Ancient Textssearch the texts themselves, not just their titles

← Library

De agricultura

First Thousand Years of Greek · First Thousand Years of Greek · 181 sections

  1. 101.1

    „γενέσθω Δὰν ὄφις“ οὐχ ἑτέρωθι μᾶλλον ἢ „ἐφ’ ὁδοῦ“· τὰ μὲν γὰρ τῆς ἀκρασίας καὶ λαιμαργίας καὶ ὅσα ἄλλα αἱ ἀμέτρητοι καὶ ἄπληστοι, πληρούμεναι πρὸς τῆς τῶν ἐκτὸς ἀφθονίας, ὠδίνουσι καὶ τίκτουσιν ἡδοναί, κατὰ λεωφόρου καὶ εὐθυτενοῦς βαίνειν οὐκ ἐπιτρέπει ψυχήν, φάραγξι δὲ καὶ βαράθροις ἐμπίπτειν ἄχρι τοῦ καὶ διαφθεῖραι παντελῶς αὐτὴν ἀναγκάζει· τὰ δὲ καρτερίας καὶ σωφροσύνης καὶ τῆς ἄλλης ἀρετῆς * * * ἐχόμενα μόνα, μηδενὸς ὄντος ἐν ποσὶν ὀλισθηροῦ, ᾧ προσπταίσασα κλιθήσεται. προσφυέστατα οὖν ἔχεσθαι τῆς ὀρθῆς ὁδοῦ σωφροσύνην εἶπε, διότι καὶ τὴν ἐναντίαν ἕξιν ἀκολασίαν ἀνοδίᾳ χρῆσθαι

  2. 102.1

    συμβέβηκε. τὸ δὲ „καθήμενος ἐπὶ τρίβου“ τοιοῦτον ὑποβάλλει νοῦν, ὥς γε ἐμαυτὸν πείθω· τρίβος ἐστὶν ἡ τετριμμένη πρός τε ἀνθρώπων καὶ ὑποζυγίων ἱππήλατος καὶ ἁμαξήλατος ὁδός.

  3. 103.1

    ταύτῃ φασὶν ἡδονὴν ἐμφερεστάτην εἶναι· σχεδὸν γὰρ ἀπὸ γενέσεως ἄχρι τοῦ μακροῦ γήρως ἐπιβαίνουσι καὶ ἐμπεριπατοῦσι καὶ μετὰ σχολῆς καὶ ῥᾳστώνης ἐνδιατρίβουσι τῇ ὁδῷ ταύτῃ, οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ὅσαι ἄλλαι ἰδέαι τῶν ζῴων εἰσίν· ἓν γὰρ οὐδέν ἐστιν ὃ μὴ πρὸς ἡδονῆς δελεασθὲν εἵλκυσται καὶ ἐμφέρεται τοῖς πολυπλοκωτάτοις δικτύοις αὐτῆς, ἃ πολὺς διεκδῦναι πόνος.

  4. 104.1

    αἱ δὲ φρονήσεως καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ὁδοί, καὶ εἰ μὴ ἄβατοι, ἀλλά τοι πάντως ἄτριπτοι· ὀλίγος γὰρ ἀριθμός ἐστι τῶν αὐτὰς βαδιζόντων, οἳ πεφιλοσοφήκασιν ἀνόθως καὶ πρὸς μόνον τὸ καλὸν ἑταιρίαν ἔθεντο, τῶν ἄλλων ἁπάντων ἅπαξ ἀλογήσαντες.

  5. 105.1

    „ἐγκάθηται“ οὖν, καὶ οὐχ ἅπαξ, ὅτῳ ζῆλος καὶ φροντὶς εἰσέρχεται καρτερίας, ἵν’ ἐξ ἐνέδρας ἐπιθέμενος τὴν ἐθάδα ἡδονήν, πηγὴν ἀεννάων κακῶν, ἐπιφράξῃ καὶ ἐκ τοῦ τῆς ψυχῆς ἀνέλῃ χωρίου.

  6. 106.1

    τότε, ὥς φησιν ἀκολουθίᾳ χρώμενος, ἀναγκαίως „δήξεται πτέρναν ἵππου“· καρτερίας γὰρ καὶ σωφροσύνης ἴδιον τὰς τῆς ὑψαυχενούσης κακίας καὶ τοῦ παρατεθηγμένου καὶ ὀξυκινήτου καὶ σκιρτητικοῦ

  7. 107.1

    πάθους ἐπιβάθρας διασεῖσαι καὶ ἀνατρέψαι. τὸν μὲν οὖν τῆς Εὔας ὄφιν εἰσάγει κατ’ ἀνθρώπου φονῶντα—λέγει γὰρ ἐν ταῖς ἀραῖς· „αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν“ (Gen. 3,15)—, τὸν δὲ τοῦ Δάν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, ἵππου πτέρναν, ἀλλ’ οὐκ ἀνθρώπου δάκνοντα·

  8. 108.1

    ὁ μὲν γὰρ τῆς Εὔας ἡδονῆς ὢν σύμβολον, ὡς ἐδείχθη πρότερον, ἀνθρώπῳ τῷ καθ’ ἕκαστον ἡμῶν ἐπιτίθεται λογισμῷ—φθορὰ γὰρ διανοίας πλεοναζούσης ἡδονῆς ἀπόλαυσίς τε καὶ χρῆσις —·

  9. 109.1

    ὁ δὲ τοῦ Δάν, εἰκών τις ὢν ἐρρωμενεστάτης ἀρετῆς καρτερίας, ἵππον, τὸ πάθους καὶ κακίας σύμβολον, δήξεται, διότι σωφροσύνη τὴν τούτων καθαίρεσίν τε καὶ φθορὰν μελετᾷ. δηχθέντων μέντοι καὶ ὀκλασάντων „ὁ ἱππεὺς“ φησί „πεσεῖται“.

  10. 110.1

    ὃ δ’ αἰνίττεται, τοιοῦτόν ἐστι· καλὸν καὶ περιμάχητον εἶναι νομίζει μηδενὶ τῶν ἐκ πάθους ἢ κακίας τὸν ἡμέτερον ἐποχεῖσθαι νοῦν, ἀλλ’ ὁπότ’ ἐπιβῆναί τινι αὐτῶν βιασθείη, σπουδάζειν καθάλλεσθαι καὶ ἀποπίπτειν· τὰ γὰρ τοιαῦτα πτώματα φέρει τὰς εὐκλεεστάτας νίκας. διὸ καὶ τῶν πάλαι τις προκληθεὶς ἐπὶ λοιδορίας ἅμιλλαν οὐκ ἂν εἰς τοιοῦτον ἀγῶνα ἔφη ποτὲ παρελθεῖν, ἐν ᾧ χείρων ὁ νικῶν ἐστι τοῦ ἡττωμένου.

  11. 111.1

    καὶ σὺ τοίνυν, ὦ οὗτος, μηδέποτ’ εἰς κακῶν παρέλθῃς ἅμιλλαν μηδὲ περὶ πρωτείων τῶν ἐν τούτοις διαγωνίσῃ, ἀλλὰ μάλιστα μέν, ἐὰν οἷόν τε ᾖ, σπούδασον ἀποδρᾶναι· ἐὰν δέ που πρὸς ἐρρωμενεστέρας δυνάμεως βιασθεὶς ἀναγκασθῇς διαγωνίσασθαι, μὴ μελλήσῃς ἡττᾶσθαι·

  12. 112.1

    τότε γὰρ εὖ μὲν ἔσῃ νενικηκὼς ὁ ἡττώμενος, ἡττώμενοι δ’ οἱ νενικηκότες. καὶ μὴ ἐπιτρέψῃς μηδὲ κήρυκι κηρῦξαι μηδὲ βραβευτῇ στεφανῶσαι τὸν ἐχθρόν, ἀλλ’ αὐτὸς παρελθὼν τὰ βραβεῖα καὶ τὸν φοίνικα ἀνάδος καὶ στεφάνωσον, εἰ θέλει, καὶ ταῖς ταινίαις ἀνάδησον καὶ κήρυξον αὐτὸς μεγάλῃ καὶ ἀρρήκτῳ φωνῇ κήρυγμα τοιοῦτον· τὸν ἐπιθυμίας καὶ θυμοῦ καὶ ἀκολασίας ἀφροσύνης τε αὖ καὶ ἀδικίας προτεθέντα ἀγῶνα, ὦ θεαταὶ καὶ ἀθλοθέται, ἥττημαι μὲν ἐγώ, νενίκηκε δ’ οὑτοσί, καὶ οὕτως ἐκ πολλοῦ τοῦ περιόντος νενίκηκεν, ὥστε καὶ παρὰ τοῖς ἀνταγωνισταῖς ἡμῖν, οὓς εἰκὸς ἦν βασκαίνειν, μὴ φθονεῖσθαι.

  13. 113.1

    τὰ μὲν οὖν τῶν ἀνιέρων τούτων ἀγώνων ἆθλα παραχώρησον ἄλλοις, τὰ δὲ τῶν ἱερῶν ὄντως αὐτὸς ἀνάδησαι· ἱεροὺς δὲ μὴ νομίσῃς ἀγῶνας, οὓς αἱ πόλεις ἐν ταῖς τριετηρίσιν ἄγουσι θέατρα ἀναδειμάμεναι πολλὰς ἀνθρώπων δεξόμενα μυριάδας· ἐν γὰρ τούτοις ἢ ὁ καταπαλαίσας τινὰ καὶ ὕπτιον ἢ πρηνῆ τείνας ἐπὶ γῆν ἢ ὁ πυκτεύειν καὶ παγκρατιάζειν δυνάμενος καὶ μηδεμιᾶς μήτε ὕβρεως μήτε ἀδικίας ἀπεχόμενος φέρεται

  14. 114.1

    τὰ πρωτεῖα· εἰσὶ δ’ οἳ σφόδρα καὶ κραταιότατα σιδήρου τρόπον ἀκονησάμενοι καὶ στομώσαντες ἑκατέραν τῶν χειρῶν περιάψαντες κεφαλὰς καὶ πρόσωπα τῶν ἀντιπάλων ἀποσκάπτουσι καὶ τἄλλα, ἐπὰν τύχωσι τὰς πληγὰς ἐνεγκόντες, ἀποθραύουσιν, εἶτα βραβείων καὶ στεφάνων τῆς ἀνηλεοῦς ὠμότητος ἕνεκα μεταποιοῦνται.

  15. 115.1

    τὰ μὲν γὰρ ἄλλα ἀγωνίσματα δρομέων ἢ πεντάθλων τίς οὐκ ἂν γελάσαι τῶν εὖ φρονούντων, ἐπιτετηδευκότων μήκιστα ἐξάλλεσθαι καὶ μετρουμένων τὰ διαστήματα καὶ περὶ ποδῶν ὠκύτητος ἁμιλλωμένων; οὓς οὐ μόνον τῶν ἁδροτέρων ζῴων δορκὰς ἢ ἔλαφος ἀλλὰ καὶ τῶν βραχυτάτων σκυλάκιον ἢ λαγωδάριον μὴ σφόδρα ἐπειγόμενον ῥύμῃ καὶ ἀπνευστὶ θέοντας παραδραμεῖται.

  16. 116.1

    τούτων μὲν δὴ τῶν ἀγώνων πρὸς ἀλήθειαν ἱερὸς οὐδείς, κἂν πάντες ἄνθρωποι μαρτυρῶσιν, οὓς ἀνάγκη πρὸς ἑαυτῶν ψευδομαρτυριῶν ἁλίσκεσθαι· οἱ γὰρ ταῦτα θαυμάζοντες τοὺς νόμους τοὺς καθ’ ὑβριστῶν καὶ τιμωρίας τὰς ἐπὶ ταῖς αἰκίαις ἔθεσαν καὶ δικαστὰς τοὺς περὶ ἑκάστων διαγνωσομένους ἀπεκλήρωσαν.

  17. 117.1

    πῶς οὖν εἰκός ἐστι τοὺς αὐτοὺς ἐπὶ μὲν τοῖς ἰδίᾳ τινὰς αἰκισαμένοις ἀγανακτεῖν καὶ δίκας κατ’ αὐτῶν ἀπαραιτήτους ὡρικέναι, ἐπὶ δὲ τοῖς δημοσίᾳ καὶ ἐν πανηγύρεσι καὶ θεάτροις στεφάνους καὶ κηρύγματα καὶ ἄλλα τινὰ νομοθετῆσαι;

  18. 118.1

    δυεῖν γὰρ ἐναντίων καθ’ ἑνὸς εἴτε σώματος εἴτε πράγματος ὁρισθέντων ἢ εὖ ἢ κακῶς ἐξ ἀνάγκης ἂν ἔχοι θάτερον· ἄμφω γὰρ ἀμήχανον. πότερον οὖν ἐπαινοῖτ’ ἂν δεόντως; ἆρ’ οὐ τὸ τοὺς χειρῶν ἄρχοντας ἀδίκων κολάζεσθαι; ψέγοιτ’ ἂν οὖν εἰκότως τὸ ἐναντίον, τὸ τιμᾶσθαι· ψεκτὸν δ’ οὐδὲν τῶν ἱερῶν, ἀλλὰ πάντως εὐκλεές.

  19. 119.1

    ὁ τοίνυν Ὀλυμπιακὸς ἀγὼν μόνος ἂν λέγοιτο ἐνδίκως ἱερός, οὐχ ὃν τιθέασιν οἱ τὴν Ἦλιν οἰκοῦντες, ἀλλ’ ὁ περὶ κτήσεως τῶν θείων καὶ ὀλυμπίων ὡς ἀληθῶς ἀρετῶν. εἰς τοῦτον τὸν ἀγῶνα οἱ ἀσθενέστατοι τὰ σώματα ἐρρωμενέστατοι δὲ τὰς ψυχὰς ἐγγράφονται πάντες, εἶτα ἀποδυσάμενοι καὶ κονισάμενοι πάνθ’ ὅσα καὶ τέχνης καὶ δυνάμεως ἔργα δρῶσι, παραλιπόντες οὐδὲν ὑπὲρ τοῦ νικηφορῆσαι.

  20. 120.1

    τῶν μὲν οὖν ἀντιπάλων οἱ ἀθληταὶ περίεισιν οὗτοι, πρὸς ἀλλήλους δὲ πάλιν περὶ πρωτείων διαφέρονται· οὐ γὰρ ὁ αὐτὸς τῆς νίκης τρόπος ἅπασιν, ἀλλὰ πάντες ἄξιοι τιμῆς ἀργαλεωτάτους καὶ βαρεῖς ἀνατρέψαντες καὶ καταβαλόντες ἐχθρούς.

  21. 121.1

    θαυμασιώτατος δὲ καὶ τούτων ὁ διενεγκών, ᾧ καὶ τὰ πρῶτα τῶν ἄθλων οὐ φθονητέον λαμβάνοντι. οἳ δὲ κἂν δευτερείων ἢ τρίτων ἀξιωθῶσι, μὴ κατηφείτωσαν· καὶ γὰρ ταῦτα ἐπ’ ἀρετῆς κτήσει προτίθεται, τοῖς δὲ μὴ τῶν ἄκρων ἐφικέσθαι δυναμένοις ἡ τῶν μέσων κτῆσις ὠφέλιμος, λέγεται δὲ ὅτι καὶ βεβαιοτέρα τὸν ἐμφυόμενον ἀεὶ τοῖς ὑπερέχουσιν ἐκφεύγουσα φθόνον.

  22. 122.1

    παιδευτικώτατα οὖν εἴρηται τὸ „πεσεῖται ὁ ἱππεύς“, ἵν’ εἴ τις ἀποπίπτοι [μὲν] κακῶν, ἐγείρηται [δὲ] ἀγαθοῖς ἐπερειδόμενος καὶ συνορθιάζηται. διδασκαλικώτατον δὲ κἀκεῖνο, μὴ πρόσω φάναι, κατόπιν δὲ πίπτειν, ἐπειδὴ κακίας καὶ πάθους ὑστερίζειν ἀεὶ λυσιτελέστατον·

  23. 123.1

    φθάνειν μὲν γὰρ τὰ καλὰ δρῶντα δεῖ, τὰ δὲ αἰσχρὰ μέλλειν [καὶ] ἔμπαλιν, κἀκείνοις μὲν προσέρχεσθαι, τούτων δὲ ὑστερίζειν καὶ μακρὸν ὅσον ἀπολείπεσθαι· ᾧ γὰρ τῶν ἁμαρτημάτων ἐγγίνεται καὶ παθῶν ὑστερίζειν, ἄνοσος διατελεῖ. τὴν γοῦν „παρὰ τοῦ θεοῦ σωτηρίαν περιμένειν“ φησὶν αὐτόν, ἵνα ἐφ’ ὅσον ἀπελείφθη τοῦ ἀδικεῖν, ἐπὶ τοσοῦτον τῷ δικαιοπραγεῖν ἐπιδράμῃ.

  24. 124.1

    Περὶ μὲν οὖν ἱππέως καὶ ἀναβάτου, κτηνοτρόφου τε καὶ ποιμένος, ἔτι δὲ γῆν ἐργαζομένου καὶ γεωργοῦ τὰ προσήκοντα εἴρηται, καὶ αἱ καθ’ ἑκάστην συζυγίαν ὡς οἷόν τε ἦν ἠκρίβωνται διαφοραί.

  25. 125.1

    πρὸς δὲ τὰ ἀκόλουθα καιρὸς ἤδη τρέπεσθαι. τὸν οὖν ἐφιέμενον ἀρετῆς οὐ παντελῆ κεκτημένον τὴν γεωργικῆς ψυχῆς ἐπιστήμην εἰσάγει, ἀλλ’ αὐτὸ μόνον περὶ τὰς ἀρχὰς αὐτῆς πεπονημένον· λέγει γάρ· „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός“. ἀρχὴ δ’, ὁ τῶν παλαιῶν λόγος, ἥμισυ τοῦ παντός, ὡς ἂν ἡμίσει πρὸς τὸ τέλος ἀφεστηκυῖα, οὗ μὴ προσγενομένου καὶ τὸ ἄρξασθαι πολλάκις μεγάλα πολλοὺς ἔβλαψεν.

  26. 126.1

    ἤδη γοῦν τινες καὶ τῶν οὐκ εὐαγῶν τῆς διανοίας κατὰ τὰς συνεχεῖς μεταβολὰς στροβουμένης ἔννοιαν χρηστοῦ τινος ἔλαβον, ἀλλ’ οὐδὲν ὤνηντο· ἔστι γὰρ μὴ πρὸς τὸ τέλος ἡξάντων φορὰν ἀθρόον τῶν ἐναντίων καταρραγεῖσαν ἐπικλύσαι καὶ τὸ χρηστὸν ἐκεῖνο διαφθαρῆναι νόημα.

  27. 127.1

    οὐ διὰ τοῦτο μέντοι δόξαντι θυσίας ἀμέμπτους ἀναγαγεῖν τῷ Κάιν λόγιον ἐξέπεσε μὴ θαρρεῖν ὡς κεκαλλιερηκότι; μὴ γὰρ ἐφ’ ἱεροῖς καὶ τελείοις βουθυτῆσαι· τὸ δὲ λόγιόν ἐστι τοιόνδε· „οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς“ (Gen. 4, 7).

  28. 128.1

    ὀρθὸν μὲν οὖν ἡ τοῦ θεοῦ τιμή, τὸ δὲ ἀδιαίρετον οὐκ ὀρθόν. ὃν δ’ ἔχει καὶ τοῦτο λόγον, ἴδωμεν· εἰσί τινες οἱ τὸ εὐσεβὲς ἐν τῷ πάντα φάσκειν ὑπὸ θεοῦ γενέσθαι, τά τε καλὰ καὶ τὰ ἐναντία, περιγράφοντες·

  29. 129.1

    πρὸς οὓς ἂν λέγοιμεν, ὅτι τὸ μὲν ὑμῶν ἐπαινετόν ἐστι τῆς δόξης, τὸ δ’ ἔμπαλιν ψεκτόν, ἐπαινετὸν μέν, ὅτι τὸ μόνον θαυμάζετε τίμιον, ψεκτὸν δὲ αὖ, παρόσον ἄνευ τομῆς καὶ διαιρέσεως· ἔδει γὰρ μὴ φῦραι καὶ συγχέαι πάντων ἀθρόως ἀποφήναντας αἴτιον, ἀλλὰ μετὰ διαστολῆς μόνων ὁμολογῆσαι τῶν ἀγαθῶν.

  30. 130.1

    ἄτοπον γὰρ ἱερέων μὲν πρόνοιαν ἔχειν, ὡς ὁλόκληροι τὰ σώματα καὶ παντελεῖς ἔσονται, τῶν τε καταθυομένων ζῴων, ὡς οὐδὲν οὐδεμιᾷ τὸ παράπαν ἀλλ’ οὐδὲ τῇ βραχυτάτῃ χρήσεται λώβῃ, καί τινας δεῖ ὅσους ἐπ’ αὐτὸ τοῦτο χειροτονεῖν τὸ ἔργον, οὓς ἔνιοι μωμοσκόπους ὀνομάζουσιν, ἵνα ἄμωμα καὶ ἀσινῆ προσάγηται τῷ βωμῷ τὰ ἱερεῖα, τὰς δὲ περὶ θεοῦ δόξας ἐν ταῖς ἑκάστων ψυχαῖς ὑποσυγκεχύσθαι καὶ μὴ κανόνι ὀρθοῦ λόγου διακεκρίσθαι.

  31. 131.1

    τὸν κάμηλον οὐχ ὁρᾷς ὅτι ἀκάθαρτον εἶναί φησι ζῷον ὁ νόμος, ἐπειδὴ μηρυκᾶται μέν, οὐ διχηλεῖ δέ (Lev. 11,4) ; καίτοι γε πρὸς τὴν ῥητὴν ἐπίσκεψιν οὐκ οἶδ’ ὃν ἔχει λόγον ἡ προσαποδοθεῖσα αἰτία, πρὸς δὲ τὴν δι’ ὑπονοιῶν ἀναγκαιότατον·

  32. 132.1

    ὥσπερ γὰρ τὸ μηρυκώμενον τὴν προκαταβληθεῖσαν ὑπαναπλέουσαν αὖθις ἐπιλεαίνει τροφήν, οὕτως ἡ ψυχὴ τοῦ φιλομαθοῦς, ἐπειδάν τινα δι’ ἀκοῆς δέξηται θεωρήματα, λήθῃ μὲν αὐτὰ οὐ παραδίδωσιν, ἠρεμήσασα δὲ καθ’ ἑαυτὴν ἕκαστα μεθ’ ἡσυχίας τῆς πάσης ἀναπολεῖ καὶ εἰς ἀνάμνησιν τῶν πάντων ἔρχεται.

  33. 133.1

    μνήμη δ’ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ἡ ἐπὶ μόνοις τοῖς ἀγαθοῖς, ἐπεὶ τό γε ἄληστα εἶναι τὰ κακὰ βλαβερώτατον· οὗ ἕνεκα πρὸς τελειότητα χρεία τοῦ διχηλεῖν, ἵνα τοῦ μνημονικοῦ δίχα τμηθέντος ὁ λόγος διττὰιὰ στόματος, οὗπερ διττὰίττα ἡ φύσις [διττὰιτὰ] εἰργάσατο χείλη, ῥέων διαστείλῃ τό τε ὠφέλιμον καὶ τὸ ἐπιζήμιον μνήμης γένους εἶδος.

  34. 134.1

    ἀλλ’ οὐδὲ τὸ διχηλεῖν ἄνευ τοῦ μηρυκᾶσθαι καθ’ ἑαυτὸ φαίνεταί τινα ἔχειν ὄνησιν ἐξ αὑτοῦ. τί γὰρ ὄφελος τὰς φύσεις τῶν πραγμάτων τέμνειν ἄνωθεν ἀρξάμενον μέχρι τῶν λεπτοτάτων, εἰς τοὔσχατον δὲ αὐτὸ μηκέτι γίνεσθαι μηδὲ ἔχειν διαιρετὰ τὰ μέρη, ἅπερ ἄτομα καὶ ἀμερῆ πρὸς ἐνίων εὐθυβόλως ὀνομάζεται;

  35. 135.1

    ταῦτα γὰρ συνέσεως μὲν καὶ περιττῆς ἀκριβείας ἠκονημένης εἰς ὀξυτάτην ἀγχίνοιαν ἐναργῆ δείγματ’ ἐστίν, ὄνησιν δὲ οὐδεμίαν πρὸς καλοκἀγαθίαν καὶ ἀνεπιλήπτου βίου

  36. 136.1

    διέξοδον ἔχει. καθ’ ἑκάστην γοῦν ἡμέραν ὁ πανταχοῦ τῶν σοφιστῶν ὅμιλος ἀποκναίει τὰ ὦτα τῶν παρατυγχανόντων ἀκριβολογούμενος καὶ τὰς διπλᾶς καὶ ἀμφιβόλους λέξεις ἀναπτύσσων καὶ τῶν πραγμάτων ὅσα δοκεῖ μεμνῆσθαι — πέπηγε δὲ καὶ πλειόνων — διακρίνων. ἢ οὐχ οἱ μὲν τὰ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς εἴς τε ἄφωνα καὶ φωνήεντα τέμνουσιν; ἔνιοι δὲ τὸν λόγον εἰς τὰ ἀνωτάτω τρία, ὄνομα; ῥῆμα, σύνδεσμον;

  37. 137.1

    μουσικοὶ δὲ τὴν ἰδίαν ἐπιστήμην εἰς ῥυθμόν, εἰς μέτρον, εἰς μέλος, καὶ τὸ μέλος εἴς τε τὸ χρωματικὸν καὶ ἐναρμόνιον καὶ διατονικὸν εἶδος καὶ διὰ τεσσάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν, συνημμένων τε καὶ διεζευγμένων μελῳδίας;

  38. 138.1

    γεωμέτραι δὲ εἰς τὰς γενικωτάτας δύο γραμμὰς εὐθεῖάν τε καὶ περιφέρειαν; καὶ οἱ ἄλλοι τεχνῖται εἰς τὰς καθ’ ἑκάστην ἐπιστήμην ἰδέας τὰς ἀπὸ τῶν πρώτων ἄχρι τῶν ὑστάτων;

  39. 139.1

    ᾧ συνεπηχείτω μέντοι καὶ τῶν φιλοσοφούντων χορὸς ἅπας τὰ εἰωθότα διεξιών, ὅτι τῶν ὄντων τὰ μέν ἐστι σώματα, τὰ δ’ ἀσώματα· καὶ τὰ μὲν ἄψυχα, τὰ δὲ ψυχὴν ἔχοντα· καὶ τὰ μὲν λογικά, τὰ δ’ ἄλογα· καὶ τὰ μὲν θνητά, τὰ δὲ θεῖα· καὶ τῶν θνητῶν τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ, τὰ ἀνθρώπου τμήματα·

  40. 140.1

    καὶ πάλιν τῶν ἀσωμάτων τὰ μὲν τέλεια, τὰ δὲ ἀτελῆ· καὶ τῶν τελείων τὰ μὲν ἐρωτήματα καὶ πύσματα ἀρατικά τε αὖ καὶ ὁρκικὰ καὶ ὅσαι ἄλλαι τῶν κατ’ εἶδος ἐν ταῖς περὶ τούτων στοιχειώσεσιν ἀναγράφονται διαφοραί, τὰ δὲ πάλιν ἃ διαλεκτικοῖς ἔθος ὀνομάζειν ἀξιώματα· καὶ τούτων τὰ μὲν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ· καὶ τῶν οὐχ

  41. 141.1

    ἁπλῶν τὰ μὲν συνημμένα, τὰ δὲ παρασυνημμένα τὸ μᾶλλον ἢ ἧττον, καὶ προσέτι δὲ διεζευγμένα καὶ ἄλλα τοιουτότροπα, ἔτι δ’ ἀληθῆ τε καὶ ψευδῆ καὶ ἄδηλα, δυνατά τε καὶ ἀδύνατα [καὶ τὰ μὲν φθαρτὰ καὶ ἄφθαρτα] καὶ ἀναγκαῖα καὶ οὐκ ἀναγκαῖα, καὶ εὔπορά τε καὶ ἄπορα καὶ ὅσα συγγενῆ τούτοις· πάλιν δὲ τῶν ἀτελῶν αἱ εἰς τὰ λεγόμενα κατηγορήματα καὶ συμβεβηκότα καὶ ὅσα τούτων ἐλάττω διαιρέσεις προσεχεῖς.

  42. 142.1

    κἂν ἔτι παραθήξας ὁ νοῦς εἰς τὸ λεπτότερον ἑαυτόν, καθάπερ ἰατρὸς τὰ σώματα, τὰς τῶν πραγμάτων φύσεις ἀνατέμνῃ, πλέον οὐδὲν πρὸς ἀρετῆς κτῆσιν ἐργάσεται, ἀλλὰ διχηλήσει μὲν διαστέλλειν καὶ διακρίνειν ἕκαστα δυνάμενος, οὐ μηρυκηθήσεται δέ, ὡς ὠφελίμῳ χρῆσθαι τροφῇ κατὰ τὰς ὑπομνήσεις τὴν ἐξ ἁμαρτημάτων ἐπιγεγενημένην τραχύτητα ψυχῇ λεαινούσῃ καὶ προσηνῆ καὶ λείαν τῷ ὄντι κίνησιν ἀπεργαζομένῃ.

  43. 143.1

    μυρίοι οὖν τῶν λεγομένων σοφιστῶν θαυμασθέντες κατὰ πόλεις καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν ἐπὶ τιμὴν ἐπιστρέψαντες ἕνεκα ἀκριβολογίας καὶ τῆς περὶ τὰς εὑρέσεις δεινότητος ἀνὰ κράτος τοῖς πάθεσι ἐγκατεγήρασαν καὶ ἐγκατέτριψαν τὸν βίον οὐδὲν ἰδιωτῶν ἠμελημένων καὶ φαυλοτάτων διενεγκόντες ἀνθρώπων·

  44. 144.1

    διὸ καὶ παγκάλως τοὺς οὕτω βιοῦντας τῶν σοφιστῶν ὁ νομοθέτης τῷ συῶν παραβάλλει γένει διαυγεῖ μὲν οὐδενὶ καὶ καθαρῷ θολερῷ δὲ καὶ βορβορώδει βίῳ καὶ τοῖς αἰσχίστοις ἐμφερομένους.

  45. 145.1

    τὸν γὰρ σῦν ἀκάθαρτον εἶναί φησιν, ὅτι διχηλεῖ μέν, οὐ μηρυκᾶται δέ (Lev. 11,7), ὡς τὸν κάμηλον διὰ τὴν ἐναντίαν πρόφασιν, ὅτι μηρυκώμενος οὐ διχηλεῖ. ὅσα μέντοι τῶν ζῴων ἀμφοτέρων μετέχει, καθαρὰ εἰκότως ἀναγράφεται, ὅτι τὴν περὶ ἑκάτερον τῶν λεχθέντων ἀτοπίαν ἐκπέφευγε. καὶ γὰρ διαίρεσις ἄνευ μνήμης καὶ μελέτης καὶ διεξόδου τῶν ἀρίστων * * * ἀγαθὸν ἀτελές, ἡ δ’ ἀμφοῖν

  46. 146.1

    εἰς ταὐτὸ σύνοδός τε καὶ κοινωνία τελειότατον. τελειότητα δὲ καὶ οἱ δυσμενεῖς τῆς ψυχῆς καταπτήσσουσιν, ὧν μηκέτι ἐπανίστασθαι δυναμένων ἡ ἀψευδὴς εἰρήνη κρατεῖ. ἡμιέργου δ’ ὅσοι σοφίας ἢ πάλιν ἡμιπαγοῦς ἔλαχον, ἀσθενέστεροι ἢ ὥστε ἁμαρτημάτων ἐκ πολλοῦ συγκεκροτημένων καὶ πρὸς ἀλκὴν ἐπιδεδωκότων ἐναντιοῦσθαι στίφεσι.

  47. 147.1

    διὰ τοῦθ’ ὅταν ἐν τῷ τοῦ πολέμου καιρῷ ποιῆται τῆς στρατιᾶς κατάλογον, οὐχ ἅπασαν καλεῖ τὴν νεότητα, κἂν μετὰ προθυμίας τῆς πάσης αὐτοκελεύστῳ χρῆται πρὸς ἐχθρῶν ἄμυναν ἑτοιμότητι, προστάττει δὲ ἀπιόντας οἴκοι καταμεῖναι, ὡς ἂν ἐκ συνεχοῦς μελέτης τὴν τοῦ ποτε δύνασθαι νικᾶν ἀνὰ κράτος ἰσχύν τε καὶ ἐμπειρίαν εὕρωνται κραταιοτάτην.

  48. 148.1

    ἡ δὲ πρόσταξις διὰ τῶν τῆς στρατιᾶς γραμματέων γίνεται, ὅταν ὁ πόλεμος ἐγγὺς καὶ ἐπὶ θύραις ὢν ἤδη τυγχάνῃ· ταυτὶ δὲ φήσουσι· „τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. καὶ τίς ὃς ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. καὶ τίς ἐμνηστεύσατο γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν“

  49. 149.1

    (Deut. 20,5—7). διὰ τί γάρ, εἴποιμ’ ἂν, ὦ θαυμασιώτατε, οὐχὶ τούτους μᾶλλον ἑτέρων εἰς τὸν ἀγῶνα τοῦ πολέμου κατατάττειν ἀξιοῖς, οἳ γύναια καὶ οἰκίας καὶ ἀμπελῶνας καὶ τὴν ἄλλην κτῆσιν ἀφθονωτάτην περιπεποίηνται; τοὺς γὰρ περὶ τῆς τούτων ἀσφαλείας κινδύνους, καὶ εἰ πάντως εἶεν βαρύτατοι, κουφότατα οἴσουσιν· ἐπεὶ οἷς γε τῶν λεχθέντων οὐδὲν πρόσεστιν, ἅτε μηδὲν ἔχοντες ἀναγκαῖον ἐνέχυρον ὄκνῳ καὶ ῥᾳθυμίᾳ τὰ πολλὰ χρήσονται.

  50. 150.1

    ἢ παρόσον οὐδενὸς τῶν κτηθέντων ἀπολελαύκασιν, εἶτα μηδ’ ὕστερον δυνηθῶσιν ἀπολαῦσαι; τοῖς γὰρ κρατηθεῖσι τῷ πολέμῳ τίς ἀπολείπεται τῶν κτηθέντων ὄνησις; ἀλλ’ οὐχ ἁλώσονται; εὐθὺς μὲν οὖν τό γε ἐπὶ τοῖς ἀστρατεύτοις πείσονται· οἴκοι γὰρ καθεζομένων καὶ τρυφώντων ἀνάγκη τοὺς τὰ τοῦ πολέμου συντόνως δρῶντας ἐχθροὺς οὐκ ἀναιμωτὶ μόνον ἀλλὰ καὶ ἀκονιτὶ κρατεῖν.

  51. 151.1

    ἀλλὰ τὸ τῶν ἄλλων συμμάχων πλῆθος καὶ τὸν ὑπὲρ τούτων ἀγῶνα προθύμως ἀναδέξεται; πρῶτον μὲν ἄτοπον ἐπὶ ταῖς ἑτέρων σπουδαῖς ἢ τύχαις ὁρμεῖν, καὶ μάλιστα ὅτε περὶ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ πορθήσεως ἴδιός τε καὶ κοινὸς ἐπικρέμαται κίνδυνος, δυναμένους συνδιαφέρεσθαι τὰ τοῦ πολέμου καὶ μήθ’ ὑπὸ νόσου μήθ’ ὑπὸ γήρως μήθ’ ὑπ’ ἄλλης κακοπραγίας μηδεμιᾶς κωλυομένους. ἁρπάσαντας γὰρ δεῖ τὰ ὅπλα ἐν ταῖς πρώταις φάλαγξι τούτους καὶ ὑπερέχειν τῶν συμμάχων τὰς ἀσπίδας ἐκθύμως καὶ φιλοκινδύνως μαχομένους.

  52. 152.1

    ἔπειτ’ οὐ προδοσίας μόνον, ἀλλὰ καὶ πολλῆς ἀναλγησίας ἐξενηνοχότες ἂν εἶεν δείγματα, εἰ οἱ μὲν ἄλλοι προπολεμήσουσιν, αὐτοὶ δὲ πρὸς τοῖς οἰκείοις πράγμασιν ἔσονται, καὶ οἱ μὲν τοὺς ὑπὲρ τῆς ἐκείνων σωτηρίας ἀγῶνας ἀναρρίπτειν θελήσουσιν, οἱ δὲ οὐδὲ τοὺς ὑπὲρ ἑαυτῶν ἀναδέξονται, καὶ οἱ μὲν ἀσιτίας καὶ χαμευνίας καὶ τὰς ἄλλας σώματός τε καὶ ψυχῆς κακώσεις ἄσμενοι διὰ τὸν τοῦ νικῆσαι πόθον καρτερήσουσιν, οἱ δὲ κονιάματα καὶ λήρους, κόσμον ἄψυχον, οἰκίαις περιτιθέντες ἢ τὴν κατ’ ἀγροὺς ὀπώραν δρεπόμενοι καὶ τἀπιλήνῐ ἄγοντες ἢ ταῖς ὁμολογηθείσαις ἔκπαλαι παρθένοις νῦν πρῶτον εἰς ὁμιλίαν ἐρχόμενοι καὶ συνευναζόμενοι ὡς ἐν ἐπιτηδειοτάτῳ τοῦ γαμεῖν καιρῷ διατελοῦσι;

  53. 153.1

    καλόν γε τοίχων ἐπιμελεῖσθαι, προσόδους ἐκλέγειν, ἑστιᾶσθαι, μεθύειν, θαλαμεύεσθαι, νυμφοστολεῖσθαι τὰς γεγηρακυίας καὶ σαπράς, τὸ λεγόμενον, ἀλλ’ εἰρήνης ἔργα, ἐν δ’ ἔτι ἡβῶντός τε καὶ ἀνθοῦντος ἀκμῇ πολέμου πάντα δρᾶν.

  54. 154.1

    ἢ τούτων οὐχ ὁ πατήρ, οὐκ ἀδελφός, οὐ τῶν ἀφ’ αἵματος οὐδείς, οὐ γένους ἐστράτευται, ἀλλὰ πανοίκιος αὐτοῖς ἐμπεφώλευκεν ἡ δειλία; ἀλλὰ πάντως εἰσὶ μυρίοι τῶν συγγενῶν ἀγωνιζόμενοι. τούτων οὖν τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον αἰρομένων οἱ χλιδῶντες καὶ ἁβροδιαίτως ζῶντες τίνας οὐκ ἂν ἀτιθάσους θῆρας δι’ ὑπερβολὴν ὠμότητος παραδράμοιεν;

  55. 155.1

    ἀλλὰ χαλεπὸν τὸ ἑτέρους ἀπονητὶ τῶν ἡμετέρων ἀπολαῦσαι πόνων. καὶ πότερον χαλεπώτερον ἐχθροὺς ἔτι ζώντων ἢ φίλους καὶ συγγενεῖς τετελευτηκότων ἐπὶ τὸν κλῆρον ἐλθεῖν; ἢ καὶ τὸ συγκρίνειν τὰ οὕτως μακρὰν ἀφεστῶτα εὔηθες;

  56. 156.1

    καὶ μὴν εὔλογον μὴ μόνον ὅσα τοῖς ἀστρατεύτοις πρόσεστιν, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους ἐχθρῶν κεκρατηκότων γενέσθαι κτήματα· τοῖς δέ γε ἀποθνῄσκουσιν ὑπὲρ τῆς κοινῆς σωτηρίας, καὶ εἰ μηδενὸς ἀπώναντο πρότερον τῶν κατὰ τὴν οὐσίαν, ἡδίστη τελευτὴ γίνεται λογιζομένοις ὅτι πρὸς οὓς ηὔξαντο διαδόχους τὴν οὐσίαν

  57. 157.1

    ἐλθεῖν ἔρχεται. τὸ μὲν οὖν τοῦ νόμου ῥητὸν τοσαύτας καὶ ἔτι πλείους ἐπισκέψεις ἴσως ἔχει. ὡς δὲ μηδεὶς εὑρεσιλογῶν θρασύνηται τῶν κακοτεχνούντων, ἀλληγοροῦντες φήσομεν ὅτι πρῶτον μὲν οὐ μόνον οἴεται δεῖν ὁ νόμος περὶ τὴν τῶν ἀγαθῶν πονεῖσθαί τινα κτῆσιν, ἀλλὰ καὶ περὶ τὴν τῶν κτηθέντων ἀπόλαυσιν, καὶ τό γε εὐδαιμονεῖν ἀρετῆς χρήσει τελείας περιγενέσθαι νομίζει σῷον καὶ παντελῆ περιποιούσης βίον· ἔπειθ’ ὅτι οὐ περὶ οἰκίας ἢ ἀμπελῶνος ἢ τῆς καθ’ ὁμολογίας ἐγγυηθείσης γυναικός ἐστιν ὁ λόγος αὐτῷ, ὅπως τὴν μὲν ὡς μνηστὴρ ἀγάγηται, τοῦ δ’ ἀμπελῶνος τὸν καρπὸν ὁ φυτουργὸς ἀποδρεψάμενος καὶ ἀποθλίψας, εἶτ’ ἐμπιὼν μεθύσματος ἀκράτου γανωθῇ, τὴν δ’ οἰκίαν ὁ ἀναδειμάμενος οἰκήσῃ, ἀλλὰ περὶ τῶν κατὰ ψυχὴν δυνάμεων, δι’ ὧν συμβέβηκεν ἀρχάς τε λαμβάνειν καὶ προκοπὰς καὶ τελειότητας ἐν πράξεσιν ἐπαινεταῖς·

  58. 158.1

    αἱ μὲν τοίνυν ἀρχαὶ περὶ μνηστῆρα φιλοῦσι γίνεσθαι—καθάπερ γὰρ ὁ μνώμενος γυναῖκα μέλλων ἐπὰν ἀνὴρ οὐ γεγονὼς ἤδη, τὸν αὐτὸν τρόπον ὁ εὐφυὴς εὐγενῆ μὲν καὶ καθαρὰν ἄξεσθαι παρθένον, παιδείαν, ἐλπίζει, μνᾶται δ’ αὐτίκα—, αἱ δὲ προκοπαὶ περὶ γεωργόν—ὡς γὰρ ἐπιμελὲς τῷ φυτουργῷ τὰ δένδρα αὔξεσθαι, καὶ τῷ φιλομαθεῖ τὰ φρονήσεως θεωρήματα ποιῆσαι μηκίστην λαβεῖν ἐπίδοσιν —, αἱ δὲ τελειότητες περὶ δημιουργίαν οἰκίας τελειουμένης μέν, οὔπω δὲ πῆξιν λαβούσης.

  59. 159.1

    ἁρμόττει δὴ πᾶσι τούτοις, ἀρχομένοις, προκόπτουσι, τετελειωμένοις, βιοῦν ἀφιλονείκως καὶ μὴ τῷ τῶν σοφιστῶν ἐπαποδύεσθαι πολέμῳ δύσεριν ταραχὴν ἐπὶ νοθείᾳ τἀληθοῦς ἀεὶ μελετώντων· ἐπειδὴ τἀληθὲς εἰρήνῃ φίλον, ἣ δυσμενὴς αὐτοῖς.

  60. 160.1

    εἰ γὰρ εἰς τοῦτον ἀφίξονται τὸν ἀγῶνα πρὸς ἐμπειροπολέμους ἰδιῶται, παντελῶς ἁλώσονται· ὁ μὲν ἀρχόμενος, ὅτι ἄπειρος, ὁ δὲ προκόπτων, ὅτι ἀτελής, ὁ δὲ τέλειος, ὅτι οὔπω ἄτριβος ἀρετῆς· δεῖ δ’ ὥσπερ τὰ κονιάματα στηριχθῆναι βεβαίως καὶ λαβεῖν πῆξιν, οὕτως τὰς τῶν τελειωθέντων ψυχὰς κραταιωθείσας παγιώτερον ἱδρυθῆναι μελέτῃ συνεχεῖ καὶ γυμνάσμασιν ἐπαλλήλοις.

  61. 161.1

    οἱ δὲ μὴ τούτων τυγχάνοντες παρὰ τοῖς φιλοσόφοις διαλεληθότες εἶναι λέγονται σοφοί· τοὺς γὰρ ἄχρι σοφίας ἄκρας ἐληλακότας καὶ τῶν ὅρων αὐτῆς ἄρτι πρῶτον ἁψαμένους ἀμήχανον εἰδέναι φασὶ τὴν ἑαυτῶν τελείωσιν· μὴ γὰρ κατὰ τὸν αὐτὸν χρόνον ἄμφω συνίστασθαι, τήν τε πρὸς τὸ πέρας ἄφιξιν καὶ τὴν τῆς ἀφίξεως κατάληψιν, ἀλλ’ εἶναι μεθόριον ἄγνοιαν, οὐ τὴν μακρὰν ἀπεληλαμένην ἐπιστήμης, ἀλλὰ τὴν ἐγγὺς καὶ ἀγχίθυρον αὐτῇ.

  62. 162.1

    τοῦ μὲν οὖν καταλαμβάνοντος καὶ συνιέντος καὶ τὰς ἑαυτοῦ δυνάμεις ἐπισταμένου ἄκρως γένοιτ’ ἂν ἔργον πολεμῆσαι τῷ φιλέριδι καὶ σοφιστικῷ στίφει· νικήσειν γὰρ τὸν τοιοῦτον ἐλπίς. ᾧ δὲ ἔτι τὸ ἀγνοίας ἐπιπροσθεῖ σκότος, μήπω τοῦ τῆς ἐπιστήμης ἀναλάμψαι φέγγους ἰσχυκότος, ἀσφαλὲς οἴκοι καταμεῖναι, τουτέστιν εἰς τὴν περὶ ὧν ἄκρως οὐ κατείληφε μὴ παρελθεῖν ἅμιλλαν, ἀλλ’ ἠρεμῆσαί τε καὶ ἡσυχάσαι.

  63. 163.1

    ὁ δ’ ὑπ’ αὐθαδείας ἐξενεχθείς, τὰ παλαίσματα τῶν ἀντιπάλων οὐκ εἰδώς, πρὶν δρᾶσαι, παθεῖν φθήσεται καὶ τὸν ἐπιστήμης θάνατον ἐνδέξεται, ὅς ἐστιν ἀργαλεώτερος τοῦ ψυχὴν καὶ σῶμα διακρίνοντος.

  64. 164.1

    ὀφείλει δὲ τοῦτο συμβαίνειν τοῖς πρὸς τῶν σοφισμάτων ἀπατωμένοις· ὅταν γὰρ τὰς λύσεις αὐτῶν εὑρεῖν μὴ δυνηθῶσιν, ὡς ἀληθέσι τοῖς κατεψευσμένοις πεπιστευκότες ἀποθνῄσκουσι βίον τὸν τῆς ἐπιστήμης ταὐτὸν πεπονθότες τοῖς ὑπὸ κολάκων φενακιζομένοις· καὶ γὰρ τούτων ἡ τῆς ψυχῆς ὑγιαίνουσα καὶ ἀληθὴς ὑπὸ τῆς

  65. 165.1

    φύσει νοσερᾶς ἐξωθεῖται καὶ ἀνατρέπεται φιλίας. συμβουλευτέον οὖν εἰς τοὺς τοιούτους ἀγῶνας μὴ παρέρχεσθαι τοῖς τε ἀρχομένοις τοῦ μανθάνειν—ἀνεπιστήμονες γὰρ—καὶ τοῖς προκόπτουσι, διότι οὐ τέλειοι, καὶ τοῖς πρῶτον τελειωθεῖσι, διότι λέληθεν αὐτοὺς ἄχρι πῇ τελειότης.

  66. 166.1

    τῶν δὲ ἀπειθησάντων ἄλλος, φησίν, ἄνθρωπος τὴν μὲν οἰκίαν οἰκήσει, τὸν δ’ ἀμπελῶνα κτήσεται, τὴν δὲ γυναῖκα ἄξεται· τὸ δ’ ἐστὶν ἴσον τῷ αἱ λεχθεῖσαι δυνάμεις σπουδῆς, βελτιώσεως, τελειώσεως ἐπιλείψουσι μὲν οὐδέποτε, ἄλλοτε δὲ ἄλλοις ἐνομιλήσουσιν ἀνθρώποις ἐπιφοιτῶσαι καὶ τὰς ψυχὰς οὐ τὰς αὐτὰς * * * ἀμείβουσαι, σφραγῖσιν ὁμοιούμεναι. καὶ γὰρ αὗται τὸν κηρὸν ἐπειδὰν τυπώσωσι,

  67. 167.1

    παθοῦσαι μηδὲν ἀπ’ αὐτῶν εἶδος ἐγχαράξασαι μένουσιν ἐν ὁμοίῳ· κἂν ὁ τυπωθεὶς συγχυθῇ κηρὸς καὶ ἀφανισθῇ, πάλιν ἕτερος ὑποβληθήσεται. ὥστε, ὦ γενναῖοι, μὴ νομίσητε φθειρομένοις συμφθείρεσθαι τὰς δυνάμεις ὑμῖν· ἀθάνατοι γὰρ οὖσαι μυρίους ἄλλους πρὸ ὑμῶν ἀσπάζονται τῆς ἀπ’ αὐτῶν εὐκλείας, οὓς ἂν αἴσθωνται μὴ ὥσπερ ὑμᾶς διὰ τὸ ῥιψοκίνδυνον ἀποδεδρακότας τὴν ὁμιλίαν αὐτῶν, ἀλλὰ προσιόντας καὶ θεραπευτικῶς ἀσφαλείας ἔχοντας.

  68. 168.1

    εἰ δέ τις ἀρετῆς φίλος, εὐχέσθω τὰ καλὰ πάντα ἐμφυτευθῆναί τε αὑτῷ καὶ ἐπὶ τῆς ἑαυτοῦ ψυχῆς φανῆναι καθάπερ ἐν ἀνδριάντι καὶ γραφῇ τελείᾳ τὰς εἰς εὐμορφίαν συμμετρίας, λογιζόμενος ὅτι εἰσὶν ἔφεδροι μυρίοι, οἷς ἡ φύσις ἀντ’ αὐτοῦ δωρήσεται ταῦτα πάντα, εὐμαθείας, προκοπάς, τελειότητας. ἄμεινον δὲ πρὸ ἐκείνων αὐτὸν ἐκλάμψαι ταμιευόμενον τὰς ὑπὸ τοῦ θεοῦ δοθείσας ἀσφαλῶς χάριτας καὶ μὴ προενεγκόντα πόρθησιν ἐχθροῖς ἀφειδοῦσιν ἑτοιμοτάτην λείαν παρασχεῖν.

  69. 169.1

    οὐκοῦν βραχὺ ὄφελος ἀρχῆς, ἣν τέλος αἴσιον οὐκ ἐσφράγισται. πολλάκις μέντοι καὶ τελειωθέντες τινὲς ἀτελεῖς ἐνομίσθησαν τῷ παρὰ τὴν ἰδίαν προθυμίαν, ἀλλὰ μὴ κατ’ ἐπιφροσύνην θεοῦ βελτιωθῆναι δόξαι, καὶ διὰ τοῦτο μέντοι τὸ δόξαι μετεωρισθέντες καὶ ἐξαρθέντες ἐπὶ μήκιστον ἀφ’ ὑψηλοτέρων χωρίων εἰς ἔσχατον κατενεχθέντες βυθὸν ἠφανίσθησαν· „ἐὰν“

  70. 170.1

    γάρ φησιν „οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ δώματί σου, καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπ’ αὐτοῦ“ (Deut. 22,8).

  71. 171.1

    πτωμάτων γὰρ ἀργαλεώτατον θεοῦ τιμῆς ἀποπεσεῖν ὀλισθόντα, στεφανώσαντα πρὸ ἐκείνου ἑαυτὸν καὶ φόνον ἐμφύλιον ἐργασάμενον· κτείνει γὰρ τὴν ἑαυτοῦ ψυχὴν ὁ μὴ τὸ ὂν τιμῶν, ὡς ἀνόνητον αὐτῷ γενέσθαι παιδείας τὸ οἰκοδόμημα. παιδεία δὲ φύσιν ἔλαχε τὴν ἀγήρω, διόπερ καινὴν εἶπε τὴν οἰκίαν αὐτῆς· τὰ μὲν γὰρ ἄλλα χρόνῳ φθείρεται, ἡ δ’ ἐφ’ ὅσον πρόεισιν, ἐπὶ μήκιστον ἡβᾷ καὶ ἐπακμάζει τὸ ἀειθαλὲς εἶδος φαιδρυνομένη καὶ ταῖς συνεχέσιν ἐπιμελείαις καινουμένη.

  72. 172.1

    κἀν τοῖς προτρεπτικοῖς μέντοι παραινεῖ τοὺς κτῆσιν ἀγαθῶν λαχόντας πλείστην μὴ ἑαυτοὺς ἀναγράψαι τῆς κτήσεως αἰτίους, ἀλλὰ „μνησθῆναι θεοῦ τοῦ διδόντος ἰσχὺν ποιῆσαι δύναμιν“ (Deut. 8,18).

  73. 173.1

    τοῦτο μὲν οὖν τὸ εὐπραγίας ἦν πέρας, ἀρχαὶ δ’ ἐκεῖναι· ὥστε τοὺς ἐκλανθανομένους τοῦ τέλους μηδὲ τῆς τῶν κτηθέντων ἀρχῆς εὖ ἂν ἔτ’ ἀπόνασθαι. τούτοις μὲν οὖν ἑκούσια γίνεται διὰ φιλαυτίαν τὰ σφάλματα οὐχ ὑπομένουσι τὸν φιλόδωρον καὶ τελεσφόρον θεὸν αἴτιον ἀποφῆναι τῶν ἀγαθῶν.

  74. 174.1

    εἰσὶ δ’ οἳ πάντα κάλων εὐσεβείας ἀνασείσαντες ἐνορμίσασθαι τοῖς λιμέσιν αὐτῆς ταχυναυτοῦντες ἐσπούδασαν, κἄπειτ’ οὐ μακρὰν ἀφεστηκότων, ἀλλ’ ἤδη μελλόντων προσέχειν, αἰφνίδιον ἐξ ἐναντίας καταρραγὲν πνεῦμα πλησίστιον εὐθυδρομοῦν τὸ σκάφος ἀνέωσεν, ὡς ὑποκεῖραι πολλὰ τῶν πρὸς εὔπλοιαν συνεργούντων.

  75. 175.1

    τούτους οὐκ ἄν τις ἔτι θαλαττεύοντας αἰτιάσαιτο· ἀκούσιος γὰρ αὐτοῖς ἐπειγομένοις γέγονεν ἡ βραδυτής. τίς οὖν ἀπεικάζεται τούτοις ἢ ὁ τὴν μεγάλην λεγομένην εὐξάμενος εὐχήν; „ἐὰν γάρ τις“ φησίν „ἀποθάνῃ ἐπ’ αὐτῷ αἰφνίδιον, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται“· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει· „αἱ δ’ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη κεφαλὴ εὐχῆς αὐτοῦ“ (Num. 6,9. 12)·

  76. 176.1

    δι’ ἀμφοτέρων τοίνυν, τοῦ τε „αἰφνίδιον“ καὶ τοῦ „παραχρῆμα“ εἰπεῖν, ἡ ἀκούσιος παρίσταται τῆς ψυχῆς τροπή· πρὸς μὲν γὰρ τὰ ἑκούσια τῶν ἁμαρτημάτων εἰς τὸ βουλεύσασθαι ποῦ καὶ πότε καὶ πῶς πρακτέον χρόνου δεῖ, τὰ δὲ ἀκούσια ἐξαίφνης, ἀπερισκέπτως καί, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, ἀχρόνως κατασκήπτει.

  77. 177.1

    χαλεπὸν γὰρ ὥσπερ τοὺς δρομεῖς ἀρξαμένους ὁδοῦ τῆς πρὸς εὐσέβειαν ἀπταίστως καὶ ἀπνευστὶ διευθῦναι τὸν δρόμον, ἐπειδὴ μυρία ἐμποδὼν παντὶ τῷ γενομένῳ.

  78. 178.1

    πρότερον μὲν οὖν, ὃ ἓν καὶ μόνον εὐεργεσία, μηδενὸς τῶν κατὰ γνώμην ἀδικημάτων ἐφάψασθαι πᾶσάν τε τὴν ἀμήχανον τῶν ἀκουσίων πληθὺν ἰσχῦσαι διώσασθαι· δεύτερον δὲ τὸ μήτε πολλοῖς τῶν ἀκουσίων μήτ’ ἐπὶ μήκιστον χρόνον ἐνδιατρῖψαι.

  79. 179.1

    παγκάλως δὲ τὰς τῆς ἀκουσίου τροπῆς ἡμέρας εἶπεν ἀλόγους, οὐ μόνον ἐπειδὴ τὸ ἁμαρτάνειν ἄλογον, ἀλλ’ ὅτι καὶ τῶν ἀκουσίων λόγον οὐκ ἔστιν ἀποδοῦναι. παρὸ καὶ πυνθανομένων πολλάκις τὰς τῶν πραγμάτων αἰτίας φαμὲν μήτ’ εἰδέναι μήτ’ εἰπεῖν δύνασθαι· μήτε γὰρ γιγνομένων συμπαραληφθῆναι, ἀλλὰ καὶ τὴν ἄφιξιν αὐτῶν ἀγνοῆσαι.

  80. 180.1

    σπάνιον οὖν εἴ τῳ δωρήσεται ὁ θεὸς ἀπ’ ἀρχῆς ἄχρι τέλους σταδιεῦσαι τὸν βίον μήτ’ ὀκλάσαντι μήτ’ ὀλισθόντι, ἀλλ’ ἑκατέραν φύσιν ἀδικημάτων, ἑκουσίων τε καὶ ἀκουσίων, ῥύμῃ καὶ φορᾷ τάχους ὠκυδρομωτάτου ὑπερπτῆναι.

  81. 181.1

    ταῦτα μὲν οὖν ἀρχῆς τε πέρι καὶ τέλους εἴρηται διὰ Νῶε τὸν δίκαιον, ὃς τὰ πρῶτα καὶ στοιχειώδη τῆς γεωργικῆς κτησάμενος τέχνης ἄχρι τῶν περάτων αὐτῆς ἐλθεῖν ἠσθένησε· λέγεται γὰρ ὅτι „ἤρξατο γῆς εἶναι γεωργός“, οὐ τῶν ὅρων τῶν ἄκρας ἐπιστήμης ἐλάβετο. τὰ δὲ περὶ τῆς φυτουργίας εἰρημένα αὐτοῦ λέγωμεν αὖθις.

← Previous — showing 101181 of 181

First Thousand Years of Greek. CTS URN tlg0018.tlg009.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.