De agricultura
- 1.1
„Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς εἶναι, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε τοῦ οἴνου, καὶ ἐμεθύσθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9,20.21). οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων τὰς φύσεις τῶν πραγμάτων οὐκ εἰδότες καὶ περὶ τὴν τῶν ὀνομάτων θέσιν ἐξ ἀνάγκης ἁμαρτάνουσι· τοῖς μὲν γὰρ ὥσπερ ἐξ ἀνατομῆς περινοηθεῖσι κύριαι προσρήσεις ἕπονται, τοῖς δ’ ὑποσυγκεχυμένοις οὐ σφόδρα ἠκριβωμέναι.
- 2.1
Μωυσῆς δὲ κατὰ πολλὴν περιουσίαν τῆς ἐν τοῖς πράγμασιν ἐπιστήμης ὀνόμασιν εὐθυβολωτάτοις καὶ ἐμφαντικωτάτοις εἴωθε χρῆσθαι. πολλαχοῦ μὲν οὖν τῆς νομοθεσίας τὴν ὑπόσχεσιν ἐπαληθεύουσαν εὑρήσομεν, οὐχ ἥκιστα δὲ κἀν τῷ προτεθέντι κεφαλαίῳ, καθ’ ὃ γεωργὸς ὁ δίκαιος Νῶε εἰσάγεται.
- 3.1
τίνι γὰρ τῶν προχειροτέρων οὐκ ἂν δόξειε τὰ αὐτὰ εἶναι γεωργία τε καὶ γῆς ἐργασία, καίτοι πρὸς ἀλήθειαν οὐ μόνον οὐκ ὄντα τὰ αὐτά, ἀλλὰ καὶ λίαν ἀπηρτημένα, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι;
- 4.1
δύναται μὲν γάρ τις καὶ ἄνευ ἐπιστήμης περὶ τὴν γῆς ἐπιμέλειαν πονεῖσθαι, γεωργὸς δὲ τὸ μὴ ἰδιώτης ἀλλ’ ἔμπειρος εἶναι καὶ τῷ ὀνόματι πεπίστωται, ὅπερ ἐκ τῆς γεωργικῆς τέχνης, ἧς φερώνυμός ἐστιν, εὕρηται.
- 5.1
πρὸς δὲ τούτῳ κἀκεῖνο λογιστέον, ὅτι ὁ μὲν γῆς ἐργάτης πρὸς ἓν τέλος, τὸν μισθόν, ἀφορῶν — ἔμμισθος γὰρ ὡς ἐπίπαν οὗτος — οὐδεμίαν ἔχει φροντίδα τοῦ καλῶς ἐργάσασθαι, ὁ μέντοι γεωργὸς πολλὰ ἂν ἐθελήσαι καὶ τῶν ἰδίων εἰσφέρειν καὶ προσαναλίσκειν οἴκοθέν τι ὑπὲρ τοῦ καὶ τὸ χωρίον ὀνῆσαι καὶ πρὸς μηδενὸς τῶν ἰδόντων μεμφθῆναι· βούλεται γὰρ οὐχ ἑτέρωθέν ποθεν, ἀλλ’ ἐκ τῶν γεωργηθέντων εὐτοκίᾳ χρωμένων ἀνὰ πᾶν ἔτος τοὺς καρποὺς ἀναλαμβάνειν.
- 6.1
οὗτος τὰ μὲν ἄγρια τῶν δένδρων ἡμεροῦν, τὰ δ’ ἥμερα ἐπιμελείαις συναύξειν, τὰ δ’ ὑπὸ πλεοναζούσης τροφῆς κεχυμένα τομαῖς στέλλειν, τὰ δ’ ἐσταλμένα καὶ πεπιλημένα ἐπιφύσεων ἐκτάσεσι μηκύνειν, καὶ ὅσα μὲν εὐγενῆ πολυκληματοῦντα κατὰ γῆς τείνειν ἐν οὐ πάνυ βαθείαις τάφροις, ὅσα δὲ μὴ εὔκαρπα ἑτέρων εἰς τὸν πρὸς ταῖς ῥίζαις κορμὸν ἐνθέσει καὶ συμφυεστάτῃ ἑνώσει βελτιοῦν ἐθελήσει — καὶ γὰρ ἐπ’ ἀνθρώπων τυγχάνει ταὐτὸν, ὡς τοὺς θετοὺς παῖδας γένεσιν ἀλλοτρίοις διὰ τὰς σφετέρας οἰκειουμένους ἀρετὰς παγίως ἐναρμόζεσθαι —·
- 7.1
μυρία τοίνυν καὶ αὐτόπρεμνα ῥίζαις αὐταῖς ἀνασπάσας κατέβαλε τὰς εἰς εὐκαρπίαν ἐκ φύσεις ἐστειρωμένα καὶ τοῖς φέρουσι μεγάλην ζημίαν ἐκ τοῦ παραπεφυτεῦσθαι πλησίον ἐνεγκόντα. τοιαύτη μέν τίς ἐστιν ἡ περὶ τὰ βλαστάνοντα ἐκ γῆς φυτὰ τέχνη, τὴν δὲ ψυχῆς γεωργικὴν ἐν μέρει πάλιν ἐπισκεψώμεθα.
- 8.1
Πρῶτον μὲν τοίνυν σπείρειν ἢ φυτεύειν ἄγονον οὐδὲν ἐπιτηδεύει, πάντα δ’ ἥμερα καὶ καρποτόκα φόρους ἐτησίους οἴσοντα τῷ ἡγεμόνι ἀνθρώπῳ· τοῦτον γὰρ ἄρχοντα ἡ φύσις δένδρων τε καὶ ζῴων τῶν ἄλλων ὅσα θνητὰ ἅπαξ ἁπάντων ἀνέδειξεν.
- 9.1
ἄνθρωπος δὲ ὁ ἐν ἑκάστῳ ἡμῶν τίς ἂν εἴη πλὴν ὁ νοῦς, ὃς τὰς ἀπὸ τῶν σπαρέντων καὶ φυτευθέντων ὠφελείας εἴωθε καρποῦσθαι; ἐπεὶ δὲ νηπίοις μέν ἐστι γάλα τροφή, τελείοις δὲ τὰ ἐκ πυρῶν πέμματα, καὶ ψυχῆς γαλακτώδεις μὲν ἂν εἶεν τροφαὶ κατὰ τὴν παιδικὴν ἡλικίαν τὰ τῆς ἐγκυκλίου μουσικῆς προπαιδεύματα, τέλειαι δὲ καὶ ἀνδράσιν ἐμπρεπεῖς αἱ διὰ φρονήσεως καὶ σωφροσύνης καὶ ἁπάσης ἀρετῆς ὑφηγήσεις· ταῦτα γὰρ σπαρέντα καὶ φυτευθέντα ἐν διανοίᾳ καρποὺς ὠφελιμωτάτους οἴσει, καλὰς καὶ ἐπαινετὰς πράξεις.
- 10.1
διὰ ταύτης τῆς γεωργικῆς καὶ ὅσα παθῶν ἢ κακιῶν δένδρα ἀναβλαστόντα εἰς ὕψος ἐξήρθη φθοροποιοὺς φέροντα καρπούς, ὑποτεμνόμενα καθαίρεται, ὡς μηδὲ βραχύ τι λείψανον ἐαθῆναι, ἀφ’ οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναδραμοῦνται.
- 11.1
κἂν εἴ τινα μέντοι δένδρα εἴη μήτ’ ὠφελίμων μήτ’ αὖ βλαβερῶν καρπῶν οἰστικά, ταῦτα ἐκκόψει μέν, οὐ μὴν ἐάσει γε ἀφανισθῆναι, κατατάξει δ’ αὐτὰ εἰς ἐναρμόνιον χρῆσιν ἢ βαλλομένη χάρακας καὶ σταυροὺς ἐν κύκλῳ στρατοπέδου ἢ φραγμὸν πόλεως, ἵνα ἀντὶ τείχους ᾖ.
- 12.1
λέγει γάρ· „πᾶν ὃ οὐ καρπόβρωτόν ἐστιν, ἐκκόψεις καὶ ποιήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιήσει πρὸς σὲ τὸν πόλεμον“ (Deut. 20,20). ταῦτα δ’ εἰκάζεται τὰ δένδρα ταῖς περὶ λόγους δυνάμεσι θεωρίαν ψιλὴν ἐχούσαις·
- 13.1
ἐν αἷς θετέον ἰατρολογίαν ἀπεζευγμένην ἔργων, δι’ ὧν τοὺς κάμνοντας εἰκός ἐστι σῴζεσθαι, καὶ ῥητορικῆς τὸ συνηγορικὸν καὶ ἔμμισθον εἶδος οὐ περὶ τὴν εὕρεσιν τοῦ δικαίου πραγματευόμενον, ἀλλὰ περὶ τὴν δι’ ἀπάτης πειθὼ τῶν ἀκουόντων, ἔτι μέντοι καὶ διαλεκτικῆς καὶ γεωμετρίας ὅσα εἰς μὲν ἐπανόρθωσιν ἤθους οὐδὲν συνεργεῖ, παραθήγει δὲ τὸν νοῦν οὐκ ἐῶντα ἀμβλείᾳ χρῆσθαι τῇ πρὸς ἕκαστα τῶν ἀπορουμένων προσβολῇ, τομαῖς δὲ ἀεὶ καὶ διαστολαῖς χρῆσθαι, ὡς τὴν ἑκάστου πράγματος ἰδιότητα κοινῶν διαζευγνύναι ποιοτήτων.
- 14.1
τὸν γοῦν κατὰ φιλοσοφίαν λόγον τρίδυμον ὄντα τοὺς παλαιοὺς ἀγρῷ φασιν ἀπεικάσαι, τὸ μὲν φυσικὸν αὐτοῦ δένδροις καὶ φυτοῖς παραβάλλοντας, τὸ δ’ ἠθικὸν καρποῖς, ὧν ἕνεκα καὶ τὰ φυτά, τὸ δ’ αὖ λογικὸν φραγμῷ καὶ περιβόλῳ·
- 15.1
καθάπερ γὰρ τὸ περικείμενον τεῖχος ὀπώρας καὶ φυτῶν τῶν κατὰ τὸν ἀγρόν ἐστι φυλακτήριον τοὺς ἐπὶ τῷ σίνεσθαι παρεισφθείρεσθαι βουλομένους ἀνεῖργον, τὸν αὐτὸν τρόπον τὸ λογικὸν μέρος φιλοσοφίας φρουρά τίς ἐστιν ὀχυρωτάτη τῶν δυεῖν ἐκείνων, ἠθικοῦ τε καὶ φυσικοῦ·
- 16.1
τὰς γὰρ διπλᾶς καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην, μέγιστον ψυχῆς δέλεαρ καὶ ἐπιζήμιον, ἀναιρῇ διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται ἕτοιμον δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιίας ἀσινεῖς καὶ πάνυ
- 17.1
δοκίμους χαρακτῆρας. ταῦτ’ οὖν ἡ ψυχῆς ἐπαγγελλομένη γεωργικὴ προκηρύττει· τὰ ἀφροσύνης δένδρα καὶ ἀκολασίας ἀδικίας τε καὶ δειλίας πάντ’ ἐκκόψω, ἐκτεμῶ καὶ τὰ ἡδονῆς καὶ ἐπιθυμίας ὀργῆς τε καὶ θυμοῦ καὶ τῶν παραπλησίων παθῶν, κἂν ἄχρις οὐρανοῦ μηκύνηται, τὰ φυτά, ἐπικαύσω καὶ τὰς ῥίζας αὐτῶν ἐφιεῖς’ ἄχρι τῶν ὑστάτων τῆς γῆς φλογὸς ῥιπήν, ὡς μηδὲν μέρος ἀλλὰ μηδ’ ἴχνος ἢ σκιὰν ὑπολειφθῆναι τὸ παράπαν.
- 18.1
ἀνελῶ μὲν δὴ ταῦτα, φυτεύσω δὲ ταῖς μὲν ἐν ἡλικίᾳ παιδικῇ ψυχαῖς μοσχεύματα, ὧν ὁ καρπὸς αὐτὰς τιθηνήσεται — ἔστι δὲ ταῦτα ἡ τοῦ γράφειν καὶ ἀναγινώσκειν εὐτρόχως ἐπιτήδευσις, ἡ τῶν παρὰ σοφοῖς ποιηταῖς ἀκριβὴς ἔρευνα, γεωμετρία καὶ ἡ περὶ τοὺς ῥητορικοὺς λόγους μελέτη καὶ ἡ σύμπασα τῆς ἐγκυκλίου παιδείας μουσική —, ταῖς δὲ νεανιευομέναις καὶ ἀνδρουμέναις ἤδη τὰ ἀμείνω καὶ τελεώτερα, τὸ φρονήσεως φυτόν, τὸ ἀνδρείας, τὸ σωφροσύνης, τὸ δικαιοσύνης, τὸ ἀρετῆς ἁπάσης.
- 19.1
ἂν μέντοι τι καὶ τῶν τῆς ἀγρίας λεγομένης ὕλης ἐδώδιμον μὲν μὴ φέρῃ καρπόν, δύνηται δὲ ἐδωδίμου φραγμὸς εἶναι καὶ φυλακτήριον, καὶ τοῦτο ταμιεύσομαι, οὐ δι’ ἑαυτό, ἀλλ’ ὅτι ὑπηρετεῖν ἀναγκαίῳ καὶ χρησίμῳ σφόδρα πέφυκε.
- 20.1
διὰ τοῦτο ὁ πάνσοφος Μωυσῆς τῷ μὲν δικαίῳ τὴν τῆς ψυχῆς γεωργικὴν ὡς ἐναρμόνιον καὶ ἐπιβάλλουσαν τέχνην ἀνατίθησι λέγων „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός“, τῷ δὲ ἀδίκῳ τὴν ἄνευ ἐπιστήμης φέρουσαν ἄχθη βαρύτατα γῆς ἐργασίαν· „Κάιν“
- 21.1
γάρ φησιν „ἦν ἐργαζόμενος τὴν γῆν“ (Gen. 4,2), καὶ μικρὸν ὕστερον, ἡνίκα τὸ ἐπὶ τῇ ἀδελφοκτονίᾳ ἄγος ἐργασάμενος καταφωρᾶται, λέγεται· „ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ᾗ ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι“ (Gen. 4,11.12).
- 22.1
πῶς οὖν ἄν τις περιφανέστερον ἐπιδεῖξαι δύναιτο, ὅτι γῆς ἐργάτην ἀλλ’ οὐ γεωργὸν ὁ νομοθέτης νομίζει τὸν φαῦλον, ἢ τὸν τρόπον τοῦτον; οὐ μὴν ὑποληπτέον ἢ περὶ ἀνθρώπου χερσὶ καὶ ποσὶ καὶ τῇ ἄλλῃ δυνάμει τοῦ σώματος ἐνεργεῖν ἱκανοῦ ἢ περὶ γῆς ὀρεινῆς καὶ πεδιάδος εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῶν καθ’ ἕκαστον ἡμῶν δυνάμεων· τὴν γὰρ τοῦ φαύλου ψυχὴν περὶ οὐδὲν ἄλλο πραγματεύεσθαι συμβέβηκεν ἢ τὸ γήινον σῶμα καὶ τὰς τοῦ σώματος ἁπάσας ἡδονάς.
- 23.1
ὁ γοῦν πολὺς ὅμιλος ἀνθρώπων τὰ γῆς ἐπιὼν κλίματα καὶ ἄχρι τῶν περάτων φθάνων αὐτῆς καὶ τὰ πελάγη περαιούμενος καὶ τὰ ἐν μυχοῖς θαλάττης ἀναζητῶν καὶ μηδὲν μέρος ἐῶν τοῦ παντὸς ἀδιερεύνητον ἀεὶ καὶ πανταχοῦ πορίζει ταῦτα, δι’ ὧν ἡδονὴν συναυξήσει·
- 24.1
καθάπερ γὰρ οἱ ἁλιευόμενοι δίκτυα καθιᾶσιν ἔστιν ὅτε μήκιστα πολλὴν ἐν κύκλῳ περιβαλλόμενοι θάλατταν, ἵν’ ὡς πλείστους ἐντὸς ληφθέντας ἀρκύων οἷα τειχήρεις γεγονότας ἰχθύας συλλάβωσι, τὸν αὐτὸν τρόπον ἡ πλείστη μοῖρα ἀνθρώπων οὐκ ἐπὶ μέρος θαλάττης μόνον, ἀλλ’ ἐφ’ ἅπασαν τὴν ὕδατος καὶ γῆς καὶ ἀέρος φύσιν τὰ πάναγρα, ὡς οἱ ποιηταί πού φασι, λίνα τείνας’ ἅπαντα πανταχόθεν δι’ ἡδονῆς ἀπόλαυσίν τε καὶ χρῆσιν ἀγκιστρεύεται·
- 25.1
καὶ γὰρ γῆν μεταλλεύουσι καὶ τὰ πελάγη διαβαίνουσι καὶ τἄλλα πάντα ὅσα εἰρήνης καὶ πολέμου ἔργα δρῶσιν, ὕλας ἀφθόνους ὡς βασιλίδι ἡδονῇ πορίζοντες, οἱ γεωργίας μὲν ἀμύητοι ψυχικῆς, ἣ σπείρουσα καὶ φυτεύουσα τὰς ἀρετὰς καρπὸν δρέπεται τὸν εὐδαίμονα βίον ἀπ’ αὐτῶν, ἐργασάμενοι δὲ καὶ μεθοδεύοντες τὰ φίλα τῇ σαρκὶ καὶ τὸν σύνθετον χοῦν, τὸν πεπλασμένον ἀνδριάντα, τὸν ψυχῆς ἔγγιστα οἶκον, ὃν ἀπὸ γενέσεως ἄχρι τελευτῆς, ἄχθος τοσοῦτον, οὐκ ἀποτίθεται νεκροφοροῦσα, μετὰ σπουδῆς τῆς πάσης οἰκειούμενοι.
- 26.1
Ὡς μὲν οὖν γεωργίας ἐργασία γῆς καὶ γεωργοῦ γῆς ἐργάτης διαφέρουσιν, εἴρηται. σκεπτέον δέ, μὴ καὶ ἄλλαι τινές εἰσιν ἰδέαι συγγενεῖς τῶν εἰρημένων, διὰ τὴν ἐν τοῖς ὀνόμασι κοινωνίαν ἐπικρύπτουσαι τὰς ἐν τοῖς πράγμασι διαφοράς· εἰσὶ δέ γε ἃς ἀναζητοῦντες εὕρομεν διτταί, περὶ ὧν τὰ προσήκοντα, ἐὰν οἷόν τε ᾖ, λέξομεν.
- 27.1
αὐτίκα τοίνυν ὡς γεωργὸν καὶ γῆς ἐργάτην δόξαντας ἀδιαφορεῖν ἀλλήλων εὕρομεν ἐν τοῖς κατὰ διάνοιαν ἀλληγοροῦντες μακρῷ διεστηκότας, οὕτως ποιμένα καὶ κτηνοτρόφον· μέμνηται γὰρ ποτὲ μὲν κτηνοτροφίας ποτὲ δ’ αὖ ποιμενικῆς ὁ νομοθέτης.
- 28.1
καὶ οἵ γε μὴ λίαν ἠκριβωμένοι τάχα που τῆς αὐτῆς ἐπιτηδεύσεως συνωνυμούσας ὑπολήψονται προσρήσεις εἶναι, εἰσὶ δέ γε πραγμάτων διαφερόντων ἐν ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι·
- 29.1
καὶ γὰρ εἰ τοῖς θρεμμάτων προεστηκόσιν ἀμφότερα ἐπιφημίζειν ἔθος κτηνοτρόφων καὶ ποιμένων ὀνόματα, ἀλλ’ οὔ γε τῷ τὴν ψυχῆς ἀγέλην ἐπιτετραμμένῳ λογισμῷ· φαῦλος μὲν γὰρ ὢν ὁ ἀγελάρχης οὗτος καλεῖται κτηνοτρόφος, ἀγαθὸς δὲ καὶ σπουδαῖος ὀνομάζεται ποιμήν. ὃν δὲ τρόπον, ἐπιδείξομεν αὐτίκα·
- 30.1
ἡ φύσις ἡμῶν ἑκάστῳ κτήνη συγγεγέννηκε, τῆς ψυχῆς ὥσπερ ἀπὸ μιᾶς ῥίζης ἔρνη διττὰ ἀναβλαστούσης, ὧν τὸ μὲν ἄτμητον ὅλον δι’ ὅλων ἐαθὲν ἐπεφημίσθη νοῦς, τὸ δ’ ἑξαχῇ σχισθὲν εἰς ἑπτὰ φύσεις πέντε τῶν αἰσθήσεων καὶ δυεῖν ἄλλων ὀργάνων, φωνητηρίου τε καὶ γονίμου.
- 31.1
αὕτη δὲ πᾶσα ἡ πληθὺς ἄλογος οὖσα κτήνεσιν ἀπεικάζεται, πληθύι δὲ νόμῳ φύσεως ἡγεμόνος ἐξ ἀνάγκης δεῖ. ἐπειδὰν μὲν οὖν ἄπειρος ἀρχῆς ἅμα καὶ πλούσιος ἐξαναστὰς ἄρχοντα ἑαυτὸν ἀποφήνῃ, μυρίων αἴτιος κακῶν γίνεται τοῖς θρέμμασιν·
- 32.1
αὐτὸς μὲν γὰρ ἄφθονα παρέχει τὰ ἐπιτήδεια, τὰ δὲ ἀμέτρως ἐμφορούμενα ὑπὸ πλεοναζούσης τροφῆς ἐξυβρίζει—κόρου γὰρ ὕβρις ἔγγονον γνήσιον—, ἐξυβρίζοντα μέντοι σκιρτᾷ καὶ ἀφηνιάζει καὶ κατὰ μέρος σκιδνάμενα διαλύει τὸ τῆς ἀγέλης συντεταγμένον στῖφος.
- 33.1
ὁ δὲ τέως ἡγεμὼν καταλειφθεὶς ὑπὸ τῶν ἀρχομένων ἰδιώτης ἀνεφάνη, καὶ ἐπιτρέχει μὲν σπουδάζων, εἴ τι δύναιτο συλλαβεῖν ἐξ ὑπαρχῆς καὶ ὑπαγαγέσθαι· ὅταν δὲ ἀδυνατῇ, στένει καὶ κλαίει τὴν ἰδίαν κακίζων εὐχέρειαν καὶ ἑαυτὸν τῶν συμβεβηκότων αἰτιώμενος.
- 34.1
τοῦτον δὴ τὸν τρόπον καὶ τὰ τῶν αἰσθήσεων θρέμματα, ἐπειδὰν ὁ νοῦς ὑπτίως καὶ ῥᾳθύμως ἔχῃ, τῆς τῶν αἰσθητῶν ἀπλήστως ἐμφορούμενα ἀφθονίας ἀπαυχενίζει τε καὶ σκιρτᾷ καὶ πλημμελῶς ὅπῃ τύχοι φέρεται, καὶ ὀφθαλμοὶ πρὸς πάντα ἀναπεπταμένοι τὰ ὁρατά, καὶ ἃ μὴ θέμις ὁρᾶν, ἐξώκειλαν, καὶ ἀκοαὶ πάσας φωνὰς παραδεχόμεναι καὶ μηδέποτε πληρούμεναι, διψῶσαι δὲ ἀεὶ περιεργίας καὶ φιλοπραγμοσύνης, ἔστι δὲ ὅπου καὶ ἀνελευθέρου χλεύης ἐκπεφοιτήκασιν.
- 35.1
ἐπεὶ πόθεν ἄλλοθεν τὰ πανταχοῦ τῆς οἰκουμένης θέατρα νομίζομεν ἀμυθήτων μυριάδων ἀνὰ πᾶσαν ἡμέραν πληροῦσθαι; οἱ γὰρ ἀκουσμάτων καὶ θεαμάτων ἥττους καὶ ὦτα καὶ ὀφθαλμοὺς χωρὶς ἡνιῶν ἐάσαντες φέρεσθαι καὶ κιθαριστὰς καὶ κιθαρῳδοὺς καὶ πᾶσαν τὴν κεκλασμένην καὶ ἄνανδρον μουσικὴν περιέποντες, ἔτι δὲ ὀρχηστὰς καὶ τοὺς ἄλλους μίμους ἀποδεχόμενοι, ὅτι σχέσεις καὶ κινήσεις ἐκτεθηλυμμένας ἴσχονται καὶ κινοῦνται, τὸν ἐπὶ σκηνῆς ἀεὶ πόλεμον συγκροτοῦσι μήτε τῆς τῶν ἰδίων μήτε τῆς τῶν κοινῶν ἐπανορθώσεως πεφροντικότες, ἀλλὰ τὸν ἑαυτῶν οἱ δυστυχεῖς διά τε ὀφθαλμῶν καὶ ὤτων ἀνατρέποντες βίον.
- 36.1
ἄλλοι δέ εἰσιν οἱ τούτων ἀθλιώτεροι καὶ κακοδαιμονέστεροι, οἳ τὴν γεῦσιν ὥσπερ ἐκ δεσμῶν ἔλυσαν· ἡ δὲ πρὸς πᾶσαν σιτίων τε καὶ ποτῶν ἀπόλαυσιν ἄφετος εὐθὺς ὁρμήσασα τά τε ἤδη εὐτρεπισθέντα ἐπιλέγεται καὶ πεῖναν ἄληκτον καὶ ἄπληστον ἴσχει τῶν ἀπόντων, ὡς, κἂν αἱ τῆς γαστρὸς ἀποπληρωθῶσι δεξαμεναί, σπαργῶσαν ἔτι καὶ μαιμῶσαν τὴν ἀεὶ κενὴν ἐπιθυμίαν περιβλέπεσθαι καὶ περιφοιτᾶν, μή τί που παροραθὲν λείψανον ἀφεῖται, ἵνα καὶ τοῦτο παμφάγου πυρὸς δίκην ἐπιλιχμήσηται.
- 37.1
γαστριμαργίᾳ τοίνυν ἡ ὀπαδὸς ἐκ φύσεως ἀκολουθεῖ συνουσίας ἡδονὴ μανίαν ἔκτοπον καὶ οἶστρον ἀνεπίσχετον καὶ λύτταν ἀργαλεωτάτην ἐπιφέρουσα· ὅταν γὰρ ὑπὸ ὀψοφαγίας καὶ ἀκράτου καὶ πολλῆς μέθης ἄνθρωποι πιεσθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δύνανται, πρὸς δὲ τὰς ἐρωτικὰς μίξεις ἐπειγόμενοι κωμάζουσι καὶ θυραυλοῦσι, μέχρις ἂν τὸν πολὺν τοῦ πάθους ἀποχετευσάμενοι βρασμὸν ἠρεμῆσαι δυνηθῶσιν.
- 38.1
οὗ χάριν καὶ ἡ φύσις ὡς ἔοικεν ὑπογάστρια τὰ συνουσίας ὄργανα ἐδημιούργησε, προλαβοῦσα ὅτι λιμῷ μὲν οὐ χαίρει, πλησμονῇ δὲ
- 39.1
ἕπεται καὶ πρὸς τὰς ἰδίας ἐνεργείας ὑπανίσταται. τοὺς οὖν τοῖς θρέμμασι τούτοις ἐπιτρέποντας ἀθρόων ὧν ὀρέγονται πάντων ἐμφορεῖσθαι κτηνοτρόφους λεκτέον, ποιμένας δ’ ἔμπαλιν ὅσοι τά τε ἀναγκαῖα καὶ αὐτὰ μόνα τὰ ἐπιτήδεια παρέχουσι περιτεμνόμενοι καὶ ἀποκόπτοντες τὴν περιττὴν καὶ ἀλυσιτελῆ πᾶσαν ἀφθονίαν, ἥτις ἀπορίας καὶ ἐνδείας οὐχ ἥκιστα βλάπτει, πρόνοιάν τε πολλὴν ἔχουσι τοῦ μὴ ἐξ ἀμελείας καὶ ῥᾳθυμίας νοσῆσαι τὴν ἀγέλην εὐχόμενοι μηδὲ τὰς ἔξωθεν εἰωθυίας κατασκήπτειν νόσους ἐπιγενέσθαι.
- 40.1
στοχάζονται δὲ οὐδὲν ἧττον καὶ τοῦ μὴ διασπασθεῖσαν αὐτὴν σποράδην διασκεδασθῆναι, φόβον ἐπανατεινόμενοι τὸν σωφρονιστὴν τῶν λόγῳ μηδέποτε πειθομένων καὶ κολάσει χρώμενοι συνεχεῖ, μετρίᾳ μὲν κατὰ τῶν ἰάσιμα νεωτεριζόντων, ἀφορήτῳ δὲ κατὰ τῶν ἀνίατα· τὸ γὰρ εἶναι δοκοῦν ἀπευκτὸν μέγιστον ἀγαθὸν ἀφραίνουσιν, ἡ κόλασις, ὥσπερ τοῖς τὰ σώματα κάμνουσιν αἱ ἰατρικαὶ ὗλαι.
- 41.1
ταῦτα τὰ ἐπιτηδεύματα ποιμένων ἐστίν, οἳ τῶν σὺν ἡδονῇ βλαβερῶν τὰ μετὰ ἀηδίας προτιμῶσιν ὠφέλιμα. οὕτως γοῦν σεμνὸν καὶ λυσιτελὲς νενόμισται τὸ ποιμαίνειν, ὥστε τὸ μὲν ποιητικὸν γένος τοὺς βασιλέας ποιμένας λαῶν εἴωθε καλεῖν, ὁ δὲ νομοθέτης τοὺς σοφούς, οἳ μόνοι πρὸς ἀλήθειαν βασιλεῖς εἰσιν· ἄρχοντας γὰρ αὐτοὺς ὡς ἂν ποίμνης εἰσάγει τῆς ἀνθρώπων ἁπάντων ἀλόγου φορᾶς.
- 42.1
διὰ τοῦτο καὶ τῷ τελειωθέντι ἐξ ἀσκήσεως Ἰακὼβ τὴν ποιμενικὴν ἐπιστήμην περιῆψε· ποιμαίνει γὰρ οὗτος τὰ πρόβατα Λάβαν (Gen. 30,36), τῆς τοῦ ἄφρονος ψυχῆς τὰ αἰσθητὰ μόνα καὶ φαινόμενα νομιζούσης ἀγαθά, χρώμασι καὶ σκιαῖς ἠπατημένης καὶ δεδουλωμένης· λευκασμὸς γὰρ ἑρμηνεύεται Λάβαν.
- 43.1
καὶ Μωυσεῖ τῷ πανσόφῳ τὴν αὐτὴν τέχνην ἀνατίθησι· καὶ γὰρ οὗτος ποιμὴν ἀποδείκνυται διανοίας τῦφον πρὸ ἀληθείας ἀσπαζομένης καὶ πρὸ τοῦ εἶναι τὸ δοκεῖν ἀποδεχομένης· περισσὸς γὰρ Ἰοθὸρ ἑρμηνεύεται, περιττὸν δὲ καὶ ἐπεισηγμένον ἀπλανεῖ βίῳ πρὸς ἀπάτην τῦφος, ᾧ καὶ τὰ κατὰ πόλεις ἕτερα παρ’ ἑτέροις, οὐ τὰ αὐτὰ δίκαια παρὰ πᾶσιν, ἔθος εἰσηγεῖσθαι τὰ κοινὰ τῆς φύσεως καὶ ἀκίνητα νόμιμα οὐδ’ ὄναρ ἰδόντι· λέγεται γὰρ ὅτι „Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ ἱερέως Μαδιάμ" (Exod. 3,1).
- 44.1
ὁ δ’ αὐτὸς οὗτος εὔχεται, μὴ ὡς ἀνεπιτρόπευτον ποίμνην τὸν ὄχλον καὶ λεὼν ἅπαντα τῆς ψυχῆς ἀφεθῆναι, τυχεῖν δὲ ἀγαθοῦ ποιμένος ἐξάγοντος μὲν ἀπὸ τῶν ἀφροσύνης καὶ ἀδικίας καὶ πάσης κακίας δικτύων, εἰσάγοντος δὲ εἰς τὰ παιδείας καὶ τῆς ἄλλης ἀρετῆς δόγματα· „ἐπισκεψάσθω“ γάρ φησι „κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης“· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει· „καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν“ (Num. 27,16.17).
- 45.1
ἀλλ’ οὐκ ἄξιον εὔχεσθαι μὴ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἐαθῆναι τὸ συγγενὲς καὶ συμφυὲς ἡμῶν ἑκάστῳ ποίμνιον, ὡς μὴ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν ὀχλοκρατίας, ἣ παράκομμα τῆς ἀρίστης δημοκρατίας ἐστίν, ἀναπλησθέντες θορύβοις καὶ ταραχαῖς καὶ ἐμφυλίοις στάσεσιν ἀεὶ χρώμενοι διατελῶμεν;
- 46.1
οὐ μὴν ἀναρχία μόνον ὀχλοκρατίαν τίκτουσα δεινόν, ἀλλ’ ἡ καὶ παρανόμου καὶ βιαίου τινὸς ἐφ’ ἡγεμονίαν ἐπανάστασις· τύραννος γὰρ ἐκ φύσεως ἐχθρός, πόλεων μὲν ἄνθρωπος, σώματος δὲ καὶ ψυχῆς καὶ τῶν καθ’ ἑκάτερον πραγμάτων ὁ τὴν ἀκρόπολιν ἐπιτετειχικὼς ἑκάστῳ θηριωδέστατος νοῦς.
- 47.1
ἀλυσιτελεῖς δὲ οὐχ αὗται μόνον αἱ δεσποτεῖαι, ἀλλὰ καὶ τῶν λίαν ἐπιεικῶν ἀρχαί τε καὶ προστασίαι· χρηστότης γὰρ πρᾶγμα εὐκαταφρόνητον καὶ ἑκατέροις, ἄρχουσί τε καὶ ὑπηκόοις, βλαβερόν, τοῖς μὲν ἐκ τῆς τῶν ὑποτεταγμένων εἰς αὐτοὺς ὀλιγωρίας μηδὲν μήτε ἴδιον μήτε κοινὸν ἐπανορθώσασθαι δυναμένοις, ἔστι δ’ ὅτε καὶ τὰς ἡγεμονίας ἀναγκαζομένοις ἀποτίθεσθαι, τοῖς δὲ ἐκ συνεχοῦς τῆς πρὸς τοὺς ἄρχοντας ὀλιγωρίας πειθοῦς ἠμεληκόσι καὶ ἀδεῶς ἐπὶ μεγάλου κακοῦ κτήσει περιποιησαμένοις αὐθάδειαν.
- 48.1
τούτους μὲν οὖν θρεμμάτων, ἐκείνους δὲ κτηνοτρόφων οὐδὲν νομιστέον διαφέρειν· οἱ μὲν γὰρ τρυφᾶν ἐν ἀφθόνοις ὕλαις ἀναπείθουσιν, οἱ δὲ τὸν κόρον ἀδυνατοῦντες φέρειν ἐξυβρίζουσι. χρὴ δὲ ὥσπερ αἰπόλον ἢ βουκόλον ἢ ποιμένα ἢ κοινῶς νομέα τὸν ἡμέτερον ἄρχειν νοῦν τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἑαυτῷ τε καὶ τοῖς θρέμμασιν αἱρούμενον.
- 49.1
ἡ δὲ τοῦ θεοῦ ἐπίσκεψις πρῶτον σχεδὸν καὶ μόνον αἴτιον τοῦ τὰ μέρη τῆς ψυχῆς μὴ ἀνεπιτρόπευτα ἀφεθῆναι, τυχεῖν δὲ ἀνυπαιτίου καὶ πάντα ἀγαθοῦ ποιμένος· οὗ κατασταθέντος ἀμήχανον τὴν σύνοδον τῆς διανοίας γενέσθαι σποράδα. ὑπὸ γὰρ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἐξ ἀνάγκης φανεῖται πρὸς τὴν ἑνὸς ἐπιστασίαν ἀφορῶσα, ἐπεὶ τό γε πολλαῖς ὑπακούειν ἀρχαῖς ἀναγκάζεσθαι βαρύτατον ἄχθος.
- 50.1
οὕτως μέντοι τὸ ποιμαίνειν ἐστὶν ἀγαθόν, ὥστε οὐ βασιλεῦσι μόνον καὶ σοφοῖς ἀνδράσι καὶ ψυχαῖς τέλεια κεκαθαρμέναις ἀλλὰ καὶ θεῷ τῷ πανηγεμόνι δικαίως ἀνατίθεται. τούτου δὲ ἐγγυητὴς οὐχ ὁ τυχὼν ἀλλὰ προφήτης ἐστίν, ᾧ καλὸν πιστεύειν, ὁ τὰς ὑμνῳδίας ἀναγράψας· λέγει γὰρ ὧδε· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“ (Psalm. 22,1).
- 51.1
τοῦτο μέντοι τὸ ᾆσμα παντὶ φιλοθέῳ μελετᾶν ἐμπρεπές, τῷ δὲ δὴ κόσμῳ καὶ διαφερόντως· καθάπερ γάρ τινα ποίμνην γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ ὅσα ἐν τούτοις φυτά τε αὖ καὶ ζῷα, τὰ μὲν θνητὰ τὰ δὲ θεῖα, ἔτι δὲ οὐρανοῦ φύσιν καὶ ἡλίου καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τροπάς τε αὖ καὶ χορείας ἐναρμονίους ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ δίκην καὶ νόμον, προστησάμενος τὸν ὀρθὸν αὑτοῦ λόγον καὶ πρωτόγονον υἱόν, ὃς τὴν ἐπιμέλειαν τῆς ἱερᾶς ταύτης ἀγέλης οἷά τις μεγάλου βασιλέως ὕπαρχος διαδέξεται· καὶ γὰρ εἴρηταί που· „Ἰδοὺ ἐγώ εἰμι, ἀποστέλλω ἄγγελόν μου εἰς πρόσωπόν σου τοῦ φυλάξαι σε ἐν τῇ ὁδῷ“ (Exod. 23,20).
- 52.1
λεγέτω τοίνυν καὶ ὁ κόσμος ἅπας, ἡ μεγίστη καὶ τελεωτάτη τοῦ ὄντος θεοῦ ποίμνη· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“.
- 53.1
λεγέτω καὶ ἕκαστος τῶν ἐν μέρει τὸ αὐτὸ τοῦτο μὴ τῇ διὰ γλώττης καὶ στόματος ῥεούσῃ φωνῇ πρὸς βραχεῖαν ἀέρος ἐξικνουμένῃ μοῖραν, ἀλλὰ τῇ τῆς διανοίας εὐρυνομένῃ καὶ τῶν τοῦ παντὸς ἁπτομένῃ περάτων· ἀμήχανον γὰρ τῶν ἐπιβαλλόντων ἔνδειαν εἶναί τινος ἐπιστατοῦντος θεοῦ πλήρη καὶ τέλεια τἀγαθὰ τοῖς οὖσιν ἅπασιν εἰωθότος
- 54.1
χαρίζεσθαι. παγκάλη δὲ εἰς ὁσιότητα παραίνεσις ἡ διὰ τοῦ λεχθέντος ᾄσματος· τῷ γὰρ ὄντι ὁ μὲν πάντα τὰ ἄλλα δοκῶν ἔχειν, τῇ δὲ ἑνὸς προστασίᾳ δυσχεραίνων, ἀτελὴς καὶ πένης· ἥτις δὲ ὑπὸ θεοῦ ποιμαίνεται ψυχὴ τὸ ἓν καὶ μόνον ἔχουσα, οὗ τὰ πάντα ἐκκρέμαται, ἀπροσδεὴς εἰκότως ἐστὶν ἄλλων, οὐ τυφλὸν πλοῦτον, βλέποντα δὲ καὶ σφόδρα ὀξυδορκοῦντα θαυμάζουσα.
- 55.1
τούτου πάντες οἱ μαθηταὶ εἰς σύντονον καὶ δυσαπάλλακτον ἔρωτα ἦλθον, διὸ κτηνοτροφίαν γελάσαντες ἐξεπόνησαν ποιμενικὴν ἐπιστήμην.
- 56.1
τεκμήριον δέ· ὁ τὴν περὶ σῶμα καὶ τὰς κενὰς δόξας ὑπόθεσιν ἀεὶ μελετῶν Ἰωσήφ, ἄρχειν μὲν καὶ ἐπιστατεῖν ἀλόγου φύσεως οὐκ ἐπιστάμενος — πρεσβύταις γὰρ ἔθος ἐπὶ τὰς ἀνυπευθύνους ἀρχὰς καλεῖσθαι, νέος δέ ἐστιν οὗτος ἀεί, κἂν τὸ χρόνου μήκει γῆρας ἐπιγινόμενον ἐνέγκηται —, τρέφειν δὲ εἰωθὼς καὶ συναύξειν ὑπολαμβάνει καὶ τοὺς φιλαρέτους πεῖσαι δυνήσεσθαι μεταβάλλειν ὡς αὐτόν, ἵνα τῶν ἀλόγων καὶ ἀψύχων περιεχόμενοι μηκέτ’ ἐνευκαιρεῖν δύνωνται τοῖς λογικῆς ψυχῆς ἐπιτηδεύμασι· φησὶ γάρ·
- 57.1
ἂν ὁ βασιλεὺς νοῦς τῆς σωματικῆς χώρας πυνθάνηται, τί τὸ ἔργον ὑμῶν, ἀποκρίνεσθε· ἄνδρες κτηνοτρόφοι ἐσμέν (Gen. 46, 33. 34). τοῦτο ἀκούσαντες κατὰ τὸ εἰκὸς δυσχεραίνουσιν, εἰ ἡγεμόνες ὄντες ὑπηκόων τάξιν ἔχειν ὁμολογήσουσιν·
- 58.1
οἱ μὲν γὰρ τροφὰς ταῖς αἰσθήσεσι διὰ τῆς τῶν αἰσθητῶν ἀφθονίας εὐτρεπιζόμενοι δοῦλοι γίνονται τῶν τρεφομένων καθάπερ δεσποίναις οἰκέται φόρον τελοῦντες καθ’ ἑκάστην ἡμέραν ἀναγκαῖον, ἄρχοντες δὲ οἱ τούτων ἐπιστατοῦντες καὶ τὰ περιττὰ τῆς εἰς ἀπληστίαν ὁρμῆς αὐτῶν ἐπιστομίζοντες.
- 59.1
τὸ μὲν οὖν πρῶτον καίτοι τοῦ λεχθέντος οὐ καθ’ ἡδονὴν ἀκούσαντες ἐχεμυθήσουσι περιττὸν ἡγούμενοι τὸ μὴ μαθησομένοις διαφορὰν κτηνοτροφίας καὶ ποιμενικῆς ὑφηγεῖσθαι, αὖθις δὲ ὅταν ὁ περὶ τούτων ἀγὼν ἐνστῇ, διαγωνιοῦνται πάσῃ δυνάμει καί, πρὶν ἀνὰ κράτος ἑλεῖν, οὐκ ἀνήσουσι τὸ τῆς φύσεως ἐλεύθερόν τε καὶ εὐγενὲς καὶ ἡγεμονικὸν τῷ ὄντι ἐπιδειξάμενοι· πυνθανομένου γοῦν τοῦ βασιλέως „τί τὸ ἔργον ὑμῶν;“ ἀποκρίνονται· „ποιμένες ἐσμέν, καὶ οἱ πατέρες ἡμῶν“ (Gen. 47, 3).
- 60.1
εἶτ’ οὐκ ἂν δόξαιεν ἐπὶ ποιμενικῇ τοσοῦτον αὐχεῖν, ὅσον οὐδὲ ἐπὶ τῷ τοσούτῳ κράτει τῆς ἀρχῆς ὁ προσομιλῶν αὐτοῖς βασιλεύς; οἵ γε οὐχ αὑτοῖς μόνοις τὴν προαίρεσιν τοῦ βίου τούτου μαρτυροῦσιν, ἀλλὰ καὶ τοῖς πατράσιν αὐτῶν, ὡς σπουδῆς καὶ ἐπιμελείας ἁπάσης ἀξίου·
- 61.1
καίτοι γε, εἰ μὲν ἦν περὶ αἰγῶν ἢ προβάτων ἐπιμελείας ὁ λόγος, κἂν ἴσως ᾐδέσθησαν ὁμολογεῖν ἀτιμίαν φυγόντες· ἄδοξα γὰρ καὶ ταπεινὰ τὰ τοιαῦτα παρὰ τοῖς ὄγκον μὲν εὐτυχίας τὸν ἄνευ φρονήσεως περιβεβλημένοις καὶ μάλιστα βασιλεῦσι νενόμισται·
- 62.1
τὸ δὲ Αἰγυπτιακὸν ἐκ φύσεως καὶ διαφερόντως ἐστὶν ὑπέραυχον, ὁπότε μικρά τις αὐτὸ μόνον αὔρα καταπνεύσειεν εὐπραγίας, ὡς χλεύην καὶ πλατὺν γέλωτα ἡγεῖσθαι τὰς τῶν δημοτικωτέρων ἀνθρώπων περὶ βίον σπουδάς τε καὶ φιλοτιμίας.
- 63.1
ἐπειδὴ δὲ περὶ τῶν ἐν ψυχῇ δυνάμεων λογικῶν τε αὖ καὶ ἀλόγων πρόκειται σκοπεῖν, εἰκότως αὐχήσουσιν οἱ πεπεισμένοι ὅτι δύνανται κρατεῖν τῶν ἀλόγων συμμάχοις χρώμενοι ταῖς λογικαῖς.
- 64.1
ἐὰν μέντοι τις βάσκανος καὶ φιλεγκλήμων αἰτιώμενος φάσκῃ· πῶς οὖν ποιμενικὴν τέχνην διαπονοῦντες καὶ τῆς συμφυοῦς ποίμνης ἐπιμέλειαν ἔχειν καὶ προστασίαν ἐπαγγελλόμενοι προσορμίσασθαι τῇ σώματος καὶ παθῶν χώρᾳ διενοήθητε, Αἰγύπτῳ, ἀλλ’ οὐχ ἑτέρωσε τὸν πλοῦν ἐποιήσασθε; μετὰ παρρησίας αὐτῷ λεκτέον, ὅτι „παροικεῖν, οὐ κατοικεῖν ἤλθομεν“
- 65.1
(Gen. 47, 4)· τῷ γὰρ ὄντι πᾶσα ψυχὴ σοφοῦ πατρίδα μὲν οὐρανόν, ξένην δὲ γῆν ἔλαχε, καὶ νομίζει τὸν μὲν σοφίας οἶκον ἴδιον, τὸν δὲ σώματος ὀθνεῖον, ᾧ καὶ παρεπιδημεῖν οἴεται.
- 66.1
οὐκοῦν ἐπειδὰν ὁ ἀγελάρχης νοῦς παραλαβὼν τὴν ψυχῆς ἀγέλην νόμῳ φύσεως διδασκάλῳ χρώμενος εὐτόνως ἀφηγῆται, δόκιμον αὐτὴν καὶ σφόδρα ἐπαινετὴν ἀπεργάζεται, ὅταν δὲ παρανομίᾳ ῥᾳθύμως καὶ ἀνειμένως προσφερόμενος, ψεκτήν. εἰκότως τοίνυν ὁ μὲν βασιλέως ὄνομα ὑποδύσεται ποιμὴν προσαγορευθείς, ὁ δ’ ὀψαρτυτοῦ τινος ἢ σιτοπόνου κτηνοτρόφος ἐπιφημισθείς, εὐωχίαν καὶ θοίνην ἀδηφαγεῖν θρέμμασιν εἰωθόσιν εὐτρεπιζόμενος.
- 67.1
Ὃν δὴ τρόπον γεωργὸς μὲν ἐργάτου γῆς, ποιμὴν δὲ κτηνοτρόφου διενήνοχεν, οὐκ ἀμελῶς ἐπιδέδειχα. καὶ τρίτον δ’ ἐστὶ συγγένειάν τινα ἔχον πρὸς τὰ λεχθέντα, περὶ οὗ νῦν ἐροῦμεν· ἱππέα τε γὰρ καὶ ἀναβάτην οὐ μόνον, ἄνθρωπον ἐποχούμενον ἐποχουμένου χρεμετιστικῷ ζῴῳ μακρῷ διαφέρειν ἡγεῖται, ἀλλὰ καὶ λογισμὸν λογισμοῦ.
- 68.1
ὁ μὲν τοίνυν ἄνευ τέχνης ἱππικῆς ἐπιβεβηκὼς λέγεται μὲν εἰκότως ἀναβάτης, ἐκδέδωκε δὲ ἑαυτὸν ἀλόγῳ καὶ σκιρτητικῷ θρέμματι, ὥσθ’ ὅπῃ ἂν ἐκεῖνο χωρῇ | ’κεῖσε πάντως ἀναγκαῖον φέρεσθαι καὶ μὴ προϊδόμενον χάσμα γῆς ἢ βαθύν τινα βόθρον ὑπὸ τῆς ἐν τῷ δρόμῳ ῥύμης κατακρημνισθῆναι [συνηνέχθη] καὶ συγκαταποθῆναι τὸν φερόμενον.
- 69.1
ὁ δ’ ἱππεὺς πάλιν, ὅταν ἀνέρχεσθαι μέλλῃ, χαλινὸν ἐντίθησι κἄπειτ’ ἐφαλλόμενος τῆς περιαυχενίου χαίτης ἐνείληπται καὶ φέρεσθαι δοκῶν αὐτός, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄγει τὸ κομίζον τρόπον κυβερνήτου· καὶ γὰρ ἐκεῖνος ἄγεσθαι δοκῶν ὑπὸ νεὼς τῆς κυβερνωμένης ἄγει πρὸς ἀλήθειαν αὐτὴν καὶ ἐφ’ οὓς ἐπείγεται παραπέμπει λιμένας.
- 70.1
ὅταν μὲν οὖν εὐηνίως προέρχηται, καταψήχει ὁ ἱππεὺς ὡς ἂν ἐπαινῶν τὸν ἵππον, ὅταν δὲ σὺν πλείονι ὁρμῇ πέραν ἐκφέρηται τοῦ μετρίου, μετὰ βίας εὐτόνως ἀναχαιτίζει, ὡς ὑπανεῖναι τοῦ τάχους· ἐὰν δὲ ἀπειθῶν ἐπιμένῃ, λαβὼν τοῦ χαλινοῦ ὅλον ἀντέσπασε καὶ ἀντιπεριήγαγεν αὐτοῦ τὸν αὐχένα, ὡς ἐξ ἀνάγκης στῆναι·
- 71.1
καὶ πρὸς σκιρτήσεις μὲν καὶ τοὺς συνεχεῖς ἀφηνιασμούς εἰσι μάστιγες καὶ μύωπες εὐτρεπεῖς καὶ τἄλλ’ ὅσα πωλοδάμναις ἵππων κατεσκεύασται κολαστήρια. καὶ θαυμαστὸν οὐδέν· ἀνιόντος γὰρ τοῦ ἱππέως καὶ ἱππικὴ τέχνη συνανέρχεται, ὥστε δύο ὄντες καὶ ἐποχούμενοι καὶ ἐπιστήμονες εἰκότως ἑνὸς καὶ ὑποβεβλημένου καὶ ἀπαραδέκτου τέχνης ζῴου περιέσονται.
- 72.1
μεταβὰς τοίνυν ἀπὸ τῶν χρεμετιζόντων καὶ τῶν ἐποχουμένων αὐτοῖς τὴν σαυτοῦ ψυχὴν εἰ θέλεις ἐρεύνησον· εὑρήσεις γὰρ ἐν τοῖς μέρεσιν αὐτῆς καὶ ἵππους καὶ ἡνίοχον καὶ ἀναβάτην, ὅσαπερ καὶ ἐν τοῖς ἐκτός.
- 73.1
ἵπποι μὲν οὖν ἐπιθυμία καὶ θυμός εἰσιν, ὁ μὲν ἄρρην, ἡ δὲ θήλεια. διὰ τοῦθ’ ὁ μὲν γαυριῶν ἄφετος εἶναι βούλεται καὶ ἐλεύθερος καὶ ἔστιν ὑψαύχην ὡς ἂν ἄρρην, ἡ δ’ ἀνελεύθερος καὶ δουλοπρεπὴς καὶ πανουργίᾳ χαίρουσα οἰκόσιτος, οἰκοφθόρος· θήλεια γάρ. ἀναβάτης δὲ καὶ ἡνίοχος εἷς ὁ νοῦς· ἀλλ’ ἡνίκα μὲν μετὰ φρονήσεως ἄνεισιν, ἡνίοχος, ὁπότε δὲ μετ’ ἀφροσύνης, ἀναβάτης.
- 74.1
ἄφρων μὲν οὖν ὑπὸ ἀμαθίας κρατεῖν ἀδυνατεῖ τῶν ἡνιῶν, αἱ δὲ τῶν χειρῶν ἀπορρυεῖσαι χαμαὶ πίπτουσι, τὰ δὲ ζῷα εὐθὺς ἀφηνιάσαντα πλημμελῆ καὶ ἄτακτον ποιεῖται τὸν δρόμον.
- 75.1
ὁ δ’ ἐπιβεβηκὼς οὐδενὸς ἐνειλημμένος, ὑφ’ οὗ στηριχθήσεται, πίπτει, περιδρυπτόμενος δὲ γόνυ καὶ χεῖρας καὶ πρόσωπα μεγάλα κλαίει τὴν ἰδίαν κακοπραγίαν ὁ δείλαιος, πολλάκις δὲ καὶ τὰς βάσεις πρὸς τὸν δίφρον ἐξημμένος ἀνατραπεὶς ὕπτιος ἐπὶ νῶτα ἀπῃώρηται καὶ ἐν ἁρματροχιαῖς αὐταῖς κεφαλήν τε καὶ αὐχένα καὶ ὤμους ἀμφοτέρους περιθραύεται κατασυρόμενος, εἶθ’ ὧδε κἀκεῖσε φορούμενος καὶ πᾶσι τοῖς ἐν ποσὶ προσαραττόμενος οἰκτρότατον ὑπομένει θάνατον.
- 76.1
τῷ μὲν δὴ τοιοῦτον ἀποβαίνει τὸ τέλος, τὸ δὲ ὄχημα ἀνακουφιζόμενον καὶ ἐξαλλόμενον μετὰ βίας, ὅταν ἐπὶ γῆν παλίσσυτον ἐνεχθῇ, ῥᾷστα κατάγνυται, ὡς μηκέτ’ αὖθις ἁρμοσθῆναι καὶ παγῆναι δύνασθαι· τὰ δὲ ζῷα πάντων τῶν συνεχόντων ἀφειμένα παρακινεῖται καὶ οἰστρᾷ καὶ οὐ παύεται φερόμενα, πρὶν ὑποσκελισθέντα πεσεῖν ἢ κατά τινος ἐνεχθέντα κρημνοῦ βαθέος παραπολέσθαι.
- 77.1
τοῦτον οὖν ἔοικε τὸν τρόπον αὐτοῖς ἐπιβάταις τὸ τῆς ψυχῆς ὄχημα σύμπαν διαφθείρεσθαι πλημμελῆσαν τὴν ἡνιόχησιν. τοὺς δὴ τοιούτους ἵππους καὶ τοὺς ἐποχουμένους ἄνευ τέχνης αὐτοῖς λυσιτελὲς καθαιρεῖσθαι, ἵνα τὰ ἀρετῆς ἐγείρηται· πιπτούσης γὰρ ἀφροσύνης ἀνάγκη φρόνησιν ὑπανίστασθαι.
- 78.1
διὰ τοῦτ’ ἐν προτρεπτικοῖς Μωυσῆς φησιν· „ἐὰν ἐξέλθῃς εἰς πόλεμον ἐπ’ ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονα, οὐ φοβηθήσῃ, ὅτι κύριος ὁ θεὸς μετὰ σοῦ“ (Deut. 20,1)· θυμοῦ γὰρ καὶ ἐπιθυμίας καὶ συνόλως ἁπάντων παθῶν, πασῶν δὲ καὶ τῶν ἄλλων κακιῶν ἐποχουμένων ὥσπερ ἵπποις ἑκάστοις λογισμῶν, κἂν ἀμάχῳ ῥώμῃ κεχρῆσθαι νομίζωσιν, ἀλογητέον τοὺς ἔχοντας τὴν τοῦ μεγάλου βασιλέως θεοῦ δύναμιν ὑπερασπίζουσαν καὶ προαγωνιζομένην αἰεὶ καὶ πανταχοῦ.
- 79.1
στρατὸς δὲ θεῖος αἱ ἀρεταὶ φιλοθέων ὑπέρμαχοι ψυχῶν, αἷς, ἐπειδὰν ἴδωσι τὸν ἀντίπαλον ἡττημένον, ἁρμόττει πάγκαλον καὶ πρεπωδέστατον ὕμνον ᾄδειν τῷ νικηφόρῳ καὶ καλλινίκῳ θεῷ. δύο δὲ χοροί, ὁ μὲν τῆς ἀνδρωνίτιδος, ὁ δὲ τῆς γυναικωνίτιδος ἑστίας, στάντες ἄντηχον καὶ ἀντίφωνον ἀναμέλψουσιν ἁρμονίαν.
- 80.1
χρήσεται δ’ ὁ μὲν τῶν ἀνδρῶν χορὸς ἡγεμόνι Μωυσεῖ, νῷ τελείῳ, ὁ δὲ τῶν γυναικῶν Μαριάμ, αἰσθήσει κεκαθαρμένῃ (Exod. 15, 1. 20)· δίκαιον γὰρ καὶ νοητῶς καὶ αἰσθητῶς τοὺς εἰς τὸ θεῖον ὕμνους καὶ εὐδαιμονισμοὺς ἀνυπερθέτως ποιεῖσθαι καὶ τῶν ὀργάνων ἐμμελῶς κρούειν ἑκάτερον, τό τε νοῦ καὶ αἰσθήσεως, ἐπὶ τῇ τοῦ μόνου σωτῆρος εὐχαριστίᾳ καὶ τιμῇ.
- 81.1
τὴν γοῦν παράλιον ᾠδὴν ᾄδουσι μὲν πάντες ἄνδρες, οὐ μὴν τυφλῇ διανοίᾳ, ἀλλ’ ὀξὺ καθορῶντες Μωυσέως ἐξάρχοντος, ᾄδουσι δὲ καὶ γυναῖκες αἱ πρὸς ἀλήθειαν ἄρισται, τῷ τῆς ἀρετῆς ἐγγεγραμμέναι πολιτεύματι, Μαριὰμ ἀφηγουμένης αὐταῖς.
- 82.1
ὕμνος δὲ ὁ αὐτὸς ἀμφοτέροις ᾄδεται τοῖς χοροῖς ἐπῳδὸν ἔχων θαυμασιώτατον, ὃν ἐφυμνεῖσθαι καλόν· ἔστι δὲ τοιόσδε· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15,1.21)·
- 83.1
ἀμείνονα γὰρ καὶ τελειοτέραν οὐκ ἄν τις εὕροι σκοπῶν νίκην ἢ καθ’ ἣν τὸ τετράπουν καὶ σκιρτητικὸν καὶ ὑπέραυχον ἥττηται παθῶν τε καὶ κακιῶν ἀλκιμώτατον στῖφος—καὶ γὰρ κακίαι τῷ γένει τέτταρες καὶ πάθη ταύταις ἰσάριθμα—, πρὸς δὲ καὶ ὁ ἐπιβάτης αὐτῶν μισάρετος καὶ φιλοπαθὴς νοῦς καταπεσὼν οἴχεται, ὃς ἡδοναῖς καὶ ἐπιθυμίαις, ἀδικίαις τε καὶ πανουργίαις, ἔτι δὲ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ τοῖς παραπλησίοις θρέμμασιν ἐγεγήθει.
- 84.1
παγκάλως οὖν ὁ νομοθέτης ἐν ταῖς παραινέσεσιν ἐκδιδάσκει μηδ’ ἄρχοντα χειροτονεῖν ἱπποτρόφον, ἀνεπιτήδειον οἰόμενος εἶναι πρὸς ἡγεμονίαν πάνθ’ ὃς ἂν περὶ ἡδονὰς καὶ ἐπιθυμίας καὶ ἔρωτας ἀκαθέκτους μεμηνὼς οἷα ἀχαλίνωτος καὶ ἀφηνιαστὴς ἵππος οἰστρᾷ· λέγει γὰρ ὧδε· „οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστι· διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον“ (Deut. 17,15. 16).
- 85.1
οὐκοῦν τῶν ἱπποτρόφων πρὸς ἀρχὴν πέφυκεν οὐδεὶς κατὰ τὸν ἱερώτατον Μωυσῆν· καίτοι φαίη τις ἂν ἴσως, ὅτι μεγάλη χείρ ἐστι βασιλέως ἱππικὴ δύναμις οὔτε πεζῆς οὔτε ναυτικῆς ἀποδέουσα, πολλαχοῦ δὲ καὶ λυσιτελεστέρα καὶ μάλιστα ἐν οἷς ἀνυπερθέτου καὶ συντόνου τάχους τῆς ἐπεξόδου δεῖ τῶν καιρῶν μέλλειν οὐκ ἐπιτρεπόντων, ἀλλ’ ἐπ’ αὐτῆς ἱσταμένων ἀκμῆς, ὡς μὴ ἀναβάλλεσθαι τοὺς ὑστερηκότας μᾶλλον ἢ ἀποτυχεῖν ἂν εἰκότως εἰσάπαν νομισθῆναι, φθάντων παρελθεῖν ὥσπερ
- 86.1
νέφους ἐκείνων. εἴποιμεν δ’ ἂν αὐτοῖς· οὐδεμίαν, ὦ γενναῖοι, φρουρὰν ἄρχοντος ὁ νομοθέτης ὑποτέμνεται οὐδὲ τὸ συλλεχθὲν αὐτῷ στράτευμα ἀκρωτηριάζει τῆς δυνάμεως τὸ ἀνυσιμώτερον, τὴν ἱππικὴν δύναμιν, ἀποκόπτων, ἀλλ’ ὡς οἷόν τε πειρᾶται συναύξειν, ἵν’ εἴς τε ἰσχὺν καὶ πλῆθος ἐπιδόντες οἱ σύμμαχοι ῥᾷστα τοὺς ἐναντίους καθαιρῶσι.
- 87.1
τίνι γὰρ οὕτω λοχίσαι στράτευμα καὶ τάξαι καὶ κατὰ φάλαγγας διανεῖμαι καὶ λοχαγοὺς καὶ ταξιάρχους καὶ τοὺς ἄλλους πλειόνων ἢ ἐλαττόνων ἡγεμόνας καταστῆσαι ἢ ὅσα τακτικὰ καὶ στρατηγικὰ εὕρηται [καὶ] τοῖς ὀρθῶς χρησομένοις ὑφηγήσασθαι κατὰ πολλὴν τῆς ἐν τούτοις ἐπιστήμης περιουσίαν ἐξεγένετο;
- 88.1
ἀλλὰ γὰρ οὐκ ἔστι νῦν ὁ λόγος αὐτῷ περὶ δυνάμεως ἱππικῆς, ἣν συγκροτεῖσθαι πρὸς ἄρχοντος ἐπ’ ἀναιρέσει δυσμενῶν καὶ σωτηρίᾳ φίλων ἀναγκαῖον, ἀλλὰ περὶ τῆς κατὰ ψυχὴν ἀλόγου καὶ ἀμέτρου καὶ ἀπειθοῦς φορᾶς, ἣν ἐπιστομίζειν λυσιτελές, μή ποτε τὸν λαὸν αὐτῆς ἅπαντα εἰς Αἴγυπτον, τὴν τοῦ σώματος χώραν, ἀποστρέψῃ καὶ φιλήδονον καὶ φιλοπαθῆ μᾶλλον ἢ φιλάρετον καὶ φιλόθεον ἀνὰ κράτος ἐργάσηται, ἐπειδὴ τὸν πλῆθος ἵππων παρ’ ἑαυτῷ κτώμενον ἀνάγκη τὴν εἰς Αἴγυπτον, ὡς αὐτὸς ἔφη, βαδίζειν ὁδόν.
- 89.1
ὅταν γὰρ καθ’ ἑκάτερον τοῖχον τῆς ψυχῆς νεὼς τρόπον, τόν τε νοῦ καὶ αἰσθήσεως, ὑπὸ βίας τῶν καταπνεόντων εἰς αὐτὴν παθῶν τε καὶ ἀδικημάτων ἀντιρρεπούσης καὶ κλινομένης ἐξαιρόμενον ἐπιβαίνῃ τὸ κῦμα, τόθ’ ὡς εἰκὸς ὑπέραντλος ὁ νοῦς γινόμενος καταποντοῦται· βυθὸς δέ ἐστιν, εἰς ὃν καταποντοῦται καὶ καταδύεται, σῶμα αὐτὸ τὸ ἀπεικασθὲν Αἰγύπτῳ.
- 90.1
μή ποτ’ οὖν περὶ τοῦτο σπουδάσῃς τῆς ἱπποτροφίας τὸ εἶδος. οἱ μὲν γὰρ θάτερον μετιόντες ψεκτοὶ μὲν καὶ αὐτοί· πῶς γὰρ οὔ; παρ’ οἷς ἄλογα ζῷα μᾶλλον τετίμηται, ὧν ἐκ τῆς οἰκίας ἵππων μὲν ἀγέλαι κατευωχημένων ἀεὶ προέρχονται, ἀνθρώπων δὲ ἑπομένων οὐδὲ εἷς ἔρανον εἰς ἐπανόρθωσιν ἐνδείας, οὐ δωρεὰν εἰς περιουσίαν εὑρισκόμενος.
- 91.1
ἀλλ’ ὅμως κουφότερα ἀδικοῦσιν· ἀθλητὰς γὰρ ἵππους ἀνατρέφοντες τούς τε ἱεροὺς ἀγῶνας καὶ τὰς πανταχῇ πανηγύρεις ἀγομένας φασὶ κοσμεῖν καὶ οὐχ ἡδονῆς μόνον [ἀλλὰ] καὶ τῆς περὶ τὴν θέαν τέρψεως αἴτιοι γίνεσθαι τοῖς ὁρῶσιν, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀσκήσεώς τε καὶ μελέτης· οἱ γὰρ τὸν τοῦ νικηφορῆσαι πόθον ἐνιδόντες θηρίοις, διὰ τιμῆς ἔρωτα καὶ ζῆλον ἀρετῆς ἀλέκτῳ τινὶ προτροπῇ καὶ προθυμίᾳ χρησάμενοι, πόνους ἡδεῖς ὑποστάντες τῶν οἰκείων καὶ ἐπιβαλλόντων οὐκ ἀφέξονται, πρὶν ἢ ἐπὶ τέλος ἐλθεῖν αὐτῶν.
- 92.1
ἀλλ’ οὗτοι μὲν εὑρεσιλογοῦσιν ἀδικοῦντες, οἱ δ’ ἄνευ ἀπολογίας διαμαρτάνοντές εἰσιν οἱ τὸν ἀναβάτην νοῦν ἔποχον ἀποφαίνοντες ἄπειρον ἱππικῆς ἐπιστήμης κακίᾳ καὶ πάθει τετράποδι.
- 93.1
ἐὰν μέντοι τέχνην τὴν ἡνιοχικὴν ἀναδιδαχθεὶς ἐπὶ πλέον ἐνομιλήσῃς καὶ ἐνδιατρίψῃς αὐτῇ καὶ ἤδη νομίσῃς ἱκανὸς εἶναι δύνασθαι κρατεῖν ἵππων, ἀναβὰς ἔχου τῶν ἡνιῶν· οὕτως γὰρ οὔτε ἀνασκιρτώντων αὐτὸς ἀποπίπτων μετὰ τραυμάτων δυσιάτων γέλωτα παρ’ ἐπιχαιρεκακοῦσιν ὀφλήσεις θεαταῖς οὔτ’ ἐξ ἐναντίας ἢ κατόπιν ἐπιτρεχόντων ἐχθρῶν ἁλώσῃ, τοὺς μὲν τάχει φθάνων τῷ προεκδραμεῖν διώκοντας, τῶν δὲ προσιόντων ἀλογῶν διὰ τὴν τοῦ δύνασθαι ἐξαναχωρεῖν
- 94.1
ἀσφαλῶς ἐπιστήμην. οὐκ εἰκότως οὖν Μωυσῆς ἐπὶ τῇ τῶν ἀναβατῶν ᾄδων ἀπωλείᾳ τοῖς ἱππεῦσιν εὔχεται σωτηρίαν παντελῆ; δύνανται γὰρ οὗτοι χαλινὸν ταῖς ἀλόγοις δυνάμεσιν ἐμβαλόντες αὐτῶν ἐπιστομίζειν τῆς πλεοναζούσης τὴν φορὰν ὁρμῆς. τίς οὖν ἡ εὐχή, λεκτέον· „γενέσθω“ φησί „Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων κυρίου“ (Gen. 49,17. 18).
- 95.1
ὃ δ’ αἰνίττεται διὰ τῆς εὐχῆς, μηνυτέον· ἑρμηνεύεται Δὰν κρίσις· τὴν οὖν ἐξετάζουσαν καὶ ἀκριβοῦσαν καὶ διακρίνουσαν καὶ τρόπον τινὰ δικάζουσαν ἕκαστα τῆς ψυχῆς δύναμιν ὡμοίωσε δράκοντι—ζῷον δ’ ἐστὶ καὶ τὴν κίνησιν ποικίλον καὶ συνετὸν ἐν τοῖς μάλιστα καὶ πρὸς ἀλκὴν ἕτοιμον καὶ τοὺς χειρῶν ἄρχοντας ἀδίκων ἀμύνασθαι δυνατώτατον—, οὐ μὴν τῷ φίλῳ καὶ συμβούλῳ ζωῆς—Εὔαν πατρίῳ γλώττῃ καλεῖν αὐτὴν ἔθος—, ἀλλὰ τῷ πρὸς Μωυσέως ἐξ ὕλης χαλκοῦ δημιουργηθέντι, ὃν οἱ δηχθέντες ὑπὸ τῶν ἰοβόλων ὄφεων καίτοι μέλλοντες τελευτήσειν ὁπότε κατίδοιεν ἐπιβιοῦν
- 96.1
καὶ μηδέποτε ἀποθνῄσκειν λέγονται (Num. 21,8). ταῦτα δ’ οὕτως μὲν λεγόμενα φάσμασιν ἔοικε καὶ τέρασι, δράκων ἀνθρώπου προϊέμενος φωνὴν καὶ ἐνσοφιστεύων ἀκακωτάτοις ἤθεσι καὶ πιθανότησιν εὐπαραγώγοις γυναῖκα ἀπατῶν, καὶ ἕτερος αἴτιος σωτηρίας γενόμενος παντελοῦς τοῖς θεασαμένοις.
- 97.1
ἐν δὲ ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι τὸ μὲν μυθῶδες ἐκποδὼν οἴχεται, τὸ δ’ ἀληθὲς ἀρίδηλον εὑρίσκεται· τὸν μὲν οὖν τῆς γυναικὸς ὄφιν, αἰσθήσεως καὶ σαρκῶν ἐκκρεμαμένης ζωῆς, ἡδονὴν εἶναί φαμεν, ἰλυσπωμένην καὶ πολυπλοκωτάτην, ἀνεγερθῆναι μὴ δυναμένην, αἰεὶ καταβεβλημένην, ἐπὶ μόνα τὰ γῆς ἕρπουσαν ἀγαθά, καταδύσεις τὰς ἐν τῷ σώματι ζητοῦσαν, ὥσπερ ὀρύγμασιν ἢ χάσμασιν ἑκάστῃ τῶν αἰσθήσεων ἐμφωλεύουσαν, σύμβουλον ἀνθρώπου, φονῶσαν κατὰ τοῦ κρείττονος, ἰοβόλοις καὶ ἀνωδύνοις γλιχομένην δήγμασιν ἀποκτεῖναι· τὸν δὲ Μωυσέως ὄφιν τὴν ἡδονῆς ἐναντίαν διάθεσιν, καρτερίαν, παρὸ καὶ τῆς χαλκοῦ κραταιοτάτης ὕλης κατεσκευασμένος εἰσάγεται.
- 98.1
τὸν οὖν ἄκρως καταθεασάμενον τὸ καρτερίας εἶδος, κἂν εἰ δεδηγμένος πρότερον ὑπὸ τῶν φίλτρων ἡδονῆς τυγχάνοι, ζῆν ἀναγκαῖον· ἡ μὲν γὰρ ἐπανατείνεται ψυχῇ θάνατον ἀπαραίτητον, ἐγκράτεια δ’ ὑγείαν καὶ σωτηρίαν προτείνει βίου. ἀντιπαθὲς δ’ ἀκολασίας φάρμακον ἡ ἀλεξίκακος σωφροσύνη.
- 99.1
παντὶ δὲ σοφῷ τὸ καλὸν φίλον, ὃ καὶ πάντως ἐστὶ σωτήριον. ὥσθ’ ὅταν εὔχηται Μωυσῆς γενέσθαι τῷ Δὰν ἢ αὐτὸν ἐκεῖνον ὄφιν—ἑκατέρως γὰρ ἔστιν ἐκδέξασθαι —, παραπλήσιον τῷ ὑπ’ αὐτοῦ κατασκευασθέντι, ἀλλ’ οὐχ ὅμοιον τῷ τῆς Εὔας εὔχεται·
- 100.1
τὴν γὰρ εὐχὴν ἀγαθῶν αἴτησιν εἶναι συμβέβηκε. τὸ μὲν οὖν τῆς καρτερίας γένος ἀγαθὸν καὶ οἰστικὸν ἀφθαρσίας, ἀγαθοῦ τελείου, τὸ δὲ τῆς ἡδονῆς κακὸν τὴν μεγίστην τιμωρίαν ἐπιφέρον, θάνατον. διὸ λέγει·
Next → — showing 1–100 of 181
First Thousand Years of Greek. CTS URN tlg0018.tlg009.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.