De Posteritate Caini
- 101.1
Μωυσῆς δὲ οὔτ’ εἰς δεξιὰ οὔτ’ εἰς ἀριστερὰ οὐδ’ ὅλως εἰς μέρη τοῦ γηίνου Ἐδὼμ ἀποκλίνειν οἴεται δεῖν, τῇ δὲ μέσῃ ὁδῷ παρέρχεσθαι, ἣν κυριώτατα καλεῖ βασιλικήν (Num. 20,17). ἐπειδὴ γὰρ πρῶτος καὶ μόνος τῶν ὅλων βασιλεὺς ὁ θεός ἐστι, καὶ ἡ πρὸς αὐτὸν ἄγουσα ὁδὸς ἅτε βασιλέως οὖσα εἰκότως ὠνόμασται βασιλική. ταύτην δ’ ἡγοῦ φιλοσοφίαν, οὐχ ἣν μέτεισιν ὁ νῦν ἀνθρώπων σοφιστικὸς ὅμιλος — λόγων γὰρ οὗτοι τέχνας μελετήσαντες κατὰ τῆς ἀληθείας τὴν πανουργίαν σοφίαν ἐκάλεσαν ἔργῳ μοχθηρῷ θεῖον ἐπιφημίσαντες ὄνομα —, ἀλλ’ ἣν ὁ ἀρχαῖος ἀσκητῶν θίασος διήθλει, τὰς τιθασοὺς τῆς ἡδονῆς γοητείας ἀποστρεφόμενος, ἀστείως καὶ αὐστηρῶς χρώμενος τῇ τοῦ καλοῦ μελέτῃ.
- 102.1
τὴν βασιλικὴν γοῦν ταύτην ὁδόν, ἣν ἀληθῆ καὶ γνήσιον ἔφαμεν εἶναι φιλοσοφίαν, ὁ νόμος καλεῖ θεοῦ ῥῆμα καὶ λόγον. γέγραπται γάρ· „οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερά“ (Deut. 28,14)· ὥστε ἐμφανῶς ἐπιδεδεῖχθαι ὅτι ταὐτόν ἐστι τῇ βασιλικῇ ὁδῷ τὸ θεοῦ ῥῆμα, εἴγε προτρέπει μήτ’ ἀπὸ τῆς βασιλικῆς ὁδοῦ μήτ’ ἀπὸ τοῦ ῥήματος, ὡς συνωνύμων ὄντων, ἀποκλίνοντας ὀρθῇ διανοίᾳ τὴν ἐπ’ εὐθείας ἄγουσαν ἀτραπὸν μέσην τε καὶ λεωφόρον βαδίζειν.
- 103.1
„Ὁ δὲ Ἰουβὰλ οὗτος“ φησίν „ἐστὶ πατὴρ ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν“ (Gen. 4,21). πατέρα μουσικῆς καὶ τῶν κατὰ μουσικὴν πάντων ὀργάνων τὸν γεγωνὸν λόγον προσφυέστατα καλεῖ· τὸ γὰρ φωνητήριον ὄργανον ζῴοις ἡ φύσις πρῶτον καὶ τελειότατον ἐργασαμένη πάσας αὐτῷ τὰς ἁρμονίας καὶ τὰ γένη τῶν μελῳδιῶν εὐθὺς ἐχαρίζετο, ἵν’ ᾖ τοῖς ἐκ τέχνης μέλλουσι δημιουργεῖσθαι προειργασμένον παράδειγμα.
- 104.1
[καὶ] καθάπερ γὰρ τὸ οὖς ἡμῶν κύκλους ἐν κύκλοις, ἐλάττους ἐν μείζοσι, γράφουσα σφαιρικὸν ἐτόρνευε τοῦ τὴν προσιοῦσαν φωνὴν μὴ χεομένην ἔξω σκεδάννυσθαι, εἴσω δ’ ὑπὸ τῶν κύκλων συναγομένην καὶ σφιγγομένην οἷα διαχεομένην τὴν ἀκοὴν εἰς τὰς τοῦ ἡγεμονικοῦ δεξαμενὰς ἐπαντλεῖσθαι — καὶ τοῦτ’ εὐθὺς ἦν παράδειγμα θεάτρων τῶν κατὰ πόλεις εὐδαίμονας· πρὸς γὰρ τὸ ὤτων σχῆμα ἄκρως ἡ θεάτρων κατασκευὴ μεμίμηται —, οὕτως καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἡ τὰ ζῷα φύσις διαπλάσασα ὥσπερ μουσικὸν κανόνα τείνασα τὰ ἐναρμόνια καὶ χρωματικὰ καὶ διατονικὰ γένη συνυφαίνουσα κατὰ τὰς τῶν συνημμένων καὶ διεζευγμένων μελῳδιῶν παμπληθεῖς ποικιλίας παντὸς ὀργάνου μουσικοῦ παράδειγμα ἱδρύετο.
- 105.1
ὅσα γοῦν αὐλοὶ καὶ λύραι καὶ τὰ παραπλήσια μελῳδοῦσι, τῆς ἀηδόνων ἢ κύκνων μουσικῆς τοσοῦτον ἀπολείπεται, ὅσον ἀπεικόνισμα καὶ μίμημα ἀρχετύπου παραδείγματος, φθαρτὸν εἶδος ἀφθάρτου γένους. τὴν μὲν γὰρ ἀνθρώπων μουσικὴν οὐδενὶ τῶν ἄλλων συγκρίνειν ἄξιον ἔχουσαν γέρας ἐξαίρετον, ᾧ τετίμηται, τὴν ἔναρθρον σαφήνειαν.
- 106.1
τὰ μὲν γὰρ ἄλλα τῇ περὶ τὴν φωνὴν κλάσει χρώμενα καὶ ταῖς ἐπαλλήλοις τῶν τόνων μεταβολαῖς ἀκοὰς αὐτὸ μόνον ἡδύνει, ὁ δ’ ἄνθρωπος, ὥσπερ πρὸς τὸ λέγειν, οὕτως καὶ πρὸς τὸ ᾄδειν ἀρθρωθεὶς ὑπὸ φύσεως ἑκάτερον, ἀκοήν τε καὶ νοῦν, ἐπάγεται, τὴν μὲν τῷ μέλει κηλῶν, τὸν δὲ τοῖς νοήμασιν ἐπιστρέφων.
- 107.1
καθάπερ γὰρ ὄργανον ἀμούσῳ μὲν παραδοθὲν ἀνάρμοστον, μουσικῷ δὲ κατὰ τὴν ἐν αὐτῷ τέχνην εὐάρμοστον γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος ὑπὸ μὲν φαύλου νοῦ κινούμενος ἀνάρμοστος, ὑπὸ δὲ σπουδαίου πάνυ ἐμμελὴς εὑρίσκεται.
- 108.1
λύρα γε μὴν ἢ εἴ τι τῶν ὁμοίων, εἰ μὴ πληχθείη πρός τινος, ἠρεμεῖ· λόγος τε αὖ | μὴ πληχθεὶς ὑφ’ ἡγεμονικοῦ κατὰ τἀναγκαῖον ἡσυχίαν ἄγει. καὶ μὴν ὥσπερ ὄργανα κατὰ τὰς τοῦ μέλους ἀπείρους ὅσας κράσεις μεθαρμόττεται, οὕτως καὶ ὁ λόγος συνῳδός τις ἑρμηνεὺς πραγμάτων γινόμενος ἀμυθήτους λαμβάνει μεταβολάς.
- 109.1
τίς γὰρ ἂν ὁμοίως γονεῦσι καὶ τέκνοις διαλεχθείη, τῶν μὲν φύσει δοῦλος, τῶν δὲ γένει δεσπότης ὤν; τίς δ’ ἂν ἀδελφοῖς καὶ ἀνεψιοῖς ἢ συνόλως τοῖς ἐγγὺς γένους καὶ μακρὰν οὖσιν; τίς δ’ ἂν οἰκείοις καὶ ἀλλοτρίοις, ἢ πολίταις καὶ ξένοις, οὐ μικρὰς οὐδὲ * * * τύχης ἢ φύσεως ἢ ἡλικίας ἔχουσι διαφοράς; πρεσβύτῃ γὰρ ἑτέρως ὁμιλητέον καὶ νέῳ, καὶ πάλιν ἐνδόξῳ καὶ ταπεινῷ, καὶ πλουσίῳ καὶ πένητι, καὶ ἄρχοντι καὶ ἰδιώτῃ, καὶ θεράποντι καὶ δεσπότῃ, γυναικί τε αὖ καὶ ἀνδρί, καὶ ἀτέχνῳ καὶ τεχνίτῃ.
- 110.1
καὶ τί δεῖ τὰς τῶν προσώπων ἀμυθήτους ἰδέας καταλέγεσθαι, πρὸς ἃς ὁ λόγος τρεπόμενος ἄλλοτε ἀλλοῖα λαμβάνει σχήματα; καὶ γὰρ αἱ τῶν πραγμάτων ἰδιότητες τυποῦσιν αὐτὸν κατὰ τοὺς ἰδίους χαρακτῆρας· μεγάλα γὰρ καὶ μικρὰ ἢ πολλὰ καὶ ὀλίγα ἢ ἰδιωτικὰ καὶ δημόσια ἢ ἱερὰ καὶ βέβηλα ἢ ἀρχαῖα καὶ νέα οὐ τὸν αὐτὸν ἂν ἑρμηνεύσαι τρόπον, ἀλλὰ τὸν ἑκάστοις ἐφαρμόζοντα τῷ πλήθει καὶ ἀξιώματι καὶ μεγέθει, τοτὲ μὲν ὑψηλὸν αἴρων ἑαυτόν, τοτὲ δ’ ἔμπαλιν συνάγων τε καὶ συστέλλων.
- 111.1
παρέχουσι δ’ ὥσπερ τὰ πράγματα καὶ τὰ πρόσωπα τῷ λόγῳ μεταβολάς, οὕτως καὶ αἱ τῶν γινομένων αἰτίαι καὶ οἱ τρόποι καθ’ οὓς γίνεται, προσέτι μέντοι καὶ τὰ ὧν οὐκ ἄνευ πάντα, χρόνοι καὶ τόποι. παγκάλως οὖν ὁ μετακλίνων λόγους Ἰουβὰλ πατὴρ εἴρηται ψαλτηρίου καὶ κιθάρας, ἀπὸ μέρους τῆς ὅλης μουσικῆς, ὡς ἐπιδέδεικται.
- 112.1
Τὰ μὲν οὖν τῆς Ἀδᾶς ἔγγονα καὶ αὐτὴ τίς ἐστι δεδήλωται· τὴν δ’ ἑτέραν γυναῖκα τοῦ Λάμεχ Σελλὰν καὶ ὅσα ἀποκύει θεασώμεθα. Σελλὰ τοίνυν ἑρμηνεύεται σκιά, τῶν περὶ σῶμα καὶ ἐκτὸς ἀγαθῶν, ἃ τῷ ὄντι σκιᾶς οὐδὲν διαφέρει, σύμβολον. ἢ κάλλος οὐχὶ σκιά, ὃ πρὸς βραχὺν ἀνθῆσαν χρόνον ἀφαυαίνεται, ἰσχὺς δὲ καὶ εὐτονία σώματος, ἃς ἡ τυχοῦσα νόσος ἐξέλυσεν, αἰσθητήρια δὲ καὶ ἡ περὶ ταῦτα ἀκρίβεια, ἣν ῥεῦμα δυσῶδες ἐνέφραξεν ἢ γῆρας, ἡ ἀναγκαία καὶ κοινὴ πάντων νόσος, ἐπήρωσεν; ἔτι δ’ οὐχὶ πλοῦτοι καὶ δόξαι καὶ ἀρχαὶ καὶ τιμαὶ καὶ ὅσα τῶν ἐκτὸς ἀγαθὰ νενόμισται σκιὰ πάντα;
- 113.1
χρὴ δὲ τὴν διάνοιαν ὡς δι’ ἀναβαθμῶν ἐπὶ τὴν τοῦ παντὸς ἐπάγειν ἀρχήν. εἰς Δελφοὺς γεγόνασιν ἄνθρωποι τῶν λεγομένων ἐνδόξων, οἳ τοὺς εὐδαίμονας βίους ἐκεῖσε ἀνατεθείκασι. καθάπερ οὖν ἐξίτηλοι γραφαί, οὐ χρόνου μήκει μόνον [οὐ] διερρύησαν, ἀλλὰ καὶ καιρῶν ὀξείαις μεταβολαῖς ἐκπεπνεύκασιν, εἰσὶ δ’ οὓς οἷα χειμάρρου φορὰ πλημμύροντος ἐξαίφνης ἐπικλύσασα ἠφάνισεν.
- 114.1
ἐκ ταύτης τῆς σκιᾶς καὶ τῶν ἀβεβαίων ὀνειράτων ἀποκυεῖται υἱωνός, ὃν ὠνόμασεν Θοβέλ (Gen. 4,22)· ἑρμηνεύεται δὲ σύμπασα. τῷ γὰρ ὄντι οἱ τὸ παρὰ πολλοῖς ᾀδόμενον ἀγαθὸν σύνθετον πλουθυγείαν κτησάμενοι μικρὰ καὶ μεγάλα καὶ πάνθ’ ἁπλῶς ἀνῆφθαι δοκοῦσιν.
- 115.1
εἰ δὲ καὶ παραγένοιτό τις αὐτεξούσιος ἡγεμονία, φυσηθέντες καὶ μετεωρισθέντες ὑπὸ κούφης ἐννοίας, ἐκλαθόμενοι ἑαυτῶν καὶ ὕλης φθαρτῆς ἐξ ἧς γεγόνασι, μείζονος ἢ κατ’ ἀνθρωπίνην σύστασιν οἰηθέντες φύσεως ἐπιλαχεῖν ταῖς τιμαῖς αὑτοὺς ὑπὸ μεγαλαυχίας ἀποσεμνύναντες ἐξεθείωσαν. ἤδη γοῦν τινες ἐπετόλμησαν τὸν ἀληθῆ θεὸν φάναι μὴ εἰδέναι (Exod. 5,2), τῆς περὶ αὐτοὺς ἀνθρωπότητος ἐκλαθόμενοι, διὰ τὴν τῶν περὶ σῶμα καὶ ἐκτὸς ἀμετρίαν ἀφθόνως * * * οὑς ἕκαστος χαρακτηρίζων.
- 116.1
εἶτά φησιν ὅτι „οὗτος ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου“ (Gen. 4,22). τοῦ γὰρ σεσοβημένου περὶ τὰς ἢ σωματικὰς ἡδονὰς [ἢ τὰς ἡδονὰς] ἢ τὰς ἐκτὸς ὕλας ἡ ψυχὴ καθάπερ ἐπ’ ἄκμονος σφυρηλατεῖται κατὰ τὰς τῶν ἐπιθυμιῶν μακρὰς καὶ διωλυγίους ἐκτάσεις ἐλαυνομένη. τοὺς μέν γε φιλοσωμάτους ἴδοις ἂν ἀεὶ καὶ πανταχοῦ λίνα καὶ πάγας πρὸς τῶν ὧν ὀρέγονται θήραν τιθέντας, τοὺς δ’ αὖ φιλαργύρους καὶ φιλοδόξους τὸν περὶ ταῦτα οἶστρον καὶ ἵμερον ἐπὶ τὰ πέρατα γῆς καὶ θαλάττης ἀποστέλλοντας καὶ ὥσπερ δικτύοις ταῖς ἀορίστοις αὑτῶν ὀρέξεσιν ἐπισπωμένους τὰ πανταχόθεν, μέχρις ἂν ὑπὸ βίας ἡ σφοδρὰ τάσις ῥῆξιν λαβοῦσα καὶ τοὺς ἕλκοντας ἀντεπισπωμένη πρηνεῖς καταβάλλῃ.
- 117.1
δημιουργοὶ δ’ εἰσὶ πάντες οὗτοι πολέμου, παρὸ σίδηρον καὶ χαλκὸν ἐργάζεσθαι λέγονται, δι’ ὧν οἱ πόλεμοι συνίστανται. τὰς μὲν γὰρ μεγίστας καὶ ἀνδρῶν ἰδίᾳ καὶ πόλεων κοινῇ διαφορὰς εὕροι τις ἂν σκοπῶν καὶ πάλαι γεγενημένας καὶ νῦν ὑπαρχούσας καὶ ἐσομένας αὖθις ἢ εὐμορφίας γυναικὸς εἵνεκα ἢ χρημάτων ἢ δόξης ἢ τιμῆς ἢ ἀρχῆς ἢ κτήσεως ἢ συνόλως ὅσα σώματος καὶ τῶν ἐκτός ἐστι πλεονεκτήματα·
- 118.1
παιδείας δὲ καὶ ἀρετῆς χάριν, ἃ τοῦ κρατίστου τῶν ἐν ἡμῖν ἀγαθὰ διανοίας ἐστίν, οὔτε ξενικὸς οὔτ’ ἐμφύλιος πώποτε κατέσχε πόλεμος· εἰρηναῖα γὰρ φύσει ταῦτα, ἐφ’ ὧν εὐνομία καὶ εὐστάθεια καὶ ὅσα περικαλλέστατα εἴδη τοῖς ψυχῆς ὀξυδερκεστάτοις ὄμμασιν, οὐχὶ τοῖς σώματος ἀμυδροῖς, θεωρεῖται· ταῦτα μὲν γὰρ τὰς ἐκτὸς ἐπιφανείας μόνον ὁρᾷ, ὁ δὲ τῆς διανοίας ὀφθαλμὸς εἴσω προελθὼν καὶ βαθύνας τὰ ἐν αὐτοῖς σπλάγχνοις ἐγκεκρυμμένα κατεῖδε.
- 119.1
γίνονται δ’ αἱ ταραχαὶ ἢ αἱ στάσεις πᾶσαι τοῖς ἀνθρώποις ἀεὶ σχεδὸν περὶ μὲν οὐδενὸς ἄλλου, περὶ δὲ τῆς πρὸς ἀλήθειαν σκιᾶς. τὸν γὰρ δημιουργὸν τῶν πολεμιστηρίων ὅπλων, χαλκοῦ καὶ σιδήρου, Θοβὲλ υἱὸν Σελλᾶς τῆς σκιᾶς ὠνόμασεν, οὐ λόγων τέχναις, ἀλλὰ νοημάτων ὑπερβάλλοντι κάλλει φιλοσοφῶν. ἔγνω γὰρ ὅτι πᾶς ἢ ναυτικὸς ἢ πεζὸς στρατὸς τοὺς μεγίστους αἱρεῖται κινδύνους ἕνεκα σωματικῶν ἡδονῶν ἢ χάριν περιουσίας τῶν ἐκτός, ὧν οὐδὲν βέβαιον ἢ πάγιον ὑπὸ τοῦ πάντα ἐξελέγχοντος αἰῶνος μαρτυρεῖται·
- 120.1
σκιαγραφίαις γὰρ ἐπιπολαίοις ἐξ ἑαυτῶν διαρρεούσαις ἔοικε. τοῦ δὲ Θοβὲλ ἀδελφὴν εἶναί φησι Νοεμάν (Gen. 4,22), ἧς ἑρμηνεία πιότης· ἀκολουθεῖ γὰρ τοῖς εὐπάθειαν σώματος καὶ ἃς εἶπον ὕλας μεταδιώκουσιν, ὅταν τινὸς ὧν ὀρέγονται λάχωσι, πιαίνεσθαι. τὴν δὲ τοιαύτην πιότητα οὐκ ἰσχύν, ἀλλ’ ἀσθένειαν ἔγωγε τίθεμαι· διδάσκει γὰρ ἀφίστασθαι θεοῦ τιμῆς, ἣ πρώτη καὶ ἀρίστη ψυχῆς ἐστι δύναμις.
- 121.1
μάρτυς δ’ ὁ νόμος ἐν ᾠδῇ μείζονι λέγων οὕτως· „ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἐπελάθετο θεοῦ σωτῆρος αὐτοῦ“ (Deut. 32,15). ὄντως γὰρ οὐκέτι μέμνηνται τοῦ αἰωνίου, οἷς πρὸς καιρὸν ὁ βίος ἤνθησε· νομίζουσι γοῦν τὸν καιρὸν θεόν.
- 122.1
διὸ καὶ Μωυσῆς μαρτυρεῖ προτρέπων πολεμεῖν ταῖς ἐναντίαις δόξαις· λέγει γάρ· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν“ (Num. 14,9)· ὥσθ’ | οἷς μὲν ὁ ψυχῆς βίος τετίμηται, λόγος θεῖος ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, οἷς δ’ ὁ τῶν ἡδονῶν, ἐφήμερον καὶ κατεψευσμένην ἔχουσιν εὐκαιρίαν. οὗτοι μὲν οὖν ὑπὸ διαρρεούσης πιότητός τε καὶ τέρψεως ἐπὶ πλέον οἰδήσαντες καὶ περιταθέντες ἐξερράγησαν· οἱ δὲ τῇ τρεφούσῃ τὰς φιλαρέτους ψυχὰς σοφίᾳ πιαινόμενοι βέβαιον καὶ ἀκράδαντον ἴσχουσι δύναμιν, ἧς ὑπόδειγμα τὸ ὁλοκαυτούμενον ἀπὸ παντὸς ἱερείου στέαρ.
- 123.1
λέγει γὰρ Μωυσῆς· „πᾶν στέαρ τῷ κυρίῳ νόμιμον αἰώνιον“ (Lev. 3, 16.17), ὡς τῆς κατὰ μὲν διάνοιαν πιότητος ἀναφερομένης ἐπὶ θεὸν καὶ οἰκειουμένης αὐτῷ, διόπερ ἀπαθανατίζεται, τῆς δὲ κατὰ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἀναφερομένης ἐπὶ τὸν ἀντίθεον καιρόν, διὸ καὶ τάχιστα παρήκμασεν.
- 124.1
Περὶ μὲν οὖν τῶν Λάμεχ γυναικῶν τε καὶ ἐκγόνων ἱκανῶς οἶμαι δεδηλῶσθαι· τὴν δ’ ὥσπερ παλιγγενεσίαν Ἄβελ τοῦ δολοφονηθέντος σκεψώμεθα. „ἔγνω“ φησίν „Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· ἐξανέστησε γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4,25). Σὴθ ἑρμηνεύεται ποτισμός.
- 125.1
ὥσπερ οὖν τὰ κατὰ γῆν σπέρματα καὶ φυτὰ ποτιζόμενα αὔξεται καὶ βλαστάνει καὶ πρὸς καρπῶν γενέσεις εὐτοκεῖ, στερόμενα δὲ ἐπιρροῆς ἀφαυαίνεται, οὕτως ἡ ψυχή, καθάπερ φαίνεται, ὅταν νάματι ποτίμῳ σοφίας ἄρδηται, βλαστάνει τε καὶ ἐπιδίδωσι πρὸς τὸ βέλτιον. ποτισμὸς δὲ ὁ μέν ἐστι ποτίζοντος, ὁ δ’ αὖ ποτιζομένου.
- 126.1
ἢ οὐκ ἂν εἴποι τις τῶν αἰσθήσεων ἑκάστην ὥσπερ ἀπὸ πηγῆς τοῦ νοῦ ποτίζεσθαι τὰς δυνάμεις καθάπερ ὀχετοὺς ἀνευρύνοντός τε καὶ τείνοντος; οὐδεὶς γοῦν εὖ φρονῶν εἴποι ἂν ὀφθαλμοὺς ὁρᾶν, ἀλλὰ νοῦν δι’ ὀφθαλμῶν, οὐδ’ ὦτα ἀκούειν, ἀλλὰ δι’ ὤτων ἐκεῖνον, οὐδὲ μυκτῆρας ὀσφραίνεσθαι, ἀλλὰ διὰ μυκτήρων τὸ ἡγεμονικόν.
- 127.1
διὸ καὶ ἐν Γενέσει λέγεται· „πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς“ (Gen. 2,6). ἐπεὶ γὰρ ὅλου τοῦ σώματος μέρος ἐξαίρετον ἔνειμεν ἡ φύσις τὸ πρόσωπον αἰσθήσεσιν, ἡ ἀνιοῦς’ ἀφ’ ἡγεμονικοῦ πηγὴ σχιζομένη πολλαχῇ καθάπερ τινὰς ὑδρορρόας ἀναστείλασα μέχρι προσώπου, δι’ αὐτῶν τὰς δυνάμεις ἐφ’ ἕκαστον ἄγει τῶν αἰσθητικῶν ὀργάνων. οὕτως μέντοι καὶ ὁ θεοῦ λόγος ποτίζει τὰς ἀρετάς· ἀρχὴ γὰρ καὶ πηγὴ καλῶν πράξεων οὗτος.
- 128.1
δηλοῖ δ’ ὁ νομοθέτης φάσκων· „ποταμὸς δ’ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρος ἀρχάς“ (Gen. 2,10). γενικαὶ μὲν γάρ εἰσιν ἀρεταὶ τέσσαρες, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη· τούτων δ’ ἡγεμονὶς ἑκάστη καὶ βασιλίς ἐστι, καὶ ὁ κτησάμενος αὐτὰς ἄρχων καὶ βασιλεὺς εὐθέως, κἂν μηδεμιᾶς ὕλης εὐπορῇ.
- 129.1
τὸ γὰρ „ἀφορίζεται εἰς τέσσαρας ἀρχὰς“ οὐ τούτων διάστασιν, ἀλλ’ ἀρετῶν ἡγεμονίαν ἐμφαίνει καὶ κράτος. αὗται δὲ καθάπερ ἐκ μιᾶς ῥίζης ἐκπεφύκασι τοῦ θείου λόγου, ὃν εἰκάζει ποταμῷ διὰ τὴν ἀένναον καὶ συνεχῆ φορὰν ποτίμων λόγων καὶ δογμάτων,
- 130.1
οἷς τὰς φιλοθέους τρέφει καὶ συναύξει ψυχάς. ποῖαι δ’ αὗται, κατ’ ὀλίγον ἐπάγων ἐκδιδάσκει, ποιούμενος ἀπὸ τῶν φύσει τὴν ὑφήγησιν τεχνῶν. εἰσάγει γὰρ τὴν Ἄγαρ πληροῦσαν ἀσκὸν ὕδατος καὶ τὸ παιδίον ποτίζουσαν—ἔστι δ’ ἡ Ἄγαρ θεραπαινὶς Σάρρας, τῆς τελείας ἀρετῆς [καὶ] μέση παιδεία—φυσικώτατα· ἐπειδὰν οὖν ἄχρι τοῦ βάθους ἐλθοῦσα τῆς ἐπιστήμης, ἣν ὀνομάζει φρέαρ, ἀρύσηται ὥσπερ εἰς ἄγγος τὴν ψυχὴν τά τε δόγματα καὶ θεωρήματα, ἃ μέτεισιν, οἷς τέθραπται, τούτοις τρέφειν τὸ παιδίον ἀξιοῖ.
- 131.1
παιδίον δὲ καλεῖ τὴν ἄρτι διδασκαλίας ὀρεγομένην ψυχὴν καὶ πρὸς τῷ μαθεῖν νυνὶ τρόπον τινὰ γεγενημένην, παρὸ καὶ ἀνδρωθεὶς ὁ παῖς γίνεται σοφιστής, ὃν προσαγορεύει τοξότην· ἐφ’ ὃ γὰρ ἂν προθῆται κεφάλαιον ὥσπερ σκοπόν, εὐστόχως ἀποδείξεις
- 132.1
ὥσπερ ὀϊστοὺς ἀφίησι. Ῥεβέκκα δ’ οὐκέτι προκοπαῖς ἀλλὰ τελειότητι ποτίζουσα τὸν μαθητὴν εὑρίσκεται. πῶς δέ, αὐτὸς διδάξει ὁ νόμος. „ἡ γὰρ παρθένος“ φησίν „ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν καὶ ἀνέβη. προσέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῇ καὶ εἶπε· πότισόν με δὴ μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. ἡ δὲ εἶπε· πίε, κύριε. καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων· καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. καὶ σπεύσασα ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ δραμοῦσα ἐπὶ τὸ φρέαρ ὑδρεύσατο ταῖς καμήλοις“ (Gen. 24,16 — 20).
- 133.1
τίς οὐκ ἂν θαυμάσειε τὴν περὶ πάντα ἀκρίβειαν τοῦ νομοθέτου; παρθένον εἶπε τὴν Ῥεβέκκαν, καὶ πάνυ καλὴν παρθένον, ὅτι ἀμιγὴς καὶ ἄδολος καὶ ἀμίαντος ἡ ἀρετῆς φύσις καὶ μόνη τῶν ἐν γενέσει καλή τε καὶ ἀγαθή· ἀφ’ ἧς καὶ τὸ στωικὸν ἐβλάστησε δόγμα τὸ μόνον εἶναι τὸ καλὸν ἀγαθόν.
- 134.1
τῶν δ’ ἀρετῶν αἱ μέν εἰσιν αἰεὶ παρθένοι, αἱ δὲ ἐκ γυναικῶν εἰς παρθένους μετέβαλον, ὥσπερ ἡ Σάρρα· „ἐξέλιπε γὰρ γίνεσθαι τὰ γυναικεῖα“ (Gen. 18,11), ὁπότε ἄρχεται τὸ εὔδαιμον γένος κυοφορεῖν, Ἰσαάκ. ἡ δ’ ἀεὶ παρθένος ὑπὸ ἀνδρός, ᾗ φησι, συνόλως οὐ γινώσκεται. θνητῶν γὰρ πρὸς ἀλήθειαν οὐδενὶ τὴν ἀδιάφθορον φύσιν μιαίνειν ἐφεῖται, ἀλλ’ οὐδ’ ἥτις ἐστὶν εἰλικρινῶς εἰδέναι· ἐὰν μέντοι καὶ γνῶναι δυνηθῇ, μισῶν καὶ προβεβλημένος οὐ παύεται.
- 135.1
διὸ καὶ Λείαν φυσικῶς εἰσάγει μισουμένην (Gen. 29, 31)· οὓς γὰρ τὰ φίλτρα τῶν κατὰ Ῥαχήλ, τὴν αἴσθησιν, ἡδονῶν ἐπάγεται, τούτους οὐκ ἀνέχεται ἡ ἐκτὸς τῶν παθῶν Λεία, διόπερ σκορακιζόμενοι μισοῦσιν αὐτήν· τῇ δὲ ἡ πρὸς τὸ γενητὸν ἀλλοτρίωσις πρὸς θεὸν οἰκείωσιν εἰργάσατο, παρ’ οὗ τὰ φρονήσεως παραδεξαμένη σπέρματα ὠδίνει καὶ ἀποτίκτει καλὰς καὶ ἀξίας ἐννοίας τοῦ γεννήσαντος πατρός. ἐὰν οὖν καὶ σὺ μιμησαμένη Λείαν, ὦ ψυχή, τὰ θνητὰ ἀποστραφῇς, ἐξ ἀνάγκης ἐπιστρέψει πρὸς τὸν ἄφθαρτον, ὃς ὅλας ἐπομβρήσει σοι τὰς τοῦ καλοῦ πηγάς.
- 136.1
ἡ δὲ Ῥεβέκκα κατέβη, φησίν, ἐπὶ τὴν πηγὴν πλῆσαι τὴν ὑδρίαν, καὶ ἀνέβη. πόθεν γὰρ τὴν φρονήσεως διψῶσαν διάνοιαν εἰκός ἐστι πληροῦσθαι πλὴν ἀπὸ σοφίας θεοῦ, τῆς ἀνελλιποῦς πηγῆς, εἰς ἣν κατιοῦσα ἀναβαίνει κατά τι συγγενὲς σπουδαίου μαθητοῦ; τοὺς γὰρ ἀπ’ οἰήσεως χαύνου κατελθόντας ὁ ἀρετῆς ἐκδεξάμενος καὶ ὑπολαβὼν δι’ εὐκλείας εἰς ὕψος αἴρει λόγος. οὗ ἕνεκά μοι δοκεῖ καὶ Μωυσῇ διαλέγεσθαι· „βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι“ (Exod. 19,24), ὡς παντὸς τοῦ τὴν ἴδιον ταπεινότητα μετροῦντος ἐπικυδεστέρου παρὰ τοῖς ἀληθείας κριταῖς γινομένου.
- 137.1
παρατετηρημένως δὲ σφόδρα ἡ μὲν [γὰρ] Ἄγαρ ἀσκὸν πρὸς τὴν ὑδρείαν, Ῥεβέκκα δὲ ὑδρίαν ἐπιφέρεται, ὅτι τῇ μὲν τοῖς παιδεύμασι τοῖς ἐγκυκλίοις ἐγχορευούσῃ δεῖ καθάπερ τινῶν σωματικῶν τῆς αἰσθήσεως ἀγγείων, ὀφθαλμῶν, ὤτων, πρὸς τὴν τῶν θεωρημάτων ἀνάληψιν — ἐκ γὰρ τοῦ πολλὰ μὲν ἰδεῖν, πολλῶν δὲ ἐπακοῦσαι περιγίνεται τοῖς φιλομαθέσιν ἡ ἐξ ἐπιστήμης ὠφέλεια —, τῇ δὲ ἀκράτου σοφίας πεπληρωμένῃ δερματίνου μὲν ὄγκου τὸ παράπαν οὐδενός — ἔμαθε γὰρ ἡ ἀσωμάτων ἐρῶσα ὅλον ἀποδύεσθαι λογισμῷ τὸν ἀσκόν, τὸ σῶμα — ὑδρίας δὲ αὐτὸ μόνον, ἣ σύμβολόν ἐστιν ἀγγείου τὸ πολύχουν ὕδατος τρόπον ἡγεμονικὸν κεχωρηκότος· ὅπερ εἴτε μήνιγγα εἴτε καρδίαν εἶναι συντέτευχεν, οἱ περὶ ταῦτα δεινοὶ φιλοσοφείτωσαν.
- 138.1
ὑδρευσαμένην οὖν ἀπὸ σοφίας, τῆς θείας πηγῆς, τὰς ἐπιστήμας ὁ φιλομαθὴς ἰδὼν ἐπιτρέχει καὶ ὑπαντιάσας ἱκέτης γίνεται, ὅπως τὴν τοῦ μαθεῖν δίψαν ἀκέσηται. ἡ δὲ τὸ πρεσβύτατον τῶν παιδευμάτων διδαχθεῖσα, τὸ ἀβάσκανον καὶ φιλόδωρον, εὐθὺς ὀρέγει τὸ σοφίας νᾶμα καὶ ἐμπιεῖν ἀθρόου παρακαλεῖ μετὰ τοῦ καὶ κύριον ὀνομάζειν τὸν οἰκέτην. τοῦτο δ’ ἐστὶ τὸ δογματικώτατον, ὅτι ὁ σοφὸς μόνος ἐλεύθερός τε καὶ ἄρχων,
- 139.1
κἂν μυρίους τοῦ σώματος ἔχῃ δεσπότας. ὀρθότατα μέντοι φαμένου „πότισόν με μικρὸν ὕδωρ“, οὐκ ἀποκρίνεται τὸν ἀκόλουθον τρόπον· ποτιῶ, ἀλλά φησι· „πίε“· τοῦτο μὲν γὰρ ἐπιδεικνυμένης τὸν θεῖον ἦν πλοῦτον, ὃς ἅπασι τοῖς ἀξίοις καὶ δυναμένοις χρῆσθαι προκέχυται, ἐκεῖνο δὲ ἐπαγγελλομένης διδάξειν· οὐδὲν δὲ τῶν ἐξ ἐπαγγέλματος οἰκεῖον ἀρετῇ.
- 140.1
τεχνικώτατα μέντοι χαρακτηρίζει τὴν τῆς διδασκούσης καὶ ὠφελούσης ὑφήγησιν· „σπεύσασα“ γάρ φησι „καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς“, διὰ μὲν τοῦ σπουδάσαι τῆς πρὸς τὸ εὐεργετεῖν ἐμφαινομένης ὀξύτητος, ἣ ἀπὸ γνώμης συνίσταται, ἧς ὑπερόριος ἐκτετόξευται φθόνος, διὰ δὲ τοῦ καθελεῖν ἐπὶ τὸν βραχίονα αὐτῆς τῆς πρὸς τὸν μανθάνοντα τοῦ διδάσκοντος ἐπικλινοῦς καὶ προσεχοῦς οἰκειώσεως.
- 141.1
εὐήθεις γὰρ ὅσοι τῶν διδασκάλων μὴ πρὸς τὴν τῶν γνωρίμων δύναμιν, ἀλλὰ πρὸς τὴν ἑαυτῶν ὑπερβάλλουσαν ἕξιν ἐπιχειροῦσι ποιεῖσθαι τὰς ὑφηγήσεις, οὐκ εἰδότες ὡς διδασκαλίας ἐπίδειξις μακρῷ διενήνοχεν. ὁ μὲν γὰρ ἐπιδεικνύμενος τῇ τῆς παρούσης ἕξεως εὐφορίᾳ καταχρώμενος ἀνεμποδίστως τὰ ἐν μακρῷ χρόνῳ πονηθέντα οἴκοι καθάπερ γραφέων ἔργα ἢ πλαστῶν εἰς τοὐμφανὲς προφέρει τὸν παρὰ τῶν πολλῶν θηρώμενος ἔπαινον, ὁ δ’ αὖ διδάσκειν ἐπιχειρῶν οἷά τις ἰατρὸς ἀγαθὸς οὐ πρὸς τὸ τῆς τέχνης μέγεθος ἀλλὰ πρὸς τὴν τοῦ θεραπευομένου δύναμιν ἀφορῶν οὐχ ὅσα ἐκ τῆς ἐπιστήμης πεπόρικε — ἀμύθητα γὰρ ταῦτά γε —, ἀλλ’ ὅσων τῷ κάμνοντι δεῖ στοχαζόμενος τοῦ μετρίου προφέρων ἐπιδίδωσιν.
- 142.1
διὸ καὶ Μωυσῆς ἐν ἑτέροις φησί· „δάνειον δανειεῖς τῷ χρῄζοντι ὅσον δεῖται, καθ’ ὃ δεῖται“ (Deut. 15,8), διὰ μὲν τοῦ δευτέρου διδάσκων ὅτι οὐ πάντα πᾶσι χαριστέον, ἀλλὰ τὰ οἰκεῖα τῇ τῶν δεομένων χρείᾳ· τὸ γὰρ ἄγκυραν ἢ πλάτην ἢ πηδάλιον γεωπόνῳ ἢ ἄροτρα καὶ σκαπάνην κυβερνήτῃ ἢ λύραν μὲν ἰατρῷ, μουσικῷ δὲ τὰ κατὰ τὴν χειρουργίαν δωρεῖσθαι ὄργανα καταγέλαστον, εἰ μὴ καὶ διψῶσι μὲν πολυτελῆ σιτία, πεινῶσι δὲ πολὺν ἄκρατον ἐπιφέρειν δεῖ πρὸς ἐπίδειξιν εὐπορίας τε ἅμα καὶ μισανθρωπίας, χλεύην τὰς ἑτέρων τύχας τιθεμένους. τὸ δὲ ποσὸν ἐν ταῖς χάρισιν αὐτῷ παρείληπται διὰ συμμετρίαν, πρᾶγμα ὠφελιμώτατον· μὴ γὰρ ὅσα δύνασαι χαρίζου, φησὶν ὁ ὀρθὸς λόγος, ἀλλ’ ὅσα ἱκανὸς ὁ δεόμενός ἐστι δέξασθαι. ἢ οὐχ ὁρᾷς ὅτι καὶ ὁ θεὸς οὐκ ἀναλογοῦντας τῷ μεγέθει τῆς αὑτοῦ
- 143.1
τελειότητος χρησμοὺς ἀναφθέγγεται, πρὸς δὲ τὴν τῶν ὠφεληθησομένων ἀεὶ δύναμιν; ἐπεὶ καὶ τίς ἂν ἐχώρησε θεοῦ λόγων ἰσχὺν τῶν ἁπάσης κρειττόνων ἀκοῆς; ὃ ἀψευδέστατα δοκοῦσιν οἱ Μωυσῇ λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μὴ ἀποθάνωμεν“ (Exod. 20, 19)· ἔγνωσαν γὰρ ὅτι οὐδὲν ἔχουσι παρ’ ἑαυτοῖς ἀξιόχρεων ὄργανον θεοῦ νομοθετοῦντος ἐκκλησίαν.
- 144.1
οὐδὲ γὰρ εἰ τὸν πλοῦτον ἐπιδείκνυσθαι βουληθείη τὸν ἑαυτοῦ, χωρήσαι ἂν ἠπειρωθείσης καὶ θαλάττης ἡ σύμπασα γῆ· εἰ μὴ νομίζομεν ὑετῶν καὶ τῶν ἄλλων ἐν κόσμῳ φορὰν κατὰ τεταγμένας καιρῶν περιόδους, ἀλλὰ μὴ συνεχῶς γίνεσθαι διὰ σπάνιν καὶ ἔνδειαν αὐτῶν, ἀλλ’ οὐχ ἕνεκα προμηθείας τῶν χρῃζόντων, οὓς ἡ συνεχὴς τῶν ὁμοίων δωρεῶν ἀπόλαυσις βλάψειν μᾶλλον ἔμελλεν ἢ ὠφελήσειν.
- 145.1
διὸ τὰς πρώτας αἰεὶ χάριτας, πρὶν κορεσθέντας ἐξυβρίσαι τοὺς λαχόντας, ἐπισχὼν καὶ ταμιευσάμενος εἰσαῦθις ἑτέρας ἀντ’ ἐκείνων καὶ τρίτας ἀντὶ τῶν δευτέρων καὶ αἰεὶ νέας ἀντὶ παλαιοτέρων, τοτὲ μὲν διαφερούσας, τοτὲ δ’ αὖ καὶ τὰς αὐτὰς ἐπιδίδωσι. τὸ γὰρ γενητὸν οὐδέποτε μὲν ἀμοιρεῖ τῶν τοῦ θεοῦ χαρίτων — ἐπεὶ πάντως ἂν διέφθαρτο —, φέρειν δὲ τὴν πολλὴν καὶ ἄφθονον αὐτῶν ῥύμην ἀδυνατεῖ. διὸ βουλόμενος ὄνησιν ἡμᾶς ἔχειν ὧν ἐπιδίδωσι πρὸς τὴν τῶν λαμβανόντων
- 146.1
ἰσχὺν τὰ διδόμενα σταθμᾶται. ἐπαινετέον οὖν καὶ Ῥεβέκκαν, ἣ τοῖς τοῦ πατρὸς ἑπομένη διατάγμασιν ἀφ’ ὑψηλοτέρου χωρίου καθελοῦσα τὸ σοφίας ἀγγεῖον ἐπὶ τὸν βραχίονα, τὴν ὑδρίαν [δὲ], ὀρέγει τῷ μαθητῇ ἃς ἱκανὸς ἐκεῖνός ἐστι δέξασθαι διδασκαλίας.
- 147.1
μετὰ δὲ τῶν ἄλλων καὶ τὸ ἄφθονον αὐτῆς καταπέπληγμαι. μικρὸν γὰρ αἰτηθεῖσα πόμα πολὺ δίδωσιν, ἕως ὅλην τὴν ψυχὴν τοῦ μανθάνοντος ποτίμων θεωρημάτων ἐπλήρωσεν. λέγει γάρ· „ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων“, πρὸς φιλανθρωπίαν δίδαγμα θαυμασιώτατον· ἐὰν γάρ τις πλειόνων μὲν τυγχάνῃ χρεῖος ὤν, ὀλίγα δὲ ὑπ’ αἰδοῦς προσιὼν αἰτῇ, μὴ ταῦθ’ ἅ φησι μόνα παρέχωμεν, ἀλλὰ καὶ τὰ ἡσυχαζόμενα ἐκεῖνα, ὧν πρὸς ἀλήθειαν ἐνδεής ἐστιν.
- 148.1
ἀλλ’ οὐκ ἀπόχρη μόνον πρὸς τελείαν ἀπόλαυσιν τῷ γνωρίμῳ καταλαμβάνειν ὅσα ἂν ὁ διδάσκων ὑφηγῆται, εἰ μὴ προσγένοιτο καὶ μνήμη διόπερ ἐπιδεικνυμένη τὸ φιλόδωρον, ὅτε αὐτὸν πληροῖ ποτίσασα, ὑπισχνεῖται καὶ ταῖς καμήλοις ὑδρεύσεσθαι, ἃς συμβολικῶς μνήμας εἶναί φαμεν· μηρυκᾶται γὰρ τὸ ζῷον τὴν τροφὴν ἐπιλεαῖνον, καὶ ὅταν ὀκλάσαν δέξηται βαρύτατον φόρτον, μετὰ πολλῆς ἄγαν εὐτονίας ἐγείρεται κούφως.
- 149.1
οὕτως δὲ καὶ ἡ ψυχὴ τοῦ φιλομαθοῦς, ὅταν ἐπιφορηθῇ τὸ τῶν θεωρημάτων ἄχθος, ταπεινοτέρα μὲν οὐ γίνεται, διαναστᾶσα δὲ γέγηθεν· ἐκ δὲ τῆς ἐπαναπολήσεως καὶ ὥσπερ ἐπιλεάνσεως τῆς πρῶτον καταβληθείσης τροφῆς περιγίνεται μνήμη τῶν θεωρημάτων.
- 150.1
ἰδοῦσα δὲ εὐπαράδεκτον ἀρετῆς τὴν τοῦ παιδὸς φύσιν ὅλην ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, τουτέστι τὴν τοῦ διδάσκοντος ἅπασαν ἐπιστήμην εἰς τὴν ψυχὴν τοῦ μανθάνοντος. σοφισταὶ μὲν γὰρ ὑπὸ μισθαρνίας ἅμα καὶ φθόνου τὰς τῶν γνωρίμων κολούοντες φύσεις πολλὰ τῶν ἃ χρὴ λέγειν ἡσυχάζουσι ταμιευόμενοι τὸν ἀργυρισμὸν εἰσαῦθις ἑαυτοῖς·
- 151.1
ἄφθονον δὲ καὶ δωρητικὸν ἀρετὴ πρᾶγμα, ὡς, τὸ λεγόμενον, χειρὶ καὶ ποδὶ καὶ πάσῃ δυνάμει μὴ ὀκνεῖν ὠφελεῖν. ὅσα οὖν ἠπίστατο, καθάπερ εἰς δεξαμενὴν τὴν τοῦ γνωρίμου προχέασα διάνοιαν ἔρχεται πάλιν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι, ἐπὶ τὴν ἀένναον τοῦ θεοῦ σοφίαν, ἵνα καὶ τὰ παλαιὰ παγίως ὀχυρώσηται διὰ μνήμης καὶ ἄλλων καινοτέρων ἐπιστήμαις ποτισθῇ· ἀπερίγραφος γὰρ ὁ σοφίας θεοῦ πλοῦτος καὶ νέα ἐπὶ παλαιοῖς ἐκφέρων βλαστήματα, ὡς ἀνηβῶν τε καὶ ἐπακμάζων μηδέποτε λήγειν.
- 152.1
διὸ καὶ πάνυ εὐήθεις ὅσοι πρὸς τὸ πέρας ἡστινοσοῦν ἐπιστήμης ἀφικέσθαι διενοήθησαν· τὸ γὰρ ἐγγὺς εἶναι δόξαν μακρὰν ἄγαν τοῦ τέλους ἀφέστηκεν, ἐπεὶ τέλειος τῶν γεγονότων οὐδεὶς πρὸς οὐδὲν μάθημα, ἀλλὰ τοσοῦτον ἐνδεῖ, ὅσον κομιδῇ νήπιος παῖς ἄρτι τοῦ μανθάνειν ἀρχόμενος πρὸς πολιὸν ἤδη
- 153.1
διὰ τὴν ἡλικίαν ἅμα καὶ τὴν τέχνην ὑφηγητήν. ἐρευνητέον δὲ τὴν αἰτίαν, δι’ ἣν τὸν μὲν παῖδα ἀπὸ τῆς πηγῆς, τὰς δὲ καμήλους ἀπὸ τοῦ φρέατος ποτίζει. μήποτ’ οὖν τὸ μὲν νᾶμα ταὐτόν, * * * ὁ τὰς ἐπιστήμας ἄρδων [ὁ] ἱερὸς λόγος, τὸ δὲ φρέαρ συγγενὲς μνήμης· ἃ γὰρ βύθια ἀπέφηνεν ἤδη, ταῦθ’ ὥσπερ ἐκ φρέατος δι’ ὑπομνήσεως ἄγεται.
- 154.1
τοὺς μὲν οὖν τοιούτους τῆς περὶ τὴν φύσιν εὐμοιρίας ἀποδεκτέον· εἰσὶ δέ τινες τῶν ἀσκητῶν, οἷς τὴν ἐπ’ ἀρετὴν ἄγουσαν ὁδὸν τραχεῖαν καὶ δυσάντη καὶ χαλεπὴν νομισθεῖσαν τὸ πρῶτον λεωφόρον αὖθις ὁ τὰ πάντα εὐεργέτης ἀπέδειξε θεὸς εἰς γλυκύτητα τὸ πικρὸν τοῦ πόνου μεταβαλών.
- 155.1
ὃν δὲ τρόπον μετέβαλε, σημανοῦμεν· ὅτε ἡμᾶς ἐκ τῆς Αἰγύπτου, τῶν κατὰ τὸ σῶμα παθῶν, ἐξήγαγε, τὴν ἔρημον ἡδονῆς ἀτραπὸν ὁδεύοντες ἐν Μέρροις ἐστρατοπεδευόμεθα, χωρίῳ πότιμον μὲν οὐκ ἔχοντι νᾶμα, πικρὸν δὲ σύμπαν (Exod. 15,23)· ἔτι γὰρ αἱ δι’ ὀφθαλμῶν καὶ ὤτων γαστρός τε αὖ καὶ τῶν μετὰ γαστέρα τέρψεις ἔναυλοί τε ἦσαν καὶ σφόδρα ἐκήλουν ὑπηχοῦσαι.
- 156.1
ὁπότ’ οὖν διαποζεύγνυσθαι κατὰ τὸ παντελὲς ἐθέλοιμεν, ἀνθεῖλκον ἐπαγόμεναι καὶ περιπλεκόμεναι καὶ λιπαρῶς καταγοητεύουσαι, ὥστε πρὸς τὰς συνεχεῖς τιθασείας αὐτῶν ἐνδόντες πόνῳ μὲν ἠλλοτριούμεθα ὡς πικρῷ πάνυ καὶ δυσκόλῳ, παλινδρομεῖν δὲ εἰς Αἴγυπτον ἐβουλευόμεθα, τὸν ἀσελγοῦς καὶ ἀκολάστου βίου ὑπόδρομον, εἰ μὴ θᾶττον ὁ σωτὴρ οἶκτον λαβὼν καθάπερ ἥδυσμα ξύλον γλυκαῖνον (cf. Exod. 15,25) εἰς τὴν ψυχὴν ἐνέβαλε φιλοπονίαν ἀντὶ μισοπονίας ἐργασάμενος·
- 157.1
ᾔδει γάρ, ἅτε δημιουργὸς ὤν, ὅτι τῶν ὄντων οὐδενός, εἰ μὴ προσγένοιτο σφοδρὸς ἔρως, ἔνεστι περιγενέσθαι. ὅσα οὖν ἐπιτηδεύουσιν ἄνθρωποι, δίχα μὲν οἰκειώσεως τῆς πρὸς αὐτὰ τὸ ἁρμόττον τέλος οὐ λαμβάνει, προσγενομένης δὲ φιλίας καὶ τῆς πρὸς τὸ ποθούμενον συντήξεως ἄκρως κατορθοῦται.
- 158.1
αὕτη τροφὴ ψυχῆς ἀσκητικῆς, ἥδιστον ἀντὶ πικροῦ τὸ πονεῖν ὑπολαβεῖν, ἧς οὐχ ἅπασι κοινωνῆσαι θέμις, ἀλλ’ οἷς ὁ χρυσοῦς μόσχος, τὸ Αἰγυπτίων ἀφίδρυμα, τὸ σῶμα, πυρωθὲν καὶ λεανθὲν σπείρεται καθ’ ὕδατος. λέγεται γὰρ ἐν ἱεραῖς βίβλοις, ὅτι „λαβὼν Μωυσῆς τὸν μόσχον κατέκαυσε πυρὶ καὶ κατήλεσε λεπτὸν καὶ ἔσπειρεν ἐπὶ τὸ ὕδωρ, καὶ ἐπότισε τοὺς υἱοὺς Ἰσραήλ“ (Exod. 32,20).
- 159.1
ὁ γὰρ φιλάρετος ὑπὸ τῆς αὐγοειδοῦς τοῦ καλοῦ φαντασίας πυρωθεὶς καταφλέγει τὰς σωματικὰς ἡδονάς, εἶτα κατακόπτει καὶ ἐπιλεαίνει τῷ ἀπὸ διαιρέσεως λόγῳ χρώμενος, καὶ διδάσκει τὸν τρόπον τοῦτον ὅτι τῶν σωματικῶν ἀγαθῶν ἐστιν ὑγίεια ἢ κάλλος ἢ ἡ τῶν αἰσθήσεων ἀκρίβεια ἢ τὸ ὁλόκληρον μετὰ ἰσχύος καὶ ῥώμης κρατερᾶς, ἅ γε πάντα καὶ τῶν ἐπαράτων καὶ ἐξαγίστων ἐστὶ κοινά, ὧν, εἴπερ ἦν ἀγαθά, φαῦλος οὐδενὸς οὐδεὶς ἂν μετεῖχε.
- 160.1
ἀλλ’ οὗτοι μέν, εἰ καὶ παντάπασι μοχθηροί, ἀλλ’ ἄνθρωποί γε ὄντες καὶ τῆς αὐτῆς φύσεως τοῖς ἀστείοις κεκοινωνηκότες μετέχουσιν αὐτῶν. νυνὶ δὲ καὶ τῶν θηρίων τὰ ἀτιθασώτατα μᾶλλον τοῖς ἀγαθοῖς τούτοις, εἰ δὴ ἀγαθὰ πρὸς ἀλήθειάν ἐστιν, ἢ οἱ λογικοὶ κέχρηνται.
- 161.1
τίς γὰρ ἂν ἀθλητὴς πρὸς ταύρου δύναμιν ἢ ἐλέφαντος ἀλκὴν ἐξισωθείη; τίς δ’ ἂν δρομεὺς πρὸς σκύλακος ἢ λαγωδαρίου ποδώκειαν; ὁ μὲν γὰρ ἀνθρώπων ὀξυδερκέστατος πρὸς ἱεράκων ἢ ἀετῶν ὄψιν ἀμβλυωπέστατος. ἀκοαῖς γε μὴν ἢ ὀσμαῖς πολλῷ τῷ περιόντι τὰ ἄλογα κεκράτηκεν, ὡς καὶ ὄνος μέν, τὸ δοκοῦν ἐν ζῴοις εἶναι νωθέστατον, κωφὴν ἂν ἀποδείξαι τὴν ἡμετέραν ἀκοὴν ἐλθὼν εἰς ἐπίκρισιν, κύων δὲ περιττὸν ἐν ἀνθρώπῳ μυκτῆρας μέρος δι’ ὑπερβολὴν τοῦ περὶ τὰς ὀσμὰς τάχους· ἐξικνοῦνται γὰρ ἐπὶ μήκιστον, ὡς ὀφθαλμῶν ἁμιλλᾶσθαι φορᾷ.
- 162.1
καὶ τί δεῖ περὶ ἑκάστου διεξιόντα μακρηγορεῖν; ἤδη γὰρ τοῦτο παρὰ τοῖς δοκιμωτάτοις τῶν πάλαι λογίων ὡμολόγηται, οἳ τῶν μὲν ἀλόγων μητέρα τὴν φύσιν, ἀνθρώπων δὲ μητρυιὰν ἔφασαν εἶναι, τὴν κατὰ σῶμα τῶν μὲν ἀσθένειαν, τῶν δὲ ὑπερβάλλουσαν ἐν ἅπασιν ἰσχὺν κατανοήσαντες. εἰκότως οὖν κατήλεσε τὸν μόσχον ὁ τεχνίτης, τουτέστιν εἰς μέρη διελὼν τὰ οἷς σῶμα πλεονεκτεῖ πάντα τοῦ πρὸς ἀλήθειαν ἐπέδειξεν ἀγαθοῦ μακρὰν διεστῶτα καὶ μηδὲν τῶν ἐφ’ ὕδατος σπειρομένων διαφέροντα.
- 163.1
διὸ καὶ τὸν καταλεσθέντα μόσχον ἐπὶ τὸ ὕδωρ λόγος κατέχει σπαρῆναι, τοῦ μηδὲν γνήσιον ἀγαθοῦ φυτὸν ἐν ὕλῃ φθαρτῇ ποτε δύνασθαι βλαστάνειν σύμβολον. ὡς γὰρ εἰς ποταμοῦ ῥεῦμα ἢ θαλάττης καταβληθὲν σπέρμα τὰς ἰδίους οὐκ ἂν ἐπιδείξαιτο δυνάμεις — ἀμήχανον γάρ, εἰ μὴ ῥίζαις ὥσπερ ἀγκύραις ἐχυροῦ τινος γῆς μέρους ἅπαξ λαβόμενον ἱδρυθείη, ἢ ἔρνος ἀναβλαστῆσαι, καὶ εἰ μὴ περιμηκέστατον, ἀλλά τοι χαμαίζηλον, ἢ καρποὺς καθ’ ὥρας τὰς ἐτησίους ἐνεγκεῖν· φθάνει γὰρ τοὺς σπερματικοὺς ἅπαντας τόνους ἡ τοῦ ὕδατος πολλὴ καὶ βίαιος ἀποκλύσασα φορά —, τὸν αὐτὸν τρόπον ὅσα τοῦ τῆς ψυχῆς ἀγγείου λέγεταί τε καὶ ᾄδεται πλεονεκτήματα πρὶν ὑποστῆναι φθείρεται τῆς σωματικῆς οὐσίας αἰεὶ ῥεούσης.
- 164.1
πῶς γὰρ νόσοι καὶ γῆρας καὶ παντελεῖς ἐπεγίνοντο φθοραί, εἰ μὴ συνεχὴς ἦν λόγῳ θεωρητῶν ῥευμάτων ἀπάντλησις; τούτοις οὖν ποτίζειν ἀπαξιοῖ ὁ ἱεροφάντης τὴν διάνοιαν ἡμῶν τῷ καταφλέξαι τὰς ἡδονάς, τῷ τὸ σύστημα τῶν σωματικῶν ἀγαθῶν εἰς λεπτὸν καὶ ἀνωφελῆ χοῦν καταλέσαντας ἀναλῦσαι, τῷ ὑπολαβεῖν ὅτι ἐξ οὐδενὸς αὐτῶν ἐβλάστησέ ποτε καὶ ἤνθησε τὸ πρὸς ἀλήθειαν καλόν, ὥσπερ οὐδ’ ἐκ σπερμάτων ἃ σπείρεται καθ’ ὕδατος.
- 165.1
ταῦροι δὲ καὶ κριοὶ καὶ τράγοι, οὓς Αἴγυπτος διὰ τιμῆς ἔχει, καὶ ὅσα ἄλλα φθαρτῆς ὕλης ἀφιδρύματα, ἀκοῇ μόνον νομίζονται θεοί, πρὸς ἀλήθειαν οὐκ ὄντες, ψευδώνυμοι πάντες. ἁπαλαῖς γὰρ ἔτι ταῖς τῶν νέων ψυχαῖς οἱ τραγῳδίαν τὸν βίον τύφων ἐρώντων νομίζοντες κεκιβδηλευμένους χαρακτῆρας ἐναπομάττονται, διακόνοις ἀκοαῖς χρώμενοι, ὧν μυθικὸν λῆρον καταχέαντες καὶ μέχρι διανοίας αὐτῶν ἐντήξαντες θεοπλαστεῖν τοὺς τὰ φρονήματα ἄνδρας μὲν μηδέποτε γινομένους ἀεὶ δὲ θηλυδρίας ὄντας ἠνάγκασαν.
- 166.1
ὁ γοῦν μόσχος οὐκ ἐξ ἅπαντος τοῦ γυναικείου κόσμου κατασκευάζεται, ἀλλ’ ἐκ τῶν ἐνωτίων αὐτὸ μόνον (Exod. 32,2), διδάσκοντος ἡμᾶς τοῦ νομοθέτου ὅτι χειρόκμητος οὐδείς ἐστιν ὄψει καὶ πρὸς ἀλήθειαν θεός, ἀλλ’ ἀκοῇ καὶ τῷ νομίζεσθαι, καὶ ἀκοῇ μέντοι γυναικός, οὐκ ἀνδρός· ἐκνενευρισμένης γὰρ ἔργον καὶ ἐκτεθηλυμμένης τῷ ὄντι ψυχῆς τοὺς τοιούτους ὕθλους παραδέχεσθαι.
- 167.1
τὸ δὲ πρὸς ἀλήθειαν ὂν οὐ δι’ ὤτων μόνον, ἀλλὰ τοῖς διανοίας ὄμμασιν ἐκ τῶν κατὰ τὸν κόσμον δυνάμεων καὶ ἐκ τῆς συνεχοῦς καὶ ἀπαύστου τῶν ἀμυθήτων ἔργων φορᾶς κατανοεῖσθαί τε καὶ γνωρίζεσθαι συμβέβηκε. διόπερ ἐν ᾠδῇ μείζονι λέγεται ἐκ προσώπου τοῦ θεοῦ· „ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι“ (Deut. 33,39), τοῦ ὄντως ὄντος ἐναργείᾳ μᾶλλον [ἀντι] καταλαμβανομένου ἢ λόγων ἀποδείξει συνισταμένου.
- 168.1
τὸ δ’ ὁρατὸν εἶναι τὸ ὂν οὐ κυριολογεῖται, κατάχρησις δ’ ἐστὶν ἐφ’ ἑκάστην αὐτοῦ τῶν δυνάμεων ἀναφερομένου. καὶ γὰρ νῦν οὔ φησιν· ἴδετε ἐμέ — ἀμήχανον γὰρ τὸν κατὰ τὸ εἶναι θεὸν ὑπὸ γενέσεως τὸ παράπαν κατανοηθῆναι —, ἀλλ’ ὅτι ἐγώ εἰμι ἴδετε, τουτέστι τὴν ἐμὴν ὕπαρξιν θεάσασθε. ἀνθρώπου γὰρ ἐξαρκεῖ λογισμῷ μέχρι τοῦ καταμαθεῖν ὅτι ἔστι τε καὶ ὑπάρχει τὸ τῶν ὅλων αἴτιον προελθεῖν· περαιτέρω δὲ σπουδάζειν τρέπεσθαι, ὡς περὶ οὐσίας ἢ ποιότητος ζητεῖν, ὠγύγιός τις ἠλιθιότης.
- 169.1
οὐδὲ γὰρ Μωυσῇ τῷ πανσόφῳ κατένευσεν ὁ θεὸς τοῦτό γε, καίτοι γε μυρίας ποιησαμένῳ δεήσεις, ἀλλὰ χρησμὸς ἐξέπεσεν αὐτῷ, ὅτι „τὰ μὲν ὀπίσω θεάσῃ, τὸ δὲ πρόσωπον οὐκ ὄψει“ (Exod. 33,23)· τοῦτο δ’ ἦν· πάνθ’ ὅσα μετὰ τὸν θεὸν τῷ σπουδαίῳ καταληπτά, αὐτὸς δὲ μόνος ἀκατάληπτος· ἀκατάληπτός γε ἐκ τῆς ἀντικρὺς καὶ κατ’ εὐθυωρίαν προσβολῆς — διὰ γὰρ ταύτης οἷος ἦν ἐμηνύετ’ ἄν —, ἐκ δὲ τῶν ἑπομένων καὶ ἀκολούθων δυνάμεων καταληπτόσ· αὗται γὰρ οὐ τὴν οὐσίαν, τὴν δ’ ὕπαρξιν ἐκ τῶν ἀποτελουμένων αὐτῷ παριστᾶσι.
- 170.1
Γεννήσας τοίνυν ὁ νοῦς ἀρχὴν σπουδαίας διαθέσεως καὶ ἀρετῆς τινα πρῶτον τρόπον τὸν Σήθ, τὸν ποτισμόν, ἐπινεανιεύεται καλὴν καὶ ὁσίαν νεανιείαν. φησὶ γάρ· „ἐξανέστησέ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4,25). ἐξητασμένως γὰρ καὶ περιττῶς εἴρηται τὸ μηδὲν τῶν θείων σπερμάτων χαμαὶ πίπτειν, ἅπαντα δὲ εἰς τὸ ἄνω χωρεῖν ἀπὸ τῶν περιγείων ἐξανιστάμενα.
- 171.1
τὰ μὲν γὰρ ὑπὸ τῶν θνητῶν καταβαλλόμενα σπέρματα πρὸς ζῴων ἢ φυτῶν γένεσιν οὐ πάντα τελεσιουργεῖται, ἀγαπητὸν δ’ εἰ μὴ τὰ φθειρόμενα πλείω τῶν διαμενόντων ἐστί· σπείρει δ’ ὁ θεὸς ἐν ψυχαῖς ἀτελὲς οὐδέν, ἀλλ’ οὕτως καίρια καὶ τέλεια, ὡς εὐθὺς ἐπιφέρεσθαι τὴν τῶν ἰδίων καρπῶν
- 172.1
πληθὺν ἕκαστον. τὸν δὲ Σὴθ σπέρμα ἕτερον εἰπὼν ἀναβλαστῆσαι, ὁποτέρου ἕτερον οὐ δεδήλωκε. ἆρά γε τοῦ δολοφονηθέντος Ἄβελ ἢ τοῦ κτείναντος Κάιν; ἀλλὰ μήποτε ἑκατέρου διαφέρει τὸ γέννημα, τοῦ μὲν Κάιν ὡς ἐχθρόν — δίψα γὰρ ἀρετῆς αὐτομολούσῃ κακίᾳ πολεμιώτατον —, τοῦ δὲ Ἄβελ ὡς φίλον καὶ συγγενές· ἕτερον γάρ, οὐ μὴν ἀλλότριον, τὸ ἄρτι ἀρχόμενον τοῦ τελείου καὶ τὸ πρὸς γένεσιν τοῦ πρὸς τὸ ἀγένητον.
- 173.1
διὰ τοῦθ’ ὁ μὲν Ἄβελ τὸ θνητὸν ἀπολιπὼν πρὸς τὴν ἀμείνω φύσιν μεταναστὰς οἴχεται, ὁ δὲ Σὴθ ἅτε σπέρμα ὢν ἀνθρωπίνης ἀρετῆς οὐδέποτε τὸ ἀνθρώπων ἀπολείψει γένος, ἀλλὰ πρώτην μὲν παραύξησιν ἄχρι δεκάδος ἀριθμοῦ τελείου λήψεται, καθ’ ἣν ὁ δίκαιος Νῶε συνίσταται, δευτέραν δὲ καὶ ἀμείνω τὴν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Σὴμ εἰς ἑτέραν δεκάδα τελευτῶσαν, ἧς Ἀβραὰμ ὁ πιστὸς ἐπώνυμος, τρίτην δὲ καὶ τελεωτέραν δεκάδος ἑβδομάδα ἀπὸ τούτου μέχρι Μωυσῆ τοῦ πάντα σοφοῦ παρήκουσαν· ἕβδομος γὰρ ἀπὸ Ἀβραὰμ οὗτός ἐστιν, οὐκέτι κατὰ τὸν ἔξω τῶν ἁγίων κύκλον οἷα μύστης εἰλούμενος, ἀλλ’
- 174.1
ὥσπερ ἱεροφάντης ἐν τοῖς ἀδύτοις ποιούμενος τὰς διατριβάς. σκόπει δὲ τάς τε πρὸς βελτίωσιν ἐπιδόσεις τῆς ἀπλήστου καὶ ἀκορέστου τῶν καλῶν ψυχῆς καὶ τὸν ἀπερίγραφον τοῦ θεοῦ πλοῦτον, ὃς ἄλλοις ἀρχὰς τὰ ἑτέρων δεδώρηται τέλη. τὸ μὲν γὰρ πέρας τῆς κατὰ Σὴθ ἐπιστήμης ἀρχὴ τοῦ δικαίου γέγονε Νῶε, τὴν δὲ τούτου τελείωσιν Ἀβραὰμ ἄρχεται παιδεύεσθαι, ἡ δὲ ἀκροτάτη τοῦδε σοφία Μωυσέως ἐστὶν ἄσκησις ἡ πρώτη.
- 175.1
τοῦ δὲ ἀνωσμένου καὶ κλιθέντος ὑπὸ ψυχῆς ἀσθενείας Λὼτ αἱ δύο θυγατέρες, βουλὴ καὶ συγκατάθεσις, ἐκ τοῦ νοῦ τοῦ πατρὸς αὑτῶν ἐθέλουσι παιδοποιεῖσθαι (Gen. 19,32), μαχόμεναι τῷ λέγοντι· „ἐξανέστησέ μοι ὁ θεός“. ὃ γὰρ ἐκείνῳ τὸ ὄν, τοῦθ’ αὑταῖς φασι τὸν νοῦν περιποιεῖσθαι δύνασθαι, μεθυούσης καὶ παραφόρου ψυχῆς δόγμα εἰσηγούμεναι· νήφοντος μὲν γὰρ ἔργον λογισμοῦ καὶ σώφρονος τὸν θεὸν ὁμολογεῖν ποιητὴν καὶ πατέρα τοῦ παντός, πίπτοντος δ’ ὑπὸ μέθης καὶ παροινίας ἑαυτὸν ἑκάστου τῶν ἀνθρωπείων πραγμάτων εἶναι δημιουργόν.
- 176.1
πρότερον οὖν αἱ κακαὶ γνῶμαι εἰς ὁμιλίαν οὐκ ἀφίξονται τῷ πατρί, πρὶν ἐπιφορῆσαι τὸν ἀφροσύνης πολὺν ἄκρατον καὶ εἴ τι συνετὸν ἦν ἐν αὐτῷ κατακλύσαι. γέγραπται γὰρ ὅτι „ἐπότισαν τὸν πατέρα οἶνον“ (Gen. 19,33)· ὥσθ’ ὁπότε μὴ ποτίζουσιν, ὑπὸ νήφοντος οὐδέποτε δέξονται σπορὰν ἔννομον, ὅταν δ’ ὑποβεβρεγμένος κραιπαλᾷ, κυοφορήσουσι καὶ ἐπιμέμπτοις μὲν ὠδῖσιν, ἐπαράτοις δὲ ταῖς γοναῖς χρήσονται.
- 177.1
διὸ καὶ Μωυσῆς τὴν ἀσεβῆ καὶ ἄναγνον αὐτῶν σπορὰν συλλόγου θείου παντὸς ἀπεσχοίνισε· λέγει γάρ· „Ἀμμανῖται καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23,2). οὗτοι δ’ εἰσὶν ἔγγονοι τῶν Λὼτ θυγατέρων, ὑπολαβόντες ἐξ αἰσθήσεως καὶ νοῦ, ἄρρενός τε καὶ θήλεος, ὥσπερ ὑπὸ πατρὸς καὶ μητρὸς πάντα γεννᾶσθαι, τοῦτο πρὸς ἀλήθειαν γενέσεως αἴτιον ὑπειληφότες.
- 178.1
ἡμεῖς μέντοι καὶ ἐὰν δεξώμεθά ποτε τὴν τροπὴν ταύτην, [καὶ] ὥσπερ ἐκ κλύδωνος ἀνανηξάμενοι λαβώμεθα μετανοίας, ἐχυροῦ καὶ σωτηρίου πράγματος, καὶ μὴ πρότερον μεθώμεθα ἢ κατὰ τὸ παντελὲς τὸ κυμαῖνον πέλαγος, τὴν φορὰν τῆς τροπῆς, διεκδῦναι.
- 179.1
καθὰ καὶ Ῥαχὴλ πρότερον αἰτησαμένη τὸν νοῦν ὡς αἴτιον τοῦ ποιεῖν ἔκγονα καὶ ἀκούσασα· „μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι“; (Gen. 30,2) προσέσχε τε τῷ λεχθέντι καὶ μαθοῦσα παλινῳδίαν ἱερωτάτην ἐποίησε· γέγραπται γὰρ Ῥαχὴλ παλινῳδία, θεοφιλὴς εὐχή· „προσθέτω μοι ὁ θεὸς υἱὸν ἕτερον“ (Gen. 30,24), ἣν οὐδενὶ τῶν ἀφρόνων ἔξεστι ποιήσασθαι τὴν ἴδιον ἡδονὴν αὐτὸ μόνον θηρωμένων, τὰ δ’ ἄλλα πλατὺν γέλωτα καὶ χλεύην νομιζόντων.
- 180.1
χορηγὸς δ’ ἐστὶ τούτου τοῦ δόγματος ὁ τοῦ δερματίνου Ἢρ συγγενὴς Αὐνάν. „γνοὺς“ γάρ φησιν „οὗτος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ὅταν εἰσῆλθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ἐξέχει τοῦτο ἐπὶ τὴν γῆν“ (Gen. 38,9) φιλαυτίας καὶ φιληδονίας ὑπερβεβηκὼς τοὺς ὅρους.
- 181.1
οὐκοῦν εἴποιμ’ ἂν αὐτῷ· εἰ τὸ ἴδιον πορίζεις λυσιτελές, πάνθ’ ὅσα ἄριστα καταλύσεις, ἐὰν μηδὲν ἐξ αὐτῶν ὠφεληθῇς, τιμὰς γονέων, ἐπιμέλειαν γυναικός, παίδων ἀγωγάς, χρήσεις ἀμέμπτους οἰκετῶν, ἐπιτροπὴν οἰκίας, πόλεως προστασίαν, βεβαίωσιν νόμων, φυλακὴν ἐθῶν, τὴν πρὸς πρεσβυτέρους αἰδῶ, τὴν πρὸς τοὺς τετελευτηκότας εὐφημίαν, τὴν πρὸς τοὺς ζῶντας κοινωνίαν, τὴν πρὸς τὸ θεῖον ἐν λόγοις καὶ ἔργοις εὐσέβειαν; ἀνατρέπεις γὰρ καὶ ἐκχεῖς πάντα ταῦτα, σπείρων σεαυτῷ καὶ τιθηνούμενος τὴν γάστριν καὶ ἀκόλαστον καὶ ἀρχὴν κακῶν
- 182.1
ἁπάντων ἡδονήν. ἀφ’ ἧς ἐξαναστὰς ὁ ἱερεὺς καὶ θεραπευτὴς τοῦ μόνου καλοῦ Φινεές, ὁ τῶν σωματικῶν στομίων καὶ τρημάτων δίοπος, ὡς μηδὲν αὐτῶν διαμαρτάνον ἐξυβρίζειν — ἑρμηνεύεται γὰρ στόματος φιμός —, λαβὼν τὸν σειρομάστην, τουτέστι μαστεύσας καὶ ἀναζητήσας τὴν τῶν ὄντων φύσιν καὶ μηδὲν σεμνότερον ἀρετῆς ἀνευρὼν κατεκέντει καὶ ἀνῄρει τῷ λόγῳ τὴν μισάρετον καὶ φιλήδονον γένεσιν καὶ τοὺς τόπους, ἐξ ὧν ἐβλάστησαν αἱ παράσημοι καὶ παράκοποι χλιδαί τε καὶ θρύψεις.
- 183.1
ὁ γὰρ νόμος φησὶν ὅτι διὰ τῆς μήτρας ἐξεκέντησε τὴν γυναῖκα (Num. 25,7.8). οὕτως οὖν καταπαύσας μὲν τὴν ἐν αὑτῷ στάσιν καὶ τὴν ἴδιον ἀποστραφεὶς ἡδονήν, ζηλώσας τὸν θεοῦ τοῦ πρώτου καὶ μόνου ζῆλον, ἄθλων τοῖς μεγίστοις δυσὶ τετίμηται καὶ κατέστεπται, εἰρήνῃ καὶ ἱερωσύνῃ· τῇ μέν, * * * ὅτι ἀδελφόν ἐστιν εἰρήνῃ καὶ ὄνομα καὶ ἔργον.
- 184.1
τὴν γὰρ ἱερωμένην διάνοιαν λειτουργὸν καὶ θεραπευτρίδα οὖσαν αὐτοῦ πάνθ’ οἷς ὁ δεσπότης χαίρει πράττειν ἀνάγκη· χαίρει δὲ εὐνομίας καὶ εὐσταθείας βεβαιώσει, πολέμων δὲ καὶ στάσεων ἀνατροπῇ, οὐχὶ τῶνδε μόνων οὓς αἱ πόλεις ποιοῦνται πρὸς ἀλλήλας, ἀλλὰ καὶ τῶν κατὰ ψυχήν· μείζονες δ’ εἰσὶν οὗτοι καὶ χαλεπώτεροι, ἅτε καὶ τὸ θειότερον τῶν ἐν ἡμῖν λογισμὸν αἰκιζόμενοι, τῶν ὅπλων ἄχρι τῆς σωμάτων καὶ χρημάτων ζημίας προερχομένων, ψυχὴν δὲ ὑγιαίνουσαν μηδέποτε βλάψαι δυναμένων.
- 185.1
διόπερ ὀρθῶς ἂν αἱ πόλεις ἐποίησαν, πρὶν ὅπλα καὶ μηχανήματα ἀντεπιφέρειν ἀλλήλαις ἐπ’ ἀνδραποδισμῷ καὶ ἀναστάσει παντελεῖ, τῶν πολιτῶν ἕκαστον ἀναπείσασαι τὴν ἐν αὐτῷ μεγάλην καὶ πολλὴν καὶ συνεχῆ στάσιν καταλῦσαι· αὕτη μὲν γὰρ πολέμων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἁπάντων ἀρχέτυπόν ἐστιν, ἧς ἀναιρεθείσης οὐδ’ οἱ κατὰ μίμησιν ἔτι συνιστάμενοι γενήσονται, βαθείας δὲ εἰρήνης χρῆσιν καὶ ἀπόλαυσιν σχήσει τὸ ἀνθρώπων γένος ὑπὸ νόμου φύσεως διδασκόμενον, ἀρετῆς, θεὸν τιμᾶν καὶ τῆς λειτουργίας αὐτοῦ περιέχεσθαι· πηγὴ γὰρ εὐδαιμονίας καὶ βίου μακραίωνος ἥδε.
← Previous — showing 101–185 of 185
First Thousand Years of Greek. CTS URN tlg0018.tlg006.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.