ χάριν φησί· „συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον“ (Gen. 11, 7), ὅπερ ἴσον ἐστὶ τούτῳ· κωφὸν ἕκαστον ἐργασώμεθα τῶν κακίας μερῶν, ὡς μήτε ἰδίαν ἀφιὲν φωνὴν μήτε συνηχοῦν ἑτέρῳ βλάβης αἴτιον γίνηται.

  90. 190.1

    ταῦτα μὲν ἡμεῖς, οἱ δὲ τοῖς ἐμφανέσι καὶ προχείροις μόνον ἐπακολουθοῦντες οἴονται νυνὶ γένεσιν διαλέκτων Ἑλληνικῶν τε καὶ βαρβάρων ὑπογράφεσθαι· οὓς οὐκ ἂν αἰτιασάμενος — ἴσως γὰρ ἀληθεῖ καὶ αὐτοὶ χρῶνται λόγῳ — παρακαλέσαιμ’ ἂν μὴ ἐπὶ τούτων στῆναι, μετελθεῖν δὲ ἐπὶ τὰς τροπικὰς ἀποδόσεις, νομίσαντας τὰ μὲν ῥητὰ τῶν χρησμῶν σκιάς τινας ὡσανεὶ σωμάτων εἶναι, τὰς δ’ ἐμφαινομένας δυνάμεις τὰ ὑφεστῶτα ἀληθείᾳ πράγματα.

  91. 191.1

    δίδωσι μέντοι πρὸς τοῦτ’ ἀφορμὰς τὸ εἶδος τοῖς μὴ τυφλοῖς διάνοιαν ὁ νομοθέτης αὐτός, ὥσπερ ἀμέλει καὶ ἐφ’ ὧν νῦν ἐστιν ὁ λόγος· τὸ γὰρ γινόμενον σύγχυσιν προσεῖπε. καίτοι γε εἰ διαλέκτων γένεσιν αὐτὸ μόνον ἐδήλου, κἂν ὄνομα εὐθυβολώτερον ἐπεφήμισεν ἀντὶ συγχύσεως διάκρισιν· οὐ γὰρ συγχεῖται τὰ τεμνόμενα, διακρίνεται δ’ ἔμπαλιν, καὶ ἔστιν οὐ μόνον ἐναντίον ὄνομα ὀνόματι, ἀλλ’ ἔργον ἔργῳ.

  92. 192.1

    σύγχυσις μὲν γάρ, ὡς ἔφην, ἐστὶ φθορὰ τῶν ἁπλῶν δυνάμεων εἰς συμπεφορημένης μιᾶς γένεσιν, διάκρισις δὲ ἑνὸς εἰς πλείω τομή, καθάπερ ἐπὶ γένους καὶ τῶν κατ’ αὐτὸ εἰδῶν ἔχειν συντέτευχεν. ὥστε εἰ μίαν οὖσαν φωνὴν ἐκέλευσε τέμνειν ὁ σοφὸς εἰς πλειόνων διαλέκτων τμήματα, προσεχεστέροις ἂν καὶ κυριωτέροις ἐχρήσατο τοῖς ὀνόμασι, τομὴν ἢ διανέμησιν ἢ διάκρισιν ἤ τι ὁμοιότροπον εἰπών, οὐ τὸ μαχόμενον αὐτοῖς, σύγχυσιν.

  93. 193.1

    ἀλλ’ ἔστιν ἡ σπουδὴ διαλῦσαι τὸ κακίας στῖφος, τὰς ὁμολογίας αὐτῆς ἀκυρῶσαι, τὴν κοινωνίαν ἀνελεῖν, τὰς δυνάμεις ἀφανίσαι καὶ διαφθεῖραι, τὸ τῆς ἀρχῆς κράτος, ὃ δειναῖς ὠχυρώσατο παρανομίαις, καθελεῖν.

  94. 194.1

    οὐχ ὁρᾷς ὅτι καὶ τῶν ψυχῆς ὁ πλάστης μερῶν οὐδὲν οὐδενὶ εἰς τὴν τοῦ ἑτέρου κοινωνίαν ἤγαγεν; ἀλλ’ ὀφθαλμοὶ μὲν οὐκ ἂν ἀκούσειαν, ὦτα δὲ οὐκ ἂν θεάσαιτο, χυλὸς δὲ ἐνστόμιος οὐκ ἂν ὄσφροιτο, οὐδ’ ἂν γεύσαιντο ῥῖνες, ὅ τ’ αὖ λόγος οὐδὲν ἂν τῶν κατὰ τὰς αἰσθήσεις πάθοι, οὐδ’ ἔμπαλιν ῥῆξαι φωνὴν δύναιτ’ ἂν αἴσθησις.

  95. 195.1

    ἔγνω γὰρ ὁ τεχνίτης, ὅτι τὸ μὴ ἀκούειν ἕκαστον τούτων τῆς τοῦ πλησίον φωνῆς λυσιτελές ἐστιν, ἀλλὰ τὰ μὲν τῆς ψυχῆς μέρη ταῖς οἰκείαις δυνάμεσιν ἀσυγχύτοις χρῆσθαι πρὸς τὴν τῶν ζῴων ὠφέλειαν καὶ τὴν πρὸς ἄλληλα κοινωνίαν ἀφῃρῆσθαι, τὰ δὲ τῆς κακίας εἰς σύγχυσιν καὶ φθορὰν ἀχθῆναι παντελῆ, ἵνα μήτε συμφωνήσαντα μήτε καθ’ ἑαυτὰ ὄντα ζημία τοῖς ἀμείνοσι γένηται.

  96. 196.1

    παρὸ καὶ λέγει· „διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν“ (Gen. 11,8), ἐν ἴσῳ τῷ ἐσκέδασεν, ἐφυγάδευσεν, ἀφανεῖς ἐποίησε· τὸ γὰρ σπείρειν ἀγαθῶν, κακῶν δὲ αἴτιον τὸ διασπείρειν, ὅτι τὸ μὲν ἐπιδόσεως καὶ αὐξήσεως καὶ γενέσεως ἑτέρων ἕνεκα συμβαίνει, τὸ δ’ ἀπωλείας καὶ φθορᾶς. βούλεται δὲ ὁ φυτουργὸς θεὸς σπείρειν μὲν ἐν τῷ παντὶ καλοκἀγαθίαν, διασπείρειν δὲ καὶ ἐλαύνειν ἐκ τῆς τοῦ κόσμου πολιτείας τὴν ἐπάρατον ἀσέβειαν, ἵν’ ἤδη ποτὲ παύσωνται τὴν κακίας πόλιν καὶ τὸν ἀθεότητος πύργον οἰκοδομοῦντες μισάρετοι τρόποι.

  97. 197.1

    τούτων γὰρ σκεδασθέντων οἱ πάλαι πεφευγότες τὴν τυραννίδα τῆς ἀφροσύνης ἑνὶ κηρύγματι κάθοδον εὑρήσουσι, γράψαντός τε καὶ βεβαιώσαντος θεοῦ τὸ κήρυγμα, ὡς δηλοῦσιν οἱ χρησμοί, ἐν οἷς διείρηται ὅτι „ἐὰν ᾖ ἡ διασπορά σου ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε“ (Deut. 30, 4)·

  98. 198.1

    ὥστε τὴν μὲν ἀρετῶν συμφωνίαν ἐμπρεπὲς ἁρμόζεσθαι θεῷ, τὴν δὲ κακιῶν διαλύειν τε καὶ φθείρειν. οἰκειότατον δὲ κακίας ὄνομα σύγχυσις· οὗ πίστις ἐναργὴς πᾶς ἄφρων, λόγοις καὶ βουλαῖς καὶ πράξεσιν ἀδοκίμοις καὶ πεφορημέναις χρώμενος.

← Previous — showing 101198 of 198

First Thousand Years of Greek. CTS URN tlg0018.tlg013.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.