De ebrietate
- 101.1
λέγει δὲ καὶ ἑτέρωθι ὅτι „ἐπειδὰν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς τὸν κύριον, καὶ αἱ φωναὶ παύσονται“ (Exod. 9, 29). μὴ νομίσῃς δὲ τὸν διαλεγόμενον ἄνθρωπον εἶναι, τὸ ψυχῆς καὶ σώματος ὕφασμα ἢ πλέγμα ἢ κρᾶμα ἢ ὅ τι ποτὲ χρὴ καλεῖν τουτὶ τὸ σύνθετον ζῷον, ἀλλὰ νοῦν εἱλικρινέστατον καὶ καθαρώτατον, ὃς ἐν μὲν τῇ πόλει τοῦ σώματος καὶ τοῦ θνητοῦ βίου περιεχόμενος ἔσταλται καὶ συνείληπται καὶ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένος μηδὲ ἐλευθέρου δύνασθαι σπᾶν ἀέρος ἄντικρυς ὁμολογεῖ, ἐπειδὰν δὲ ἐξέλθῃ τὴν πόλιν ταύτην, καθάπερ πόδας καὶ χεῖρας οἱ δεσμῶται τὰς ἐννοίας αὐτὸς καὶ διανοήσεις λυθεὶς ἀφέτοις καὶ ἀπελευθεριαζούσαις χρήσεται ταῖς ἐνεργείαις, ὡς τὰς ἐπικελεύσεις τῶν παθῶν εὐθὺς ἐπισχεθῆναι.
- 102.1
ἢ οὐχ ἡδονῆς μὲν ἀνατεταμέναι αἱ ἐκβοήσεις, δι’ ὧν τὰ ἑαυτῇ φίλα εἴωθε προστάττειν, ἐπιθυμίας δὲ ἄρρηκτος ἡ φωνὴ χαλεπὰς ἀπειλὰς κατὰ τῶν μὴ ὑπηρετούντων ἀπειλούσης, καὶ τῶν ἄλλων ἑκάστου πολύηχος καὶ μεγαλόφωνός τις ἡ γῆρυς;
- 103.1
ἀλλὰ γὰρ οὐδ’ εἰ μυρίοις στόμασι καὶ γλώτταις ἕκαστον τῶν παθῶν τῷ κατὰ τοὺς ποιητὰς λεγομένῳ χρήσαιτο ὁμάδῳ, τὰς τοῦ τελείου δύναιτ’ ἂν ἀκοὰς συγχέαι μετεληλυθότος ἤδη καὶ τὴν αὐτὴν ἐκείνοις πόλιν μηκέτ’ οἰκεῖν ἐγνωκότος.
- 104.1
φαμένου δὴ τοῦ πεπονθότος, ὅτι ἐν τῷ σωματικῷ στρατοπέδῳ τὰς τοῦ πολέμου φωνὰς εἶναι πάσας συμβέβηκε τῆς εἰρήνῃ φίλης ἡσυχίας μακρὰν ἀπεληλαμένης, ὁ ἱερὸς συναινεῖ λόγος· οὐ γὰρ λέγει μὴ εἶναι πολέμου φωνήν, ἀλλὰ μὴ τοιαύτην, ὁποίαν ἔνιοι νομίζουσιν ἢ νενικηκότων ἢ κεκρατημένων, ἀλλ’ ἥτις ἂν γένοιτο βεβαρημένων καὶ πεπιεσμένων οἴνῳ· τὸ γὰρ „οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν“
- 105.1
ἴσον ἐστὶ τῷ περιγεγενημένων τῷ πολέμῳ· ἰσχὺς γὰρ τοῦ κρατεῖν αἴτιον. οὕτως τὸν σοφὸν Ἀβραὰμ μετὰ τὴν τῶν ἐννέα καθαίρεσιν βασιλέων, παθῶν μὲν τεττάρων, πέντε δὲ αἰσθητικῶν δυνάμεων, αἳ παρὰ φύσιν ἐκινοῦντο, εἰσάγει τὸν εὐχαριστητικὸν ὕμνον ἐξάρχοντα καὶ φάσκοντα ταυτί· „ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν“ (Gen. 14,22.23).
- 106.1
δείκνυσι δ’, ὥς γ’ ἐμοὶ δοκεῖ, τὸ γεγονὸς πᾶν, οὐρανόν, γῆν, ὕδωρ, πνεῦμα, ζῷα ὁμοῦ καὶ φυτά· ἑκάστῳ γὰρ αὐτῶν ὁ τὰς τῆς ψυχῆς ἐνεργείας πρὸς θεὸν τείνας καὶ παρ’ αὐτοῦ μόνου τὰς ὠφελείας ἐπελπίζων δεόντως ἂν εἴποι· παρ’ οὐδενὸς λήψομαι τῶν σῶν, οὐ παρ’ ἡλίου τὸ μεθημερινόν, οὐ παρὰ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὸ νυκτὶ φέγγος, οὐ παρὰ ἀέρος καὶ νεφελῶν ὑετούς, οὐ παρὰ ὕδατος καὶ γῆς ποτὰ καὶ σιτία, οὐ παρὰ ὀφθαλμῶν τὸ ὁρᾶν, οὐ τὸ ἀκούειν παρὰ ὤτων, οὐ παρὰ μυκτήρων ὀσμάς, οὐ παρ’ ἐνστομίου χυλοῦ τὸ γεύεσθαι, οὐ παρὰ γλώττης τὸ λέγειν, οὐ παρὰ χειρῶν τὸ διδόναι καὶ λαμβάνειν, οὐ τὸ προσέρχεσθαι καὶ ἐξαναχωρεῖν παρὰ ποδῶν, οὐκ ἀναπνοὴν παρὰ πνεύμονος, οὐ πέψιν παρ’ ἥπατος, οὐ παρὰ τῶν ἄλλων σπλάγχνων τὰς καθ’ ἕκαστον οἰκείους ἐνεργείας, οὐ παρὰ δένδρων καὶ σπαρτῶν τοὺς ἐτησίους καρπούς, ἀλλὰ πάντα παρὰ τοῦ μόνου σοφοῦ τὰς αὑτοῦ χαριστηρίους δυνάμεις πάντῃ τείναντος καὶ διὰ τούτων ὠφελοῦντος.
- 107.1
ὁ μὲν οὖν τοῦ ὄντος ὁρατικὸς τὸν αἴτιον ἐπιστάμενος τὰ ὧν ἐστιν αἴτιος δεύτερα μετ’ ἐκεῖνον τετίμηκεν ὁμολογῶν ἀκολακεύτως τὰ προσόντα αὐτοῖς. ἡ δὲ ὁμολογία δικαιοτάτη· παρ’ ὑμῶν μὲν οὐδέν, παρὰ δὲ τοῦ θεοῦ λήψομαι, οὗ κτήματα τὰ πάντα, δι’ ὑμῶν δὲ ἴσως· ὄργανα γὰρ ὑπηρετήσοντα ταῖς ἀθανάτοις αὐτοῦ χάρισι γεγένησθε.
- 108.1
ὁ δὲ ἀπερίσκεπτος διάνοιαν τυφλωθείς, ᾗ τὸ ὂν μόνῃ καταληπτόν ἐστιν, αὐτὸ μὲν οὐδαμῇ οὐδαμῶς εἶδε, τὰ δὲ ἐν κόσμῳ σώματα αἰσθήσεσι ταῖς ἑαυτοῦ, ἃ δὴ πάντων ἐνόμισε γινομένων αἴτια.
- 109.1
παρὸ καὶ θεοπλαστεῖν ἀρξάμενος ἀγαλμάτων καὶ ξοάνων καὶ ἄλλων μυρίων ἀφιδρυμάτων ὕλαις διαφόροις τετεχνιτευμένων κατέπλησε τὴν οἰκουμένην, γραφεῦσι καὶ πλάσταις, οὓς ὑπερορίους ὁ νομοθέτης τῆς κατ’ αὐτὸν πολιτείας ἤλασεν, ἆθλά τε μεγάλα καὶ τιμὰς ὑπερβαλλούσας ἰδίᾳ τε καὶ κοινῇ ψηφισάμενος, καὶ κατειργάσατο τοὐναντίον οὗ προσεδόκησεν, ἀντὶ ὁσιότητος ἀσέβειαν·
- 110.1
τὸ γὰρ πολύθεον ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθεότητα κατασκευάζει, καὶ θεοῦ τιμῆς ἀλογοῦσιν οἱ τὰ θνητὰ θειώσαντες· οἷς οὐκ ἐξήρκεσεν ἡλίου καὶ σελήνης, εἰ δὲ ἐβούλοντο, καὶ γῆς ἁπάσης καὶ παντὸς ὕδατος εἰκόνας διαπλάσασθαι, ἀλλ’ ἤδη καὶ ἀλόγοις ζῴοις καὶ φυτοῖς τῆς τῶν ἀφθάρτων τιμῆς μετέδοσαν. ὁ δὴ τούτοις ἐπιτιμῶν τὸν ἐπινίκιον ὕμνον ἐξάρχων ἐδείχθη.
- 111.1
καὶ Μωυσῆς μέντοι κατὰ ταῦτα, ἐπειδὰν ἴδῃ τὸν βασιλέα τῆς Αἰγύπτου, τὸν ὑπέραυχον νοῦν, σὺν τοῖς ἑξακοσίοις ἅρμασι (Exod. 14, 7), ταῖς τοῦ ὀργανικοῦ σώματος ἓξ κινήσεσιν ἡρμοσμέναις τοῖς ἐπιβεβηκόσι τριστάταις (Exod. 15, 4), οἳ μηδενὸς τῶν κατὰ γένεσιν πεφυκότος ἑστάναι περὶ πάντων οἴονται δεῖν ὡς ἂν παγίως ἱδρυμένων καὶ μηδεμίαν δεχομένων μεταβολὴν ἀποφαίνεσθαι, δίκην ἀξίαν τῆς ἀσεβείας ὑποσχόντα καὶ τὸν ἀσκητικὸν ἔμπαλιν τὰς ἐπιδρομὰς τῶν πολεμίων ἐκφυγόντα καὶ ἀνὰ κράτος ἀπροσδοκήτως διασωθέντα, τὸν δίκαιον καὶ ἀληθῆ βραβευτὴν ὑμνεῖ θεὸν τὰ πρεπωδέστατα καὶ οἰκειότατα ταῖς συντυχίαις ἐξάρχων ᾄσματα, διότι „ἵππον καὶ ἀναβάτην ῥίψας εἰς θάλασσαν“ (Exod. 15, 1), τὸν ἐποχούμενον νοῦν ταῖς τοῦ τετράποδος καὶ ἀφηνιαστοῦ πάθους ἀλόγοις ὁρμαῖς ἀφανίσας, βοηθὸς καὶ ὑπερασπιστὴς ἐγένετο τῆς ὁρατικῆς ψυχῆς, ὡς χαρίσασθαι παντελῆ σωτηρίαν αὐτῇ.
- 112.1
ὁ δὲ αὐτὸς καὶ ἐπὶ τοῦ φρέατος ἐξάρχει, οὐκέτι μόνον ἐπὶ καθαιρέσει τῶν παθῶν, ἀλλὰ καὶ ἐπὶ τῷ τὸ κάλλιστον κτημάτων, σοφίαν, ἀνανταγώνιστον ἰσχῦσαι λαβεῖν, ἣν ἀπεικάζει φρέατι· βαθεῖα γὰρ καὶ οὐκ ἐπιπόλαιος, γλυκὺ ἀναδιδοῦσα νᾶμα καλοκἀγαθίας διψώσαις ψυχαῖς, ἀναγκαιότατον ὁμοῦ καὶ ἥδιστον ποτόν·
- 113.1
ἰδιώτῃ δὲ οὐδενὶ παιδείας ἐφεῖται τοῦτο τὸ φρέαρ ὀρύττειν, μόνοις δὲ βασιλεῦσιν, ᾗ φησιν· „ἐλατόμησαν αὐτὸ βασιλεῖς“ (Num. 21, 16—18)· μεγάλων γὰρ ἡγεμόνων ἀναζητῆσαι καὶ κατεργάσασθαι σοφίαν, οὐχὶ τῶν ὅπλοις γῆν καὶ θάλατταν ὑπηγμένων, ἀλλὰ τῶν ψυχῆς δυνάμεσι τὸν πολύτροπον αὐτῆς
- 114.1
καὶ μιγάδα καὶ πεφορημένον ὄχλον κατηγωνισμένων. τούτων φοιτητὰς καὶ γνωρίμους εἶναι συμβέβηκε τοὺς λέγοντας· „οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς· προσαγηόχαμεν τὸ δῶρον κυρίῳ ἀνήρ, ὃ εὗρεν“ (Num. 31, 49. 50)·
- 115.1
ἐοίκασι γὰρ καὶ οὗτοι πάλιν ἐπινίκιον ᾆσμα ἐξάρχειν τελείων καὶ ἡγεμονικῶν δυνάμεων ἐφιέμενοι— τὸν γὰρ συντιθέντα τὸ κεφάλαιον καὶ πλεῖστον ἀριθμὸν τῶν κατ’ ἀνδρείαν λόγων φασὶ λαβεῖν —, οὓς ἐκ φύσεως εἶναι πολεμικοὺς συμβέβηκε δυσὶν ἀντιτεταγμένους τέλεσιν, ἑνὶ μὲν οὗ ἡ δυσθεράπευτος ἀφηγεῖται δειλία, ἑτέρῳ δὲ οὗ ἡ ἀρειμάνιος θρασύτης· ἀμφότεραι δὲ γνώμης ἀγαθῆς ἀμέτοχοι.
- 116.1
παγκάλως δ’ εἴρηται τὸ μηδένα διαπεφωνηκέναι πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν ἀνδρείας· καθάπερ γὰρ λύρα καὶ πᾶν μουσικῆς ὄργανον ἐκμελὲς μέν, κἂν εἷς αὐτὸ μόνον ἀπῳδὸς ᾖ φθόγγος, ἡρμοσμένον δ’, ὅταν μιᾷ πλήξει συνηχῶσι τὴν αὐτὴν συμφωνίαν ἀποτελοῦντες, τὸν αὐτὸν τρόπον καὶ τὸ ψυχῆς ὄργανον ἀσύμφωνον μέν, ὅταν ἢ θράσει σφόδρα ἐπιτεινόμενον πρὸς τὸ ὀξύτατον βιάζηται ἢ δειλίᾳ πλέον τοῦ μετρίου ἀνιέμενον πρὸς τὸ βαρύτατον χαλᾶται, σύμφωνον δ’, ὅταν οἱ τῆς ἀνδρείας καὶ πάσης ἀρετῆς τόνοι πάντες ἀνακραθέντες ἓν εὐάρμοστον ἀπογεννήσωσι μέλος.
- 117.1
τῆς δὲ συμφωνίας καὶ εὐαρμοστίας μέγα τεκμήριον τὸ προσαγηοχέναι τὸ δῶρον τῷ θεῷ, τοῦτο δ’ ἐστὶ τιμῆσαι πρεπόντως τὸ ὂν διὰ τοῦ σαφέστατα ὡμολογηκέναι, ὅτι δῶρόν ἐστιν αὐτοῦ τόδε τὸ πᾶν· λέγει γὰρ φυσικώτατα·
- 118.1
„ἀνὴρ ὃ εὗρε, τοῦτο προσήνεγκε δῶρον“. ἕκαστος δ’ ἡμῶν γενόμενος εὐθὺς εὑρίσκει τὸ μέγα δῶρον θεοῦ τὸν παντελῆ κόσμον, αὐτὸν ἑαυτῷ καὶ τοῖς ἀρίστοις μέρεσιν [ὄρεσιν] ἐχαρίσατο.
- 119.1
εἰσὶ δὲ καὶ ἐν μέρει δωρεαί, ἃς θεῷ τε δοῦναι καὶ λαβεῖν ἀνθρώποις ἐμπρεπές. αὗται δ’ ἂν εἶεν ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, ὧν τὴν εὕρεσιν σχεδὸν ἄχρονον οὖσαν διὰ τὸ ὑπερβάλλον τοῦ χαριζομένου τάχος ἐν οἷς εἴωθε δωρεῖσθαι πᾶς καταπέπληκται, καὶ ὅτῳ μηδὲν μέγα τῶν ἄλλων ὑπείληπται.
- 120.1
διὸ καὶ πυνθάνεται· „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον;“ τεθαυμακὼς τῆς σπουδαίας διαθέσεως τὴν ὀξύτητα· ὁ δὲ εὖ παθὼν εὐθυβόλως ἀποκρίνεται· „ὃ παρέδωκε κύριος ὁ θεός“ (Gen. 27,20)· παραδόσεις γὰρ καὶ ὑφηγήσεις βραδεῖαι μὲν αἱ δι’ ἀνθρώπων, ὀξύταται δ’ αἱ διὰ θεοῦ, φθάνουσαι καὶ τὴν ὀξυτάτην χρόνου κίνησιν.
- 121.1
οἱ μὲν οὖν κατ’ ἰσχὺν καὶ δύναμιν ἔξαρχοι καὶ ἡγεμόνες τοῦ τὸν ἐπινίκιον καὶ εὐχαριστικὸν ὕμνον ᾄδοντος χοροῦ οἱ λεχθέντες εἰσίν, οἱ δὲ κατὰ τροπὴν καὶ ἀσθένειαν τοῦ τὸν ἐφ’ ἥτταις θρῆνον σφαδάζοντος ἕτεροι, οὓς οὐ κακίζειν μᾶλλον ἢ οἰκτίζεσθαι χρὴ καθάπερ τοὺς τὰ σώματα ἐκ φύσεως ἐπικήρως ἔχοντας, οἷς καὶ ἡ τυχοῦσα νόσου πρόφασις μέγα ἐμπόδιον πρὸς τὸ σῴζεσθαι.
- 122.1
ἔνιοι δ’ οὐ τῷ μαλθακωτέροις τοῖς ψυχῆς κεχρῆσθαι τόνοις ἀνέπεσον ἄκοντες ὑπ’ ἐρρωμενεστέρας τῶν ἀντιπάλων ἰσχύος πιεσθέντες, ἀλλὰ μιμησάμενοι τοὺς ἐθελοδούλους ἑκόντες ἑαυτοὺς πικροῖς δεσπόταις ὑπέρριψαν γένος ὄντες ἐλεύθεροι· διὸ μὴ δυνάμενοι πεπρᾶσθαι, τὸ παραλογώτατον, αὐτοὶ δεσπότας ὠνούμενοι προσεκτῶντο, ταὐτὸ δρῶντες τοῖς ἐμφορουμένοις ἀπλήστως πρὸς μέθην οἴνου·
- 123.1
καὶ γὰρ ἐκεῖνοι γνώμῃ τὸν ἄκρατον, οὐ βιασθέντες προσφέρονται, ὥστε καὶ γνώμῃ τὸ μὲν νηφάλιον ἐκτέμνουσι τῆς ψυχῆς, τὸ δὲ παράληρον αἱροῦνται· „φωνὴν“ γάρ φησιν „ἐξαρχόντων [ὑπ’] οἴνου ἐγὼ ἀκούω“, τουτέστιν οὐκ ἀκούσιον ἐνδεδεγμένων μανίαν, ἀλλ’ ἑκουσίῳ
- 124.1
φρενοβλαβείᾳ βεβακχευμένων. πᾶς δ’ ὁ συνεγγίζων τῇ παρεμβολῇ „τὸν μόσχον ὁρᾷ καὶ τοὺς χορούς“ (Exod. 32,19), ᾗ καὶ αὐτὸς διασυνίστησι· τύφῳ γὰρ καὶ τοῖς τύφου χορευταῖς ἐντυγχάνομεν, ὅσοι πλησίον ἵστασθαι τοῦ σωματικοῦ στρατοπέδου διανοούμεθα γνώμῃ· ἐπεὶ τοῖς τε φιλοθεάμοσι καὶ τὰ ἀσώματα ὁρᾶν γλιχομένοις, ἅτε ἀτυφίας οὖσιν ἀσκηταῖς, πορρωτάτω τοῦ σώματος ἔθος διοικίζεσθαι.
- 125.1
εὔχου δὴ τῷ θεῷ μηδέποτε ἔξαρχος οἴνου γενέσθαι, τουτέστι μηδέποτε ἑκὼν ἀφηγήσασθαι τῆς εἰς ἀπαιδευσίαν καὶ ἀφροσύνην ἀγούσης ὁδοῦ· τὰ γὰρ ἀκούσια ἡμίσεα κακῶν καὶ κουφότερα, καθαρῷ τῷ τοῦ συνειδότος ἐλέγχῳ μὴ βαρυνόμενα.
- 126.1
τελεσφορηθεισῶν δέ σοι τῶν εὐχῶν ἰδιώτης μὲν ἔτι μένειν οὐκ ἂν δύναιο, τὴν δὲ μεγίστην ἡγεμονιῶν ἀρχήν, ἱερωσύνην, κτήσῃ. σχεδὸν γὰρ ἱερέων καὶ θεραπευτῶν θεοῦ μόνων τὸ ἔργον νηφάλια θύειν, οἴνου καὶ παντὸς ὃ τοῦ ληρεῖν αἴτιον βεβαιότητι διανοίας κατεξανισταμένων·
- 127.1
„ἐλάλησε“ γάρ φησι „κύριος τῷ Ἀαρὼν λέγων· οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀνὰ μέσον ἁγίων καὶ βεβήλων καὶ ἀνὰ μέσον καθαρῶν καὶ ἀκαθάρτων“ (Lev. 10,8—10).
- 128.1
Ἀαρὼν δέ ἐστιν ὁ ἱερεύς, καὶ τοὔνομα ὀρεινὸς ἑρμηνεύεται, μετέωρα καὶ ὑψηλὰ φρονῶν λογισμός, οὐ διὰ μεγαλαυχίας κενοῦ φυσήματος ὑπόπλεων ὄγκον, ἀλλὰ διὰ μέγεθος ἀρετῆς, ἣ τὸ φρόνημα ἐξαίρουσα πέραν οὐρανοῦ ταπεινὸν οὐδὲν ἐᾷ λογίζεσθαι. διακείμενος δ’ οὕτως ἄκρατον καὶ πᾶν ἀφροσύνης φάρμακον ἑκὼν οὔποτε προσήσεται.
- 129.1
ἀνάγκη γάρ ἐστιν ἢ ἀρρηφοροῦντα αὐτὸν εἰς τὴν σκηνὴν εἰσιέναι τὰς ἀοράτους ἐπιτελέσοντα τελετὰς ἢ τῷ βωμῷ προσιόντα θυσίας ὑπέρ τε τῶν ἰδίων καὶ κοινῶν χαριστηρίους ἀναγαγεῖν· νήψεως δὲ καὶ περιττῆς ἀγχινοίας ταῦτα δεῖται.
- 130.1
θαυμάσαι μὲν οὖν εἰκότως ἄν τις καὶ τὸ ῥητὸν τῆς προστάξεως. πῶς γὰρ οὐ σεμνὸν νήφοντας καὶ ἐν ἑαυτοῖς ὄντας πρὸς εὐχὰς καὶ ἱερουργίας χωρεῖν, ὡς ἔμπαλιν ἀμφότερα, σῶμα καὶ ψυχήν, παρειμένους ὑπὸ οἴνου καταγέλαστον;
- 131.1
ἢ δεσπόταις μὲν καὶ γονεῦσι καὶ ἄρχουσιν οἰκέται καὶ υἱοὶ καὶ ὑπήκοοι μέλλοντες προσέρχεσθαι πρόνοιαν ἕξουσι τοῦ νήφειν, ὡς μήτε ἐν τοῖς λεγομένοις καὶ πραττομένοις διαμάρτοιεν μήθ’ ὡς καταπεφρονηκότες τῆς ἐκείνων ἀξιώσεως κολασθεῖεν ἤ, τὸ γοῦν ἐπιεικέστατον, χλεύην ὄφλοιεν· τὸν δὲ τοῦ παντὸς ἡγεμόνα καὶ πατέρα τις θεραπεύειν δικαιῶν οὐ καὶ σιτίων καὶ ποτῶν καὶ ὕπνου καὶ πάντων ὅσα ἀναγκαῖα τῇ φύσει περιέσται, ἀλλὰ πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνας τὸν τῶν ἀσώτων ζηλώσει βίον, καὶ βεβαρημένος τοὺς ὀφθαλμοὺς ἀπ’ οἴνου καὶ τὴν κεφαλὴν παραβάλλων καὶ τὸν αὐχένα ἐγκάρσιον πλαγιάζων καὶ ὑπ’ ἀμετρίας ἐρευγόμενος καὶ ὅλῳ διαρρέων τῷ σώματι χέρνιβος ἢ βωμῶν ἢ θυσιῶν προσάψεται; ἀλλ’ οὐδὲ τὴν ἱερὰν ἐξ ἀπόπτου φλόγα θεάσασθαι τῷ τοιούτῳ θέμις.
- 132.1
εἰ μέντοι μήτε σκηνὴν μήτε θυσιαστήριον ὑπολάβοι τις λέγεσθαι τὰ ὁρώμενα ἐκ τῆς ἀψύχου καὶ φθαρτῆς δημιουργηθέντα ὕλης, ἀλλὰ τὰ ἀόρατα καὶ [τὰ] νοητὰ θεωρήματα, ὧν αἰσθηταὶ ταῦτα εἰκόνες, καταπλαγήσεται μᾶλλον τὴν ὑφήγησιν.
- 133.1
ἐπειδὴ γὰρ παντὸς τὸ μὲν παράδειγμα, τὸ δὲ μίμημα ὁ ποιῶν ἐποίει, καὶ ἀρετῆς τὴν μὲν ἀρχέτυπον σφραγῖδα εἰργάζετο, τὸν δὲ ἀπὸ ταύτης ἐνεσημαίνετο ἐμφερέστατον χαρακτῆρα· ἡ μὲν οὖν ἀρχέτυπος σφραγὶς ἀσώματός ἐστιν ἰδέα, ἡ δὲ χαραχθεῖσα εἰκὼν σῶμα ἤδη, φύσει μὲν αἰσθητόν, οὐ μὴν εἰς αἴσθησιν ἐρχόμενον· καθάπερ καὶ τὸ ἐν τῷ βαθυτάτῳ τοῦ Ἀτλαντικοῦ πελάγους ξύλον εἴποι τις ἂν πεφυκέναι μὲν πρὸς τὸ καίεσθαι, μηδέποτε δ’ ὑπὸ πυρὸς ἀναλωθήσεσθαι διὰ τὴν τῆς θαλάττης ἀνάχυσιν.
- 134.1
τὴν οὖν σκηνὴν καὶ τὸν βωμὸν ἐννοήσωμεν ἰδέας, τὴν μὲν ἀρετῆς ἀσωμάτου, τὸνδὲ αἰσθητῆς εἰκόνος εἶναι σύμβολον. τὸν μέν γε βωμὸν καὶ τὰ ἐπ’ αὐτοῦ ῥᾴδιον ἰδεῖν—ἔξω τε γὰρ ἔχει τὴν κατασκευὴν καὶ ἀσβέστῳ πυρὶ ... ἀναλίσκεται, ὡς μὴ μεθ’ ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ περιλάμπεσθαι—,
- 135.1
ἡ δὲ σκηνὴ καὶ τὰ ἐν αὐτῇ πάντα ἀθέατα, οὐχὶ τῷ μόνον ἐσωτάτω καὶ ἐν ἀδύτοις ἱδρῦσθαι, ἀλλὰ καὶ τῷ τὸν προσαψάμενον ἢ διὰ περιεργίαν ὀφθαλμῶν ἰδόντα ἀπαραιτήτῳ δίκῃ θανάτου κατὰ πρόσταξιν νόμου κολάζεσθαι, πλὴν εἰ μή τις ὁλόκληρος καὶ παντελὴς εἴη, περὶ μηδέν, μὴ μέγα, μὴ μικρόν, ἁπλῶς κηραίνων πάθος, ἀλλ’ ἀρτίῳ καὶ πλήρει καὶ πάντα τελειοτάτῃ κεχρημένος τῇ φύσει.
- 136.1
τούτῳ γὰρ ἐπιτέτραπται δι’ ἔτους ἅπαξ εἰσιόντι ἐπισκοπεῖν τὰ ἀθέατα ἄλλοις, ἐπειδὴ καὶ ἐξ ἁπάντων μόνῳ ὁ τῶν ἀσωμάτων καὶ ἀφθάρτων ἀγαθῶν πτηνὸς καὶ οὐράνιος ἔρως ἐνδιαιτᾶται.
- 137.1
ὅταν οὖν ὑπὸ τῆς ἰδέας πληχθεὶς ἕπηται τῇ τὰς κατὰ μέρος ἀρετὰς τυπούσῃ σφραγῖδι κατανοῶν καὶ καταπληττόμενος αὐτῆς τὸ θεοειδέστατον κάλλος ἤ τινι προσέρχηται δεξαμένῃ τὸν ἐκείνης χαρακτῆρα, λήθη μὲν ἀμαθίας καὶ ἀπαιδευσίας, μνήμη δὲ παιδείας καὶ ἐπιστήμης εὐθὺς ἐγγίνεται.
- 138.1
διὸ λέγει· „οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ“. ταῦτα δ’ οὐκ ἀπαγορεύων μᾶλλον ἢ γνώμην ἀποφαινόμενος διεξέρχεται· τῷ μέν γε ἀπαγορεύοντι οἰκεῖον ἦν εἰπεῖν· οἶνον, ὅταν ἱερουργῆτε, μὴ πίνετε, τῷ δὲ γνώμην ἀποφαινομένῳ τὸ „οὐ πίεσθε“. καὶ γάρ ἐστιν ἀμήχανον τὸ μέθης καὶ παροινίας ψυχῆς αἴτιον, ἀπαιδευσίαν, προσίεσθαι τὸν ταῖς γενικαῖς καὶ κατ’ εἶδος ἀρεταῖς ἐμμελετῶντα καὶ ἐγχορεύοντα.
- 139.1
τὴν δὲ „σκηνὴν μαρτυρίου“ καλεῖ πολλάκις, ἤτοι παρόσον ὁ ἀψευδὴς θεὸς ἀρετῆς ἐστι μάρτυς, ᾧ καλὸν καὶ σύμφορον προσέχειν, ἢ παρόσον ἡ ἀρετὴ βεβαιότητα ταῖς ψυχαῖς ἐντίθησι τοὺς ἐνδοιάζοντας καὶ ἐπαμφοτερίζοντας λογισμοὺς ἀνὰ κράτος ἐκτέμνουσα καὶ ὥσπερ ἐν δικαστηρίῳ τῷ βίῳ τἀληθὲς ἀνακαλύπτουσα.
- 140.1
λέγει δὲ ὅτι οὐδ’ ἀποθανεῖται ὁ νηφάλια θύων, ὡς ἀπαιδευσίας μὲν θάνατον ἐπιφερούσης, παιδείας δὲ ἀφθαρσίαν· καθάπερ γὰρ ἐν τοῖς σώμασιν ἡμῶν νόσος μὲν διαλύσεως, ὑγεία δὲ σωτηρίας αἰτία, τὸν αὐτὸν τρόπον καὶ ἐν ταῖς ψυχαῖς τὸ μὲν σῷζόν ἐστι φρόνησις —ὑγεία γάρ τις αὕτη διανοίας—, τὸ δὲ φθεῖρον ἀφροσύνη νόσον ἀνίατον κατασκήπτουσα.
- 141.1
τοῦτο δὲ „νόμιμον αἰώνιον εἶναί“ φησιν, ἄντικρυς ἀποφαινόμενος· ὑπολαμβάνει γὰρ νόμον ἀθάνατον ἐν τῇ τοῦ παντὸς ἐστηλιτεῦσθαι φύσει ταυτὶ περιέχοντα, ὅτι ὑγιεινὸν μὲν καὶ σωτήριον χρῆμα παιδεία, νόσου δὲ καὶ φθορᾶς αἴτιον ἀπαιδευσία.
- 142.1
παρεμφαίνει δέ τι καὶ τοιοῦτον· τὸ πρὸς ἀλήθειαν νόμιμον εὐθύς ἐστιν αἰώνιον, ἐπεὶ καὶ ὁ ὀρθὸς λόγος, ὃς δὴ νόμος ἐστίν, οὐ φθαρτός· καὶ γὰρ αὖ τοὐναντίον τὸ παράνομον ἐφήμερόν τε καὶ εὐδιάλυτον ἐξ ἑαυτοῦ παρὰ τοῖς εὖ φρονοῦσιν ἀνωμολόγηται.
- 143.1
νόμου δὲ καὶ παιδείας ἴδιον βέβηλα ἁγίων καὶ ἀκάθαρτα καθαρῶν διαστέλλειν, ὡς ἔμπαλιν ἀνομίας καὶ ἀπαιδευσίας εἰς ταὐτὸν ἄγειν τὰ μαχόμενα βιάζεσθαι φυρούσης τὰ πάντα καὶ συγχεούσης. διὰ τοῦτο ὁ καὶ βασιλέων καὶ προφητῶν μέγιστος Σαμουὴλ „οἶνον καὶ μέθυσμα“, ὡς ὁ ἱερὸς λόγος φησίν, „ἄχρι τελευτῆς οὐ πίεται“ (I Reg. 1,11)· τέτακται γὰρ ἐν τῇ τοῦ θείου στρατοπέδου τάξει, ἣν οὐδέποτε λείψει προμηθείᾳ τοῦ σοφοῦ ταξιάρχου.
- 144.1
Σαμουὴλ δὲ γέγονε μὲν ἴσως ἄνθρωπος, παρείληπται δ’ οὐχ ὡς σύνθετον ζῷον, ἀλλ’ ὡς νοῦς λατρείᾳ καὶ θεραπείᾳ θεοῦ μόνῃ χαίρων· ἑρμηνεύεται γὰρ τεταγμένος θεῷ διὰ τὸ τὰς πράξεις ὅσαι κατὰ κενὰς δόξας συνίστανται χαλεπὴν ἀταξίαν εἶναι νομίζειν.
- 145.1
οὗτος μητρὸς γέγονεν Ἄννης, ἧς τοὔνομα μεταληφθέν ἐστι χάρις· ἄνευ γὰρ θείας χάριτος ἀμήχανον ἢ λιποτακτῆσαι τὰ θνητὰ ἢ τοῖς ἀφθάρτοις ἀεὶ παραμεῖναι·
- 146.1
χάριτος δ’ ἥτις ἂν πληρωθῇ ψυχή, γέγηθεν εὐθὺς καὶ μειδιᾷ καὶ ἀνορχεῖται· βεβάκχευται γάρ, ὡς πολλοῖς τῶν ἀνοργιάστων μεθύειν καὶ παροινεῖν καὶ ἐξεστάναι ἂν δόξαι. διὸ καὶ λέγεται πρὸς αὐτὴν ὑπὸ παιδαρίου τινός, οὐχ ἑνός, ἀλλ’ ὑπὸ παντὸς τοῦ νεωτερίζειν καὶ τὰ καλὰ χλευάζειν ἀκμὴν ἔχοντος· „ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου“ (I Reg. 1, 14)· φιλεῖ γὰρ τοῖς θεοφορήτοις οὐχ
- 147.1
ἡ ψυχὴ μόνον ἐγείρεσθαι καὶ ὥσπερ ἐξοιστρᾶν, ἀλλὰ καὶ τὸ σῶμα ἐνερευθὲς εἶναι καὶ πεπυρωμένον τῆς ἔνδον ἀναχεούσης καὶ χλιαινούσης χαρᾶς τὸ πάθος εἰς τὸ ἔξω διαδιδούσης· ὑφ’ οὗ πολλοὶ τῶν ἀφρόνων ἀπατηθέντες τοὺς νήφοντας μεθύειν ὑπετόπασαν.
- 148.1
καίτοι γε ἐκεῖνοι μὲν τρόπον τινὰ μεθύουσιν οἱ νήφοντες τὰ ἀγαθὰ ἀθρόα ἠκρατισμένοι καὶ τὰς προπόσεις παρὰ τελείας ἀρετῆς δεξάμενοι, οἱ δὲ τὴν ἀπὸ οἴνου μεθύοντες μέθην ἄγευστοι φρονήσεως διετέλεσαν νηστείαν συνεχῆ καὶ λιμὸν αὐτῆς ἄγοντες.
- 149.1
εἰκότως οὖν ἀποκρίνεται πρὸς τὸν νεωτεροποιὸν καὶ γέλωτα τιθέμενον τὸν σεμνὸν καὶ αὐστηρὸν αὐτῆς βίον· ὦ θαυμάσιε, „γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον κυρίου“ (I Reg. 1,15)· παμπόλλη γε παρρησία τῆς ψυχῆς, ἣ τῶν χαρίτων τοῦ θεοῦ πεπλήρωται.
- 150.1
πρῶτον μέν γε „σκληρὰν ἡμέραν“ εἶπεν ἑαυτὴν πρὸς τὸ χλευάζον ἀπιδοῦσα παιδάριον—τούτῳ γὰρ καὶ παντὶ ἄφρονι τραχεῖα καὶ δύσβατος καὶ ἀργαλεωτάτη νενόμισται ἡ ἐπ’ ἀρετὴν ἄγουσα ὁδός, καθὰ καὶ τῶν παλαιῶν τις ἐμαρτύρησεν εἰπών· τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι. τῆς δ’ ἀρετῆς ἱδρῶτα θεὸς προπάροιθεν ἔθηκεν ἀθάνατος, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηαι. ῥηιδίη δὴ ’πειτα πέλει χαλεπή περ ἐοῦσα —,
- 151.1
εἶτα οἶνον καὶ μέθυσμα οὔ φησι προσενέγκασθαι τῷ συνεχῶς καὶ παρὰ πάντα τὸν βίον νήφειν ἐπαυχοῦσα· καὶ γὰρ ὄντως ἀφέτῳ καὶ ἐλευθεριάζοντι καὶ καθαρῷ χρῆσθαι λογισμῷ πρὸς μηδενὸς πάθους παροινουμένῳ μέγα καὶ θαυμαστὸν ἦν ἔργον.
- 152.1
ἐκ τούτου δὲ συμβαίνει νήψεως ἀκράτου τὸν νοῦν ἐμφορηθέντα σπονδὴν ὅλον δι’ ὅλων γίνεσθαί τε καὶ σπένδεσθαι θεῷ· τί γὰρ ἦν τὸ „ἐκχεῶ τὴν ψυχήν μου ἐναντίον κυρίου“ ἢ σύμπασαν αὐτὴν ἀνιερώσω, δεσμὰ μὲν οἷς πρότερον ἐσφίγγετο, ἃ περιῆψαν αἱ τοῦ θνητοῦ βίου κεναὶ σπουδαί, πάντα λύσας, προαγαγὼν δὲ ἔξω καὶ τείνας καὶ ἀναχέας τοσοῦτον, ὡς καὶ τῶν τοῦ παντὸς ἅψασθαι περάτων καὶ πρὸς τὴν τοῦ ἀγενήτου παγκάλην καὶ ἀοίδιμον θέαν ἐπειχθῆναι;
- 153.1
νηφόντων μὲν οὖν ὁ χορὸς οὗτος παιδείαν προστησαμένων ἡγεμονίδα, μεθυόντων δ’ ὁ πρότερος, οὗπερ ἦν ἔξαρχος ἀπαιδευσία.
- 154.1
Ἐπεὶ δὲ τὸ μεθύειν οὐ μόνον ἐδήλου τὸ ληρεῖν, ὃ δημιουργὸν ἀπαιδευσίαν εἶχεν, ἀλλὰ καὶ τὸ παντελῶς ἀναισθητεῖν, ἀναισθησίας δὲ τῆς μὲν κατὰ τὸ σῶμα δημιουργὸς οἶνος, τῆς δὲ κατὰ ψυχὴν ἄγνοια τούτων ὧν εἰκὸς ἦν ἐπιστήμην ἀνειληφέναι, λεκτέον καὶ περὶ ἀγνοίας βραχέα αὐτὰ τὰ καίρια ὑπομιμνῄσκοντας.
- 155.1
τίνι οὖν ἀπεικάσωμεν τῶν ἐν τῷ σώματι τὸ ἐν ψυχῇ πάθος ὃ κέκληται ἄγνοια ἢ τῇ τῶν αἰσθητηρίων πηρώσει; οὐκοῦν ὅσοι ὀφθαλμοὺς καὶ ὦτα ἐβλάβησαν, οὐδὲν ἔτι οὔτ’ ἰδεῖν οὔτ’ ἀκοῦσαι δύνανται, ἡμέραν μὲν καὶ φῶς, ὧν ἕνεκα μόνων, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὸ ζῆν αἱρετόν, οὐκ εἰδότες, μακρῷ δὲ σκότῳ καὶ νυκτὶ αἰωνίῳ συνοικοῦντες, πρὸς πάντα καὶ μικρὰ καὶ μείζω κεκωφημένοι, οὓς εἰκότως ὁ βίος ἀδυνάτους εἴωθε καλεῖν·
- 156.1
κἂν γὰρ αἱ τοῦ ἄλλου σώματος ἅπασαι δυνάμεις ἐπ’ αὐτὸ δὴ τὸ πέρας ἰσχύος ἔλθωσι καὶ ῥώμης, ὑποσκελισθεῖσαι πρὸς ὀφθαλμῶν καὶ ὤτων πηρώσεως μέγα πτῶμα πίπτουσιν, ὡς μηκέτ’ ἀναστῆναι δύνασθαι· τὰ γὰρ ὑπερείδοντα καὶ στηρίζοντα ἄνθρωπον λόγῳ μὲν αἱ βάσεις εἰσίν, ἔργῳ δὲ ἀκοαί τε καὶ ὄψεις, ἃς ἔχων μέν τις ὁλοκλήρους ἐγήγερται καὶ ἀνωρθίασται, στερόμενος δὲ αὐτῶν κλίνεται καὶ εἰσάπαν καθαιρεῖται.
- 157.1
τὸ παραπλήσιον οὖν ἐν ψυχῇ πάντως ἄγνοια ἐργάζεται τὰ βλέποντα καὶ ἀκούοντα αὐτῆς λυμαινομένη καὶ μήτε φῶς μήτε λόγον παρεισελθεῖν ἐῶσα, τὸν μέν, ἵνα μὴ διδάξῃ, τὸ δέ, ἵνα μὴ δείξῃ τὰ ὄντα, βαθὺ δὲ σκότος καὶ πολλὴν ἀλογίαν καταχέασα κωφὴν λίθον τὸ περικαλλέστατον εἶδος ψυχῆς εἰργάσατο.
- 158.1
καὶ γὰρ τῇ ἀγνοίᾳ τὸ ἐναντίον, ἡ ἐπιστήμη, τρόπον τινὰ ψυχῆς καὶ ὀφθαλμοὶ καὶ ὦτά ἐστι· καὶ γὰρ τοῖς λεγομένοις προσέχει τὸν νοῦν καὶ καταθεᾶται τὰ ὄντα καὶ οὐδὲν οὔτε παρορᾶν οὔτε παρακούειν ὑπομένει, πάντα δ’ ὅσα ἀκοῆς καὶ θέας ἄξια περισκοπεῖ καὶ περιβλέπεται, κἂν εἰ πεζεύειν καὶ πλεῖν δεῖ, γῆς καὶ θαλάττης ἄχρι τῶν περάτων ἀφικνεῖται, ἵνα ἴδῃ τι πλέον ἢ ἀκούσῃ καινότερον.
- 159.1
ἀοκνότατον γὰρ ὁ ἐπιστήμης ἔρως, ἐχθρὸς μὲν ὕπνου, φίλος δὲ ἐγρηγόρσεως· διανιστὰς οὖν καὶ ἀνεγείρων καὶ παραθήγων ἀεὶ διάνοιαν πανταχόσε περιφοιτᾶν ἀναγκάζει λίχνον ἀκοῆς ἐργαζόμενος καὶ μαθήσεως δίψαν ἄληκτον ἐντήκων.
- 160.1
οὐκοῦν ἐπιστήμη μὲν τὸ βλέπειν καὶ ἀκούειν περιποιεῖ, δι’ ὧν αἱ κατορθώσεις· ὁ γὰρ ἰδὼν καὶ ἀκούσας, γνοὺς τὸ συμφέρον, τὸ μὲν ἑλόμενος, τὸ δὲ ἐναντίον ἀποστραφεὶς ὠφέληται. ἄγνοια δὲ χαλεπωτέραν τῆς ἐν τῷ σώματι πήρωσιν ἐπιφέρουσα τῇ ψυχῇ πάντων ἁμαρτημάτων αἰτία γίνεται, μηδὲν μήτ’ ἐκ τοῦ προϊδέσθαι μήτ’ ἐκ τοῦ προακοῦσαι δυναμένη λαβεῖν ἔξωθεν βοήθημα· διὰ γοῦν τὴν πολλὴν ἐρημίαν ἑαυτῆς ἀφρούρητος καὶ ἀφύλακτος ἐαθεῖσα [καὶ] πρὸς τῶν ἐπιτυχόντων ἀνθρώπων τε ὁμοῦ καὶ πραγμάτων ἐπιβουλεύεται.
- 161.1
μηδέποτ’ οὖν μήτ’ ἄκρατον προσενεγκώμεθα τοσοῦτον, ὡς ἀπραξίαν ἐμποιῆσαι ταῖς αἰσθήσεσι, μήτε τοσοῦτον ἐπιστήμης ἀλλοτριωθῶμεν, ὡς ἄγνοιαν, τὸ μέγα καὶ βαθὺ σκότος, τῆς ἑαυτῶν ψυχῆς κατασκεδάσαι.
- 162.1
διττὸν δὲ τὸ ἀγνοίας γένος, τὸ μὲν ἁπλοῦν, ἡ παντελὴς ἀναισθησία, τὸ δὲ διπλοῦν, ὅταν μὴ μόνον ἀνεπιστημοσύνῃ τις συνέχηται, ἀλλὰ καὶ οἴηται εἰδέναι ἃ μηδαμῶς οἶδε δόξῃ ψευδεῖ σοφίας ἐπαιρόμενος.
- 163.1
τὸ μὲν οὖν πρότερον κακὸν ἔλαττον — κουφοτέρων γὰρ ἁμαρτημάτων καὶ τάχα ἀκουσίων αἴτιον —, τὸ δὲ δεύτερον μεῖζον· μεγάλα γὰρ ἀποτίκτει καὶ οὐκ ἀκούσια μόνον ἀλλ’ ἤδη κἀκ προνοίας ἀδικήματα.
- 164.1
περὶ ταῦτά μοι δοκεῖ Λὼτ ὁ θυγατροποιὸς μάλιστα κηραίνειν ἄρρεν καὶ τέλειον ἐν ψυχῇ φυτὸν ἀναθρέψαι μὴ δυνάμενος· δύο γὰρ θυγατέρας ἐκ τῆς λιθουμένης γυναικὸς ἔσχηκεν, ἣν εὐθυβόλῳ χρησάμενος ὀνόματι καλέσειεν ἄν τις συνήθειαν, ἐχθρὰν φύσιν ἀληθείας, καὶ ὁπότε ἄγοι τις αὐτήν, ὑστερίζουσαν καὶ περιβλεπομένην τὰ ἀρχαῖα καὶ σύντροφα καὶ ἀψύχου τρόπον στήλης ἐν μέσοις αὐτοῖς καταμένουσαν.
- 165.1
τῶν δὲ θυγατέρων ἡ μὲν πρεσβυτέρα κεκλήσεται βουλή, συναίνεσις δὲ ἡ νεωτέρα· τῷ μὲν γὰρ βουλεύσασθαι τὸ συναινεῖν ἕπεται, συναινέσας δ’ οὐδὲ εἷς ἔτι βουλεύεται. καθίσας οὖν ὁ νοῦς ἐν τῷ ἑαυτοῦ συνεδρίῳ διακινεῖν ἄρχεται τὰς θυγατέρας καὶ μετὰ μὲν τῆς πρεσβυτέρας, βουλῆς, σκοπεῖσθαί τε καὶ διερευνᾶν ἕκαστα, μετὰ δὲ τῆς νεωτέρας, συναινέσεως, ἐπινεύειν ῥᾳδίως τοῖς ἐπιτυχοῦσι καὶ ὡς φίλα τὰ ἐχθρὰ ἀσπάζεσθαι, δέλεαρ εἴ τι μικρὸν ἡδονῆς αὐτὸ μόνον ἀφ’ ἑαυτῶν ἐνδιδῴη.
- 166.1
ταῦτα δὲ νήφων μὲν λογισμὸς οὐκ ἀνέχεται, μέθῃ δὲ κατεσχημένος καὶ ὥσπερ ἔξοινος ὤν· διὸ λέγεται· „ἐπότισαν τὸν πατέρα οἶνον“ (Gen. 19,33). ἀναισθησία παντελής, ἱκανὸν δοκεῖν εἶναι βουλεύεσθαι τὸν νοῦν ἀφ’ ἑαυτοῦ τὰ συμφέροντα ἢ τοῖς ὁπωσοῦν φανεῖσιν, ὡς τὸ ἀληθὲς πάγιον ἐν ἑαυτοῖς ἔχουσι, συναινέσαι, τῆς ἀνθρωπίνης φύσεως μηδαμῇ μηδαμῶς ἱκανῆς οὔσης ἢ ἐκ περισκέψεως τὸ σαφὲς εὑρεῖν ἢ τὰ μὲν ὡς ἀληθῆ καὶ συμφέροντα ἑλέσθαι, τὰ δ’ ὡς ψευδῆ καὶ βλάβης αἴτια ἀποστραφῆναι.
- 167.1
πολὺ γὰρ σκότος τῶν ὄντων καὶ σωμάτων καὶ πραγμάτων κατακεχυμένον οὐκ ἐᾷ τὴν ἑκάστου φύσιν ἰδεῖν, ἀλλὰ κἂν βιασάμενός τις ὑπὸ περιεργίας ἢ τοῦ φιλομαθοῦς ἐθελήσῃ διακῦψαι, καθάπερ οἱ πεπηρωμένοι προσπταίων τοῖς ἐν ποσί, πρίν τι λαβεῖν, ἀναπεσὼν ὑστερίζει ἢ ταῖς χερσὶν ἐφαπτόμενος τὰ ἄδηλα εἰκάζει στοχασμὸν πρὸ ἀληθείας κτώμενος.
- 168.1
οὐδὲ γὰρ εἰ δᾳδουχοῦσα παιδεία παραπέμποι τὸν νοῦν φῶς ἁψαμένη τὸ οἰκεῖον ἐπὶ τὴν τῶν ὄντων θέαν, ὀνῆσαι δύναιτ’ ἂν μᾶλλον ἢ βλάψαι· τὸ γὰρ βραχὺ φέγγος ὑπὸ πολλοῦ σκότους σβέννυσθαι πέφυκε, σβεσθέντος δὲ ἀνωφελὴς πᾶσα ὄψις.
- 169.1
τὸν μέντοι σεμνυνόμενον ἢ ἐπὶ τῷ βουλεύεσθαι ἢ ἐπὶ τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν ἱκανῶς δύνασθαι διὰ τούτων ὑπομνηστέον· εἰ μὲν ἀπὸ τῶν αὐτῶν τὰς αὐτὰς ἀεὶ συνέβαινε προσπίπτειν ἀπαραλλάκτους φαντασίας, ἦν ἴσως ἀναγκαῖον τά τε ἐν ἡμῖν αὐτοῖς φύσει κατασκευασθέντα διττὰ κριτήρια, αἴσθησίν τε καὶ νοῦν, ὡς ἀψευδῆ καὶ ἀδέκαστα θαυμάζειν καὶ περὶ μηδενὸς ἐνδοιάζοντας ἐπέχειν, ἀλλὰ τοῖς ἅπαξ φανεῖσι πιστεύοντας τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἔμπαλιν ἀποστρέφεσθαι.
- 170.1
ἐπειδὴ δὲ διαφόρως ἀπ’ αὐτῶν εὑρισκόμεθα κινούμενοι, βέβαιον περὶ οὐδενὸς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν, ἅτε μὴ ἑστῶτος τοῦ φανέντος, ἀλλὰ πολυτρόποις καὶ πολυμόρφοις χρωμένου ταῖς μεταβολαῖς· ἀνάγκη γὰρ ἀνιδρύτου τῆς φαντασίας οὔσης ἀνίδρυτον εἶναι καὶ τὴν ἐπ’ αὐτῇ κρίσιν.
- 171.1
αἴτια δὲ τούτου πολλά· πρῶτον μὲν αἱ ἐν τοῖς ζῴοις οὐ καθ’ ἓν μέρος ἀλλὰ σχεδὸν περὶ πάντα ἀμύθητοι διαφοραί, αἱ περὶ τὴν γένεσιν καὶ κατασκευὴν αὐτῶν, αἱ περὶ τὰς τροφὰς καὶ διαίτας, αἱ περὶ τὰς αἱρέσεις καὶ φυγάς, αἱ περὶ τὰς αἰσθητικὰς ἐνεργείας τε καὶ κινήσεις, αἱ περὶ τὰς τῶν κατὰ σῶμα καὶ ψυχὴν ἀμυθήτων παθῶν ἰδιότητας.
- 172.1
χωρὶς γὰρ τῶν κρινόντων ἴδε καὶ τῶν κρινομένων ἔνια, οἷα τὸν χαμαιλέοντα, τὸν πολύποδα· τὸν μέν γέ φασι τὴν χρόαν ἀλλάττοντα τοῖς ἐδάφεσιν ὁμοιοῦσθαι καθ’ ὧν εἴωθεν ἕρπειν, τὸν δὲ ταῖς κατὰ θαλάττης πέτραις, ὧν ἂν περιδράξηται, τάχα που τῆς σωτηρίου φύσεως ἀλεξίκακον συλλήψεως δωρησαμένης τὴν εἰς τὸ πολυχρώματον αὐτοῖς τροπὴν φάρμακον.
- 173.1
τὸν δὲ αὐχένα τῆς περιστερᾶς ἐν ἡλιακαῖς αὐγαῖς οὐ κατενόησας μυρίας χρωμάτων ἀλλάττοντα ἰδέας; ἢ οὐχὶ φοινικοῦν καὶ κυανοῦν, πυρωπόν τε αὖ καὶ ἀνθρακοειδές, ἔτι δὲ ὠχρὸν καὶ ἐρυθρὸν καὶ ἄλλα παντοδαπὰ ἴσχει χρώματα, ὧν οὐδὲ τὰς κλήσεις ῥᾴδιον ἀπομνημονεῦσαι;
- 174.1
φασὶ μέντοι καὶ ἐν Σκύθαις τοῖς καλουμένοις Γελώοις θαυμασιώτατόν τι γίνεσθαι σπανίως μέν, γίνεσθαι δ’ ὅμως θηρίον, ὃ καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς οὐκ ἀποδέον, ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφερέστατον· λόγος ἔχει τοῦτο μεταβάλλειν ἀεὶ τὰς τρίχας πρός τε τὰ χωρία καὶ τὰ δένδρα καὶ πάνθ’ ἁπλῶς οἷς ἂν ἐγγὺς ἱστῆται, ὡς διὰ τὴν τῆς χρόας ὁμοιότητα λανθάνειν τοὺς ἐντυγχάνοντας καὶ ταύτῃ μᾶλλον ἢ τῇ περὶ σῶμα ἀλκῇ δυσθήρατον εἶναι.
- 175.1
ταῦτα δὴ καὶ τὰ τούτοις ὅμοια πίστεις ἐναργεῖς ἀκαταληψίας εἰσίν, ἔπειτα δὲ αἱ μηκέτι τῶν ζῴων ἁπάντων, ἀλλὰ καὶ ἀνθρώπων ἰδίᾳ πρὸς ἀλλήλους περὶ πάντα ποικιλίαι.
- 176.1
οὐ γὰρ μόνον ἄλλοτε ἄλλως τὰ αὐτὰ κρίνουσιν, ἀλλὰ καὶ ἑτέρως ἕτεροι ἡδονάς τε καὶ ἀηδίας ἔμπαλιν τῶν αὐτῶν λαμβάνοντες· οἷς γὰρ δυσηρέστησαν ἔνιοι, ἐτέρφθησαν ἄλλοι, καὶ κατὰ τοὐναντίον ἅπερ ὡς φίλα καὶ οἰκεῖα ἐπισπασάμενοί τινες ἐδεξιώσαντο, ταῦθ’ ἕτεροι ὡς ἀλλότρια καὶ δυσμενῆ μακρὰν ἀφ’ ἑαυτῶν ἐσκοράκισαν.
- 177.1
ἤδη γοῦν ἐν θεάτρῳ πολλάκις παρατυχὼν εἶδον ὑφ’ ἑνὸς μέλους τῶν ἀγωνιζομένων ἐπὶ τῆς σκηνῆς τραγῳδῶν ἢ κιθαρῳδῶν τοὺς μὲν οὕτως ἀχθέντας, ὡς ἀνεγειρομένους καὶ συνηχοῦντας ἄκοντας τὰ πρὸς ἔπαινον ἐκφωνεῖν, τοὺς δὲ οὕτως ἀτρώτως ἔχοντας, ὡς μηδὲν τῶν ἀψύχων βάθρων ἐφ’ οἷς καθέζονται ταύτῃ γοῦν διαφέρειν ἂν νομισθῆναι, ἐνίους δ’ οὕτως ἀλλοτριωθέντας, ὡς καὶ τὴν θέαν οἴχεσθαι καταλιπόντας, ἔτι καὶ προσαποσειομένους ἑκατέρᾳ τῶν χειρῶν τὰ ὦτα, μὴ ἄρα τι ἔναυλον ἀπολειφθὲν ἀηδίαν ὑπηχοῦν δυσκόλοις καὶ δυσαρέστοις ψυχαῖς ἐργάσηται. καίτοι τί ταῦτά φαμεν;
- 178.1
αὐτός τις εἷς ὢν ἕκαστος ἐφ’ ἑαυτοῦ, τὸ παραδοξότατον, μυρίας μεταβολὰς καὶ τροπὰς δεχόμενος κατά τε σῶμα καὶ ψυχὴν τοτὲ μὲν αἱρεῖται, τοτὲ δ’ ἀποστρέφεται οὐδαμῶς μεταβάλλοντα, μένειν δ’ ἐπὶ τῆς αὐτῆς πεφυκότα κατασκευῆς·
- 179.1
οὐ γὰρ τὰ αὐτὰ ὑγιαίνουσι καὶ νοσοῦσι προσπίπτειν φιλεῖ, οὐδὲ ἐγρηγορόσι καὶ κοιμωμένοις, οὐδὲ ἡβῶσι καὶ γεγηρακόσι· καὶ ἑστὼς μέντοι καὶ κινούμενός τις ἑτέρας ἔλαβε φαντασίας, καὶ θαρρῶν καὶ δεδιὼς ἔμπαλιν, ἔτι μέντοι λυπούμενός τε καὶ χαίρων, καὶ φιλῶν καὶ τοὐναντίον μισῶν. καὶ τί δεῖ μακρηγοροῦντα περὶ τούτων ἐνοχλεῖν;
- 180.1
συνελόντι γὰρ φράσαι πᾶσα ἡ σώματος καὶ ψυχῆς κατὰ φύσιν τε αὖ καὶ παρὰ φύσιν κίνησις αἰτία τῆς περὶ τὰ φαινόμενα ἀστάτου φορᾶς γίνεται μαχόμενα καὶ ἀσύμφωνα προσβαλλούσης ὀνείρατα.
- 181.1
γίνεται δ’ οὐχ ἥκιστα τὸ περὶ τὰς φαντασίας ἄστατον καὶ παρὰ τὰς θέσεις καὶ παρὰ τὰ διαστήματα καὶ παρὰ τοὺς τόπους, οἷς ἕκαστα ἐμπεριέχεται.
- 182.1
ἢ τοὺς κατὰ θαλάττης ἰχθῦς οὐχ ὁρῶμεν, ὁπότε τὰς πτέρυγας διατείνοντες ἐννήχοιντο, μείζους ἀεὶ τῆς φύσεως προφαινομένους; καὶ τὰς εἰρεσίας μέντοι, κἂν σφόδρα ὦσιν εὐθυτενεῖς, κεκλασμένας ὁρᾶσθαι συμβαίνει καθ’ ὕδατος.
- 183.1
τά γε μὴν πορρωτάτω ψευδεῖς προσβάλλοντα φαντασίας τὸν νοῦν εἴωθεν ἀπατᾶν· ἄψυχα γὰρ ἔστιν ὅτε ὄντα ὑπετοπήθη ζῷα εἶναι καὶ τοὐναντίον τὰ ἔμψυχα ἄψυχα, ἔτι δὲ τὰ ἑστῶτα κινεῖσθαι καὶ τὰ κινούμενα ἑστάναι, καὶ τὰ μὲν προσιόντα ἐξαναχωρεῖν, τὰ δὲ ἀπιόντα πάλιν προσέρχεσθαι, καὶ βραχύτατα μὲν τὰ περιμηκέστατα, περιφερῆ δ’ αὖ τὰ πολυγώνια. καὶ μυρία ἄλλα ὑπὸ τῆς φανερᾶς ὄψεως ψευδογραφεῖται, οἷς οὐκ ἄν τις εὖ φρονῶν ὡς βεβαίοις συνεπιγράψαιτο.
- 184.1
τί δ’ αἱ ἐν τοῖς σκευαζομένοις ποσότητες; παρὰ γὰρ τὸ πλέον ἢ ἔλαττον αἵ τε βλάβαι καὶ ὠφέλειαι συνίστανται, καθάπερ ἐπὶ μυρίων ἄλλων καὶ μάλιστα τῶν κατὰ τὴν ἰατρικὴν ἐπιστήμην ἔχει φαρμάκων·
- 185.1
ἡ γὰρ ἐν ταῖς συνθέσεσι ποσότης ὅροις καὶ κανόσι μεμέτρηται, ὧν οὔτε ἐντὸς κάμψαι οὔτε περαιτέρω προελθεῖν ἀσφαλές — τὸ μὲν γὰρ ἔλαττον χαλᾷ, τὸ δὲ πλέον ἐπιτείνει τὰς δυνάμεις· βλαβερὸν δ’ ἑκάτερον, τὸ μὲν ἀδυνατοῦν ἐνεργῆσαι δι’ ἀσθένειαν, τὸ δὲ βλάψαι βιαζόμενον διὰ καρτερωτάτην ἰσχύν —, λειότησί τε αὖ καὶ τραχύτησι, πυκνότησί τε αὖ καὶ πιλήσεσι καὶ τοὐναντίον μανότησι καὶ ἐξαπλώσεσι τὸν εἰς βοήθειαν καὶ βλάβην ἔλεγχον ἐναργῶς διασυνίστησιν.
- 186.1
ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι τῶν ὄντων σχεδὸν ἐξ αὑτοῦ καὶ καθ’ αὑτὸ νενόηται τὸ παράπαν οὐδέν, τῇ δὲ πρὸς τὸ ἐναντίον παραθέσει δοκιμάζεται, οἷον τὸ μικρὸν παρὰ τὸ μέγα, τὸ ξηρὸν παρὰ τὸ ὑγρόν, παρὰ τὸ ψυχρὸν τὸ θερμόν, παρὰ τὸ βαρὺ τὸ κοῦφον, τὸ μέλαν παρὰ τὸ λευκόν, τὸ ἀσθενὲς παρὰ τὸ ἰσχυρόν, τὰ ὀλίγα παρὰ τὰ πολλά.
- 187.1
κατὰ τὸ παραπλήσιον μέντοι καὶ ὅσα ἐπ’ ἀρετὴν ἢ κακίαν ἀναφέρεται, τὰ ὠφέλιμα διὰ τῶν βλαβερῶν γνωρίζεται, τὰ καλὰ τῇ τῶν αἰσχρῶν ἀντιθέσει, τὰ δίκαια καὶ κοινῶς ἀγαθὰ τῇ τῶν ἀδίκων καὶ κακῶν παραθέσει, καὶ πάντα μέντοι τὰ ἄλλα ὅσα ἐν κόσμῳ σκοπῶν ἄν τις εὕροι κατὰ τὸν αὐτὸν τύπον λαμβάνοντα τὴν ἐπίκρισιν· ἐξ ἑαυτοῦ μὲν γὰρ ἕκαστον ἀκατάληπτον, ἐκ δὲ τῆς πρὸς ἕτερον συγκρίσεως γνωρίζεσθαι δοκεῖ.
- 188.1
τὸ δὲ μὴ ἑαυτῷ μαρτυρεῖν ἱκανόν, τῆς δὲ ἀφ’ ἑτέρου χρῇζον συνηγορίας, ἀβέβαιον εἰς πίστιν· ὥστε καὶ ταύτῃ τοὺς εὐχερῶς ὁμολογοῦντας ἢ ἀρνουμένους περὶ παντὸς οὑτινοσοῦν ἐλέγχεσθαι.
- 189.1
καὶ τί θαυμαστόν; προσωτέρω γάρ τις χωρήσας τῶν πραγμάτων καὶ εἱλικρινέστερον αὐτὰ αὐγασάμενος εἴσεται τοῦθ’, ὅτι ἓν οὐδὲν καθ’ ἁπλῆν ἡμῖν τὴν ἑαυτοῦ προσπίπτει φύσιν, ἀλλὰ πάντα μίξεις πολυπλοκωτάτας
- 190.1
ἔχοντα καὶ κράσεις. αὐτίκα τῶν χρωμάτων ἀντιλαμβανόμεθα πῶς; ἆρ’ οὐ σὺν ἀέρι καὶ φωτί, τοῖς ἐκτός, καὶ τῷ κατ’ αὐτὴν τὴν ὄψιν ὑγρῷ; γλυκὺ δὲ καὶ πικρὸν τίνα τρόπον δοκιμάζεται; μὴ δίχα τῶν καθ’ ἡμᾶς αὐτοὺς ἐνστομίων χυλῶν ὅσοι κατὰ φύσιν ἢ παρὰ φύσιν; οὐ δήπου; τί δ’; αἱ ἀπὸ τῶν ἐπιθυμιωμένων ὀσμαὶ μὴ τὰς ἁπλᾶς καὶ εἱλικρινεῖς τῶν σωμάτων φύσεις παριστᾶσιν; ἢ τὰς κεκραμένας ἔκ τε αὐτῶν καὶ ἀέρος, ἔστι δ’ ὅτε καὶ τοῦ τήκοντος τὰ σώματα πυρὸς καὶ τῆς κατὰ τοὺς μυκτῆρας δυνάμεως;
- 191.1
ἐκ δὴ τούτων συνάγεται, ὅτι οὔτε χρωμάτων ἀντιλαμβανόμεθα, ἀλλὰ τοῦ συνισταμένου κράματος ἔκ τε τῶν ὑποκειμένων καὶ φωτός, οὔτε ὀσμῶν, ἀλλὰ μίγματος, ὅπερ συνέστη διά τε τοῦ ῥυέντος ἀπὸ τῶν σωμάτων καὶ τοῦ πανδεχοῦς ἀέρος, οὔτε χυλῶν, ἀλλὰ τοῦ γενομένου διά τε τοῦ προσιόντος γευστοῦ καὶ τῆς κατὰ τὸ στόμα ὑγρᾶς οὐσίας.
- 192.1
τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον εὐήθειαν ἢ προπέτειαν ἢ ἀλαζονείαν ἄξιον καταγινώσκειν τῶν ἢ ὁμολογεῖν ἢ ἀρνεῖσθαι περὶ παντὸς οὑτινοσοῦν ῥᾳδίως ὑπομενόντων. εἰ μὲν γὰρ αἱ ἁπλαῖ δυνάμεις ἐκποδών, αἱ δὲ μικταὶ καὶ ἐκ πλειόνων συνηρανισμέναι προῦπτοι, ἀμήχανον δὲ καὶ τὰς ἀοράτους ἰδεῖν καὶ διὰ τῶν κεκραμένων τὸν ἑκάστης τῶν συνερανισθεισῶν τύπον ἰδίᾳ κατανοῆσαι, τί ἂν εἴη λοιπὸν ἢ τὸ ἐπέχειν [ἀναγκαῖον];
- 193.1
ἐκεῖνα δ’ ἡμᾶς οὐ παρακαλεῖ μὴ λίαν τοῖς ἀφανέσι προπιστεύειν, ἃ σχεδὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνακέχυται κοινὸν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις ἐπάγοντα τὸν ἐκ τοῦ κρίνειν ὄλισθον; τίνα οὖν ταῦτ’ ἐστίν; ἀγωγαὶ δήπουθεν αἱ ἐκ παίδων καὶ ἔθη πάτρια καὶ παλαιοὶ νόμοι, ὧν ἓν οὐδὲν ὁμολογεῖται ταὐτὸν εἶναι παρὰ πᾶσιν, ἀλλὰ κατὰ χώρας καὶ ἔθνη καὶ πόλεις, μᾶλλον δὲ καὶ κατὰ κώμην καὶ οἰκίαν ἑκάστην, ἄνδρα μὲν οὖν καὶ γυναῖκα καὶ νήπιον παῖδα τοῖς ὅλοις διακέκριται·
- 194.1
τὰ γοῦν αἰσχρὰ παρ’ ἡμῖν ἑτέροις καλά, καὶ τὰ πρέποντα ἀπρεπῆ, καὶ τὰ δίκαια ἄδικα, καὶ ἀνόσια μὲν τὰ ὅσια, νόμιμα δ’ αὖ τὰ παράνομα, ἔτι δὲ ψεκτὰ τὰ ἐπαινετὰ καὶ ὑπόδικα τὰ τιμῆς ἄξια καὶ ὅσα ἄλλα ἐναντία ταῦτα νομίζουσι.
- 195.1
καὶ τί δεῖ μακρηγορεῖν τὸν ὑπὸ ἑτέρων ἀναγκαιοτέρων μεθελκόμενον; εἰ μέντοι βουληθείη τις ὑπὸ μηδεμιᾶς ἄλλης καινοτέρας θέας ἀγόμενος, ἐνευκαιρήσας τῷ προτεθέντι κεφαλαίῳ τὰς ἑκάστων ἀγωγὰς καὶ ἔθη καὶ νόμους ἐπιέναι χωρῶν, ἐθνῶν, πόλεων, τόπων, ὑπηκόων ἡγεμόνων, ἐνδόξων ἀδόξων, ἐλευθέρων οἰκετῶν, ἰδιωτῶν ἐπιστημόνων, οὐχ ἡμέραν μίαν οὐδὲ δύο, ἀλλὰ οὐδὲ μῆνα ἢ ἐνιαυτόν, τὸν δὲ ἅπαντα ἑαυτοῦ κατατρίψει βίον, κἂν αἰῶνι χρήσηται μακρῷ, καὶ οὐδὲν ἧττον πολλὰ ἀδιερεύνητα καὶ ἀπερίσκεπτα καὶ ἄφωνα λήσει καταλιπών.
- 196.1
οὐκοῦν ἄλλων παρ’ ἄλλοις οὐ βραχεῖ μόνον διεστηκότων, ἀλλὰ καὶ τοῖς ὅλοις ἀπᾳδόντων, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀνάγκη καὶ τὰς προσπιπτούσας
- 197.1
διαφέρειν φαντασίας καὶ τὰς κρίσεις ἀλλήλαις πεπολεμῶσθαι. ὧν ὑπαρχόντων τίς οὕτως ἔκφρων ἐστὶ καὶ παράληρος, ὡς φάναι παγίως, ὅτι τὸ τοιόνδε ἐστὶ δίκαιον ἢ φρόνιμον ἢ καλὸν ἢ συμφέρον; ὃ γὰρ ἂν οὗτος ὁρίσῃ, τἀναντία μεμελετηκὼς ἐκ παίδων ἕτερος ἀκυρώσει.
- 198.1
ἐγὼ δ’ οὐ τεθαύμακα, εἰ πεφορημένος καὶ μιγὰς ὄχλος, ἐθῶν καὶ νόμων τῶν ὁπωσοῦν εἰσηγμένων ἀκλεὴς δοῦλος, ἀπ’ αὐτῶν ἔτι σπαργάνων ὑπακούειν ὡς ἂν δεσποτῶν ἢ τυράννων ἐκμαθών, κατακεκονδυλισμένος τὴν ψυχὴν καὶ μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μὴ δυνάμενος πιστεύει τοῖς ἅπαξ παραδοθεῖσι καὶ τὸν νοῦν ἐάσας ἀγύμναστον ἀδιερευνήτοις καὶ ἀνεξετάστοις συναινέσεσί τε καὶ ἀρνήσεσι χρῆται, ἀλλ’ εἰ καὶ τῶν λεγομένων φιλοσόφων ἡ πληθὺς τὸ ἐν τοῖς οὖσι σαφὲς καὶ ἀψευδὲς ἐπιμορφάζουσα θηρᾶν κατὰ στίφη καὶ λόχους διακέκριται καὶ δόγματα ἀσύμφωνα, πολλάκις δὲ καὶ ἐναντία οὐ περὶ ἑνὸς τίθεται τοῦ τυχόντος, ἀλλὰ σχεδὸν περὶ πάντων μικρῶν τε καὶ μεγάλων, ἐν οἷς αἱ ζητήσεις συνίστανται·
- 199.1
οἱ γὰρ ἄπειρον τὸ πᾶν εἰσηγούμενοι τοῖς πεπερασμένον εἶναι λέγουσιν ἢ οἱ τὸν κόσμον ἀγένητον τοῖς γενητὸν ἀποφαινομένοις ἢ οἱ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἀλόγου καὶ ἀπαυτοματιζούσης ἐξάψαντες φορᾶς τοῖς ὑπολαμβάνουσι πρόνοιαν καὶ ἐπιμέλειαν ὅλου καὶ τῶν μερῶν θαυμαστήν τιν’ εἶναι ἡνιοχοῦντος καὶ κυβερνῶντος ἀπταίστως καὶ σωτηρίως θεοῦ πῶς ἂν δύναιντο τὰς αὐτὰς καταλήψεις τῶν ὑποκειμένων ποιεῖσθαι πραγμάτων;
- 200.1
αἱ δὲ περὶ τὴν τἀγαθοῦ σκέψιν φαντασίαι ἆρ’ οὐκ ἐπέχειν μᾶλλον ἢ ὁμολογεῖν βιάζονται τῶν μὲν ἀγαθὸν εἶναι νομιζόντων μόνον τὸ καλὸν καὶ θησαυριζομένων αὐτὸ ἐν ψυχῇ, τῶν δὲ πρὸς πλείω κατακερματιζόντων καὶ ἄχρι σώματος καὶ τῶν ἐκτὸς ἀποτεινόντων;
← Previous · Next → — showing 101–200 of 224
First Thousand Years of Greek. CTS URN tlg0018.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.